Catena In Acta
- 7.60
Τοῦ Χρυσοστόμου. Ὄρα πρὸ πόσων ἐτῶν ἡ ἐπαγγελία, καὶ ὁ τῆς ἐπαγγελίας τρόπος· καὶ οὐδαμοῦ περιτομή· οὐδαμοῦ θυσία· ἐνταῦθα δείκνυσι πῶς αὐτοὺς ἠφίει κακῶς πάσχειν, καίτοι οὐδὲν ἔχων αὐτοῖς ἐγκαλεῖν· ἀλλ’ ὅμως οὐκ ἀτιμωρητὶ ταῦτα ἐποιοῦν. Καὶ μετ’ ὀλίγα—Ἵνα γὰρ μὴ τούτων νομίσωσιν εὐσεβεῖς εἶναι· διὰ τὸ λέγειν, “πέποιθεν ἐπὶ Κυρίου, ῥυσάσθω αὐτὸν, ὁ ἐπαγγειλάμενος, ὁ δοὺς τὴν γῆν, πρότερον τὰ κακὰ συγχωρεῖ· οὕτω καὶ νῦν· εἰ καὶ βασιλείαν ἐπηγγείλατο, ἀλλά φησιν, ἐγγυμνάζεσθε πειρασμοῖς· εἰ ἐνταῦθα μετὰ τετρακόσια ἔτη ἐλευθερία, τι θαυμαστὸν ἐπὶ τῆς βασιλείας; καὶ ὅμως ἐποίησε, καὶ οὐκ ἴσχυσεν ὁ χρόνος εἰς ψεῦδος ἐμβαλεῖν τὸν λόγον· καὶ οὐ τὴν τυχοῦσαν δουλείαν ὑπέμειναν· οὐδὲ μέχρι τῆς τιμωρίας τῆς ἐκείνων, ἀλλὰ καὶ αὐτοὶ ἐν τιμωρίᾳ ἔσονται, φησὶ, μεγίστῃ· ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει τῆς εὐεργεσίας, ἧς ἔτυχον.
- 7.61
Ευσεβίου. Διατὶ δὲ περισσὰ λέγει ἔτη ὁ Ἀπόστολος λ'; πρὸ τῆς διαθήκης ἣν ἐποιήσατο a τῷ Ἀβραὰμ, καὶ τὴν ἐξ Αἰγύπτου πορείαν ἐν τῇ ἐρήμῳ μέχρι τῆς τοῦ νόμου δόσεως.
- 7.62
Οὐ μάχεται τοῖς ἐνταῦθα τὰ ἐν τῇ Ἐξόδῳ γεγραμμένα· ἐκεῖ γὰρ εἴρηται, "μετὰ τετρακόσια τριάκοντα ἔτη ἐξῆλθεν ἡ δύναμις “Κυρίου ἐκ γῆς Αἰγύπτου· ἐνταῦθα δὲ μετὰ υ' φησί· ἀλλ’ ἐπιστῆσαι δεῖ, ὅτι οὐκ ἐρρήθη, ὡς πληρωθέντων τῶν υ' ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ υ' ἔτη ὅπερ ἐμφαίνει καὶ τὰ λ'.
- 7.63
Ἀβρααμ ἄπο ο ἔτους ἕως ρ ἔτους, ἔτη κε Ισαακ ἔτη ξ'· Ιακὼβ ἔτη ςθ'· Ἰωσὴφ ἔτη ρι'· ἐν Αἰγύπτῳ ἔτη ρμδ'· ὁμοῦ ἔτη μλ'· φησὶ δὲ, "καὶ κακώσουσιν αὐτὸ ἔτη υ, καὶ μετὰ ταῦτα ἐξε- “ λεύσονται καὶ λατρεύσουσί μον” τοῦ μετὰ ταῦτα ἐν τοῖς λ' ἔτεσι σημαινομένου.
- 7.64
Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαὰκ, καὶ περιέτεμεν αὐτὸν τῆ ἡμέρᾳ τῆ ὀγδόῃ·
- 7.65
Σευήρου Ἀρχιεπισκόπου Ἀντιοκείασ ἐκ Πρὸσ Εὐπράξιον Κουβικοτλάριον ἀποκρίσεωσ. Καὶ τοῦτο γὰρ ἕνεκεν περιτέμνεσθαι τὴν ἀκροβυστίαν τοῖς πατράσιν ἐνομοθέτητο· καὶ πρόχειρον μὲν τινὲς αἰτίαν ταύτην ἀποδεδώκασι· ἐπειδὴ, φησὶν, ὁ Ἀβραὰμ ἐκ τῆς Χαλδαίων ἀπῆρε· Χαλδαίοις δὲ ἐπετέτραπτο κατὰ τὰ πάτρια σφῶν ἤθη, καθὰ δὴ Μήδοις καὶ Πέρσαις, μητράσι καὶ ἀδελφαῖς ἐπιμίγνυσθαι· ταύτης ἕνεκα τῆς αἰτίας περιτέμνεται τὴν σάρκα τῆς ἀκροβυστίας, τῇ οἰκειότητι τῆς σαρκὸς ἀποταττόμενος, καὶ τοὺς τῆς συγγενείας ἀθεμίτους ἀρνούμενος γάμους. Καὶ μετ’ ὀλίγα—Ἄλλοι δὲ, φησὶ, διὰ τοῦτο προστέταχθαι τῷ Ἀβραὰμ καὶ τοῖς ἐξ αὐτοῦ τὴν περιτομὴν, ἵνα δῆλον εἴη, ὡς ἐξ αὐτῶν ἔσται ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.
- 7.66
Καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβ καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
- 7.67
Τοῦ Αὐτοῦ. Γινώσκομεν γὰρ ὡς ἡ ἐν σαρκὶ περιτομὴ τυπικῶς γενομένη, τὸ παλαιὸν εἰκόνα ἐπεῖχε τοῦ σωτηρίου βαπτίσματος· διὰ τῆς ἀποβολῆς τῆς ἀκροβυστίας τὴν ἄρνησιν δηλοῦσα τῆς κατὰ σάρκα γεννήσεως, καὶ υἱοὺς ποιοῦσα τοὺς περιτεμνομένους Θεοῦ.
- 7.68
Τοῦ Αὐτοῦ. Ἐν πρώτοις ὁ Ἰσαὰκ τῇ ὀγδόῃ περιτέμνεται ἡμέρᾳ, ὅθεν καὶ οἱ Ἰουδαῖοι· ὁ δὲ Ἰσμαὴλ δεκατριῶν ἐνιαυτῶν ὑπάρχων· διὰ τοῦτο καὶ οἱ ἐξ αὐτοῦ Ἰσμαηλῖται οὕτω περιτέμνονται, ὡς Ἰώσηπος φησί.
- 7.69
Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰσωὴφ ἀπέδοντο εἰς Αἴγυπτον.
- 7.70
Τοῦ Αὐτοῦ. Πάλιν ἐνταῦθα τύπος τοῦ Χριστοῦ· οὐδὲν ἔχοντες ἐγκαλεῖν, ἀλλ’ ἐλθόντα ἐπὶ τροφὴν τὴν αὐτῶν κακῶς διέθηκαν· ὅμως καὶ ἐνταῦθα πάλιν ἐπαγγελία μακρὰ καὶ τέλος λαμβάνει.
