Catena In Acta
- praef.1
ΑΝΤΙΟΧΕΥΣ ὑπάρχων τὸ γένος ὁ Λουκᾶς, ἰατρὸς τὴν ἐπιστήμην, ὁ ὑπὸ Παύλου μαθητευθεὶς, δύο βίβλους συνεγράψατο, μίαν μὲν προτέραν τὴν τοῦ Εὐαγγελίου, δευτέραν δὲ ταύτην τὴν περὶ τῶν Ἀποστολικῶν Πραξέων. Ἔστιν οὖν ὁ πᾶς λόγος τοῦδε τοῦ τεύχους περὶ τῆς μετὰ τὴν ἀνάστασιν εἰς οὐρανοὺς ἀνόδου Χριστοῦ, καὶ περὶ τῆς τοῦ Ἀγίου Πνεύματος εἰς τοὺς Ἀποστόλους ἐπιφοιτήσεως· ὅπως καὶ ὅποι τὴν εἰς Χριστὸν εὐσέβειαν κατήγγειλαν οἱ μαθηταί· καὶ ὡς διὰ προσευχῆς καὶ τῆς εἰς Χριστὸν πίστεως ἐθαυματούργησαν· καὶ περὶ τῆς οὐρανόθεν θείας παρακλήσεως τοῦ Παύλου, ἀποστολῆς τε αὐτοῦ καὶ κηρύγματος εὐθαλοῦς· καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἔτλησαν οἱ Ἀπόστολοι διὰ Χριστὸν, πολλῶν γὲ καὶ μεγίστων κινδύνων.
- 1.1
Περὶ τῆς ἐξ ἀναστάσεως διδασκαλίας Χριστοῦ καὶ ὀπτασίας πρὸς μαθητὰς, καὶ περὶ ἐπαγγελίας τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς, θέας τε καὶ τρόπου που τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐνδόξου καὶ δευτέρας αὐτοῦ παρουσίας.
- 1.2
τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδά- σκειν.
- 1.3
Τοῦ Χρτσοστόμου. τίνος ἕνεκεν αὐτὸν ἀναμιμνήσκει τοῦ εὐαγγελίου; ὥστε τὴν οἰκείαν ἀκρίβειαν ἐνδείξασθαι. καὶ γὰρ ἀρχόμενος τῆς πραγματείας ἐκείνης φησὶν, ἔδοξε κἀμοὶ, παρηκολουθηκότι “ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι·’ καὶ οὐδὲ τῇ οἰκείᾳ ἀρκεῖται μαρτυρίᾳ μόνον, ἀλλὰ ἀνάγει ἔτι τοὺς Ἀποστολους, τὸ πᾶν λέγων “καθὼς καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ “ὑπηρέται γενόμενοι τοῦ λόγου· διὸ τὸν λόγον ἀξιόπιστον ἐκεῖ ποίησας, οὐδεμιᾶς δεῖται ἐνταῦθα ἑτέρας συστάσεως, ἅπαξ τοῦ μαθητοῦ πεισθέντος, καὶ δι’ ἐκείνων τὸ ἀκριβὲς αὐτοῦ τῆς ἀληθείας ἀναρτίσας. Ὁ γὰρ ἅπερ ἤκουσεν ἀξιόπιστος γενόμενος γράψαι, καὶ πιστευθεὶς ὃ μὴ παρ’ ἑτέρων παρείληφεν, ἀλλὰ ὧν εἶδε καὶ ἤκουσε, πιστευθῆναι δίκαιος ἃν ἦν. Εἰ γὰρ τὰ τοῦ Χριστοῦ ἐδέξω, πολλῷ μᾶλλον τὰ τῶν Ἀποστόλων. Τί οὖν; ἱστορία μόνον τὸ πρᾶγμα ἐστὶ καὶ Πνεύματος ἄμοιρος ὁ λόγος; οὐδαμῶς· εἰ γὰρ “οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου αὐτὰ παρέδοσαν, τὰ ἐκείνων λέγει. Καὶ μετ’ ὀλίγα—καὶ ὅρα αὐτοῦ τὸ ἄτυφον· οὐ γὰρ λέγει τὸ μὲν πρῶτον εὐαγγέλιον ὃ εὐηγγελισάμην, ἀλλὰ τὸν μὲν πρῶτον λόγον ὃν ἐποιησάμην.” μείζονα ἑαυτοῦ εἶναι νομίζων τὴν τοῦ εὐαγγελίου προσηγορίαν. Καίτοι γε ὁ Απόστολος ἐντεῦθεν αὐτὸν κοσμεῖ λέγων· “οὑ ὁ ἔπαινος ἐν τῷ “εὐαγγελίῳ.” ἀλλ’ αὐτὸς μετριάζει καὶ φησί· τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ “ποιεῖν ποιεῖν τε καὶ διδάσκειν. οὐχ ἁπλῶς περὶ πάντων, ἀλλ’ ἀπ’ ἀρχῆς μέχρι τέλους· ἄχρι γὰρ τῆς ἡμέρας, φησιν,’ ἧς ἀνε- “λήφθη.” καὶ μὴν Ἰωάννης φησὶν ὅτι οὐκ ἦν δύνατον πάντα “γράψαι· εἰ γὰρ ἐγράφη, οὐκ ἃν τὸν κόσμον οἶμαι,“ φησὶ,“χωρῆσαι “τὰ γραφόμενα βιβλία.” Πῶς οὖν οὗτος φησὶ “περὶ πάντων”; οὐκ εἶπε πάντα· ὡς ἃν εἴποι τις ἁδρομερῶς καὶ παχυμερῶς περὶ πάντων τῶν συνεχόντων καὶ κατεπειγόντων·
- 1.4
Ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς Ἀποστόλοις διὰ Πνεύματος Ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη.
