Catena In Acta
- 3.127
Τοῦ Αὐυοῦ ἐκ τοῦ πρὸσ Ἰουλιανὸν Ἁλικαρνασέα συντάγματοσ. Οὐχὶ τὸ μὴ πάντη αὐτὸν γεύσασθαι θανάτου σαρκὶ, καὶ ὑπὸ τὸν ἐκείνου γίνεσθαι ζυγὸν, ἀλλὰ τὸ διαρρῆξαι τοῦτον διὰ τῆς τριταίας ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς παντελοῦς μὴ ἀνασχέσθαι φθορᾶς τὲ καὶ διαλύσεως.
- 3.128
Δαβὶδ γὰρ λέγει εἰς αὐτὸν, προορώμην τὸν Κύριον ἐνώπιόν μοῦ διὰ παντός.
- 3.129
Τοῦ ἁγίου Γρηφορίου Νύσησ ἐκ τοῦ κατὰ Εὐνομίου λόγου. Ἀλλὰ καὶ ὁ προφήτης Δαβὶδ κατὰ τὴν ἑρμηνείαν τοῦ μεγάλου Πέτρου εἰς αὐτὸν προορώμενος εἶπεν· ὅτι “ οὐ κἐγκαταλείψεις ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιον “ σου ἰδεῖν διαφθοράν·” οὕτω τοῦ Ἀποστόλου Πέτρου τὸ ῥητὸν ἑρμηνεύσαντος, ὅτι οὔτε ἡ ψυχὴ αὐτοῦ κατελείφθη εἰς τὸν ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν· ἡ γὰρ θεότης, καὶ πρὸ τῆς σαρκὸς καὶ ἐν τῇ σαρκὶ, καὶ μετὰ τὸ πάθος, ἀεὶ ὡσαύτως ἔχει, ὃ ἦν τῇ φύσει, πάντοτε οὖσα καὶ εἰσαεὶ διαμένουσα· ἐν δὲ τῷ παθητῷ τῆς ἀνθρωπίνης φύσεως τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐπλήρωσε, διαζεύξασα πρὸς καιρὸν τὴν ψυχὴν ἐκ τοῦ σώματος, χωρισθεῖσα δὲ οὐδετέρου ᾦ ἅπαξ ἡνώθη· καὶ πάλιν τὰ διεστῶτα συνάψασα, ὥστε ἀκολουθίαν καὶ ἀρχὴν δοῦναι πάσῃ τῇ ἀνθρωπίνη φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως· “ ἵνα τὸ φθαρτὸν ἅπαν ἐνδύσηται τὴν “ ἀφθαρσίαν, καὶ τὸ θνητὸν τὴν ἀθανασίαν, τῆς ἀπ’ ἀρχῆς ἡμῶν διὰ τῆς πρὸς τὸν Θεὸν ἀνακράσεως, εἰς θείαν φύσιν μεταποιη- θείσης.
- 3.130
Ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ· διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσα μου.
- 3.131
Ἐξ Ἀνεπιγράφου. Τὸ ἐκ δεξιῶν ἑστάναι τὸν Πατέρα λε’ γέσθαι τοῦ Υἱοῦ νῦν· ποτὲ δὲ πάλιν ἐκ δεξ,ιῶν τοῦ Πατρὸς κάθεσθαι τὸν Υἱὸν, οὐδὲν ἕτερον ἢ τὴν ἰσότητα ἡμῖν σημαίνει· Κύριον δὲ αὐτοῦ τὸν Πατέρα καλεῖ, διά γε τὸ λαβεῖν αὐτὸν δούλου μορφήν.
- 3.132
Διδύμου. Οἱ μὴ ἔχοντες περὶ Θεοῦ ἐννοίας διηρθρωμένας τοπικῶς ἐκλαμβάνουσιν ἐκ δεξιῶν εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, διὰ τὸ “ Κάθου ἐκ δεξιῶν μου·” ἢ κεκαθικέναι τὸν Σωτῆρα μετὰ ἀνά- ληψιν ἐκ δεξιῶν τῆς μεγαλωσύνης· οἷς δυνατόν τι εἰπεῖν· εἰ γὰρ ἐκ δεξιῶν τοῦ Πατρὸς ὁ Υἱὸς τοπικὼς ὡς οἴονται· ἀδύνατον ἐκ δεξιῶν τοῦ Υἱοῦ τὸν Πατέρα εἶναι κατ’ αὐτὸ τοῦτο τὸ σημαινόμενον· ἀλλὰ λέγει ὁ Υἱὸς, “προωρώμην τὸν Κύριον ἐκ δεξιῶν “μου·” ὅθεν ἑτέρως ἢ κατὰ τόπον ἐκληπτέον τὸν Υἱὸν δεξιὸν τοῦ Πατρὸς, καὶ τὸν Πατέρα τοῦ Υἱοῦ· ὡσαύτως τὸ “ ἐγὼ ἐν τῷ “Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν·” ἔτι δὲ “ καὶ ἡ σάρξ μου “ κατασκηνώσει ἐπ’ ἐλπίδι. ἐπεὶ Ἰησοῦς, καθὸ ἀνεδέξατο θάνατον, ἀπέθετο ἣν κατ’ οἰκονομίαν ἔλαβε σάρκα, ἐπὶ τῷ πάλιν ἀναστῆσαι αὐτὴν ἀπὸ τοῦ θανάτου τῇ τρίτῃ ἡμέρᾳ· εἰκότως τὴν σάρκα ταύτην οὖσαν ἑαυτοῦ ἐπ’ ἐλπίδι κατεσκηνωκέναι φησὶ, διὰ τὴν προσδοκίαν τῆς ἀναστάσεως. Εἰ δέ τις ἐκ προσώπου τοῦ Δαβὶδ εἰρῆσθαι αὐτὸ ἐκλαμβάνει, παυσάσθω κατατρέχων τῆς περὶ ἀναστάσεως δόξης τῶν ἁπλουστέρων· εἰ γὰρ καὶ μὴ οἷοι τέ εἰσι παρίστασθαι ὃ φρονοῦσιν· ἀλλ’ οὖν εὐσεβῶς διάκεινται φάσκοντες τὴν σάρκα ἀνίστασθαι ἐπὶ τὸ εἶναι ἄφθαρτον καὶ πνευματικὸν σῶμα· ὡς γὰρ ὁ ἐγειρόμενος νεκρὸς μετὰ ἀνάστασιν ζῶν καὶ οὐ νεκρός ἐστιν, οὕτως ἡ ἐγειρομένη σὰρξ μετὰ τὴν ἔγερσιν πνευματικὸν τικὸν καὶ ἄφθαρτον σῶμά ἐστι.
- 3.133
Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι.
- 3.134
Κυρίλλου. Τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν ὄντα κατὰ φύσιν αὐτὸν τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς. Καὶ πάλιν—Οὐ γάρ τι θέμις εἰπεῖν φθορᾶ μὲν δύνασθαι κρατεξῖσθαι ποτὲ τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα· κάτοχον δὲ αὐταῖς ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν· οὐκ ἐγκατελείφθη γὰρ εἰς ᾅδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος.
- 3.135
Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
- 3.136
Κυρίλλου. ’Ανεβίω γὰρ σκυλεύσας τὸν ᾅδην, καὶ τοῖς ἐν δεσμοῖς εἰπὼν, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύφθητε.