- 7.71
Σευηριανοῦ b ἐπισκόπου ΓανάΏωμ. Ἀλλ' ἐπλήρωσε τοῦ Χριστοῦ τὴν εἰκόνα τῆς πράσεως Ἰωσὴφ, ὁ πραθεὶς ὑπὸ τῶν ἀδελφῶν διὰ τὰ ἐνύπνια· ᾧτινι προκατεσκεύασεν ὁ φθόνος· ἡ γὰρ ἐπι- βουλὴ τῶν ἐπιβουλευσάντων ὁδὸς προκοπῆς ἐγένετο τῷ φθονουμένῳ· εἰ μὴ γὰρ ἐπράθη, οὐκ ἂν ἦλθεν εἰς Αἴγυπτον· οὐκ ἃν τῇ γυναικὶ τοὺς ὑπὲρ σωφροσύνης ἀγῶνας ἐπεδείξατο· εἰ μὴ τοὺς ὑπὲρ τῆς σωφροσύνης ἀνεδέξατο στεφάνους, οὐκ ἂν ᾤκησε τὴν φυλακήν· οὐκ ἃν ἑρμηνευτὴς ἐγένετο ἐνυπνίων· οὐδ’ ἂν ἄρχων Αἰγύπτου ἐχρη- ματισεν.
- 7.72
Καὶ ἦν ὁ Θεὸς μετ’ αὐτοῦ·
- 7.73
Ἰωάννου. τοῦτο καὶ ὑπὲρ ἑαυτῶν.
- 7.74
Καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ·
- 7.75
ἸΩΑΝΝΟΥ. Δείκνυσιν ὅτι οὐκ εἰδότες συνέπραττον τῆ προφη- τειᾳ· καὶ ὅτι αὐτοὶ αἴτιοι ἐγένοντο, καὶ τὰ κάκα εἰς αὐτοὺς περιετρέπετο·
- 7.76
Καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ’ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
- 7.77
Χάριν καὶ σοφίαν ἔδωκεν αὐτῷ ἐπὶ βαρβάρου ἀνδρός· τῷ δούλῳ, τῷ αἰχμαλώτῳ οἱ ἀδελφοὶ ἀπέδοντο· ἐκεῖνος δὲ ἐτίμησεν.
- 7.78
Σευήρου Ἀντιοχείασ ΑΠΟ ΛΟΓΟΥ ΡΘ. Καὶ Αἰγύπτου μὲν ἡγεμονίαν τῆς συνέσεως ἆθλον δεξάμενος, τὸν δὲ ὁμόφυλον αὐτῷ δῆμον τὸν Ἰσραὴλ ὑπερόριον ἐκεῖ μεταστάντα λιμοῦ φυγάδα πλουσίως ἐκθρέψας, καὶ οἷα δὴ πολίτην τὸν ξένον, καὶ πάλιν προαγο- ῥεύσας αὐτῷ τὴν ἔπι τὴν γῆν πατρῴαν ἐπάνοδον.
- 7.79
* Τὰ περὶ τῆς τοῦ λιμοῦ c πυρωνίας καὶ ἀναγνωρισμοῦ υἱῶν Ἰακὼβ, καὶ περὶ γενέσεως Μωϋσέως d καὶ τῆς e πρὸς αὐτὸν θεοφανίας ἐν ὄρη Σινᾶ.
- 7.80
Ἦλθε δὲ λιμὸς ἐφ’ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναὰν, καὶ θλίψις μεγάλη· καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτεία ἐν Αἰγύπτῳ, ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον· καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὑτοῦ·
- 7.81
ἸΩΑΝΝΟΥ. Κατῆλθον ὠνησόμενοι, καὶ ἐκείνου ἐν χρείᾳ κατέστησαν· έστησαν· τι οὑν αὐτὸς οὐ μέχρι τούτου τὴν φιλανθρωπίαν ἐπεδείξατο, ἀλλὰ καὶ τῷ φαραὼ ἐγνώρισε καὶ αὐτοὺς κατήγαγε ; Καὶ μετ’ ὀλίγα—Εἶτα πάλιν ἄλλη ἀνελπιστία· πρῶτον λιμὸς, ἀλλὰ διεσώθησαν· δεύτερον τὸ εἰς ’χε ἱρὰς ἐμπεσεῖν τοῦ ἐχθροῦ· τρίτον τὸ ἀπολέσθαι ὑπὸ τοῦ βασιλέως· εἰτα τὸ εὐμήχανον τοῦ Θεοῦ.
- 7.82
Καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ. ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ, καὶ πᾶσαν τὴν συγγένειαν, ἐν ἑβδομήκοντα πέντε ψυχαῖς.
- 7.83
Ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ· ἐπείπερ ἔγνω ἐξ ἐλευθέρου γένους κατάγεσθαι τὸν Ἰωσήφ· καὶ γὰρ ἦν ἀληθῶς χαρᾶς ἄξιον τὸ γνῶναι ὅτι οὐ δοῦλος αὐτῶν ἐβασίλευσεν, ἀλλ’ εὐγενὴς ἐξ εὐγενῶν.
- 7.84
Καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν· καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου, παρὰ τῶν υἱῶν Ἐμμὼρ ἐν Συχέμ.
- 7.85
Σημειωτέον ὅτι εἰς Συχὲμ ἐτάφησαν οἱ περὶ τὸν Ἀβραὰμ καὶ οἱ πατριάρχαι· ἥτις ἐκαλεῖτο τάχα Σίκιμα· αὐτὴν γὰρ ὠνήσατο παρὰ Ἐμμὼρ ὁ Ἀβραὰμ, ἵνα θάψῃ ἐκεῖ Σάρραν.
- 7.86
Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ Θεὸς τῷ Άβραὰμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον ὃς οὐκ ἤδει τὸν Ἰωσήφ.
- 7.87
Τοῦ Χρυσοστόμου. Ὅρα ὅτι οὐδὲ ἐν τοῖς αὐτοὺς αὔξει, ἀλλ’ ὅτε ἔμελλεν ἐγγίζειν τὸ τέλος· καίτοι ἤδη τετρακόσια ἦν ἔτη παρελθόντα καὶ πλείονα ἐν Αἰγύπτῳ· τὸ δὲ θαυμαστὸν τοῦτό ἐστιν.
- 7.88
Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέρας ἡμῶν, τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὑτῶν, εἰς τὸ μὴ ζωογονεῖσθαι.
- 7.89
Τοῦ Χρυσοστόμου. Πανουργοῖς γὰρ ἐπινοίαις αὐτῶν περιγενέσθαι ἐβουλεύσατο· σοφισμὸς γάρ ἐστι βεβιασμένη ἐξήγησις· διὸ ὧδε ἡ ἔμφασις λέγει, βιαίως ἐπιθέσθαι αὐτοῖς· ὅθεν καὶ σοφιστὰς καλεῖ τοὺς γόητας, ὡς τὸ ἀληθὲς δι᾿ ἀπάτης καὶ κρύπτοντας.
- 7.90
Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.
- 7.91
Τοῦ Αὐτοῦ. τοῦτο τὸ θαυμαστὸν, ὅτι ὁ προστάτης μέλλων ἔσεσθαι, οὐδὲ μετὰ ταῦτα οὐδὲ πρὸ τούτου ἀλλ’ ἐν αὐτῷ μέσῳ τῷ θυμῷ τίκτεται· καὶ “ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκω τοῦ πα- “τρός·” ἀλλ’ ὅτε τὰ ἀνθρώπινα ἀπηλπίσθη, καὶ ἀπέρριψαν αὐτὸν, τότε τοῦ Θεοῦ ἡ εὐεργεσία ἐδείκνυτο λάμπουσα. Καὶ μετ’ ὀλίγα— Εἰ ἐκεῖνο θαυμαστὸν ὅτι ὑπὸ ἀδελφῶν ἐπράθη, ἐνταῦθα πάλιν ἄλλο θαυμασιώτερον, ὅτι βασιλεὺς ἔτρεφεν αὐτὸν τὸν μέλλοντα καθαιρεῖν αὐτοῦ τὴν ἀρχὴν, αὐτὸς ὁ μέλλων ἀπόλλυσθαι· ὁρᾶς πανταχοῦ τῶν νεκρῶν σχεδὸν διατυπουμένην τὴν ἀνάστασιν. καίτοι οὐκ ἔστιν ἰσον, αὐτόν τι τὸν Θεὸν ποιεῖν, καὶ μετὰ προαιρέσεως ἀνθρωπίνης γίνεσθαι· ταῦτα γὰρ μετὰ προαιρέσεως ἀνθρωπίνης ἦν, ἡ δὲ ἀνάστασις καθ’ ἑαυτήν.
