Catena In Acta
- 15.120
Διλύμου. Εἰ τις μετανοῶν ἐφ’ οἷς ἔπραξε κακοῖς, πιστεύσας εἰς τὸ ὄνομα Κυρίου, ἄφεσιν δέχεται τῶν ἡμαρτημένων ἐφ’ οἷς γνησίως μετέγνω· πάντες δὲ οἱ προφῆται, ὧν φέρεται διδασκα- λία πρὸς τὸν λαὸν τῶν Ἑβραίων, περὶ μετανοίας καὶ πίστεως τῆς εἰς τὸν Πατέρα εἰρήκασι· ἀκολούθως καθόλου δέξεται πάντας τοὺς προφήτας μαρτυρεῖν ἄφεσιν ἁμαρτιῶν δίδοσθαι τῷ πιστεύοντι εἰς τὸν Κύριον.
- 15.121
Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
- 15.122
Τοῦ Χρυσοστόμου ἐκ τῆσ πρὸσ Τιμόθεον β' ἐπιστολῆσ όμιλίασ β'. Ἐπεπήδησεν εὐθέως τὸ Πνεῦμα ἐπὶ Κορνήλιον, ἐπειδὴ προλαβὼν τὰ παρ’ ἑαυτοῦ ἐπεδείξατο, καὶ τὴν πίστιν εἰσ- ἤνεγκεν· οὕτως τὸ πᾶν τῆς πίστεως ἐστιν.
- 15.123
Τοῦ αὐτοῦ. Θέα τοῦ Θεοῦ τὴν οἰκονομίαν· οὐκ ἀφῆκεν ἀπαρ- τισθῆναι τὸν λόγον, οὐδὲ ἐκ προστάγματος Πέτρου γενέσθαι τὸ βάπτισμα· ἀλλ’ ἐπειδὴ τὴν διάνοιαν αὐτῶν ἔδειξαν θαυμαστὴν οὖσαν, καὶ τῆς διδασκαλίας ἀρχὴ γέγονε, καὶ ἐπίστευσαν ὅτι πάντως τὸ βάπτισμα ἄφεσίς ἐστιν ἁμαρτημάτων, τότε ἐπῆλθε τὸ Πνεῦμα. τοῦτο δὲ γίνεται προοικονομοῦντος ἀπολογίαν μεγάλην τῷ Πέτρῳ τοῦ Θεοῦ· καὶ οὐχ ἁπλῶς Πνεῦμα ἐπῆλθεν, ἀλλὰ καὶ γλωσσαῖς ἐλάλουν· ὅπερ ἐξέπληττε τοὺς συνελθόντας· πάνυ ἐπαχθῶς ε7χον πρὸς τὸ πρᾶγμα· διὸ πανταχοῦ τοῦ Θεοῦ τὸ γίνεται· καὶ ὁ Πέτρος σχεδὸν ἁπλῶς πάρεστι· παιδευόμενος ὅτι δεῖ αὐτοὺς ἅψασθαι τῶν ἐθνῶν· καὶ ὅτι δι’ αὐτῶν δεῖ γενέσθαι τοῦτο. ὅπου γὰρ μετὰ τοσαῦτα, καὶ ἐν Καισαρείᾳ καὶ ἐν lepoao- λύμοις ἀμφισβήτησις γίνεται, τι ἃν ἐγένετο, εἰ μὴ ταῦτα παρη- κολούθησε; καὶ διὰ τοῦτο μεθ’ ὑπερβολῆς γίνεται· καὶ ὁ Πέτρος λαβὼν ἀφορμὴν, ὅρα πῶς ἀπολογεῖται· μήτι τὸ ὕδωρ δύναταί “τις κωλῦσαι, καὶ τὰ ἑξῆς· ὅρα ποῦ τὸ πρᾶγμα ἀνήνεγκε, πῶς ὤδινεν ἐξενεγκεῖν τοῦτο οὕτως τῆς γνώμης ταύτης ἢν μήτι “τὸ ὕδωρ,” φησι, “κωλῦσαι κωλῦσαι δύναταί τις;“σχεδὸν γὰρ ὥσπερ ἐπεμβαίνοντός ἐστι τοῖς κωλύουσι, τοῖς λέγουσιν ὅτι οὐ χρὴ τοῦτο γενέσθαι· τὸ πᾶν γέγονέ, φησι, τὸ ἀναγκαιότερον· τὸ βάπτισμα γέγονεν ὃ ἡμεῖς ἐβαπτίσθημεν.
- 15.124
Κυρἰλλου. Ἐάν τις ἀμφιβάλλοι πάλιν, πρὸ τοῦ βαπτισθῆναι τοὺς ἀμφὶ τὸν Κορνήλιον, πῶς ἠξιώθησαν τοῦ Ἁγίου Πνεύματος, ἴστω διὰ τὴν κρίσιν τοῦ Πέτρου καὶ τῶν ἐκ περιτομῆς τὸ τοιοῦτον γεγενῆσθαι.
- 15.125
Σευήρου ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ τῆσ πρὸσ Σὀλωνα ἐπίσκοπον ἐπιστολῆσ Λῆσ Τῆσ Κατα Εὐχιτῶν. Διά τοι τοῦτο καὶ παρὰ τὰς ἀρχὰς τοῦ κηρύγματος, ὅτε κατήγγελον οἱ Ἀπόστολοι τὸ Εὐαγγέλιον, οἱ τυγχάνοντες τοῦ ἁγίου βαπτίσματος εἰς ἀπόδειξιν τοῦ Πνεῦμα Ἅγιον εἰληφέναι, καὶ γλώσσαις ἐλάλουν καὶ προεφήτενον· φήτευον· ὅτε γὰρ ἤκμαζε τὰ τῆς ἀπιστίας, τότε κατὰ τὸ χρεοῶδες ἤνθει τὰ θαύματα· τῆς δὲ πίστεως πλατυνθείσης οὐ δεῖ σημείων· οὐ γὰρ πρὸς ἐπίδειξιν γίνεται τὰ παρὰ τοῦ Θεοῦ, πρὸς σωτηρίαν δὲ καὶ θεραπείαν, καὶ τὴν τῶν μετεχόντων εὐεργεσίαν.
