Ancient Textssearch the texts themselves, not just their titles

← Library

Catena In Acta

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,399 sections

  1. 5.8

    Οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς.

  2. 5.9

    Εἰ μὲν ψευδῆ ἃ λέγομεν, ἐπιλαβοῦ· εἶδ’ ἀληθῆ, τί κωλύεις; τοιοῦτον ἡ φιλοσοφία· ἐκεῖνοι ἐν ἀπορίᾳ, οὗτοι ἐν εὐφροσύνῃ· ἐκεῖνοι πολλῆς γέμοντες αἰσχύνης, οὗτοι μετὰ παρρησίας πάντα πράττοντες· ἐκεῖνοι ἐν τῷ δεδοικέναι, οὗτοι ἐν τῷ θαρρεῖν.

  3. 5.10

    Μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτοὺς διὰ τὸν λαόν· ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γευονότι· ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ’ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.

  4. 5.11

    Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. ἐκ Τοῦ Κατα Ματφαῖον ὑπομνήματοσ. Εἶδες φρόνημα ὑψηλόν; εἶδες πέτραν κυμάτων καταγελῶσαν; εἶδες οἰκίαν ἄσειστον; καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὐ μόνον οὐκ ἐγίνοντο δειλοὶ δι’ ὧν ἐπεβουλεύοντο, ἀλλ’ ὅτι καὶ πλέον ἐλάμβανον θάρσος, κἀκείνους εἰς μείζονα ἐνέβαλον ἀθυμίαν· καὶ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτός ἐστι ὁ πληττόμενος· καὶ ὁ τὰ κέντρα λακτίζων, οὗτός ἐστιν ὁ κεντούμενος καὶ χαλεπὰ δεχόμενος τραύματα.

  5. 5.12

    Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ἐπεστόμισε γὰρ αὐτοὺς τὰ σημεῖα· οὐδὲ ἠνείχοντο τελέσαι αὐτοὺς τὸν λόγον, ἀλλὰ μεταξὺ λέγοντας διέ- κοψαν σφόδρα ὑβριστικῶς. Καὶ μετ’ ὀλίγα—Ἀλλ᾿ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα· τὸ μὲν πρῶτον διὰ δόξαν ἀνθρωπίνην ἅπαντα ἐποίουν· νυνὶ δὲ καὶ ἕτερον προσέκειτο, τὸ μὴ δόξαι μιαιφόνους εἰναι, ὃ μετὰ ταῦτα ἔλεγον· “βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ “ αἷμα ἀνθρώπου τούτου·” ὢ τῆς ἀνοίας· πεισθέντες ὅτι ἀνέστη, καὶ τὸ τεκμήριον λαβόντες ὅτι ἔστι Θεὸς, τὸν ὑπὸ τοῦ θανάτου μὴ κατασχεθέντα, ὑπὸ οἰκείων προσεδόκησαν μηχανημάτων συσκιά- ζεσθαι· τι ταύτης τῆς ἀνοίας ἶσον; τοιοῦτο γὰρ ἡ πονηρία· οὐδὲν ὁρᾶ, ἀλλὰ πανταχοῦ θορυβεῖται.

  6. 5.13

    Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.

  7. 5.14

    Τοῦ Αὐτοῦ. Οὐχὶ φιλοτιμίας ἕνεκεν διηγοῦντο· πῶς γάρ; ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος τὰ τεκμήρια ἐπεδείκνυντο· ὅσα γὰρ ἐκεῖνοι εἶπον, ταῦτα διηγήσαντο· τὰ δὲ αὐτῶν εἰκὸς καὶ παρελθεῖν.

  8. 5.15

    Τοῦ Αὐτοῦ. “Ἦλθον,” φησὶν, “πρὸς τοὺς ἰδίους· ὅρα αὐτοὺς οὐκ ἐπιρρίπτοντας ἑαυτοὺς τοῖς πειρασμοῖς, ἀλλὰ τοὺς ἐπαγομένους γενναίως φέροντας· ἄλλος εἴτις ἦν τῶν μαθητῶν, ἴσως ἃν τῇ τοῦ πλήθους παρρησίᾳ θαρρῶν καὶ ὕβρισε, κἂν μυρία ἐδέξατο δυσχερῆ· ἀλλ’ οὐχ οἱ φιλόσοφοι οὗτοι, ἀλλὰ πάντα ἡμέρως καὶ ἐπιεικῶς.

  9. 5.16

    Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον.

  10. 5.17

    Τοῦ Αὐτοῦ. Καὶ μετὰ σπουδῆς πολλῆς· οὐδὲ γάρ ἐστιν εὐχὴ ἁπλῶς γινομένη· ὅρα δὲ πῶς εἰσὶν ἠκριβωμέναι αὐτῶν αἱ εὐχαί· ὅτε τὸν ἄξιον εἰς ἀποστολὴν αὐτοῖς ἠξίουν ἀναδειχθῆναι, οὕτως ἔλεγον· “ σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον· προγνώσεως γὰρ ἦν ἐκεῖ χρεία· ἐνταῦθα δὲ ἐπειδὴ ἐπιστομισθῆναι τοὺς ἐναν- τίους ἐχρῆν, περὶ δεσποτείας διαλέγονται· διὸ καὶ οὕτως ηὔξαντο· “ Δέσποτα, σὺ ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν “ θάλασσαν, καὶ τὰ ἑξῆς.

  11. 5.18

    Τοῦ Αὐτοῦ. Ἡ κραυγὴ γέγονεν ἀπὸ ἡδονῆς καὶ διαθέσεως πολ- λῆς· αἱ τοιαῦται γὰρ ἀνύουσιν εὐχαὶ, αἱ φιλοσοφίας γέμουσαι, αἱ πέρι τοιούτων γενόμεναι, αἰ πάρα τῶν τοιούτων, αἰ ἐν τοιούτοις καιροῖς, αἱ κατὰ τὸν τρόπον τοῦτον· ὡς αἴγε’ ἄλλαι βδελυκταὶ καὶ ἀκάθαρτοι· ὅρα πῶς οὐδὲν περιττὸν φησὶν, οὐδὲν γραῶδες καὶ μυθῶδες, ἀλλὰ περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγονται· καθάπερ αὐ- τὸς ὁ Χριστὸς ἔλεγε τοῖς Ἰουδαίοις “εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ “ἐκβάλλω τὰ δαιμόνια· ἰδοὺ καὶ ὁ Πατὴρ ἐν Πνεύματι φθέγ- γεται· τι γάρ φασι; “Δέσποτα, ὁ Θεὸς ὁ τοῦ Πατρὸς ἡμῶν διὰ ** Πνεύματος Ἁγίου στόματος Δαβὶδ παιδός σου εἰπὼν, ἵνα τί “ἐφρύαξαν ἔθνη;”