- 7.92
ΕΥΣΕΒÍΟΥ ἘΜÍΣΗΣ. Ἐγέννησαν οἱ γονεῖς· ἔιδον ὅτι καλὸν, προήνθει γὰρ ἡ χάρις· θεασάμενοι δὲ ὅτι καλὸν, ἐφείδοντο· φοβούμενοι δὲ, τὸ πρόσταγμα ἔκρυψαν· κρύψαντες δὲ, ἐνικήθησαν, καὶ ὥρμησαν ῥίψαι διὰ τὸν φόβον· σοφίζονται δὲ τὸ πρᾶγμα διὰ τὰ σπλάγχνα· καὶ κιβωτὸν ποιησάμενοι πρὸς μίμησιν τῆς γενομένης ἐπὶ Νῶε, καὶ τὸν Θεὸν τοῦ Νῶε ἐπικαλεσάμενοι, ῥίπτουσι τὸν παῖδα ἐν τῷ ποταμῷ διὰ τῆς κιβωτοῦ· ἵνα καὶ δοκῶσι πείθεσθαι τῷ προστάγματι, καὶ ἀσφαλίσωνται τὸν παῖδα. Καὶ οἱ μὲν ῥίπτουσιν· ὁ δὲ παρακελεύεται τῇ ἀγνοούσῃ θυγατρὶ Φαραὼ ἐξελθεῖν ἐπὶ τὸν ποταμόν· ἐξῆλθεν ἀγνοοῦσα· εὗρεν ὃν οὐκ ἐζήτει. Καὶ μετ’ ὀλίγα — Καὶ ἐσώθη Μωϋσῆς διὰ συμβόλων τῆς κοινῆς σωτηρίας τῆς Ἐκκλησίας· ἡ γὰρ κιβωτὸς ἀπὸ ξύλου ἦν· καὶ ξύλον ἀπὸ ὕδατος, καὶ σωτηρία τῷ ἀπαγορευθέντι· καὶ ἡ ἀναλαβοῦσα οὐκ Ἰουδαῖα, ἀλλ’ ἐξ ἐθνῶν καὶ Αἰγυπτία. Καὶ πάλιν—Ἐγένετο δὲ πάντα, ἵνα μηδὲν τῶν κατὰ Μωϋσέα νομισθῇ ἀνθρώπινον· τίνος γὰρ ἦν εἰπεῖν ὅτι αὐτῶν ἦν Μωϋσῆς· οἱ γονεῖς; ἀλλ’ ἔρριψαν c. οἱ Αἰγύπτιοι; ἀλλ’ οὐκ ἐγέννησαν· ἡ μητὴρ ὅτι ἔθρεψεν; ἀλλ’ ἄλλη ἔδωκε μισθούς. οὐκοῦν ἐπειδὴ οὐχ εὑρίσκεται ἀνθρώπων, ἄνθρωπος Θεοῦ· οὕτως γεννηθεὶς καὶ σωθεὶς παιδεύεται τὰ Αἰ- γυπτίων· σοφὸς γὰρ ἦν ὁ παιδεύων· καὶ γὰρ ἐν τοῖς πολέμοις πέμπονται οἱ κατασκοποῦντες, ἴνα πρῶτον γνωσθῇ τῶν αντικειμένων τὰ ἐνθυμήματα, καὶ οὕτως καταρχὴ γένηται τῆς μάχης· ἐπεὶ οὖν ἤμελλε κατ’ Αἰγυπτίων καθοπλίζεσθαι Μωϋσῆς, εὐσεβῶς ὑπεβλήθη τοῖς Αἰγυπτίοις, ἵνα τὰ Αἰγυπτίων κατασκοπήσῃ, καὶ Θεὸν ἀνθρώπων προτιμήσῃ.
- 7.93
Ἐκτεθέντος δὲ αὐτοῦ, ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραώ·
- 7.94
Τοῦ Χρτσοστόμου. Χρυσοστόμου. Οὐδαμοῦ ναὸς, οἰκονομιῶν γενομένων· καὶ ἀνετράφη ἐν οἰκῶ βαρβαρικῷ.
- 7.95
Καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
- 7.96
Τοῦ Αὐτοῦ. Καὶ παιδεία καὶ γράμματα· τεσσαράκοντα ἔτη ἦν ἐκεῖ· καὶ οὐκ ἑάλω ἐκ τῆς περιτομῆς· ὅρα πῶς ἐν ἀσφαλείᾳ ὄντες τὰ αὐτῶν παρορῶσι· καὶ οὕτως καὶ Ἰωσήφ· ἵν ἑτέρους σώ- σωσιν.
- 7.97
Ἀμμωνίου. Οὔτε Μωϋσῆς οὔτε οἱ περὶ Ἀνανίαν καὶ ἔμαθον ἃν τὴν ξένην παιδείαν, εἰ μὴ ἀνάγκῃ καὶ βίᾳ δεσποτῶν. καὶ γὰρ ἐν οὐδενὶ αὐτῇ κέχρηνται· εἰ μή που εἴποι τις, ὅτι καλὸν μαθεῖν πρὸς τὸ d ἀνατρέψαι τὰς ἐκείνων ἀπάτας.
- 7.98
Διδύτου. Ἐκ τοῦ προκειμένου φανεροῦται, ὡς οὐκ ἀποβλητέα πάντη ἐστὶν ἡ τῶν ἔξωθεν τῆς γραφῆς παίδευσις· τρόπῳ γὰρ ἐγκωμίου εἴρηται, ὡς ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων·” καὶ περὶ Δανιἠλ καὶ τῶν σὺν αὐτῷ Ἑβαραίων, ὡς ὑπερέβαλον πάντας ἐν τῇ Χαλδαίων φιλοσοφίᾳ καὶ ταῖς συγγενέσιν ἐπιστήμαις. ὅρα δὲ τούτων λεγομένων, πῶς δεῖ προσέρχεσθαι τοῖς ἄλλοις λογικοῖς· δεῖ γὰρ ἐπ’ ὀλίγοις αὐτοῖς προσέχειν τῇ θεοπνεύστῳ γραφῇ ἐμμένοντας· τὸ γὰρ μὴ πολὺς ἵστι πρὸς ἀλλοτρίαν, οὐ περὶ γυναικὸς συνοικούσης ἀνδρὶ, ἀλλὰ τοιαύτης σοφίας εἴρηται· ἀλλοτρίᾳ γὰρ γυναικὶ, οὐδὲ κατὰ πόσον προσέρχεσθαι, ἀβλαβές.
- 7.99
Καὶ ἐπαιδεύθη Μωϋσῆς πάση σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. ὡς δὲ ἐπλη- ρουτο αὐτῷ τεσσαρακονταετὴς χρόνος·
- 7.100
Τοῦ ἀφίου Κυρίλλου. τοιγάρτοι καὶ ἔφασκεν ὁ Χριστὸς, “οὐκ “ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·” αὐτῶν γὰρ αἱ ἐπαγγελίαι· αὐτῶν οἱ πατέρες.
