Catena In Acta
- 4.19
Τοῦ Αὐτοῦ τῶν ἱερῶν καὶ τοῖς λοιποῖς ἀψαύστων θεωρημάτων ἐμφιλοχωροῦσα τοῖς βάθεσι, καὶ αὐτὴ λοιπὸν τοὐναντίον κρατοῦσα τοὺς Ἀποστόλους, καὶ δυσαποσπάστως ἔχουσα, καὶ οὐχ ὑπ’ αὐτῶν κρατουμένη·
- 4.20
Ἐπεγίνωσκον δὲ αὐτὸν, ὅτι αὐτὸς ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ.
- 4.21
Καλῶς Καλῶς “ ἐπεγίνωσκον,“ ὡς καὶ ἀγνοουμένου λοιπὸν ἀπὸ τοῦ πράγματος· ταύτῃ γὰρ τῇ λέξει κεχρήμεθα ἐπὶ τῶν μόλις γνωριζομένων. ἔδει πιστευθῆναι ὅτι ἀφίησι τὰ ἁμαρτήματα τὸ ὄνομα τοῦ Χριστοῦ, ὅπουγε καὶ τοιαῦτα ἐργάζεται.
- 4.22
Καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ· κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον καὶ τὸν Ἰωάννην, συνέδραμε πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι.
- 4.23
Ἀπὸ τῆς εὐνοίας τῆς εἰς αὐτοὺς καὶ τῆς φιλίας, οὐκ ἐχωρίζετο αὐτῶν, ἴσως εὐχαριστῶν αὐτοῖς καὶ ἐπαινῶν.
- 4.24
Αὕτη μὲν ἡ στοὰ ἵστατο ἀπὸ τῆς κατασκευῆς Σολομῶντος· ἐνέπρησε γὰρ τὸ ἱερὸν ὁ Ναβουχοδονόσορ, καὶ ᾠκοδόμησε Κῦρος ὁ Πέρσης.
- 4.25
Ἰδῶν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρεσ Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδ’ ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
- 4.26
Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Λουγδούνων. κήρυγμα ὁ Πέτρος σὺν Ἰωάννη ἐκήρυσσεν αὐτοῖς, τὴν ὑπόσχεσιν ἣν ἐποιήσατο ὁ Θεὸς τοῖς πατράσιν Ἰησοῦ πεπληρῶσθαι εὐαγελιζόμενος· ἀλλ’ οὐκ ἄλλον Θεὸν καταγγέλλων, ἀλλὰ τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν καὶ ἄνθρωπον γεγονότα καὶ παθόντα· εἰς ἐπίγνωσιν ἄγων τὸν Ἰσραὴλ, καὶ ἐν Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν κηρύσσων, καὶ σημαίνων ὅτι ὅσα οἱ προφῆται κατήγγειλαν περὶ τοῦ πάθους τοῦ Χριστοῦ, ταῦτα ἐπλήρωσεν ὁ Θεός.
- 4.27
Τοῦ χρυσοστΌμου. Οὐδὲ τοῦτο· οὐ γὰρ ἐπειδὴ ἄξιοι ἐσμὲν ἐπεσπασόμεθα τοῦ Θεοῦ τὴν ῥοπήν· “ὁ Θεὸς Ἀβραδάτα, καὶ ὁ Θεὸς “ Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν. ” Ὄρα πῶς αὐτὸν εἰσωθεῖ συνεχῶς εἰς τοὺς προγόνους· ἵνα μὴ δόξῃ καινόν τι εἰσάγειν δόγμα· καὶ ἐκεῖ τοῦ Πατριάρχου Δαβὶδ ἐμνημόνευσε, καὶ ἐνταῦθα τῶν περὶ τῶν Ἀβραάμ.
- 4.28
Τοῦ Αὐτοῦ Οὐ τοῦτο ὑμᾶς ταράττει καὶ θορύβει· μάθετε τίς ὁ ποίησας, καὶ μὴ ἐκπλήττεσθε. καὶ ὅρα πανταχοῦ ὅταν ἐπὶ τὸν Θεὸν καταφεύγῃ, καὶ εἴπῃ παρ’ αὐτοῦ γίνεσθαι πάντα, τότε ἀδεῶς αὐτοῖς ἐπιπλήττει, ὡς καὶ ἀνωτέρω ἔλεγεν, “ἄνδρα ἀποδε- “δειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ἡμᾶς·” καὶ πανταχοῦ ἀναμιμνήσκει αὐτοὺς τοῦ τολμήματος, ἵνα καὶ ἡ ἀνάστασις κυρωθῇ.
- 4.29
Ἀμμωνiου. Σημειωτέον ὅτι κἂν σημεῖα τις ποιῇ, οὐκ ὀφείλει ἐπαίρεσθαι.
- 4.30
Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν.
- 4.31
Τοῦ χρυσοστΌμου. Πἀλιν ταπεινῶς καθὼς ἐν προοιμίῳ· εἰτα λοιπὸν ἐνδιατρίβει τῷ τολμήματι καὶ ἐπαίρει τὸ γεγενημένον. Καὶ μετ’ ὀλίγα—Δύο τὰ ἐγκλήματα· ὅτι ὁ Πιλάτος ἤθελεν ἀπολύειν· καὶ ὅτι ὑμεῖς ἐκείνου θελήσαντος οὐκ ἠθελήσατε.
- 4.32
Ἐξ ἀνεπιγράφου. Τί φὴς Πέτρε; ὃν οὖν καταγγέλλεις σοῦν, οὐκ ἔστι Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ; καὶ ἀλλαχοῦ· “ ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ “ οὐκ ἔστι·” καὶ ἐν τοῖς Εὐαγγελίοις πάλιν τοῖς θεομάχοις Ἰουδοἱοις· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πρὸ Ἀβραὰμ εἰμὶ ἐγώ. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὃν ὑμεῖς ὡς ἀντίθεον καὶ παραβάτην ἐσταυ- ρώσατε, καὶ ὡς ἀντιπολιτευόμενον τῷ νόμῳ, Θεός ἐστι καὶ Θεοῦ Υἱὸς, ὃς τὸν νόμον δέδωκε καὶ τοὺς προφήτας ἀπέστειλε. Καὶ μετ’ ὀλίγα—Μῆ τοίνυν θαυμάζετε ἐπὶ τούτῳ, καὶ ἡμῖν τι ἀτενί- ζετε, ὡς ἰδίᾳ δυνάμει πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν· ὁ Θεὸς γὰρ ἐξαποστείλας τὸν ἑαυτοῦ Υἱὸν, τὴν ἰδίαν δύναμιν δι’ οὗ τὰς ἀρχὰς καὶ μεθ’ οὗ τοὺς θρόνους ὑπεστήσατο· δι’ οὗ καὶ μεθ’ οὗ τὰς κυριό- τητας διετάξατο, καὶ τὴν ἄνω διετυπώσατο Ἰερουσαλήμ δι’ οὗ καὶ μεθ’ οὗ τοὺς οὐρανοὺς ἐκαμάρωσε, καὶ τὴν γῆν ἥδρασε, καὶ τὴν θάλασσαν ἐθεμελίωσε, καὶ τὸν ἄνθρωπον κατ’ εἰκόνα ἐποίησε καὶ ὁμοίωσιν τὴν αὐτοῦ· δι᾿ αὐτοῦ νῦν καὶ τοῦτον ἐποίησε περιπατεῖν ἐνωπίον ὑμῶν· μὴ τοίνυν ἡμῖν ἀτενίζετε, ἀλλ’ ἐκεῖνον ἐπίγνωτε, ὃν ὁ Πατὴρ ἐδόξασεν, ὃν ὁ Πατὴρ ἐγνώρισεν ἡμῖν, ὃν ὁ Πατὴρ ἐφανέρωσε, καὶ τὸ Πνεῦμα ἐμαρτύρησε, ὃν ὁ Πατὴρ ὑμῖν ἐχαρίσατο· ἐκεῖνον προσκυνήσατε, ἐκεῖνον δέξασθε καὶ δοξάσατε· ἐκείνῳ προσέλθετε, καὶ παρ’ αὐτῷ φωτίσθητε· ὃν ὁ Πατὴρ φῶς ἀπέστειλεν εἰς τὸν κόσμον, ὃν ὑμεῖς ἐσταυρώσατε.