  12. 5.19

    Δέσποτα, σὺ ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ τοῦ πατρὸς ἡμῶν διὰ Πνεύματος Ἁγίου στόματος Δαβὶδ παιδός σου εἰπὼν, ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ τησαν κενὰ;

  13. 5.20

    Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Αὗται τῆς Ἐκκλησίας· ἑξῆς πᾶσα ἔσχηκεν ἐκκλησία τὴν ἀρχήν· αὗται φωναὶ τῆς μητροπόλεως τῶν τῆς καινῆς διαθήκης πολιτῶν· αὗται φωναὶ τῶν Ἀποστόλων· αὗται φωναὶ τῶν μαθητῶν τοῦ Κυρίου τῶν ἀληθῶς τελείων μετὰ τὴν ἀνάληψιν τοῦ Κυρίου, διὰ τοῦ Πνεύματος τελειωθέντων, καὶ ἐπικαλουμένων τὸν Θεὸν τὸν ποιήσαντα τὸν ούρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον· καὶ τὸν τούτου παῖδα, ὃν ἔχρισεν ὁ Θεός· καὶ ἄλλον οὐκ εἰδότων· οὐ γὰρ ἦν τότε Οὐαλεντῖνος ἐκεῖ οὐδὲ Μαρκίων, οὐδ’ οἱ λοιποὶ ἑαυτῶν τε καὶ τῶν πειθομένων αὐτοῖς καταστροφεῖς· διὸ καὶ ἐπήκουσεν αὐτῶν ὁ ποιητὴς τῶν ἁπάντων Θεός· “ ἐσαλεύθη γάρ, φησιν, “ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες “τοῦ Ἁγίου Πνεύματος· καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ “ παρρησίας παντὶ τῷ θέλοντι πιστεύειν.

  14. 5.21

    Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Καθάπερ συνθήκας ἀπαιτοῦντες τὸν Θεὸν, τὴν προφητείαν εἰς μέσον ἄγουσιν, ἅμα καὶ ἑαυτοὺς παραμυθούμενοι ὅτι εἰκῆ ἅπαντα μελετῶσιν οἱ ἐχθροί· ἐκεῖνα, φησὶν, εἰς πέρας ἄγαγε, καὶ δεῖξον ὅτι κενὰ ἐμελέτησαν. ΕΞ ἀνεπιγράφου. Ἐπειδὴ τινὲς τῶν αἱρεσιωτῶν λέγουσιν λον εἰναι Θεὸν τὸν κοσμοποιὸν, καὶ ἄλλον τὸν Πατέρα τοῦ Χριστοῦ· καὶ ἐναντίους εἶναι ἀλλήλοις· τούτου χάριν οἱ ἅγιοι Ἀπόστολοι τὴν αἵρεσιν ταύτην ἐκκόπτοντες, διὰ τῆς εὐχῆς παριστῶσιν, ὡς αὐτός ἐστι Θεὸς καὶ κοσμοποιὸς καὶ Πατὴρ Σωτῆρος ὑπάρχων, καθότι παρ’ αὐτοῦ δέδονται ἀμφότεραι αἱ διαθῆκαι.

  15. 5.22

    Διδύμου. Πολλοὶ τῶν ἀπὸ αἱρέσεων διαιροῦσι τὴν λέγοντες ἄλλον εἶναι Θεὸν τὸν κοσμοποιὸν, καὶ ἄλλον τὸν Πατέρα τοῦ Χριστοῦ· ὅθεν καὶ τὴν γραφὴν διαιρήσαντες, τὴν μὲν παλαιὰν διαθήκην τοῦ κοσμοποιοῦ, τὴν δὲ καινὴν τοῦ Πατέρος Χριστοῦ λέγουσιν εἶναι· ἑπομένως δὲ τῇ δυσσεβεῖ γνώμῃ αὐτῶν, ἀπεναν- τίως ἔχειν λέγουσι πρὸς ἑαυτοὺς τοὺς θεοὺς τούτους καὶ τὰς γρα- φὰς αὐτῶν· ὡς τοὺς προσφεύγοντας τῷ Κυρίῳ ἐχθροὺς εἶναι τοῦ κοσμοποιοῦ, καὶ βελτίονας αὐτοῦ τυγχάνειν· ὡς αὖ τοῦ κοσμο- ποιοῦ ἄνθρωποι διαβεβλημένοι εἰσὶ πρὸς τὸν Χριστὸν καὶ τὴν διδασκαλίαν αὐτοῦ· ἐλέγχει δὲ τὴν ἀσέβειαν αὐτῶν ἡ ἐγκειμένη γραφὴ, εἰσάγουσα τοὺς Ἀποστόλους, μετὰ τὸ ἀπολυθῆναι τῆς ἐπι- βουλῆς τῆς πρὸς τῶν ἀρχιέρεων καὶ πρεσβυτέρων, ἐλθόντας πρὸς τοὺς ἰδίους, τουτέστι τοὺς τὴν αὐτὴν πίστιν ἔχοντας ἅμα ἐκείνοις, καὶ πᾶσιν ὕμνον χαριστήριον ἀναπέμψαι τῷ ποιητῇ οὐρανοῦ καὶ γῆς, μετὰ τοῦ μνημονεῦσαι, ὡς διὰ τοῦ στόματος Δαβὶδ ἐν Ἁγίῳ Πνεύματι εἰκότως τὸν δεύτερον ψαλμὸν, οὗ ἡ ἀρχή· “ ἵνα τι “ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά· διὰ γὰρ πάντων τούτων παρίσταται, ὡς αὐτὸς εἴη Θεὸς κοσμοποιὸς καὶ Πατὴρ τοῦ Σωτῆρος ὑπάρχων· καὶ ὅτι δίδονται παρ’ αὐτοῦ ἀμφότεραι αἱ διαθῆκαι.

  16. 5.23

    Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.

  17. 5.24

    Τοῦ ἁγίου ἀφανασίου ἀπισκόπου ἀλεξανδρείασ. Πῶς κενὴ γέγονεν αὐτοῖς ἡ μελέτη, μὴ δεξαμένοις τὸν Σωτῆρα τοῦ κόσμου; φρύαγμα δέ ἐστι τὸ ἀλόγιστον κίνημα.

  18. 5.25

    Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὥσπερ τότε, φησὶν, “ ἐμελέτησαν κενὰ,” οὕτω καὶ νῦν, φησὶ, κενὰ μελετῆσαι αὐτοὺς δός· τουτέστιν, μὴ εἰς ἔργον ἔλθοιεν αἱ ἀπειλαὶ αὐτῶν· ταῦτα δὲ ἔλεγον οὐκ αὐτοὶ παραι- τούμενοι δυσχερές τι παθεῖν, ἀλλ’ ὑπὲρ τοῦ κηρύγματος· οὐ γὰρ εἶπον, ἐξελοῦ κινδύνου ἡμᾶς, ἀλλὰ τί; “ καὶ δὸς τοῖς δούλοις σου “ μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου. Καὶ μετ’ ὀλίγα — Ὁρᾶς πῶς πάντα διὰ τὸν Θεὸν αἰτοῦσιν, οὐδὲν εἰς οἰκείαν δόξαν, οὐδὲ εἰς φιλοτιμίαν· τὸν μὲν οὖν αὐτῶν ἐπαγγέλλονται, ὅτι οὐ καταπλαγήσονται· ἀξιοῦσι δὲ, φησὶ, σημεῖα γίνεσθαι.