- 7.101
ΤΟῦ Αυτοῦ. Ἥ γὰρ οὐχὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον καθ’ ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον μονονουχὶ ἐκβεβηκέναι δώσωμεν· ἔξω τὲ γενέσθαι τῆς θεοπρεποῦς εὐκλείας ἐροῦμεν· εἶπέρ ἐστιν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν.
- 7.102
Ανέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ, ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
- 7.103
Σχόλιον. Ἀδελφοὺς καλεῖ αὐτοὺς, οὐ διὰ τὴν σάρκα τοσοῦτον ὅσον διὰ τὴν διάθεσιν εἰς αὐτόν.
- 7.104
Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποιήσατο ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον· ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ, ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσι σωτηρίαν αὐτοῖς· οἱ δὲ οὐ συνῆκαν.
- 7.105
Κλήμεντοσ Στρωματέωσ. Φᾶσί δὲ οἱ μύσται ἀνελεῖν τὸν Αἰγύπτιον, ὥσπερ ἀμέλει ὕστερον ἐν ταῖς Πράξεσι φέρεται, τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσαμένους, λόγῳ ἀποκτεῖναι.
- 7.106
Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών.
- 7.107
Εὐσεβίου ἐπισκόπου ἐμίσησ. Εὖρε δὲ οὐχ ὃ ἐζήτει, ἀδελφὸν πρὸς ἀδελφόν· παρῄει μέσος, οὐκέτι τὸν ζῆλον κινῶν, ἀλλὰ νουθεσίαν προεβάλλετο· μὴ ἀδίκει, φησὶν, ἀδελφός ἐστιν ὃν ἀδικεῖς· προεβάλλετο τὴν προσηγορίαν, ἵνα δυσωπήσῃ τὴν προσ- ηγοριαν.
- 7.108
Ἀνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἱνατί ἀδικεῖτε ἀλλή- λους;
- 7.109
Τοῦ Αὐτοῦ. Ἀνεῖλε Μωϋσῆς, οὐ θυμῶ εἴξας οὐδὲ ὀργῇ νικηθεὶς, ζηλῶ δέ· πᾶν δὲ ὃ ἂν γένηται εἰς λόγον Θεοῦ, εὐσέβεια· κἂν φόνος ῇ διὰ Θεὸν, οὐκ ἔστι φόνος. ὁ γοῦν Φινεὲς δύο ἐν μιᾷ χειρὶ φονεύσας, ἤκουσεν, ἀνέστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· διάφορος γὰρ ἡ προαίρεσις φονέως καὶ εὐσεβοῦντος· καὶ τὸ πρᾶγμα τὸ γενόμενον διὰ τοῦ Φινεὲς ἱερωσύνη μᾶλλον ἣ φόνος· τοσοῦτον γὰρ ἴσχυσεν ὁ διπλοῦς οὗτος φόνος, ὅτι τοῦ θανάτου ἐπινεμημένου τὸν Ἰσραὴλ δι’ ἀσέβειαν, ὅπερ ἴσχυσε τὸ θυμιατήριον τοῦ πατρὸς Ἀαρὼν, τοσοῦτον ἴσχυσε φόνος, μᾶλλον δὲ ἡ εὐσέβεια. Καὶ μετ’ ὀλίγα —Ἃ δὲ ἐποίει, αἴνιγμα ἦν, ἀγνοουμένων πραγμάτων· τὸ γὰρ γενόμενον τοῦτο σημεῖον ἦν, ὅτι μέλλει ὁ Θεὸς διὰ Μώσεως Αἰγυπτίους ἀποκτενεῖν, τοὺς δὲ λεγομένους Ισραηλίτας σώζειν.
- 7.110
Ὁ δὲ ἀδικῶν τὸν πλησίον, ἀπώσατο αὐτὸν, εἰπὼν, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰ- γυπτιον ;
- 7.111
Τοῦ Χρυσοστόμου. Πάλιν περὶ τὸν εὐεργέτην ἀγνώμονας δείκνυσι· καθάπερ γὰρ τότε ὑπὸ τοῦ κακῶς παθόντος Ἰωσὴφ ἐσώθησαν, οὕτω καὶ νῦν ὑπὸ τοῦ κακῶς παθόντος ἐσώθησαν, Μωϋσέως λέγω· τι γὰρ εἰ μὴ ἀνεῖλεν αὐτὸν τῷ πράγματι ; τῷ λόγῳ ἀνεῖλεν· ὥσπερ κἀκεῖνοι· κἀκεῖνοι μὲν ἐκ τῆς γῆς αὐτῶν εἰς ἀλλοτρίαν ἀπέδοντο· οὗτοι δὲ ἐκ τῆς ἀλλοτρίας εἰς ἀλλοτρίαν φυγαδεύουσι· κἀκεῖ μὲν τροφὴν ἀποφέρονται, ἐνταῦθα δὲ συμβουλεύοντα δι’ ὃν ἔζη μετὰ Θεόν. Ὅρα πῶς δείκνυσιν ἐκεῖνο τὸ ὑπὸ τοῦ Γαμαλιὴλ εἰρημένον· ὅτι “ἐὰν ᾖ εκ Θεοῦ,οὐ δυνήσεσθε καταλῦσαι αὐτό.” Ὅρα τοὺς ἐπιβουλευομένους τῶν ἐπιβουλευόντων αἰτίους σωτηρίας γινομένους· τὸν λαὸν ἑαυτῷ ἐπιβουλευόντα, καὶ παρὰ τῶν ἄλλων ἐπιβουλενόμενον, καὶ οὕτω σωζόμενον. λιμὸς οὐκ ἀνάλωσεν αὐτοὺς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δι’ ἐκείνου ἐσώθησαν τοῦ προσδοκηθέντος ἀπόλλυσθαι· πρόσταγμα βασιλικόν· καὶ οὐκ ἀνάλωσεν αὐτοὺς, ἀλλὰ τότε μᾶλλον καὶ ηὔξανε τὸ πλῆθος, ὅτε ἐκεῖνος ἀπέθανεν ὁ εἰδὼς αὐτούς· τὸν Σωτῆρα αὐτὸν ἠβουλήθησαν ἀνελεῖν, καὶ οὐδὲ οὕτως ἴσχυσαν. Ορᾶς ὅτι δι’ ὧν ὁ διάβολος ἐπεχείρει καταλύειν τὴν ἐπαγγελίαν του Θεοῦ, διὰ τούτων ηὔξετο. Καὶ μεθ’ ἑτέρα—Ὅρα τὰ αὐτὰ ῥήματα, ἃ πρὸς τὸν Χριστὸν ἔλεγον. "τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς;” οὕτως ἔθος Ἰουδαίοις ἀδικεῖν τουμενοις.
- 7.112
Κυρίλλου Ἀλεξανδρείασ. Ἐνεκαλεῖτο μὲν ὁ θεσπέσιος Μωϋσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον· καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς καθ’ ἡμῶν τυραννίδος καὶ οὐχ ἑκόντα μεθιστὰς, διὰ τούτων ἐχόντων ἐκπέμπειν αὐτὰ, καίτοι δέον ἐπὶ τούτῳ θαυμάζεσθαι, ἔφασκον, “ οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν “Βεελζεβοὺλ ἄρχοντα τῶν δαιμόνων.”
- 7.113
Ἔφυγε δὲ Μώσης ἐν τῷ λόγῳ τούτῳ.
- 7.114
Τοῦ Χρυσοστόμου. Ἀλλ' οὐδὲ ἡ φυγὴ ἔσβεσε τὴν οἰκονομίαν· ὥσπερ οὖν οὐδὲ ὁ θάνατος.