- 4.33
Ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν.
- 4.34
Τοῦ χρυσοστΌμου. Ὅτι ἀντ’ αὐτοῦ, φησὶ, λῃστὴν ᾐτήσασθε· σφόδρα ἐδείνωσε τὸ πρᾶγμα· ἐπειδὴ γὰρ εἶχεν αὐτοὺς ὑπὸ τὴν χεῖρα, πλήττει λοιπὸν σφοδρῶς.
- 4.35
Τοῦ Αὐτοῦ Κρίναντος Πιλάτου ἀπολύειν ἐκωλύσατε· τὸν μὲν ἑτέρους ἀνελόντα ᾐτήσατε ἀπολυθῆναι· τὸν δὲ τοὺς ἀνῃρημένους ζωοποιοῦντα, οὐκ ἠθελήσατε. Καὶ ἵνα μὴ λέγωσι πάλιν, πῶς νῦν αὐτὸν δοξάζει ὁ Θεὸς, ὁ τότε μὴ βοηθήσας; παράγουσι τοὺς προφήτας μαρτυροῦντας, ὅτι οὕτω ἔδει γενέσθαι. Καὶ μετ’ ὀλίγα— Καθάπερ γὰρ τοῖς μὲν μεθύουσιν οὐδὲν λέγομεν, ὅταν δὲ νήψωσι καὶ ἀνενέγκωσιν ἐκ τῆς μέθης, τότε ἐπιπλήττομεν· οὕτω δὴ καὶ Πέτρος, ὅτε ἠδύναντο συνιέναι τῶν λεγομένων, τότε τὴν γλῶτταν ἠκόνησε· πολλά τε ἐγκλήματα ἐπάγων· ὅτι ὃν ὁ Θεὸς ἐδόξασεν οὗτοι παρέδωκαν· ὅτι ὃν ὁ Πιλάτος ἀπέλυσε· καὶ ὅτι ἠρνήσαντο κατὰ πρόσωπον ἐκείνου· ὅτι προετίμησαν τὸν λῃστήν.
- 4.36
Τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν· οὗ ἡμεῖς μάρτυρες ἐσμέν· καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ.
- 4.37
Τοῦ Χρυσοστόμου. Ἐνταῦθα τὴν πίστιν τῆς ἀναστάσεως κατασκευάζει· “ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν·” πόθεν τοῦτο; οὐκ ἔτι εἰς προφήτας καταφεύγει, ἀλλ’ εἰς ἑαυτὸν, ἐπειδὴ λοιπὸν ἀξιόπιστος ἦν· τότε μὲν γὰρ εἰπὼν ὅτι ἀνέστη, ἐπηγάγετο μάρ- τυρα· νῦν δὲ εἰπὼν, ἐπεισήγαγε τὸν χορὸν τὸν Ἀποστολικόν· “ οὗ “ἡμεῖς,” φησὶν, ἐσμὲν μάρτυρες, καὶ τὰ ἑξῆς· ζητῶν πρᾶγμα εἰπεῖν, καὶ πρὶν ἤ τι εἰπεῖν εὐθέως τὸ σημεῖον παράγει· ἐνώπιον, φησὶ, πάντων ὑμῶν· ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, καὶ ἔδειξεν ἀναστάντα τὸν σταυρωθέντα, πάλιν ἀνίησι, διδοὺς αὐτοῖς ἐξουσίαν μετανοίας· καὶ νῦν φησὶν, “ἀδελφοὶ, οἶδα ὅτι κατ’ ἄγνοιαν ἐπράξατε, Kai τὰ ἐξῆς.
- 4.38
Τοῦ Αὐτοῦ Οὐκ ἄρα παρ’ ἑτέρου ἔσχε τὸ ζῆν· ὁ ἀρχηγὸς τῆς κακίας τίς ἃν εἴη; ὁ τὴν κακίαν τεκών· ὁ ἀρχηγὸς τοῦ φόνου· ὁ τὸν φόνον τεκών· οὕτω καὶ ὁ ἀρχηγὸς τῆς ζωῆς, ὁ παρ’ ἑαυτοῦ τὴν ζωὴν ἔχων· ὅτι μὲν οὖν ἀθῷον ἀνῃρεῖτε, ἤδητε, ὅτι δὲ ἀρχηγὸν τῆς ζωῆς, ἴσως ἠγνοεῖτε.
- 4.39
Ἐξ ἀνεπιγράφου. Ἴνα εἴπῃ, δι’ οὗ ἐγενόμεθα καὶ ζῶμεν ἐσμὲν, τὸν αἴτιον τοῦ ἡμετέρου φυράματος, τὸν σύμβουλον καὶ βούλησιν τοῦ Πατρὸς τοῦτον μετὰ τοῦ Πατρὸς δοξάζετε· τοῦτον ἀπὸ τοῦ Πατρὸς ἐληλυθότα λάβετε· ταύταις ταῖς θεοσημείαις μὴ ἡμῖν ἀτενίζετε.
- 4.40
ΦεοδΌτου ἐπισκόπου Ἀγκύρας. Καὶ μὴν ὁ τῆς ζωῆς ἀρχηγὸς ἐστὶν ἀθάνατος, ἀλλ’ ἑνωθεὶς τῷ θνητῷ ἀπεκτάνθη, φησίν· ἡ γὰρ πρὸς Θεὸν ἕνωσις οὐκ ἀφίησιν εἰς ἄνθρωπον μόνον περιγράφεσθαι τὰ παθήματα· διὰ τοῦτο δὴ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ καλεῖ Ἰησοῦν· τὴν προσηγορίαν τὴν ἐκ τῆς Μάριας τεθεῖσαν τῷ βρέφει, ἐκείνου γεγονέναι δηλῶν· καὶ τὸν αὐτὸν πάλιν ἄνθρωπον καλεῖ καὶ ἀρχηγὸν προσαγορεύει ζωῆς· τὸν αὐτὸν ποιητήν τε ὁμοῦ τῶν ἁπάντων δεικνὺς καὶ ἄνθρωπον θανάτου γευσάμενον.
- 4.41
Καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληριαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
- 4.42
Ἀμμωνίου. “Καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ·” ὅτι διὰ πίστεως εἰς Χριστὸν ὑγιάζεται τις· δεῖ οὖν ἀμφοτέρων τὴν πίστιν συν- δραμεῖν, καὶ τοῦ ὑγιαζομένου καὶ τοῦ ὑπερευχομένου· ὅμοιον ἐπὶ τοῦ παραλύτου καὶ τῆς αἱμορροούσης.
- 4.43
Τοῦ χρυσοστΌμου. Μία αὕτη ἀπολογία· δευτέρα ἑτέρα· ὥσπερ ὁ Ἰωσὴφ τοῖς ἀδελφοῖς λέγει, ὅτι ὁ Θεός με ἀπέστειλεν “ ἔμπροσθεν ὑμῶν·” ὅπερ ἐκεῖ συνεσταλμένως ἔλεγε, τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, τοῦτο πλα- τύνει ἐνταῦθα.
- 4.44
Καὶ τὰ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν.