  19. 5.26

    Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τὲ καὶ Πόντιος Πιλάτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι.

  20. 5.27

    Εἰς σύμβασιν καὶ φιλίαν ἥκασιν Ἡρώδης τὲ καὶ Πόντιος Πίλατος.

  21. 5.28

    Οὐχ ἵνα τι τῶν ἀναγκαίων εἰς ὄνησιν εἰς πέρας ἀγάγωσιν, ἀλλ’ ἵνα ἐμπαροινήσαντες p τῷ Χριστῷ τοῦ Κυρίου, τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς, κακοὶ κακῶς ἀπόλοιντο, καὶ τὰς τῆς κθριοκτονίας ἐξαπαιτηθεῖεν δίκας.

  22. 5.29

    Τοῦ ἁγγίου ’ΑΘΑΝΑΣÍΟΥ. Ἡ γὰρ εἰς τὸν Χριστὸν ἐπιβουλὴ καὶ εἰς αὐτὸν ἀνατρέχει τὸν Πατέρα· εἰ γὰρ ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, πῶς οὐ μία τις ἡ εἰς αὐτοὺς ὕβρις ἐγένετο ἄν;

  23. 5.30

    Ἡσυχίου Πρεσβυτέρου. Κύριον καλεῖ τὸν Πατέρα, Χριστὸν εἰκότως τὸν Υἱόν τῇ γὰρ κατὰ τοῦ μονογενοῦς ἐπιβουλῇ, ὡς ὑβρι- ζόμενον ἐν αὐτῷ, τὸν Πατέρα συνέπλεξεν· ἐπειδήπερ εὐδοκίᾳ τοῦ Πατρὸς, ὅλον τὸ ὑπὲρ ἡμῶν μυστήριον ὁ μονογενὴς ἔπραξεν.

  24. 5.31

    Καὶ τανῦν Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν· καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι.

  25. 5.32

    Οὕτως μανθάνωμεν εὔχεσθαι καὶ ἡμεῖς· καίτοιγε πόσου οὐκ ἐμπλησθείη θύμου, εἰς ἄνδρας ἐμπεσὼν ἀνελεῖν αὐτὸν ἐπιχειροῦντας καὶ ἀπειλοῦντας τοιαῦτα; πόσης οὐκ ἂν ἀπεχθείας πληρωθείη; ἀλλ’ οὐχ οἱ ἅγιοι τοιοῦτοι.

  26. 5.33

    Διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. Τοῦ Αὐτοῦ. Ἂν ἐν τῷ ὀνόματι ἐκείνῳ γίνονται αἱ ἐνέργειαι, μεγάλη ἔσται ἡ παρρησία.

  27. 5.34

    Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι.

  28. 5.35

    Tοῦ ἀκουσθῆναι αὐτοὺς καὶ τῆς ἐπισκέψεως τοῦτο τεκμήριον γέγονεν. Διατὶ δὲ οὕτως ἐγένετο, ἄκουε καὶ τοῦ προφήτου λέ- γοντος· “ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὅτι γὰρ πάρεστι ταῖς εὐχαῖς αὐτῶν ἐδήλωσε· καὶ πάλιν ἕτερος προ- φήτης φησὶν, “ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ ἀπὸ προσώπου “Κυρίου.” ἐποίει δὲ τοῦτο ὁ Θεὸς καὶ διὰ φόβον πλείονα· καὶ εἰς θάρσος αὐτοὺς ἐνάγων μετὰ τὰς ἀπειλὰς ἐκείνας εἰς παρρησίαν πλείονα ἐπεδίδοσαν· ἐπειδὴ γὰρ ἀρχὴ ἦν, καὶ αἰσθητοῦ ἐδέοντο σημείου πρὸς τὸ πεισθῆναι αὐτούς· μετὰ δὲ ταῦτα οὐδαμοῦ τοῦτο γίνεται. πολλῆς τῆς παρακλήσεως ἔτυχον· οὐδαμόθεν γὰρ εἰχον ἐπιδεῖξαι ὅτι ἀνέστη, ἀλλ’ ἀπὸ τῶν σημείων.

  29. 5.36

    Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.

  30. 5.37

    Τοῦ Αὐτοῦ. Τί ἐστιν ἐπλήσθησαν; τουτέστιν ἀνεπυρώθησαν, καὶ ἀνεκαίετο ἐν αὐτοῖς τὸ χάρισμα.

  31. 5.38

    Περὶ ὁμοψύχου κοὶ καθολικῆς ἐκκλησίας τῶν πιστευόντων.

  32. 5.39

    Tοῦ δὲ πλήθους τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά· καὶ δυνάμει μεγάλη ἀπεδίδουν οἱ Ἀπόστολοι τὸ μαρτύριον τῆς Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

  33. 5.40

    Toῦ ΧΡΥΣΩΣTóMΩΥ. Ὁρᾶς ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ’ ἑαυτὸν εἰσέφερον πανταχοῦ γὰρ τοῦτο χρὴ παρατη- ρει-ν, ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ’ ἑαυτῶν ἐπι- δεικνύουσι. Καὶ μετ’ ὀλίγα — "Tov δὲ πλήθους τῶν πιστευόντων ** ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία·” ἄρα εἰπέ μοι ἡ ἀγάπη τὴν ἀκτη- μοσύνην ἔτεκεν, ἢ ἡ ἀκτημοσύνη τὴν ἀγάπην ; ἐμοὶ δοκεῖ ἡ ἀγάπη τὴν ἀκτημοσύνην, ἣ καὶ ἐπέσφιγγεν αὐτὴν λοιπόν· καὶ πάλιν ἴδου καρδία καὶ ψυχὴ τὸ αὐτό.

  34. 5.41

    Ὠριγένουε. Γνώρισμα κακίας τὸ συγχυθῆναι τὰς γλώσσας· γνώρισμα ἀρετῆς, ὅτι ἦν πάντων "τῶν πιστευόντων καρδία καὶ ψυχὴ “ μία. καὶ οὕτω τηρῶν τὴν γραφὴν εὑρήσεις, ὅτι ὅπου πλῆθος ἀριθμοῦ, ὅπου σχίσμα, ὅπου διαίρεσις καὶ ἀσυμφωνία, καὶ ὅσα τοιαῦτα, κακίας εἰσὶ γνωρίσματα· ὅπου δὲ ἑνότης, καὶ ὁμόνοια, καὶ πολλὴ δύναμις ἐν λόγοις, ἀρετῆς γνωρίσματα.