- 3.137
Σευήρου Ἀντιοκείασ ἐκ τοῦ πρὸσ Εὺπράξιον γραφέντοσ. καὶ θανάτου λέγεται γεγεῦσθαι δι’ ἡμᾶς, τῷ τὴν αὐτοῦ ψυχὴν χωρισθῆναι τοῦ σώματος, οὐ τῷ θεότητος ἔρημον τὴν ψυχὴν ἣ τὸ σῶμα γενέσθαι· αὐτὸς γὰρ ἑαυτὸν ἀμφοτέρων ἀχώριστον ἔδειξεν· οὔτε γὰρ ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν· καθὼς ὁ ψάλλων φησίν· ἀλλὰ τοῦ μὲν σώματος οὐ κεχώριστο θαπτομένου, καταργῶν τὴν φθοράν· οὐ γὰρ ἦν, ἀπολειπομένης τῆς ἀφθαρσίας τε καὶ ζωῆς, μὴ πάντως αὐτῷ καὶ πειραθῆναι διαφθορᾶς· τῇ δὲ ψυχῇ συγκάτεισιν εἰς ᾅδου· ὅλος ὣν ἐν αὐτῇ, καὶ ὅλος ὣν ἐν τῷ σώματι· ἀδιαίρετος γὰρ ὡς ἀσώματος, καὶ πάντα πληροῦν δυνάμενος ὡς ἀπερίγραπτος.
- 3.138
Ἡσυκίου. Ὥσπερ αἱ ψυχαὶ τῶν δικαίων μετὰ τοῦ Σωτῆρος ἐκ τῶν κάτω χωρίων ἔτριψαν ἀναβαίνουσαι.
- 3.139
Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς.
- 3.140
Κυρίλλου Ἀλεξανδρείασ. Ἐκεῖνο διδάσκων ὅτι τὸ τῆς αὐθρωπότητος ἔχων πρόσωπον ὁ καθ’ ἡμᾶς γεγονὼς, τοὺς ἡμῖν μᾶλλον καὶ οὐκ αὐτῷ πρέποντας, καθὸ νοεῖται Θεὸς, ἀνίησι λόγους, ὡς ἐφ’ ἑαυτῷ καὶ πρώτῳ καλῶν· ἐφ’ ἡμᾶς τὴν τῶν οὐρανίων μέθεξιν αὐγαθῶν· ὡς γὰρ ἑαυτῷ δεδόσθαι φησὶ, τῇ τοῦ ἀνθρώπου φύσει προσ- νέμει· ἐπεὶ πῶς τῇ τοῦ ἀνθρώπου πτωχείᾳ πεπλουτήκαμεν.
- 3.141
Πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
- 3.142
Του Αγíου Σευηρου ’Αντιοκεíασ. Πρόσωπον Κυρίου νοητέον τὴν θεοπρεπεστάτην θεοφάνειαν καὶ τὴν ἡμετέραν ἐπισκοπὴν, ἣν ἡμᾶς τότε τελειωτέρον ἐπισκέψεται.
- 3.143
Ἄνδρες ἀδελφοὶ ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβὶδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστὶν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·
- 3.144
Του κρυσοστΌμου. Ὅταν μέλλῃ τι λέγειν μέγα, τούτῳ κέχρηται τῷ προοιμίῳ διεγείρων αὐτοὺς καὶ οἰκειούμενος. Καὶ μετ’ ὀλίγα—πολλὴ ἡ ταπεινοφροσύνη ἔνθα οὐδὲν ἔβλαπτεν, οὐδ’ ἃν ὠργίσθησαν· οὐ γὰρ εἶπε ταῦτα. οὐ περὶ τοῦ Δαβὶδ εἴρηται ἀλλὰ περὶ τοῦ Χριστοῦ· ἀλλ’ ἑτέρως· τῇ πολλῇ περὶ τὸν μακάριον Δαβὶδ τιμῇ ἐνέτριψεν αὐτοὺς περὶ τοὺς ὡμολογημένους, ὡς πρὸς τολμηροὺς φθεγγόμενος καὶ παραιτούμενος αὐτούς· καὶ ἐνταῦθα οὐκ ἔτι περὶ τοῦ Δαβὶδ φησὶν ἁπλῶς, ἀλλὰ καὶ περὶ τοῦ Πατριάρχου· ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη· καὶ οὐκέτι λέγει, καὶ οὐκ ἀνέστη, ἀλλ’ ἑτέρως· καίτοι οὐδὲ τοῦτο μέγα ἢν· “καὶ τὸ “μνῆμα αὐτοῦ ἐστὶν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·” εἰς τὸ αὐτὸ ἦλθε, καὶ οὐδὲ οὕτως ἦλθεν ἐπὶ τὸν Χριστόν· ἀλλὰ τί; μετ’ ἐγκωμίων τῶν τοῦ Δαβίδ.
- 3.145
Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῶ ὁ Θεός.
- 3.146
Ταῦτα λέγει, ἵνα κἂν διὰ τὴν εἰς ἐκεῖνον τιμὴν καὶ τὸ γένος, δέξωνται τὸν περὶ τῆς ἀναστάσεως λόγον· ὡς καὶ τῆς προφητείας βλαπτομένης, εἰ μὴ τοῦτο εἴη καὶ τῆς εἰς αὐτὸν τιμῆς.
- 3.147
Ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστῆσαι τὸν Χριστὸν, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προιδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως Χριστοῦ.
- 3.148
Εξ ανεπιγραφου. Ἐν πολλοῖς τόποις τῆς θείας γραφῆς, ἀντὶ βασιλείας, θρόνος ὀνομάζεται· ὡς καὶ ἐν τῷ προκειμένῳ, καὶ ἐν τῷ “ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα. ἐβασίλευσε γὰρ ὁ Χριστὸς ἐπὶ τὸν νοητὸν Ἰσραήλ. Οτι οὔτε ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδην.
- 3.149
Τοῦ Χρυσοστόμου. Τοῦτο πάλιν θαυμαστὸν δείκνυσιν, ὅτι οὐχ ὁμοία τοῖς ἄλλοις ἦν ἡ ἀνάστασις· κατέσχε μὲν γὰρ αὐτὸν, οὐκ εἰργάσατο δὲ τὸ αὐτοῦ τότε ὁ θάνατος. Καὶ μετ’ ὀλίγα—πάντα τοίνυν ἀνατίθησι τῷ Πατρὶ, ἵνα δέξωνται τὰ λεγόμενα. Οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.
- 3.150
Διδυμου. Τὸ μὴ ἰδεῖν τὴν σάρκα Ἰησοῦ διαφθορὰν, δηλοῖ, οὐ τὸ μὴ τεθνάναι· τέθνηκε γὰρ, καὶ ἐν μνήματι ἐτέθη· ἀλλὰ τὸ μὴ διαλελύσθαι· τρίτῃ γὰρ ἡμέρᾳ ἀνέστη· ἔπρεπε γὰρ οὕτω τὴν ἀνάστασιν γενέσθαι· εἰ γὰρ ἦν ἡ σὰρξ αὐτοῦ διαλυθεῖσα κατὰ τοὺς νεκροὺς, δισταγμὸν ἔφερεν ἀναστὰς, ἀμφιβαλλομένου εἰ αὐτὸ εἴη τὸ τοῦ Ἰησοῦ σῶμα τὸ ἀναστᾶν· ἠκολούθει δὲ καὶ τὸ μὴ τρίτῃ ἡμέρᾳ, ἀλλ’ ἔτι μετ’ ἐκείνην τὴν ἀνάστασιν γεγονέναι· ὅπως οὖν πᾶς ὁ περιελκυσμὸς λυθῇ, καὶ τριήμερος ἀνέστη ἀδιάφθορος ἔτι οὖσα, καὶ ἐν μνήματι κενῷ, ἔνθα οὐδεὶς πρότερον τέθειτο, ἐτάφη· ἵνα μὴ ὑποληφθῇ ἕτερος ἀνθ’ ἑτέρου ἐγηγέρθαι.
- 3.151
Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός· οὗ πάντες ἡμεῖς ἐσμὲν μάρτυρες.
- 3.152
Του Αγíου Ειπηναíου Επισκοπου Λουγλουνων. Οὐκ ἄλλον Θεὸν κατήγγελλον οἱ Ἀπόστολοι, οὐδὲ ἄλλον μὲν παθόντα καὶ ἐγερθέντα Χριστὸν, ἄλλον δὲ τὸν ἀναστήσαντα καὶ ἀπαθῆ διαμεμενηκότα· ἀλλ’ ἕνα τὸν αὐτὸν Θεὸν καὶ Σωτῆρα καὶ Χριστὸν Ἰησοῦν, τὸν ἐκ νεκρῶν ἐγερθέντα· καὶ τὴν εἰς αὐτὸν πίστιν ἐκήρυσσον τοῖς μὴ πιστεύουσιν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἐκ τῶν προφητῶν συνεβίαζον αὐτοὺς, ὅτι ὃν ἐπεγγείλατο ὁ Θεὸς πέμψειν Χριστὸν, ἔπεμψε τὸν Ἰησοῦν, ὃν αὐτοὶ ἐσταύρωσαν καὶ Θεὸς ἤγειρεν.
- 3.153
Πἀλιν ἐπὶ τὸν Πατέρα καταφεύγει· καίτοιγε ἤρκει εἰπεῖν τὸ πρότερον, ἀλλ’ οἶδε σῶον τοῦτό ἐστιν, ἐνταῦθα καὶ περὶ τῆς ἀνα- λήψεως ἠνίξατο, καὶ ὅτι ἐν τοῖς οὐρανοῖς ἐστιν· ἀλλ’ οὐδὲ αὐτὸ φανερῶς λέγει.
- 3.154
Σευηρου λογου οζ. Οἱ Ἀπόστολοι κηρύττοντες τὸ Εὐαγγέ- λιον ἔλεγον τὸν Χριστὸν ἐγηγέρθαι ὑπὸ τοῦ Πατρὸς διὰ τὸ τῶν ἀκουόντων ἀσθενὲς, εὐπαράδεκτον τὸν λόγον ταύτῃ κατασκευάζον· τες. Καὶ μετ’ ὀλίγα—Καὶ τὸ ἐγηγέρθαι δὲ αὐτὸν ὑπὸ τοῦ Πατρ[ος τρὸς λέγεσθαι, τῶν μὲν ἀκουόντων ᾠκονόμει τὸ ἀσθενές· τὸν δὲ αὐτὸν ἔχει νοῦν τὸ ἠγέρθη, οὐκ ἔστιν ὧδε, καὶ οὐχ ἕτερον ἐν τινι γὰρ ὁ Πατὴρ ἐνεργεῖ; ἐν τῇ οἰκείᾳ δυνάμει δηλονότι. τίς δέ ἐστι δύναμις τοῦ Πατρός ; οὐδεὶς ἄλλος ἢ Χριστός· “Χριστὸς γὰρ “Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.” οὐκοῦν ἑαυτὸν ἀνέστησεν ὁ Χριστὸς καὶ ὑπὸ τοῦ Πατρὸς ἐγηγέρθαι λεγόμενος.
- 3.155
Εξ ανεπιγραφου. Πρέπον ἐνταῦθα τῷ ἐκ Πατρὸς ἐκφύντι Λόγῳ διὰ τὰ τῆς κενώσεως μέτρα· ὅτι δὲ καὶ μετὰ τὴν ἐνανθρώπησιν τῆς τοῦ Πατρὸς ἰσοτιμίας οὐκ ἔμεινεν ἐκτὸς, ἄκουσον λέγοντος τοῦ Δαβίδ· “Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ “ δεξιῶν μου·” καὶ πάλιν ὁ Παῦλος· “ ἀπεκδεχόμενοι τὴν μακα- “ρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ “ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· “ ἐν τῷ ὀνόματι “ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ “ νίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς “ Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.”
- 3.156
“ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ Θεός.” ὅταν ἀκούσωμεν λέγοντος τοῦ θεσπεσίου Πέτρου· “τοῦτον τὸν ’Ιη- “ σοῦν ἀνέστησεν ὁ Θεός·” κ’ἂν τὸν ὁρώμενον λέγῃς καὶ προσλωθέντα θέντα τῷ ξύλῳ, τὸν ταῖς τοῦ Θωμᾶ ψηλαφηθέντα f χερσὶν, οὐδὲν ἧττον ἡμεῖς σεσαρκωμένον νοοῦμεν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· ἕνα τε καὶ τὸν αὐτὸν ὁμολογοῦμεν Υἱόν.
- 3.157
Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεε τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.
- 3.158
Του χπυσοστομου. “ Ἐξέχεε,” φησὶν, οὐκ ἀξίωμα ζητῶν· καὶ οὐχ ἁπλῶς ἀλλὰ μετὰ δαψιλείας.
- 3.159
Οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανοὺς, λέγει δὲ αὐτὸς.
- 3.160
Τοῦ Αὐτοῦa. Θαρρούντως λοιπὸν μετὰ τὴν τοῦ Πνεύματος δόσιν, καὶ περὶ τῆς εἰς οὐρανὸν ἀναλήψεως διαλέγεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάλιν τὸν μάρτυρα παράγων καὶ ἐκείνους ἀναμιμνήσκων περὶ οὗ καὶ ὁ Χριστὸς εἶπεν· “ οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς οὐ- “ρανούς·” οὐκέτι ἐνταῦθα μεθ’ ὑποστολῆς λέγει, ἔχων τὸ ἀπὸ τῶν εἰρημένων θάρσος· οὐ λέγει ἐξὸν εἰπεῖν, οὐ δὲ ὅσα τοιαῦτα· λέγει δὲ αὐτὸς εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, καὶ τὰ ἑξῆς.
- 3.161
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.
- 3.162
Σευηρου αρκιεπισκΌπου αντιοκεiας απο λογου ρκγ. Τὸ ἰσότιμον Υἱοῦ καὶ Πατρὸς διὰ τούτου νοοῦμεν· ἐπὶ γὰρ τῆς ἀσωμάτου οὐσίας οὐ δυνατὸν νοῆσαι δεξιὸν ἢ ἀριστερόν.
- 3.163
Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
- 3.164
Του Αγíου ’Αθανασíου Απκιεπισκοπου ’Αλεξανκρεíας. Καὶ τίνες ἃν εἶεν οἱ ἐχθροὶ, ὁ Ἀπόστολος δηλοῖ βοῶν· “ὅταν καταρ- γήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ Θάνατος.”
