Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Acta

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,399 sections

  1. 6.7

    ἈΜΜΩΝÍOY. Νῦν σφοδρότερον αὐτοῖς ἐπιτίθενται· οὐκ εὐθέως αὐτοὺς ἔκρινε, προσδοκῶν πάλιν πράους ἔσεσθαι, καὶ σφοδρότερον αὐτοῖς ἐπιτίθεται.

  2. 6.8

    Τοῦ Αὐτοῦ. τοῦτο καὶ εἰς ἐκείνων παραμυθίαν τούτων ὠφέλεια καὶ διδασκαλία. Καὶ μετ’ ὀλίγα—Δέον τοίνυν ἐρωτῆσαι πρῶτον, πῶς ἐξήλθετε; οἱ δὲ ὡς οὐδενὸς γενομένου ἐρωτῶσι λέγοντες, “σύχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν, καὶ ὅρα δι’ ἑτέρων μανθάνουσιν ἅπαντα· ὁρῶσι κεκλεισμένην τὴν φυλακὴν μετ’ ἀσφαλείας καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν.

  3. 6.9

    Τοῦ αὐτοῦ. Εἰ ἐξέβαλλον αὐτοὺς οἱ φύλακες, ὡς ἔφυγον ἂν, εἴγε πεισθέντες ἐξῆλθον· καὶ εἰ ἐξέβαλον αὐτοὺς ἐκεῖνοι, οὐκ ἂν εἰς τὸ ἱερὸν ἔστησαν, ἀλλ’ ἀπέδρασαν ἄν· τοῦτο δὲ οὐδεὶς οὕτως ἀνόητος, ὥστε μὴ συνιδεῖν.

  4. 6.10

    Ἀναστρέψαντες δὲ ἀπήγγειλαν λέγοντες, ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν· ἀνοίξαντες δὲ, ἔσω οὐδένα εὕρομεν· ὡς δὲ ἤκουσαν λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αυτων πρὸς ἑαυτοὺς, τί ἃν γένοιτο τοῦτο· παραγενομενος δέ τις ἀπήγγειλεν αὐτοῖς λέγων· ὅτι ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῆ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας.

  5. 6.11

    Τοῦ Χρυσοστόμου. Διπλῆ ἡ ἀσφάλεια, ὥσπερ ἐπὶ τοῦ τάφου καὶ ἡ σφραγὶς καὶ οἱ ἄνθρωποι. ὅρα πῶς ἦσαν θεομάχοι· ταῦτα ἀνθρώπινά ἐστιν, εἰπέ μοι, τὰ ὑπὲρ αὐτῶν γενόμενα; τίς αὐτοὺς ἐξήγαγεν, εἰπέ μοι, τῶν θυρῶν κεκλεισμένων; εἰπὲ, πῶς ἐξῆλθον; ὄντως μαινομένων καὶ μεθυόντων τὰ ῥήματα· οὓς οὐ κατέσχεν ἡ φυλακὴ καὶ τὰ δεσμὰ καὶ θύραι κεκλεισμέναι, τούτων προσεδόκησαν περιέσεσθαι, παίδων ἀνοήτων πράγματα παθόντες.

  6. 6.12

    Ἐφοβοῦντο γὰρ τὸν λαὸν, ἵνα μὴ λιθασθῶσιν.

  7. 6.13

    Τοῦ Χρυσοστόμου. Ὢ τῆς ἀνοίας· ἐφοβοῦντο γάρ, ὄχλον· τι γὰρ αὐτοὺς ὁ ὄχλος ὠφέλει, δέον τὸν Θεὸν φοβηθῆναι· τὸν καθάπερ πτηνοὺς ἀεὶ τῶν χειρῶν αὐτοὺς ἐξαρπάζοντα τῶν ἐκείνων.

  8. 6.14

    * Ὅτι τῇ ἑξῆς αὐτοὺς οἱ Ἀρχιερεῖς πάλιν συλλαβόμενοι, ἐφ’ ᾧ μηκέτι διδάσκειν, μαστίξαντες ἀπέλυσαν.

  9. 6.15

    Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ, καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς λέγων· οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ ; καὶ ἰδοὺ ἐπληρώσατε ‘Ιερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώ- που τούτου.

  10. 6.16

    Τοῦ Αὐτοῦ ἐκ Τοῦ Κατὰ Ματθαῖον ὑπομνήματοσ. “Ti “ ποιεῖτε βουλόμενοι ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα ἀνθρώπου τούτου; τι φῄς ; σὺ βατίζεις t, καὶ σὺ φοβῇ ; σὺ ἐπηρεάζεις, καὶ σὺ δεδοίκας; ; σὺ κρίνεις, καὶ σὺ τρέμεις ; οὕτως ἀσθενὴς ἡ κακία.

  11. 6.17

    Ἀποκριθεὶς δὲ ὁ Πέτρος καὶ οἱ Ἀπόστολοι εἶπον· πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.

  12. 6.18

    ΤΟῦ Αὐτοῦ. Ἰδοὺ πρᾶγμα παράδοξον ἀληθῶς· τὸν Κύριον ὃν ὡς κατὰ δειλίαν λαλοῦντα νομίζουσιν οἱ Χριστομάχοι, οὗτος τῇ νομιζομένῃ δειλίᾳ θαρσαλέους καὶ ἀφόβους τοὺς ἀνθρώπους κατεσκεύαζεν. οἱ γοῦν μακάριοι Ἀπόστολοι μετ’ αὐτὸν οὕτως ἐκ τῶν φωνῶν τούτων κατεφρόνουν τοῦ θανάτου, ὡς μηδὲ φροντίζειν τῶν ἀνακρινόντων αὐτοὺς, ἀλλὰ λέγειν, “πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἣ “ἀνθρώποις· οἵτε ἄλλοι ἅγιοι μάρτυρες ἐθάρρουν οὕτως, ὡς μᾶλλον νομίζειν αὐτοὺς εἰς ζωὴν μεταβαίνειν, ἣ θάνατον ὑπομένειν.

  13. 6.19

    Πάλιν μετὰ ἐπιεικείας διαλέγονται· καίτοιγε ἐνῆν εἰπεῖν, τίνες γὰρ ἐστὲ ὑμεῖς ἀντιδιαταττόμενοι τῷ Θεῷ ; ἀλλὰ πάλιν ἐν τάξει παραινέσεως καὶ συμβουλῆς μετ’ ἐπιεικείας πολλῆς ἀποκρίνονται. πολλὴ ἡ σοφία· καὶ δεικνύουσιν αὐτοὺς μαχομένους τῷ Θεῷ.

  14. 6.20

    Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου.