- 15.126
Ἀμμωνιου. Σημειωτέον ὅτι οὐκ ἄλλως ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ τὸν Κορνήλιον καὶ τοὺς σὺν αὐτῷ, καίτοι μαρτυρηθέντας εἶναι θεοσεβεῖς καὶ δικαίους, εἰ μὴ προκατηχηθέντας τὸν τῆς πίστεως λόγον, ἤκουσαν καὶ ἐπίστευσαν· ὡς καὶ ἔνθεν δῆλον εἶναι, ὅτι ὁ ἐθνικὸς, κἂν πάνυ δίκαιος ᾖ, οὐδέποτε μεταλαμβάνει τῆς τοῦ Πνεύματος δωρεᾶς, ἀμέτοχος ὢν καὶ ἄγνωστος τῆς ἀληθινῆς πί- στεως.
- 15.127
Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ, ὅσοι συνῆλ- θον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλωσσαῖς, καὶ μεγαλυνόντων τὸν Θεόν.
- 15.128
Τοῦ Χρυσοστόμου. Ὅπου γε καὶ τοῖς πεπιστευκόσιν περιτομῆς, παράδοξον τὸ πρᾶγμα ἐδόκει εἶναι· καὶ ἐνεκάλουν τῷ Πέτρῳ πρὸς αὐτοὺς ἀπὸ Καισαρείας ἀπελθόντι· καὶ μετὰ τὸ μαθεῖν τὴν οἰκονομίαν τὴν τοῦ Θεοῦ, ἔτι καὶ οὕτως ἐθαύμαζον, πῶς “καὶ εἰς τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·” γὰρ ἐκπλήττεσθαι ἐνεδείκνυτο, ὡς οὐκ ἄν ποτε τοῦτο ἐγένετο τὸ παραδοξον.
- 15.129
Τότε ἀπεκρίθη Πέτρος, μήτι τὸ ὕδωρ δύναταί τις κωλῦσαι τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον, ὡς καὶ ἡμεῖς;
- 15.130
Τοῦ Αὐτοῦ Πρὸς Πρὸς τοὺς λεπτολογεῖν ἐθέλοντας καὶ πολυπραγμονεῖν τὰ θεῖα μυστήρια, καὶ ζητοῦντας ἃ μὴ δεῖ, καὶ λέγοντας διατὶ ὁ Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα; πάλιν γὰρ οὐ μέλλει αὐτοῖς εἰπεῖν, διατὶ πρὸ τοῦ κατελθεῖν τοὺς περὶ τὸν Κορνήλιον νήλιον καὶ βαπτισθῆναι ὕδατι, ἐπέπεσεν ἐπ’ αὐτοὺς τὸ Πνεῦμα. πρὸς οὓς δεῖ εἰπεῖν, ὅτι τῇ τοῦ Θεοῦ κρίσει ταῦτα γίνεται, καὶ οὐδεὶς δύναται κωλῦσαι τὸ Πνεῦμα κατελθεῖν, καὶ πρὸ τοῦ βαπτισθῆναι ὕδατι ἐκεῖνον, ἐφ’ ὃν συνορᾶ τὸ Πνεῦμα ἐπιπεσεῖν, ὡς ὁ Πέτρος ἐμαρτύρει. οὕτως οὖν καὶ ἐπὶ τοῦ Φιλίππου d νοητέον· ὅτι οὐκ εὐδόκησεν ὁ Θεὸς ἐπιβαλεῖν τοῖς ὑπ’ αὐτοῦ βαπτισθεῖσι Πνεῦμα, κατὰ τὸν καιρὸν καθ’ ὃν ἐλούσαντο ὕδατι· καὶ ὑπερβαί- νει τὸν ἄνθρωπον ἀναζητεῖν τὴν τοῦ Θεοῦ γνώμην, ἣν μαθεῖν ἀδύνατον κατὰ τὸ εἰρημένον· “τίς ἔγνω νοῦν Κυρίου;
- 15.131
Προσέταξε δὲ αὐτοὺς βαπτισθῆναι, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ· τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινας.
- 15.132
Τοῦ Χρυσοστόμου. Μετὰ τὸ ἀπολογήσασθαι, τότε αὐτοὺς προσέταξε βαπτισθῆναι, παιδεύων αὐτοὺς διὰ τῶν πραγμάτων· τοσοῦτον ἀπεχθῶς εἶχον οἱ Ἰουδαῖοι· διὰ τοῦτο πρότερον ἀπολογεῖται, καίτοι τῶν πραγμάτων βοώντων· καὶ τότε προσέταξεν.
- 15.133
Διδύμου. Ὁ βαπτιζόμενος εἰς τὸ ὄνομα Ἰησοῦ, εἰς τὴν βαπτίζεται· ὡς ὁ λαμβάνων ἐκ τοῦ Θεοῦ τὴν δωρεὰν, ἐν τριάδι αὐτὴν ἔχει βεβαιουμένην· ὅθεν οὐ φοβητέον ἐκ τῶν τοιούτων ῥημάτων τὴν Σαβελλίου γνώμην· τριάδα γὰρ τιθέμεθα, ἀλλ’ οὐ τριώνυμον ὑπόστασιν μίαν.
