Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Acta

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,399 sections

  1. 7.160

    Τοῦ ἁγίου Κυρίλλου εἰσ τὸν προφήτην ἀμώσ f. Ἵνα φαίνηται Θεὸς διὰ φιλανθρωπίαν σώσαι αὐτοὺς, καὶ οὐκ ἀντιμισθία θυσιῶν τὸ πρᾶγμα ποιούμενος,φησὶ, “μὴ σφάγια καὶ θυσίας, ἀλλὰ καὶ τούτων γινομένων φησὶ, “ἀνελάβετεö καὶ τότε “τὴν σκηνὴν τοῦ “Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεφάν·” ἀνελθόντος γὰρ εἰς τὸ ὄρος Μωϋσέως, μεμοσχοποιήκασί τε καὶ ταῖς τῶν ἄστρων προσεκλίθησαν λατρείαις· καὶ σκηνοποιησάμενοι ἔστησαν εἴδωλον, ὃ κεκλήκασι Μολόχ· τοῦτο δὲ εἴδωλον Μωαβιτῶν ἦν.

  2. 7.161

    Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.

  3. 7.162

    Τοῦ Χρυσοστόμου. Καὶ ἡ αἰχμαλωσία ία κατηγορία τῆς κα- κιας.

  4. 7.163

    Κυρίλλου. Ἐπειδὴ δὲ τὴν Μωαβιτῶν κακίαν τῆς γείτονος Δαμάσκου, ταύτῃ τοι οἰχήσεσθαι Δαμάσκου ἐπέκεινα, τουτέστιν εἰς Βαβυλῶνα.

  5. 7.164

    Νικολάου Πρεσβυτέρου Εἰσ Ἀμὼσ Ἑρμηνείασ. τοῦ προφήτου Ἀμὼς εἰρηκότος, μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ·” ὁ ἅγιος Στέφανος ἐν ταῖς Πράξεσι τὴν χρῆσιν θεὶς, μετοικιῶ “ὑμᾶς ἐπέκεινα Βαβυλῶνος” εἶπεν, ἀκολουθήσας τῇ Ἑβραίων ἐκθέσει· ἣ καὶ ὅτι τέρμα τῆς Δαμασκηνῶν καὶ Σύρων χώρας ἡ Βαβυλὼν τυγχάνει· οἱ δὲ ἑβδομήκοντα ἐπέκεινα Δαμασκοῦ f εἰρήκασιν.

  6. 7.165

    ‘H σκηνὴ τοῦ μαρτυρίου ἦν ἐν τοῖς πατράσιν ἡμῶν ἐν τῆ ἐρήμῳ.

  7. 7.166

    Καὶ σκηνῆς οὔσης θυσίαι οὐκ ἦσαν· διὰ τοῦτο ἦν, ἵνα μάρτυρα τὸν Θεὸν ἔχωσι, τοῦτο μόνον ἦν.

  8. 7.167

    Καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ, ποιῆσαι αὐ- τὴν κάτα ’τον τύπον ὂν ἑώρακεν.

  9. 7.168

    Τοῦ Χρυσοστόμου. Ὥστε ἐν τῷ ὄρει ἡ ὑπογραφὴ γέγονε, καὶ αὐτὴ δὲ ἐν τῇ ἐρήμῳ περιφορητὴ ἦν, καὶ οὐκ ἐν τόπῳ κειμένη· καὶ μαρτυρίου σκηνὴν καλεῖ· τουτέστι τῶν θαυμάτων, τῶν προσταγμάτων.

  10. 7.169

    ἘΞ ἀνεπιγράρου. Εἰ καὶ Ἄγγελος ἦν ὁ λαλῶν Μωϋσῇ τῷ ὁρεῖ, ἀλλ’ οὖν εἰς Θεοῦ πρόσωπον ἐλάλει αὐτῷ· πολλὰ δὲ ταῦτα ἐν τῇ θείᾳ γραφῇ εὑρίσκεται· εἴρηται γὰρ ἐν τῇ Ἐξόδῳ ὡς “Ἄγγελος Κυρίου εἶπε Μωϋσῇ, μὴ ἐγγίσῃς ὧδε. Καὶ μεθ’ λέγει ὁ Ἄγγελος, “ἐγὼ ὁ Θεὸς τῶν πατέρων ὑμῶν, ὁ Θεὸς Ἀβραάμ·” ὁμοίως δὲ καὶ ἀπ’ αὐτοῦ τοῦ Ἀβραὰμ ἐστὶ τὸ τοιοῦτον εὑρεῖν, ὅτε τὸν παῖδα προσέφερεν εἰς ὁλοκάρπωσιν. Καὶ ὁ Ἀπόστολος δὲ περὶ τοῦ νόμου λέγει· εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος.”

  11. 7.170

    Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ, ἐν τῆ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμε- ρῶν Δαβίδ· ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ.

  12. 7.171

    Τοῦ Χρυσοτόμου. Καὶ οὐκ ἦν ναὸς, καίτοι καὶ τὰ ἔθνη ἐξέωστο· διὰ τοῦτο γάρ φησι, “ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου “τῶν πατέρων ἡμῶν·” ὧν ἐξῶσε, φησὶ, καὶ οὐδὲ τότε ναός· καὶ τοσαῦτα θαύματα, καὶ οὐδαμοῦ ναός· ὥστε εἰναι πρώτη σκηνὴ, ἀλλ’ οὐ ναὸς οὐδαμοῦ, ἕως τῶν ἡμέρων,” φησὶ, Δαβίδ·” καὶ οὐδαμοῦ ναός· καὶ “ᾔτησεν εὑρεῖν χάριν ἐνώπιον τοῦ Θεοῦ.” καὶ “ᾠκοδόμησεν·” οὕτως οὐκ ἦν μέγα τι ὁ ναός.

  13. 7.172

    Τοῦ Αὐτοῦ. Ἠιτήσατο εὑρεῖν χάριν ὁ Δαβὶδ, καὶ οὐκ ᾠκοδόμησεν ὁ θαυμαστὸς, ὁ μέγας, ἀλλ’ ὁ ἐπερριμένος ὁ Σολομών.

  14. 7.173

    Καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ.