  15. 6.21

    Τοῦ Αὐτοῦ. Ὃν γὰρ ὑμεῖς ἀνείλετε, φησὶν, ὁ Θεὸς ἤγειρε· καὶ τῷ Πατρὶ πάλιν τὸ πᾶν ἀνατιθέασιν· ἵνα μὴ δόξῃ ἀλλότριος εἶναιτοῦ Πατρός.

  16. 6.22

    τοῦτον ὁ Θεὸς Ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῆ δεξιᾷ αὐτοῦ.

  17. 6.23

    Τοῦ Αὐτοῦ. Οὐχ ἁπλῶς τὴν ἀνάστασιν λέγει, ἀλλὰ καὶ τὴν ὕψωσιν.

  18. 6.24

    Δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. ToT ΛΥ̓ΥοΥ-. Ὄρα πάλιν τὸ κέρδος· ὅρα ἐν τάξει ἀπολογίας διδασκαλίαν ἀπηρτισμένην. ToT ΛΥ̓τΩΥ-. Ἐνταῦθα οὐ μέμνηται τῶν ἐθνῶν, ἵνα μὴ δῷ λαβήν. μ Καὶ ἡμεῖς ἐσμὲν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων. ToT ΛΥ̓ΥΩΥ-. Ποίων ῥημάτων ; ὅτι ἄφεσιν, ὅτι μετάνοιαν ἀπ- ηγγείλατο· ἡ μὲν ἀνάστασις ἦν λοιπὸν ὡμολογημένη· ὅτι δὲ ἄφεσιν δίδωσιν, ἡμεῖς μαρτυροῦμεν, καὶ τὸ Πνεῦμα τὸἍγιον, ὃ οὐκ ἃν ἐπῆλθε, μὴ πρότερον τῶν ἁμαρτιῶν λυθεισῶν· ὅθεν ἀναμφισ βψη τητον τεκμήριον τοῦτο ἐστιν· Πολλὴ ἡ παρρησία καὶ τὸ ἀξιόπιστον. Καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. ToT ΑΥ̓τοΥ-. Ὁρᾶς ὅτι οὐχὶ τῇ τοῦ Πνεύματος μαρτυρίᾳ μόνον κέχρηται· καὶ οὐκ ε-ι’πεν, ὃ ἔδωκεν ἡμῖν, ἀλλὰ τοῖς πειθομένοις· ἅμα μὲν μετριάζοντες, ἅμα δὲ αὐτῷ δεικνύντες καὶ δηλοῦντες ὅτι καὶ αὐτοῖς δυνατὸν λαβεῖν. Καὶ μετ’ ὀλίγα — Διὰ τοῦτο συγ- χωρεῖ ὁ Θεὸς ἄγεσθαι αὐτοὺς εἰς δικαστήριον, ἵνα κᾀκει-νοι παι- δεύωνται, καὶ πάντες μανθάνωμεν, καὶ οἱ Ἀπόστολοι εἰς παρρησίαν ἀλείφωνται. ΔιΔΎΜοΥ. Οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ ἐν ἑτέροις χωρίοις τῆς γραφῆς δηλοῦται, ὡς τὸ Ἅγιον Πνεῦμα δίδοται, ἡμῶν τὴν αἰτίαν τοῦ λαβεῖν αὐτὸ παρεχόντων· τὸ γὰρ πειθαρχεῖν Θεῷ προαιρετικὸν ὥσπερ τὸ πιστεύειν· οἷς μετὰ ἀναλογίαν δίδοται τὸ Πνεῦμα τοῖς τῶν χαρισμάτων αὐτοῦ τυγχάνουσι· συνᾴδει δὲ τούτοις καὶ τὸ “δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. ’^’^ Οἱ δὲ ἀκούσαντες διεπρίοντο, καὶ ἐβούλοντο ἀνελεῖν αὐτοὺς. ToT ΧΡΥΣοτΥόMοΥ. Ὁρᾶς τούτους πάλιν ἐν ἀπορίᾳ· τούτους ἐν ὀδύνῃ, ἐκείνους δὲ ἐν ἀνέσει καὶ εὐθυμίᾳ καὶ ἐν τρυφῇ· οὐχ ἁπλῶς ὠδυνῶντο ἀλλὰ διεπρίοντο· τοῦτο ἄρα ἐστὶ τὸ κακῶς παθεῖν, τὸ κακῶς ποιεῖν· καθάπερ καὶ ἐνταῦθα ἐστὶν ἰδεῖν· ἐν δεσμοῖς ἦσαν οὗτοι· παρεστήκεσαν δικαστηρίῳ, καὶ οἱ δικάζοντες ἐν κιν- δύνω ἦσαν, ἐν ἀπορίᾳ, ἐν ἀμηχανίᾳ πολλῇ· καθάπερ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτὸς λαμβάνει τὴν πληγὴν, οὕτω δὴ καὶ οὔτοι.

  19. 6.25

    Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ.

  20. 6.26

    Τοῦ Αὐτοῦ. Οὗτος ὁ Γαμαλιὴλ ὁ Παύλου διδάσκαλος ἦν· καὶ θαυμάσαι ἄξιον, πῶς καὶ κατὰ νοῦν κρίσεις ἔχων καὶ νομομαθὴς ὣν, οὐδέπω πιστεύει· ἐπεὶ οὐδέπω Παῦλος ἐπίστευσεν· οὐκ ἔστι δὲ αὐτὸν μεῖναι μὴ πιστεύοντα δι’ ὅλου, καὶ δῆλον ἐκ τῶν ῥημά- των αὐτοῦ.

  21. 6.27

    Φαρισαῖος ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ· ἔξω βραχύ τι r τοὺς Ἀποστόλους ἐκέλευσε ποιῆσαι· εἶπέ τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.

  22. 6.28

    Τοῦ Αὐτοῦ. Ὁρᾶ τὴν σύνεσιν τῆς δημηγορίας, πῶς αὐτοὺς εὐθέως εἰς φόβον ἐνέβαλε· καὶ ὥστε μὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁμογνώμονας διαλέγεται, καὶ οὐ πολλῇ σφοδρότητι κέχρηται, ἀλλ’ ὡς ὑπὸ θυμοῦ μεθύουσιν οὕτω φησὶν, “ ἄνδρες Ἰσραηλῖται,“ καὶ τὰ ἑξῆς, μὴ ἁπλῶς φησὶ, μηδὲ ὡς ἔτυχε φέρεσθαι s.

  23. 6.29

    Πρὸ γὰρ τούτων ἡμερῶν.

  24. 6.30

    Τοῦ Αὐτοῦ. Ἀπὸ παραδειγμάτων αὐτοὺς σωφρονίζει, πλείονας ἀποστήσαντα ὕστερον τίθησι παραμυθούμενος αὐτούς· πρὸ μὲν οὖν τὰ παραδείγματα εἰπεῖν, “προσέχετε ἑαυτοῖς·” ἐπειδὴ δὲ ἔδειξεν, ἀποφαίνεται, καὶ φησὶν, "ἀπόστητε ἀπὸ τῶν ἀνθρω- πων τούτων.