  35. 5.42

    Τοῦ ἁγίου Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ τῆσ Πρὸσ Πέτρον Μονάζοντα Ἐπιστολῆσ. Τῆς γὰρ ἀγαπῆς ἴδιον, τὸ πάντα λογίζεσθαι κοινὰ, καὶ τὴν διαφορὰν ἐκβάλλειν, τὴν τὸ ἐμὸν καὶ τὸ σὸν διακρίνουσαν.

  36. 5.43

    Τοῦ Αὐτοῦ ἐκ Τῆσ Πρὸσ Φωκᾶν ἐπιστολῆσ. Ta γὰρ ἔθνη τὸν λόγον τοῦ Εὐαγγελίου παραδεξάμενα τὰ ἐν τῇ γῇ διέπτυσαν πράγματα, “καὶ οὐδεὶς τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον ε-ι’ναι, “ ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά· καὶ ἀνδρείαν ἤσκησαν, καὶ τοῖς τοῦ μαρτυρίου στεφάνοις κατεκοσμήθησαν· σωφροσύνην δὲ καὶ ὑπερ- ήλαντο, παρθενίαν καὶ ἀγγελικὸν ζηλώσαντες βίον· οὐ μόνον δρῶν ἀλλὰ καὶ γυναικῶν οὐκ ὀλίγη πληθύς.

  37. 5.44

    Χάρις τε ἦν μεγάλη ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἦν ἐνδεής τις ἐν αὐτοῖς.

  38. 5.45

    Τοῦ ΧΡΥΣΩΣΥόMοΥ. Καθάπερ ἐγχειρισθέντας αὐτούς τι δείκ- νυσι, καὶ ὡς περὶ ὀφλήματος λέγει· τουτέστι τὸ μαρτύριον μετὰ παρρησίας πᾶσιν ἀπεδίδουν.

  39. 5.46

    Τοῦ Αὐτοὐ. Καθάπερ ἐν οἰκίᾳ πατρικῇ τέως οὕτω διέκειντο. οὐκ ἔνι εἰπεῖν ὅτι ἔτρεφον μὲν τοὺς ἄλλους· ὡς ἐξ ἰδίων δὲ τρέφοντες οὕτω διέκειντο. ἀλλὰ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι ἑαυτῶν ἀποστήσαντες τὰ πράγματα οὕτως ἔτρεφον· ἵνα μηκέτι ὡς ἐξ ἰδίων ἀλλ’ ὡς ἐκ κοινῶν τρέφωσι.

  40. 5.47

    Τοῦ Αὐτοῦ. Διὰ τοῦτο ἦν χάρις, ὅτι οὐδεὶς ἦν ἀπὸ τῆς πολλῆς προθυμίας τῶν ἐπιδιδόντων οὐδεὶς ἦν ἐνδεής.

  41. 5.48

    Τοῦ Αὐτοῦ Νῦν πληροῦται τὸ ἐν τῷ “ ὅτι οὐκ ἔσται ἔν σοι ἐνδεής· ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος “ ὁ Θεός σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσι σοι.”

  42. 5.49

    Ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες λοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων.

  43. 5.50

    Τοῦ Αὐτοῦ. Ἐνταῦθα εἰς ἔργον ἐξέβη τὸ ὑπὸ τοῦ “ ὅστις ἀφῆκεν ἀγροὺς ἢ οἰκίας ἕνεκεν τοῦ ὀνόματός μου, “ ἑκατονταπλασίονα λήψεται ἐν τῶ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον “ κληρονομέησει·” κάλαμον γὰρ καὶ δίκτυον ἀφέντες, τὰς πάντων οὐσίας, μετ’ ἐξουσίας εἶχον τὰς τιμὰς τῶν οἰκιῶν καὶ τῶν χωρίων καὶ αὐτὰ τὰ σώματα τῶν πιστευόντων· καὶ σφαγῆναι γὰρ ὑπὲρ αὐτῶν πολλάκις εἵλοντο· ὡς καὶ Παῦλος πολλοῖς μαρτυρεῖ.

  44. 5.51

    Καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν Ἀποστόλων· διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.

  45. 5.52

    Τοῦ Αὐτοῦ. Πολλὴ ἡ τιμή· “ παρὰ τοὺς πόδας,” φησὶ “τῶν “ Ἀποστόλων ἐτίθουν·” οὔτε εἰς χεῖρας ἐτόλμων δοῦναι· οὔτε δὲ τετυφωμένως παρεῖχον, ἀλλὰ παρὰ τοὺς πόδας ἔφερον· αὐτοὺς οἰκονόμους ἠφίεσαν γενέσθαι, καὶ κυρίους ἐποίουν, ἵνα ὡς ἐκ κοινῶν λοιπὸν ἀναλέγηται, μηκέτι ἐξ ἰδίων· τοῦτο καὶ πρὸς τὸ κενόδοξον αὐτοῖς συνεβάλλετο.

  46. 5.53

    Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν Ἀποστόλων, ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρακλήσεως, Λευΐτης, Κύπριος τῷ γένει.

  47. 5.54

    Τοῦ Χρυσοστόμου. Οὐ δοκεῖ μοι οὗτος ἐκεῖνος εἶναι Ματθίου· ἐκεῖνος γὰρ καὶ Ἰοῦστος ἐλέγετο· καὶ “Βαρνάβας,” φησὶν, “ ὅς ἐστιν υἱὸς παρακλήσεως·” δοκεῖ μοι καὶ ἀπὸ τῆς ἀρετῆς εἰληφέναι ληφέναι τὸ ὄνομα· ὡς πρὸ τούτου ἱκανὸς ὣν καὶ ἐπιτήδειος.

  48. 5.55

    Τοῦ Αὐτοῦ. Μέλλει διηγεῖσθαι τὸ κατὰ Ἀνανίαν λοιπὸν καὶ Σάπφειραν· καὶ θέλων δεῖξαι τὸν ἄνδρα χείριστα ἡμαρτηκότα, πρώτου μέμνηται τοῦ κατορθώματος, ὅτι τοσούτου πλήθους ὄντος τοῦ ταῦτα ποιοῦντος, τοσαύτης χάριτος, τοσούτων σημείων, ὑπ’ οὐδενὸς τούτων παιδευθεὶς, ἀλλὰ τῇ φιλοχρηματίᾳ τυφλωθεὶς, τὸν ὄλεθρον ἐπήγαγε τῇ ἑαυτοῦ κεφαλῇ.

  49. 5.56

    ‘Υπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε πρὸς τοὺς πόδας τῶν Ἀποστόλων.

  50. 5.57

    Τοῦ Χρυσοστόμου. Δῆλοί ὅτι τοῦτο.

  51. 5.58

    Τοῦ Αὐτοῦ. Πανταχοῦ παρατηρεῖ πῶς δείκνυσι τὸν νόμον λυόμενον· πῶς δὲ καὶ Κύπριος ἦν· ὅτι λοιπὸν καὶ μετῴκουν καὶ ἐχρημάτιζον Λευῖται.