- 7.115
Εὐσεβίου. Μηδεὶς ἡμῶν ἔστω φίλος τῶν τοῦ Θεοῦ ὅσον γάρ τις ἀγαπᾷ τὸν Θεὸν, τοσοῦτον μισεῖ τοὺς ἀντικειμένους Θεῷ.
- 7.116
Καὶ ἐγένετο πάροικος ἐν γῆ Μαδιὰμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
- 7.117
Τοῦ ἁγίου Κυρίλλου. Μετακεχώρηκεν τοίνυν ἐκ τῆς εἰς Μαδιὰμ ὁ Μωϋσῆς· ἐν ἴσῳ δὲ τρόπῳ καὶ ὁ Χριστὸς ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
- 7.118
Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῆ ἐρήμῳ τοῦ ὄρους Σινᾶ Ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς βάτου· ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυριου πρὸς αὐτὸν·
- 7.119
Τοῦ Χρυσοστόμου. ‘Ορᾶς ὅτι οὐ διακόπτεται χρόνῳ· ὅτε γὰρ φυγὰς ἦν, ὅτε ξένος, ὅτε πολὺν χρόνον ἐπὶ τῆς ἀλλοτρίας πεποιήκει c, ὅτε οὐκέτι προσεδόκησεν ὡς καὶ παῖδας ποιῆσαι δύο, τότε ἄγγελος αὐτῷ ἐπιφαίνεται· τὸν υἱὸν τοῦ Θεοῦ καλεῖ, καθάπερ καὶ ἄνθρωπον, ἐν τῇ ‘ἐρήμῳ, οὐκ ἐν ναῷ· ὅρα πόσα γίνεται θαύματα· καὶ οὐδαμοῦ ναός· οὐδαμοῦ θυσία· καὶ οὐδὲ ἐν αὐτῇ τῇ ἐρήμῳ ἀλλ’ ἐν βάτω.
- 7.120
Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ.
- 7.121
Τοῦ Αὐτοῦ. Ἰδοὺ καὶ φωνῆς ἠξιώθη· ἰδοὺ πῶς δείκνυσιν, ὅτι αὐτός ἐστιν “ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.” “ὁ μεγά- “λῆς βουλῆς Ἄγγελος·” ἐνταῦθα δείκνυσι τὴν φιλανθρωπίαν ὅσην ποιεῖται ὁ Θεός.
- 7.122
Κυρίλλου. Ἄθρει τοῦ νόμου τὸ ἀδρανές· ἐμφανίζει μὲν γὰρ ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς, ἀλλ’ ἐμφανῆ καθιστάντος ἀποστρέφει τὸ πρόσωπον ὁ Μωϋσῆς· σημεῖον δ' ἃν γένοιτο καὶ τοῦτο ἡμῖν ἐναργὲς, τοῦ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ τὴν θεοπρεπῆ τοῦ Γἱοῦ καταθρῆσαι δόξαν, ἑαυτὸν ἐμφανίζοντος καὶ μονονουχὶ προσάγοντος ἐπί- γνωσιν·
- 7.123
Εὐσεβίου ἐπισκόπου Ἐμίσησ. Ἐκ βασιλείων ἐξελθὼν, ποιμὴν ἐν ἐρήμῳ ἐγένετο, καὶ οὐκ ἤχθετο· εἴ τις γὰρ θέλει σῶσαι τὴν ἀγαπῆν καὶ τὸ φίλτρον τὸ περὶ Θεὸν, εἴτε ἐν πενίᾳ σώζεται, εἴτε ἐν πόλεσι διαφυλάττεται, εἴτε ἐν δεσμωτηρίῳ, οὐκ ἀγανακτεῖ· ἔχεις τούτου ἐν τῇ γραφῇ τὰ παραδείγματα.
- 7.124
Ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατα- νοῆσαι.
- 7.125
Διδύμου. Εἰ καὶ μὴ αὐταῖς λέξεσι φέρεται ἐν τῇ Ἐξόδῳ κειμένη φωνὴ, ἀλλ’ οὖν ἰσοδύναμος κεῖται· οὐ πολὺ γὰρ διοίσει τὸ ἔντρομος τὸ “ἔμφοβος δὲ γενόμενος Μωϋσῆς·” λέγεται δὲ ταῦτα περὶ τοῦ κατὰ τὴν βάτον ὁράματος, μενούσης τῆς αὐτῆς διαφορᾶς τοῦ φοβεροῦ καὶ ἐμφόβου, καὶ ἐν τῇ διηγήσει τῇ περὶ τοῦ ὄρους Σινᾶ· τὸ γὰρ ἐν τῇ πρὸς Ἑβραίους λεχθέν· “καὶ οὕτω φοβερὸν ἦν τὸ “φανταζόμενον περὶ τοῦ ὄρους, τοῦτο ἐστίν· ἐπ’ αὐτοῦ γὰρ εἰπε Μωϋσῆς· “ἔμφοβός εἰμι καὶ ἔντρομος·” ἐκ παραλλήλου ταῖς λέξεσι χρησάμενος· “ἀλλ’ ἀπώσαντο, καὶ ἐστράφησαν ἐν ταῖς “καρδίαις αὐτῶν εἰς Αἴγυπτον.
- 7.126
Εἶπε δὲ αὐτῷ ὁ Κύριος, λῦσον τὸ ὑπόδημα τῶν πο- δῶν σου.
- 7.127
Κυρίλλου. Νεκρότητός τε καὶ φθορᾶς τὸ χρῆμα σημεῖον· εἴπερ ἐστὶ πᾶν ὑπόδημα ζώου λείψανον τεθνεῶτος ἤδη καὶ κατεφθαρμένου· ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ καὶ παιδαγωγικῇ λατρείᾳ· προσαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ῥύπον.
- 7.128
Σευήρου. Δεῖ γὰρ ὡς ἀληθῶς πάσης νεκρᾶς καὶ φαντασίας ὥσπερ ὑποδημάτων τινῶν λῦσαι, τὸν ἔπι τι τῶν θείων θεωρημάτων ἀναβῆναι πειρώμενον νοῦν.
- 7.129
Ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν.
- 7.130
Τοῦ Χρυσοστόμου. Οὐδαμοῦ ναὸς, καὶ ὁ τόπος ἅγιος καὶ ἐνεργείᾳ τοῦ Χριστοῦ· πολλῷ θαυμασιώτερον τοῦτο τοῦ τόπου ἐν τοῖς Ἁγίοις τῶν Ἁγίων· ἐκεῖ γὰρ οὐδαμοῦ ἐπεφάνη οὕτως Θεός· οὐδαμοῦ οὕτως ἔντρομος γέγονε Μωϋσῆς· εἶτα ἡ κηδεμονία πολλὴ “ἰδὼν εἶδον,” καὶ τὰ ἑξῆς.
- 7.131
Ἰδῶν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα· καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴ- γυπτον.