  25. 6.31

    Ἀνέστη Θευδᾶς λέγων εἶναί τινα ἑαυτὸν μέγαν, ᾧ προσετέθησαν ἀνδρῶν ἀριθμὸς ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διελύθησαν καὶ ἐγένοντο ὡς οὐδέν.

  26. 6.32

    ἘΞ ἀνεπιγράφου. Περὶ Θευδᾶ μέμνηται Ἰώσηπος ἐν τῷ βιβλίῳ τῆς Ἀρχαιολογίας, ὡς φησὶν Εὐσέβιος ἐν τῷ δευτέρῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας, αὐταῖς λέξεσι παρατιθέμενος τὸν Ἰώσηπον λέγοντα· “Φάδου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος γόης τὶς “ἀνὴρ, Θευδᾶς ὀνόματι, πείθει τὸν ὄχλον ἀναλαβόντα τὰς κτήσεις "ἕπεσθαι πρὸς τὸν Ἰορδάνην ποταμὸν αὐτῷ· προφήτης γὰρ ἔλε- “γεν εἶναι· καὶ προστάγματι τὸν ποταμὸν σχίσας, δίοδον ἔφη “παρέξειν αὐτοῖς ῥᾳδίαν· καὶ ταῦτα λέγων πολλοὺς ἠπάτησεν· οὐ “μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὄνασθαι Φάδος, ἀλλ’ ἐξέπεμψεν “ἴλην ἱππέων ἐπ’ αὐτοὺς, ἥτις πολλοὺς ἀνεῖλε καὶ ἐζώγρησεν “αὐτῶν· αὐτόν τε τὸν Θευδᾶν ζωγρήσαντες, ἀποτέμνουσι τὴν “κεφαλὴν καὶ κομίζουσιν εἰς ‘Ιεροσόλυμα.”

  27. 6.33

    Θευδᾶς αἱρεσιάρχης καὶ Ἰούδας Γαλιλαῖος ἐπὶ τῶν χρόνων τῆς ἀπογραφῆς κατελύθησαν.

  28. 6.34

    Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γ αλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς· καὶ ἀπέστησε λαὸν ἱκανὸν ὁπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν· καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐ- τοὺς.

  29. 6.35

    ΕΞ ἀνεπιγράφου. Εοίκασιν οἱ Γαλιλαῖοι κατὰ τοὺς Πιλάτου ἐστασιακέναι, δόγμασιν ἑπόμενοι Ἰούδα τοῦ Γαλιλαίον· ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ Ἰώσηπος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαποστέλλον πολλὴν δι’ εὐσέβειαν εὐτονίας· κύριον γὰρ μηδὲ μέχρι στόματος ἔφασκε δεῖ τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφροσύνην· οὕτω δὲ μήτε τὸν βασιλεύοντα· καὶ πολλοὶ γε αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον χαλεπωτάτας αἰκίας ὑπέμειναν· οἳ καὶ ἐδίδασκον μὴ δεῖν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωϋσέως νόμῳ θυσίας ἑτέρας ἀναφέρεσθαι τῷ Θεῷ· διόπερ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίνεσθαι, περὶ τῆς σωτηρίας τοῦ Βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους· εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον, κελεύσαι παρ’ αὐτοῖς αἷς ἐδόκουν προσφέρειν θυσίαις αὐτοὺς ἀναιρεθῆναι· ὡς τότε ἀναμιχθῆναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσαγόντων, καθὰ καὶ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ φέρεται.

  30. 6.36

    Ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστὶν, οὐ δυνή- σεσθε καταλύσαι αὐτούς.

  31. 6.37

    Τοῦ Χρυσοστόμου. Εἰ μὲν γὰρ ἀνθρώπινόν ἐστι, φησὶ, πραγμάτων ὑμῖν; ἀλλ’ εἰ t θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε· ἄληπτος ὁ λόγος.

  32. 6.38

    Τοῦ Αὐτοῦ. Πόθεν δῆλον, ὅτι ἐὰν ᾖ ἐξ πεῖραν ἔλαβε, φησὶν, ἀπὸ Ἰούδα καὶ Θευδᾶ· ὥστε καὶ οὗτος ὁ κηρυττόμενος ὕπο τούτων, εἰ τοιοῦτος ἐστιν οἶοι κᾳκεινοι, καὶ μὴ θείᾳ δυνάμει πάντα ἐργάζονται, μικρὸν ἀναμείνατε, καὶ ἡ τῶν πραγμάτων ὑμῶν πιστώσεται ἔκβασις· διὰ τοῦ τέλους εἴσεσθε, εἴτε ἄνθρωπός ἐστι πλάνος, ὥς φατε, καὶ παράνομος, εἴτε Θεὸς ὁ πάντα συγκρατῶν, καὶ ἀπορρήτῳ δυνάμει τὰ καθ’ ἡμᾶς οἰκονομῶν πράγματα· ὅπερ οὖν καὶ ἐγένετο· ἀνέμειναν, καὶ διὰ τῶν ἔργων ἐδηλοῦτο ἡ θεία καὶ ἄμαχος δύναμις.

  33. 6.39

    Μήποτε καὶ θεομάχοι εὑρεθῆτε.

  34. 6.40

    Τοῦ Χρυσοστόμου. Τί οὖν κωλύει, φησὶ, καὶ μήποτε γάρ, φησι, καὶ θεομάχοι εὑρεθῆτε· καὶ διὰ τοῦ ἀδυνάτου καὶ διὰ τοῦ ἀσυμφόρου ἀποτρέπει αὐτούς· καὶ οὐκ εἶπεν ὅτι ἀπό τινος ἀνῃρέθησαν, ἀλλ’ ὅτι ἐνταῦθα διελύθησαν, καὶ ἐρρύη αὐτῶν τὸ σύστημα. εἰ μὲν γὰρ ἀνθρώπινόν ἐστι, φησὶ, τί δεῖ πραγμάτων ὑμῖν ; ἀλλ’ εἰ u θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε περιγενέσθαι· ἄληπτος ὁ λόγος. πῶς ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ μαστίξαι μόνον ; ἐπείσθησαν γὰρ αὐτῷ, φησίν.

  35. 6.41

    Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς Ἀποστόλους, δείραντες, παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· καὶ ἀπέλυσαν αὐτούς.