- 1.5
Τοῦ Χρτσοστόμου. Διὰ Πνεύματος ἐντειλάμενος·” τουτέστι πνευματικὰ πρὸς αὐτοὺς εἰπὼν ῥήματα, οὐδὲν ἀνθρώπινόν· ἣ τοῦτο, ἣ ὅτι διὰ Πνεύματος αὐτοῖς ἐνετείλατο. Καὶ μετ’ ὀλίγα—τί δὲ ἐνετείλατο; “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· βαπτίζοντες αὐ- “ τοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύ- “ ματος.” καὶ τὰ ἑξῆς. Μέγα τῶν Ἀποστόλων τὸ ἐγκώμιον, ὅταν τοιαῦτα ὦσιν ἐγκεχειρισμένοι· τῆς οἰκουμένης λέγω τὴν σωτηρίαν· ῥήματα τοῦ Πνεύματος γέμοντα ἐντειλάμενος οὖν, φησὶν, ἀνελήφθη· οὐκ εἰπε ἀνέβη· ἔτι ὡς περὶ ἀνθρώπου διαλέγεται· ἄρα καὶ μετὰ τὴν ἀνάβασιν ἐδίδασκε τοὺς μαθητάς· ἀλλὰ τοῦ χρόνου τούτου οὐδεὶς εἶπεν ἡμῖν μετὰ ἀκριβείας πάντα· ἀλλ’ ἐνχρονίζει μὲν αὐτῷ Ἰωάννης τῶν ἄλλων μᾶλλον καὶ οὗτος· πάντα δὲ σαφῶς οὐδεὶς ἀπήγγειλε, πρὸς γὰρ ἕτερον ἠπείγετο· ἐμάθομεν δὲ αὐτὰ διὰ τῶν Ἁποστόων· ἃ γὰρ ἤκουσαν εἶπον.
- 1.6
Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. καὶ συναλιζόμενος b.
- 1.7
Τοῦ Αῦτοῦ. Εἰπὼν περὶ τῆς ἀναλήψεως πρότερον, λέγει καὶ περὶ τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἤκουσας ὅτι ἀνελήφθη, ἵνα μὴ νομίσης ὑφ’ ἑτέρων αὐτὸν ἀνειλῆφθαι, ἐπήγαγεν· οἷς καὶ παρ- ἔστησεν ἑαυτὸν,” φησὶ, ζῶντα·” εἰ γὰρ ἐν τῷ μείζονι ἑαυτὸν παρέστησε, πολλῷ μᾶλλον ἐν τῷ ἐλάττονι. Εἶδες πῶς λανθανόντως ὑποσπείρει ταυτὶ τὰ δόγματα.
- 1.8
Τοῦ αὐτοῦ. Οὐ γὰρ ὥσπερ πρὸ τῆς ἀναστάσεως ὡς ἀεὶ αὐτῶν ἦν, οὕτω καὶ τότε· οὐ γὰρ εἶπε τεσσαράκοντα ἡμέρας, ἀλλὰ “δι’ ἡμερῶν τεσσαράκοντα·” ἐφίστατο γὰρ καὶ ἀφίστατο πάλιν· ἀνοίγων αὐτῶν τὰς διανοίας, καὶ οὐκέτι συγχωρῶν ὁμοίως πρὸς αὐτὸν διακεῖσθαι ὥσπερ καὶ ἔμπροσθεν· ἀλλ’ ἑκάτερα μετὰ ἀκριβείας κατασκευάζων· καὶ τὸ πιστευθῆναι τὴν ἀνάστασιν, καὶ τὸ μεῖζον αὐτὸν νομισθῆναι ἣ κατὰ ἄνθρωπον. τίνος δὲ ἕνεκεν οὐχὶ πᾶσιν ἀλλὰ τοῖς Ἀποστόλοις ἐφάνη; ὅτι φάντασμα ἃν ἔδοξεν εἶναι τοῖς πολλοις οὐκ εἰδόσι τὸ ἀπόρρητον τοῦτο μυστήριον. Εἰ γὰρ αὐτοὶ οἱ μαθηταὶ ἠπίστουν τὴν ἀρχὴν καὶ ἐθορυβοῦντο· καὶ ἁφῆς ἐδεήθησαν τῆς διὰ χειρὸς καὶ τραπέζης, τί τοὺς πολλοὺς εἰκὸς ἦν παθεῖν; διὰ τοῦτο ἐκ τῶν σημείων ἀναμφίβολον ποιεῖ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν· ὥστε μὴ τοῖς τότε μόνον, ὅπερ ἐκ τῆς ὄψεως ἔμελλεν ἔσεσθαι, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα φανερὰν γενέσθαι τὴν ἀνάστασιν. Διά τοι τοῦτο καὶ τοὺς ἀπίστους ἐντεῦθεν συλλογιζόμεθα· εἰ γὰρ οὐκ ἀνέστη, ἀλλὰ μένει νεκρὸς, πῶς ἐν τῷ ὀνόματι αὐτοῦ οἱ Ἀφπόστολοι σημεῖα ἐποίησαν; ἀλλ’ οὐκ ἐποίησαν σημεῖα· πῶς οὖν συνέστη τὸ ἔθνος τὸ ἡμέτερον; οὐ γὰρ δὴ πρὸς τοῦτο ἀντιστήσονται· οὐδὲ τοῖς ὁρωμένους μαχήσονται· ὥστε ὅταν λέγωσι μὴ γεγενῆσθαι σημεῖα, μειζόνως ἑαυτοὺς περιπείρουσι. τοῦτο γὰρ μέγιστον σημεῖον, τὸ χωρὶς σημείων τὴν οἰκουμένην προδραμεῖν ἅπασαν ὑπὸ δώδεκα πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων ἁλιευθεῖσαν. Οὐδὲ γὰρ πλούτῳ χρημάτων, οὐδὲ σοφίᾳ λόγων, οὐκ ἄλλῳ τινὶ τοιούτῳ περιεγίνοντο οἱ ἁλιεῖς· ὥστε καὶ ἄκοντες ὁμολογήσωσι θείαν εἶναι ἐν ἑαυτοῖς δύναμιν· ἀμήχανον γὰρ ἀνθρωπίνην ἰσχὺν δυνηθῆναι τοσαῦτα ποτέ. Διά τοι τοῦτο καὶ τότε τεσσαράκοντα ἡμέρας ἔμεινεν ἐπὶ τῆς γῆς· ἔλεγχον διδοὺς ἐν τῷ μακρῷ χρόνῳ τῆς ὄψεως τῆς οἰκείας, ἵνα μὴ φάντασμα εἶναι νομίσωσι τὸ ὁρώμενον. Καὶ οὐδὲ ἐν τούτῳ ἠρκέσθη· ἀλλὰ καὶ τράπεζαν προσετίθει. Ὅπερ οὖν δηλῶν ἔλεγε καὶ συναλιζόμε- νος c αὐτοῖς. καὶ τοῦτο ἀεὶ καὶ αὐτοὶ οἱ Ἀπόστολοι τεκμήριον ἐποιοῦντο τῆς ἀναστάσεως, λέγοντες· οἵτινες συνεφάγομεν αὐτῷ “καὶ συνεπίομεν. Τί δὲ ἐποίει τὰς τεσσαράκοντα ἡμέρας ὀπτανόμενος; διελέγετο γὰρ αὐτοῖς φησι περὶ τῆς βασιλείας τοῦ “ Θεοῦ.” Ἐπειδὴ γὰρ καὶ πεπονηκότες ἦσαν καὶ τεταραγμένοι τοῖς ἤδη γεγενημένοις, καὶ πρὸς μεγάλους μέλλοντες ἐξιέναι ἀγῶνας, τοῖς περὶ τῶν μελλόντων αὐτοὺς ἀνεκτᾶτο λόγοις.
- 1.9
Τοῦ Χργτσοστόμου. Ὅτι συναλιζόμενος” d ἦν, φησὶν, αὐτοῖς· τὸ δὲ πῶς οὐκ ἡμέτερον εἰπεῖν· τρόπῳ γάρ τινι παραδοξοτέρῳ ταῦτα ἐγίνετο· οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων λοιπὸν, ἀλλὰ συγκαταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γενομένης. Πρῶτον αὐτοὺς εἰς τὴν Γαλιλαίαν ἐξήγαγε, δεδοικότας ἔτι καὶ τρέμοντας, ἵνα μετὰ ἀδείαν ἀκούσωσι τῶν λεγομένων· εἶτα ἐπειδὴ ἤκουσαν καὶ τεσσαράκοντα συνδιέτριβον συνδιέτριβον, Βπαρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ “χωρίζεσθαι. τι δήποτε; καθάπερ τινας στρατιώτας μέλλοντας εἰς πλῆθος ἐμπίπτειν οὐδεὶς ἀφίησιν ἐξελθεῖν, ἕως ἃν ὁπλίσωνται· οὐδὲ ἵππους προπηδᾶν τῆς βαλβῖδος, ἕως ἃν τὸν ἡνίοχον λάβωσιν, οὕτω δὴ καὶ αὐτοὺς πρὸ τῆς τοῦ Πνεύματος καθόδου φανῆναι ἐπὶ τῆς παρατάξεως οὐκ ἠφίει, ὥστε γενέσθαι εὐχειρώτους καὶ ἁλωσίμους τοῖς πολλοῖς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ πολλοὶ ἦσαν οἱ μέλλοντες πιστεύειν αὐτόθι· καὶ πρὸς τούτοις πάλιν, ἵνα μὴ λέγωσί τινες, ὅτι τοὺς γνωρίμους ἀφέντες παρὰ τοῖς ξένοις ἦλθον κομπάσαι. τούτου χάριν παρ’ αὐτοῖς τοῖς πεφονευκόσι παρέχουσι τὰ τεκμήρια τῆς ἀναστάσεως· παρ’ αὐτοῖς τοῖς ἐσταυρωκόσι· τοῖς θάψασιν· ἐν αὐτῇ τῇ πόλει ἐν ᾖ τὸ παράνομον ἐτολμήθη πρᾶγμα· ὥστε καὶ τοὺς ἔξωθεν ἐπιστομωθῆναι ἅπαντας· ὅταν γὰρ οἱ ἐσταυρωκότες αὐτοὶ φαίνωνται καὶ πεπιστευκότες, εὔδηλον ὅτι καὶ ὁ σταυρὸς, καὶ τοῦ τολμήματος ἐδείκνυτο ἡ παρανομία, καὶ τῆς ἀναστάσεως πολλὴ ἡ ἀπόδειξις.
- 1.10
Παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἢν ἠκούσατέ μου.
- 1.11
Εξ Ἀνεπιγρ;λφου. Εἶτα διὰ τοῦ εἰπεῖν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι” ἔδειξεν ὅτι εἰς τὸ λιποτακτῆσαι ἦσαν ἕτοιμοι· διὰ δὲ τοῦ εἰπεῖν ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκού- “σατέ μου, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτιστή- “ σεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας ἔδωκεν αὐτοῖς ἐλπίδας, καὶ ἀνακεχηνέναι πεποίηκε τῷ ἀδήλῳ τῶν ἐπηρτημένων ἐλπίδων, ὅπως καὶ αὐτῶν τὸν φόβον ἔξω βάλῃ, καὶ τῆς τριάδος ἀδεῶς τὰ εὐκρινῆ πρόσωπα παραστήσῃ. Καὶ διὰ μὲν τοῦ εἰπεῖν, ἐντειλάμενος αὐτοῖς διὰ Πνεύματος Ἁγίου, δεῖξαι ὅτι οὔτε ἐντελλόμενος δι’ αὐτοῦ μείζων αὐτοῦ ἐστιν· ὡς οὔτε ὁ Πατὴρ αὐτοῦ ἐργαζόμενος ἐν ἑαυτῷ καὶ δι’ αὐτοῦ καὶ σὺν αὐτῷ μείζων αὐτοῦ ἐστιν· οὔτε ἀναγεννώμενος δι’ αὐτοῦ ἥττων αὐτοῦ ἐστι· καὶ ὅτι οὐκ ἔστιν ἐπὶ Θεοῦ μικρὸν ἣ μέγα φυσικῶς· καὶ ὅτι οὐ δι’ ἑαυτὸν ταῦτα οὕτως, ἀλλὰ διὰ τὸν λόγον τῆς οἰκονομίας λέγεται καὶ ᾠκονόμηται.
- 1.12
Τοῦ Χρυσοστόμου. Καὶ πότε ἤκουσαν φησὶν, ὅτε “φέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος “οὐκ εἰσελεύσεται πρὸς ὑμᾶς.“καὶ πάλιν, “ἐρωτήσω τὸν Πατέρα, “καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν. Καὶ τίνος ἕνεκεν οὐχὶ παρόντος αὐτοῦ οὐδὲ ἀπελθόντος εὐθέως παρεγένετο; ἀλλ’ αὐτὸς μὲν τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἀνῆλθε, τὸ δὲ Πνεῦμα παρεγένετο ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς. Καὶ πῶς εἰ μηδέπω παρεγεγόνει ἔλεγε “λάβετε Πνεῦμα Ἅγιον; ἵνα δεκτικοὺς αὐτοὺς ποιήσῃ, καὶ ἀρκοῦντας πρὸς τὴν ὑποδοχήν. Εἰ γὰρ ἄγγελον μέλλων ὁρᾶν ὁ Δανιὴλ διελύετο, πολλῷ μᾶλλον οὗτοι μέλλοντες τοσαύτην δέχεσθαι χάριν. Καὶ μετ’ ὀλίγα— τίνος ἕνεκεν οὐδέποτε παραγεγόνει; ἐν ἐπιθυμίᾳ αὐτοὺς ἔδει γενέσθαι τοῦ πράγματος, καὶ οὕτω δέξασθαι τὴν χάριν· διὰ τοῦτο αὐτὸς ἀπέπτη· καὶ τότε ἦλθεν ἐκεῖνο· εἰ γὰρ παρῆν αὐτὸς, οὐκ ἂν ἐν τοσαύτῃ ἐγένετο προσδοκίᾳ. Διὰ τοῦτο οὐδὲ εὐθέως ἀνελθόντος αὐτοῦ παρεγένετο, ἀλλὰ μετὰ ὀκτὼ ἢ ἐννέα ἡμέρας. Καὶ πρὸς τὸν Θεὸν δὲ τότε μάλιστα διεγειρόμεθα, ὅταν ἐν χρείᾳ καταστῶμεν· στῶμεν· διὰ τοῦτο καὶ Ἰωάννης τότε πέμπει τοὺς μαθητὰς πρὸς τὸν Χριστὸν, ὅτε μάλιστα ἔμελλον ἐν χρείᾳ ἐλᾶι τοῦ Ἰησοῦ, τὸ δεσμωτήριον οἰκοῦντος ἐκείνου· ἄλλως δὲ ἔδει ἐν οὐρανῷ φανῆναι τὴν ἡμετέραν φύσιν καὶ τὰς καταλλαγὰς γενέσθαι ἀπηρτισμένας· καὶ τότε ἐλθεῖν τὸ Πνεῦμα καὶ καθαρὰν γενέσθαι τὴν ἡδονήν· εἰ γὰρ παρόντος αὐτοῦ, ὁ μὲν ἀπῆλθεν, ὁ δὲ ἔμεινεν, οὐκ ἦν τοιαῦτα τὰ τῆς παραμυθίας· εἰ δὲ ἔλαττον ἦν τὸ Πνεῦμα, οὐκ ἦν ἀρκοῦσα ἡ παραμυθία. Πῶς δὲ ἔλεγε “συμφέρει ὑμῖν;” διὰ τοῦτο τὰ μείζονα αὐτῷ τετήρηται τῆς διδασκαλίας, ἵνα μὴ ἔλαττον αὐτὸν νομίσωσιν.
- 1.13
Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι.
- 1.14
Τοῦ Αὐυοῦ. Δείκνυσι λοιπὸν τὸ μέσον αὐτοῦ καὶ Ἰωάννου φανερῶς· οὐκέτι ὡς πρὸ τούτου συνεσκιασμένως. Καὶ γὰρ σφόδρα συνεσκίασε τὸν λόγον, ὅτε ἔλεγεν· “ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν “οὐρανῶν μείζων αὐτοῦ ἐστιν. ἀλλὰ νῦν φανερῶς φησὶν, Ἰωάννης “μὲν ἐβάπτισεν ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ· οὐκέτι κέχρηται τῇ μαρτυρίᾳ· ἀλλ’ ἀναμιμνήσκει τοῦ προσώπου μόνον εἰς μνήμην τῶν παρ’ αὐτοῦ εἰρημένων ἐνάγων, καὶ δείκνυσιν αὐτοὺς ἤδη μείζους γεγενημένους Ἰωάννου· εἴγε ἐν Πνεύματ’ ἔμελλον καὶ αὐτοὶ βαπτίζειν. Καὶ οὐκ εἶπεν, ὑμᾶς δὲ ἐγὼ βαπτίζω ἐν Πνεύματι Ἁγίῳ, ἀλλὰ βαπτισθήσεσθε, διδάσκων ἡμᾶς ταπεινοφρονεῖν· τοῦτο γὰρ ἀπὸ τῆς μαρτυρίας Ἰωάνου δῆλον λοιπὸν ἦν· ὅτι οὗτος ἦν ὁ βαπτίζων· αὐτὸς γὰρ ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· διὸ καὶ Ἰωάννου ἐμνημόνευσε. Τὰ μὲν οὑν εὐαγγέλια, ἃ ὁ Χριστὸς ἐποίησε καὶ εἶπεν, ἱστορία τίς ἐστιν· αἱ δὲ Πραξεῖς ὧν ὁ ἕτερος Παράκλητος καὶ εἶπε καὶ ἐποίησε. Καὶ τότε μὲν γὰρ πολλὰ καὶ αὐτὸς ἐποίει· ὥσπερ οὖν καὶ νῦν ὁ Χριστὸς ἐνεργεῖ καθάπερ καὶ τότε, ἀλλὰ διὰ τοῦ ναοῦ· νῦν δὲ διὰ τῶν Ἀποστόλων· καὶ τότε μὲν εἰς παρθενικὴν ἦλθε μήτραν· καὶ ναὸν διέπλασε, νῦν δὲ εἰς ψυχὰς Ἀποστολικάς· καὶ τότε μὲν ἐν εἴδει περιστερᾶς, νῦν δὲ καὶ ἐν εἴδει πυρός. Τί δήποτε; ἐκεῖ μὲν τὸ πρᾶον τοῦ δεσπότου δηλῶν· ἐνταῦθα δὲ καὶ τὸ τιμωρητικόν· καὶ τῆς κρίσεως λοιπὸν ἀναμιμνήσκει· ὅτε μὲν γὰρ ἁμαρτήματα συγχωρῆσαι ἔδει, τῆς πραότητος· ἐπειδὴ δὲ ἐτύχομεν δωρεᾶς, λοιπὸν καὶ κρίσεως καῖρος·
- 1.15
Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ.
- 1.16
Τοῦ Χρυσοστόμου. Πῶς δὲ “βαπτισθήσεσθε” οὐκ ὄντος ἐν τῷ ὑπερώῳ; ὅτι τὸ κυριώτερον Πνεῦμα ἐστὶ, δι’ οὗ καὶ τὸ ὕδωρ ἐνεργεῖ· ὥσπερ οὖν καὶ αὐτὸς κεχρῖσθαι λέγεται οὐδαμοῦ χρισάμενος ἐλαίῳ, ἀλλὰ πνεῦμα δεξάμενος.
- 1.17
Οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
- 1.18
Τοῦ Αὐτοῦ. Οὐκ ἐδήλωσε πότε, ἵνα ἀεὶ γρηγορῶσιν· μὲν ἐγγὺς ἔσται εἶπεν, ἵνα μὴ ἐκλυθῶσιν· πότε δὲ, οὐκέτι προσέθηκεν ἵνα ἀεὶ νήφωσιν.
- 1.19
Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν, λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
- 1.20
Ὅταν τι μέλλοωσιν e ἐρωτᾶν οἱ μαθηταὶ, ὁμοῦ προσέρχονται· ἵνα τῷ πλήθει δυσωπήσωσιν· ᾔδεισαν γὰρ τὸ πρώην παρ’ αὐτοῦ εἰρήμενον, ὅτι οὐδεὶς οἶδε τὴν ἡμέραν· διακρουόμενον ἦν· ὅθεν πάλιν προσέρχονται καὶ ἐρωτῶσιν· οὐ γὰρ ἃν εἴγε ὄντως ἦσαν πεπεισμένοι ἠρώτησαν αὐτὸν·
- 1.21
Εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἣ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
- 1.22
Τοῦ ἁγίου Ἀφανασίου. Οὐκέτι γὰρ ἀποκρίνεσθαι ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς, ἀλλὰ λοιπὸν θεικῶς διδάξαι· “ὅτι οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους καὶ καιροὺς, οὓς ὁ “Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.”
- 1.23
Κυρίλλου. Οὐ γὰρ περιεργάζεσθαι χρῆναι τὰ λίαν καὶ ἐν Θεῷ κεκρυμμένα, καὶ διὰ τούτων ἐδίδασκεν· ἰέναι δὲ μᾶλλον ἐθέλειν καὶ σφόδρα νεανικῶς ἐπὶ τὸ σφῖσι λυσιτελές· καὶ πληροῦν ἐθέλειν τῆς ἀποστολῆς τὴν διακονίαν ἀνατεθεικότας Θεῷ τῶν ὅλων τὴν γνῶσιν.
- 1.24
Τοῦ Χρυσοστόμου. Τί τοίνυν θαυμάζεις ὅτι τὴν συντελείας οὐ λέγει· ὅπου γε ταύτην τὴν οὕτως ἐγγὺς οὖσαν οὐκ ἠθέλησε ποιῆσαι κατάδηλον· καὶ μάλα εἰκότως, ἵνα ἀεὶ ἐγρηγορότες ὦσι, καὶ ἐν προσδοκίᾳ καὶ μερίμνῃ· οὐ γάρ ἐστιν, οὐκ ἔστι χάριτος ἀπολαῦσαι τὸν μὴ νήφοντα.
- 1.25
Ἀλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῆ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.
- 1.26
Τοῦ Χρσοστόμου. Ὥσπερ γὰρ ἐκεῖ οὐ πρὸς ἃ ἠρώτησαν ἀπεκρίνατο, διδασκάλου γάρ ἐστι τοῦτο, μὴ ἃ βούλεται ὁ μαθητὴς, ἀλλ’ ἃ f συμφέρει μαθητὴν διδάσκειν, οὕτω καὶ νῦν ἃ ἔδει μαθεῖν διὰ τοῦτο προλέγει, ἵνα μὴ ταραχθῶσιν. Ἄρα ἔτι ἀσθενεῖς ἦσαν ὥστε παρρησιάζεσθαι· ἐπῆρεν αὐτῶν τὰς ψυχὰς, καὶ τὰ φορτικὰ συνεκάλυψε. Καὶ μεθ' ἕτερα—ἐπειδὴ γὰρ εἶπεν εἰς ὁδὸν “ἐθνῶν μὴ ἀπέλθητε·” καὶ ὃ τότε οὐκ εἶπε ἐνταῦθα προσέθηκε· καὶ “ἕως ἐσχάτου τῆς γῆς· καὶ τὸ πάντων φοβερώτερον ἐσίγησεν.
- 1.27
Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη. ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
- 1.28
Τοῦ αὐυοῦ. Διατὶ δὲ νεφέλη ὑπέλαβεν αὐτόν; καὶ τοῦτο τεκμήριον ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν· οὐ πῦρ ὡς ἐπὶ Ἠλιοῦ, οὐδὲ ἅρμα πυρὸς, ἀλλὰ νεφέλη αὐτὸν ὑπέλαβεν, ὃ τοῦ οὐρανοῦ σύμβολον ἦν, καθὼς ὁ Προφήτης φησὶν, “ὁ τιθεὶς νέφει τὴν ἐπίβασιν αὐτοῦ. Περὶ τοῦ Πατρὸς αὐτοῦ εἴρηται τοῦτο· διὰ τοῦτο λέγει ἐπὶ νεφέλης· ἐν τῷ συμβόλῳ φησὶ τῆς θείας δυνάμεως· οὐδαμοῦ γὰρ ἄλλη τις δύναμις ἐπὶ νεφέλης φαίνεται. Ἄκουε πάλιν τί φησιν ὁ Προφήτης· “ὁ Θεὴ κάθηται ἐπὶ νεφέλης κούφης·” προσεχόντων γὰρ αὐτῶν σφόδρα τοῖς λεγομένοις καίπερ ἀναγκαίας τῆς ἐρωτήσεως οὔσης, καὶ ἐγηγερμένων καὶ οὐ νυσταζόντων τοῦτο γέ- γονεν·
- 1.29
Ἵνα μὴ πάλιν αὐτὸν ἐρωτῶσιν, εὐθέως ἀνελήφθη.
- 1.30
Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ.
- 1.31
Εἰκότως, “ἐπὶ στόματος γὰρ δύο μαρτύρων σταθήσεται πᾶν “ρημα.”
- 1.32
Οἳ καὶ εἶπαν· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε πορευόμενον εἰς τὸν οὐρανόν.
- 1.33
Διατὶ εἶπεν “ἄνδρες;” ἀκριβῶς γὰρ ἑαυτοὺς ἀπετύπωσαν ὡς μὴ πτοηθῆναι· καὶ εἶπον ἅμα, καὶ κολακευόντων ἦν τὰ ῥήματα· “τί “ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν;“οὐκέτι εἴασεν αὐτοὺς αὐτὸν προσδοκᾶν· πάλιν οὗτοι τὸ μὲν μεῖζον λέγουσι, τὸ δὲ ἔλαττον οὐκέτι· ὅτι “οὕτως ἐλεύσεταί,” φησι, καὶ ὡς ἐξ οὐρανοῦ αὐτὸν προσδέχεσθε. λοιπὸν ἀπὸ τῆς θέας ἐκείνης ἐπέτρεψαν αὐτοὺς αὐτὸν προσδοκᾶν, ἵνα μὴ διὰ τὸ δύνασθαι θεωρεῖν αὐτὸν νομίσωσιν αὐτὸν μὴ ἀνεληλυθέναι, ἀλλ’ ἐν ᾦ διαλέγονται φθάσῃ· εἰ γὰρ πρὸ τούτου ἔλεγον ποῦ ὑπάγεις; πολλῷ μᾶλλον καὶ νῦν εἶπον— Καὶ μετ’ ὀλίγα—Οὐκ εἶπεν ἀναλαμβανομένου αὐτοῦ οὐδὲ βασταζομένου· πορεία γὰρ ἡ δι’ αὐτοῦ γινομένη· εἰ γὰρ πρὸ σταυροῦ ἐπὶ τῶν ὑδάτων ἐφέρετο, παθητὸν ἔτι καὶ βαρὺ περικείμενος σῶμα, μηδεὶς ἀπορείτω, εἰ μετὰ τὸ ἄφθαρτον αὐτὸ λαβεῖν, τὸν ἀέρα ἔτεμε.
- 1.34
Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαββάτου ἔχον ὁδόν.
- 1.35
Τοῦ Χρυσοστόμου. Τότε, φησιν, ὑπέστρεψαν· τότε· πότε; ὅτε ἤκουσαν· οὐ γὰρ ἀν’ ἀνέσχοντο, εἰ μὴ ἑτέραν αὐτοῖς παρουσίαν ὑπέθετο. δοκεῖ δέ μοι καὶ σαββάτῳ γεγονέναι ταῦτα· οὐ γὰρ ἃν οὕτως τὸ διάστημα ἐδήλωσεν εἰπὼν, ἀπὸ ὄρους τοῦ καλουμέ- “νου Ἐλαιῶνος, ὁ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαββάτου ἔχον ὁδόν·” εἰ μὴ ὡρισμένον τι μῆκος ὁδοιπορίας ἐβάδιζον ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου.
- 1.36
Ἀμμωνΐου. Ταχὰ ἑπτὰ σταδίους λέγει, ὅτι ἀπεῖχε τῆς πόλεως Ἱερουσαλὴμ τὸ ὅρος τῶν Ἐλαιῶν, οὐ μὴν ἑπτὰ ἡμερῶν ὁδὸν, ὅπου σχεδὸν εἰς μίαν ὥραν δύναται τις ἀπὸ τοῦ ὅρους κατελθεῖν εἰς Ἱερουσαλήμ. ἀπέχει οὖν ὡς μίλιον ἓν, ὃ ποιεῖ σταδίους ἑπτά· ἤτοι τοσοῦτον ἀπεῖχεν ἔξω τῶν τειχῶν διάστημα, ὅσον ἐξῆν Ἰουδαίῳ ἐν σαββάτῳ περιπατεῖν, πρὸς τὸ ἀδολεσχῆσαι ὡσανεὶ διακινοῦντα.
- 1.37
Ἡ τοῦ σαββάτου ὁδὸς, ὡς φησὶν Ὠριγένης ἐν τῷ ε' Στρωματεῖ, δισχιλίων πηχῶν ὑπῆρχε· καὶ μᾶλλον ἡ ἁγία σκηνὴ καὶ κιβωτὸς τοσοῦτον διάστημα προελάμβανον τὴν παρεμβολήν· καὶ ἀπὸ τοσούτου διαστήματος ἐσκήνου· ὃ διάστημα ἐξῆν τοῖς προσκυνοῦσι τὴν ἁγίαν σκηνὴν βαδίζειν ἐν σαββάτῳ.
- 1.38
Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῶον οὗ ἦσαν καταμένοντες.
- 1.39
Τοῦ Αρτσοστόμου. Ὄρα λοιπὸν ἐν Ἱεροσολύμοις ἔμενον μετὰ τὴν ἀνάστασιν· Οτε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλοφαίου, Σίμων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ἰα- κώβου. Τοῦ Χρυσοστόμου. Οὐκέτι μετὰ τοῦ ἀδελφοῦ μόνον ἀριθμεῖται, ἀλλὰ μετὰ Πέτρου οἱ δύο· καλῶς ἐμνημόνευσε τῶν μαθητῶν, ἐπειδὴ γὰρ ὁ μὲν προέδωκεν, ὁ δὲ ἠπίστησε, δείκνυσιν ὅτι πλὴν ἐκείνου πάντες ἦσαν σῶοι.
- 1.40
Οὖτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῆ προσευχῇ καὶ τῇ δεήσει, σὺν γυναιξὶ καὶ Μαρία τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
- 1.41
Τοῦ αὐτοῦ. Μέγα γὰρ τοῦτο τὸ ὅπλον ἐν καὶ τοῦτο ἦσαν παιδευθέντες καλῶ; ἄλλως δὲ καὶ ὁ παρὼν πειρασμὸς αὐτοὺς εἰς τοῦτο ἦγε· σφόδρα γὰρ ἐδεδοίκεισαν τοὺς Ἰουδαίους. “σὺν ταῖς γυναιξί, γυναιφί” σησιν, γὰρ ὅτι ἠκολούθησαν αὐτῷ “καὶ Μαριὰμ ἡ μητὴρ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς “αὐτοῦ·” καὶ οὗτοι ἀπιστοῦντες πρότερον ἦσαν. Σκόπει δέ μοι πῶς, ὅταν εὔχηται τις, ὅταν προσκαρτερῇ τῇ δεήσει, ὅταν ἀγάπην ἔχῃ, τότε τὸ Πνεῦμα παραγίνεται.
- 2.1
Πέτρου διάλογος πρὸς τοὺς μαθητευθέντας περὶ θανάτου καὶ ἀποβολῆς Ἰούδα τοῦ προδότου.
- 2.2
Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ, ὡς ἕκατον εἴκοσι.
- 2.3
Τοῦ αὐτοῦ. Ὡς θερμὸς καὶ ὡς πιστευθεὶς παρὰ ποίμνην, καὶ ὡς προτιμώμενος ἀεὶ ἄρχεται τοῦ λόγου.
- 2.4
Ἄνδρες ἀδελφοὶ ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαβὶς, περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν.
- 2.5
Τοῦ ἀγίου εἰρηναίου. Τὴν ἀναπλήρωσιν ἐκ τῶν ὑπὸ Δαβὶδ εἰρημένων ποιούμενος.
- 2.6
Τοῦ Χρυσοστόμου. Εἰ γὰρ ὁ Χριστὸς ἀδελφοὺς πολλῷ μᾶλλον οὗτος πάντων παρόντων· ἰδοὺ ἐκκλησίας εὐθέως ἀξίωμα καὶ εὐαγγελικὴ κατάστασις, οὐδεὶς ἦν ἐκεῖ, οὔτε ἄρσεν οὔτε θῆλυ· τοιαύτας βούλομαι τὰς ἐκκλησίας εἶναι καὶ νῦν· οὐδεὶς βιωτικόν τι ἐφρόντιζεν, οὐδεὶς περὶ οἰκίας ἐμερίμνα· τοσοῦτον ἀγαθὸν οἱ πειρασμοί· τοιοῦτον αἱ θλίψεις· ἀεὶ παραμυθεῖται αