Ancient Texts

← Library

Catena In Acta

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,399 sections

  1. 3.27

    Σευηριανοῦ ἐπισκόπου γαβάλων. “Ἐκάθισεν “ἕκαστον αὐτῶν·” ἦν ἰδεῖν ὑπὲρ κεφαλῆς πάντων τῶν ἁγίων πῦρ οὐ καῖον, ἀλλ’ ἁγιάζον καὶ καταλάμπον. Διατὶ οὖν τὰς γλώσσας οὐκ ἐπὶ τοῦ στόματος ἐδέξαντο, ἀλλ’ ἐπὶ τῆς κεφαλῆς; εἰκότως οὖν εἰς τὴν γλῶσσαν, τουτέστιν εἰς τὸ τῆς φύσεως ὄργανον, ἐδόθη τὸ Πνεῦμα· ἵνα μὴ νομίσωσιν ἐκ τῶν ἰδίων λαγόνων καὶ ἐκ τοῦ ἰδίου στόματος προφέρειν, ἃ μὴ εἶχον· ἀλλ’ ὥσπερ εἰς οὐρανὸν τὰ ὕδατα λαμβανόμενα τὰς κορυφὰς τῶν ὀρέων καταλαμβάνουσι, καὶ ἀπὸ τῶν ὑψωμάτων ἐπὶ τὰς φάραγγας καταφέρονται, οὕτως τὴν κορυφὴν ὡς ὄρος καταλαμβάνουσα ἡ τοῦ Πνεύματος χάρις, ἐπχωρήγησε λοιπὸν ἀπὸ τῆς κορυφῆς τῷ ἐγκεφάῳ· εἶτα τῷ στόματι καὶ τῇ καρδίᾳ, καὶ ὅλον δι’ ὅλου τὸν ἄνθρωπον ἐπλήρωσεν ἀπὸ τῆς κεφαλῆς. Διατὶ δὲ πάλιν ἐπὶ τὴν κεφαλήν; ἐπειδὴ οἱ Ἀπόστολοι ἐχειροτονοῦντο τῆς οἰκουμένης διδάσκαλοι· χειροτονία δὲ ἄλλως οὐ γίνεται, εἰ μὴ ἐν τῇ κεφαλῇ· ὑπὸ γὰρ τοῦ Σωτῆρος εἰ καὶ προεχειρίσθησαν Ἀπόστολοι, ἀλλ’ οὐ τῆς οἰκουμένης· τὴν Ἰουδαίαν δὲ μόνην ἐπιστεύθησαν· ὅθεν παρήγγειλεν αὐτοῖς ὁ Σωτῆρ’· “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς “πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ “πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.” τὸ δὲ Πνεῦμα τὸ Ἅγιον ἐπιδημῆσαν χειροτονεῖ αὐτοὺς Ἀποστόλους τῆς οἰκουμένης, πάντων τῶν ἐθνῶν· καὶ εἰ μὴ ἐδέξαντο τοῦ Πνεύματος τὴν χάριν, οὐκ ἂν ἐνεχειρίσθησαν τὴν ἀποστολὴν τοῦ κόσμου. μαρτυρεῖ τούτοις τοῖς ῥήμασιν αὐτὸς ὁ δεσπότης· “καὶ λήψεσθε δύναμιν ἐπελθόν- “τος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες “ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ “ἕως ἐσχάτου τῆς γῆς·” τὴν μὲν γὰρ ἀπαρχὴν παρὰ τοῦ Σωτῆρος ἔλαβον, τὸ δὲ τέλος παρὰ τοῦ Πνεύματος· ἀνώτερον οὖν τὸ Πνεῦμα τοῦ Υἱοῦ; οὐ· ἀλλ’ ὥσπερ ὁ Πατὴρ τὰ μείζονα τῷ Υἱῷ δεδωκὼς, ἑαυτὸν οὐκ ἐλαττοῖ· οὕτω καὶ ὁ Υἱὸς τῷ Πνεύματι παραχωρῶν τὰ μείζονα, τὴν ἑαυτοῦ δόξαν οὐκ ἐλαττοῖ· τοῦ Ἁγίου Πνεύματος ἐπι- φοιτήσαντος προεχειρίσθησαν οἱ Ἀπόστολοι τῆς οἰκουμένης· τὸ γὰρ τὰς γλώσσας ἐπὶ τῶν κεφαλῶν φανῆναι, δείκνυσι χειροτονίας σχῆμα· πῶς ὑπὲρ κεφαλῆς τίθεται ἡ χειροτονία διὰ τὴν τῶν ἀναγκαίων καὶ ἐκκλησιαστικῶν πραγμάτων p ἀκολουθίαν. ὅρα γὰρ ὅτι ἐντεῦθεν καὶ ἕως νῦν ἐκράτησε τὸ πρᾶγμα. ἐπειδὴ γὰρ ἀόρατος ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις, ἀπὸ τῆς τοῦ Ἁγίου Πνεύματος διδασκαλίας ὁ νόμος εὕρηται τοῦ εὐαγγελίου· ἐπιτίθεται τῇ κεφαλῇ τοῦ μέλλοντος χειροτονεῖσθαι τὸ εὐαγγέλιον· καὶ ὅτ’ ἂν ἐπιτεθῇ, οὐδὲν ἄλλο ἔστιν ἰδεῖν ἢ γλῶσσαν πυρὸς ἐπικειμένην τῇ κεφαλῇ· γλῶσσαν, διὰ τὸ κήρυγμα· πυρὸς, διὰ τὸν λέγοντα· “πῦρ ἦλθον “βαλεῖν q ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη;““ἐκάθισεν “ἐφ' ἕνα ἕκαστον αὐτῶν·” οὐκ εἶπεν ἐδράσθη· οὐκ εἶπεν κατήντησεν, ἀλλ’ ἐκάθισεν· ἵνα δείξῃ ὅτι πᾶς ἀνὴρ δουλεύων Θεῷ καὶ δεχόμενος λειτουργίαν, θρόνος ἐστιν Θεοῦ. οὐκ εἶπεν ἐπεπόλευσεν ἑκάστῳ, ἀλλ’ ἐκάθισεν ἐπάνω· καὶ ἦν Πέτρου ἡ κεφαλὴ θρόνος τοῦ Ἁγίου Πνεύματος, καὶ Ἀνδρέου καὶ ἑκάστου αὐτῶν· ὁμοίως ἦν ἰδεῖν ἐπικαθήμενον αὐτοῖς τὸ πῦρ· καὶ ἐννοῆσαι φύσιν, ὄψει μὲν ἕτερα δεικνύουσαν, τῇ δὲ ἐνεργείᾳ ἄλλα παριστῶσαν.

  2. 3.28

    Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου.

  3. 3.29

    Τοῦ Χργσοστόμου. Οὐ λαμβάνουσιν ἕτερον σημεῖον, τοῦτο πρῶτον· ξένον γὰρ ἦν· καὶ οὐ χρεία ἦν ἑτέρου σημείου· ἐκάθισεν φησὶν “εφ ἕνα ἕκαστον αὐτῶν ὅρα μοι πῶς οὐκέτι άλγεῖ ἐκεῖνος ὁ μὴ αἰρεθεὶς r ὡς ὁ Ματθίας, καὶ “ἐπλήσθησαν ἅπαντες” φησίν· οὐχ ἁπλῶς ἔλαβον τοῦ Πνεύματος τὴν χάριν, ἀλλ’ “ ἐπλή- “σθησαν.”

  4. 3.30

    Κυρίλλου ἐκ τῆσ Ἰωὴλ ἑρμηνείασ τόμου Β. Ἀπεφθέγγοντο δὲ προφητεύοντες, ἤγουν συνιέντες τε καὶ λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ Χριστῷ μαρτύρια, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς ἑτοίμως εἰσιέναι πρὸς εὐπείθειαν ἀναπεπεισμένους εὖ μάλα τοὺς ἀκροωμένους, ὡς ἐνέστηκε λοιπὸν ὁ τῆς εὐδοκίας καιρός· καὶ τὰ πάλαι διὰ νόμου καὶ προφητῶν ἐπὶ Χριστῷ προαπηγγελμένα πρὸς πέρας ἥκει λοιπόν· οὐκ οὖν προεφήτευον ἁπάσῃ γλώσσῃ λαλοῦντες· προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς ἁγίων καὶ τοῦτο· γέγραπται γὰρ “ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις “λαλήσω τῶ λαὼ τούτω, καὶ οὐδ’ οὕτως πιστεύσωσιν.” τοῦτό σοι συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος εἰς σημεῖον δεδόσθαι τοῖς Ἰουδαίοις ἐφ’ ἑκάστην πολυγλωσσίαν τὴν ἀπαρχὴν ἤτοι τὸ γένος.

  5. 3.31

    Σευηριανοῦ Γαβάλων. “Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύ- “ματος Ἁγίου.” ἐδείχθη πρῶτον ὅτι ἐκάθισεν μὲν ἐπὶ τῇ ἀπὸ δὲ τῆς κεφαλῆς ἐπληρώθη ὁ ἄνθρωπος· “ἐπλήσθησαν Πνεύ- “μάτος καὶ ἤρξαντο λαλεῖν, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς·” αὐτὸ διαιρεῖ· αὐτὸ δίδωσι λαλεῖν t καὶ τῷ κηρύττοντι καὶ τῷ λαλοῦντι· οὔτε μαρτυρῆσαι ἔστιν ἀνδρὶ, μὴ ὑπὸ Πνεύματος Ἁγίου χωρηγουένῳ· “καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι·” οὐ γὰρ ἐξ ἑαυτῶν ἐφθέγγετο, ἀλλ’ ἀπὸ τοῦ Ἁγίου Πνεύματος. λοιπὸν ἡ τοῦ Θεοῦ χάρις ᾠκονόμησεν ἀπαρχῆς τοῖς Ἀποστόλοις ἔμπρακτον εἶναι τὸν λόγον· τίς γὰρ χρεία ἠν κηρύκων, τῶν ἀκουόντων οὐκ ὄντων; τίς γὰρ χρεία σπόρου, τῆς γῆς μὴ ἀνανεωθείσης; ἐπεὶ οὖν ἐχρῆν τὴν ἀπαρχὴν τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προοιμίων τάξιν λαβεῖν, ἐπάγει ὁ συγγραφεὺς “καὶ ἤρξαντο λαλεῖν καὶ τὰ ἑξῆς.

  6. 3.32

    Καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.

  7. 3.33

    Τοῦ+ Χρυσοστόμου. τίνος ἕνεκεν πρὸ τῶν τὸ τῶν γλωσσῶν ἔλαβον οἱ Ἀπόστολοι; ἐπειδὴ πανταχοῦ διέρχεσθαι ἤμελλον· καὶ ὥσπερ ἐν καιρῷ τῆς πυργοποιῑας ἡ μία γλῶττα εἰς πολλὰς διετέμνετο, οὕτω τότε αἱ πολλαὶ γλῶσσαι πολλάκις εἰς ἕνα ἄνθρωπον ἤεσαν· καὶ ὁ αὐτὸς καὶ τῇ Περσῶν καὶ τῇ Ῥωμαίων καὶ τῇ Ἰνδῶν καὶ ταῖς πολλαῖς διελέγετο γλωσσαῖς, τοῦ Πνεύματος ἐνηχοῦντος αὐτῷ· καὶ τὸ χάρισμα ἐκαλεῖτο u χάρισμα γλωσσῶν, ἐπειδὴ πολλαῖς ἀθρόον ἠδύνατο λαλεῖν φω- ναῖς.

  8. 3.34

    Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.