- 7.132
Τοῦ Αὐτοῦ. Ὅρα πῶς δείκνυσιν ὅτι καὶ δι’ εὐεργεσιῶν, καὶ διὰ κολάσεων, καὶ διὰ θαυμάτων ἐπήγετο αὐτούς· οἱ δὲ οἱ αὐτοὶ ἦσαν· ὅτι πανταχοῦ πάρεστι ὁ Θεὸς ἐμάνθανον. ταῦτα ἀκούοντες, ἐν ταῖς θλίψεσι πρὸς αὐτὸν καταφεύγωμεν· “καὶ τοῦ στεναγμοῦ αὐτῶν “ἤκουσα,” φησί· οὐχ ἁπλῶς διὰ τὰς συμφοράς· εἰ δέ τις λέγοι, τίνος ἕνεκεν αὐτοὺς εἴασε κακωθῆναι ἐκεῖ; μάλιστα μὲν οὖν αἱ κακώσεις παντὶ δικαίῳ αἴτιαι μισθῶν γίνονται· εἶτα δὲ τίνος ἕνεκεν αὐτοὺς ἐκάκωσε; τὴν δύναμιν αὐτοῦ δείκνυσιν ὅτι δύναται· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἵνα καὶ αὐτοὺς παιδεύσῃ. Ὄρα γοῦν ὅτε ᾤκουν ἐν τῇ ἐρήμῳ, τότε ἐλιπάνθησαν, ἐπαχύνθησαν, ἐπλατύνθησαν, ἀπελάκτησαν· καὶ πανταχοῦ ἡ ἄνεσις αὐτοῖς κακόν· διὰ τοῦτο καὶ ἐξ ἀρχῆς τῷ Ἀδὰμ ἔλεγεν, “ἐν ἱδρῶτι τοῦ προσώπου "σου φαγῇ τὸν ἄρτον σου·” καὶ ἵνα ἐκ τῆς πολλῆς κακώσεως ἐλθόντες εἰς ἀνάπαυσιν, εὐχαριστήσωσι τῷ Θεῷ· μέγα γὰρ ἡ θλίψις ἀγαθόν· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· "ἀγαθόν μοι, “Κύριε, ὅτι ἐταπείνωσας με·” εἰ δὲ τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι μέγα ἡ θλίψις, πολλῷ μᾶλλον ἡμῖν.
- 7.133
Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο, εἰπόντες, τίς δε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν; τοῦτον ὁ Θεὸς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ Ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῆ βάτῳ.
- 7.134
Ενταῦθα μὲν δοκεῖ περὶ τοῦ λαοῦ τῶν Ἰουδαίων λέγειν· λέγε- τᾶι δὲ περὶ πάσης τῆς φύσεως, ἧς ἕνεκα σάρκα λαβὼν κατέβαινεν· ὅπερ οὐ κατὰ τὸν καιρὸν τοῦ Μωϋσέως, ἀλλ’ ὕστερον ἐνδημήσαντος τοῦ Υἱοῦ γεγένηται.
- 7.135
Ἀπολέσθαι τὸν ὑπ’ αὐτῶν ἐξουθενηθέντα· τοῦτον ὃν παρῃτήσαντο d, τοῦτον ὁ Θεὸς ἐγείρας ἀπέστειλε· καθάπερ καὶ αὐτοὶ ἔλεγον· “οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα· δείκνυσιν ἐνταῦθα, καὶ τὰ γενόμενα, διὰ τοῦ Χριστοῦ γενόμενα.
- 7.136
*Περὶ τῆς ἐξόδου καὶ μοσχοποιίας τοῦ ἰσραὴλ ἄχρι χρόνων Σολομῶντος κοὶ τῆς τοῦ ναοῦ κατασκευῆς.
- 7.137
Οὗτος ἐξήγαγεν αὐτοὺς, ποιήσας τέρατα καὶ σημεῖα ἐν τῆ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῆ ἐρήμῳ ἔτη τεσσαράκοντα· οὗτός ἐστιν ὁ Μωϋσῆς, ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραὴλ, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε.
- 7.138
“Ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.” ἐξουθενημένον “ὡς ἐμέ·” ἐβουλήθη καὶ τοῦτον ἀνελεῖν Ἡρώδης, καὶ ἐν Αἰγύπτῳ διεσώθη, καθάπερ καὶ ἐκεῖνος· καὶ παίδιον ὣν, ἐπεβουλεύετο· μὴ θαυμάζετε οὖν εἰ τοὺς παραιτουμένους αὐτοῦ τὴν βασιλείαν ὁ Χριστὸς εὐεργετεῖ, εἴγε καὶ ἐπὶ Μωυσέως τοῦτο γέγονε· καὶ οὐχ ἁπλῶς αὐτοὺς ἐξείλατο, ἀλλὰ καὶ ἐν ἐρήμῳ διάγοντας. ὁρᾶς ὅτι δι’ αὐτοὺς ἐκεῖνα τὰ σημεῖα· ὁ τῷ Θεῷ διαλεχθεὶς, ὁ ἐκ παραδόξων σωθεὶς, ὁ τοσαῦτα ἐργασάμενος καὶ δυνηθεὶς δείκνυσι, ὅτι πάντως πληρωθῆναι δεῖ τὴν προφητείαν, καὶ οὐκ ἐναντιοῦται αὐτῶ.
- 7.139
Προαναφωνεῖ γὰρ πάλαι τὴν τοῦ ἰδίου γεννήματος ἐνανθρώπησιν ὁ Θεὸς καὶ Πατήρ· καὶ ὅτι δεύτερος ἐφ’ ἡμᾶς νομοθέτης ἀναδειχθήσεται· λαλήσας μὲν πάλαι τοῖς ἀρχαιοτέροις αὐτὸς δι’ ἀγγέλων τὸν νόμον· ἐν δὲ τελευταίοις τοῦ αἰῶνος καιροῖς αὐτουργὸς εἰς ἡμᾶς ἀναδεδειγμένος, καὶ καινῆς χρηματίσας διαθήκης ἄγγελος.
- 7.140
Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῆ ἐκκλησίᾳ ἐν τῆ ἐρήμῳ μετὰ τοῦ Ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἤμων.
- 7.141
Τοῦ Χρυσοστόμου. Πἀλιν οὐδαμοῦ ναός· οὐδαμοῦ θυσία· δείκνυσι δὲ ὅτι οὐχὶ σημεῖα ἐποίησε μόνον, ἀλλὰ καὶ νόμον ἔδωκεν, ὥσπερ ὁ Χριστός· καθάπερ καὶ οὗτος πρῶτον σημεῖα ποιεῖ, καὶ τότε νομοθετεῖ, οὕτω κἀκεῖνος· καὶ οὗτος ἠπίστατο, κἀκεῖνος· ἀλλ’ οὐκ ἤκουσαν αὐτοῦ. Καὶ μετ’ ὀλίγα — Ὁρᾶς ὅτι ἐκεῖθεν ἡ ῥίζα καὶ ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί· “μετὰ τοῦ Ἀγγέλου, φησὶ, “τοῦ λαλοῦντος αὐτῷ· ’ ἰδοὺ πάλιν αὐτὸν φησὶ τὸν νόμον δε- δωκέναι· εἴγε μετ’ αὐτοῦ ἦν “ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ·” καὶ ἐνταῦθα θαύματος ὑπομιμνήσκει μεγάλου, τῶν ἐν τῷ ὄρει γεγενη- γεγενημένων.
- 7.142
Διδύμου. Ἡ προκειμένη λέξις δηλοῖ, ὡς οὐ μόνον τοπικῶς εἶναι συμβαίνει κρείττοσι καὶ χείροσι χωρίοις· ἔξω γὰρ τῆς Αἰ- γύπτου κατὰ τόπον ὄντες, οἱ περὶ ὧν ὁ λόγος, τῇ διαθέσει ἐν αὐτῇ ὑπῆρχον. οὐκ ἀποστήσαντες τὴν γνώμην ἑαυτῶν τῶν Αἴγυπτ’ ιακῶν ἐθῶν, τῆς αὐτῆς νοήσεως ἐστὶ καὶ τὸ ἐν Εὐαγγελίῳ, ’* ὅπου ὁ “θησαυρὸς, ἐκεῖ καὶ ἡ καρδία· ’ οὐ πάντως τοπικῶς ἐκεῖ ὄντος, ὅπου τις ἔχει τὴν γνώμην· πολλοὶ γοῦν ἔτι ἐπὶ γῆς ὄντες θησαυ- ρίζοντες κατάλληλα τῷ οὐρανῷ, ἐκεῖ τὴν καρδίαν ἔχουσι. ἀλλὰ κἀκεῖ ἔτι τυγχάνοντες, οἱ παραβάντες Ἄγγελοι τὴν διάθεσιν εἶχον ἐν τῇ γῇ· ᾧ ἐξηκολούθησε τὸ ἐξ οὐρανοῦ εἰς γῆν αὐτοὺς ἐρρῖφθαι.