  52. 5.59

    * Περὶ Ἀνανία καὶ Σαπφείρης καὶ πικρᾶς αὐτῶν τελευτῆς.

  53. 5.60

    Ἀνὴρ δέ τις ὀνόματι Ἀνανίας, σὺν Σαπφείρᾳ τῆ γυναικὶ αικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς.

  54. 5.61

    Τοῦ Αὐτοῦ. Τί δεινόν ; ὅτι μετὰ συγκαταθέσεως ἡ ἁμαρτία· καὶ οὐδεὶς ἕτερος εἰδε τὸ γενόμενον, πόθεν ἐπῆλθε τῷ ταλαιπώρῳ τούτῳ καὶ ἀθλίῳ τοῦτο ἐργάσασθαι.

  55. 5.62

    Ἀμμωνίου πρεσβυτέρου. Εἰ μέρος ἐκ τῶν ἰδίων, καὶ μὴ τὸ πᾶν παρὰ τοὺς πόδας σφετερισάμενος τιθεὶς ἀπέθανε, τι δὴ καὶ φήσομεν περὶ τῶν μὴ ὁλοσχερῶς ἑαυτοὺς προσαγόντων τῷ Θεῷ, ἀλλὰ μερικῶς μὲν τὰ τοῦ Θεοῦ ποιούντων εἰ τύχοι, μερικῶς δὲ ταῖς ἰδίαις ἐπιθυμίαις δουλευόντων ; οἷς ἀπαντήσει πολὺ μείζων τιμωρία· ὡς δυνατοῦ ὄντος τοῦ Θεοῦ καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι· ταῦτα δὲ λέγω, διὰ τοὺς μὴ θερμῶς ἀπαιτοῦντας τοὺς πιστοὺς ζῆν.

  56. 5.63

    Συνειδυίας καὶ τῆς γυναικὸς, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν Ἀποστόλων ἔθηκεν.

  57. 5.64

    Τοῦ Αὐτοῦ. Σημειωτέον ὅτι καὶ τὸ συνειδέναι τι γινόμενον παρ’ ἄλλου κακὸν, καὶ σιωπᾶν, ἁμαρτία ἐστίν.

  58. 5.65

    Εἶπε δὲ ὁ Πέτρος· Ἀνανία, διατί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;

  59. 5.66

    Τοῦ Αὐτοῦ. Εἰ ὁ Σατανᾶς τοῦτο ἐποίησε, τί αὐτὸς αἴτιος γέγονεν; ὁ δεξάμενος αὐτοῦ τὴν ἐνέργειαν καὶ πληρωθείς· ἀλλ’ ἔδει διορθῶσαι φησίν· ἀλλ’ οὐκ ἃν διορθώθη· ὁ γὰρ τοιαῦτα ὁρῶν καὶ μὴ κερδάνας, πολλῷ μᾶλλον οὐκ ἃν ἑτέρως ἐκέρδανεν. οὐκ ἔδει τοίνυν ἁπλῶς παρελθεῖν τὸ γεγονὸς, ἀλλ’ ὡς σηπεδόνα ἐκτμηθῆναι, ἵνα μὴ τῷ λοιπῷ λυμήνηται σώματι· νῦν μὲν γὰρ καὶ οὕτος ώφέληται μὴ προελθὼν περαιτέρω κακίας· καὶ οἱ λοιποὶ σπουδαιότεροι γεγόνασι· τότε δὲ ἃν τοὐναντίον συνέβη· δεύτερον ἠλέγχθη, καὶ δείκνυσιν ὅτι οὐκ ἔλαθεν αὐτὸν τὸ γεγονός· καὶ τότε καταδικάζει· διατὶ δέ; ἐκ ποίας προαιρέσεως τοῦτο πεποίηκας; ἤθελες ἔχειν· ἔδει ἔχειν ἐξ ἀρχῆς καὶ μὴ ὑποσχέσθαι· χαλεπή τις ἐστὶν ἡ ἱεροσυλία, ἀγαπητέ· ὁ μὲν γὰρ ἐπεθύμησεν ἴσως ἀλλοτρίων, σοι δὲ ἑξῆν ἔχειν τὰ σά· τι τοίνυν ἐποίησας αὐτὰ ἱερὰ, καὶ τότε ἔλα- βες αὐτά; ἀπὸ πολλῆς καταφρονήσεως τοῦτο πεποίηκας· οὐκ ἔχει τὸ γενόμενον συγγνώμην· ἐκτός ἐστιν ἀπολογίας· μὴ σκανδαλίζεσθε τοίνυν, εἴ τινες καὶ νῦν εἰσιν ἱερόσυλοι· εἰ γὰρ τότε ἦσαν, πολλῷ μᾶλλον νῦν, ὅτε πολλὰ τὰ κακά· ἀλλ’ ἐλέγχωμεν αὐτοὺς ἐπὶ πάντων, ινα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.

  60. 5.67

    Οὐκὶ μένον σοι ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; τί ὅτι ἔθου ἐν καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.

  61. 5.68

    Θεὸς οὖν τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ ἐψεύσατο Ἀνανίας.

  62. 5.69

    Τοῦ ἁγίου Ἀθανασίου. ἔμενε, φησὶν, ὑμῖν ἔμενε, καὶ ἐν τῇ ὑμετέρᾳ ἐξουσίᾳ ἦν. ἐπειδὴ δέ, φησιν, ἐπεχειρήσατε πειράσαι τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ εἰς τοῦτο συνεφωνήσατε, λήψεσθε πεῖραν οὗ ἠθελήσατε· σωφρονισθήσονται δὴ καὶ φοβηθήσονται καὶ ἄλλοι πειράσαι, δι’ ὑμῶν τὴν πεῖραν λαβόντες.

  63. 5.70

    Διονυσίου. Ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἣ τὸ εὔξασθαι καὶ ἀποδοῦναι· οὐδὲν γὰρ ὁ Θεὸς ἐξ ἀνάγκης οὐδὲ ἐκ λυπῆς βούλεται· ἣ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι, ἐπειδήπερ οὐκ ἔστι σὰ, ἅπερ ἅπαξ διὰ τῆς ἐν ταῖς εὐχαῖς ἐπαγγελίας ἀνέθηκας.

  64. 5.71

    Τοῦ Χργσοστόμου. Μῆ γὰρ ἀνάγκη τις ἦν καὶ γὰρ ἄκοντας ὑμᾶς ἕλκομεν, ὅτι ἔθου ἐν ταῖς καρδίαις σου.