  36. 6.42

    Τοῦ Αὐτοῦ. Πῶς ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν μαστίξαι μόνον; ὅρα μετὰ πόσα μαστίζονται, καὶ πάλιν ἡ διδασκαλία ἐπετείνετο· καὶ γὰρ ἐν οἰκία καὶ ἐν τῷ ἱερῷ ἐδίδασκον. Καὶ μετ’ ὀλίγα—τινος οὑν ἕνεκεν, φησὶ, μαστίζονται; τῇ μὲν ἀναμφισβητήτῳ δικαιολογίᾳ ἀντιβλέψαι οὐκ εἶχον, ὅμως δὲ τὸν θυμὸν ἐπλήρουν τὸν οἰκεῖον, καὶ πάλιν ταύτῃ φοβῆσαι προσεδόκησαν.

  37. 6.43

    Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου.

  38. 6.44

    Τοῦ Χρυσοστόμου. Πόσων σημείων τοῦτο οὐ θαυμασιώτερον; οὐδαμοῦ γέγονεν ἐπὶ τῶν παλαιῶν τοῦτο· ἐπεὶ καὶ Ἰερεμίας ἐμαστίχθη διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τῷ Ἠλίᾳ ἠπείλησαν καὶ τοῖς ἄλλοις· ἀλλ’ ἐνταῦθα καὶ ἀπὸ τούτου καὶ ἀπὸ τῶν σημείων μόνον τὴν δύναμιν ἐνεδείκνυντο τοῦ Θεοῦ· οὐκ εἶπεν ὅτι οὐκ ἤλγουν, ἀλλ’ ὅτι καὶ ἀλγοῦντες ἔχαιρον· πόθεν δῆλον ; ἐκ τῆς μετὰ ταῦτα παρρησίας· οὕτως ἐνεστήκεσαν ἀεὶ καὶ μετὰ τὰς πληγὰς κηρύτ- τοντες.

  39. 6.45

    ἈΜΜΩΝÍOY ΠΡΕΣΒΥΤΕΡΟΥ. “‘Υπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι·” τῷ καθολικῷ χρησάμενος ἐδήλωσεν, ὅτι Θεὸς ἦν ὁ Ἰησοῦς· ὥσπερ γάρ τις λέγων; αὐτὸς εἶπεν, ὁ ὢν εἰπε, τὸν Θεὸν σημαίνει· οὕτως καὶ ὁ ἀορίστως τὸ ὄνομα μόνον εἰπὼν, ὁμοίως τὴν θείαν τοῦ Ἰησοῦ οὐσίαν ἐσήμανεν.

  40. 6.46

    Οτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ἀτιμασθῆναι· πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν.

  41. 6.47

    Τοῦ Χρυσοστόμου. Καταξιωθῆναι γὰρ ὄντως ἐστὶ καὶ τὸ ἀτιμασθῆναι· εἰ γὰρ φίλον τις ἔχων, κέρδος ἡγεῖται τὸ δι’ ἐκεῖνόν τι παθεῖν, πολλῷ μᾶλλον ὁ διὰ Χριστόν· μὴ τοίνυν ἀσχάλλωμεν πρὸς τὰς θλίψεις τὰς διὰ Χριστὸν, ἀλλὰ μνημονεύωμεν τῶν δεσμῶν Παύλου καὶ ἡμεῖς, καὶ τοῦτο ἡμῖν ἔστω προτροπή. Καὶ πάλιν—Οὕτω δὴ καὶ ἡ σωτηρία ἡμῶν τότε ἐνεργεῖται μειζόνως· τουτέστι δείκνυται, αὔξεται, ἐπιτείνεται, ὅταν ὑπομονὴν ἔχῃ, ὅταν πάσχῃ, καὶ γενναίως ἅπαντα φέρῃ· ἄρα ἐνέργεια σωτηρίας οὐ τὸ ποιεῖν κακῶς ἀλλὰ τὸ πάσχειν κακῶς· "οὐκ ἄξια γὰρ τὰ παθή- "μάτα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν.”

  42. 7.1

    Περὶ χειροτονίας τῶν ἑπτὰ Διακόνων.

  43. 7.2

    Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους.

  44. 7.3

    Τοῦ Χρυσοστόμου. Ἑλληνιστὰς οἶμαι καλεῖν φθεγγομένους· οὗτοι γὰρ Ἑλληνιστὶ διελέγοντο. ἰδοὺ ἄλλος πειρασμός· ὅσα καὶ ἔσωθεν καὶ ἔξωθεν τούτους εὐθέως ἐξ ἀρχῆς. Τοῦ Αὐτοῦ. Ὅτε ταῦτα ἐγένετο, ὅτε μάστιγες, τότε ἐπληθύνοντο οἱ μαθηταί.

  45. 7.4

    Ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῆ καθημερινῇ αἱ χῆραι αὐτῶν. προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον.

  46. 7.5

    Τοῦ Αὐτοῦ. Ἄρα καθημερινὴ διακονία ἦν ταῖς χήραις· πῶς οὗτος διακονίαν καλεῖ, καὶ οὐ ταχέως ἐλεημοσύνην· ἅμα καὶ τοὺς ποιοῦντας καὶ τοὺς πάσχοντας διὰ τούτου ἐπαίροντες· τοῦτο οὐ κακία ἦν, ἀλλὰ τοῦ πλήθους ἴσως ῥαθυμία· διὰ τοῦτο προὔθη- κεν αὐτὸ εἰς μέσον· οὐ μικρὸν γὰρ τὸ κακὸν ἢν· ὄρα πὼς καὶ ἐν ἀρχῇ τὰ κακὰ οὐχὶ ἔξωθεν μόνον ἦν· ὅρας τὰ ἔξω διαδεχόμενα τὰ ἔσω;

  47. 7.6

    Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις.

  48. 7.7

    Τοῦ Αὐτοῦ. Πρῶτον τὸ ἄτοπον τίθησιν, ὡς οὐ κενὸν αὐτῆς σπουδῆς ἀμφότερα γίνεσθαι· ἐπεὶ καὶ ὅτε τὸν Ματθίαν χειροτονεῖν ἔμελλον, πρῶτον τὴν χρείαν δείκνυσι τοῦ πράγματος, ὅτι ἔλειπεν εἷς, καὶ ἔδει γενέσθαι δώδεκα· καὶ ἐνταῦθα τὴν χρείαν ἐδήλωσαν· οὐ πρότερον ἐποίησαν, ἀλλὰ περιέμενον γενέσθαι τὸν γογγυσμόν· καὶ οὔτε ἠνέσχοντο ἐπιτοπολὺ τοῦτο συμβῆναι· καὶ ὅρα τὴν κρίσιν αὐτοῖς ἐπιτρέπουσι· τοὺς πᾶσιν ἀρέσκοντας, τοὺς ὑπὸ πάντων μαρτυρουμένους, ἐκείνους προβάλλονται· καὶ σφόδρα αὕτη καλὴ κρίσις· ἑπτὰ προβάλλονται, οὐκέτι δώδεκα.