- 15.134
Τοῦ Χρυσοστόμου. Καὶ τίς ἦν τοῦ ὕδατος χρεία, τοῦ Ἁγίου Πνεύματος ἐπιπεσόντος αὐτ’οἶς; καὶ ταύτην ἤδη λοιπὸν ὁρῶ τὸ μυστήριον ἐκκαλύπτων ἡμῖν τὸ ἀποκεκρυμμένον· θεῖα τελεῖται ἐν αὐτῷ σύμβολα· τάφος καὶ νέκρωσις· καὶ ἀνάστασις καὶ ζωή. ὥσπερ εὔκολον ἡμῖν βαπτίσασθαι καὶ ἀνανεῦσαι· οὕτως εὔκολον τῷ Θεῷ θάψαι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἀναδεῖξαι τὸν νέον. τρίτον δὲ τοῦτο γίνεται, ἵνα μάθῃς ὅτι δυνάμει Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος τὰ πάντα ἐκεῖ πληροῦται. καὶ ὅτι οὐ στο- χασμὸς τὸ εἰρημένον, ἄκουσον τοῦ Παύλου λέγοντος· “συνετάφη- μὲν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον·” καὶ πάλιν, “ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· καὶ πάλιν, σύμ- φυτοὶ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ.”
- 15.135
Τοῦ Αὐτοῦ Τότε εἰκότως καὶ θαρρούντως λοιπὸν ἐπιμένει.
- 15.136
Ἤκουσαν δὲ οἱ Ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν, ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ.
- 15.137
Τοῦ Αὐτοῦ. Ὄρα πῶς οὐκ οἰκείως πρὸς αὐτὸν διέκειντο· εἰδες τὸν ζῆλον οἷον εἶχον ὑπὲρ τοῦ νόμου; οὐ τὸ ἀξίωμα Πέτρου ᾐδέσθησαν· οὐ τὰ γενόμενα σημεῖα· οὐ τὸ κατόρθωμα ὅσον ἦν τὸ δέξασθαι τὸν λόγον· ἀλλ’ ὑπὲρ τῶν μικρῶν ἐκείνων διεκρίνοντο· εἰ γὰρ μηδὲν τούτων ἦν, οὐκ ἤρκει τὸ κατόρθωμα· ἀλλ’ οὐκ ἀπολογεῖται οὕτω Πέτρος, συνετὸς γὰρ ἦν· μᾶλλον δὲ οὐ τῆς συνέσεως αὐτοῦ ἦν, ἀλλὰ τοῦ Πνεύματος τὰ ῥήματα· καὶ δείκνυσι διὰ τῆς ἀπολογίας, ἑαυτὸν μὲν οὐδαμοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν· ἐπ’ αὐτὸν γὰρ ἔρριψε τὸ πᾶν.
- 15.138
Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, λέγοντες ὅτι εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας, καὶ συνέφαγεν αὐτοῖς.
- 15.139
Τοῦ Χρυσοστόμου. Μετὰ τοσαῦτα διεκρίνοντο οἱ ἐκ περιτομῆς, οὐχ οἱ Ἀπόστολοι· μὴ γένοιτο· ἐσκανδαλίζοντο δὲ, φησὶν, οὐ μικρῶς· καὶ ὅρα τί προβάλλονται· οὐ λέγουσι, διατὶ κατήγγειλες; ἀλλὰ, διατί συνέφαγες; ὁ δὲ Πέτρος οὐ πρὸς τοῦτο ἵσταται τὸ ψυχρόν· ψυχρὸν γὰρ ὄντως ἦν· ἀλλὰ πρὸς ἐκεῖνο τὸ μέγα· ὅτι εἰ Πνεύματος μετέλαβον, φησὶ, πῶς τούτου μεταδοῦναι οὐκ ἦν;
- 16.1
Ὡς Πέτρος καθεξῆς καὶ τὰ ἕκαστα τῶν γεγονότων διηγήσατο τοΤς Λποστό- λοις διακριθcισι πρὸς αὐτὸν, τὸ τηνικάδε Βαρνάβαν ἐκπέμψας πρὸς τοὺς ἐν ’Λντιοχεία̣ ἀδελφούς.
- 16.2
Ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέ- γων, ἐγὼ ἤμην ἐν πόλει Ἰόππη προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθό- ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρα- 6νοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ· εἰς ἢν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ του οὐράνου·
- 16.3
Toῦ Αὐτοῦ. Οὐ τῆς συνέσεως Πέτρου ἦν τὰ ῥήματα, ἀλλὰ τοῦ Πνεύματος. καὶ δείκνυσι διὰ τῆς ἀπολογίας ἑαυτὸν μὲν οὐδα- μοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν· ἐπ’ αὐτὸν γὰρ ἔρριψε τὸ πᾶν· ἐν ἐκστάσει γὰρ αὐτὸς φησὶν, ἐποίησεν ἐγὼ ἐν Ἰόππῃ ἤμην τὸ σκεῦος αὐτὸς ἔδειξεν, ἐγὼ καὶ ἀντεῖπον· καὶ πάλιν αὐτὸς ει-’πε, καὶ οὐδὲ οὕτως ἤκουσα· τὸ Πνεῦμα ἐκέλευσεν ἀπελθεῖν, καὶ οὕτως ἀπελθὼν οὐκ ἐπέδραμον· εἶπον ὅτι ὁ Θεὸς ἔπεμψε, καὶ οὐδὲ οὕτως ἐβάπτισα μετὰ ταῦτα· ἀλλὰ πάλιν ὁ Θεὸς τὸ πᾶν εἰργάσατο· ὁ Θεὸς αὐτὸς ἐβάπτισεν, οὐκ ἐγώ.