- 4.45
Τοῦ Αὐτοῦ Ἅμα δεικνὺς ὅτι οὐκ ἐκείνων ἐστὶν, ἐὰν τοῦτο δειχθῇ, ὅτι κατὰ Θεοῦ βουλὴν γέγονε· τὰ ῥήματα δὲ ἃ ἐπὶ τοῦ σταυροῦ ὠνείδιζον αἰνίττεται, “εἰ θέλει αὐτὸν σωσάτω αὐτὸν φησίν· “ εἶπεν ὅτι Θεοῦ υἱός εἰμί· εἰ πέποιθεν ἐπ’ αὐτὸν, καταβήτω ἀπὸ “τοῦ σταυροῦ· λῆρος ἦν, ὦ ἀνόητοι, ταῦτα, οὕτω γὰρ ἔδει γενέσθαι· καὶ μαρτυροῦσιν οἱ προφῆται, ὥστε οὐ παρὰ οἰκείαν ἀσθένειαν οὐ κατέβη· ἀλλ’ οὐδὲ παρὰ δύναμιν· καὶ τίθησιν αὐτὸ ἐν τάξει ἀπολουίας τῆς ὑπὲρ Ἰουδαίων, ἵνα καὶ δέξωνται· ἐπλήρωσε φησὶν οὕτως· ὁρᾶς πῶς νῦν αὐτὸν δοξάζει ὁ τότε μὴ βοηθήσας. παρά- γουσι τοὺς προφήτας μαρτυροῦντας ὅτι οὕτως ἔδει γενέσθαι.
- 4.46
Ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ, παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως· μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας.
- 4.47
Τοῦ Αὐτοῦ Ἐνταῦθα τὸν περὶ τῆς οἰκονομίας κινεῖ λόγον· ἐν βραχεῖ ῥήματι πέλαγος ἄφατον ἀνοίξας· ὁ γὰρ ἀνέκφραστος καὶ ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ὁ δόξαν ἔχων ἄφατον, ὁ φῶς οἰκῶν ἀπρόσιτον, μεγαλωσύνην ἀπέραντον· τοῦτο γάρ ἐστι, πλού- σιος ὣν ἐπτώχευσεν· ἄνθρωπος ἐγένετο, κατεδικάσθη, ἐσταυρώθη, τὰ μύρια ἔπαθεν.
- 4.48
Εξ ἀνεπιγράφου. τινὲς τῶν προφητῶν προεκήρυξαν τὴν ἐπιδημίαν τοῦ Κυρίου, καὶ τὰ πάθη ἃ ὑπὲρ ἀνθρώπων ἔμελλεν ἀνα- δέξασθαι· τὰς περὶ τούτων οὖν προφητείας ἐκβεβηκυίας ἐν τῷ σταυρωθῆναι Χριστὸν, ἐπλήρωσεν ὁ Θεός· ὅθεν ὅταν λέγῃ πάντων τῶν προφητῶν πεπληρῶσθαι τοὺς λόγους, τοῦ Σωτῆρος παθόντος, οὐ καθάπαξ πάντας τοὺς προφήτας ἐκλαμβάνομεν, ἀλλὰ πάντας τοὺς προαναφωνήσαντας τὰ τοῦ Χριστοῦ παθήματα, ἄχρι καιρῶν ἀποκαταστάσεως.
- 4.49
Οπως ἃν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου Κυρίου, καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Ἰησοῦν σοῦν Χριστὸν, ὃν δεῖ οὐρανὸν δέξασθαι.
- 4.50
Διδύου. Ὁ προσέχων τῇ ἀναγνώσει πολλὰ εἴδη προφητείας εὕροι δηλούμενα ἐν ταῖς γραφαῖς· ὧν ἐστιν ἡ τῶν μελλόντων προ- αναφώνησις. τούτῳ τῷ εἴδει τῆς προφητείας κοσμηθέντες θεόθεν ἄνδρες τινὲς προεθέσπισαν τὴν ἐπιδημίαν τοῦ Χριστοῦ καὶ τὰ πάθη, ἃ ὑπὲρ ἀνθρώπων ἔμελλεν ἀναδέξασθαι· τὰς περὶ τούτων προφητείας ἐκβεβηκυίας ἐν τῷ σταυρωθῆναι τὸν Ἰησοῦν, ἐπλήρω- σεν ὁ Θεός· ὅθεν ἐὰν γράφηται ἐντεῦθεν πάντων τῶν προφητῶν πεπληρῶσθαι τοὺς λόγους, τοῦ Σωτῆρος παθόντος, οὐ καθάπαξ πάντασ τοὺς προφήτας ἐκλαμβάνομεν, ἀλλὰ πάντας τοὺς προαναφω- νήσαντας τὰ Χριστοῦ παθήματα.
- 4.51
Τοῦ Χρυσοστόμου. Δείκνυσιν ἐνταῦθα ταλαιπωρηθέντας αὐτοῦς καὶ πολλοὺς κατεργαθέντας πλλέμοις· πρὸς γὰρ τὸν καυσούμενον καὶ παραμυθίαν ἐπιζητοῦντα, οὗτος ἃν ἁρμόσειεν ὁ λόγος. ὅρα πῶς ὁδῷ προβαίνει· ἐν μὲν τῇ πρώτῃ δημηγορίᾳ ἠρέμα τὴν ἀνάστασιν καὶ τὴν ἐν οὐρανῷ κάθισιν ἠνίξατο· ἐνταῦθα δὲ καὶ τὴν ἐμφανῆ παρουσίαν.
- 4.52
Τοῦ Αὐτοῦ Ἐνταῦθα περὶ τῆς ἀναστάσεως διαλέγεται ἀμυ- δρῶς· ὄντως γὰρ ἐκεῖνοι “ἀναψύξεως καιροὶ,” οὓς ἐπεζήτει Παῦλος λέγων, “καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν “μένοι·”
- 4.53
Ἀχρὶ χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶ- νος αὐτοῦ προφητῶν.
- 4.54
Σκόλιον. Τὸ ἄχρι καὶ τὸ ἕως παρὰ τῇ θειᾷ γραφῇ οὐ χρόνων ἐστὶ σημαντικόν· ἐπεὶ πῶς νοητέον τὸ εἰρημένον πρὸς Θεόν; “ἕως “ τοῦ αἰῶνος σὺ εἶ· ἔστιν οὖν ὁ νοῦς οὗτος τοῦ προκειμένου· πολλὰ, φησὶν, εἶπον οἱ προφῆται γίνεσθαι, ἃ οὔπω πάντα πεπλή- ρωται· ἀλλ’ ἔτι γίνονται καὶ γενήσονται ἕως τῆς συντελείας τοῦ κόσμου· ἀναστὰς οὖν, φησὶν, ὁ Σωτῆρ’ ἐκ νεκρῶν, ἀνελήφθη εἰς οὐρανόν· ἀλλὰ καὶ μένει ἐκεῖ, ἕως τῆς τοῦ κοσμοῦ συντελείας, ἐλευσόμενος τότε μετὰ δυνάμεως καὶ δόξης θεοπρεποῦς κρῖναι ζῶν- τας καὶ νέκρους.