  49. 7.8

    Τοῦ Αὐτοῦ. τῶν γὰρ ἀναγκαίων τὰ ἀναγκαιότερα προτιμότερα· ὅρα δὲ πῶς εὐθέως καὶ τούτου πρόνοιαν ἐποιοῦντο, καὶ τοῦ κηρύγ- ματος οὐκ ἠμέλουν.

  50. 7.9

    Ἐπισκέψασθε οὖν, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας· οὗς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης.

  51. 7.10

    Τοῦ Αὐτοῦ. Καίτοι ἠδύναντο αὐτοὶ ἐκλέξασθαι Πνεύματι κινούμενοι· ἀλλ’ ὅμως καὶ τὴν μαρτυρίαν βούλονται τὴν παρ’ αὐτῶν· τὸ μὲν οὖν ὁρίσαι τὸν ἀριθμὸν, καὶ τὸ χειροτονῆσαι καὶ ἐν χρείᾳ τοιαύτῃ αὐτῶν ἦν· τὸ δὲ ἑλέσθαι τοὺς ἄνδρας ἐκείνοις ἐπιτέπουσιν, ἵνα μὴ δόξωσιν αὐτοὶ χαρίζεσθαι.

  52. 7.11

    Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.

  53. 7.12

    Τοῦ Αὐτοῦ. Πάλιν καὶ ἀρχόμενοι καὶ “ προσκαρτερήσομεν,” φησίν· οὕτω γὰρ ἔδει οὐχ ἅπλως, οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ προσκαρτερεῖν.

  54. 7.13

    Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους.

  55. 7.14

    Καὶ τοῦτο τῆς αὐτῶν σοφίας ἄξιον· πάντες ἐπῄνεσαν τὸ λεχθὲν, οὕτως ἢν συνετόν.

  56. 7.15

    Καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Αντιοχέα.

  57. 7.16

    Τοῦ Χρυσοστόμου. Ὄρα καὶ ἐκεῖνοι πλήρεις ἵνα μὴ τὰ αὐτὰ γένηται οἷα ἐπὶ Ἰούδα, οἷα ἐπὶ Ἀνανίου καὶ Σαπφείρης.

  58. 7.17

    ΕΞ ἀνεπιγράρου. Δηλοῦται καὶ διὰ τούτου, ὡς ἐκείνη πίστις ἡ μετ’ ἐπιτάσεως ἐστιν, ἡ αἰτία τοῦ χορηγηθῆναι τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ οὐχ ἡ ἁπλῶς πίστις.

  59. 7.18

    Διδύμου. τῶν μετεχόντων τὴν ἀρετὴν, οἱ μὲν τελείως, οἱ ἐλλιπῶς αὐτὴν ἔχουσι· Στέφανος γοῦν μαρτυρεῖται τῆς ἐκλογῆς τετυχηκέναι διὰ τὸ πλήρης εἶναι πίστεως καὶ πνεύματος· οὐ παντὸς τοῦ ὁπωσδήποτε πιστεύοντος· πλήρης t ὄντως πίστεως· εἴρηται γὰρ περί τινος ὀφθέντος τῷ Πέτρῳ, πίστιν ἔχοντος οὐ μὴν πλήρους u αὐτῆς ὄντος.

  60. 7.19

    Οὓς ἔστησαν ἐνώπιον τῶν Ἀποστόλων.

  61. 7.20

    Τοῦ Χρυσοστόμου. Ἠφόρησαν αὐτοὺς τοῦ πλήθους, καὶ αὐτοὶ ἕλκουσιν· οὐχ οἱ Ἀπόστολοι ἄγουσιν· ὅρα πῶς οὐκ ἔστι περιττός· οὐ λέγει πῶς, ἀλλὰ τί; ἐχειροτονήθησαν διὰ προσευχῆς· τοῦτο γὰρ ἡ χειροτονία ἐστίν· ἡ χεὶρ ἐπίκειται τοῦ ἀνδρός· τὸ δὲ πᾶν ὁ Θεὸς ἐργάζεται, καὶ νῦν ἡ αὐτοῦ χάρις ἐστὶν, ἡ ἁπτομένη τῆς κεφαλῆς τοῦ χειροτονουμένου, ἐὰν ὡς δεῖ χειροτονῆται.

  62. 7.21

    Καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.

  63. 7.22

    Ἀμμωνίου. Σημειωτέον ὅτι δι’ εὐχῆς καὶ ἐπιθέσεως τῶν τῶν ἡγουμένων τῷ λόγῳ ἡ χειροτονία· καὶ ἡ ἀξία τῆς διακονίας ἐδόθη ἐξ ἀρχῆς τοῖς διακόνοις, καὶ τοῦτο ἔθος μέχρι καὶ νῦν σώζεται.

  64. 7.23

    Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα.

  65. 7.24

    Τοῦ Χρυσοστόμου. οὑχ ἁπλῶς εἶπε τοῦτο, ἀλλ’ ἔδειξεν ὅση τῆς ἐλεημοσύνης ἰσχὺς, καὶ τῆς διατάξεως· καὶ μέλλει λοιπὸν αὔξειν τὸ κατὰ Στέφανον· καὶ τὰς αἰτίας αὐτῶν προτίθησιν.

  66. 7.25

    Πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουε τῆ πίστει.

  67. 7.26

    Ἐπειδὴ γὰρ εἶδον τὸν ἄρχοντα καὶ διδάσκαλον τοιαῦτα ἀποφηνάμενον, ἀπὸ τῶν ἔργων λοιπὸν τὴν πεῖραν ἐλάμβανον· θαυμάσαι δὲ ἄξιον, πῶς οὐκ ἐσχίσθη τὸ πλῆθος ἐν τῇ αἱρέσει τῶν ἀνδρῶν· ὁποῖον δὲ ἀξίωμα εἶχον οὗτοι, καὶ ὁποίαν ἐδέξαντο χειροτονίαν ἀναγκαῖον μαθεῖν· ἄρα τὴν τῶν διακόνων· καὶ μὴν τοῦτο ἐν ταῖς ἐκκλησίαις οὐκ ἔστιν· ἀλλὰ τῶν πρεσβυτέρων ἐστὶν ἡ οἰκονομία. καίτοι οὐδέπω οὐδεὶς ἐπίσκοπος ἦν, ἀλλ’ οἱ Ἀπόστολοι μόνον· ὅθεν οὔτε διακόνων οὔτε πρεσβυτέρων τὸ ὄνομα εἶναι δῆλον καὶ φανερὸν, ἀλλὰ τέως εἰς τοῦτο χειροτονήθησαν· καὶ οὐχ ἁπλῶς ἐχειροτονήθησαν, ἀλλ’ ἐπηύξαντο αὐτοῖς δυνηθῆναι περιγενέσθαι· ὅρα δέ μοι εἰ ἑπτὰ ἀνδρῶν ἐδέησεν εἰς τοῦτο· τοσαῦτα ἴσως ἐπέρρει χρήματα· τοσούτων χηρῶν πλῆθος ἦν.