  15. 7.174

    Κυρίλλου. Οὑδεμιᾶς γάρ,” φησι, ἀναπαύλης μεθέξω, πρὶν “ἃν μάθοιμι τὸν τοῦ Κυρίου τόπον καὶ τὸ σκήνωμα, τουτέστι τὴν σκήνωσιν, “τοῦ Θεοῦ Ἰακώβ·” δῆλον δὲ ὅτι Χριστοῦ.

  16. 7.175

    Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.

  17. 7.176

    Τῷ τετρακοσιοστῷ τεσσαρακοστῷ ἔτει g τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, ἤρξατο ὁ Σολομῶν οἰκοδομεῖν τὸν ναὸν ἐν ‘Ιερουσαλὴμ, ὡς ἡ τετάρτη βίβλος τῶν βασιλειῶν ἡμᾶς διδάσκει· διὰ τοῦτο δὲ μετὰ τοσοῦτον χρόνον τῆς ἀπ’ Αἰγύπτου τοῦ Ἰσραὴλ ὁ ναὸς ᾠκοδομήθη· ἱν ἀποκαμόντες τῇ εἰς τὰ ὄρη περιπλανήσει, τὸν ἕνα τόπον τὸν ἐν Ἱερουσαλὴμ ἀγαπήσωσιν, ὃν ὁ Θεὸς ἐποίησε τίμιον.

  18. 7.177

    Ἀλλ' οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει,

  19. 7.178

    Τοῦ Αὐτοῦ. Ἐδείχθη μὲν τοῦτο διὰ τῶν ἤδη λεχθέντων· δείκνυται δὲ καὶ διὰ φωνῆς προφητικῆς· ”ποῖον οἶκον οἰκοδομήσετέ “μοι, Κύριος λέγει;”

  20. 7.179

    Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον, οἶκον οἰκοδομήσετέ μοι λέγει Κύριος; ἣ τίς τόπος τῆς καταπαύσεως μου; οὐχὶ ἣ χείρ μου ἐποίησε ταύτα παντα;

  21. 7.180

    Τοῦ Χρυσοστόμου. Ἀλλ’ οὐδὲ ταῦτα ἄξια Θεοῦ, εἴγε ποιήματά ματά ἐστιν, εἴγε τῆς χειρὸς αὐτοῦ ἔργα· ὅρα πῶς αὐτοὺς κατὰ μικρὸν ἀνάγει· ὅτι οὐδὲ ταῦτα ἔξεστι λέγειν.

  22. 7.181

    Τοῦ ἀγίου Κυρίλλου τοῦ κατὰ τοῦ τοῦ Δυσσεβοῦσ Ἰουλιανοῦ τόμου Β. Εἰ ἕλοιτό τις τὴν τοῦ πράγματος σοφίαν χαλεπὸν οὐδὲν ἀληθεύοντας λέγειν· ἀνεδείματο γὰρ ἐν τοῖς Ἱεροσολύμοις τὸν διαβόητον ἐκεῖνον νεῶν ὁ σοφώτατος Σολομῶν· ἐπε- γάννυτο δὲ λίαν αὐτῷ τῶν Ἰουδαίων οἱ δῆμοι· ᾤοντό τε ὅτι κατῴκηκεν ἐν αὐτῷ περιειλημμένος ὁ τῶν ὅλων Θεός· βραδεῖς γὰρ ἀεὶ πὼς εἰς σύνεσιν καὶ τῶν περὶ Θεοῦ λόγων ἀνεπιστήμονες, οἵγε καὶ Θεοῦ πόλιν οἰηθέντες εἶναι τὴν Ἱερουσαλὴμ, ἐν αὐτῇ δὴ καὶ μόνῃ διεγίνοντο κατοικεῖν αὐτόν· διά τοι τὸ λέγεσθαι διὰ φωνῆς τοῦ Δαβὶδ δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.” σμικρά τοι γὰρ δοξάζοντας ἐλέγχει Θεὸς, καὶ φησὶ, ποῖον οἶκον οἰ- “κοδομήσετε μοι,” θρόνον ἔχοντι τὸν οὐρανὸν, ὑποπόδιον δὲ τὴν γῆν· ἔδει γὰρ ἔδει τοῖς συνεστάλθαι καὶ περιωρῆσθαι τόπον τὴν αὐτοῦ φύσιν ὑπειληφόσι, καταδεῖξαι σαφῶς, ὅτι τε εἴη πανταχῆ, καὶ χωρεῖ μὲν αὐτὸν οὐδὲν, ἥκει δὲ μᾶλλον διὰ πάντων αὐτός· καὶ πλήρης μὲν ὁ οὐρανὸς αὐτοῦ, μεστὴ δὲ ἡ γῆ.

  23. 7.182

    Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὦσιν.

  24. 7.183

    Τοῦ Χρυσοστόμου. Ενταῦθα λοιπὸν καταφορικῶς τῷ λόγῳ κέχρηται· πολλὴ ἦν παρρησία μέλλοντος αὐτοῦ ἀποθνήσκειν· καὶ γὰρ καἰ τοῦτο οἶμαι αὐτὸν εἰδέναι.

  25. 7.184

    Τοῦ Αὐτοῦ. Ὅρα τὸν ἄνδρα οὐ μετὰ θυμοῦ διαλεγόμενον· οὐ γὰρ δὴ ὕβρισεν, ἀλλὰ προφητικοῦ ἀνέμνησεν αὐτοὺς λόγου· ὅτι γὰρ οὐκ ἦν θυμὸς, ὅτε κακῶς ἔπασχε, τότε ὑπὲρ αὐτῶν ηὔχετο λέγων· “μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὕτως οὐκ ὀργιζόμενος αὐτοῖς, ἀλλ’ ἀλγῶν ὑπὲρ αὐτῶν καὶ δακνόμενος ταῦτα ἐφθέγγετο.

  26. 7.185

    Τοῦ αὐτοῦ. Προλαβὼν Ἱερεμίας ὁ προφήτης ταῦτα λέγει.

  27. 7.186

    Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πάτερες ὑμῶν, καὶ ὑμεῖς.

  28. 7.187

    Σημειωτέον ὅτι ἡ περιτομὴ πνευματικὸν τι ἐστι, καὶ οὐκ ἐν τῇ τῆς ἀκροβυστίας ἀποβολῇ θεωρουμένη.