  65. 5.72

    Τοῦ ἁγίου Ἀθανασίου ἐκ Τοῦ Πρὸσ Ναυατιανοὺσ Τάγματοσ. Κατανοῆσαι δεῖ καὶ ἐνταῦθα, ὅτι ἀρχὴ ἦν τοῦ κηρύγματος· καὶ μέγα μὲν ἐτόλμησαν οὗτοι, πειράσαι τὸ Πνεῦμα τὸ Ἅγιον ἐπιχειρήσαντες· μεγάλη δὲ καὶ τοῖς ἄλλοις ἀδελφοῖς ὠφέλεια γέγονεν ἡ τούτων τιμωρία· ἐπαιδεύθησαν γὰρ καὶ ἐδιδάχθησαν ὅτι οὐ δεῖ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου τολμᾶν, οὐδὲ πειράσαι τουτ’ ἐπιχειρεῖν.

  66. 5.73

    Ἀκούων δὲ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξεν.

  67. 5.74

    Τοῦ Χρυσοστόμου. τοῦτο μεῖζον τοῦ χωλοῦ τὸ καὶ ἀνελεῖν, καὶ ἐν διανοίᾳ εἰδέναι καὶ τὰ λάθρα γεγονότα.

  68. 5.75

    ἘΞ ἀνεπιγράφου. Πολλοὶ τῶν ἐν ἀμαθίᾳ τυγχανόντων, δὲ ἐν ἀσεβείᾳ, ἐν τῷ χωρίῳ τούτῳ φόνου γράφονται τὸν κορυφαῖον τῶν Ἀποστόλων, διὰ τὸν περὶ Ἀνανίαν καὶ Σάπφειραν γεγενημένον θάνατον. Ἡ δὲ κατηγορία οὐ τοῦ Πέτρου· μᾶλλον δὲ τοῦ Πνεύματος ἅπτεται Ἁγίου, τοῦ τὴν ψῆφον κατ’ αὐτῶν ἐξοίσαντος δικαίαν. Ὁ γὰρ Πέτρος οὐδὲν ἕτερον ἐποίησεν ἣ μόνον ἤλεγξε τὸ ψεῦδος· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον τὸ πάντα γινῶσκον, οὐ μόνον τὰ κρυπτὰ τῶν ἀνθρώπων ἀλλὰ καὶ τὰ βάθη τοῦ Θεοῦ, ὡς ἐξουσίαν ἔχον καὶ τῆς ζωῆς καὶ τοῦ θανάτου, τοὺς εἰς αὐτὸ ἁμαρτήσαντας ἀνεῖλεν· ἀλλ’ ἐρεῖ τις πάλιν ἀσεβῶς ἀνθιστάμενος· ναί, φησι, δοκεῖς ταύτην πιθανὴν πεποιηκέναι ἀπολογίαν· τι δ’ ἃν ἔχοις καὶ περὶ Σαπφείρας λέγειν ; οὐχ ὁ Πέτρος αὐτὴν ἀνεῖλεν ; ἄπαγε τῆς ἀτοπίας, ἄπαγε· τῶν γὰρ δύο γέγονε τὸ παράπτωμα, καὶ συνομολογήσεις καὶ αὐτός· οὐκοῦν ὁ κριτὴς ἀμφοτέρους ἐπίσης κατεδίκασεν· οὐκ ἠγνόησε δὲ τοῦτο ὁ κορυφαῖος τῶν Ἀποστόλων, ὁ διὰ τοῦ Ἁγίου Πνεύματος πανταχοῦ φθεγγόμενος· διὸ καὶ ταύτην παρ’ αὐτοῦ δεξάμενος ἐφθέγξατο τὴν φωνήν· οὕτω καὶ παραχρῆμα εἰς ἔργον ἐξέβη τὸ λεχθέν· οὐκοῦν δι’ ὀλίγων ἐλήλεγκται ἡ τῶν παρανόμων συκοφαντία. Εἰ δέ τις ἀκριβῶς κατανοήσειε τὸ γεγενημένον, ὄψεται πολλοὺς τῶν προσεχόντων ἑαυτοῖς μέχρι σήμερον ὠφελουμένους· οἶδε γὰρ ὁ Θεὸς πολλάκις κολάζειν ἁμαρτήσαντα· κουφοτέραν ἐκεῖποιῶν αὐτῷ τὴν κόλασιν, ἢ καὶ τέλεον αὐτὸν ἀπαλλάττων· πολλοὺς δὲ ἐνταῦθα σωφρονεστέρους ποιῶν τῷ φόβῳ.

  69. 5.76

    Καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας· ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν, καὶ ἐξενέγκαντες ἔθαψαν.

  70. 5.77

    Τοῦ Χργσοστόμου. Ἐκεῖνος ἐτιμωρήθη, καὶ ἄλλοι ἐκέρδαινον· οὐχ ἁπλῶς· καίτοι σημεῖα ἐγένετο πρότερον, ἀλλ’ οὐκ ἦν φόβος τοιοῦτος· οὕτως ἀληθές ἐστιν ἐκεῖνο, “ὅτι γινώσκεται Κύριος κρί- “ματα ποιῶν·” ποιῶν· οὕτως καὶ ἐπὶ τῆς κιβωτοῦ γέγονεν· ὀζὰ Ρ ἐτιμωρήθη, καὶ ἐγένετο τοῖς ἄλλοις φόβος· ἀλλ’ ἐκεῖ μὲν φοβηθεὶς ὁ βασιλεὺς ἀπώσατο τὴν κιβωτὸν, ἐνταῦθα δὲ μᾶλλον προσεκτικώ- τεροι γίνονται.

  71. 5.78

    Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα· καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.

  72. 5.79

    Τοῦ Αυτου. Ὅρα δέ οὐκ ἐκάλεσεν αὐτὴν ὁ Πέτρος, ὥστε φόβος τοῦτο διδασκάλου· τοῦτο τιμὴ μαθητῶν· τοῦτο ὑπακοή· “ τριῶν ὡρῶν διάστημα· καὶ οὐκ ἔμαθεν ἡ γυνὴ, οὐδὲ ἐξεῖπέ τις τῶν παρόντων· καίτοι ἱκανόν γε ἐξηνεχθῆναι ἦν, ἀλλ’ ἐφοβοῦντο· τοῦτο γοῦν καὶ θαυμάζων ὁ Εὐαγγελιστὴς ἔλεγεν, ὅτι μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.

  73. 5.80

    Ἀπεκρίθη δὲ Πέτρος πρὸς αὐτήν. εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε· ἡ δὲ εἶπε· ναὶ τοσούτου.

  74. 5.81

    Ταύτην ἐβούλετο σῶσαι· ἐκεῖνος γὰρ ἦν ὁ ἀρχηγὸς τῆς ἁμαρτίας· διὰ τοῦτο αὐτῇ δίδωσι προθεσμίαν ἀπολογίας, ἐξουσίαν μετανοίας, λέγων, “ εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε.

  75. 5.82

    Ἀμμωνίου. Τὸ ἐρωτηθῆναι καὶ μὴ ὁμολογῆσαι τὸ ἴδιον ἀλλὰ καὶ τὸ ἐναντίον ζητεῖν λαθεῖν δι’ ἀρνήσεως, ἀσύγγνωστον κακόν· διὸ καὶ ἐπιφθάνει εὐθὺς ἡ τιμωρία. οὕτως εὑρίσκομεν καὶ ἐπὶ τοῦ Κάϊν, ὃς ἀκούσας, “ ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;” εἶπεν, “ οὐκ οἰδα·” καὶ λοιπὸν ἡ κατάρα μετὰ ταῦτα ἐπιφθάνει.

  76. 5.83

    ‘Ο δὲ Πέτρος εἶπε πρὸς αὐτήν· τί ὅτι συνεφωνήθη P ὁζᾶν Cod. ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε.

  77. 5.84

    Τοῦ Χρυσοστόμου. Πρότερον αὐτὴν παιδεύει καὶ τότε δείκνυσιν ὅτι δικαίως τὰ αὐτὰ πείσεται τῷ ἀνδρὶ, ἐπειδὴ καὶ τὰ ἀυτὰ ἥμαρτεν.

  78. 5.85

    Ἰσιδώρου Ἐπιστολῆσ Ρπα. Οὐκ ἀπονοίας ἐστὶν, ὁ κατὰ τῶν πταισάντων φόνοςq τοῦ σοφωτάτου Πέτρου, ἀλλὰ διδασκαλίας προγνωστικῆς, τὰ πολλὰ τῶν ἀνθρώπων προιεμένης ἁμαρτήματα. τότε γὰρ ἀρξάμενοι τὰ τοῦ εὐαγγελίου καταβάλλεσθαι σπέρματα, καὶ εὐθὺς παρανατείλαντα ἑωρακότες ζιζάνια, σοφῶς αὐτὰ παραχρῆμα ἐξέτιλον· ἵνα μὴ τῷ σίτῳ συναχθέντα, τῷ μέλλοντι πρὸς καῦσιν πυρὶ φυλαχθῇ. Οὕτω καὶ Μωϋσῆς ὁ θεσπέσιος τὰ τοῦ νόμου ἐκ προοιμίων παραβαθέντα θεώμενος, εἰ καὶ ἐπιβραχὺ ἁμαρτήματι, καταλευσθῆναι τὸν ἐν σαββάτῳ ξυλολογοῦντα ἐκέλευσε, τοῦτο Θεὸν γεγραφὼς ἀποφήνασθαι· ἐπὶ μικρῷ γὰρ καὶ μείζονι ἡ παράβασις γίνεται· ὡς καὶ οἱ πρῶτοι τοῦ γένους προπάτορες, ξύλου γεύσει, τὸν πολυώδυνον καταδικάσθησαν βίον καὶ θάνατον.

  79. 5.86

    Ἔπεσε δὲ παραχρῆμα ἐνώπιον αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκρὰν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.

  80. 5.87

    Τοῦ Χρυσοστόμου. τίς λοιπὸν οὐκ ἂν ἐξεπλάγη; ἃν ἔδεισε τὸν Ἀπόστολον; τίς οὐκ ἂν ἐθαύμασε; τίς οὐκ ἂν ἐφοβήθη;

  81. 5.88

    Καὶ ἐγένετο φόβος μέγας ἐφ’ ὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.

  82. 5.89

    Τοῦ Χρυσοστόμου. Μετὰ τὸ γενέσθαι τὸν φόβον σημεῖα ποιεῖ καὶ αὐτὸς καὶ οἱ λοιποί.

  83. 5.90

    Διὰ δὲ τῶν χειρῶν τῶν Ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά.

  84. 5.91

    Τοῦ ΑΥΤΟΥ. Οὐκέτι ἐν οἰκίᾳ· ἀλλὰ τὸ ἱερὸν καταλαβόντες, ἐκεῖ διέτριβον· οὐκέτι λοιπὸν ἀκαθάρτων ἅπτεσθαι ἐφυλάττοντο, q φόβος Cod., sed eorr. ant. m. φόνος. ἀλλ’ ἁπλῶς ἥπτοντο τῶν νεκρῶν· καὶ ὅρα· πῶς ἐν μὲν τοῖς οἰκείοις εἰσὶ σφοδροὶ, ἐν δὲ τοῖς ἀλλοτρίοις οὐ κέχρηνται τῇ δυνάμει.

  85. 5.92

    Καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῆ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν, οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός.

  86. 5.93

    Τοῦ Αὐτοῦ. Ὀ Πέτρος ἦν ὁ θαυμαστὸς, καὶ τούτῳ μᾶλλον προσεῖχον διά τε τὴν δημηγορίαν, καὶ τὴν πρώτην, καὶ τὴν δευτέραν, καὶ τὴν τρίτην· διά τε τὸ σημεῖον· αὐτὸς γὰρ τὸ σημεῖον εἰργάσατο, τὸ πρῶτον, τὸ δεύτερον, τὸ τρίτον· τοῦτο γὰρ διπλοῦν ἦν· πρῶτον μὲν τὸ τὰ κατὰ διάνοιαν ἐλέγξαι· δεύτερον δὲ τὸ ἀνελεῖν προστάγματι.

  87. 5.94

    Τοῦ Αὐτοῦ. Οὐκέτι λοιπὸν εὐκαταφρόνητοι ἦσαν καθάπερ καὶ πρότερον· ἐν βραχεῖ γὰρ καιρῷ καὶ μιᾷ ῥοπῇ τοσαῦτα γέγονεν ὑπὸ τοῦ ἁλιέως καὶ ὑπὸ τοῦ τελώνου· οὐρανὸς ἦν ἡ γῆ καὶ πολιτεία r. καὶ παρρησίας καὶ θαυμάτων καὶ πάντων ἕνεκεν, καθάπερ ἄγγελοι οὕτως ἐθαυμάζοντο πρὸς οὐδὲν ἐπιστρεφόμενοι, οὐ πρὸς γέλωτα, οὐ πρὸς ἀπειλὰς, οὐ πρὸς κινδύνους· φιλάνθρωποι ἐτύγχανον καὶ κηδεμονικοί.

  88. 5.95

    Μαλλὸν δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν.

  89. 5.96

    Τοῦ αὐτοῦ. τοῦτο ἐπὶ τοῦ Χριστοῦ οὐ γέγονεν· ὅρα τὸ ὑπ’ αὐτοῦ εἰρημένον, ὅτι “οἱ πιστεύοντες εἰς ἐμὲ, τὰ ἔργα ἃ “ ἐγὼ ποιῶ κἀκεῖνοι ποιήσουσι, καὶ μείζονα ποιήσουσι. Καὶ μετ’ ὀλίγα—Ἀλλ’ ὅρα πῶς ὑφαίνεται αὐτοῖς ὁ βίος· ἀθυμία πρώτη γέγονε διὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, εἶτα εὐθυμία διὰ τὴν τοῦ Πνεύματος κάθοδον· πάλιν ἀθυμία διὰ τοὺς χλευάζοντας, εἶτα καὶ εὐθυμία διὰ τοὺς πιστοὺς καὶ τὸ σημεῖον· πάλιν ἀθυμία διὰ τὸ κατασχεθῆναι, εἶτα εὐθυμία διὰ τῆς ἀπολογίας· πάλιν ἐνταῦθα καὶ εὐθυμία καὶ ῥαθυμία· ὅτι μὲν οὖν ἦσαν λαμπροὶ καὶ ὁ Θεὸς αὐτοῖς ἀπεκάλυψεν· ὅτι δὲ τοὺς αὐτῶν ἀνήρουν, ἀθυμία· πάλιν εὐθυμία ἀπὸ τῆς λαμπρότητος· πάλιν ἀθυμία ἀπὸ τοῦ ἀρχιερέως· καὶ δι’ ὅλου ἴδοι ἄν τις καὶ ἐπὶ τῶν παλαιῶν δὲ τοῦτο εὕροι τίς ἄν.

  90. 5.97

    ΕΞ ἀνεπιγράφου. Τὸ πιστεύειν ὅτε μὲν συγκατάθεσιν r πολιτείας Cod. στέραν δηλοῖ, ὅτε δὲ πίστιν ἐπιτεταμένην μετά τινος ἁγιότητος, καθὸ λέγεται καὶ θεῖα χαρίσματα δίδοσθαι τοῖς ἀνθρώποις κατ’ ἀναλογίαν τῆς πίστεως· οὐ ταύτην οὖν τὴν πίστιν εἰχεν ὁ Σίμων τὴν ἐπιτεταμένην, καὶ τὴν αἰτίαν τοῦ θεῖόν τι χάρισμα λαβεῖν· ἀλλ’ ἁπλῶς τὴν ψιλὴν καὶ ἀδιάλυτον· διὸ καὶ ἥμαρτε μετὰ τὸ πιστεῦσαι, καὶ ὡς οὐκ ἔχων ζωὴν αἰώνιον περιέτυχε τῷ τῆς ψυχῆς θανάτῳ.

  91. 5.98

    Διδύμου. Τὸ πιστεύειν ὅτε μὲν συγκατάθεσιν δηλοῖ, ὅτε δὲ ἐπιτεταμένην μετά τινος θειότητος, καθὸ λέγεται, “ἄνδρα δὲ πιστὸν ἔργον ἐστιν εὑρεῖν· ὁ ταύτην τὴν πίστιν κατορθῶν ἔχει ζωὴν αἰώνιον, καὶ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τῷ πεπιστευκέναι ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν, οὐ δύναται ἁμαρτάνειν διὰ τὴν ἐνυπάρχουσαν ἐν αὐτῷ πίστιν ἐνεργῆ· τούτων διαφορᾶr δηλοῦται καὶ ἐν τῷ “πᾶς ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ ζήσεται· καὶ πᾶς ὁ ζῶν “καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· κἂν τοίνυν πεπιστευκέναι καὶ Σίμων ὁ Μάγος λέγηται, κατὰ τὴν ἁπλουστέραν ’ρᾶν διετέθη πίστιν, οὐ τὴν εἰς δικαιοσύνην λελογισμένην· καὶ ἔτι ἐστι τίς πίστις ἐκ τοῦ ἐφ’ ἡμῖν συνισταμένη, ἣν ἀπαιτεῖ Ἰησοῦς λέγων, “πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε·” καὶ ἑτέρα παρὰ ταύτην θεόπεμπτος, περὶ ἧς εἴρηται· ἄλλῳ δίδοται πίστις ἐν τῷ αὐτῷ πνεύματι, καὶ ἐπὶ πάντα τὰ χαρίσματα τοῦ Πνεύματος κατ’ ἀναλογίαν προλαβούσης πίστεως δίδοται· ἓν δὲ τῶν χαρισμάτων καὶ ἡ πίστις· καὶ αὐτὴ ἄρα κατ’ ἀναλογίαν πίστεως δίδοται· ὁ ταύτην ἔχων τὴν πίστιν ἐκ Θεοῦ γεγένηται, καὶ ζωὴν αἰώνιον ἔχει· Σίμων δὲ οὐ ταύτην εἶχεν, ἀλλὰ μόνην τὴν ἐκ τοῦ ἐφ’ ἡμῖν καὶ ταύτην οὐκ ἐπιτεταμένην, διὸ καὶ ἥμαρτε μετὰ τὸ πιστεῦσαι, καὶ ὡς οὐκ ἔχων ζωὴν αἰώνιον περιέτυχε τῷ ψυχῆς θανάτῳ.

  92. 5.99

    Ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς αὐτῶν καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπ’ Ἐπισκιάσει τινὶ αὐτῶν. συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.

  93. 5.100

    Τοῦ Χρυσοστόμου. Πολλὴ ἡ πίστις καὶ μείζων ἡ Χριστοῦ· πόθεν δὴ τοῦτο γέγονεν; ὅτι ὁ Χριστὸς ἀπεφήνατο· καὶ ταῦτα μενόντων αὐτῶν ἐκεῖ καὶ οὐ περιιόντων· καὶ ἄλλοθεν ἐφέροντο πάντες ἐπὶ τῶν κλινῶν καὶ κραββάτων; καὶ πάντοθεν αὐτοῖς συνήγετο θαῦμα, ἀπὸ τῶν πιστευσάντων, ἀπὸ τῶν θεραπευθέντων, ἀπὸ τοῦ κολασθέντος, ἀπὸ τῆς παρρησίας τῆς πρὸς ἐκείνους, ἀπὸ τῆς ἀρετῆς τῶν πιστευσάντων.

  94. 5.101

    Τοῦ Αὐτοῦ. Σκόπει πῶς οὐκέτι λοιπὸν ἀριθμὸν πιστευόντων· οὕτως εἰς πλῆθος λοιπὸν ἐπέτεινε τὰ τῆς πίστεως, καὶ ἡ ἀνάστασις ἐκηρύττετο.

  95. 6.1

    Οτι τοὺς Ἀποστόλους ἐμβληθέντος ἐν τῷ δεσμωτηρίῳ Ἄγγελος τοῦ Θεοῦ ἐξέωσεν, ἐπιτρέψας ἀκωλύτως κηρύσσειν τὸν Χριστόν t.

  96. 6.2

    Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ.

  97. 6.3

    Τοῦ Αὐτοῦ. τουτέστι διηγέρθη κινηθεὶς ἐπὶ τοῖς.

  98. 6.4

    Ἠ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς Ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.

  99. 6.5

    Σημειωτεὸν ὅτι αἱρετικοὶ εἰσὶν οἱ Σαδδουκαῖοι.

  100. 6.6

    Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἀνοίξας τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκον· παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς· οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐκ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ.

← Previous · Next → — showing 401500 of 2,399

First Thousand Years of Greek. CTS URN tlg4102.tlg008.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.