  68. 7.27

    Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μέγαλα ἐν τῷ λαῷ.

  69. 7.28

    Τοῦ Αύτοῦ. Ὅρα πῶς καὶ ἐν τοῖς ἑπτὰ ἦν τις τὰ πρῶτα εἶχεν· εἰ γὰρ καὶ ἡ χειροτονία κοινὴ ἦν, ἀλλ’ ὅμως ἐπεσπάσατο χάριν πλείονα· καὶ ὅρα πῶς πρὸ τούτου οὐκ ἐποίει, ἀλλ’ ὅτε δῆλος γέγονεν· ἵνα δειχθῇ ὅτι οὐκ ἀρκεῖ X μόνη ἡ χάρις, ἀλλὰ δεῖ καὶ τῆς χειροτονίας, ὥστε προσθήκη Πνεύματος ἐγένετο· εἰ γὰρ πλήρεις. Πνεύματος ἦσαν, δηλονότι τοῦ ἀπὸ τοῦ λουτροῦ.

  70. 7.29

    Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ· καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῆ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.

  71. 7.30

    Τοῦ αὐτοῦ. Πάλιν ἀνάστασιν τὸν παροξυσμὸν αὐτῶν λέγει καὶ τὴν ὀργήν. ἐνταῦθα πολὺ τὸ πλῆθος· καὶ ὅρα ἕτερον τῆς κατηγορίας τὸ σχῆμα· ἐπειδὴ γὰρ ἐκώλυσεν αὐτοὺς Γαμαλιῆλος μηδὲν ὑπὲρ ἐκείνου ἐγκαλεῖν, ἑτέραν κατηγορίαν εἰσάγουσιν.

  72. 7.31

    Τοῦ αὐτοῦ. λιβερτῖνοι ἦσαν οἱ Ῥωμαίων ἀπελεύθεροι· ὥσπερ ᾤκουν ἐκεῖ πολλοὶ ξένοι, οὕτω καὶ συναγωγὰς εἶχον, ἔνθα ἔδει τὸν νόμον ἀναγινώσκεσθαι καὶ εὐχὰς γίνεσθαι.

  73. 7.32

    Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι ἀκηκόαμεν αὐτοῦ τοῦ λέγοντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς· καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν, καὶ ἤγαγον εἰς τὸ συνέδριον· ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας.

  74. 7.33

    Τοῦ αὐτοῦ. Διὰ γὰρ τοῦτο συνεζήτουν, ἵν ἀναγκάσωσιν αὐτόν τι εἰπεῖν· ὁ δὲ γυμνότερον λοιπὸν διελέγετο· καὶ τὴν παῦλαν ἔλεγεν ἴσως τοῦ θείου νόμου, ἢ οὐκ ἔλεγε μὲν, ᾐνίττετο δέ· ἐπεὶ εἰ ἔλεγε φανερῶς, οὐκ ἔδει τῶν ὑπολοίπων ἀνδρῶν οὐδὲ τῶν ψευδομαρτύρων.

  75. 7.34

    Τοῦ αὐτοῦ. Ἐπὶ μὲν τῶν Ἀποστόλων ἔλεγον, ὅτι τὴν ἀνάστασιν κατήγγελλον, καὶ ὅτι πολὺς ὄχλος ἐπιρρεῖ· ἐνταῦθα δὲ, ὅτι ἐθεραπεύοντο· ὑπὲρ ὧν εὐχαριστεῖν ἔδει, ὑπὲρ τούτων ἐμέμφοντο· ὦ τῆς ἀνοίας· τοὺς διὰ τῶν ἔργων κρατοῦντας προσεδόκων κρατήσειν διὰ τῶν λόγων· ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν· καὶ ἀεὶ λόγους αὐτοὺς ἐνέβαλλον· ἁρπάσαι γὰρ ἁπλῶς ᾐσχύνοντο, οὐδὲν ἔχοντες ἐγκαλεῖν. Καὶ μετ’ ὀλίγα—ὅρα τοῦ κηρύγματος τὴν δύναμιν, ὅτι οὐ μαστιζομένων μόνον ἀλλὰ καὶ λιθαζομένων κρατεῖ.

  76. 7.35

    Ὁ y ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα βλάσ- φημα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος.

  77. 7.36

    Τοῦ Χρυσοστόμου. Ὡς ἔργον αὐτοῦ ποιουμένου, καὶ μετὰ προσθήκης, “ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς,” φησὶν, οὐκέτι ὁ Θεός· ὡς ἐπ’ ἀνατροπῇ πολιτείας καὶ ἀσεβείας αὐτοῦ κατηγόρουν.

  78. 7.37

    ἈΜΜΩΝÍΟΥ. Σημειωτέον ὅτι αὐτοὶ οἱ ψευδομάρτυρες ἀληθῆ προεφήτευον, καὶ μὴ βουλόμενοι, περὶ τῆς τοῦ ναοῦ ἀπωλείας καὶ τῆς ἐναλλαγῆς τῆς κατὰ τὸν νόμον σαρκικῆς λατρείας.

  79. 7.38

    Ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.

  80. 7.39

    Τοῦ Χρυσοστόμου. Ἰησοῦς,” φησὶν, ὁ Ναζωραῖος,” καὶ ὀνειδιστικῶς· "καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη· τοῦτο περὶ τοῦ Χριστοῦ ἔλεγον, ὁ καταλύων τὸν ναὸν τοῦτον· πολλὴ γὰρ ἦν αὐτοῖς εὐλάβεια περὶ τὸν ναὸν, ἅτε καὶ μετοικεῖν βουλομένοις· καὶ περὶ τὸ ὄνομα Μωϋσέως διπλῆ ἡ κατηγορία· εἰ ἀλλάξῃ τὰ ἔθη, καὶ ἕτερα ἀντεισάξει· ὅρα πῶς μικρὰ ἡ κατηγορία, καὶ κινδύνων γέμουσα.

  81. 7.40

    Καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον Ἀγγέλου.

  82. 7.41

    Οὕτως ἔστι καὶ ἐν ἐλάττονι ὄντι βαθμῷ λάμπειν· τι γὰρ, εἰπέ μοι, τῶν Ἀποστόλων οὗτος ἔλαττον ἔσχε; οὐχὶ πολλῶν ἐδεήθη· καὶ πολλὴν ἐπεδείξατο παρρησίαν· “ εἶδον τὸ πρόσωπον αὐτοῦ, φησὶν, "ὡς πρόσωπον Ἀγγέλον·” τοῦτο γὰρ ἡ χάρις ἦν· τοῦτο ἡ δόξα Μωϋσέως ἦν· ἐπίχαριν αὐτὸν ἐποίησεν ὁ Θεός.