- 16.4
Τοῦ άγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου ἀπὸ τοῦ Παναρίου κεφαλαίου κη'. Κήρινθος ὁ αἱρετικὸς παρεκίνειe περὶ τοῦ Πέτρου ἐπανελθόντος εἰς ‘Iερουσαλὴμ τὰ πλήθη τῶν ἐκ περιτομῆς, λέγων, ὅτι εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας· ἐποίησε δὲ τοῦτο ὁ Κήρινθος πρὶν ἣ ἐν τῇ Ἀσίᾳ κήρυξαι τὸ αὐτοῦ κήρυγμα, καὶ ἐμπεσεῖν εἰς τὸ περισσότερον τῆς αὐτοῦ ἀπωλείας βάραθρον· διὰ γὰρ τὸ εἶναι αὐτὸν ἐμπερίτομον δῆθεν, ἀντιδικίας ἕνεκα τῶν ἐν ἀκροβυστίᾳ πιστῶν διὰ τῆς περιτομῆς τὴν πρόφασιν ἐθηρά- σατο· τοῦ δὲ καὶ δόντος * τῷ Πέτρῳ τὸν πρὸς αὐτὸν καὶ τοὺς αὐτοῦ ἔλεγχον ποιήσασθαι, φανερὰ γίνεται ἡ τοῦ Κηρίνθου ἄνοια· ἕως τότε γὰρ ἐδίσταζεν ὁ ἅγιος, ἕως ὅτε ὁ Κύριος ἐναργῶς ἔδειξεν αὐτῷ, ἃ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν· εὐθὺς γὰρ αὐτοῦ ἀνοίξαντος τὸ στόμα, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ Κορνήλιον, καὶ ἰδὼν ὁ Πέτρος εἶπε· “μήτι τὸ ὕδωρ δύναται τις ** κωλῦσαι, καὶ τὰ ἑξῆς· τὸ πᾶν δὲ τοῦτο μυστήριον, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον· ὅπως ὁ τε ἅγιος Πέτρος καὶ πᾶς τις γνώσεται, ὅτι οὐκ ἐξ ἀνθρώπων ἡ τῶν ἐθνῶν σωτηρία, ἀλλ’ ἐκ Θεοῦ ὑπῆρχεν.
- 16.5
Καὶ ἤκουσα φωνῆς λεγούσης μοι, ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε.
- 16.6
Τοῦ Χρυσοστόμου. Ὡσανεὶ ἔλεγεν· ἱκανὸν μὲν ἦν καὶ τοῦτο πεῖσαι, τὸ θεάσασθαι τὴν σινδόνα· πλὴν ἀλλὰ καὶ φωνὴ προσ- ετίθει.
- 16.7
Εἶπον δὲ, μηδαμῶς, Κύριε· ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
- 16.8
τοῦ αὐτοῦ. Ὁρᾶς ὅτι τὸ ἐμὸν ἐποίησά· φησιν, ὅτι οὐδέποτε ἔφαγον, πρὸς τοῦτο ὃ ἔλεγον ἐκεῖνοι, ὅτι εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς· τοῦτο δὲ πρὸς Κορνήλιον οὐ λέγει· οὐ γὰρ ἦν ἀνάγκη.
- 16.9
Ἀπεκρίθη δὲ ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ, ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.
- 16.10
Τοῦ αὐτοῦ. Ὄρα πῶς ἀπολογεῖται, καὶ οὐκ ἀξιοῖ τῷ τοῦ δι- δασκάλου ἀξιώματι κεχρῆσθαι· ὅσῳ γὰρ ἐπιεικέστερον φθέγγεται, τοσούτῳ μᾶλλον αὐτοὺς χειροῦται· οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου κοινὸν ἢ ἀκάθαρτον· καὶ ταῦτα ἀπολογίας ἦν.
- 16.11
Τοῦτο δὲ ἐγένετο ἐπὶ τρὶς, καὶ ἀνεσπάσθη πάλιν ἅ· πάντα εἰς τὸν οὐρανόν. καὶ ἰδοὺ, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ἧ ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με· εἶπε δέ μοι τὸ Πνεῦμα, συνελθεῖν αὐτοῖς, μηδὲν διακρίνοντα·
- 16.12
Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι νεύματος ἡ νομοθεσία.
- 16.13
Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσ- ήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός·
- 16.14
Τοῦ αὐτοῦ. Οὐδὲν ταπεινότερον ὅταν τῶν ἀδελφῶν τὴν ριαν ἐπάγηται.
- 16.15
Ἀπήγγειλε δὲ ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἰκῶ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ, ἀπόστειλον εἰς Ἰόπ- πην, καὶ μεταπέμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
- 16.16
Τοῦ Αὐτοῦ Οὐκ εἰπε τὰ παρὰ τοῦ ἀγγέλου ῥηθέντα, ὅτι εἶπε τῷ Κορνηλίῳ, “αἱ εὐχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου,” καὶ τὰ ἑξῆς, ἀλλὰ τι φησι; “λαλήσει λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ “σὺ καὶ πᾶς ὁ οἶκός σου·” τοῦτο εἰκότως πρόκειται· καὶ οὐδὲν λέγει περὶ τῆς ἐπιεικείας τοῦ ἀνδρός· τοῦ Πνεύματος πέμψαντός, φησι, τοῦ Θεοῦ κελεύσαντος διὰ τοῦ ἀγγέλου, ἐκεῖθεν καλέσαντος, ἐντεῦθεν ὠθοῦντος, λύοντος τὴν διάκρισιν τῶν πραγμάτων τι ποιῆσαι ἔδει; ἀλλ’ οὐ λέγει τούτων οὐδέν, ἀλλ’ ἀπὸ τοῦ ὑστέρου ἰσχυρίζεται· ὃ καὶ κατ’ αὐτὸ ἀναμφισβήτητον ἦν τεκμήριον.
- 16.17
Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς, ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ.
- 16.18
Τοῦ Αὐτοῦ Καὶ οὐκ ἀρκεῖται τοῦτο, ἀλλὰ καὶ ῥήματος ἀναμιμνήσκει τοῦ Κυρίου.