- 7.143
Ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν· ᾧ οὐκ ἠθέλη- σαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν.
- 7.144
Τοῦ Χρυσοστόμου. Τί ἐστι λόγια ζῶντα; ὧν τὸ τέλος διὰ λόγων ἐδείκνυτο, ἤτοι τὰς προφητείας λέγει.
- 7.145
Ἄλλ ἀπώσαντο, καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον.
- 7.146
Τοῦ Αὐτοῦ. Ἔνθα ἔστενον, ἔνθα ἐβόων, ἔνθα τὸν Θεὸν ἐκά- λουν.
- 7.147
Εἰπόντες τῷ Ἀαρὼν, ποίησον ἡμῖν θεοὺς οἱ προπο- ρεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ τῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ· καὶ ε’ινλτχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγα- γον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χείρων αυτων.
- 7.148
Ὢ τῆς ἀνοίας, “ποίησον,” φησὶν, ἵνα “προπορεύσωνται ἡμῶν·” ποῦ; εἰς Αἴγυπτον. Ὅρα πῶς δυσαποσπάστως εἶχον τῶν ἐθῶν τῶν Αἰγυπτιακῶν. τι λέγεις; οὐκ ἀναμένεις τὸν ἐξαγαγόντα, ἀλλὰ φεύγεις τὴν εὐεργεσίαν καὶ τὸν εὐεργέτην ἀρνῇ ; καὶ ὅρα πῶς ὑβρίζουσιν· ὁ γὰρ Μωϋσῆς οὗτος,” φησὶν, “ὃς ἐξήγαγεν ἡμᾶς ἐκ “γῆς Αἰγύπτου· οὐδαμοῦ Θεοῦ ὄνομα· ἀλλὰ πάντα Μωϋσεῖ ἐπέγραφον· ἔνθα μὲν ἀχαριστεῖν ἔδει, Μωϋσῆν φέρουσιν εἰς μέσον· ἔνθα δὲ πεισθῆναι νόμῳ, οὐκέτι Μωϋσῆς ἄγουσι· “ποίησον ἡμῖν “θεοὺς, οὐκ εἶπον Θεόν· καὶ μὴν τοῦτο ἄξιον θαυμάσαι, τὸ μὴ εἰδέναι· τί θαυμαστὸν, ὅτι ἀγνοεῖτε Χριστὸν, ὅπου καὶ τὸν Μωϋσέα καὶ τὸν Θεὸν τὸν δειχθέντα διὰ τοσούτων σημείων; καὶ οὐκ ἠγνόήσαν μόνον, ἀλλὰ καὶ ἑτέρως ὕβρισαν τῷ εἰδωλοποιῆσαι.
- 7.149
Σευηπιανοῦ. Μόσχον ὁ Ἰσραὴλ ἐχώνευσε, καὶ Θεὸν ἠθέτησε, καὶ ἠγνόησε τὸν δεσπότην, ἀπέγνω τὸν εὐεργέτην· καὶ λέγει τῷ Ἀαρὼν, ποίησόν μοι θεούς διατί ποίησον; εἰ δὲ ποίησον, πῶς θεοὶ τὰ γινόμενα. οὕτως ἡ κακία τυφλώττουσα αὐτὴ ἑαυτὴν ἀφανίζει.
- 7.150
Ἔστρεψε δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῆ στρατιᾷ τοῦ οὐρανοῦ· καθὼς γέγραπται ἐν βιβλίῳ τῶν προφητῶν.
- 7.151
Τοῦ Χρυσοστόμου. Ἐντεῦθεν λοιπὸν τὰ ἔθη ταῦτα· ἐντεῦθεν αἱ θυσίαι· αὐτοὶ πρῶτοι ἐποίησαν θυσίας τοῖς εἰδώλοις· διὰ γὰρ τοῦτο ἐπισημαίνεται, “καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ, καὶ ἤνεγκαν θυσίας τῷ εἰδώλῳ· ἐπεὶ πρὸ τούτου οὐδαμοῦ θυσίας ὄνομα, ἀλλὰ προστάγματα ζῶντα, καὶ λόγια ζῶντα. καὶ ευφραίνοντο e, φησὶ, διὰ τοῦτο καὶ ἑορταί.
- 7.152
Τὸ “παρέδωκεν” ἐνταῦθα εἴασεν ἐστίν.
- 7.153
ἘΞ ἀνεπιγράφου. Τὸ “παρέδωκεν” ἀντὶ τοῦ εἴασε κεῖται, καὶ ἐν τῷ Ἀποστόλῳ παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ἀντὶ τοῦ εἴασε παραδοθῆναι. λέγει οὖν,ἐπειδὴ τοῦτον εἶχον οἱἸουσαῖοι τὸν πόθον, τὸ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, κωλύσας πολκάκις διὰ τῶν προφητῶν τὴν τοιαύτην πρόφασιν, εἶτα ἐμμενόντων ἐκείνων ὡς εἵλοντο· τὸ δὲ ἔστρεψε” ἄλλο δηλοῖ θέλημα τοῦ Θεοῦ· καὶ ἄλλο γεγενημένον κατὰ συγχώρησιν· ἦν μὲν γὰρ αὐτοῦ θέ- λημα, ὃ καὶ νενομοθέτηκε· “Κύριον τὸν Θεόν σου προσκυνήσεις, “καὶ αὐτῷ μόνῳ λατρεύσεις· ἐμμένοντας δὲ τῇ ἀσεβείᾳ εἴασεν, οὐ γὰρ ἐξ ἀνάγκης ἐφέλκεται ἑαυτῷ λατρεύειν, ἵνα μὴ ὑβρίσῃ τὸ αὐτεξούσιον· ἀλλὰ παραινεῖ μὲν μὴ ἁμαρτάνειν, ἁμαρτανόντων δὲ ἀνεξικακεῖ· ἐνδεικνύμενος τὸ φιλάνθρωπον, ἅμα δὲ καὶ ἐνδιδοὺς τῇ ἐπιστροφῇ τοῦ αὐτεξουσίου, καιρὸν μετανοίας ταμιευόμενος· ἐμμένοντας δὲ κολάζει πικρῶς· τὸ δὲ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, οὐ τοῖς ἀγγέλοις λέγει ἀλλὰ τοῖς ἄστροις, οἷς καὶ τὸ σέβας προσέφερον, ὡς τῷ μόσχῳ εἰς τόπον ὄντι ἑωσφόρου, καὶ τῇ σελήνῃ, ὡς βασιλίσσῃ τοῦ οὐρανοῦ· οὕτω γὰρ ἐν Ἱερεμίᾳ ἐγράφησαν λέ- γοντες.