  83. 7.42

    Τοῦ αὐτοῦ. “Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον Ἀγγέλου· ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν ἀστράπτουσαν δόξαν· ὅπερ γὰρ Μωϋσῆς ἐπὶ τοῦ προσώπου εἶχε, τοῦτο οὗτος ἐπὶ τῆς ψυχῆς περιέφερε· μᾶλλον δὲ καὶ πολλῷ πλέον· τὸ μὲν γὰρ Μωϋσέως αἰσθη- τικωτερον ήν· τοῦτο δὲ ἀσώματον.

  84. 7.43

    Εἰπε δὲ ὁ ἀρχιερεὺς, εἰ ἄρα z ταῦτα οὕτως ἔχει, ὁ δὲ ἔφη.

  85. 7.44

    Τοῦ αὐτοῦ. Μετ’ ἐπιεικείας ἡ ἐρώτησις· ἵνα τι μέγα κακὸν ἐργάσηται· διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ προσηνείας ἄρχεται τῶν ῥημάτων, καὶ φησίν· “ ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε μου, ” καὶ τὰ ἑξῆς.

  86. 7.45

    Τοῦ αὐτοῦ. Εὐθέως ἐκ τοῦ προοιμίου τὴν δόξαν αὐτῶν ἀναιρεῖ καὶ κατασκευάζει, δι’ ὧν φησὶν, ὅτι οὐδέν ἐστιν ὁ ναὸς καὶ οὐδὲν τὰ ἔθη ἀνυπόπτως· καὶ ὅτι οὐ περιέσονται τοῦ κηρύγματος· καὶ ὅτι ἐξ ἀμηχάνων ἀεὶ ὁ Θεὸς εὐμήχανα κατεσκεύασεν· ὅρα γοῦν διὰ τούτων ὑφαινομένην τὴν δημηγορίαν, καὶ ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ φιλανθρωπίας, τοῖς ἐναντίοις τὸν εὐεργέτην ἠμείψαντο, καὶ ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν.

  87. 7.46

    Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου.

  88. 7.47

    Κυρίλλου Ἀλεξανδρείασ. Ἑτοιμάζεσθαι Ἑτοιμάζεσθαι κελεύει πρὸς εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν θείων λόγων τὴν δύναμιν.

  89. 7.48

    Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν· καὶ εἶπε πρὸς αὐτόν.

  90. 7.49

    Τοῦ Χρυσοστόμου. Καὶ ναὸς οὐκ ἦν, καὶ θυσία οὐκ ἦν, καὶ θείας ὄψεως ἠξίωτο Ἀβραάμ· καὶ προγόνους Πέρσας εἶχε, καὶ ἐν ἀλλοτρίᾳ γῇ ἦν· καὶ καλῶς ἀρχόμενος “τὸν Θεὸν τῆς δόξης ἐκάλεσεν, ἐπειδὴ τοὺς ἀτίμους ἐνδόξους πεποίηκε, φησὶ, καὶ ἡμᾶς ποιήσει· ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν σωματικῶν· ἀπὸ τοῦ τόπου τέως· ἐπειδὴ περὶ τόπου ὁ λόγος ἦν· "ὁ Θεὸς τῆς δόξης” φησὶ πάλιν, ὅτι οὐ δεῖται τῆς παρ’ ἡμῶν δόξης τῆς διὰ τοῦ ναοῦ.

  91. 7.50

    ἘΞ Ἀνεπιγράφου. Ὥσπερ οἱ ἄλλοι Ἀπόστολοι τῶν ἄλλον λεγόντων τὸν Θεὸν τὸν κοσμοποιὸν, καὶ ἄλλον τὸν Πατέρα τοῦ Χριστοῦ Ἰησοῦ, ἑνὰ καὶ τὸν αὐτὸν ἐν τῇ εὐχῇ ἐσπούδαζον δεικνύναι· οὕτω καὶ ἐνταῦθα ὁ Στέφανος τοῦ αὐτοῦ μετασχὼν Πνεύματος τὰ αὐτὰ φησί· πλεῖστα γὰρ εἰπὼν περὶ τοῦ τὸν νόμου δεδωκότος καὶ τὸν κόσμον πεποιηκότος, ἐπήγαγεν, ὡς τῶν οὐρανῶν ἀνεῳγμένων, εἶδε τὸν Χριστὸν ἐκ δεξιῶν ὄντα τοῦ Θεοῦ· ὑπὲρ οὗ πάντα τὰ εἰρημένα διηγήσατο.

  92. 7.51

    Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἢν ἄν σοι δείξω· τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων, κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἢν ὑμεῖς νῦν κατοικεῖτε.

  93. 7.52

    Τοῦ Χρυσοστομου. Δείκνυσι Y πῶς οὐκ εἰσὶν οὗτοι τέκνα τοῦ Ἀβραὰμ, πῶς ἐκεῖνος πειθήνιος ἦν, καὶ ἐκ τῆς συγγενείας σου φησίν· ἀμφότερα φορτικά· καὶ ὅτι ἐκεῖνος μὲν τοὺς πόνους ὑπέμεινεν, ὑμεῖς δὲ τοὺς καρποὺς δρέπεσθε· καὶ ὅτι πάντες οἱ πρόγονοι ἐν κακουχίᾳ.

  94. 7.53

    ΩΡΙΓΕΝΟΥΣ. Αεκτεὸν ὅτι οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες, καὶ ἔσθ’ ὅτε διὰ τὸν λόγον ἀλλοτριούμενοι τῆς ἑαυτῶν γῆς καὶ τῆς συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρὸς, υἱοὶ εἰσὶν Ἀβραὰμ, τοῦ ταῦτα ἀκούσαντος καὶ ποιήσαντος.

  95. 7.54

    Κυρίλλου. Ἄθρει δὴ οὖν ὅτι τοῖς ὁλοσχερῶς τὲ καὶ ὁλοτρόπως ἀκολουθοῦσι Θεῷ, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος πεποιημένοις δεύτερα τὰ σαρκὸς καὶ φιληδονίαν κοσμικὴν, ἕψεται πάντως τοῖς τοιούτοις τὸ εὐλογίας τῆς ἄνωθεν πλουσίως μεταλαχεῖν.