- 3.165
Ἐνταῦθα καὶ φόβον ἐπέστησε μέγαν, ὥσπερ ἐν τῇ ἀρχῇ.
- 3.166
Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Καλῶς ἐνταῦθα ἔληξε διασείων αὐτῶν τὴν διάνοιαν· ἐπειδὴ γὰρ ἔδειξεν ἡλίκον ἐστὶ, τότε λοιπὸν καὶ τὸ τόλμημα ἐγύμνωσεν, ὥστε μείζονα δεῖξαι καὶ τῷ φόβω αὐτοὺς ἑλεῖν.
- 3.167
Τοῦ Χρυσοστόμου εκ του κατα ’ιωαννην υπομνΉματος. ταύτην γὰρ πρώτην πρὸς Ἰουδαίους ἐδημηγόρει δημηγορίαν· οὐδὲν οὖν περὶ τῆς θεότητος αὐτοῦ μαθεῖν σαφὲς ἴσχυον· διὰ τοῦτο τοῖς περὶ τὴν οἰκονομίαν ἐνδιατρίβει λόγοις· ἵνα τούτοις ἡ ἀκοὴ γυμανσθεῖσα, τῇ λοιπῇ προοδοποιήσῃ διδασκαλίᾳ· καὶ εἰ ἕλοιτό τις τὴν δημηγορίαν πᾶσαν ἄνωθεν διελθεῖν, εὑρήσει τοῦτο ὃ λέγω· καὶ γὰρ ἄνδρα αὐτὸν καλεῖ καὶ αὐτὸς, καὶ τοῖς τῆς οἰκονομίας ἐνδιατρίβει λόγοις.
- 3.168
g Περὶ πίστεως τῶν παρόντων διὰ τοῦ βαπτίσματος αὐτῶν σωτηρίας.
- 3.169
Ἀκούοντες δὲ κατενύγησαν τὴν καρδίαν· εἶπον τὲ πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ’Αποστόλους· τί ποιήσωμεν ἄνδρες ἀδελφοί;
- 3.170
Τοῦ Χρυσοστόμου. Οὓς πλάνους ἐκάλουν, ἀδελφοὺς καλοῦ- σιν· οὐχὶ τοσοῦτον ἑαυτοὺς παρεξισάζοντες, ὅσον εἰς φιλοστοργίαν ἐπισπώμενοι καὶ κηδεμονίαν· πάντων δὲ ἐρωτηθέντων ὁ Πέτρος ἀποκρίνεται.
- 3.171
Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βα- πτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν.
- 3.172
Τπυ Αυτου. Καὶ μὴν ἕτερος τῶν ἐνταῦθα δικαστηρίων ὁ νόμος· ἐπὶ δὲ τοῦ κηρύγματος, ὅταν ὁ ἡμαρτηκὼς ὁμολογήσῃ, τότε σό- ζεται.
- 3.173
Εξ Ανεπιγραφου. βαλανεῖον γάρ ἐστι πνευματικὸν ἡ ἐκκλησία, σία, οὐ ῥύπον σώματος, ἀλλὰ ψυχῆς ἀποσμῆχον κηλέδα τοῖς πολλοῖς τῆς μετανοίας τρόποις.
- 3.174
Εξ Ανεπιγραφου. Εἴτις νομίζει τοῦτο ἐκείνῳ μάχεσθαι, τῷ “βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ “τοῦ Ἁγίου Πνεύματος, γινωσκέτω ὡς ἡ Ἐκκλησία διαίρετον νοοῦσα τὴν Ἀγίαν τριάδα, τίθεται τὸν Πατέρα Υἱοῦ εἶναι καὶ τὸν Υἱὸν Πατρὸς, καὶ τὸ Ἅγιον Πνεῦμα Πατρὸς καὶ Υἱοῦ τυγχάνειν· ὡς διὰ τὴν ἕνωσιν τὴν ὁμοούσιον ἐν τρισὶν ὑποστάσεσι, τὸν βαπτιζόμενον εἰς ὄνομα Χριστοῦ, εἰς τὴν τριάδα βαπτίζεσθαι, οὐκ ἄπο. μεριζομένου τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος.
- 3.175
Τοῦ Αὐτοῦ. Καίτοι εἰ μὴ ἦν τὸ ὄνομα τοῦ Πατρὸς, Θεός· καὶ τοῦ Υἱοῦ, Θεός· καὶ τοῦ Ἄγ’ ἴου Πνεύματος, Θεός· ἐχρῆν νομοθετῆσαι εἰς τὸ ὄνομα Θεοῦ Ἰησοῦ, ἣ εἰς τὸν Ἰησοῦν μόνον· ἀλλ’ “εἰς “ τὸ ὄνομα Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἅμαρτ’ ἰῶν· εἰδὼς ὅτι τὸ ὄνομα Ἰησοῦ ὁ Θεός ἐστιν, ὥσπερ καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος· καὶ φησὶ, “λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος· ὁρᾶς πῶς μίαν δωρεὰν ἀνέδειξε τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος· ὡς μιᾶς οὔσης τῆς ἀξίας.
- 3.176
Διδυμου. Τοῦ Σωτῆρος προστάξαντος τοὺς τετελειωμένους βαπτίζεσθαι εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος, οὐ φρονίμως τινὲς ἐντυγχάνοντες τοῖς γεγραμμένοις, ἀκούοντες τῆς προτροπῆς Πέτρου παραινοῦντος βαπτισθῆναι ἕκαστον ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, οἷον τὴν ἰσοδύναμον τὴν μίαν ταῖς τρισὶ προσηγορίαις τοῦ σαβελλίου τρωθέντες γνώμῃ· ἡ μέντοιγε Ἐκκλησία ἀδιαίρετον καὶ ἄσχιστον νοοῦσα τὴν τριάδα, τίθεται τὸν Πατέρα Πατέρα καὶ τὸν Υἱὸν Πατρὸς εἶναι· καὶ τὸ Ἅγιον Πνεῦμα Πατρὸς καὶ Υἱοῦ τυγχάνειν· ὡς διὰ τὴν ἕνωσιν ταύτην, τὸν βαπτιζόμενον εἰς ὄνομα Χριστοῦ, κατὰ τὴν τριάδα βαπτίζεσθαι· οὐκ ἀπομεριζομένου τοῦ Θεοῦ περιγραφαῖς καὶ διαστάσεσι Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος.
- 3.177
Καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος· ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν.
- 3.178
Τοῦ Χρυσοστόμου. Ἀξιόπιστος ὁ λόγος, ἐξ ὧν αὐτοὶ ἔλαβον· τέως τὸ εὔκολον λέγει καὶ πολλὴν ἔχον δωρεὰν, καὶ τότε ἐπὶ τὸν βίον ἄγει· ὑπόθεσις γὰρ αὐτοῖς ἔσται σπουδῆς τὸ ἤδη γεύσασθαι τῶν τοσούτων ἀγαθῶν· ἐπειδὴ δὲ ἐπόθει ἀκοῦσαι ὁ ἀκροατὴς τι ἦν τὸ τῶν πλειόνων λόγων κεφάλαιον· τοῦτό ἐστι, φησὶν, ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος· ἐπῄνεσαν τὰ λεχθέντα καίτοι φόβου γέμοντα, καὶ μετὰ τὴν συγκατάθεσιν τότε ἐπὶ τὸ βάπτισμα ἐξέρχονται.