- 7.154
Διδύμου. Οἱ μὴ ὃν δεῖ τρόπον ἐντυχόντες τῇ παλαιᾷ οἵονται παραδεδόσθαι τοὺς Ἑβραίους ὑπὸ Θεοῦ ”λατρεύειν τῇ στρα- τιᾷ τοῦ οὐρανοῦ,” συναρπαγέντες ἐκ τοῦ, “εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος, καὶ ἐκ τοῦ διατετάχθαι τὸν νόμον δι’ ἀγ- “γέλων ἐν χειρὶ μεσίτου·” πολλῆς δὲ παραμυθίας δεῖ τῷ οὕτως τιθεμένῳ· ἐπιστήσαντες δὲ ἡμεῖς, τὸ ”ἔστρεψεν ὁ Θεὸς” καὶ τοῖς ἑξῆς παρα*δοσι νῦν δηλουμένην, οὕτω γενέσθαι ὑπολαμβάνομεν, ὡς καὶ ἐπὶ τῶν γραφομένων τῷ Ἀποστόλῳ οὕτως ἐχόντων· “διὰ “τοῦτο παρέδωκεν αὐτοὺς ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν·” καὶ ἔτι, διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας καὶ “εἰς ἀδόκιμον νοῦν· ὡς γὰρ ἐν τούτοις οἷς ἡμεῖς εἱλάμεθα, παραδίδωσιν ὁ Θεὸς μετὰ τὸ πολλάκις κωλῦσαι· οὕτω πόθον ἔχοντας τοὺς Ἑβραίους θεραπεύειν τὴν κτίσιν παρὰ τὸν κτίσαντα, κωλύσας πολλάκις διὰ τῶν προφητῶν τὴν τοιαύτην πρόθεσιν, ἐμμένοντας αὐτοὺς παρέδωκεν ᾧ εἵλοντο· ὅθεν ἀκριβεστέρως ἀκούειν δεῖ τοῦ “ἔστρεψεν ὁ Θεὸς καὶ παρέδωκεν αὐτούς·’ οὐ γὰρ προηγούμενον ἦν θέλημα τῆς νομοθεσίας τοῦτο· εἰ γὰρ ἐν αὐτῇ φέρεται, “Κύριον τὸν “Θεὸν προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, ταύτην τὴν ἕντο- Λὴν τοὺς παραβάντας παρέδωκε λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρα- “νοῦ·” οὐκέτι προηγουμένῃ βουλήσει ποιῶν αὐτοὺς, ἀλλ’ ὡς εἶπε τὸ ῥητὸν, στρέψας ἐξ ἄλλου θελήματος. ἀλλ’ οὐ ζητήσεις που τῆς γραφῆς τῇ στρατιᾷ τοῦ οὐρανοῦ κεῖται· ἐπὶ ἀγγέλων ὡς ἐπίπαν ἣ ὡς ἐπὶ πολὺ κατὰ τῶν φωστήρων καὶ ἀστέρων ἡ λέξις κεῖται.
- 7.155
Μῆ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
- 7.156
Τοῦ Χρυσοστόμου. “Σκηνὴ τοῦ μαρτυρίου ἦν, καὶ οὐδὲν ὠφέλησεν αὐτοὺς, ἀλλ’ ἀνηλίσκοντο· οὔτε πρὸ τούτου δι’ αὐτοῦ τὰ σημεῖα, οὔτε μετὰ ταῦτα ὠφέλησέ τι. ἣν καὶ εἰσήγαγον, φησὶ, διαδεξάμενοι οἱ πατέρες ἡμῶν· ὁρᾶς ὅτι ἐκεῖ τόπος ἅγιός ἐστιν, τόπον τόπῳ συγκρίνῃ.
- 7.157
Τοῦ Αὐτοῦ. Ἐμφαντικῶς ἐχρήσατο τῇ λέξει· οὐκ ἔχετε εἰπεῖν φησὶ, ὅτι ἀπὸ τοῦ ἐμοὶ θύειν, κἀκείνοις ἐθύετε· καὶ ταῦτα “ἐν τῇ ἐρήμῳ, ἔνθα μάλιστα αὐτῶν προειστήκει.
- 7.158
Τοῦ ἀγίου Κυρίλλου ἐκ τοῦ εἰσ Τὸν Προφήτην Ἀμὼσ Τόμου Γ. “Μῆ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι,” καὶ τὰ ἑξῆς· τοῦτό φησιν, ὅτι ἐν χρόνῳ τεσσαρακονταετεῖ, καθ’ ὃν ἦσαν ἐν τῇ ἐρήμῳ, προσῆγον μὲν ἑκόντες θυσίας, ἐξηγεῖτο δὲ οὐδεὶς ἀναγκαίως, ἀλλ’ ἦν εἰς ἀνάκλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἃν εἰσελάσειαν εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην, ταύτῃ τοι φησὶν, “μὴ σφάγια καὶ Θυσίας,” καὶ τὰ ἑξῆς· ἀλλ’ ἐσώζοντο τότε καὶ θυσιῶν δίχα· καὶ ᾗ φησι δι’ ἑτέρου προφήτου πάλιν· ”οὐ κεκτήσω μοι ἀργυρίου θυμίαμα, οὐκ ἡδύναντό μοι πρόβατα “τῆς ὁλοκαρπώσεως σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ,’ αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν ἀλλοπρόσαλλοίτε ἦσαν τὸ τηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν φύσει καὶ ἀληθῶς, ἀνελάμβανον τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ “θεοῦ ὑμῶν d Ῥεφάν·” καὶ τί δὴ τοῦτό ἐστι περιαθρεῖν ἀναγκαῖον. οὐκοῦν ὁ μὲν θεσπέσιος Μωϋσῆς ἀναπεφοίτηκεν εἰς τὸ ὄρος τὸν νόμον ὑποδεξόμενος; οἵγε μὴν ἐξ αἵματος Ἰσραὴλ κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες· “ποίησον ἡμῖν θεούς. μεμοσχοποίηκασι τοίνυν κατὰ τὴν ἔρημον· καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονεί πὼς ἁπάντων εἴδωλον ὁ μόσχος ἦν· πολλὰ δὲ παρ’ ἑκάστου καὶ ἕτερα διεπράττοντο· τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ δοκοῦν ἐποιεῖτο σέβας· καὶ διέπλαττεν ἑαυτῶ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰγύπτῳ συνήθειαν· προσέκειντο δὲ μᾶλλον ταῖς τῶν ἄστρων λα- τρείαις· πρὸς γὰρ τῷ μόσχῳ, καὶ τὴν σκηνὴν τοῦ Μολὸχ ἀνέλαβον· σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Μολόχ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, ἔχον λίθον διαφανῆ καὶ ἐξαίρετον ἐπὶ μετώποις ἄκροις εἰς ἑωσφόρου τύπον· καὶ ἑρμηνεύεται μὲν Μολὸχ βασιλεὺς αὐτῶν, ῥεφὰν δὲ σκοτασμὸς, ἤτοι τύφλωσις· ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων· ἑωσφόρου γε μὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν· ”ἀνελάβετε” τοίνυν τὴν σκηνὴν “τοῦ Μολὸχ,” τουτέστι τοῦ βασιλέως ὑμῶν· τίς δὲ οὗτος ἦν ὁ βασιλεύς; “τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν e Ῥεφάν·” ἀλλὰ γέγονε, φησὶν, ὑμῖν εἰς τύφλωσιν· ἐσκορπίσθησαν γὰρ αἱ καρδίαι αὐτῶν· προσεκύνουν γε μὴν τὸν ἑωσφόρον, ὡς προανίσχοντα τῆς ἡλίου μαρμαρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσφέροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγονε Ῥεφὰν, τουτέστι σκοτασμὸς ἤτοι τύφλωσις· καὶ οὐχὶ δὴ πάντως ὡς ἐνεργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου τὴν τύφλωσιν· ἀλλ’ ὅτι σκοτασμοῦ παραίτιον τὸ εἰς τοῦτο γέγονε σέβας.
- 7.159
Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς·
← Previous · Next → — showing 601–700 of 2,399
First Thousand Years of Greek. CTS URN tlg4102.tlg008.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.