  29. 7.188

    Τοῦ Χρυσοστόμου. ὅτε οὐκ ἐβούλετο θυσίας εἶναι, ὑμεῖς ἐθύετε· ὅτε οὐ βούλεται πάλιν, θύετε· ὅτε οὐκ ἤθελε δοῦναι ὑμῖν παραγγέλματα, ἐπεσπάσασθε· ὅτε ἐλάβετε, ἠμελήσατε· πάλιν ὅτε εἱστήκει ὁ ναὸς, εἴδωλα ἐθεραπεύετε· ὅτε βούλεται χωρὶς ναοῦ θεραπεύεσθαι, τὸ ἐναντίον ποιεῖτε· καὶ οὐκ εἶπε, τῷ Θεῷ “ἀντι- “πίπτετε,” ἀλλὰ τῷ Πνεύματι,” οὕτως οὐδεμίαν οἶδε διαφοράν.

  30. 7.189

    Σευήρου ἐκ τῆσ πρὸσ τοὺσ ἐν τῆι μόνηι τοῦ Ἰσαάκου Ἐπιστολῆσ. Ὁ τῶν Ἰουδαίων παράνομος δῆμος τῷ Πνεύματι τῷ Ἁγίῳ διηνεκῶς ἀντιπίπτοντες, καὶ τὴν ἐναντίαν ἀεὶ τοῖς τοῦ Θεοῦ νόμοις φερόμενοι πρὸς τὸ εὐτελὲς καὶ τὸ δι’ ἡμᾶς ταπεινὸν, τῆς τοῦ Θεοῦ Λόγου καὶ Σωτῆρος ἐνανθρωπήσεως τυφλώττοντες, ὡς ἐν σκότῳ περιπατοῦντες προσέπταιον· καὶ γέγονεν αὐτοῖς ὁ “λίθος ἀκρογωνιαῖος καὶ ἐκλεκτὸς καὶ ἔντιμος πέτρα σκανδάλου “λίθος προσκόμματος·” καὶ οὐδαμῶς ἐνενόουν αὐτοῦ τὴν προαιώνιον ὕπαρξιν, καὶ τὴν ἐκ Πατρὸς ἀσώματον γέννησιν, καὶ τὸ πρὸς τὸν γεγεννηκότα ἴσον, καὶ κατὰ πᾶν ὁτιοῦν ἀπαράλλακτον.

  31. 7.190

    Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν;

  32. 7.191

    Ὠριγένουσ. Ἀληθεύειν μὲν τὸν Στέφανον πᾶς ὅστις οὖν τῶν προσιεμένων τὰς Πραξεῖς τῶν Ἀποστόλων ὁμολογήσει· ἀποδεῖξαι δὲ ἀπὸ τῆς παλαιᾶς διαθήκης πῶς εὐλόγως μέμφεται τοῖς πατράσι τῶν εἰς τὸν Ἰησοῦν ἀπιστούντων, ὡς διώξασι τοὺς προφήτας καὶ ἀποκτείνασιν· οὐ δυνατὸν ἀπὸ τῶν φερομένων βιβλίων τῆς καινῆς διαθήκης.

  33. 7.192

    Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου,

  34. 7.193

    Ἰωάννου. Ἔτι τοῦ δικαίου” λέγει, βουλόμενος αὐτοὺς κατα- στεῖλαι.

  35. 7.194

    Οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε·

  36. 7.195

    Ἐξ ανεπιγραφου. Τουτέστιν, οἷς ὁ νόμος δέδοται, διατάξεις ἔχων, αἵτινες ἰσάγγελον ἐποίουν πολιτείαν ἔχειν τοὺς τελοῦντας αὐτὸν.

  37. 7.196

    Οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.

  38. 7.197

    Τοῦ Χρυσοστόμου. τινὲς φασὶ τὸν ὑπὸ ἀγγέλων διαταχθέντα ἣ ἐγχειρισθέντα αὐτῷ, δι’ Ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῷ βάτῳ· μὴ γὰρ ἄνθρωπος ἦν· οὐδὲν θαυμαστόν, φησι, τὸν ἐκεῖνα ποιήσαντα, καὶ ταῦτα ποιῆσαι· τοὺς καταγγείλαντας ἀνείλατε, πολλῷ μᾶλλον αὐτόν· καὶ Θεῷ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ τοῖς προφήταις, καὶ τῷ Πνεύματι, καὶ πᾶσι δείκνυσιν ἀπειθοῦντας· καθὼς καὶ ἑτέρωθι φησὶν ἡ γραφή· Κύριε, τοὺς προφήτας σου “ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέστρεψαν·” τοῦτο παρ- ρησια ἀνδρὸς ’τον σταυρὸν ἔχοντος.

  39. 7.198

    Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ’ αὐτόν.

  40. 7.199

    Διδύμου. Υπόγυον ἐσαφηνίσθη τοῦτο, ὅτε ἐλαμβάνομεν τὸ “εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος· ὁ δι’ ἀγγέλων νόμος ἀνθρώποις ὑπὸ Θεοῦ ἀγγέλων δίδοται· εἰ μὴ ἄρα καὶ οὕτως δέξηται, ὅτι ὁ νόμος οὕτω διετάγη τοῖς ἀνθρώποις, ἵνα ἀγγέλων πολιτείαν ἔχωσι· καὶ γὰρ οὗτοι ὑπὸ Θεοῦ τεταγμένοι εἰσιν· εἴρηται γοῦν περὶ αὐτῶν· “εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι “αὐτοῦ, δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ.” δοκεῖ βίαιος εἶναι ἡ δευτέρα ἀπόδοσις.

  41. 7.200

    Τοῦ Χρυσοστόμου. Πῶς οὐκ ἔλαβον ἐκ τῶν εἰρημένων ἀφορμὴν εἰς τὸ μὴ ἀνελεῖν αὐτόν· ὅρα πάλιν τοὺς ἀδικοῦντας ἐν κακοῖς· καθάπερ Ἰουδαῖοι ἀποροῦσι λέγοντες· “τί ποιήσωμεν τοῖς ἀνθρώ- “ποις τούτοις;” οὕτω καὶ οὗτοι διαπρίονται· οἱ συκοφάνται μᾶλλον ἀνῃροῦντο· οὕτως ἀληθὲς, ὅπερ ἀεὶ ἔλεγον, ὅτι τὸ ποιεῖν κακῶς, τοῦτο πάσχειν ἐστὶ κακῶς.

  42. 7.201

    Στέφανος δὲ ὑπάρχων πλήρης πίστεως καὶ Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν, ἰδοὺ, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ.

  43. 7.202

    Τοῦ ΧρυσοστόμουΕΚ Χρυσοστόμου ἐκ τοῦ εἰσ τὴν ἀνάληψιν λόγου Υἱὸς ἀνθρώπου ἐστὶν ὁ ἐκ δεξιῶν τοῦ Θεοῦ· καὶ εἰ νομίζεις ὑπερβολὴν ἔχειν τὸ εἰρημένον, ὁ Πνεύματος πεπληρωμένος καὶ τὰ τοιαῦτα μάλιστα ἀξιωθεὶς ὁρᾶν Στέφανος, ἀποκρίνεταί σοι· ὅτι εἶδε “τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ” μετὰ πολλῆς τῆς δόξης· τι οὖν ἑστῶτα καὶ οὐχὶ καθήμενον; ἵνα δείξῃ τὴν ἀντίληψιν τὴν εἰς τὸν μάρτυρα· καὶ γὰρ περὶ τοῦ Πατρὸς λέγεται· “ἀνάστα ὁ Θεός·” καὶ πάλιν, “νῦν ἀναστήσομαι λέγει “Κύριος· θήσομαι ἐν σωτηρίῳ· ἵνα οὖν πολλὴν τῷ ἀθλητῇ τὴν προθυμίαν παράσχῃ, καὶ πείσῃ τοὺς μαινομένους ἐκείνους καθυφεῖναι τῆς κατ’ αὐτοῦ λύττης, τὸ τοῦ βοηθοῦντος ἐπιδείκνυται σχῆμα· ὅτι γὰρ οὐχ ἕστηκεν, ἄκουσον Παύλου λέγοντος, “συν- “ἤγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν δεξιᾷ αὐτοῦ, ὑπερ- “άνω h πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος.

  44. 7.203

    Τοῦ ἁγίου Βασιλείου. Οἶμαι γὰρ τὴν μὲν στάσιν καὶ καθίδρυσιν τὸ πάγιον τῆς φύσεως καὶ πάντῃ στάσιμον ὑποφαίνειν· καθὸ καὶ ὁ Βαροὺχ τὸ ἀκίνητον καὶ ἀμετάθετον τῆς τοῦ Θεοῦ ἐξαγωγῆς ἐνδεικνύμενος ἔφη, “τὸ σὺ καθήμενος τὸν αἰῶνα, καὶ “ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.” τὴν δεξιὰν δὲ χώραν δηλοῦν τὸ τῆς ἀξίας ὁμότιμον.

  45. 7.204

    Ἀμμωνίου. Θεὸν ἰδεῖν ἀδύνατον· διὸ εἶπε ”δόξαν Θεοῦ·” ταὐτὴν τὴν δόξαν καλεῖ Θεὸν καταχρηστικῶς· διὸ σημειωτέον ὅτι οἱ λεγόμενοι ἑωρακέναι Θεὸν, δόξαν ἑώρουν θείαν· ἢ ἐν πυρὶ, ἢ ἐν στύλῳ νεφέλης, ἣ ἐν σαπφειροειδεῖ ὁράματι ἢ ἠλεκτροειδεῖ.

  46. 7.205

    Κράξαντες δὲ φωνῇ μεγάλη, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ’ αὐτόν·

  47. 7.206

    Ἡσυχίου πρεσβυτέρου ὅτι παρέστη ἐκ δεξιᾶσ πένητοσ. Εν γὰρ τοῖς Ἰουδαίοις αὐτὸν διὰ τὴν ἐκείνων ἀπιστίαν πενόμενον, πλουτεῖν πεποίηκεν ἐν τοῖς ἔθνεσιν, ἐκ δεξιῶν αὐτοῦ παριστὰς, ὅπερ σὺ μὲν δοκεῖς εἶναι ταπεινὸν, ἐστὶ δὲ σφόδρα ὑψηλόν· καὶ περὶ μόνον Γἱοῦ ὡς Θεοῦ καὶ ὁμοουσίου δυναμένου λέγεσθαι· ὥσπερ γὰρ ὁ ïὸς οὐ μόνον ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, ἀλλὰ καὶ ἐκ δεξιῶν ἵσταται, φησὶν γὰρ ὁ Στέφανος, εἶδον τοὺς οὐρανοὺς ἀνεῳγμέ- “νοῦς, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τῆς δυνάμεως·” οὕτω καὶ ὁ Πατὴρ ἵστασθαι ἐκ δεξιῶν λέγεται τοῦ Υἱοῦ, ἵνα μίαν ἡμεῖς ἀξίαν Υἱοῦ καὶ Πατρὸς μάθωμεν.

  48. 7.207

    Τοῦ Χρυσοστόμου. Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίησαν, τοῦτο καὶ ἐνταῦθα· καθάπερ γὰρ ἐκεῖνος εἶπεν· “ὄψεσθε ἐκ δεξιῶν ”τοῦ Θεοῦ τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον,” καὶ βλασφημίαν τὸ πρᾶγμα καλέσαντες ὥρμησαν ἐπ’ αὐτὸν, οὕτω δὴ καὶ ἐνταῦθα· ἐκεῖ διέρρηξαν τὰ ἱμάτια· ὧδε τὰ ὦτα συνέσχον. Καὶ μετ’ ὀλίγα—Καὶ μὴν εἰ ἐψεύδετο, ὡς μαινόμενον ἔδει ἀφεῖναι· ἀλλ’ ἐβούλετο αὐτοὺς ἐπάγεσθαι· ἐπειδὴ γὰρ εἶπε περὶ τοῦ θανάτου, καὶ περὶ ἀναστάσεως οὐδὲν διελέχθη· καὶ τοῦτο ἠθέλησε προσθεῖναι τὸ δόγμα, καὶ οὕτως αὐτῷ ἐφάνη· ἵνα κἂν οὕτω δέξωνται Ἰουδαῖοι. ἐπειδὴ γὰρ τὸ καθίσαι φορτικὸν ἦν αὐτοῖς, τέως τὸν περὶ ἀναστάσεως κινεῖ λόγον· διὰ τοῦτο καὶ τὸ πρόσωπον αὐτοῦ δεδόξαστο· ὁ γὰρ Θεὸς φιλάνθρωπος ὣν, δι’ ὧν ἐπεβούλευον, διὰ τούτων ἐβούλετο αὐτοὺς ἀνακαλέσασθαι· καὶ ὅρα ὅσα σημεῖα γίνεται.

  49. 7.208

    Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν.

  50. 7.209

    Τοῦ Χρυσοστόμου. Πάλιν ἔξω τῆς πόλεως, ὥσπερ ἐπὶ τοῦ Χριστοῦ· καὶ ἐν αὐτῷ τῷ θανάτῳ ὁμολογία καὶ τὸ κήρυγμα.

  51. 7.210

    Ἀρσενίου. “Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, πύργον ᾠκοδόμουν παραπέμποντα αὐτὸν εἰς ’τον οὐρανὸν.

  52. 7.211

    Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.

  53. 7.212

    Ὅρα πῶς ἀκριβῶς περὶ Παύλου διηγεῖται, ἵνα σοι δόξῃ i θείαν τὴν ἐνέργειαν. μετὰ δὲ ταῦτα πάντα οὐ μόνον οὐκ ἐπίστευσεν ἐκεῖνος, ἀλλὰ καὶ μυρίαις αὐτὸν ἔβαλε χερσί· διὰ γὰρ τοῦτο φησὶν, “Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.

  54. 7.213

    Συμπαρὼν τῇ ἀναιρέσει Στεφάνου τοῦ Ἀποστόλου καὶ Μάρτυρος, κοινωνός τε ἦν τοῦ φόνου, τὰ πάντων ἱμάτια τῶν λιθοβολούντων αὐτὸν καταδεξάμενος φυλάσσειν· ἵνα τὰς πάντων χεῖρας χρήσηται πρὸς τὸν φόνον.

  55. 7.214

    Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μά μου.

  56. 7.215

    Ἀθανασίου. ταῖς πολλαῖς ὡς εἰπεῖν χερσὶν, ὧν αὐτὸς τὰ ἱμάτια, τὸν Στέφανον λιθάζων.

  57. 7.216

    Δεικνύντος ἦν τοῦτο, ὅτι οὐκ ἀπόλλυται, καὶ διδάσκοντος αὐ- τοὺς.

  58. 7.217

    Σημειωτέον ὅτι τὴν ψυχὴν τὸ πνεῦμα καλεῖ.

  59. 7.218

    Τοῦ ἁγίου Κυρίλλου Εἰσ τὸ “Πατὲρ εἰσ χεῖράσ εου Παρατίθημι Τὸ πνεῦμά μου.” Μέγα πάλιν καὶ ἐξαίρετον ταῖς ἡμετέραις ψυχαῖς, διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐπειδὴ γὰρ δεδικαιώμεθα διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν, καὶ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα· καὶ κεκαινοτόμηκεν ἡμῖν, τὸ μηκέτι μὲν εἰς ᾅδου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρώην, πέμπεσθαι δὲ μᾶλλον εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος, Κύριε Ἰησοῦ δέξαι τὸ πνεῦμά μου. Καὶ ὁ μακάριος δὲ γράφει Πέτρος· ὥστε καὶ πάσχοντες κατὰ θέλημα τοῦ Θεοῦ, πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς.

  60. 7.219

    Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῆ ἀναιρέσει αὐ- του.

  61. 7.220

    Τοῦ αὐτοῦ. Ὥσπερ γὰρ ἀπολογούμενος ὅτι οὐδὲ τὰ πρότερα ἢν θυμοῦ, φησὶ, “Κύριε·” καὶ βουλόμενος αὐτοὺς ταύτῃ τὸ γὰρ ἀφεῖναι μὲν τὸν θυμὸν καὶ τὴν ὀργὴν τῷ φόνῳ, καθαρθῆναι δὲ τὴν ψυχὴν τοῦ πάθους, εὐπαράδεκτον ἐποίει τὸν λόγον.

  62. 7.221

    Τοῦ αὐτοῦ. Καὶ οὐχ ἁπλῶς εὔχεται ὁ μακάριος οὗτος, ἀλλὰ μετὰ προσοχῆς θεὶς τὰ γόνατα· ὅρα θεῖον αὐτοῦ τὸν θάνατον· μέχρι τούτου συνεχώρησε τὴν ψυχὴν εἶναι ἐν αὐτῷ ὁ δεσπότης.

  63. 7.222

    Ἐν προοιμίοις τοῦ κηρύγματος ὁ Στέφανος ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπιστοματίζων, ὁ τὰς ἀναισχύντους ἀποφράττων Ἰουδαίων γλώττας, ᾧ οὐδεὶς ἀντιστῆναι ἠδύνατο, ὁ πάντα συγχεῖς τὰ Ἰουδαϊκὰ, ὁ λαμπρὸν στήσας τρόπαιον καὶ νίκην περιφανῆ, ὁ γενναῖος οὗτος καὶ σοφὸς, καὶ χάριτος πεπληρωμένος, καὶ τοσαύτην ἐκκλησίαν ὠφελῶν, οὐδὲ πολὺν χρόνον ποιήσας ἐν τῷ κηρύγματι, ἀθρόον ἡρπάγη· καὶ ὡς βλάσφημος κατεδικάζετο καὶ κατελιθοβολεῖτο.

  64. 7.223

    Τοῦ αὐτοῦ. Σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς Θεὸν ἀγάπης. ὥσπερ γὰρ ὁ καταρώμενος τῷ διώκοντι δείκνυσιν ὅτι οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ χριστοῦ ταῦτα πάσχων, οὕτως ὁ εὐλογῶν πολὺν ἐμφαίνει αὐτοῖς τὸν ἔρωτα.

  65. 7.224

    Τοῦ αὐτοῦ. ΑΥΤΟΥ. Τί οὖν οὐκ ἔστησεν αὐτοῖς τὸ ἁμάρτημα, ἀλλ’ ἀφήθη φησίν; εἰ μετενόησαν ἀφήθη· καὶ γὰρ ὁ μυρίαις βάλλων αὐτὸν χερσὶ, καὶ διώξας τὴν ἐκκλησίαν Παῦλος, τῆς ἐκκλησίας προστάτης ἐγένετο.

  66. 9.1

    i Περὶ διωγμοῦ τῆς Ἐκκλησίας καὶ ταφῆς Στεφάνου.

  67. 9.2

    Ἐγένετο δὲ ἐν ἐκείνη τῆ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις.

  68. 9.3

    Τοῦ Χρυσοστόμου. Ὄρα πῶς πάλιν πειρασμοὺς συγχωρεῖ ὁ Θεὸς γίνεσθαι· ὅρα καὶ παρατήρει ὅπως οἰκονομεῖται τὰ πράγματα· ἐθαυμάσθησαν διὰ τὰ σημεῖα· μαστιχθέντες οὐδὲν ἔπαθον· κατέστησαν ἐπὶ τῶν χειρῶν, ἠύξανε ὁ λόγος· πάλιν συγχωρεῖ κώλυμα μέγα γενέσθαι καὶ διωγμὸς οὐχ ὁ τυχών. ἐφοβοῦντο γὰρ θρασυτέρους αὐτοὺς γενομένους· καὶ ἅμα δείκνυται ὅτι ἄνθρωποι ἦσαν οἱ φοβούμενοι, οἱ φεύγοντες· ἵνα μὴ σὺ μετὰ ταῦτα λέγῃς, ὅτι χάριτι μόνῃ κατώρθουν, καὶ ἐδιώκοντο, καὶ αὐτοὶ δειλότεροι γεγόνασι, καὶ ἐκεῖνοι θρασύτεροι.

  69. 9.4

    Πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν Ἀποστόλων.

  70. 9.5

    Τοῦ αὐτοῦ. τοῦτο οἰκονομία ἦν. ὡς μηκέτι λοιπὸν ἐν Ἱεροσολύμοις πάντας καθῆσθαι, ἀδεῶς δὲ ἐπεμίγνυντο τῇ Σαμαρείᾳ λοιπὸν οἱ ἀκούοντες “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε πλὴν τῶν φησὶ, καὶ ταύτῃ προσάγεσθαι βουλόμενοι τοὺς Ἰουδαίους, ἀλλὰ μὴ καταλείψειν τὴν πόλιν, καὶ ἑτέροις γενέσθαι θράσους αἴτιοι.

  71. 9.6

    Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς,

  72. 9.7

    Τοῦ αὐτοῦ. ΑΥΤΟΥ. Εἰ εὐλαβεῖς ἦσαν, διατί κοπετὸν ἐποίησαν; οὔπω ἦσαν τέλειοι· ἐπίχαρις ἦν ὁ ἄνθρωπος, καὶ τοῦτο δείκνυσιν ἀνθρώπους ὄντας, οὐχὶ ὁ φόβος μόνον ἀλλὰ καὶ ἡ λύπη καὶ ὁ κοπετός· τίς οὐκ ἂν ἔκλαυσεν ὁρῶν τὸν ἥμερον ἐκεῖνον καὶ ἀρνειὸν λιθόλευστον γενόμενον καὶ κείμενον νεκρόν; ἱκανὸν αὐτοῦ ἐπιτάφιον εἶπεν ὁ Εὐαγγελιστὴς τὴν φωνὴν ταύτην, μὴ στήσῃς αὐτοῖς τὴν “ἁμαρτίαν ταύτην.”

  73. 9.8

    Καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ’ αὐτῷ.

  74. 9.9

    Διδύμου. Ὥσπερ οὐ πᾶν κέρδος ἀποδέχεσθαι δεῖ, ἣ μόνον τὸ πρὸς τὴν κυρίως ὠφέλειαν συντελοῦν· οὕτως οὐκ ἐπὶ πάσῃ ζημίᾳ ἢ συμφορᾷ δυσχεραίνειν χρὴ, ἀλλ’ ἐπὶ μόνων τῶν βλαπτόντων ψυχήν· ἐπεὶ τοίνυν καὶ ὁ Στέφανος σὺν ἀνθρώποις πρὸς θεοσέβειαν τοῖς ποθοῦσιν αὐτὴ πολὺ συνεβάλετο· ἀκόλουθον ἦν ἐπὶ τῇ ἀναιρέσει αὐτοῦ, ἀνιαρῶς φέρειν στερηθέντας ἀνδρὸς τοιούτου, οὐ μὴν δὲ ὅτι τούτῳ κοπετὸς μέγας γέγονε τῶν ὑστερηθέντων αὐτοῦ, ἀναγκαῖον ἐστὶ καὶ ἐπὶ θανάτῳ τῶν τυχόντων, κἂν ἄλλως φιλτάτοις ὦσιν, ὀλοφύρεσθαι, λυπουμένους πέρα τοῦ μέτρου· τύπον γὰρ καὶ περὶ τούτων δίδωσιν ὁ Σωτῆρ’, μέχρι τοῦ δακρύσαι ἐπὶ τῷ ἀγαπωμένῳ Λαζάρῳ τεθνηκότι ἔφθασεν.

  75. 9.10

    Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἵκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν· οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοι τὸν λόγον,

  76. 9.11

    Τοῦ ΧΡΥΣΟΣΤÓMΟΥ. Πολλὴ ἡ μανία τὸ καινὸν αὐτὸν εἶναι, καὶ εἰς τοὺς οἴκους εἰσιέναι· τὴν γὰρ ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τοῦ νόμου· “συρὼν k,” φησὶν, “ἄνδρας καὶ γυναῖκας.” ὅρα καὶ τὴν παρρησίαν καὶ τὴν ὕβριν, καὶ τὴν μανίαν· τοὺς ἐμπίπτοντας ἅπαντας μυρίοις διετίθει κακοῖς· ἀπὸ γὰρ τῆς σφαγῆς ταύτης θρασύτερος γέγονεν.

  77. 9.12

    Τοῦ Αὐτοῦ. Ἐνίσχυσε, φησὶν, ὁ διωγμός· ἀλλὰ τότε μάλιστα προκατεχομένους ἐξείλετο· ἐπετείχισε γὰρ αὐτοῖς τὰ σημεῖα· οὐδὲ ὁ θάνατος Στεφάνου ἔσβεσεν αὐτῶν τὸν θυμὸν, ἀλλ’ ἐπέτεινε μᾶλλον· ἐσκόρπισε τοὺς διδασκάλους, ὥστε πλείονα γενέσθαι τὴν μαθητείαν· καὶ χαρὰ ἦν· καίτοι κοπετὸς ἦν μέγας· ἀλλ’ ὅρα πάλιν τὰ χρηστά. ἱκανοῦ χρόνου τὸ νόσημα ἦν, ἀλλ’ οὗτος αὐτοὺς ἐξείλατο. πῶς δὲ καὶ τὸν Σίμωνα ἐβάπτισεν; ὥσπερ καὶ τὸν Ἰούδαν ὁ Χριστὸς ἐξελέξατο.

  78. 9.13

    * Περὶ Φιλίππου τοῦ Ἀποστόλου πολλοὺς ἰασαμένου ἐπὶ τῇ Σαμαρεῖᾳ.

  79. 9.14

    Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.

  80. 9.15

    Ἰσιδώρου ἐξ ἐπιστολῆσ υμζ. Οὐχ ὁ Φίλιππος ὁ ἐν τοῖς δώδεκα καταλεγόμενος, ἀλλ’ εἷς τῶν ἑπτὰ τῶν μετὰ τοῦ ἀριστέως καὶ ἀρχιστρατήγου τῶν καλλινίκων μαρτύρων Στεφάνου ἐπιλεγεὶς πρὸς τὴν τῶν χηρῶν οἰκονομίαν· οὗτός ἐστιν ὁ καὶ τὸν εὐνοῦχον βαπτίσας, καὶ τὸν Σίμωνα κατηχήσας.

  81. 9.16

    Τοῦ Αὐτοῦ. ἐξ ἐπιστολῆσ ΥΜΗ. ᾿Επειδὴ καὶ μαρτυρίαν ζητεῖς τοῦ πράγματος γραφικὴν, ἄκουε τοῦ παναρίστου Λουκᾶ ἐν ταῖς Πράξεσι γεγραφότος· ἀναιρεθέντος Στεφάνου διωγμὸς ἐγένετο μέγας ἐπὶ τὴν ἐκκλησίαν· “πάντες δὲ διεσπάρησαν κατὰ τῆς χώρας τῆς ᾿Ιουδαίας καὶ τῆς Σαμαρείας, πλὴν τῶν Αποστόλων·” ὡς δῆλον εἶναι ὅτι ὁ Ἀπόστολος Φίλιππος σὺν τοῖς ἄλλοις ᾿Αποστόλοις ἐπὶ Ἰεροσολύμων κατέμεινεν.

  82. 9.17

    Τοῦ Αὐτοῦ. ἐξ ἐπιστοκῆσ ΥΜΗ. Τῶν Ἀποστόλων μόνων ἐν Ἰεροσολύμοις περιλειφθέντων, καὶ πάντων τῶν λοιπῶν μαθητῶν, ἄλλου ἀλλαχοῦ ἐνδιασπαρέντος, ἐν τοῖς διασπαρεῖσιν ἦν καὶ οὗτος ὁ Φίλιππος, ὁ καὶ τὸν Σίμωνα κατηχήσας ἐν Σαμαρείᾳ, καὶ τὸν εὐνοῦχον κατὰ θεῖον χρησμὸν βαπτίσας· ὑπὸ τοῦ Πνεύματος Κυρίου εἰς Ἄζωτον μὲν εὑρέθη· πρὸς δὲ Καισάρειαν ὥρμησε τὴν αὐτὸν ἐνεγκοῦσαν· τῆς γὰρ ἐπὶ Στεφάνου λύπης πειρασθεὶς, καὶ ἴσως δείσας μὴ τῶν ὁμοίων μετάσχῃ, ἐπαλινόστησεν οἴκαδε.

  83. 9.18

    ΕΞ ἐπιστολῆσ ΥΝ. Ἐπειδὴ πολλῶν ἀποδείξεων ἐρᾶς, ἰδοὺ καὶ ἑτέρα. Φίλιππος μὲν ἐβάπτισε τοὺς ἐν Σαμαρείᾳ μαθητευθέντας· Πέτρος καὶ Ἰωάννης οἱ Ἀπόστολοι καταβάντες ἀπὸ ῾Ιεροσολύμων πρὸς αὐτοὺς, τὴν τοῦ Πνεύματος χάριν παρέσχοντο· εἰ δὲ ὁ βαπτίσας εἷς τῶν ᾿Αποστόλων ἐτύγχανεν, εἶχεν τὴν αὐθεντείαν τῆς τοῦ Πνεύματος δόσεως· βαπτίζει δὲ μόνον ὡς μαθητὴς· τελειοῦσι δὲ τὴν χάριν οἱ Ἀπόστολοι, οἷς ἡ τῆς τοιαύτης δόσεως αὐθεντεία ἐδέδοτο.

  84. 9.19

    Πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλη ἐξήρχοντο.

  85. 9.20

    Τοῦ Χρυσοστόμου. τοῦτο γὰρ σημεῖον φανερὸν, ὅτι οὐχ ὡς οἱ μάγοι ἐποίουν· ἴσως γὰρ ἐκεῖνος ἐδέσμει.

  86. 9.21

    Πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· ἐγένετο δὲ χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.

  87. 9.22

    Οὐκ ἦν ἐνταῦθα ἀπάτη· περιπατῆσαι γὰρ ἔδει καὶ ἐνεργῆσαι.

  88. 10.1

    Περὶ Σίμωνος τοῦ Μάγου πιστεύσαντος καὶ βαπτισθέντος m σὺν ἑτέροις πλείοσιν.

  89. 10.2

    Ἀνὴρ δέ τις ὀνόματι Σίμων, προὐπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν.

  90. 10.3

    Πῶς οὖν αὐτὸν οὐκ ἀνεῖλον ὥσπερ Ἀνανίαν καὶ Σάπφειραν; ὅτι καὶ τὸ παλαιὸν ὁ τὰ ξύλα συλλέξας ἀνῃρέθη εἰς ἑτέρων σωφρονισμὸν, καὶ οὐκέτι ἕτερος τὸ αὐτὸ πέπονθεν, οὕτω καὶ νῦν. Τοῦ Αὐτοῦ. Ὅρα καὶ ἕτερον πειρασμὸν τὸν τοῦ Σίμωνος “λέγων εἶναι τινα ἑαυτὸν.

  91. 10.4

    Τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου ἐκ Τοῦ Β΄ Λό- του τοῦ Παναρίου. Ὁ Σίμων οὗτος ὑπεκορίσατο τοὺς καὶ αὐτὸς δὲ τοῖς ἄλλοις ὁμοίως ὑπὸ Φιλίππου ἐβαπτίσθη μετὰ πολλῶν· οἱ δὲ πάντες χωρὶς αὐτοῦ ἐξεδέξαντο τὴν τῶν μεγάλων Ἀποστόλων παρουσίαν, καὶ διὰ τῆς αὐτῶν χειροθεσίας ἔλαβον Πνεῦμα Ἅγιον· ἐπειδήπερ ὁ ᾿Απόστολος] Φίλιππος Διάκονος ὢν, οὐκ εἶχεν ἐξουσίαν τῆς χειροθεσίας, τοῦ δι’ αὐτῆς διδόναι Πνεῦμα Ἅγιον.

  92. 10.5

    Ὦι προσεῖχον ἅπαντες ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη.

  93. 10.6

    Τοῦ Χρυσοστόμου. Καὶ ἐπληροῦτο τὸ παρὰ τοῦ εἰρημένον· ὅτι ἐλεύσονται ψευδόχριστοι καὶ ψευδαπόστολοι ἐπὶ τῳ ὀνόματι μου.

  94. 10.7

    Προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. ὅτε δὲ ἐπίστευσαν τῶ Φιλίππω εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τὲ καὶ γυναῖκες.

  95. 10.8

    Ἀμμωνίου. Σημειωτέον ὅτι οὐ δεῖ μὲν πλησιάζειν μάγοις· πλὴν εἰ ἀπατηθείς τις ἐποίησεν, ἀφιστάσθω ταχέως· ἡ γὰρ ἐπιμονὴ ἡ ἐν τοῖς κακοῖς εἰς ἔκστασιν ἄγει φρενῶν, ὥστε μὴ συνιέναι τὰ γινόμενα διακρῖναι.

  96. 10.9

    Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπ’ ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας, ἐξίστατο. ἀκούσαντες δὲ οἱ ἐν Ἰεροσολύμοις Ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην.

  97. 10.10

    Τοῦ Χρυσοστόμου. Οὐ πίστεως ἕνεκεν, ἀλλ’ ὥστε γενέσθαι τοιοῦτος.

  98. 10.11

    Οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα Ἅγιον, οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκὸς, μόνον δὲ βεβαπτισμένοι ἦσαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. τότε ἐπιτίθεσαν τὰς χεῖρας ἐπ’ αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.

  99. 10.12

    Τοῦ Χρυσοστόμου. Σημείων μεγάλων γινομένων, πῶς Πνεῦμα οὐκ ἔλαβον; Πνεῦμα ἔλαβον τὸ τῆς ἀφέσεως, τὸ δὲ τῶν σημείων οὐκ ἔλαβον. Καὶ μετ’ ὀλίγα—Ὅτι γὰρ τοῦτο ἦν, καὶ τὸ τῶν σημείων Πνεῦμα οὐκ ἔλαβον, ὅρα πῶς ἰδὼν ὁ Σίμων προσῆλθε τοῦτο αἰτῶν. Καὶ μετ’ ὀλίγα—Διατί οὐκ ἦσαν οὗτοι λαβόντες Πνεῦμα Ἅγιον; ἤτοι τοῦ Φιλίππου τιμῶντος τοὺς Ἀποστόλους· ἤτοι τῷ μὴ ἔχειν χάρισμα τοιοῦτον· ἤτοι τῶν ἑπτὰ ἢν, ὅπερ μᾶλλόν ἐστιν εἰπεῖν· ὅθεν μοι δοκεῖ οὗτος ὁ Φίλιππος τῶν ἑπτὰ εἰναι ὁ Στεφάνου δεύτερος, ὁ δὲ τοῦ εὐνούχου τῶν Ἀποστόλων εἶναι· ὅρα δὲ ἐκεῖνοι οὐκ ἐξήεσαν. ᾠκονομήθη τούτους ἐξελθεῖν· καὶ ἐκείνους ἑτέρως διὰ τὸ Πνεῦμα τὸ Ἅγιον. δυνάμεις γὰρ ἔλαβον ποιεῖν σημεῖα, οὐχὶ δὴ καὶ Πνεῦμα διδόναι ἑτέροις· τοῦτο ἦν τὸ τῶν Ἀποστόλων ἐξαίρετον· καὶ ὅρα τοὺς κορυφαίους, οὐκ ἄλλους τινὰς ἀλλὰ Πέτρον.

  100. 10.13

    Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ τῆσ πρὸσ Ἰωάννην Στρατιώτην ἔπιστολῆσ. Καὶ ὁ τελείαν δοὺς τῷ εὐνούχῳ Φίλιππος διὰ τοῦ ἁγίου βαπτίσματος, τούτοις ἔδοξε μὴ τελείαν διδόναι, λόγοις ἀρρήτοις τισὶ τοῦ Θεοῦ τὰ τοιαῦτα προοικονομοῦντος· ἵνα καὶ τὰ μετὰ ταῦτα ἀναφύεσθαι μέλλοντα διά τινας αἰτίας ἀτελῆ βαπτίσματα, πρὸς τέλειον ἀποκαθίστασθαι δόξῃ, διὰ τῆς τοῦ Ἁγίου Πνεύματος δόσεως, ἣν τὸ χάρισμα χαρίζεται.

← Previous · Next → — showing 701800 of 2,399

First Thousand Years of Greek. CTS URN tlg4102.tlg008.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.