- 3.179
Καὶ πᾶσι τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.
- 3.180
Τοῦ Αὐτοῦ. Πολλῷ μᾶλλον ὑμῖν τοῖς ἐγγύς.
- 3.181
Ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρατο καὶ παρεκά- λει αὐτοὺς λέγων, σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
- 3.182
Ορα αὐτὸν πανταχοῦ ἐπιτέμνοντα καὶ οὐ φιλοτιμούμενον, οὐδὲ δεικτιῶντα· “διεμαρτύρατό,” φησι, “καὶ παρεκάλει λέγων·” ἀπηρτισμένη αὕτη ἡ διδασκαλία, τὸ μὲν φόβον, τὸ δὲ ἀγάπην ἔχουσα.
- 3.183
Οἱ μὲν οὖν ἀσμένως δεξάμενοι τὸν λόγον αὐτοῦ, ἐβαπτίσθησαν.
- 3.184
Πῶς οἴη h τοῦτο τοὺς Ἀποστόλους ἀνεκτήσατο; μᾶλλον τοῦ σημείου·
- 3.185
Καὶ προσετέθησαν ἐν τῆ ἡμέρᾳ ἐκείνη ψυχαὶ ὡσεὶ τρισχίλιαι.
- 3.186
Ενταῦθα πληροῦται ἡ προφητεία τοῦ θεσπεσίου Ἡσαιοῦ λέγουσα. “ τίς ἤκουσε τοιοῦτον, καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, εἰ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ ὅτι ὤδινε καὶ “ ἔτεκε Σιῶν τὰ παιδία αὐτῆς ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν “ ταύτην· εὐφράνθητι ’Ιερουσαλὴμ, καὶ πανηγυρίσατε πάντες οἱ “ ἀγαπῶντες αὐτήν.” Καὶ ἃ διὰ λόγων ὁ προφήτης ἐδίδαξεν, ἐν- ταῦθα ἡ πείρα δείκνυσιν ἐναργῶς.
- 3.187
Κατὰ τὴν θείαν πίστιν καὶ ὁ ἀριθμὸς τῶν ἀρξαμένων πιστεύειν τῷ θείῳ βαπτίσματι· τρεῖς χιλιάδες ὁμοουσίων εἰς τριάδα ὁμοούσιον ἐβαπτίσθησαν.
- 3.188
Περὶ ὁμονοίας κοινωφελοῦς καὶ προσθήκης τῶν πιστῶν.
- 3.189
Ἦσαν δὲ προσκαρτεροῦντες ὁμοθυμαδὸν τῆ διδαχῇ τῶν Ἀποστόλων καὶ τῆ κοινωνίᾳ καὶ τῆ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
- 3.190
Τοῦ Χρυσοστόμου. Δύο ἀρεταὶ καὶ τὸ προσκαρτερεῖν καὶ τὸ “ ὁμοθυμαδὸν τῇ διδαχῇ φησὶν “ τῶν Ἀποστόλων·” πάλιν γὰρ αὐτοὺς ἐδίδασκον, “ καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου, καὶ “ τῇ προσευχῇ·” πάντα κοινά· πάντα μετὰ καρτερίας· οὐ γὰρ μίαν ἡμέραν, οὐ δύο καὶ τρεῖς, ἀλλ’ ἐπὶ πολλὰς ἐδιδάσκοντο, ἅτε ἐφ’ ἕτερον μεταστάντες βίον.
- 3.191
Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος· πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν Ἀποστόλων ἐγίνετο εἰς Ἰερουσαλήμ· φόβος τὲ ἦν μέγας ἐπὶ πάντας αὐτούς.
- 3.192
Τοῦ Αὐτοῦ. Οὐ γὰρ ὡς τῶν τυχόντων κατεφρόνουν· οὐδὲ τοῖς ὁρωμένοις προσεῖχον· ἄρα πεπύρωτο αὐτῶν ἡ διάνοια· ἐπειδὴ γὰρ ἄνωθεν ἦν πολὺς ῥέων ὁ Πέτρος, καὶ ἐδείκνυ τὰς ἐπαγγελίας καὶ τὰ μέλλοντα, εἰκότως ἐξέστησαν τῷ φόβῳ· καὶ διεμαρτύρει τοῖς λεγομένοις τὰ θαύματα· καθάπερ ἐπὶ τοῦ Χριστοῦ πρότερον σημεῖα· εἶτα διδασκαλία· εἶτα θαύματα· οὕτω καὶ νῦν.
- 3.193
Τοῦ Αὐτοῦ. Καὶ τῶν οὐ πιστευσάντων δηλονότι, τοσαύτην μεταβολὴν ἀθρόον ἰδόντων, καὶ ἀπὸ τῶν σημείων.
- 3.194
Καὶ πάντες δὲ οἱ πιστεύσαντες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά.
- 3.195
Τοῦ Αὐτοῦ. Ὁρᾶς εὐθέως ὅση ἦν ἐπίδοσις, οὐ γὰρ ἐν ταῖς εὐχαῖς μόνον ἡ κοινωνία, οὐδὲ ἐν τῇ διδασκαλίᾳ, ἀλλὰ καὶ ἐν τῇ πολιτεία.
- 3.196
Καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχε.
- 3.197
Αμμωνíoy πρεσβυτερου. Σημειωτέον ὅτι ὡς ἐπὶ μιᾶς ψυχῆς καὶ ἐπὶ ἑνὸς σώματος οὕτω δεῖ φρονεῖν περὶ παντὸς πιστοῦ· καὶ ὁ τῆς Ἐκκλησίας θεσμὸς κοινὸν βίον θέλει ἔχειν ἅπαντας μεθ’ ἑαυτῶν.
- 3.198
Τοῦ Χρυσοστόμου. Οὐχ ἁπλῶς καθάπερ οἱ παρ’ Ἕλλησι σοφοὶ, οἱ μὲν ἀνῆκαν τὴν γῆν, οἱ δὲ εἰς θάλασσαν ἔρριψαν πολὺ χρυσίον· τοῦτο δὲ οὐχ ὑπεροψίᾳ χρημάτων, ἀλλὰ μωρίᾳ καὶ ἀνοίᾳ. ἐσπούδασε γὰρ ὁ Διάβολος ἀεὶ τοῦ Θεοῦ τὰ κτίσματα διαβάλλειν, ὡς οὐκ ἐνὸν καλῶς χρήσασθαι χρήμασιν· ἐνταῦθα δὲ οὐδεὶς ἕτερος ἑτέρου πλεῖον εἶχε, καὶ ταχέως ἦλθεν ἐπὶ τὸ αὐτὸ ἐπὶ τὸ πᾶσι μεταδοῦναι· τοῦτο πολιτεία ἀγγελικὴ, μηδὲν αὐτῶν λέγειν ἴδιον τ’ εὐθέως ἡ ῥίζα τῶν κακῶν ἐξεκόπη· δι’ ὧν ἔπραττον ἔδειξαν ἃ ἤκουσαν· τοῦτο ἦν ὃ ἔλεγε, “ σώθητε ἀπὸ τῆς γενεᾶς “ τῆς σκολιᾶς ταύτης.
- 3.199
Πλούσιοι ὄντες ἡδέως ἐπτώχευον, μεμνημένοι τοῦ δι’ αὐτοὺς πτωχεύσαντος πλουσίου Θεοῦ.
- 3.200
Καθ’ ἡμέραν τὲ προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ.
- 3.201
Τοῦ Χρυσοστόμου. Τῆς διδασκαλίας ἀπήλαυον· σκόπει πῶς μὲν οὐδὲν ἕτερον ἐποίουν Ἰουδαῖοι, οὐ μικρὸν, οὐ μέγα, ἀλλὰ τῷ ἱερῷ προσήδρευον· ἅτε γὰρ σπουδαιότεροι γεγενημένοι καὶ περὶ τὸν τόπον πλείονα εὐλάβειαν εἶχον· οὐ γὰρ ἀπέσπων αὐτοὺς οἱ Ἀπόστολοι τέως ὥστε μὴ βλάψαι.
- 3.202
Τοῦ Αὐτοῦ. τουτέστι μία ψυχή· καὶ οὐδὲ ἐνταῦθα λέγει τὴν διδασκαλίαν, ἐπιτέμνων τὸν λόγον· ἅτε γὰρ νέους παῖδας ἔτρεφον τῇ τροφῇ τῇ πνευματικῇ· ἄγγελοι γεγόνασιν ἐξαίφνης ἅπαντες, εὐχῇ καὶ ἀκροάσει προσκαρτεροῦντες· εἶδον ὅτι τὰ πνευματικὰ κοινὰ, καὶ οὐδεὶς ἕτερος ἑτέρου πλεῖον ἔχει, καὶ ταχέως ἦλθον ἐπὶ τοῦτο ἐπὶ τὸ πᾶσι μεταδοῦναι. Καὶ μετ’ ὀλίγα—Ἐπειδὴ τρισχίλιοι γεγόνασιν, ἐξάγαγον αὐτοὺς λοιπὸν ἔξω· ἅμα δὲ τῆς τοῦ Πνεύματος παρρησίας πολλῆς οὔσης, καθημέραν τε ὥσπερ εἰς ἱερὸν ἀνήεσαν τόπον· ἐπεὶ καὶ Πέτρος καὶ Ἰωάννης μικρὸν ὕστερον τοῦτο ποιοῦσιν· οὐδὲν γὰρ τέως παρεκίνουν τῶν ’Ιουδαϊκῶν. Καὶ αὐτὴ δὲ ἡ τιμὴ εἰς τὸν τόπον διέβαινε τὸ ἐν τῷ οἴκῳ ἐσθίειν· ποίῳ οἴκῳ; ἐν τῷ ἱερῷ· καὶ ὅρα εὐλαβείας ἐπίδοσιν· χρήματα ἔρριψαν καὶ ἔχαιρον· καὶ πολλὴ ἦν ἡ εὐφροσύνη· μείζονα γὰρ ἦν ἃ ἐλάμβανον ἄπονα· οὐδεὶς ὠνείδιζεν, οὐδεὶς ἐφθόνει, οὐδεὶς ἐβάσκαινεν· οὐκ ἦν τῦφος, οὐκ ἦν ἐξουδένωσις· καθάπερ παιδία ἐνόμιζον ὄντως παι- δεύεσθαι· ὡς ἀρτίτοκοι οὕτω διέκειντο· καὶ τί λέγω ὡς ἐν ἀμυδρᾷ εἰκόνι; εἰ μέμνησθε ὅτε τὴν πόλιν ἡμῖν ἔσεισεν ὁ Θεὸς, καὶ πάντες ἦσαν συνεσταλμένοι, οὕτω τότε ἐκεῖνοι διέκειντο· οὐδεὶς πονηρὸς, οὐδεὶς ὕπουλος ἦν· καὶ γὰρ τοιοῦτον ὁ φόβος, τοιοῦτον αἱ θλίψεις· οὐκ ἦν τὸ ἐμὸν καὶ τὸ σόν· διὰ τοῦτο ἀγαλλίασις ἦν ἐπὶ τῆς τραπέζης· οὐδεὶς ὡς ἐξ ἰδίων ἐσθίων διέκειτο, οὐδεὶς ὡς ἐξ ἀλλοτρίων· καίτοι δοκεῖ αἴνιγμα εἶναι· οὔτε ἀλλότρια ἐνόμιζον εἶναι τὰ τῶν ἀδελφῶν, δεσποτικὰ γὰρ ἦν· οὔτε ἴδια, ἀλλὰ τῶν ἀδελφῶν· οὔτε ὁ πένης ᾐσχύνετο, οὔτε ὁ πλούσιος ἐτυφοῦτο· τοῦτό ἐστιν ἀγαλλίασις· κἀκεῖνος ὡς εὐεργετούμενος διέκειτο, καὶ εὖ πάσχων μᾶλλον· καὶ οὗτοι ὡς δοξαζόμενοι· ταύτῃ καὶ πάνυ πρὸς αὐτοὺς ἦσαν συνδεδεμένοι. Καὶ μετ’ λίγα—Ὅρα πόσα αὐτοῖς προμαρτυρεῖ· πίστιν γνησίαν· βίον ὀρθόν· τὴν ἐν ἀκροάσει καρτερίαν· τὴν ἐν εὐχαῖς· τὴν ἐν ἀσφαλείᾳ· τὴν ἐν εὐφροσύνῃ· δύο ἦν ἱκανὰ καλεῖν αὐτοὺς εἰς ἀθυμίαν· ἥτε νηστεία καὶ τὰ χρήματα ἀπόλλυσθαι· ἀλλὰ διά τε ἀμφότερα ἔχαιρον· τίς γὰρ τοὺς οὕτω διακειμένους οὐκ ἃν ἠγάπησεν ὡς πατέρας κοινούς· οὐδὲν ἔτικτον πονηρὸν κατ’ ἀλλήλων· τὸ πᾶν ἐπέτρεπον τῇ χάριτι τοῦ Θεοῦ.
- 3.203
Κλῶντές τε κατ’ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας· αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθει τοῖς σωζομένοις καθ’ ἡμέραν τῇ ἐκκλησίᾳ.
- 3.204
Τοῦ Χρυσοστόμου. τὸν ἄρτον δοκεῖ μοι λέγων, καὶ νηστείαν ἐνταῦθα σημαίνειν καὶ σκληρὸν βίον· τροφῆς γὰρ οὐ τρυφῆς μετελάμβανον.
- 3.205
Toῦ Αὐτοῦ. Ὁρᾶς ὅτι οὐχ ἡ τρυφὴ ἀλλ’ ἡ τροφὴ τὴν ἀπόλαυσιν ἐποίει· οἱ μὲν γὰρ τρυφῶντες ἐν κολάσει καὶ λύπῃ, οὗτοι δὲ οὐχί. Ὁρᾶς ὅτι οἱ Πέτρου λόγοι καὶ τοῦτον εἶχον τὸν τοῦ βίου σωφρονισμόν· οὐ γὰρ ἔνι γενέσθαι ἀγαλλίασιν, μὴ ἀφελείας οὔσης.
- 3.206
Τοῦ Αὐτοῦ. Πῶς εἶχον χάριν πρὸς ὅλον τὸν λαόν; δι’ ὧν ἐποίουν, διὰ τῆς ἐλεημοσύνης· μὴ γάρ μοι ὅτι i οἱ ἀρχιερεῖς ἐπέστησαν αὐτοῖς ὑπὸ φθόνου καὶ βασκανίας τοῦτο ἴδης, ἀλλ’ ὅτι πρὸς τὸν λαὸν χάριν εἰχον.
- 3.207
Τοῦ Αὐτοῦ. Πάλιν ὁμόνοια· ἡ ἀγάπη τὸ πάντων αἴτιον τῶν ἀγαθῶν· οὐκ ἤρκει τὰ λεχθέντα· ἐκεῖνα μὲν γὰρ ὥστε ἐπάγεσθαι πρὸς τὴν πίστιν ἦν ἱκανά· ταῦτα δὲ, τίνα χρὴ τὸν πιστὸν ποιεῖν.
- 3.208
Ἐξ ανεπιγραφου. Ὁ συνεργῶν Κύριος τοῖς προαιρουμένοις τὸ ἀγαθὸν τοὺς σπουδάζοντας συγκαταριθμηθῆναι, μᾶλλον δὲ ἑνωθῆναι τοῖς προλαβοῦσι, τὴν πίστιν προσετίθει καθ’ ἑκάστην τῇ Ἐκκλησίᾳ ἐπὶ τὸ αὐτό· νοήσεις δὲ τὸ λεγόμενον ἐκ τοῦ εἰρημένου ἐν Εὐαγγελίῳ· “Πᾶν’ ὃ δίδωσι μοι ὁ Πατήρ μου, πρὸς ἐμὲ ἥξει·” τὸν γὰρ ἐρχόμενον πρὸς τὸν Υἰὸν, δίδωσιν αὐτῷ ὁ Πατήρ δηλοῖ δὲ τὸ ἔρχεσθαι προαιρετικὴν ὁρμὴν, τὸ δὲ δεδόσθαι ὑπὸ τοῦ Πατρὸς συνεργίαν τελειοῦσαν τὴν ὁρμὴν τοῦ παρ’ ἰδίαν βούλησιν ἐρχομένου· ὅθεν οἰχέσθω ὁ μῦθος τῶν τὰς φύσεις εἰσαγόντων· τοὺς γὰρ οὕτως ἔχοντας ἡ φύσις αὐτῶν προστίθησιν αὐτοὺς τοῖς πιστοῖς, ἀλλ’ οὐχ ὁ Κύριος.
- 4.1
Περὶ τῆς ἐν Χριστῷ θεραπείας τοῦ ἐκ γενετῆς χωλοῦ· Πέτρου τὲ κατηχήσεως ἐκλεκτῆς1 συμπαθητικῆς, συμβουλευτικῆς πρὸς σωτηρίαν αὐτῶν.
- 4.2
Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην· καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας τῆς μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν.
- 4.3
Τοῦ Χρυσοστόμου. Πανταχοῦ φαίνονται οὗτοι βεβαίαν ἔχοντες τὴν ὁμόνοιαν· τούτῳ νεύει ὁ Πέτρος· ὁμοῦ εἰς τὸν τάφον ἀπῆλθον· περὶ αὐτοῦ φησὶ τῷ Χριστῷ, “οὗτος τί;” τὰ μὲν οὖν ἄλλα σημεῖα παρεῖδεν ὁ τὸ βιβλίον συγγράφων· λέγει δὲ σημεῖον ἀφ’ οὗ πάντας ἐκίνησε. Καὶ Καὶ πάλιν αὐτοὺς, οὐ προη- γουμένως ἐπ’ αὐτὰ ἐρχομένους· οὕτω φιλοτίμως ἦσαν καθαροί. καὶ μετ’ ὀλίγα—φυσικὸν τὸ πάθος ἦν· κρεῖττον τεχνῆς ἰατρικῆς· τεσσαράκοντα ἦν ἔτη πεποιηκὼς ἐν τῇ Γαλιλαίᾳ καθὼς προιὼν φησίν· οὐδεὶς αὐτὸν ἐν παντὶ τῷ χρόνῳ ἐθεράπευσε· ταῦτα γὰρ μάλιστα δύσκολά ἐστιν ἅπερ ἃν ἐκ γενατῆς m ᾖ· καὶ ἐπίσημος δὲ ὁ ἀνὴρ ἦν, ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ πάθους.
- 4.4
Σευηρου Αρκιεπισκοπου ’Αντιοκεíας. Δοκεῖ γὰρ ὁ χωλὸς οὕτος τύπον ἐπέχειν πάσης τῆς ἀνθρωπότητος, ἤγουν τῆς ἐκ τῶν ἀθέων καὶ ἐλπίδα μὴ ἐχόντων ἐθνῶν συλλεγείσης Ἐκκλησίας καὶ περιποιηθείσης, ὡς γέγραπται· ἥντινα νενεκρωμένην μὲν ἐζωοποίησεν ὁ Χριστὸς τῷ οἰκείῳ θανάτῳ, παρειμένην δὲ πρὸς τὰ τῆς δικαιοσύνης ἔργα καὶ βαίνειν τὸ παράπαν οὐ δυναμένην, ἀλλ’ ἔξω κειμένην τοῦ ἱεροῦ, τὴν χεῖρα τῆς διδασκαλίας ὀρέξαντες, ἀνέστησαν οἱ Ἀπόστολοι· ἀργύριον μὲν καὶ χρυσίον οὐ δόντες, εἰ καὶ περὶ ταῦτα ἐκεχήνει, καὶ περὶ τὴν ὑλικὴν φαντασίαν ἐπτόητο· τὴν δὲ ὡραίαν αὐτῇ θύραν ὅλην ἀνοίξαντες· ἥτις ἐστὶν Ἰησοῦς, “ ὁ ὡραῖος μὲν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὡς ὁ Προφήτης φησὶν, εἰσάγων δὲ τοὺς πιστεύοντας πρὸς τὴν ἑαυτοῦ γνῶ- σιν καὶ τοῦ Πατρὸς οἷα δὴ θύρα· καὶ ἐν Εὐαγγελίοις βοᾷ· “ ἐγώ εἰμι η θύρα.
- 4.5
Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι τὸ ἱερὸν, ἠρώτα ἐλεημοσύνην λαβεῖν· ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννη, εἶπε· βλέψον εἰς ἡμᾶς· ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ’ αὐτῶν λαβεῖν.
- 4.6
Σευηρου Απο Λογου Οδ. Διὰ τοῦτο ὡς ἔοικεν ὁ χωλὸς καὶ Πέτρον ᾔτει καὶ Ἰωάννην τὴν τοιαύτην εἰσφορὰν εἰσφέρειν αὐτῷ, δεικνὺς ὡς καὶ τοῖς κατ’ ἐκείνου τὴν ἀρετὴν εἰς προσευχὴν πορευομένοις ἀναγκαῖος ὁ περὶ τοὺς ἐνδεεῖς οἶκτος καὶ ἔλεος.
- 4.7
Τοῦ Χρυσοστόμου. Καὶ οὐδὲ οὕτως ἀνέστη αὐτοῦ ἡ διάνοια, ἀλλ’ ἐπέμενεν ἐνοχλῶν· τοιοῦτον γὰρ ἡ πενία· καὶ εὐρώστους ἀπαγορεύοντας ἐπιμένειν ἀναγκάζει· αἰσχυνθῶμεν οἱ ἐν ταῖς εὐχαῖς ἀποπηδῶντες. Ὄρα δέ μοι τὴν ἐπιείκειαν τοῦ Πέτρου· “ εἶπέ,“ φησι, “βλέψον εἰς ἡμᾶς· οὕτως αὐτῶν τὸ σχῆμα αὐτόθεν ἐδείκνυ ’τον τρόπον.
- 4.8
Εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειρε καὶ περιπάτει. καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν.
- 4.9
Σευηρου Αντιοκεíας. Ἀρέσκει σοι, φησὶν, εἰς διδασκαλίαν, καὶ τὴν ἐκ ταύτης ὑγείαν καὶ ἐπανόρθωσιν, τὸ μόνον ἰδεῖν ἡμᾶς· ἔασον οὖν τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ξόανα καὶ σεβάσματα τῶν ἐθνῶν· τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἃ καθάπερ σὺ πόδας ἔχεις καὶ οὐ περιπατεῖς.
- 4.10
Τοῦ Χρυσοστόμου. Οὕτως οὐδὲν εἶχον, καὶ ὅμως πάντα κατεῖχον· εῖχον· τί ταύτης σεμνότερον τῆς φωνῆς; τί μακαριώτερον; ἕτεροι μὲν γὰρ ἐπὶ τοῖς ἐναντίοις ἁβρύνονται, λέγοντες, ἔχω τόσα καὶ τόσα χρυσίου τάλαντα, καὶ πλέθρα γῆς ἄπειρα, καὶ οἰκίας καὶ ἀνδράποδα· οὗτος δὲ ἐπὶ τὸ πάντων εἶναι γυμνόν· καὶ οὐ καταδύεται δύεται τῇ πενίᾳ, ὅπερ πάσχουσιν οἱ ἀνόητοι· ἀλλ’ οὐδὲ ἐγκαλύ- πτονται καὶ καλλωπίζονται. Καὶ μετ’ ὀλίγα—Ἥκουσα τῆς Πέτου τροῦ φωνῆς τῆς ἐπιδεικνυμένης πενίαν πλούτου μητέρα τῆς οὐδὲν ἐχούσης καὶ τῶν τὰ διαδήματα περικειμένων εὐπορωτέρας· αὕτη γὰρ μηδὲν ἔχουσα, καὶ νεκροὺς ἀνίστη, καὶ χωλοὺς διώρθου, καὶ δαίμονας ἤλαυνε· καὶ τοιαῦτα ἐχαρίζετο, ἅπερ οἱ τὴν ἁλουργίδα περιβεβλημένοι, καὶ τὰ μεγάλα καὶ φοβερὰ στρατόπεδα ἄγοντες, οὐδέποτε ἴσχυσαν χαρίσασθαι.
- 4.11
Σευηρου Απο Λογου Οδ. Διδάσκων ὡς χρὴ μᾶλλον οὗ ἔχει τις, τούτου μεταδιδόναι τοῖς ἐνδεέσιν, εἴτε ἐν λόγῳ, εἴτε ἐν ἔργῳ τυγχάνει, καὶ μὴ ἴδιον ἀλλὰ κοινὸν τὸ κτῆμα λογίζεσθαι· καὶ τὸν δεδωκότα ἐννοεῖν καὶ ἑαυτοῦ κατεπᾴδειν καὶ λέγειν· τι ἔχεις ὃ οὐκ ἔλαβες; Καὶ μετ’ ὀλίγα—Ἀλλ᾿ ἴδωμεν πῶς ἐν τύπῳ τοῦ χωλοῦ τὴν Ἐκκλησίαν διανέστησε Πέτρος καὶ Ἰωάννης καὶ οἱ λοιποὶ τῶν Ἀποστόλων, ὁμοίως πρὸς τὴν θεογνωσίαν πάλαι χωλεύουσαν, καὶ ἐκ κοιλίας μητρὸς αὐτῆς ἁμαρτίᾳ παρειμένην διὰ τὴν τοῦ Ἀδὰμ καὶ τῆς Εὐας παράβασιν. Καὶ μετ’ ὀλίγα—"Ἐν τῷ “ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειρε καὶ περιπάτει· καὶ ταῦτα εἰπόντες καὶ λαμβανόμενοι τῆς δεξιᾶς χειρὸς αὐτοῦ1 ἤγειραν· οὐ γὰρ ἃν δεξιάν τινα καὶ εἰς ἀρετὴν φέρουσαν πρᾶξιν ἐνεργῆσαι ἴσχυσεν, εἰ μὴ τὴν δεξιὰν καὶ τὴν φυσικὴν αὐτῆς δύναμιν τοῖς διδάγμασιν ἐπέρρωσαν οἱ Ἀπόστολοι, χειρὶ χεῖρα ἀνάψαντες· καὶ παραχρῆμα ἐστερεώθησαν αἱ βάσεις αὐτοῦm καὶ τὰ σφυρά·” ἔστησε γὰρ τοὺς πόδας εἰς τὴν πέτραν τῆς πίστεως.
- 4.12
Παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά.
- 4.13
Τοῆ χρυσοστΌμου. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε· πολλάκις λόγῳ ἐθεράπευσε, πολλάκις ἔργῳ, πολλάκις καὶ τὴν χεῖρα προήγαγεν, ὅπου ἦσαν ἀσθενέστεροι κατὰ τὴν πίστιν· ἵνα μὴ δόξῃ ἀπὸ ταὐτομάτου γενέσθαι· “ καὶ πιάσας αὐτοῦ τῆς δεξιᾶς χειρὸς “ἤγειρε” φησί· τοῦτο ἐποίησε δήλην τὴν ἀνάστασιν· ἀναστάσεως γὰρ η εἴκων.
- 4.14
Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει.
- 4.15
Τοῆ Αὐτοῦ Ἀλλὰ καὶ ἐπήδα, καὶ ἅλμασιν τοῖς θείοις διανοήμασιν.
- 4.16
Τοῦ Αὐτοῦ Πειράζων ἴσως ἑαυτόν· καὶ πλείονα τὴν βάσανον ἐποιεῖτο· μὴ γὰρ ἃν ἁπλῶς ἐστὶ τὸ γεγονός· ἀσθενεῖς ἦσαν αὐτοῦ οἱ πόδες οὐ κεκομμένοι· τινὲς δὲ φασὶν ὅτι καὶ ἠγνόει περιπατεῖν.
- 4.17
Καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν· καὶ εἶδε πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν.
- 4.18
Τοῦ Αὐτοῦ Ὄντως θαύματος ἄξιον· οὐκ αὐτοὶ αὐτὸν ἐπάγονται, ἀλλ’ αὐτὸς ἀκολουθεῖ, διὰ τῆς ἀκολουθήσεως τοὺς εὐεργέτας δεικνύς· “καὶ ἁλλόμενός,” φησι, “ καὶ αἰνῶν τὸν Θεόν·” οὐκ ἐκείνους θαυμάζων, ἀλλὰ τὸν Θεὸν δι’ αὐτῶν ἐνεργήσαντα. εὐχάριστος ἦν ὁ ἀνήρ.
← Previous · Next → — showing 201–300 of 2,399
First Thousand Years of Greek. CTS URN tlg4102.tlg008.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.