- 16.19
Ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ.
- 16.20
Τοῦ Αὐτοῦ. Ὅτι οὐδὲν καινότερον γέγονεν, ἀλλ’ ὅπερ προεῖπεν· ἀλλ’ οὐκ ἔδει βαπτίσαι· ἀλλ’ ἀπήρτιστο τὸ βάπτισμα· καὶ οὐ λέγει ἐκέλευσα αὐτοὺς βαπτισθῆναι· ἀλλὰ τί; δείκνυσιν αὐτὸν οὐδὲν ποιήσοντα· ὅπερ ἐσχήκαμεν, φησὶν, ἡμεῖς, ἔλαβον ἐκεῖνοι.
- 16.21
Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν,
- 16.22
Τοῦ Αὐτοῦ. Ἴνα μειζόνως αὐτῶν ἐμφράξῃ τὰ στόματα, διὰ τοῦτο προσέθηκε τὴν ἴσην δωρεάν·’ ὁρᾶς πῶς οὐκ ἀφίησιν αὐτοὺς ἔλαττον ἔχειν’ πιστεύσασι, φησὶ, “τὴν ἴσην δωρεὰν ἔδωκε καὶ οὐ λέγει ὑμῖν, ἀλλ’ “ἡμῖν·“ ἡμῖν· τί ἀναξιοπαθεῖτε ὅταν ἡμεῖς κοινωνοὺς αὐτοὺς λέγωμεν;
- 16.23
Ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;
- 16.24
Τοῦ Χρυσοστόμου. βαβαὶ πόση ἀπολογία· οὐ γὰρ εἶπε, ταῦτα οὖν εἰδότες ἡσυχάζετε; ἀλλὰ τί; δέχεται αὐτῶν τὴν ὁρμὴν, καὶ ἐγκαλοῦσιν ἀπολογεῖται e, “τις τίς ἤμην δυνατὸς κωλῦσαι τὸν “Θεόν;” οὐκ ἠδυνάμην κωλῦσαι· σφόδρα ἐντρεπτικῶς καὶ βαρέως· ὅθεν λοιπὸν φοιβηθέντες ἡσύχαζον, καὶ ἐδόξαζον τὸν Θεόν.
- 16.25
Τοῦ Αὐτοῦ Ὁρᾶς ὅτι ἀπὸ τῆς δημηγορίας τοῦ Πέτρου τὸ πᾶν γέγονε, καλῶς ἀπαγγείλαντος τὰ γεγενημένα.
- 16.26
Κυρίλλου. Οἰκονομία τις ἐγένετο διὰ τὴν πολλὴν τῶν περιτομῆς πιστευσάντων διάκρισιν, πρὸ τοῦ βαπτίσματος καταξιωθῆναι τοὺς περὶ τὸν Κορνήλιον τοῦ Πνεύματος· ἵνα τὴν ἀντίρρησιν τῶν ἀγανακτούντων παύσῃ· ὅθεν δὲ καὶ εἰκότως περὶ τῶν ἀντιλεγόντων εἴρηται, “ἀκούσαντες δὲ ἡσύχασαν.
- 16.27
Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες, ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.
- 16.28
Τοῦ Χρυσοστόμου. Ἐταπεινώθησαν ἀπὸ τούτων τῶν λόγων· ἐντεῦθεν ἀνεώχθη θύρα πρὸς τὰ ἔθνη λοιπόν.
- 16.29
Ἀμμωνίου. Ὄτι ἡ εἰς Χριστὸν πίστις, μετάνοιαν ἐπὶ τοῖς πρώην πραχθεῖσιν αὐτοῖς ἢ δογματισθεῖσιν, εἰς ζωὴν ἄγοι·
- 16.30
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας,
- 16.31
Τοῦ Χρυσοστόμο. Οὐ μικρὸν κατόρθωμα ὁ διωγμὸς γέγονε· τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν· οὐκ ἃν εἴγε ἐπίτηδες ἐσπούδασαν στῆσαι τὴν Ἐκκλησίαν, ἄλλο τι f ἐποίησαν, ἣ τοῦτο διέσπειραν τοὺς διδασκάλους· ὅρα ποῦ τὸ κήρυγμα ἐξετάθη· διῆλθον, φησιν, “ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀν- τιοχείας·” οὐδενὶ μέντοι ἐλάλουν εἰ μὴ μόνοις Ἰουδαίοις.
- 16.32
Μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰου- δαίοις.
- 16.33
Τοῦ Αὐτοῦ Ὁρᾶς ὅτι οἰκονομικῶς τοσαῦτα γέγονε περὶ Κορνηλίον· τοῦτο δὲ καὶ εἰς ἀπολογίαν τοῦ Χριστοῦ, καὶ εἰς κατηγορίαν τῶν Ἰουδαίων· ὅτε γὰρ Στέφανος ἀνῃρέθη, ὅτε Παῦλος δὶς ἐκινδύνευσεν, ὅτε οἱ Ἀπόστολοι ἐμαστίχθησαν, ὅτε πολλάκις ἠλάθησαν, τότε τὰ ἔθνη ἐδέχθησαν, τότε Σαμαρεῖται· ὃ καὶ Παῦλος φησί· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ “στρεφόμεθα εἰς τὰ ἔθνη· περιῄεσαν οὖν καὶ ἔθνεσι διαλεγόμενοι.
- 16.34
Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.
- 16.35
Τοῦ Χρυσοστόμου. ’ίσως διὰ τὸ μὴ εἰδέναι Ἑβραϊστὶ, Ἕλληνας αὐτοὺς ἐκάλουν.