  9. 3.35

    Οὐκ ἃν εἶπε παντὸς καὶ τῶν Ἀποστόλων ὄντων ἐκεῖ· εἰ μὴ καὶ οἱ ἄλλοι μετέσχον· οὐ γὰρ ἃν αὐτοὺς ἄνω καὶ κατ’ ἰδίαν προειπὼν καὶ ὀνομαστὶ, νῦν συνῆψεν ἐν τοιούτῳ πράγματι· εἰ γὰρ ὅπου είπεῖν ἦν, ὅτι παρῆσαν, κατ᾿ ἰδίαν τῶν Ἀποστόλων μνημονεύει, πολλῷ μᾶλλον ἐνταῦθα.

  10. 3.36

    Τοῦ Χργσοστόμου. Τὸ κατοικεῖν εὐλαβείας ἦν τοσούτων ἐθνῶν πατρίδας ἀφέντες καὶ οἰκίαν καὶ συγγενεῖς, ἐκεῖ οἰκεῖν.

  11. 3.37

    Ἀντὶ τοῦ ἀπὸ πολλῶν ἐθνῶν· τὸ γὰρ παντὸς ἐπὶ πολλῶν ἐκλαμβάνει ἡ γραφὴ ὑπερβολικῶς χρωμένη· οὕτως εἴρηται καὶ τὸ “ἐκ- “χεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·” καὶ τὸ “οἱ πάν- “τες τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστῦ.” καὶ τὸ, “οὐκ “ἔστι δίκαιος οὐδὲ εἷς·” ἀπὸ τοῦ καθόλου τοὺς πολλοὺς σημαίνουσα.

  12. 3.38

    Ἵνα δείξῃ αὐτοὺς κατὰ τὸν νόμον τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι ἐν τῶ ναῶ· ἐκεῖ ὤκουν οἱ ἀπὸ πάντων τῶν ἐθνῶν.

  13. 3.39

    Διδύμου. Τὸ ἀπὸ παντὸς ἔθνους ἁπλούστερον ἐκληπτέον· δυνάμενον τῷ ἀπὸ πολλῶν· μᾶλλον δέ τις βιαιότερον ἐπιχειρήσει λέγων ἐπὶ τοὺς εὐλαβεῖς Ἰουδαίους τοὺς κατοικοῦντας Ἱερουσαλὴμ φησὶ, τὸ ἀπὸ παντὸς ἔθνους δηλοῖ τῶν ἐν Ἱερουσαλὴμ ὄντων· οἷον, λόγου χάριν ἤτωσαν τὰ πάντα ἔθνη ἑβδομήκοντα· ἀπὸ τούτων τῶν ἑβδομήκοντα, τινὰ ἔθνη ἐτύγχανεν ἐν τῇ Ἱερουσαλήμ· φέρε ἀπὸ τούτων εἴκοσιν οἱ ὄντες εὐλαβεῖς Ἰουδαῖοι ἐν τῇ Ἱερουσαλὴμ ελάλουν τὰ μεγαλεῖα τοῦ Θεοῦ· ὡς τὸ ἀπὸ παντὸς ἔθνους μὴ καθάπαξ εἰρῆσθαι, ἀλλὰ τοῦ ὄντος ἐν τῇ Ἱερουσαλήμ. ἐὰν δὲ ἔθνη εἴκοσιν ὑποθώμεθα ἐν τῇ Ἱερουσαλὴμ εἶναι, μὴ νομιζέτω τις ἐξ ὁλοκλήρου τὰ εἴκοσιν ἔθνη εἶναι ἐν τῇ Ἱερουσαλήμ· ἀλλ’ ἀπὸ τούτων τινὰς ἀνθρώπους· συμφώνως τούτους νοῆσαι σπουδαστέον, καὶ τὴν προφητείαν τοῦ Ἰωὴλ τὴν ἐκ προσώπου τοῦ Θεοῦ λέγουσαν “ἐκχεῶ “ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,” ἀλλὰ τὴν παρεακευασμένην δέξασθαι τὸ Πνεῦμα δίδοσθαι αὐτὸ ῥητέον.

  14. 3.40

    Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος.

  15. 3.41

    Τοῦ Χρυσοστόμου. Ἐπειδὴ γὰρ ἐν οἰκίᾳ ἐγένετο εἰκότως ἔξωθεν συνέδραμον.

  16. 3.42

    Τοῦ αὐτοῦ. Διὰ τὴν τῶν ἐθνῶν δωρεὰν αἱ γλῶσσαι· τὴν ἀπαρχὴν τῶν ἐθνῶν ἐκεῖθεν λαβεῖν τὸ σημεῖον. ἐγένετο ἄφνων ἐκ τοῦ οὐρανοῦ φωνὴ, ἵνα καὶ ἐκ τοῦ γενομένου συναχθῇ τὸ πλῆθος· οἶδας δὲ τῶν ἀνθρώπων τὸ φιλοπράγον u, ὅτι οὐκ ἀνέχεται ὁ ἄνθρωπος μὴ ἐρωτῆσαι· σεισμός ἐστιν; ἄνεμός ἐστι; Θεὸς ᾠκονόμησε τοῦτο· εἶτα λέγουσιν οὐ. ἀλλ’ οἱ μαθηταὶ τοῦ σταυρωθέντος Πνεῦμα Ἄγ’ ἴον ἔλαβον· ἤρξαντο πάντες οὐχ ὡς φίλοι τέως, ἀλλ’ ὡς θεωροὶ τοῦ ξένου θεάματος ἑστάναι· “ γενομένης “τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθη” διὰ τὸν φόβον· καὶ ἵνα δείξῃ ὅτι τὴν σύγχυσιν εἰργάσατο ὁ φόβος, καὶ τὸ ξένον τοῦ θεάματος, λέγει, συνεχύθησαν τῷ φόβῳ· ἔστιν οὖν σύγχυσις κατάστασιν ἐργαζομένη· ὅταν συγχέῃ σε φόβος Θεοῦ, εἰς κατάνυξιν φέρει· συνεχύθης διὰ τὴν συνείδησιν τῶν ἁμαρτημάτων· κατέστης διὰ τὴν ἐλπίδα τῆς μετανοίας.

  17. 3.43

    Καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῆ ἰδίᾳ διαλέκτω λαλούντων αὐτῶν.

  18. 3.44

    Τοῦ Χρυσοστόμου. Εἰκότως· ἐνόμιζον γὰρ αὐτῶν τέλος τὸ πρᾶγμα διὰ τὴν γενομένην τόλμαν κατὰ τοῦ Χριστοῦ· καὶ τὸ συνειδὸς κατέσειεν αὐτῶν τὰς ψυχὰς, ἐν χερσὶν ἔτι οὔσης τῆς σφαγῆς· καὶ πάντα αὐτοὺς ἐπτόει.

  19. 3.45

    Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον.

  20. 3.46

    Τοῦ αὐτοῦ. Ἐξίσταντο καὶ ἐθαύμαζον λέγοντες· “οὐκ “πάντες οὗτοι·” πρὸς τοὺς Ἀποστόλους ἑώρων; ὁρᾶς ἐξ ἀνατολῶν εἰς δυσμὰς αὐτοὺς τρέχοντας· “ἕτεροι διαχλευάζοντες ἔλεγον, ὅτι γλεύ- “ κους μεμεστωμένοι εἰσίν·” ὦ τῆς ἀνοίας· ὦ τῆς κακίας τῆς πολλῆς· καίτοι οὐδὲ καιρὸς ἦν· τὸ δεινότερον, ὅτι ἐκείνων ὁμολογούντων, Ἰουδαίων ὄντων, τῶν σταυρωσάντων· ἴσως ἐκεῖνοι μετὰ τὸ εἰπεῖν τοσαῦτα λέγουσιν “ὅτι γλεύκους μεμεστωμένοι εἰσίν.” “οὐκ ἰδού,” φησι, “πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι.” καὶ γὰρ τοῦτο ὡμολόγητο· οὕτως αὐτοὺς ἐποίησεν ὁ ἦχος· τὸ γὰρ πλέον τῆς οἰκουμένης κατέλαβε· τοῦτο ἐνεύρου τοὺς Ἀποστόλους.

  21. 3.47

    Τοῦ ἁγίου Σευηριανοῦ Ἐπισκόπου Γαβάαων. Ἐνενόουν πρὸς ἀλλήλους λέγοντες πάντες οἱ ἐξ ἐθνῶν· “οὐκ ἰδοὺ πάντες οἱ “λαλοῦντες εἰσὶ Γαλιλαῖοι;” ἐγνωρίζοντο γὰρ καὶ ἀπὸ τοῦ Σωτῆρος καὶ ἀπὸ τῆς λαλιᾶς τῆς πρώτης. Καὶ μετ’ ὀλίγα—δεκάπεντε δὲ γλωσσῶν ἔλαβον τέως χαρίσματα, ὅσον πρὸς τοὺς παρόντας· τίς γὰρ ἢν χρεία Περσικῆς γλώττης, μὴ παρόντων Περσῶν; ἀλλ’ ὥσπερ ἐν τοῖς πολέμοις πᾶσα μηχανὴ κατασκευάζεται καὶ πᾶσα μαγγανεία, ἕκαστον δὲ τούτων ἐνεργεῖ πρὸς τὴν χρείαν καὶ τὴν ἀναγκὴν τὴν καταλαβοῦσαν, οὕτως τοσαῦται γλῶσσαι ἐφάνησαν τότε, ὅσαι ἦσαν καὶ τῶν ἐθνῶν ἀπαρχαί. Διατὶ δὲ δεκαπέντε γλωσσῶν ἀπαρχαί; ἵνα καὶ ἡ ἐνέργεια τῆς τριάδος φανῇ· καὶ ὑπηρέται οἱ δώδεκα· καὶ πρόσεχε, παρακαλῶ, ἐν τῇ τῶν θαυμάτων φανερώσει συνεισῆγον οἱ Ἀπόστολοι, καὶ τὸ κήρυγμα τὸ εὐτελὲς τοῦ σταυροῦ· ἵνα ἀπὸ τοῦ φαινομένου ἐνδόξου ἀναιρεθῇ μὲν τὰ τῆς εὐτελοῦς ὑπονοίας, ὑποφαίνηται δὲ κατὰ μέρος καὶ οἰκονομῆται ἡ τοῦ σταυροῦ χάρις· καὶ τὰ γινόμενα ἀντιμαρτυρήσῃ ταῖς τῶν πολλῶν ὑπονοίαις· ὅτι ἄλλο τὸ νομιζόμενον, καὶ ἄλλο τὸ ἐνεργοῦν· οἷον ἐλάλουν οἱ Ἀπόστολοι ταύτην τὴν χάριν, ἣν ἐλάβομεν διὰ τὸν παθόντα τὸν σταυρωθέντα, τὸν οὐρανοῦ δεσπότην· καὶ οὐκ ἐδόκουν ἐναντία λέγειν· αὕτη γὰρ ἡ γλῶσσα παροῦσα, ἔλυε τὴν ὑποψίαν καὶ ἐβεβαίου τὸ κήρυγμα. Ἐλάλουν οὖν τὰ μεγαλεῖα τοῦ Θεοῦ· ἢν ἰδεῖν τὸν Γαλιλαῖον Πέτρον Ῥωμαϊστὶ λαλοῦντα, γλῶσσαν οὐκ ἔμαθεν· ἵνα πληρωθῇ καὶ τὸ ἀρχαῖον ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου, “γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν. οἰκονομεῖ δὲ τὸ Πνεῦμα τὸ Ἅγιον, ἵνα μὴ ᾖ στάσις ἐν τοῖς Ἀποστόλοις, τὸ ποῦ δεῖ ἕκαστον ἀπελθεῖν· καὶ δίδοται ἑκάστῳ γλῶσσα καθάπερ κανών· ΡωμαΪστὶ λαλεῖς, ἄπελθε εἰς τὴν Ῥώμην· Περσιστὶ λαλεῖς, ἄπελθε εἰς τὴν Πέρσιδα. καὶ ὥσπερ ἡ χειροτονία ἡ ἱερατικὴ μηνύει τῳ χειροτονουμένῳ τὸ ἀξίωμα, εἶτε διάκονος, εἴτε πρεσβύτερος, εἴτε Ἐπίσκοπος· καὶ οὐ δύναται ἐκφωνηθεῖσαν αὐτῷ κήρυξιν ἁρπάσαι ἑαυτῷ ἄλλο ἀξίωμα, οὕτως καὶ οἱ Ἀπόστολοι ἐκ τῆς γλώσσης ἔλαβον τὸν κανόνα. ἀλλ’ ἐπειδὴ πάλιν ἐχρῆν αὐτοὺς ἐν ὅσῳ ἀπήεσαν ἐς τὴν Ῥώμην, διέρχεσθαι διὰ πολλῶν ἐθνῶν, ἐλάμβανον ὥσπερ x βοηθοὺς ἄλλας γλώσσας· τὴν πρώτην ἀπὸ χειροτονίας ἔχοντες. Εὑρίσκεται γὰρ ἕκαστος τῶν Ἀποστόλων καὶ γλώσσαις λαλῶν· ἐπειδὴ καὶ διὰ πολλῶν παρῄεσαν ἐθνῶν, ὡς λέγει Παῦλος· “εὐχαριστῶ τῷ Θεῷ πάντων ὑμῶν γλώσσαις λαλῶ· ἐλάλησε Ῥωμαϊστὶ Πέτρος, καὶ ἐκηρύττετο αὐτῷ ἡ τῶν Ῥωμαίων x Sic Cod. corr. rec. m. in marg. ὡς παραβοηθούς. ἀρχή· καὶ ἦν κανὼν καὶ ὅρος, ὅτι σοι ἀφώρισται· οὗτος ἐξέλθοι εἰς τὴν ἀνατολήν· οὗτος εἰς τὴν δύσιν, καὶ καταλαμπέτω τὰ ἑσπέρια μέρη· οὗτος τὰ βόρεια· οὗτος τὰ νότια· καὶ ἐσκορπίζοντο οἱ κήρυκες ὡς ἀστραπαὶ ἀθρόως πηδῶσαι, καθὼς εἴρηται περὶ αὐτῶν διὰ τῆς προφητικῆς γλώσσης· “ἔφαναν αἱ ἀστραπαὶ σου τῇ αὐτῶν- “μένῃ· εἰδε καὶ ἐσαλεύθη ἡ γῆ·” καὶ μὴν ἀστραπὴ οὐ σαλεύει γῆν, ἀλλὰ σεισμός· ἀλλ’ ἐπειδὴ τὸ κήρυγμα τῶν Ἀποστόλων ἠλευθέρωσε τὰ ἔθνη ὡς πρὸς καινοτομίαν ἀγανακτοῦντα· “εἶδε καὶ “ἐσαλεύθη ἡ γῆ·” καὶ πῶς ἐσαλεύετο; ὅτε εἰσῆλθε Παῦλος εἰς Μακεδονίαν, ἐσαλεύθη ἡ γῆ· ἤρξαντο γὰρ οἱ Ἕλληνες λέγειν, ὅτι “οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι· ταῦτα δὲ τύπος ἡμῖν ἐγένετο· ἵνα μηδέποτε ἀκούων ὕβρεως λόγον λυπηθῇς· οὐδὲν γὰρ λέγεται ξένον, οἱ οἰκοφθόροι, οἱ Χριστιανοὶ, οἱ ἀνασεισταί· ταῦτα περὶ τῶν φωστήρων ἐκείνων ἐλέχθη· γλεύκους “μεμεστωμένοι εἰσίν·” οὐ λείπει φθόνος τῇ ἀρετῇ· οὐ λείπει τῇ τοῦ Θεοῦ διδασκαλία ἡ τῶν κακῶν βάσανος.

  22. 3.48

    Λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ ἅπαντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῆ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἧ ἐγεννήθημεν· Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, τε καὶ προσήλυτοι, κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ; ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· τί τοῦτο θέλει εἶναι;

  23. 3.49

    Τοῦ Χρυσοστόμου. Οὐ γὰρ ἁπλῶς ἐλάλουν, ἀλλὰ τινὰ θαυμαστὰ ἔλεγον. εἰκότως τοίνυν ἠπόρουν· οὐδέποτε γὰρ γέγονέ τι τοιοῦτον· ὅρα εὐγνωμοσύνην ἀνθρώπων.

  24. 3.50

    Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον, ὅτι γλεύκους μεμεστωμένοι εἰσίν.

  25. 3.51

    Τοῦ αὐτοῦ. Ὤ τῆς ἀναισχυντίας· καὶ τί θαυμαστόν; ὅπου γε καὶ αὐτὸν τὸν δεσπότην δαίμονας ἐλαύνοντα, δαίμονα ἔχειν λέγουσιν· ἔνθα γὰρ ἃν ᾖ ἰταμότης, ζητεῖ μόνον εἰπεῖν ὅτι δήποτε. οὐχ ὅπως ὅτι λόγῳ πρᾶγμα ἐχόμενον εἴποι, ἀλλ’ ὅπως εἴποι ὅτι δήποτε.

  26. 3.52

    ΕΞ ἀνεπιγράφου. Ἀρξαμένους δὲ τοῦ τοιοῦδε ἐν τῷ “γλεύκους μεμεστωμένοι εἰσὶ” παραχρῆμα ὁ Πέτρος ἄλλος ἐξ ἄλλου γενόμενος, πνευματικώτερός τε καὶ ἐξουσιαστικώτερος ἣ τὸ πρίν, τῇ ἐφιζήσει τοῦ κληρωθέντος αὐτῷ χαρίσματος τοῦ Πνεύματος· καὶ τὴν ὥραν θεωρῶν συνερχομένην εἰς συνηγορίαν αὐτῷ οὐσαν τρίτην τῆς ἡμέρας, τῶν τε τολμημένων εἰς τὸν ἐσταυρώμενον· ὧν ἕνεκεν ἐτόλμησεν ἃν οὐδαμῶς εἰς μέσον τι προσθεῖναι τοῖς διαχειρισαμένοις τὸν Κύριον, εἰ μὴ τὴν ἐξουσίαν εἰλήφει τοῦ φανερωθέντος Πνεύματος κατὰ τὴν ἐπαγγελίαν τοῦ Χριστοῦ, ἐπαγγειλαμένου αὐτοῖς ἐρωτήσασι τὰ περὶ τῆς βασιλείας τοῦ Ἰσραὴν, ὅτι “λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς·” διὸ παρρησιέστερον ἀρξάμενος αὐτοὺς καλεῖ ἵστορας τῶν τετολμημένων.

  27. 3.53

    Σευηριανοῦ. Θεὸς ἐνήργει, καὶ τῇ μέθῃ ἐπέγραφον· ἐνομίσθη καρπὸς, ὁ τοῦ Ἄγ’ ἴου Πνεύματος καρπός. Ὄρα τὴν κακίαν καὶ ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῆς ὥρας ἐλεγχομένην· ἐν τῇ Πεντηκοστῇ πόθεν γλεῦκος; γλεῦκος γὰρ λέγεται ὁ νέος οἶνος· ἀλλὰ τὸ ψεῦδος ἐστὶ τυφλὸν, οὐκ οἶδε πῶς ψεύδεται· εἶτα μέθη διαφόρους γλώσσας δίδωσιν; ἣ καὶ τὴν οὖσαν ἀφανίζει. Ὅρα δὲ τι κατασκευάζει Θεός· ἀφίει τὴν ἀρετὴν ὑπονοηθῆναι εἰς χλεύην· ἵνα πρῶτον συνέλθῃ τὸ πλῆθος τῶν χλευαζόντων, καὶ τότε λάμψει ἡ δύναμις τῶν ἁγίων· καὶ οὕτως ἡ ἐνέργεια δειχθῇ πολιορκοῦσα τὸ ψεῦδος· ἣ οὐκ ὅτι ὅτι πολλοὶ πολλάκις συνειδότες τισὶν ἣ λόγου, ἣ τρόπου, ἣ βίου, ὀκνοῦσι καὶ παραβάλλειν αὐτοῦ τῇ ὄψει, ἵνα μὴ πλήττωνται αὐτῷ τῷ προσώπῳ ἐλεγχόμενοι. εἰ μὴ ὑπενόηθη χλεύη, παρῃτοῦντο Ἰουδαῖοι εἰσελθεῖν καὶ ἀκοῦσαι· συνεχώρησεν οὖν ὁ Θεὸς, ἵνα ἡ χλεύη πολλοὺς συναγάγῃ.

  28. 3.54

    Σεγήρου ἐπισκόπου ἀντιοκείασ. Τῶν Ἀποστόλων εὐαγγελικὴν διδασκαλίαν προφερόντων ἐν καινότητι Πνεύματος καὶ οὐ παλαιότητι γράμματος καὶ τούτου σημεῖον παρεχομένων τὸ λαλεῖν παντὶ γένει γλωσσῶν· οἱ ἐν ταῖς ἁμαρτίαις καταγηράσαν- τες Ἰουδαῖοι τὸ ἀληθὲς καὶ ἄκοντες ἔλεγον· ὅτι γλεύκους μεμε- “στωμένοι εἰσίν·” οἶνος γὰρ νέος ἦν, ἡ τελεία τοῦ Πνεύματος χάρις, ἧς οἱ Ἀπόστολοι ταῖς πυρίναις γλώσσαις καθαρθέντες πλήρεις ἐγίνοντο.

  29. 3.55

    x Πέτρου Κατήχησις.

  30. 3.56

    Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς.

  31. 3.57

    Τοῦ χργσοστόμου. Ὅτι οὐ μεθύουσιν, εὐθέως ἀπὸ τῆς φωνῆς ἐδήλωσεν· ὅτι οὐκ ἐξεστήκασι καθάπερ οἱ μάντεις· καὶ τοῦτο οὐκ ἀνάγκῃ κατείχοντο· τι δέ ἐστι σὺν τοῖς ἕνδεκα; κοινὴν προεβάλλοντο φωνὴν, καὶ πάντων αὐτὸς ἦν τὸ στόμα· παρεστήκασι δὲ οἱ ἕνδεκα μαρτυροῦντες τοῖς λεγομένοις· “ἐπῆρε τὴν φωνὴν αὐτοῦ,” φησιν, τουτέστι μετὰ πολλῆς τῆς παρρησίας· ἵνα μάθωσι τοῦ Πνεύματος τὴν χάριν. Ὁ γὰρ μὴ ἐνεγκὼν ἐρώτησιν κορασίου εὐτελοῦς, οὗτος ἐν μέσῳ δήμῳ φωνούντων μετὰ τοσαύτης διαλέγεται παρρησίας, ὡς ἀναμφισ βήτητον τῆς ἀναστάσεως τοῦτο γενέσθαι τεκμήριον· μεταξὺ γελώντων ἀνθρώπων καὶ τὰ τοιαῦτα διαχλευαζόντων· πόσης εἶναι νομίζεις ἰταμότητος τοῦτο; πόσης ἀσεβείας; πόσης ἀναισχυντίας; ἔνθα γὰρ ἃν παραγένηται τὸ Πνεῦμα τὸ Ἅγιον, χρυσοῦς ἀντὶ πηλίνων ποιεῖ. Ὅρα μοι λοιπὸν Πέτρον· καὶ ἐξέταζε τὸν δειλόν· σκόπει δὲ τῶν Ἀποστόλων τὴν ὁμόνοιαν· αὐτοὶ παρεχώρουν αὐτῷ τῆς δημηγορίας y, οὐ γὰρ ἔδει πάντας φθέγγεσθαι.

  32. 3.58

    Σευηριανοῦ. Μάθε λοιπὸν τι ἐνεργεῖ Πνεῦμά Ἅγιον· τίς ἦν Πέτρος πρὸ τῆς χάριτος· καὶ τίς ἐγένετο μετὰ τὴν χάριν· πρὶν δέξεται τὰς γλώσσας τοῦ πυρὸς, ὑπὸ μιᾶς παιδίσκης οἰκτρᾶς ἐρωτώμενος ἐφοβήθη, καὶ λέγει, “οὐκ οἶδα τὸν ἄνθρωπον.” ἐκεῖ μία παιδίσκη, καὶ δειλία πολλή· ὧδε πλῆθος ἄπειρον, καὶ φωνὴ εὐπαρρησίαστος· διατί; “οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ “τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.” “Σταθεὶς ὁ “ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ.” ἐπαρρησιάσατο· οὐκ εἶπεν ἐφθέγξατο, ἀλλ’ “ἀπεφθέγξατο·” πρὸς οἷς ἐλάλησεν ἐν γλώσσῃ, ἐπεφθέγξατο τῇ διδασκαλίᾳ.

  33. 3.59

    Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἄπαντες.

  34. 3.60

    Τοῦ Χργσοστόμου. Οὓς ξένους εἶπεν ἀνωτέρω, ἐκείνους τείνει τὸν λόγον τοὺς διαχλευάζοντας· καὶ δοκεῖ μὲν ἐκείνοις διαλέγεσθαι· ὀρθοῖ z δὲ τούτους· καὶ γὰρ ᾠκονομήθη τινὰς διαχλευάσαι, ἱν ἀρχὴν τῆς ἀπολογίας λάβῃ, καὶ ἀπολογούμενος διδάξῃ· μέγα ἄρα ἐγκώμιον ἡγοῦντο καὶ τὸ ἐν Ἱεροσολύμοις οἱ- κειν.

  35. 3.61

    Τοῦτο γνωστὸν ὑμῖν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου· οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύ- οὖσιν.

  36. 3.62

    Σευηριανοῦ. Ἐννόησον τὸν τότε φοβηθέντα, νῦν τὸν τότε δειλὸν, νῦν ἀνδρεῖον.

  37. 3.63

    Τοῦ Χρυσοστόμου. Προσεκτικωτέρους τέως Τοῦ Αὐτοῦ. Τὸ ἐν τρίτῃ ὥρᾳ ταῦτα γενέσθαι οὐχ τότε γὰρ τὸ λαμπρὸν τοῦ πυρὸς δείκνυται, ὅτι περὶ ἔργα ἔχουσιν οἱ ἄνθρωποι· ὅτε περὶ ἄριστον· ὅτε λαμπρὰ ἡ ἡμέρα· ὅτε πάντες εἰσιν ἐπ’ ἀγορᾶς· ὁρᾶς ἐλευθερίας τὸν λόγον γέμοντα.

  38. 3.64

    Ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας.

  39. 3.65

    Σευηριανοῦ. Οὐδὲ ἡ ὥρα, φησὶν, ἐνέτρεψεν ὑμᾶς; ὥρᾳ τρίτῃ μεθύουσιν οἱ τοῦ λόγου τὸν δρόμον πιστευθέντες; οἱ τὴν κοινὴν τοῦ κόσμου πραγματείαν ἐπανειλημμένοι; αἰδοῦνται τὴν εὔκαιρον μετάληψιν τοῦ οἴνου· καὶ ἡμεῖς οἱ κήρυκες τοῦ νόμου, οἱ τὴν οὐρανίον διδασκαλίαν ἐγχειρισθέντες, ἡμεῖς μὲν ἀπὸ τοῦ καιροῦ τῶν καρπῶν ἐδείξαμεν τὸ ψεῦδος, ὁ δὲ Πέτρος καὶ ἀπὸ τῆς ὥρας.

  40. 3.66

    Ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ Προφήτου Ἰωήλ.

  41. 3.67

    Τοῦ ἁγίου Εἰρηναίου ἐκ τῶν Οὐαλέντοσ καὶ Μαρκίωνοσ. Ὁ οὖν διὰ τοῦ Προφήτου ἐπαγγειλάμενος Θεὸς πέμψειν τὸ Πνεῦμα αὐτοῦ ἐπὶ τὴν ἀνθρωπότητα, οὗτος καὶ ἔπεμψε, καὶ Θεὸς ὑπὸ Πέτρου καταγγέλλεται τὴν ἰδίαν ἐπαγγελίαν πεπληρωκώς.

  42. 3.68

    Τοῦ Χρτσοστόμου. Οὐδαμοῦ τέως ὄνομα τοῦ Χριστοῦ, οὐδὲ ἐπαγγελία αὐτοῦ, ἀλλὰ τοῦ Πατρὸς ἡ ἐπαγγελία· ὅρα σύνεσιν· ὅρα συγκατάβασιν· οὐ παρῆλθε καὶ εἶπεν εὐθέως τὰ κατὰ τὸν Χριστὸν, ὅτι ἐκεῖνος ἐπηγγείλατο ταῦτα μετὰ τὸ σταυρωθῆναι· ἢ γὰρ ἂν πάντα ἀνέτρεψεν οὕτως εἰπών· καίτοι ἱκανὰ ἦν δεῖξαι αὐτοῦ τὴν θεότητα, ἀλλὰ πιστευόμενα· τὸ δὲ ζητούμενον πιστευθῆναι ἢν· μὴ πιστευόμενα δὲ ἂν καταλευσθῆναι αὐτοὺς ἐποίησεν.

  43. 3.69

    Σευηριανοῦ. Ὁρᾶς ὅτι τὰς ἀπορίας ἄλλο οὐ λύει ἣ προφητική· τοῦτο δὲ λέγω, ἵνα ὅτε κινεῖ αἱρετικὸς πρὸς ὀρθόδοξον, καὶ ἀνακύπτει τι τῶν ἀπόρων ζητημάτων, μὴ καταφύγῃς ἐπὶ τοὺς λογισμούς· ἐνθυμήσεις γὰρ λογισμῶν καὶ λέγονται καὶ ἀνατρέπονται, καὶ συνίστανται καὶ ἀποσυνίστανται· Θεοῦ δὲ φωνὴν τίς λύει; λογισμὸς λύεται· γραφὴ οὐ λύεται. Ἀπορούντων ἐκείνων λέγει ὁ Πέτρος· τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ Προφήτου Ιωήλ z. ἐκχεῶ ἀπὸ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·” οὐκ εἶπεν, ἐκχεῶ τὸ Πνεῦμά μου, ἀλλ’ “ἀπὸ τοῦ Πνεύματος·” οὐ τὸ Πνεῦμα ἐκχεῖται, ἀλλ’ ἡ δωρεὰ τοῦ Πνεύματος· καὶ προφητεύ- “σουσι” καὶ τὰ ἑξῆς. Ὅρα πῶς διάφορος ἡ τοῦ Ἁγίου Πνεύματος ἀποκάλυψις· ὁ μὲν προφητεύει ἔχων τοῦ Πνεύματος τὴν χάριν· ἄλλος ἀτονῶν πρὸς τὸ ὑπηρετήσασθαι τοιούτῳ πράγματι, λαμβάνει τὸ τῶν ὁράσεων· ὡς ἔιδεν ἕκτῃ ὥρᾳ τὴν εἰκόνα ὁ Πέτρος· ὡς ὁ Κορνήλιος ἐνάτῃ ὥρᾳ ἔδε τὸν ἄγγελον· ἐκεῖνο τὸ ἐν τῇ καρδίᾳ οὐ λέγεται ὅραμα, ἀλλ’ ὅρασις· ἄλλως βλέπει τις ὅρασιν, ὡς φησὶν, ὁρῶν βάδιζε· ἄλλως δὲ ὁ τῇ ὄψει μόνον ὁρῶν τὸ θεώρημα· ἄλλως τὸ ἐνύπνιον τῇ φαντασία παιδεύεται. ἔστι δὲ τὸ μὲν πρῶτον προφητεία, τὸ δὲ δεύτερον ὅραμα· τὸ δὲ τρίτον ἐνύπνιον· οἱ πρεσβύ- “τεροι ἐνύπνια ἐνυπνιασθήσονται, ἐπειδὴ τὸ γῆρας ἄτονον πρὸς τὴν ὑπηρεσίαν· εἰ καὶ οὐ δύναται διακονεῖσθαι, ἀλλὰ διὰ τὴν ἀρετὴν μὴ ὑβριζέσθω.

  44. 3.70

    Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.

  45. 3.71

    Τοῦ Χρυσοστόμου. Δίδωσι καὶ αὐτοὺς ἐλπίδας χρηστὰς ἔχειν· καὶ τέως οὐκ ἀφίησιν αὐτῶν εἶναι τὸ πλεονέκτημα· τὸ γὰρ αὐτῶν μόνων εἶναι, βασκανίαν ποιεῖ· ταύτῃ τὸν φθόνον ὑποτεμνό- μενος.

  46. 3.72

    Τοῦ Άγίογ Κυρίλλου ἐκ τῆε τὸν προφήτην Ἰωήλ. Καταγγέλλετε σαφῶς τὴν διὰ τοῦ Πνεύματος ἐπιφάνειαν, ἣν καὶ ἀπαρχὴν ὥσπερ καὶ τοῖς ἁγίοις Ἀποστόλοις κατέπεμψεν· ἤρξαντο “ γάρ,” φησι, λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου “ αὐτοῖς ἀποφθέγγεσθαι·” ἀπεφθέγγοντο δὲ προφητεύοντες, ἤγουν συνιέντες τε καὶ λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ Χριστῷ μαρτύρια· τὸ δὲ καὶ θυγατέρας προφητεύειν εἰπεῖν, τοῦτο ἦν δηλοῦντος τὸ τῆς χάριτος ἀμφιλαφές· τοὺς πρεσβυτέρους γε μὴν ἐνυπνίοις ἐνυπνιάζεσθαι, φησὶν, ὄψεσθαι δὲ καὶ ὁράσεις τοὺς νεα- νίσκους· πρεσβυτικὴν ἡλικίαν λέγων τὴν ὡς ἐν ποσότητι τῆς ἀρετῆς προύχουσάν τε καὶ ὑπερκειμένην, καὶ οἷον λαμπροῖς πεπολιω- μένην κατορθώμασι· νεότητα δὲ τὴν ἐν πίστει ἰσχὺν καὶ ἀκμάζουσαν εἰς τὸ ἀγαθὸν γνώμην. ἀπόδειξις τοῦ μὲν προτέρου ὁ μακάριος Παῦλος, καθ’ ὕπνον ἑωρακὼς τὸν Μακεδόνα λέγοντα, “ διαβὰς εἰς “Μακεδνίαν βοήθησον ἡμῖν·” ἦν γὰρ πρεσβύτης τὸν νοῦν· τὸ δὲ δεύτερον Ἀνανίας, πρὸς ὃν ἐν ὁράματι λελάληκεν ὁ Θεὸς περὶ τοῦ μακαρίου Παύλου· ἦν γὰρ τὴν πίστιν εὔτονος.

  47. 3.73

    Θεολότου Ἀγκύρασ a. Ἀλλὰ μὴν οὐκ εἶπεν ἰδικῶς τὸν καιρόν· ἤρκει γὰρ ἡ τοῦ Πνεύματος ἐνέργεια καὶ ἡ παρακολουθοῦσα θεία δύναμις δηλῶσαι τὸν σημαινόμενον καιρόν· ὃς δι’ αὐτῶν τῶν πραγμάτων ἐδείχθη, ὁ ἐπὶ τῶν Ἀποστόλων ὑπάρχων. δείκνυται ἅ διὰ πάντων ἐκεῖνον εἶναι τὸν παρὰ τοῦ προφήτου εἰρημένον καιρόν· οὐ γὰρ δύνανται κἂν ἀναισχύντως ἱν ἀντειπεῖν τούτῳ οἱ Ιουδαῖοι· οὐ γὰρ ἔχουσιν ἕτερον ἐπιδεῖξαι καιρὸν παρ’ ἐκεῖνον, ἐφ’ ᾧτ’ ταῦτα ἐξέβη.

  48. 3.74

    Καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν.

  49. 3.75

    Τοῦ Χρτσοστόμου. Οὔτε ὑμῶν τὸ κατόρθωμα τοῦτο, οὔτε ἐγκώμιον· εἰς τὰ παιδία τὰ ὑμέτερα διέβη ἡ χάρις· υἱοὺς αὐτοὺς αὐτῶν καλεῖ καὶ τοὺς πατέρας ἐκείνους.

  50. 3.76

    Καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφη- τευσουσιν.

  51. 3.77

    Τοῦ Αὐυοῦ. Τέως δείκνυσιν αὐτοὺς εὐδοκιμηκότας, ἅτε ἐκείνους δὲ οὐχὶ, ἅτε σταυρώσαντας. οὕτω καὶ ὁ Κύριος βουλόμενος αὐτῶν μαλάξαι τὸν θυμὸν, ἔλεγεν· “οἱ υἱοὶ “ὑμῶν ἐν τίνι ἐκβάλλουσι τὰ δαιμόνια;” οὐκ εἶπεν οἱ μαθηταί μου· καὶ γὰρ ἐδόκει κολακείας εἶναι· οὕτω καὶ αὐτὸς οὐκ εἶπεν ὅτι οὐ μεθύουσιν, ἀλλ’ ὅτι Πνεύματι φθέγγονται· ἀλλ’ ἐπὶ τὸν προφήτην κατέφυγε, καὶ αὐτὸν ὑποδὺς, οὕτω λέγει· τῆς μὲν γὰρ κατηγορίας αὐτοὺς ἀπαλλάξας δι’ ἑαυτοῦ· τῆς δὲ χάριτος ἐκεῖνον παράγει μάρτυρα· “ἐκχεῶ,” φησὶν, “ἀπὸ τοῦ Πνεύματός μου “ἐπὶ πᾶσαν σάρκα·” τοῖς μὲν γὰρ δι’ ὀνείρων, τοῖς δὲ καὶ ἐμφανῶς ἡ χάρις ἐξεχεῖτο· καὶ γὰρ δι’ ὀνείρων εἶδον οἱ προφῆται, καὶ ἀποκαλύψεις ἐδέξαντο.

  52. 3.78

    Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω.

  53. 3.79

    Τοῦ Αὐτοὐ. ταῦτα καὶ περὶ τῆς μελλούσης κρίσεως, καὶ περὶ τῶν Ἱεροσολύμων φησὶ, καὶ περὶ τῆς αἰχμαλωσίας.

  54. 3.80

    Τοῦ Ἁγίου Κυρίλλου. Τὰ ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενησόμενα προδιδάσκει σαφῶς· καὶ τὰ δι’ αὐτὸν τοῖς Ἰουδαίοις συμβαίνοντα διὰ τοῦ Ῥωμαίων πολέμου· τὴν δὲ Χριστοῦ ἡμέραν “τὴν “μεγάλην καὶ ἐπιφανῆ,” τὴν τῆς ἀναστάσεως φησίν.

  55. 3.81

    Σετηριανοῦ. Καὶ πρώην ἡμῖν εἴρηται· ὅτε τὸν περὶ τοῦ σταυροῦ ῥοῦ ἀνελάβομεν λόγον, καὶ τὸ ἅγιον πάθος, καθὼς οἷόν τε ἢν, ἀνεπτύξαμεν τῇ θεωρίᾳ· ὅτι ἐδόθη δύο ξένα· αἷμα καὶ πῦρ· πῦρ, ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις· αἷμα, ἡ ἐκ τῆς πλευρᾶς προελθοῦσα χάρις· ἀδύνατον γὰρ ἀπὸ νεκροῦ σώματος προελθεῖν αἷμα· πήγνυται γὰρ διὰ τοῦτο, καὶ ἐν σημείοις αὐτὸ τίθησιν ὁ Θεός.

  56. 3.82

    Διαύμου. Ὅταν οἱ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου, τοῦ φωτὸς τοῦ ἀληθινοῦ μετειληφότες, λέγουσιν, “ἐσημειώθη ἐφ’ ἡμᾶς ‘τὸ φῶς τοῦ προσώπου σου Κύριε· δίδοται δὲ καὶ ἐπὶ γῆς τέρατα πάντων ἐθνῶν ἀναχωρούντων τῶν πατρῴων ἐθῶν τὲ καὶ θεῶν, ἐπὶ τῷ δέξασθαι τὴν ἔκχυσιν τοῦ Πνεύματος· πρὸς τούτοις ἐρεῖ, καὶ τὰ δοθέντα διὰ τοῦ Πνεύματος καὶ κατὰ τὸ Πνεῦμα, θεῖα χαρίσματα τοῖς ἐπὶ γῆς ἀνθρώποις εἶναι τὰ τέρατα· κληθείη δὲ ταῦτα ἀπὸ ἑτέρας ἀρχῆς οὕτως, ἐπεὶ ἑξῆς εἴρηται· “αἷμα καὶ πῦρ καὶ ἀτμίδα “καπνοῦ.”

  57. 3.83

    Νικολάου πρεσβττέρου Ἀγκύρασ εἰσ τὸν προφήτην ἸΩΉΛ. Ταῦτα ἔσται κατὰ τὸν καιρὸν καθ’ ὃν τὰ ἐν οὐρανῷ τεράστια καὶ τὰ ἐπὶ τῆς γῆς φοβερὰ γενήσεται· αἵματος μὲν ὑπὸ Ῥωμαίων ἐκχεομένου πλείστου κατὰ τὴν Ἰουδαίαν· καπνοῦ δὲ ἐγγινομένου τῶν πόλεων καὶ τῶν κωμῶν ἐμπιπραμένων· δίκην τινόντων τῶν Ἰουδαίων τῆς εἰς Χριστὸν παροινίας· ἣν οὐδὲ αὐτὸς ὁ ἥλιος βλέπειν ἀνασχόμενος, μονονουχὶ τὸν ἴδιον ὀφθαλμὸν τὴν φωτιστικὴν αὐτοῦ δύναμιν συνέστελλε, καὶ σκότος τοῖς ἐσκοτισμένοις τὴν διάνοιαν ἔδειξεν· ἀλλ’ οὐδὲ, φησὶν, ἡ σελήνη μεμένηκεν ἀπαθής· θυμουμένη δὲ ὡς εἰπεῖν κατὰ τῶν κυριοκτόνων, εἰς ἐρύθημα τὴν ἀργυροειδῆ μετέβαλεν ἑαυτῆς ἰδέαν.

  58. 3.84

    Αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.

  59. 3.85

    Τοῦ Χρτσοστόμου. Ὁρᾶς πῶς τὴν ἅλωσιν ὑπέγραψεν.

  60. 3.86

    Σετηριανοῦ. Πολλοὶ ἐνόμισαν ὅτι αἷμα περὶ τῆς σελήνης εἶπε, καὶ οὐ περὶ τῆς πλευρᾶς· αἷμα δὲ λέγω, ὃ ἐξέχεαν οἱ Ἰουδαῖοι, καὶ καθ’ ἑαυτῶν ἐπεσπάσαντο λέγοντες, “τὸ αἷμα αὐτοῦ ἐφ’ “ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν· καὶ μετὰ τὸ ἀνελεῖν ἀρνοῦνται· ἀεὶ γὰρ ἡ κακία καθ’ ἑαυτῆς ὁρίζουσα μετανοεῖ, καὶ ἀνακαλεῖται τὰς ἰδίας φωνάς· οἱ εἰπόντες “τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς,” λέγουσι τοῖς Ἀποστόλοις “τί βούλεσθε ἐφ’ ἡμᾶς ἐπαγαγεῖν τὸ αἷμα τοῦ ἀν- “θρώπου τούτον;”

  61. 3.87

    Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα.

  62. 3.88

    Τοῦ Χρτσοστόμου.Ἁπὸ τῆς διαθέσεως τῶν πασχόντων τοῦτο γίνεται· λέγεται μὲν οὖν καὶ πολλὰ τοιαῦτα γεγενῆσθαι ἐν οὐρανῷ, καθὼς Ἰώσηπος μαρτυρεῖ· ἅμα δὲ καὶ αὐτοὺς τοῦ σκότους ἀναμνήσας τοῦ γεγενημένου, καὶ ποιῶν προσδοκᾶν τὰ μέλλοντα.

  63. 3.89

    Κτρίλλου. Ἑπὶ ταῖς τῶν Ἰουδαίων δυσσεβείαις, ταῖς εἰς Χριστὸν δηλονότι γεγενημέναις, καὶ αὐτὴ τῶν στοιχείων δεδυσφό- ρηκεν ἡ φύσις· κατωλοφύρατο δὲ ὡσπερ ἡ κτίσις, ὑβρισμένον ὁρῶσα τὸν ἑαυτῆς δεσπότην· καὶ ὁ μὲν θεῖος ναὸς μονονουχὶ καὶ ἀσχάλλων τοῖς πενθοῦσιν ἐν ἴσῳ, περιερρήγνυτο· γέγραπται γὰρ ὅτι τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω· ἥλιος δὲ τὸ οἰκεῖον ἀνάπτων σέλας, καὶ τὴν ἀκτῖνα συνενεγκὼν, οὐκ ἠξίου φαίνειν ἔτι τοῖς ἐπὶ τῆς γῆς· ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης· ἐσχίζοντο δὲ καὶ αἱ πέτραι· τάχα δέ που καὶ περὶ τὸν τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνήθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. Σεσίγηται μὲν οὖν τὸ τοιόνδε παρὰ τοῖς ἁγίοις Εὐαγγελιστῖς· ἀξιόχρεως γε μὴν ἡ πίστις ἐκ προφητείας, ὅτι τοῖς τοῦ δημιουργοῦ νεύμασιν οὐκ ἐν ἡλίῳ μόνῳ τὰ σημεῖα γέγονεν, ἀλλ’ οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἃν γένοιτο διὰ φωνῆς λέγοντος Ἡσαῒου· “Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ “θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ· οὐρανὸν δὲ ὅταν λέγῃ, πάντα που πάντως φησιν τὰ ἐν οὐρανῷ καὶ οἷον σάκκῳ τῷ σκοτεινῷ καταμφιέσαι φησὶ, πενθοῦντά τε καὶ κατηλγηκότα· καὶ αὐτῷ δὴ τούτῳ διακεκραγότα τῷ σχήματι. Σημεῖα μὲν οὖν ἤτοι τέρατα, τὰ ἐν οὐρανῷ ταυτὶ φαίην ἄν· τὰ δέ γε εἰς γῆν “αἷμά “τε καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ,’ καταδήλως εἶεν ἃν οἶμαι που τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός· αἵματι μὲν γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατερραίνετο χώρα· ἔμελλε δὲ ὅμου ταῖς πόλεσι κατα- πίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεώς· οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι· ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπιφανοῦς, καθ᾿ ἣν ἅπασι τὸ θεῖον προκείσεται βῆμα Χριστοῦ τος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν εἰπὼν, “πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν “ μεγάλην καὶ ἐπιφανῆ.

  64. 3.90

    Τοῦ ἁγίου Βασιλείου ἐκ τῆσ ἑξαημέρου ὁμιλίασ ς. Ηδη δὲ καὶ τῆς τοῦ παντὸς διαλύσεως ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις σημεῖα φανήσεσθαι ὁ Κύριος προηγόρευσεν· “ὁ ἥλιος μεταστραφήσεται εἰς αἷμα, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς· ταῦτα σημεῖα τῆς συμπληρώσεως καὶ τῆς τοῦ παντὸς διαλύσεως.

  65. 3.91

    Σετηριανοῦ. Ἐπειδὴ γὰρ ἡ πρώτη ἦν εὐτελὴς ἡ ἐν σαρκὶ, ἡ διδακτική· ἡ δὲ δευτέρα ἔνδοξος, τοῦ ἁγίου σώματος ἐκείνου οὐκέτι ἄλλως φαινομένου, ἀλλ’ αὐγὰς φωτὸς ἀστράπτοντος, διὰ τοῦτο λέγει “τὴν ἡμέραν Κυρίου τὴν μεγάλην· εἴρηται πολλάκις ἡμῖν, ὅτι Θεός ἐστιν ὁ λέγων “ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου πρὶν ἐλθεῖν ’ ἡμέραν Κυρίου εἰπὲ τῷ Ἰουδαίῳ, εἰ ἓν πρόσωπόν ἐστι, καὶ ἓν θεικόν ἐστιν ὄνομα, καὶ αὐτὸς λαλεῖ περὶ ἑαυτοῦ, διατὶ μὴ εἶπε πρὶν ἐλθεῖν τὴν ἡμέραν τὴν ἐμήν.

  66. 3.92

    Πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.

  67. 3.93

    Τοῦ Χρυσοστόμου. Μῆ γὰρ ἐπειδὴ νῦν ἁμαρτάνετε, ἁμαρτάνετε, φησὶ, θαρσήσετε· ταῦτα γὰρ προοιμ́ιά ἐστι μεγάλης τινὸς ἡμέρας καὶ χαλεπῆς· ὅρα πῶς αὐτῶν κατέσεισε τὴν ψυχὴν καὶ διέλυσε· καὶ τὸν γέλωτα μετέστρεψεν εἰς ἀπολογίαν· εἰ γὰρ ταῦτα πρὸ οίμια τῆς ἡμέρας ἐκείνης, ἀνάγκη παρὰ τῶν ἐσχάτων τὸν κίνδυνον ἐπηρτῆσθαι.

  68. 3.94

    Νικολάου Ἀγκύρασ. Συμβήσεται δὲ ταῦτα πρὸ τῆς τοῦ Κυρίου πάλιν ἐνδόξου καὶ φοβερᾶς ἐλεύσεως, καθ’ ἣν μέλλει κρίνειν ζῶντας τε καὶ νεκρούς· τουτέστιν, ἀδύνατον παρελθεῖν τουτονὶ τὸν αἰῶνα, μὴ πάντων τῶν εἰρημένων εἰς πέρας ἐλθόντων.

  69. 3.95

    Καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

  70. 3.96

    Τοῦ Χρυσοστόμου. “Ἐπικαλέσηται“ οὐχ ἁπλῶς· οὐ γάρ, φησιν, ὁ λέγων μοι Κύριε, Κύριε, ἀλλὰ μετὰ διαθέσεως, μετὰ βίου ἀρίστου, μετὰ παρρησίας τῆς προσηκούσης τέως δὲ κοῦφον ποιεῖ τὸν λόγον, τὸ τῆς πίστεως εἰσάγων, καὶ φοβερὸν τὸ τῆς κολάσεως, ὅτι ἐν ἐπικλήσει ἡ σωτηρία.

  71. 3.97

    Τοῦ άγίου Κυρίλλου ἐκ τῆσ εἰσ τὸν Ἰωὴα. Εσονται μέν, φησιν, ἐν οὐρανῷ τε καὶ γῇ σημεῖα ἐπὶ τοῖς γινο- μένοις κατὰ Χριστοῦ δυσσεβήμασιν· ὅμως προκείσεται αὐτοῖς τὰ ἐξ ἡμερότητος, εἰ τὴν ἐν Χριστῷ δικαίωσιν ἀγαπήσαντες, ἕλοιντο Κύριον αὐτὸν ὁμολογεῖν· τὸ δὲ, οὓς Κύριος προκέκληται, τοῦτό ἐστιν, ὃ καὶ Παῦλος ἔφη· ὅτι “οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τι- “μὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ.”

  72. 3.98

    Διαύμου. Ὡς ἀληθεύεται τὸ πᾶς ὁ αἰτῶν λαμβάνει,” μὴ ἀριθμουμένων εἰς πάντας τοὺς αἰτουμένους τῶν κακῶς αἰτούντων· ὁ γὰρ κακῶς αἰτῶν οὐκ αἰτεῖται· οὕτως ἀληθές ἐστι τὸ πᾶς, ὃς ἃν “ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται·” οὐ συμπεριλαμβανομένων τῶν ἄνευ τοῦ ποιεῖν τὸ θέλημα τοῦ Πατρὸς λεγόντων τὸν Ἰησοῦν Κύριον, Καὶ διὰ τοῦτο δοκούντων ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ. καὶ ἑτέρως· οὐ ταὐτὸν τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, καὶ λέγειν αὐτό· ὁ μὲν γὰρ εὐχόμενος, καὶ τυχεῖν τινὸς ἀγα- θοῦ βουλόμενος ἐπικαλεῖται· ᾧ ἀκολούθως γίνεται σωτηρία· ὁ δὲ προσποιούμενος εἶναι δοῦλος, λέγει, Κύριε, Κύριε τῷ Ἰησοῦ, οὐ πράττων τὰ δούλου· ὅθεν πρὸς τοὺς τοιούτους φησί· “τι με λέγετε “Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω.” παραπλησίως ἐκδέξῃ τὸ “πᾶς ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· τῷ “οὐδεὶς “λέγει Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ‘Αγίῳ·“ Κύριον, τοῦ ἔργῳ καὶ διαθέσει δουλεύοντος αὐτῷ, ἀλλ’ οὐ μόνῃ ψιλῇ προφορᾷ λέγοντος τὸν Ἰησοῦν Κύριον.

  73. 3.99

    Νικολάου Ἀγκύρασ. Οὐκ Ἰουδαῖος μόνον, ἀλλὰ καὶ Ἕλλην καὶ βάρβαρος καὶ Σκύθης, καὶ ἁπλῶς εἰπεῖν πάντων τῶν εἰς Χριστὸν πιστευόντων ἡ ὁμήγυρις, ἡ ἐν Σιῶν καὶ ἐν ‘Ιερυσαλὴμ ἐπὶ τῶν Ἀποστόλων γενομένη, τῶν ἐκ τοῦ καταλείμματος τοῦ ’Ισραὴλ πρὸς τὸ εὐαγγελικὸν κληθέντων κήρυγμα.

  74. 3.100

    b Περὶ πόθους καὶ ἀναστάσεως καὶ ἀναλήψεως Χριστοῦ, δωρεάς τε τοῦ Ἁγίου Πνεύματος.

  75. 3.101

    Ἅνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους.

  76. 3.102

    Τοῦ Χρτσοστόμου. Οὐκ ἔστι κολακείας τὰ ῥήματα, ἀλλ’ ἐπειδὴ καθήψατο αὐτῶν σφόδρα, ἀνίησιν αὐτοὺς καὶ ἀναμιμνήσκει τοῦ προπάτορος, καὶ πάλιν ἀπὸ προοιμίου ἄρχεται, ἵνα μὴ θορυβη- θῶσιν προφήτου ἀκούοντες· τὸ δὲ ὄνομα τοῦ ’Ιησοῦ εὐθέως ἃν αὐτοῖνγ προέστη· καὶ οὐκ εἶπε πείσθητε, ἀλλ’ ἀκούσατε, ὅπερ ἢν ἀνεπαχθές.

  77. 3.103

    Σκόλ. Ἰσραηλίτας αὐτοὺς καλεῖ διὰ τοὺς προπάτορας· προ- τρεπόμενος αὐτοὺς τούτων μεμνῆσθαι τὴν πίστιν.

  78. 3.104

    Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδε- δειγμένον εἰς ὑμᾶς.

  79. 3.105

    Τοῦ άγίου Ἀθανασίου. Ἆρ’ ἐπειδὴ τοῖς ῥήμασι τούτοις ἐχρή- σαντο, μόνον τὸν ἄνθρωπον ᾔδεισαν τὸν χριστὸν οἱ Ἀπόστολοι, καὶ πλέον οὐδέν; μὴ γένοιτο· οὐκ ἔστιν οὐδ’ εἰς νοῦν τοῦτο λαβεῖν ποτέ· ἀλλὰ καὶ τοῦτο ὡς ἀρχιτέκτονες σοφοὶ καὶ οἰκονόμοι μυστηρίων Θεοῦ πεποιήκασι· καὶ τὴν αἰτίαν ἔχουσιν εὔλογον. Ἐπειδὴ γὰρ οἱ τότε ’Ιουδαῖοι πλανηθέντες καὶ πλανήσαντες Ἓλληνας, ἐνόμιζον τὸν Χριστὸν ψιλὸν ἄνθρωπον μόνον ἐκ σπέρματος Δαβὶδ ἔρχεσθαι, καθ’ ὁμοιότητα τῶν ἐκ τοῦ Δαβὶδ ἄλλων γενομένων τέκνων οὔτε γὰρ Θεὸν αὐτὸν, οὐδ’ ὅτι ο Λόγος σάρξ ἐγένετο, επιστευον· τούτου ἕνεκα μετὰ πολλῆς τῆς συνέσεως οἱ μακάριοι Ἀπόσολοι τὰ ἀνθρώπινα τοῦ Σωτῆρος ἐξηγοῦντο τοῖς Ἰουδαίοις· ἵν ὅλως πείσαντες αὐτοὺς ἐκ τῶν φαινομένων καὶ γενομένων σημείων ἐληλυθέναι τὸν Χριστὸν, λοιπὸν καὶ εἰς τὴν περὶ τῆς θειότητος πίστιν αὐτοὺς ἀγάγωσι· δεικνύντες ὅτι τὰ γενόμενα ἔργα οὐκ ἔστιν ἀνθρώπου, ἀλλὰ Θεοῦ· ἀμέλει Πέτρος ὁ λέγων ἄνδρα παθητὸν Χριστὸν, εὐθὺς συνῆπτεν, οὗτος “ἀρχηγὸς τῆς ζωῆς ἐστιν· ἐν δὲ τῷ Εὐαγγελίῳ ὁμολογεῖ· σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ “τοῦ ζῶντος·” ἐν δὲ τῇ Ἐπιστολῇ φησὶν αὐτὸν ”ἐπίσκοπον ψυ- “χῶν·” καὶ κύριον ἑαυτοῦ τὲ καὶ τῶν Ἀγγέλων καὶ δυνάμεων εἶναι· πάλιν τὲ ὁ Παῦλος, ὁ λέγων ἄνδρα ἐκ σπέρματος Δαβὶδ εἶναι τὸν Υἱὸν, οὗτος ἐπέστελλεν Ἑβραίοις μὲν, ὃς ὢν ἀπαύγασμα τῆς “δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·” Φιλιππησίοις δὲ, “ ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα “ Θεῷ. τὸ δὲ λέγειν ἀρχηγὸν ζωῆς, καὶ Υἱὸν τοῦ Θεοῦ, καὶ ἀπαύγασμα καὶ χαρακτῆρα, καὶ ἴσα Θεῷ, καὶ Κύριον, καὶ Ἐπίσκοπον ψυχῶν, τι ἃν εἴη ἕτερον ἢ ὅτι ἐν σώματι Λόγος ἦν Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο· καὶ ἔστιν ἀδιαίρετος τοῦ Πατρὸς, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς;

  80. 3.106

    Τοῦ Χρυσοστόμου. Ὄρα πῶς οὐδὲν λέγει τῶν ὑψηλῶν, ἀλλ’ ἀπὸ τῶν σφόδρα ταπεινῶν ἄρχεται· καὶ εὐθέως τὴν πατρίδα λέγει, ἥπερ ἐδόκει εὐτελὴς εἶναι· καὶ οὐδὲν μέγα λέγει περὶ αὐτοῦ· οὐδὲ οἱον ἄν τις εἴποι περὶ προφήτου τέως· “’Ιησοῦν,” φησὶ, “τὸν “Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς.” Ορα ποῖον ἦν μέγα τὸ εἰπεῖν, ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη· τοῦτο γὰρ ἄνω καὶ κάτω, καὶ αὐτὸς ἐσπούδαζε, καὶ Ἰωάννης καὶ οἱ Ἀπόστολοι, δεῖξαι· ἄκουε γὰρ Ἰωάννου λέγοντος· “ἐκεῖνός μοι εἶπεν, “ἐφ’ ὃν ἃν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτὸν, οὗ. “τος ἐστιν.” αὐτὸς δὲ ὁ Χριστὸς καὶ μεθ’ ὑπερβολῆς τοῦτο ποιεῖ λέγων· “ἀπ’ ἐμαυτοῦ οὐχ ἥκω· ἐκεῖνος με ἔπεμψε,” καὶ πανταχοῦ τῶν γραφῶν τοῦτο μάλιστά ἐστι τὸ σπουδαζόμενον.

  81. 3.107

    Ἐξ ἀνεπιγράφου. τοῦτό φησιν· ἐπυδὴ Θεοῦ υἱὸς ὣν, καὶ Θεὸς Λόγος, γέγονεν ἄνθρωπος, λαβὼν δούλου μορφήν· ὡς εἶναι τὸν ἐπιδημήσαντα Χριστὸν ἄνθρωπον ἅμα καὶ Θεόν. ὥσπερ οὖν ὅταν ὁ Χριστὸς λέγηται “Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,” περὶ τῆς θεύτητος αὐτοῦ τὰ λεγόμενα ἐκλαμβάνομεν, ἧς ἔλαβεν ἐκ τῆς παρθένου Ὄρα γὰρ ποτὲ μὲν λέγοντα αὐτὸν, “ζητεῖτέ ζητεῖτέ με ἀποκτεῖθένου. “ναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα· ποτὲ δὲ “ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.

  82. 3.108

    Τοῦ ἁγίου Σετήρου ἐπισκόπου Ἀντιοκείασ ἐκ τῆσ πρὸσ Εὐπράξιον κουβικουαάριον ἀποκρίσεωσ. Ὄρα σαφῶς ὡς οἶδεν αὐτὸν καὶ ἄνθρωπον ἀληθῶς καὶ Θεὸν ἀπαθῆ, μὴ δυνάμενον κρατεῖσθαι θανάτῳ. εἰ μὴ γὰρ ἦν ὁ αὐτὸς κατὰ φύσιν ἀθάνατος, εἰ καὶ θνητὸς, καθ’ ὃ γέγονε σὰρξ, οὐκ ἂν εἶπε· “καθότι οὐκ ἦν “δύνατον δύνατον κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. καὶ πάλιν Ἰουδαίοις ἔλεγεν ἀλλαχοῦ· “τὸν τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· οὕτως ὁ αὐτός ἐστι παθητὸς σαρκὶ, καὶ θεότητι πάθους ἀνώτερος· καὶ καθὸ μὲν ἄνθρωπος, ἐξηγέρθαι λεγόμενος ὑπὸ τοῦ Πατρός· καθὸ δὲ Θεὸς, οὐχ οἱος τε ὢν κρατεῖσθαι θανάτῳ· οὕτω καὶ Παῦλος ’Ρωμαίοις ἐπιστέλλων· ἐξ Ἰουδαίων εἶναί, φησι, “ τὸ κατὰ σάρκα Χριστὸν,” τὸν αὐτὸν δὲ “Θεὸν εὐλογητὸν εἰς τοὺς αἰῶνας· ἀμήν· γράφει δὲ καὶ ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους Ἐπιστολῇ “εἷς Κύριος Ἰη- “σοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ· καὶ πάλιν ἐν τῇ πρὸς ‘Εβραίους· “’Ιησοῦς Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, κα εἰς τοὺς αἰῶνας.

  83. 3.109

    Διδύμου. Εἰ καὶ μανέντες ἀπὸ Ἀρτεμᾶ, οἷς ἠκολούθησαν καὶ οἱ ἀπὸ Σαμοσάτων, οἴονται ψιλὸν ἄνθρωπον τὸν Ἰησοῦν διὰ τὴν προκειμένην λέξιν, ἴστωσαν ὅτι τοῦ Θεοῦ Υἱὸς, Θεὸς Λόγος ὢν, ἄνθρωπος γέγονε, δεξάμενος δούλου μορφήν· ὡς εἶναι τὸν ἐπιδημήσαντα Χριστὸν, ἄνθρωπον ἅμα καὶ Θεόν· ὥσπερ οὖν ὅταν ὁ Χριστὸς λέγηται “Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, περὶ τῆς θεότητος, ἀλλ’ οὐ περὶ τοῦ ἀνθρωπείου αὐτὸ ἐκλαμβάνομεν· οὕτω πάλιν ἐὰν λέγηται Χριστὸς τεθνάναι καὶ τεθάφθαι κατὰ τὰς γραφὰς, περὶ τοῦ σώματος αὐτοῦ, οὐχὶ δὲ περὶ τῆς θεότητος ἐκδεχόμεθα· καὶ ἔστι γε μυρία τοιαῦτα ἐν ταῖς γραφαῖς εὑρεῖν· ὅθεν ἐὰν “ ἄνδρα λέγῃ “’Ιησοῦν ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ σημείοις καὶ τέρασιν, ἀκολούθως αὐτὸ νοοῦμεν τῷ “νῦν με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, “ ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, καὶ τὸ “ ἄνθρωπος ἐν πληγῇ ὣν, “ καὶ εἰδὼς φέρειν μαλακίαν.” Καὶ γὰρ ἀκούοντες αὐτοῦ τούτου ἀνδρὸς τοῦ ἀποδεδειγμένου ἀπὸ Θεοῦ λέγοντος, “ οὕτω γὰρ ἠγάπη- “ σεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε· καὶ “ ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· καὶ “ ἐγὼ ἐν τῷ Πατρὶ, “ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” οὐκ ἠλίθιοι ἐσμὲν ὡς περὶ ψιλοῦ ἀνθρώ- που ταῦτα λελέχθαι νομίζειν. Εἰπάτωσαν δὲ ἡμῖν οἱ τῆς γνώμης ταύτης, πῶς ἀκούουσιν· “ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ “ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου· καὶ τὸ “ ἐὰν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρό- “ τερον.” οὐ γάρ τι τούτων νοῆσαι εὐσεβῶς δυνήσονται, ἀρνούμενοι τὴν θεότητα τοῦ Ἰησοῦ· πῶς ὁ ἐκ τῆς Μάριας, ὃν ὑπονοοῦσι ψιλὸν ἄνθρωπον εἶναι, ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ ἀναβαίνει ὅπου ἢν τὸ πρότερον, οὐχ ἕξουσιν εἰπεῖν. Ἐλεγκτέον ἐκ τῆς προκειμένης λέξεως καὶ τοὺς οἰομένους σάρκα μόνον γεγενῆσθαι τὸν Σωτῆρα· οὐ γὰρ κατὰ μόνης σαρκὸς οἰκείως λεχθήσεται ἡ “ ἀνὴρ” φωνή.

  84. 3.110

    Πρὸς ταύτην τὴν διάνοιαν τείνοι καὶ τὸ εἰρημένον ἐν τῇ πρὸς Ρωαίους Ἐπιστολῇ Παύλῳ τῷ Ἀποστόλῳ· “τοῦ ὁρισθέντος “ Υἱοῦ Θεοῦ ἐν δυνάμει·’ τουτέστι τοῦ διὰ τῶν ἔργων ἀποδειχθέντος καὶ τῆς δυνάμεως τῶν θαυμάτων· ὡς ἔστιν ἀληθῶς Υἱὸς τοῦ Πατρός· κατ’ οὐδὲν διαφέρει τὸ εἰπεῖνc, ὁρισθῆναι αὐτὸν υἱὸν Θεοῦ ἐν δυνάμει, καὶ τὸ εἰπεῖν, ἀποδειχθῆναι αὐτὸν δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν ὁ Θεὸς δι’ αὐτοῦ καθάπερ δι’ Υἱοῦ· δι’ αὐτοῦ γὰρ θεοπρεπῶς καὶ τοὺς αἰῶνας ἐποίησεν.

  85. 3.111

    Δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι’ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε.

  86. 3.112

    Ἐξ ἀνεπιγράφου. Πάλιν διὰ τοῦ εἰπεῖν “δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν ὁ Θεὸς δι’ αὐτοῦ ἐν μέσῳ ὑμῶν, ἐμφαντικώτατα ἔδειξε Θεὸν τὸ Πνεῦμα, καὶ ὅτι Θεὸς τὸ Πνεῦμα ἐστὶ, δι’ οὗ καὶ μεθ’ οὗ ταῦτα ἐθαυματούργει· οὐχ ὁ μείζων ἐλάττων, ἀλλ’ ὡς Υἱὸς ἐπιφανεὶς καὶ ἐμφανίζων, οὐχ ἑαυτὸν μόνον, ἀλλὰ καὶ Πατέρα τὸν γεννήσαντα καὶ συμπληρωτικὸν τῆς οὐσίας αὐτοῦ· Θεὸν τὸ Πνεῦμα, ὡς Πνεῦμα Θεοῦ καὶ Θεόν· τοῖς δὲ θεο- μάχοις Ἰουδαίοις εἰποῦσιν αὐτῷ “ ὅτι ἐν Βεελζεβοῦλ ἐκβάλλεις “ τὰ δαιμόνια, ἀποκριθεὶς εἶπεν· “ οὐκ ἐν Βεελζεβοῦλ ἀλλ’ ἐν “ Πνεύματι Θεοῦ· σαφῶς καὶ ἑαυτὸν Θεὸν ἔδειξε· καὶ τὸ Πνεῦμα Πνεῦμα αὐτοῦ καὶ Θεόν· οὐδὲν γὰρ τερατωδέστερον ἣ δυνατώτερον ἐν τοῖς σημείοις τοῦ δαίμονας ἀπελαύνειν· ἐξέβαλε δὲ αὐτὸς ὡς Θεός· ἔλεγε δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλειν τὰ δαιμόνια· ἵνα δείξῃ πρόσωπον τοῦ ἐν ᾧ, καὶ μεθ’ οὗ ἐκβάλλειν ἐνυπό- στατον οὐσιωδῶς συμπληροῦντος τὴν τριαδικὴν ὁμότιμον καθέδραν αὐτῷ καὶ τῷ Πατρί· ἵνα δεικνυμένου αὐτοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ ἐν δυσὶ προσώποις, μίαν ὁμοτίμων φύσιν τὲ καὶ ἀξίαν, ἕνα δείξῃ Θεὸν τῇ φύσει τὴν ἀσυγχύτως εὐκρινῆ καὶ ἀδιαίρετον ἐν προσώποις τριάδα. Ἀμφιλεκτείτω δὲ μηδεὶς μικρότερον τοῦ ἑτέρου ἢ μεῖζον, ἢ αἴτιον ἢ αἰτιατὸν νοεῖν ἢ λέγειν ἐν τῇ ὁμοτίμῳ τριάδι· διὰ τὸ οἰκονομικῶς καὶ διὰ συστατικῶν λόγων λέγεσθαι τὸν μὲν δι’ οὗ καὶ ἐξ οὗ, συνεκτικῇ ἀσυγχύτῳ ὁμοτιμίᾳ ἐργάζεσθαί τε καὶ θαυματουργεῖν τὰ ἀνθρώπινα καὶ τὰ ὑπὲρ ἄνθρωπον, καὶ τὰ ἐπέκεινα τῶν ὑπὲρ ἄνθρωπον· τὰς δυνάμεις καὶ τὰ τέρατα, σημεῖα τε καὶ παράδοξα· ἀλλ’ ἐκλαμβανέτω ἐν Υἱῷ τὸν Πατέρα καὶ τὸ Πνεῦμα, καὶ ἐκ Πατρὸς τὸν Υἱὸν ἐνυποστάτῳ γεννήσει, καὶ τὸ Πνεῦμα ἐνυποστάτῳ οὐσιώδει ὑπάρξει· ἐκδεχέσθω δὲ καὶ τὸν Πατέρα ἐν Υἱῷ ἅμα τῷ Πνεύματι· αἱ καὶ ἐν μέσῳ ἑστάναι ἐκείνου τοῦ λαοῦ, μᾶλλον δὲ καὶ ἡμῶν· καὶ τὸν Υἱὸν ἐν τῷ Πατρὶ, ἔχοντα ἐν ἑαυτῷ καὶ σὺν αὐτῷ τὸν Πατέρα· ἐμφανίζοντα ἐν ἑν ἑαυτῷ τὸ ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ Πνεῦμα Θεοῦ καὶ Θεὸν, ἐν ᾧ ἐκβάλλει τὰ δαιμόνια· ἵνα ἀκούοντες τὸ “ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ “ ἐν ἐμοὶ,” καὶ τὸ “ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαι- μόνια, ἐκδεχώμεθα τὸ ἐν τῳ Πνεύματι ὥς τε ἐγὼ ἐν τῶ “ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ “ ἐγὼ ἐν τῷ Πνεύματι ἐκ- “βάλλω τὰ δαιμόνια,” ἓν εἶναι τὸ ὁμόφωνον διὰ τὸ ὁμοούσιον· εἰ γὰρ καὶ ὁ Πατὴρ Θεὸς, ἀλλὰ λέγεται καὶ Πνεῦμα ὁμωνύμως, τοῦ Πνεύματος μὴ ἀποβάλλων τὸ εἰναι· καὶ Πατὴρ καὶ Πνεῦμα, μὴ γινομένου τοῦ Πνεύματος Πατὴρ, ἀλλὰ μένοντος Πνεῦμα καὶ Θεός.

  87. 3.113

    Τοῦτον τῇ ὡρισμένῃ βουλῆ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε.

  88. 3.114

    Τοῦ Χρυσοστόμου. Εἰτα ἐν μέσῳ θεὶς τὸ τόλμημα αὐτῶν τὸ ἐναγὲς ἐκεῖνο, ὅρα πῶς πειρᾶται αὐτοὺς ἀπαλλάξαι τοῦ ἐγκλήματος· εἰ γὰρ καὶ ὡρισμένον ἦν, φησὶν, ὅμως ἀνδροφόνοι ἦσαν. Καὶ μετ’ ὀλίγα—μονονουχὶ τὰ αὐτὰ τῷ Ἰωσὴφ λέγων ῥήματα, καθάπερ κἀκεῖνος ἔλεγε πρὸς τοὺς ἀδελφοὺς, “ μὴ ὀργίζεσθε πρὸς “ ἀλλήλους· ὁ Θεός με ἀπέστειλεν ἐνταῦθα· τοῦ Θεοῦ τὸ ἔργον “ γέγονε·” τι οὖν καλῶς ἐποιήσαμεν φησιν; ἵνα μὴ τοῦτο εἴπωσι, διὰ τοῦτο προσέθηκε “ διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε· ἐνταῦθα τὸν ‘Ιούδαν αἰνίττεται, ἅμα δὲ αὐτοῖς δείκνυσιν· ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἦν, εἰ μὴ αὐτὸς συνεχώρησεν· ἢ διὰ χειρῶν ἀνόμων, τῶν στρατιωτῶν φησίν.

  89. 3.115

    Τοῦ αὐτοὐ. Εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστι· καὶ ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διετύπωτο.

  90. 3.116

    Ὅν ὁ Θεὸς ἀνέστησεν ἐκ νεκρῶν.

  91. 3.117

    Τοῦ άγίου Σετήρου ἐπισκόπου Ἀντιοκείασ. Τὸ ἐγηγέρθαι αὐτὸν ὑπὸ τοῦ Πατρὸς λέγεσθαι, διὰ τὸ τῶν ἀκουόντων ἀσθενὲς, εὐπαράδεκτον τὸν λόγον ταύτῃ κατασκευάζοντες. Καὶ μετ’ ὀλίγα—ἐν τίνι γὰρ ὁ Πατὴρ ἐνεργεῖ; ἐν τῇ οἰκείᾳ δυνάμει δηλονότι. τίς δέ ἐστιν ἡ αὐτοῦ δύναμις τοῦ Πατρός; οὐδεὶς ἄλλος ἣ ὁ Χριστός· “ Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· οὐκοῦν ἑαυτὸν ἀνέστησεν ὁ Χριστὸς, καὶ ὑπὸ τοῦ Πατρὸς ἐγηγέρθαι λεγόμενος.

  92. 3.118

    Λύσας τὰς ὠδῖνας τοῦ θανάτου.

  93. 3.119

    Ἐξ ἀνεπιγράφου. Ἵνα εἴπῃ ἔρρηξε καὶ ἀνέρρηξε τὴν ἔγκυον καὶ ὠγκωμένην καὶ ὠδίνουσαν γαστέρα τοῦ θανάτου· ὃν οὐ μόνον ἐφαλλόμενος οὐ κατέπιεν, ἀλλὰ καὶ κατεπόθη ἐπιπηδήσας· καὶ οὓς οὓς ἐξήμεσεν· οὐ μόνον αὐτὸν οὐ πατέπιεν, ἀλλὰ καὶ οὓς εἶχεν ἐξέτρωσε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου· λύειν λέγων τῶν ὠδίνων τοῦ θανάτου τὴν σάρκωσιν τοῦ Θεοῦ Λόγου.

  94. 3.120

    Σετήρου Ἀντιοκείασ ἐκ τοῦ πρὸσ Ἀλικαρνασέα c Συντάγματοσ. τὴν ἀνάστασιν προσηγόρευσεν, ὥσπερ ἐκ κοιλίας τινὸς ὠδινούσης, φημὶ δὴ τῶν τοῦ θανάτου δεσμῶν, καὶ τῶν τοῦ ᾅδου μυχῶν, ἀναδύντος τοῦ Σωτῆρος Χριστοῦ καὶ παρελθόντος ὡς ἐκ τοκετοῦ ξένου τῆς ἀναστάσεως. ταύτῃ τοι καὶ ὠνόμασται “ πρω- “ τοτόκος ἐκ νεκρῶν.”

  95. 3.121

    νας θανάτου ἡ παλαιὰ κίνδυνον φησὶ καὶ συμφοράν.

  96. 3.122

    Ὁ ὠδίνων οὐ κατέχει τὸ κατεχόμενον, ἀλλὰ πάσχει καὶ ῥίψαι σπεύδει.

  97. 3.123

    Τοῦ Χρτσοστόμου. Οὕτως ἀνέστης ὡς μηκέτι πάλιν ἀποθανεῖν· τὸ γὰρ εἰπεῖν, “ καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ “ αὐτοῦ,” τοῦτό ἐστιν, ὅτι οὐ κοινὴ τοῖς ἄλλοις γέγονεν ἡ ἀνάστασις.

  98. 3.124

    Καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾿ αὐτοῦ.

  99. 3.125

    Ἐξ ἀνεπιγράφου. Οἱ ἀθληταὶ ἀλειφόμενοι ἄληπτοί εἰσὶ τοῖς ἀντιπάλοις, καὶ οἱ ἐπαοιδοὶ ἠλειμμένοι, ἄθικτοι γίνονται καὶ ἀπροσπέλαστοι τοῖς ὀδοῦσι τοῦ ὄφεως· τῷ δὲ Χριστῷ εἰλημμένῳd μυστικῶς τῷ ἑαυτοῦ Πνεύματι διὰ τὴν ὑπὲρ ἡμῶν ἐνανθρώπησιν, καὶ συμπλακέντι τῷ θανάτῳ, καὶ ὑποτάξαντι τὸν ἀλάστορα, προσελθὼν ὁ ἀντίπαλος κατεάγη, κείμενος ἡμῖν εἰς συριγμόν· ἐξ ἐκείνου γὰρ ἔχομεν “ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν “ τὴν δύναμιν τοῦ ἐχθροῦ·” τὸ δὲ “ καθότι·” καθότι μὲν εὑρηθῆναι αὐτὂν Θεὸν ἐκ Θεοῦ γεγενημένον· καὶ τὴν αὐτὴν τῷ γεγεννηκότι κεκτημένον μένον φυσικῶς ἀνεπίδεκτον φύσιν τε καὶ ὑπόστασιν πάσης τροπῆς ἣ ἀλλοιώσεως ἣ προσθήκης, ἢ ἐπιβολῆς, ἣ συστολῆς, ἣ τῶν ὅσα εἰς ἀλλοίωσιν φυσικὴν ἣ παραφύσιν· καὶ ἀναλλοίωτον ἐν τῇ σαρκώσει, ὁποῖον καὶ τὸν ἄσαρκον Πατέρα, καὶ τὸ ἀσώματον Πνεῦμα τὸ Ἅγιον καὶ ἀναμάρτητον.

  100. 3.126

    Σετήρου ἐκ τοῦ εἰσ τὸ Ἅγιοσ ὁ Θεὸσ συντ άγματοσ. Οὗτος καὶ σαρκὶ συμπλακεὶς τῷ θανάτῳ, καὶ φθάσας μεχρὶ αὐτῶν ᾅδου πυλῶν, ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ “λύσας τὰς ὠδῖνας τοῦ θα- “ νάτου, καθότι οὐκ ἦν δυνατὸν,” καθὼς ὁ Ἀπόστολος Πέτρος, “ κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ· ἦν γὰρ κατὰ φύσιν ἀθάνατος, εἰ καὶ τῷ πεφυκότι θνήσκειν σώματι τὸ παθεῖν κατεδέξατο, ἐπείπερ οὐδὲ ἄλλως e προσπελάσαι τὸν θάνατον· ὃν τοίνυν ἐπὶ τῆς πείρας εἴδομεν ἀθανάτως ἐν θανάτῳ γινόμενον, τοῦτον ἀνυμνοῦντες λέγομεν τὸ “ Ἅγιος ἀθάνατος.”

← Previous · Next → — showing 101200 of 2,399

First Thousand Years of Greek. CTS URN tlg4102.tlg008.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.