  96. 7.55

    Παντὶ τῷ ἀναγινώσκοντι φανερόν ἐστιν, ὡς τῷ Σωτήρι’ καὶ δι’ αὐτοῦ τῷ Πατρὶ, ὥσπερ οἱ ἀπόστολοι, καὶ ὁ Στέφανος ἐπανεῖχε· διὸ ἡγητέον λέγοντα αὐτὸν τὸν πατέρα Ἀβραὰμ προσεληλυθέναι τῷ Θεῷ τῆς δόξης, μὴ ἄλλον εἰδέναι Θεὸν, ἢ τὸν ὠφθέντα τῷ Ἀβραάμ· ὅθεν αἱρετικοὺς ὑποληπτέον εἶναι τοὺς διακόπτοντας τὸν κοσμοποιὸν ἀπὸ Πατρὸς Ἰησοῦ· πλεῖστα γὰρ ὁ προκείμενος ἀνὴρ εἰπὼν ἐν τῇ πρὸς Ἰουδαίους ἀπολογίᾳ περὶ τοῦ τὸν νόμον δεδωκότος καὶ τὸν κόσμον πεποιηκότος, ἐπήγαγεν ὡς τῶν οὐρανῶν ἀνεῳγμένων εἶδε τὸν Χριστὸν ἐκ δεξιῶν ὄντα τοῦ Θεοῦ· ὑπὲρ οὗ πάντα τὰ εἰρημένα διηγήσατο.

  97. 7.56

    Καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός· καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν, οὐκ ὄντος ἀυτῶ τέκνου.

  98. 7.57

    Τοῦ Χρυσοστόμου. Ὄρα πῶς αὐτοὺς ἀπὸ τῆς γῆς ἀνάγει· οὐ γὰρ εἶπε δώσει δηλονότι καὶ οὐδὲν παρ’ αὐτὸν, ἦλθε γὰρ καὶ συγγένειαν ἀφεὶς καὶ πατρίδα· διατὶ οὖν οὐκ ἔδωκεν; ἄρα τύπος ἦν ἑτέρας γῆς, καὶ ἐπηγγείλατο δοῦναι αὐτήν· ὅρα ὅτι οὐχ ἁπλῶς πάλιν τὸν λόγον ἀναλαμβάνει· οὐκ ἔδωκε, καὶ ἐπηγγείλατο καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν, οὐκ ὄντος αὐτῷ τέκνου πάλιν τὸ δυνατὸν τοῦ Θεοῦ τὸ ἐξ ἀμηχάνων πάντα ποιεῖν· τὸν ἐν Πέρσιδι καὶ τοσοῦτον ἀπέχοντα, τοῦτον ἔφησε κύριον τῆς Παλαιστίνης ποιήσειν. δείκνυσιν ἐνταῦθα τὴν ἐπαγγελίαν πρὸ τοῦ τόπου γεγε- γεγενημένην πρὸ τῆς περιτόμης πρὸ θυσίας πρὸ του νάου· καὶ οὐκ ἀξίαν οὗτοι ἔλαβον οὐδὲ περιτομὴν, οὐδὲ νόμον, ἀλλὰ τῆς ὑπακοῆς μόνον μισθὸς ἦν ἡ γῆ· καὶ οὐδὲ τῆς περιτομῆς δοθείσης ἡ ἐπαγ- γελια πληροῦται καὶ ὅτι τύποι ἤσαν καὶ τὸ τὴν πατρίδα αφει- ναι τοῦ Θεοῦ κελεύοντος, οὐ παρὰ τὸν νόμον· ἐκείνη γὰρ πατρὶς ἔνθα ἂν ἡγεῖται Θεός· καὶ ἐξῆλθε, φησὶν, ἐκ γῆς Χαλδαίων· καὶ ὅτι εἴτις ἀκριβῶς ἐξετάσοι, Πέρσαι εἰσὶν οἱ Ἰουδαῖοι· καὶ καὶ χωρὶς σημείων πείθεσθαι χρὴ τῷ Θεῷ λέγοντι, κἂν δεινὰ τινὰ συμβαίνῃ· ἐπεὶ καὶ ὁ Πατριάρχης, καὶ τὸν τάφον καταλιπὼν τὸν πατρῷον καὶ πάντα, ἐπείθετο τῷ Θεῷ· καὶ ὑπέσχετο, φησὶ, δοῦ- ’ναι αὐτὴν αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν· πολλὴ ἐν- ταῦθα τοῦ Κυρίου ἡ φιλανθρωπία δείκνυται, καὶ ἡ τοῦ Ἀβραὰμ πίστις· καίτοι γὰρ οὐκ ὄντος αὐτῷ τέκνου δείκνυσι διὰ τὴν ὑπα- κοὴν καὶ τὴν πίστιν· καίτοιγε τὰ γενόμενα τοὐναντίον ἐδείκνυ· οἷον μετὰ τὸ ἐλθεῖν οὐκ ἔσχε βῆμα ποδός· παῖδα οὐκ ε7χεν· ἅπερ ἐναντία ἦν τῇ πίστει· ταῦτα ἑωρακότες καὶ ἡμεῖς, ἅπερ ἐπαγγέλ- λεται Θεὸς, δεχόμεθα, κἂν ἐναντία ᾖ τὰ γινόμενα. καίτοι γε ἐφ’ ἡμῶν οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα ἀκόλουθα· ἔνθα μὲν γὰρ ἀν’ ὦσιν αἰ ὑποσχέσεις, ὅταν τἀναντία γένηται, ἐναντία ἐστιν, οὕτως· ἐφ’ ἡμῖν δὲ τοὐναντίον· ἐνταῦθα μὲν θλῖψιν ε7πεν, ἐκεῖ δὲ ἄνεσιν.

  99. 7.58

    Ἐξ Ἀνεπιγράφου. Διὰ τοῦτο οὐκ ἔδωκεν, ἐπειδὴ εἰς κατά- σχέσιν αὐτὴν αὐτῷ δώσειν ἐπηγγείλατο· ὁ δὲ πάροικος καὶ παρ- επίδημος καὶ μετ’ ὀλίγον ἀναλύειν μέλλων, πῶς κατέχειν ἠδύνατο· σώζεται ἄρα ἡ κληρονομία τῷ Ἀβραὰμ διὰ τοῦ σπέρματος αὐτοῦ, ὁ ἐστι Χριστός· ὅτε δὲ καὶ συμβασιλεύσωσιν αὐτῷ οἱ ἅγιοι κατὰ τὸ γεγ ραμμένον, “ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ,” πάν- τῶν τῶν ἐθνῶν βασιλεὺς ὤν.

  100. 7.59

    Ἐλάλησε δὲ ὁ Θεὸς οὕτως· ὅτι ἔσται τὸ σπέρμα σου πάροικον ἐν γῆ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν, ἔτη τετρακόσια. καὶ τὸ ἔθνος, ᾧ ἃν δουλεύ- σῶσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπερ τούτῳ.

← Previous · Next → — showing 501600 of 2,399

First Thousand Years of Greek. CTS URN tlg4102.tlg008.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.