- 16.36
Καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν· πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψε πρὸς τὸν Κύριον. ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἰερουσαλὴμ περὶ ἀυτῶν·
- 16.37
Τοῦ Αὐτοῦ. Τουτέστι τὰ σημεῖα εἰργάζοντο· ὁρᾶς διατί καὶ νυν η τῶν σημείων ἀνάγκη γέγονεν, ἴνα πιστεύσωσιν.
- 16.38
Καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιο- χείας.
- 16.39
Τοῦ Αὐτοῦ Διατί μὴ Παύλῳ γράφουσιν, ἀλλὰ Βαρνάβαν πέμπουσιν; οὔπω τοῦ ἀνδρὸς ᾔδεισαν τὴν ἀρετήν· οἰκονομεῖται δὲ Βαρνάβαν παραγενέσθαι. ἐπειδὴ καὶ πλῆθος ἦν καὶ οὐδεὶς ὁ κωλύων, εἰκότως ἐβλάστησεν ἡ πίστις· καὶ μάλιστα ὅτι οὐδένα ἐνταῦθα ὑπέμειναν πειρασμὸν, καὶ Παῦλος κηρύττει.
- 16.40
Εὐσεβίου Καισαρείασ ἐκ Τοῦ Α' Τόμου Τῆσ Ἐκκλησιαστικῆσ Ἱστορίασ. Λέγεται εἷς τῶν g ἑβδομήκοντα Βαρνάβας γεγονέναι· τούτων δὲ τῶν ἑβδομήκοντα εἶναι φασὶ καὶ Σωσθένην τὸν ἅμα Παύλῳ Κορινθίοις ἐπιστείλαντα, καὶ Ματθίαν δὲ τὸν ἀντὶ Ἰούδα τοῖς Ἀποστόλοις συγκαταλεγέντα· καὶ Θαδδαῖον δὲ ἕνα τῶν αὐτῶν εἰναι φασίν.
- 16.41
Ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ, ἐχάρη, καὶ παρεκάλει πάντας τῆ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ·
- 16.42
Τοῦ Χρυσοστόμου. Καθάπερ γὰρ γῆ λιπαρὰ, τὸν λόγον ἐδέξατο αὕτη ἡ πόλις, καὶ πολὺ τὸν καρπὸν ἐπεδείξατο.
- 16.43
Ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.
- 16.44
Διδύμου. Οὐ ταὐτόν ἐστι Θεὸν μόνον ἀγαθὸν εἶναι, καὶ ἄνδρα ἀγαθὸν ὑπάρχειν. ὁ μὲν γὰρ κατ’ οὐσίαν ἀγαθὸς τυγχάνει· ἀρχὴ καὶ πηγὴ ὣν τῶν ἀγαθῶν· ὁ δὲ ἀνὴρ οὐ κατ’ οὐσίαν τυγχάνει, ἀλλ’ ἐν ἀναλήψει ἀρετῆς ἔχει τοῦτο αὐτό· ἀλλ’ οὐχ ἁπλῶς ἀνὴρ ἀγα- θὸς εἰς τοῦτο λήψῃ καὶ τὸ, εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ.”
- 16.45
Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον,
- 16.46
Τοῦ Χρυσοστόμου. Πολύχρηστος ἦν ὁ ἀνὴρ καὶ ἀφελὴς καὶ συγγνωμονικός· ἦλθεν ἐπὶ τὸν ἀθλητὴν, ἐπὶ τὸν στρατηγὸν, ἐπὶ τὸν μοναχὸν, ἐπὶ τὸν λεόντα· οὐκ ἔχω τι εἴπω, ὅσα ἐὰν εἴπω· ἐπὶ τὸν κύνα τὸν θηρευτικὸν, τὸν λεοντᾶς ἀναιροῦντα· ἐπὶ τὸν ταῦρον τὸν ἰσχυρόν· ἐπὶ τὴν λαμπάδα τὴν φαιδράν· ἐπὶ τὸ στόμα τὸ τῇ οἰκουμένῃ ἀρκοῦν. ὄντως διὰ τοῦτο ἐνταῦθα ἐχρηματίσθησαν κα- λεῖσθαι Χριστιανοὶ, ὅτι Παῦλος ἐνταῦθα τοσοῦτον ἐποίησε χρόνον.
- 16.47
Καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐ- τοῖς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῆ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανόν,
- 16.48
Οὐ μικρὸν τῆς πόλεως ἐγκώμιον τοῦτο πρὸς ἅπαντας στῆναι δύναται, ὅτι τοῦ στόματος ἐκείνου τοσοῦτον ἀπήλαυσε χρόνον πρώτη τῶν ἄλλων ἁπασῶν· διὸ καὶ πρώτως ἐνταῦθα τοῦ ὀνόματος ἠξιώθησαν. ὁρᾶς Παύλου τὸ κατόρθωμα, εἰς ὅσον ἐπῆρεν ὕψος. ὧσπέρ τι σημεῖον τὸ ὄνομα· ἔνθα τρισχίλιοι, ἔνθα πεντακισχίλιοι ἐπίστευσαν, ἔνθα τοσοῦτον πλῆθος, οὐδὲν τοιοῦτον γέγονεν· ἀλλ’ οἱ τῆς ὁδοῦ ἤκουον, ἐνταῦθα Χριστιανοὶ ὠνομάσθησαν. Καὶ μετ’ ὀλίγα—Ἔδει καὶ τὸν τῆς ἐλεημοσύνης ἐνταῦθα φυτευθῆναι καρπόν· καὶ ὅρα πῶς ἀναγκαίως οὐδεὶς τῶν περιφανῶν αὐτοῖς γίνεται δι- δάσκαλος.
- 16.49
Χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
- 16.50
Σευυήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ. Χριστιανὸς γὰρ πολυθείας ἀντίπαλον.
- 16.51
Ἀμμωνίου. Σημειωτέον ὅτι μᾶλλον διὰ τοῦτο ἡ θρόνου ἠξιώθη ἀρχοντικοῦ· ἐπειδὴ ἐκεῖ πρῶτον ἐχρημάτισαν οἱ πιστοὶ Χριστιανοί.
- 17.1
Προφητεία h Ἀγάβου περὶ λιμοῦ οἰκουμένης, καὶ καρποφορίας πρὸς τοὺς ἐν Ἀντιοχείᾳ ἀδελφούς.
- 17.2
Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἰεροσολύμων προφήται προφῆται εἰς Ἀντιόχειαν.
- 17.3
Τοῦ Χρυσοστόμου. Εἰ δέ φησιν ὁ Χριστὸς, ὅτι “ὁ νόμος καὶ “οἱ προφῆται ἕως Ἰωάννου, περὶ ἐκείνων φησὶ τῶν προφητῶν τὴν παρουσίαν αὐτοῦ προαναφωνησάντων.
- 17.4
Ἀναστὰς δέ τις ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανε διὰ τοῦ Πνεύματος, λιμὸν μέγαν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος.
- 17.5
Τοῦ Αὐτοῦ Κυπρίους ἔσχον διδασκάλους καὶ Κυρηναίους καὶ Παῦλον· ἀλλ’ οὗτος ὑπερέβαινεν αὐτούς· ἐπεὶ καὶ Παῦλος ’ν νίαν καὶ Βαρνάβαν ἔσχε διδασκάλους· ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι διὰ τοῦτο λιμὸς γέγονεν, ὅτι Χριστιανισμὸς εἰσῆλθεν, ὅτι δαίμονες ἀπέστησαν, προλέγει τὸ Πνεῦμα τὸ Ἅγιον· ἀλλὰ τοῦτο οὐδὲν θαυμαστόν· καὶ γὰρ ὁ Χριστὸς προεῖπεν· οὐ διὰ τοῦτο, ἐπειδὴ ἐξ ἀρχῆς τοῦτο γεγενῆσθαι ἔδει, ἀλλὰ διὰ τὰ κακὰ τὰ εἰς τοὺς Ἀποστόλους γενόμενα· καὶ ἐμακροθύμησεν ὁ Θεός. ὡς δὲ ἐνέκειντο, λιμὸς μέγας γίνεται, μηνύων τοῖς Ἰουδαίοις τὰ· ἐσόμενα κακά· εἰ δι’ αὐτοὺς ἢν, πάντως ἔδει καὶ ὄντα παύσασθαι· τι ἠδίκησαν Ελληνες, ἵνα καὶ αὐτοὶ τῶν κακῶν μετέχωσιν; εὐδοκιμῆσαι γὰρ αὐτοὺς μᾶλλον ἐχρῆν· ὅτι τὸ αὐτῶν ἐποίουν, ἀνήρουν, ἐκόλαζον, ἐτιμωροῦντο, πάντοθεν ἐδίωκον· καὶ ὅρα πότε γίνεται ὁ λιμός· ὅτε καὶ οἱ ἐθνικοὶ λοιπὸν προσετέθησαν. ἀλλ’ εἰ διὰ τὰ κακὰ, φησὶν, ἔδει τούτους ὑφεξαιρεθῆναι, διατὶ ὁ Χριστὸς τοῦτο προλαβὼν εἶπεν, ὅτι θλῖψιν ἑξέτε’ ὡσανεὶ λόγοις ὅτι ἔδει μηδὲ μαστί- ζεσθαι.
- 17.6
Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος στος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύ- λου.
- 17.7
Τοῦ Χρυσοστόμου. Ὄρα αὐτοῖς καὶ τὸν λιμὸν αἴτιον σωτηρίας, ἐλεημοσύνης ἀφορμὴν, πολλῶν πρόξενον ἀγαθῶν· ὁρᾶς ἅμα πιστεύοντας, ἅμα καρποφοροῦντας· οὐ τοῖς αὐτῶν μόνον ἀλλὰ καὶ τοῖς πόρρω.
- 17.8
Ἀμμωνίου. Ὥστε οὖν καὶ Πρεσβυτέρων εἶχον ἀξίαν οἱ Ἀπόστολοι· στόλοι· καὶ ἐν ἄλλῳ δὲ κεφαλαίῳ σεσημείωται.
- 18.1
Κατασφαγὴ Ἰακώβου τοῦ Ἀποστόλου.
- 18.2
κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαι τινὰς τῶν ἀπὸ τῆς ἐκ- κλησίας.
- 18.3
Τοῦ Χρυσοστόμου. Καλῶς λέγει ὅτι Ἡρώδης ὁ βασιλεὺς οὗτος, οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ. ἰδοὺ πειρασμὸς ἕτερος· ὅρα ὅπερ ἐξ ἀρχῆς εἶπον· πῶς τὰ πράγματα πλέκεται· πῶς δι’ ἀνέ- σεως καὶ θλίψεως πάντα ὑφαίνεται· οὐκέτι οὐκέτι οὔτε τὸ συνέδριον, έδριον, ἀλλ’ ὁ βασιλεύς· μείζων ἡ ἐξουσία· χαλεπώτερος ὁ πόλεμος, ὅσῳ πρὸς χάριν ἐγένετο τοῖς Ἰουδαίοις.
- 18.4
Τοῦ Αὐτοῦ “Κακῶσαι τινὰς τῶν ἀπὸ τῆς ἐκκλησίας,” φησί· καθάπερ θηρίον ἁπλῶς καὶ ἀλογίστως ἐποίει· τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Χριστός· τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε.”
- 18.5
Ἀμμωνίου. Θέα ὅτι οἱ πιστοὶ ἄνδρες, καὶ τὸ ἐξ αὐτῶν στῆμα Ἐκκλησία καλεῖται.
- 18.6
Ποῖον καιρόν; τὸν ἐπὶ Κλαυδίου Καίσαρος· Γάιος γὰρ αὐτοκράτωρ Ρωμαίων Ἀγρίππαν καθίστησι βασιλέα τῆς Ἰουδαίας, τὸν Ἡρώδην ἐξορίσας διαβιοῦν ἐν Λουγδούνῳ τῆς g Γαλλίας] σὺν καὶ τῇ γυναικὶ Ἡρωδιάδι· οὗτός ἐστιν ὁ κατὰ τὸ πάθος τοῦ Κυρίου, ὡς Ἱστορεῖ Ἰώσηπος ἐν τῷ ἴη λόγῳ τῆς Ἀρχαιολογίας, καὶ Εὐσέβιος ἐν τῷ β' λόγῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας· ἣ οὖν διαφωνία τοῦ ὀνόματος ἐνταῦθα τὸ λέγειν ἀντὶ Ἀγρίππᾳ Ἡρώδην, ἣ κατὰ σφάλμα ὡς εἰκὸς γραφικὸν γέγονεν· ἢ κατὰ διωνυμίαν εἴρηται· ἐπεὶ καὶ ο χρόνος καὶ αἰ πράξεις ’τον αὐτὸν ὄντα δεικνύουσιν τουτεστιν Ἀγρίππαν ἐπὶ Κλαυδίου Καίσαρος, ὃς μετὰ Γάιον γέγονεν αὐτο- κρατωρ.
- 18.7
Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.
- 18.8
Τοῦ Χρυσοστόμου. Ἁπλῶς καὶ ὡς ἔτυχεν· εἰ δέ τις ζητοίη, διατὶ συνεχώρησεν ὁ Θεὸς, ἐροῦμεν ὅτι ὑπὲρ αὐτῶν τούτων· πρῶτον μὲν πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούμενοι κρατοῦσιν, ὅπερ ἐπὶ Στεφάνου γέγονε· δεύτερον δὲ διδοὺς αὐτοῖς μετὰ τὸ ἐμπλῆσαι τὸν θυμὸν, ἀνενεγκεῖν ἀπὸ τῆς μανίας· τρίτον δεικνὺς ὅτι κατὰ συγχωρησιν αὐτοῦ γέγονε τοῦτο.
- 18.9
Τοῦ Αὐτοῦ Οὕτως ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην ταύτῃ δωρεὰν μεγίστην νομίσαι χαρίσεσθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι.
- 18.10
Τοῦ Αὐτοῦ Εἶδες αὐτῶν τὴν ἀνδρείαν; ἵνα γὰρ μηδεὶς ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι τοῦ θανάτου, ἅτε ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο συγχωρεῖ καὶ ἀναιρε- θῆναι καὶ τοὺς κορυφαίους, μάλιστα Στέφανον καὶ Ἰάκωβον· πεί- θων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει.
- 18.11
Ἀμμωνίου. Σημειωτέον ὅτι Ἰάκωβος πρῶτος ἐμαρτύρησεν ἀπὸ τῶν δώδεκα μαθητῶν, ὑπὸ Ἡρώδου ἣ σφαγεὶς ἣ ἀποτμηθεὶς τὴν κεφαλήν.
- 18.12
Τοῦ Χρυσοστόμου. Ἦν γὰρ καὶ ἕτερος Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφός· διὰ τοῦτο ἐπεσημήνατο εἰπὼν τὸν ἀδελφὸν Ἰωάννου.
- 18.13
Πέτρου σύλληψις πρὸς g Ἠρώδου· ὅπως τὲ αὐτὸν θείῳ θελήματι h ἄγγελος ἐξείλατο τῶν εἰργμῶν.
- 18.14
Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον.
- 18.15
Τοῦ Αὐτοῦ Ὑπὲρ τινῶν αὐτοῖς ἐχαρίζετο φόνους ποιῶν ἁπλῶς καὶ εἰκῆ;
- 18.16
Τοῦ Αὐτοῦ “Ἰδῶν δὲ ὅτι ἀρεστόν ἐστι,” φησὶ, τοῖς Ἰουοαιοις ἀρεστὸν φόνος; καὶ φόνος ἄδικος κακίας; ἀσέβεια ταῖς ἐπιθυμίαις αὐτῶν ταῖς ἀτόποις ὑπηρετεῖτο· δέον γὰρ τοὐναντίον ποιεῖν· ἐγκόπτειν αὐτῶν τὴν ὁρμὴν, ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήμιος ὣν τῶν νοσούντων, ἀλλ’ οὐκ ἰατρός· καίτοι μύρια παραδείγματα δείγματα ἔχων, καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου· καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν, πόλεμον ἤγειρε χαλεπόν.
- 18.17
’Hσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων.
- 18.18
Τοῦ Αὐτοῦ Πἀλιν ἡ περιττὴ τῶν Ἰουδαίων ἀκριβολογία· ἀνελεῖν μὲν οὐκ ἐκώλυον, ἐν δὲ καιρῷ τοιούτῳ πράττειν οὐκ ἤθελον.
- 18.19
Ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν, παραδοὺς τέσσαρσι σαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτὸν, βουλόμενος μένος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
- 18.20
Τοῦ Αὐτοῦ Καὶ τοῦ θύμου τοῦτό, φησιν, ἦν καὶ τοῦ δέους.
- 18.21
Ὅσῳ ἀκριβεστέρα ἡ φρουρὰ, τοσούτῳ θαυμασιωτέρα ἡ ἐπίδειξις· τοῦτο δὲ ἦν ὑπὲρ Πέτρου δοκιμωτέρου γινομένου καὶ τὴν ἀνδρίαν τὴν οἰκείαν.
← Previous · Next → — showing 1101–1200 of 2,399
First Thousand Years of Greek. CTS URN tlg4102.tlg008.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.