- 4.55
Διδύμου. Ἑπόμενος τίς τῇ συνηθείᾳ τῆς γραφῆς, τὸ καὶ τὸ ἕως ἐκλήψεται οὐ πάντως χρονικὰς περιγραφὰς σημαίνοντα· ὡς ἑτέρου τινος σημαίνοντος παρὰ τὸ πρότερον μετὰ τὴν χρονικὴν περιγραφήν· τὸ γὰρ ὑπὸ Θεοῦ λεγόμενον πρός τινας· εγω εἰμι ο Θεος ὑμῶν καὶ ἕως ἃν καταγηράσητε ἐγὼ εἰμι οὐ δηλοῖ, ὅτι μετὰ τὸ γηράσαι τοὺς πρὸς οὓς ὁ λόγος, οὐκ ἔτι Θεός ἐστιν, ἀθάνατος γὰρ καὶ ἀίδιος ὑπάρχει· τούτῳ μυρία συνάδει τῷ αὐτῷ τρόπῳ φερόμενα ἐν τῇ θειᾷ παιδεύσει, ἃς αὐτῷ τις ἐκλέξασθαι δύναται· εἰ τοίνυν οὕτως ἡ προκειμένη φωνὴ λέγει, δεῖν δέξασθαι τὸν οὐρανὸν τὸν Κύριον “ἄχρι χρόνων ἀποκαταστάσεως,” καὶ τὰ ἑξῆς· ἡγητέον ὡς Χριστὸς ἀναληφθεὶς εἰς οὐρανοὺς μένει ἐκεῖ, ἕως τῆς τοῦ κόσμου συντελείας· ἐλευσόμενος τότε μετὰ δυνάμεως, ἀποκαταστάντων πάντων λοιπὸν ὧν προεθέσπισαν οἱ προ- φῆται· ἤτοι ὅταν τὸ τέλος ἐνστῇ καὶ παύσεται τὰ αἰσθητὰ, τότε ὁ Χριστὸς ἔσται τῶν οὐρανῶν ὑψηλότερος· οὐ μὴν ἐν οὐρανῷ ἀπο- κατασταθεὶς, ἀλλ’ ὑπὲρ οὐρανὸν, “εἰς ἣν δόξαν εἶχε παρὰ τῷ Πατρὶ “πρὸ τοῦ τὸν κόσμον εἶναι· ὑπεράνω οὖν γεγονὼς πάσης ὁρωμένης κτίσεως, τέλος ἐπιτίθησι τὸ εἶναι ἐν οὐρανῷ.
- 4.56
Μωυσῆς μὲν πρὸς τοὺς πατέρας εἶπεν, ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.
- 4.57
Τοῦ ἁγίου Κυρíλλου ἐκ Τοῦ πρὸσ Ῥωμαίογσ τόμου B. Προφήτης ὠνόμασται διὰ τὸ ἀνθρώπινον ὁ Ἐμμανουήλ, ὁ ὡς ἐν τάξει Μώσεως μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ διαπορθμεύων εἰς ἡμᾶς τοῦ ἰδίου Πατρὸς τὴν ἀπόρρητον βούλησιν.
- 4.58
Οὐ τῇ οὐσίᾳ ἀλλὰ τοῖς πράγμασιν· εἰ γὰρ τῇ οὐσίᾳ ἔφη, “ὡς ἐμὲ” οὐχ εἷς ἀνέστη ἀλλὰ πολλοὶ μέχρι τῆς δεῦρο.
- 4.59
Τοῦ χρυσοστΌμου. Τὸ “ὡς ἐμὲ οὐκ ἐπὶ τῆς φύσεως ἀλλ’ ἐπὶ τῆς πράξεως ἐκληπτέον· ἐδήλου γὰρ ὡς οὐ μόνον προφήτης ἀλλὰ καὶ νομοθέτης ὁ παραγενόμενος ἔσται· οὐ μόνον δὲ Μωϋσῆς ἀλλὰ καὶ οἱ προφῆται τὴν εἰς ἀνθρώπους αὐτοῦ κατήγελλον παρουσιαν῾ κατεσήμαναν γὰρ καὶ ’τον τρόπον τῆς γεννήσεως, ὅτι ἐκ παρθένου· καὶ τὸν τόπον, ὅτι ἐκ Βηθλεέμ· καὶ τὸν χρόνον, τὴν ἑβδο- μήκοντα ἑβδομάδων προθεσμίαν μηνύοντες· καὶ ὅσα διαπράξεται· ὀφθαλμοὺς λέγοντες αὐτὸν ἀνοίγειν τυφλῶν, καὶ τὰς ἄλλας ἁπάσας εὐεργεσίας καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ὅσα πείσεται ὑπὸ τῶν δυσσεβῶν· καὶ τὸν θάνατον αὐτοῦ, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάληψιν· ὀψὲ δέ ποτε μετὰ τὴν εἰς οὐρανοὺς τοῦ Κυρίου ἄνοδον ὁ Παράκλητος ἐλθὼν, ἐδίδαξε τοὺς Ἀποστόλους καὶ Εὐαυυελιστὰς τὴν ἀκριβῆ τοῦ μυστηρίου οἰκονομίαν.
- 4.60
Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμὰς.
- 4.61
Εσ ἀνεπιγράφου. Τί δέ ἐστιν “ὡς ἐμέ;” Μωϋσῆς γεννᾶται ἐν Αἰγύπτῳ, φονευομένων τῶν νηπίων ὑπὸ Φαραὼ τῶν ἀρρένων τῶν Ἐβραίων· ὃν λαβοῦσα ἡ μήτηρ καὶ προσποιησαμένη μὴ εἶναι αὐτοῦ μητέρα ἀλλὰ ξένην, “κιβώτιον θήβην λεγομένην “ κατασκευάσασα καὶ χρίσασα πίσσῃ, ῥίπτει παρὰ τὴν ὄχθην τοῦ “ ποταμοῦ, καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα.—Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ δεύτερος οὐράνιος Μωϋσῆς, φαίην γὰρ αὐτὸν ἃν καὶ Μωϋσέα· Μωϋσῇ ἐν παραβολῇ συγκρινόμενον, τῇ σκιᾷ, τῷ δούλῳ· ὁ δεσπότης τῷ κτίσματι, ὁ κτίστης τῷ γηγενεῖ, ὁ ἄναρχος· τούτῳ ὁ Μωυσῆς , οὐχ ἑαυτὸν τῷ δεσπότῃ ὁ δοῦλος, οὐ τῷ ποιητῇ τὸ ποίημα, οὐ τῷ πλάστῃ τὸ πλάσμα, οὐ τῷ τεχνίτῃ ὁ πηλὸς, ἀλλὰ καιρὸν συγκρίνων καιρῷ, καὶ ἀλήθειαν ἐν σκιᾷ διαγράφων, καὶ ἐπιτηδεύματα ἀνθρώπων προκατασκευαζομένη ἀνθρώποις οἰκονομία, καὶ σχήματα δράμασι Θεοῦ, εὐπορίας, καὶ τρόπον τρόπῳ. Γεννᾶται ἐν Βηθλεὲμ ὁ Χριστὸς, ὡς καὶ Μωυσῆς ἐν Αἰγύπτῳ· Ισραηλίτης ἐκεῖνος, οὗτος τὸ κατὰ σάρκα ὡς ἐκ γένους ἱερατικοῦ, ὡς οὗτος ἐκ Δαβὶδ διὰ τὴν παρθένου· Φαραὼ ἐπ’ ἐκείνου, Hρώδης ἐπὶ τούτῳ· βρέφη ἐκεῖνος ἀναιρεῖ, βρέφη φονεύει οὗτος· ἀρρενικὰ ἐκεῖνος, ἀρρενικὰ οὗτος· ἐν λάρνακι ἐκεῖνος, καὶ παρὰ ποταμὸν ἐν λύκῳ οὗτος, τῇ παρὰ τὸν αὐ- τὸν ποταμὸν Αἰγυπτίᾳ πόλει· ὑπὸ ἀλλοφύλου ἐκεῖνος τῆς Φαραω-· νίτιδος ἐτρέφετο, ὑπὸ πόλεως καὶ οὗτος Φαραωνίτιδος ἐτρέφετο.
- 4.62
Σετήρου Ἀντιοχείασ ἐκ τοῦ κατὰ τῆσ τοῦ Ἁλικαρνασσέωσ Ἀπολογίαασ συντάγματοσ. Καὶ τὸ δὲ *“ὡς ἐμὲ” τὸ σχῆμα τῆς νομοθεσίας δηλοῖ, τὸ μόνον ἐκβεβηκὸς εἰς Χριστὸν, καὶ οὐκ εἰς ἕτερόν προφήτην τινά· πρόδηλον γὰρ ὡς διὰ Μώσεως ὁ νόμος ἐδόθη, ὃν καὶ κατὰ τὸ Δευτερονόμιον ἐκ θείας ἐπιπνοίας ἐπλάτυνε, καἰ νομοθέτου δόξαν ἐκαρποῦτο καὶ ὄνομα· πρωτοτυπῶν τὸν ἀληθῆ νομοθέτην Χριστὸν, τὸν καὶ τὸν νόμον λαλήσαντα· δι’ αὐτοῦ γὰρ καὶ ἐν νόμῳ καὶ προφήταις πολυμερῶς καὶ πολυτρόπως, ὡς διὰ ἰδίου Λόγου μονογενοῦς καὶ ἐνυποστάτου καὶ ὁμοουσίου, λελάληκεν ὁ Θεὸς καὶ Πατήρ· τοσοῦτον γὰρ ἀξίωμα νομοθέτου καὶ δόξαν εἶχεν ὁ Μώσης, τῇ δόσει τῶν νομικῶν ὑπουργήσας πλακῶν, ὅτι δὴ καὶ αὐτὸν τὸν νόμον Μωυσέα καλεῖν ἔθος τῇ θείᾳ γραφῇ. Καὶ μετ’ ὀλίγα — Ἐπεὶ οὖν ἐν σχήματι νομοθέτου μόνος ἐν προφήταις ὁ Μωυσῆς, διὰ τοῦτο καὶ μοναδικῶς πρὸς τὸν Χριστὸν ἀποβλέπων ἔλεγε, “π ῥοφητὴν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν, ἐκ τῶν ἀδελ- *’ φῶν ὑμῶν, ὡς ἐμέ. καὶ γὰρ ὥσπερ αὐτὸς τὴν νομικὴν εἰσήγαγε πολιτείαν, οὕτως ὁ Χριστὸς τὴν εὐαηελικὴν, κατὰ τὸ τῆς ἑκουσίου κενώσεως μέτρον· μεσίτης ἀνθρωπίνως τῆς καινῆς διαθήκης καὶ τῆς ἐν Πνεύματι λατρείας γενόμενος· καθὸ γὰρ ὑπῆρχε Θεὸς, αὐ- τὸς ἦν ἑκατέρας πολιτείας καὶ πρυτάνις καὶ δότης· τοῦτον ᾔτει τὸν νομοθέτην δοθῆναι πᾶσι τοῖς ἔθνεσι, καὶ οὐ καθὰ πάλαι μόνῳ τῷ Ἰσραὴλ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, μελῳδῶν ὧδε πῶς ὁ φήτης Δαβίδ· “Κατάστησον Κύριε νομοθέτην ἐπ’ αὐτούς· γνώ- “τωσαν ἔθνη, ὅτι ἄνθρωποι εἰσί·” τοιγαροῦν καὶ δεξάμενα τὰ ἔθνη τὸν νομοθέτην, τὸν ἐν σαρκὶ φανερωθέντα Θεὸν, ἔγνωσαν ἀληθῶς ὅτι ἄνθρωποί εἰσὶ, διὰ τῆς εὐαγγελικῆς νομοθεσίας παιδευθέντες τι τὸ οἰκεῖον ἀξίωμα· καὶ ὅτι χρὴ τὴν μὲν ψυχὴν ἀνακαθαίρειν τῶν τῆς ἀλογίας παθῶν, ὡς κατ’ εἰκόνα καὶ ὁμοίωσιν γινομένην· τῶν δὲ τῆς σαρκὸς ἡδονῶν ἀμελεῖν, ἵνα καὶ αὐτῇ τῆς ἐν τῇ καταστάσει δόξης κληρονομήσειεν.
- 4.63
Ἔσται δὲ, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούση τοῦ προφήτου ἐκείνου, ἐξολοθρευσήτεται ἐκ τοῦ λαοῦ· καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.
- 4.64
Τοῦ χρυσοστΌμου. Ἐνταῦθα καλῶς τὸν ὄλεθρον· ὅταν γάρ τι λέγῃ μέγα, ἐπὶ τοὺς πρώτους καταφεύγει, καὶ μαρτυρίαν εὗρεν ἀμφότερα ἔχουσαν ὥσπερ εἰπεν· “ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς “ πόδας αὐτοῦ·” τὸ γὰρ θαυμαστὸν, ὅτι ὁμοῦ τὰ δύο καὶ ὑπετάγη, καὶ παρακοὴ καὶ η τιμωρία.
- 4.65
Σχολιον. Ἀθάνατος οὖσα τοῦ ἀνθρώπου ἡ ψυχὴ, οὐ καθάπαξ ἐξολοθρεύεται, ἀλλ’ ἐκ τινὸς τάγματος ἀγαθοῦ, ὀποῦ ἦν τεταγμένος πρότερον· οὕτω καὶ Ἰούδας ἐξολοθρεύθη ἐκ τοῦ χοροῦ τῶν Ἀπο- στόλων.
- 4.66
Διδύμου. Ἐπειδὴ ἀθάνατός ἐστιν ἡ ψυχὴ, ἐξολόθρευσιν νοοῦμεν, τὸ ἔξω γενέσθαι τῶν ἀγαθῶν ὧν ἤμελλεν ἀπολαύειν, εἴγε θεοσεβῶς ἐπολιτεύσατο.
- 4.67
Ὑμεῖς δὲ ἐστὲ οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης, ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραὰμ, καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
- 4.68
Τοῦ χρυσοστΌμου. “ Ὑμεῖς ἐστὲ υἱοὶ τῶν προφητῶν, ὥστε ὑμῖν ἔλεγον, καὶ δι’ ὑμᾶς πάντα γέγονεν· ἐπειδὴ γὰρ διὰ τὸ τόλμημα ἐνόμιζον ἑαυτοὺς ἠλλοτριῶσθαι, καὶ οὐκ ἔχει λόγον, τὸν αὐτὸν νῦν μὲν σταυροῦσθαι, νῦν δὲ ὡς οἰκείους θεραπεύειν, δεικνὺς ὅτι καὶ ἐκεῖνο διὰ προφητείαν καὶ τοῦτο· “ καὶ τῆς διαθήκης ἧς διέθετο ὁ “Θεός” τῆς διαθήκης, φησὶν, υἱοὶ, τουτέστι κληρονόμοι· ἵνα γὰρ μὴ δόξωσιν ὡς ἀπὸ χάριτος Πέτρου ταῦτα λαμβάνειν, δείκνυσιν ὅτι ἄνωθεν αὐτοῖς ὠφείλετο, ἵνα μᾶλλον πιστεύσωσιν ὅτι καὶ τῶ Θεῶ τοῦτο δοκεῖ· καὶ ἐπάγει Μωσέα λέγοντα ὅτι πάντα ἔσται, ἃ εἶπεν ὁ Χριστός· εἰτα καὶ ἑτέρωθεν μετ’ ἐγκωμίου· ὥστε καὶ διὰ τοῦτο πείθεσθαι ὀφείλετε φησίν· “ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης·” τι ἐστιν υἱοί; τουτέστι κληρονόμοι· τι οὖν ὡς περὶ ἀλλότρια διά. κεῖσθε τὰ ὑμέτερα; ἄρα κατηγορίας μὲν ἄξια ἐπράξατε, δυνήσεσθε συγγνώμης τυχεῖν.
- 4.69
Ὑμῖν πρῶτον ἀναστήσας ὁ Θεὸς τὸν παῖδα αὑτοῦ Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν στρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
- 4.70
“Ὑμῖν πρῶτον, φησὶν, “ὁ Θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ “ ἀπέστειλεν· ἄρα καὶ ἑτέροις· ἀλλὰ καὶ ὑμῖν πρῶτον τοῖς σταυ- ρώσασιν· “ εὐλογοῦντα ὑμᾶς,” φησὶν, “ἐν τῷ ἀποστρέφειν ἕκα- “ ’στὸν ἀπὸ τῶν πονηριῶν. Καὶ μετ’ ὀλίγα — Οὐκ εἰπεν, ὑμῖν ἁπλῶς ἀπέστειλε τὸν παῖδα αὐτοῦ, ἀλλὰ καὶ μετὰ τὴν ἀνάστα- σιν· καὶ ὅτι ἐσταυρώθη· ἵνα γὰρ μὴ νομίσωσιν ὅτι αὐτὸς ὣν ταῦτα ἐχαρίζετο, ὁ δὲ πατὴρ οὐχὶ, διὰ τοῦτο φησὶ “ εὐλογοῦντα ὑμᾶς·’ εἰ γὰρ ἀδελφὸς ὑμῶν αὐτὸς, καὶ εὐλογεῖ ἡμᾶς, ὑπόσχεσις τὸ πρᾶγμα ἐστί· τουτέστι, τοσοῦτον ἀπέχετε μὴ κοινωνεῖν τούτοις, ὅτι καὶ τοῖς ἄλλοις ὑμᾶς αἰτίους καὶ ἀρχηγοὺς οὐ βούλεται γενέσθαι· καὶ γὰρ ὡς ἀπεριμμένοι διάκεισθε.
- 4.71
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐ- τοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ. Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Σὺ δέ μοι θέα πῶς ἐπὶ τοῦ Χριστοῦ τὸν παραδώσοντα ζητοῦντες, ἐνταῦθα λοιπὸν αὐτοὶ ἐπιβάλλουσι τὰς χεῖρας, θρασύτεροι γεγονότες καὶ ἀναισχυντότεροι μέτα ’τον σταυ- ρόν· ἡ γὰρ ἁμαρτία, ἕως μὲν ἂν ὠδίνηται, ἔχει τινὰ αἰσχύνην· ἐπὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ τοὺς ἐργαζομένους αὐτήν· “ καὶ ὁ στρατηγὸς,’ φησὶ, “ τοῦ ἱεροῦ,” ἵνα πάλιν δημόσιον ἔγκλημα περιθῶσι τοῖς γινομένοις, καὶ μὴ ὡς ἰδιωτικὸν ἐκδικῶσιν, ὅπερ πανταχοῦ σπουδάζουσι ποιεῖν.
- 4.72
Καὶ οἱ Σαδδουκαῖοι, διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν.
- 4.73
Τοῦ Αὐτοῦ. Οὐ μόνον ὅτι ἐδίδασκον, ἀλλ’ ὅτι οὐκ αὐτὸν μόνον ἔλεγον ἐγηγέρθαι, ἀλλὰ καὶ ἡμᾶς δι’ ἐκεῖνον ἀνίστασθαι.
- 4.74
Καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν· καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας.
- 4.75
Τοῦ Αὐτοῦ. Οὕτως ἰσχυρὰ ἐγένετο ἡ ἀνάστασις, ὡς καὶ ἑτέροις m ροισ m αὐτὸν αἴτιον γενέσθαι ἀναστάσεως.
- 4.76
Καὶ ἔθεντο αὐτοὺς εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη.
- 4.77
Τοῦ Αὐτοῦ. Ὢ τῆς ἀναισχυντίας· οὐκ ἔδεισαν τὸ πλῆθος· διὰ τοῦτο καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ σὺν αὐτοῖς ἦν· ἔτι τῶν προτέρων αἱμάτων γεμούσας τὰς χεῖρας εἶχον.
- 4.78
Τοῦ Αὐτοῦ. Οὐκέτι ἄγουσιν αὐτοὺς πρὸς Πιλάτον, αἰσχυνόμενοι καὶ ἐρυθριῶντες τὰ προτέρα, μὴ καὶ ὑπὲρ ἐκείνων ἐγκλη- θῶσιν. Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε. Τοῦ Αὐτοῦ. Τί τοῦτο; μὴ γὰρ εὐδοκιμήσαντας εἶδον, οὐχὶ δεθέντας ἐθεάσαντο. πῶς οὖν ἐπίστευσαν; ὁρᾶς ἐνέργειαν φανεράν· καὶ μὴν καὶ τοὺς ἤδη πιστεύσαντας ἔδει ἀσθενεστέρους γενέσθαι· ἀλλ’ οὐκ ἔστι τοῦτο· ἡ γὰρ Πέτρου δημηγορία εἰς τὸ βάθος τὸ σπέρμα κατέβαλε, καὶ τῆς διανοίας καθήψατο· καὶ διὰ τοῦτο ὠργίζοντο, ὅτι οὐδὲν αὐτοὺς ἐδεδίεσαν, ὅτι οὐδὲν τὰ παρόντα δεινὰ ἡγοῦντο· εἰ γὰρ ὁ σταυρωθεὶς, φησὶ, τοιαῦτα ἐργάζεται, οὐ φοβούμεθα οὐδὲ τούτους· τὸν χωλὸν ἔστησαν· καὶ τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας γέγονε· πλείους γὰρ ἤσαν οἱ νῦν πιστεύσαντες τῶν πρώτων· διὰ τοῦτο ἐκείνων ὁρώντων ἔδησαν τοὺς Ἀποστόλους, ἵνα καὶ αὐτοὺς δειλοτέρουςn ἐργάσωνται· τὸ δὲ ἐναντίον ἐγένετο· καὶ οὐκ ἐπ’ αὐτῶν αὐτοὺς ἐξετάζουσιν, ἀλλὰ κατ’ ἰδίαν· ἵνα μὴ ἀπὸ τῆς παρρησίας οἱ ἀκούσαντες κερδάνωσιν.
- 4.79
Τοῦ Αὐτοῦ. τοῦτο γὰρ ἦν τὸ πολλοῖς ἐκπλήξεως γέμον· ὅτι κατέχοντες αὐτοὺς οἱ ἐχθροὶ, καὶ εἰς δεσμωτήριον ἐμβάλλοντες καὶ δεσμοὺς, οὐ μόνον αὐτῶν οὐ περιεγένοντο, ἀλλὰ καὶ αὐτοὶ μετὰ ταῦτα αὐτοῖς ὑπέκυπτον· οἱ μαστίζοντες τοῖς μαστιζομέ- μαστιζομένοις οἱ δεσμοῦντες τοῖς δεδεμένοις· οἱ διώκοντες, τοῖς ἐλαυνω- μενοις.
- 4.80
Διὰ τοῦτο προέλεγεν ἐπὶ τῶν πεντακισχιλίων “δότε αὐτοῖς “ὑμεῖς φαγεῖν· τουτέστι, πεντακισχιλίους κορέσετε πίστεως καὶ ὑμεῖς μετὰ ταῦτα.
- 4.81
Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς 6ε’ν Ἰερουσαλήμ· καὶ Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ^° ἀρχιερατικοῦ.
- 4.82
Τοῦ Χρυσοστόμου. Οὐκέτι γὰρ μετὰ τῶν ἄλλων κακῶν τὰ τοῦ νόμου ἐφυλάττετο· καὶ πάλιν δικαστηρίου σχῆμα τῷ πράγματι περιτιθέασιν, ἵνα ὑπεύθυνοι τῇ ἀδίκῳ γένωνται κρίσει.
- 4.83
Καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ, ἐπυνθάνοντο, ἐν ποίᾳ δυνάμει, ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς ;
- 4.84
Toῦ Αὐυοῦ. Καὶ μὴν ᾔδεσαν· διαπονούμενοι γὰρ ἐν τῷ κατ- αγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν, κατέσχον αὐτούς· τίνος οὖν ἕνεκεν ἐρωτῶσι ; προσδοκῶντες αὐτοὺς διὰ τὸ πλῆθος ἐξάρνους γενέσθαι, καὶ τὸ πᾶν διὰ τούτου νομίζοντες κατορθωκέναι· ὅρα τί φασί· καὶ ” ἐν ποίῳ ὀνόματι ποιήσατε τοῦτο ὑμεῖς ;
- 4.85
Τοῦ Αὐτοῦ. Τοῦτο ποῖον ’, διατί μὴ λέγεις, ἀλλὰ συσκιάζεις ; “ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς ;
- 4.86
Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου, εἶπε πρὸς αὐτοὺς.
- 4.87
Τοῦ αὐτοῦ. Ἀναμνήσθητ’ ι τοίνυν τοῦ Χριστοῦ λέγοντος, “ὅταν ** δὲ ἄγωσιν ὑμᾶς εἰς τὰς συναγωγὰς, μὴ μεριμνήσητε πῶς ἢ τι “λαλήσητε· τὸ γὰρ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν ἐστι τὸ λαλοῦν ** ἐν ὑμι-ν·” . ὥστε ἐνεργείας πολλῆς ἀπήλαυον.
- 4.88
Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ ἀκούσατε· εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται.
- 4.89
Τοῦ αὐτοῦ. Ὄρα φιλοσοφίαν ἀνδρὸς πόσης γέμουσαν παρρη- σίας· οὐδὲν ὑβριστικὸν φθέγγεται· ἀλλὰ μετὰ τιμῆς σφόδρα αὐτῶν γενναίως καθήψατο· ἀπὸ τοῦ προοιμίου διεκωμῴδησεν αὐτοὺς, καὶ ἀνέμνησε τῶν προτέρων, ὅτι ἐπ’ εὐεργεσίας αὐτοὺς κρίνουσιν· ὡσανεὶ ἔλεγε, μάλιστα μὲν ἐχρῆν στεφανοῦσθαι ἡμᾶς ἐπὶ τούτοις, καὶ ὡς εὐεργέτας ἀνακηρύττεσθαι, ἐπεὶ δὲ καὶ κρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, οὐχὶ πλουσίου, οὐχὶ δυνατοῦ, οὐχὶ ἐνδόξου· καίτοι ἐν τούτῳ τίς ἂν ἐβάσκηνε; πολλῆς βαρύτητος ἡ ἐπαγγελία γέμει· καὶ δείκνυσιν ὅτι αὐτοὶ ἑαυτοὺς περιπείρουσιν.
- 4.90
Γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ.
- 4.91
Τοῦ Αὐτοῦ. Ὅ μάλιστα αὐτοὺς ἐλύπει· τοῦτο γὰρ ἐστὶν ὃ ἔλεγεν αὐτοῖς ὁ Χριστὸς, “ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ “ τῶν δωμάτων.”
- 4.92
Οτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου.
- 4.93
Τοῦ Αὐτοῦ. Μῆ νομίσητε, φησὶν, ὅτι κρύπτομεν ἣ τὴν πατρίδα ἣ τὸ πάθος· “ὃν ὑμεῖς ἐσταυρώσατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ “ νεκρῶν· ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής· πάλιν τὸ πάθος· πάλιν ἡ ἀνάστασις.
- 4.94
Ὃν ὑμεῖς ἐσταυρώσατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιὴς·
- 4.95
Τοῦ Αὐτοῦ. Ὣ τῆς πολλῆς παρρησίας· “ὃν ὑμεῖς ἐσταυρώσατε φησὶν, αὐτὸν ὁ Θεὸς ἤγειρε· τοῦτο μείζονος παρρησίας· μὴ νομί- σητε ὅτι τὰ αἰσχρὰ κρύπτομεν· μονονουχὶ ὀνειδίζων αὐτοῖς ταῦτα φησί· καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἐνδιατρίβει τῷ λόγῳ.
- 4.96
Κυρίλλου. Ὅτι δὲ ὁ Πατὴρ ἐκ νεκρῶν ἀναστῆσαι λέγεται τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐνεργουμένου δηλονότι περὶ τὴν σάρκα αὐτοῦ τοῦ πράγματος, οὐκ ἂν ἐνδοιάσειέ τις· αὐτός τε ὑπάρχων ἡ ζωοποιός τε καὶ ἐνεργὴς δύναμις τοῦ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναὸν, κατὰ τὸ, “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν “ ἡμέραις ἐγερῶ αὐτόν. ἦν ἄρα τὸ ζωοποιούμενον οὐκ ἀλλότριον, οὕτε μὴν ἑνὸς τῶν καθ’ ἡμᾶς ἀνθρώπων, ἀλλ’ ἴδιον αὐτοῦ τοῦ Λόγου σῶμα.
- 4.97
Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ἀφ’ ὑμῶν τῶν οἰκοδόμων.
- 4.98
Τοῦ ἀγίου Εἰρηναίου ἐπισκόπου Ἀπόστολοι οὐ τὸν Θεὸν ἤλασσον, ἀλλὰ τὸν Χριστὸν κατήγγελλον τῷ λαῷ εἶναι τὸν Ἰησοῦν τὸν ἐσταυρωμένον· ὃν ὁ Θεὸς, ὁ τοὺς προ- φήτας πέμψας, αὐτὸς Θεὸς ὢν, ἤγειρε, καὶ τὴν σωτηρίαν ἐν αὐτῷ ἔδωκε τοῖς ἀνθρώποις.
- 4.99
Τοῦ ΧρυσοστΌμου. Ἀνέμνησεν αὐτοὺς καὶ ῥήματος ἱκανοῦ φοβῆσαι· “ καὶ ὁ πεσὼν γάρ,” φησιν, “ ἐπὶ τὸν λίθον τοῦτον συν- “θλασθήσεται, ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν.
- 4.100
Ο γενόμενος εἰς κεφαλὴν γωνίας.
- 4.101
Τοῦ Αὐτοῦ. Τουτέστιν, ὅτι σφόδρα δόκιμός ἐστι· πολλὴν εἶχον ἀπὸ τοῦ σημείου τὴν παρρησίαν τὸ λοιπόν· καὶ ὅτε μὲν διδά- ξαι ἐχρῆν, ὅρα πῶς λέγουσι καὶ προφητείας παράγουσι πολλάς· ὅτε δὲ παρρησιάσασθαι, μόνον ἀποφαίνονται· “οὐδὲ γὰρ ὄνομα ἕτε- ‘ρόν εστι ἐστι φησὶ, καὶ τὰ ἑξῆς.
- 4.102
Καὶ οὐκ ἔστιν οὐδενὶ ἄλλῳ ἡ σωτηρία.
- 4.103
Τοῦ Αὐτοῦ. Ποίας οἴει πληγὰς αὐτοὺς λαμβάνειν ἐκ τούτων τῶν ῥημάτων.
- 4.104
Διδύμου. Τῆς σωτηρίας βεβαιουμένης μετουσίᾳ τριάδος, Χριστὸν τὸν ἐπιδημήσαντα προσηκάμενος, πιστεύσας δὲ ἐν τῷ ὀνόματι, σώζεται· δοθέντος ἐν τῇ ὑπ’ οὐρανὸν τῆς Υἱοῦ προσηγορίας, ἀπὸ τοῦ τῆς ἐπιδημίας χρόνου, ἐν ᾗ ὁ πιστεύων μεθέξει διὰ Υἱοῦ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος ἀποσταλέντος Παρακλήτου· ὅθεν ὁ σωζόμενος ἐν τῷ ὀνόματι τοῦ Σωτῆρος ἐκ τῆς τριάδος ἔχει τὴν σωτηρίαν.
- 4.105
Οὐδὲ γὰρ ἕτερον ὄνομά ἐστιν ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
- 4.106
Τοῦ ΧρυσοστΌμου. Ἐνταῦθα καὶ ὑψηλὰ φθέγγεται· ὅταν γὰρ μὴ ᾖ τι κατορθῶσαι, ἀλλὰ παρρησίαν ἐπιδείξασθαι μόνον, οὐ φείδεται· οὐδὲ γὰρ ἐδεδοίκει μὴ πλήξῃ· καὶ οὐκ εἶπεν ἁπλῶς δι ἄλλου· ἀλλ’ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· τουτέστιν, οὗτος ἡμᾶς σῶσαι δύναται. ταύτῃ τὸν φόβον αὐτῶν κατέστειλεν.
- 4.107
Ἐξ ἀνεπιγράφου. Ὠσπερ ἐπὶ τοῦ ἁγίου βαπτίσματος ὅτι ὁ βαπτιζόμενος ἐπὶ τῷ ὀνόματι Ἰησοῦ, καὶ εἰς Πατέρα καὶ εἰς τὸ Ἅγιον Πνεῦμα βαπτίζεται, ἀδιαιρέτου οὔσης τῆς Ἀγίας Τριάδος, οὕτω καὶ ἐνταῦθα λέγομεν, ὅτι ὁ σωζόμενος ἐν τῷ ὀνόματι Ἰησοῦ, ἐκ τῆς Ἀγίας τριάδος ἔχει τὴν σωτηρίαν.
- 4.108
Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰω- αννου.
- 4.109
Τοῦ ΧρυσοστΌμου. Οἱ δύο ἀγράμματοι κατερητόρευσαν αὐτῶν καὶ τῶν ἀρχιερέων· οὐ γὰρ αὐτοὶ ἐφθέγγοντο, ἀλλ’ ἡ τοῦ Πνεύματος χάρις. Καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον· ἐπεγίνωσκον δὲ αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. Οὐκ ἔστι μόνον θαυμαστὸν, ὅτι ἁλιεῖς, ὅτι ἰδιῶται ἦσαν οἱ κήρυκες, ἀλλ’ ὅτι καὶ ἕτερα κωλύματα φύσει ἦν· καὶ πλεῖον γέγονεν ἡ ἐπίδοσις· οὐ μόνον οὐδὲν ἐκώλυσεν ἡ ἰδιωτία, ἀλλὰ καὶ αὐτὸ τοῦτο φανερωθῆναι ἐποίησε τὸ κήρυγμα.
- 4.110
Τοῦ ΧρυσοστΌμου. Οὐχ ἁπλῶς τοῦτο ἔθηκε τὸ χωρίον ὁ Εὐαγγελιστὴς, ἀλλ’ ὅτι ἐπεγίνωσκον αὐτούς, φησιν, ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν ἐν τῷ πάθει· οὗτοι γὰρ μόνοι ἦσαν τότε· ἑώρων αὐ- τοὺς ταπεινοὺς, συνεσταλμένους· καὶ τοῦτο μάλιστα αὐτοὺς ἐξέ- νιζεν, ἡ πολλὴ μεταβολή· καὶ γὰρ ἐκεῖ ἤσαν οἱ περὶ Ἄνναν, καὶ παρεστήκεσαν αὐτῷ καὶ οὗτοι· καὶ ἐξέπληττεν αὐτοὺς ἡ παρρησια καὶ μετ’ ὀλίγα—ἐπεγίνωσκον τε αὐτοὺς, φησιν, ὅτι σὺν “τῷ Ἰησοῦ ἦσαν·” ὅπερ αὐτοὺς ἐποίει πιστεύειν, ὅτι πη ἐκείνου ταῦτα ᾔδεσαν, καὶ ὡς ἐκείνου μαθηταὶ πάντα ἔπραττον. τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.
- 4.111
Τοῦ Αὐτοῦ. Πολλὴ ἡ τοῦ ἀνθρώπου παρρησία, καὶ ἐν αὐτῷ τῷ δικαστηρίῳ μὴ ἐγκαταλελοιπότος αὐτούς· εἰ γὰρ εἶπον ὅτι οὐχ οὕτως ἔχει, ἐκεῖνος ἀν’ κατηγόρησεν.
- 5.1
Περὶ ἀπlστων’ Ἀρχιερέων προσταττόντων n ὡς οὐ δεῖ παρρησιάζεσθαι ἐπὶ τῷ ο ὀνόματι τοῦ Χριστοῦ· κοὶ ἀνανεώσεως τῶν Ἀποστόλων.
- 5.2
Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλον πρὸς ἀλλήλους λέγοντες· τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι’ αὐτῶν πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερὸν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι.
- 5.3
Τοῦ Αὐτοῦ. Ὄρα ἐν ἀπορίᾳ ὄντας, καὶ πάλιν τὸν φόβον τὸν ἀνθρώπινον πάντα ἐργαζόμενον· ὥσπερ ἐπὶ τοῦ Χριστοῦ ἀνάτρεψαι, φησὶν, τὸ γινόμενον οὐκ ἔνι, οὐδὲ συσκιάσαι, ἀλλὰ κωλυόντων αὐτὸν μᾶλλον ἐπεδίδου τὰ τῆς πίστεως, οὕτω καὶ νῦν γίνεται.
- 5.4
Tοῦ αυτου εκ της προς Ῥωμαíους Ἐπιστολης. “Τί ποιή- “ σωμεν τοῖς ἀνθρώποις τούτοις;“τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι κατέχοντες αὐτοὺς καὶ ὑπευθύνους ἔχοντες, καὶ δεσμοῦντες καὶ κόπτοντες, ἠπόρουν καὶ ἐν ἀμηχανίᾳ ἦσαν, δι’ αὐτῶν τούτων ἡττώμενοι δι’ ὧν προσεδόκων νικᾶν· καὶ οὔτε τύραννοι οὔτε δῆμοι, οὔτε δαιμόνων φάλαγγες, οὔτε αὐτὸς ὁ διάβολος περιγενέσθαι αὐτῶν ἴσχυσεν, ἀλλ’ ἐκ πολλῆς ἡττῶντο τῆς περιουσίας· ἅπερ κατ’ αὐτῶν ἐμηχανῶντο παντᾶ ὑπὲρ αὐτῶν ὁρῶντες γινόμενα· διὸ καὶ ἔλεγεν ὁ Ἀπόστολος Παῦλος· “ ὑπερνικῶμεν· καινὸς γὰρ οὗτος τῆς νίκης ὁ νόμος ἦν· τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ μηδέποτε ἡτ- τᾶσθαι· ἀλλ’ ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, οὕτως ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι τούτους.
- 5.5
Τοῦ Αὐτοῦ. ἐκ Τοῦ Κατα Ματφαῖον Εὐαγγελίου. “Τί ποίη- “ σωμεν τοῖς ἀνθρώποις τούτοις;” ὁρᾶς ἐν ἀπορίᾳ ὄντας, οὐ τοὺς ὑποχειρίους καὶ δεδεμένους, ἀλλὰ τοὺς κατέχοντας καὶ δεσμοῦντας· οὗ τι γένοιτ’ ἃν καινότερον; σὺ κατέχεις καὶ δυσφορεῖς; καὶ μάλα εἰκότως· ἐπειδὴ γὰρ ἐπὶ τῆς ψάμμου πάντα ᾠκοδόμησαν· διὰ τοῦτο καὶ ἀσθενέστεροι πάντων ἦσαν.
- 5.6
Ἀλλ’ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαὸν, ἀπειλῇ ἀπειλησόμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. καὶ καλέσαντες αὐτοὺς παρηγγείλαντο τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ. Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς· εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε.
- 5.7
Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὄρα καὶ τούτων τὴν ἀναισχυντίαν καὶ τῶν Ἀποστόλων τὴν φιλοσοφίαν.
← Previous · Next → — showing 301–400 of 2,399
First Thousand Years of Greek. CTS URN tlg4102.tlg008.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.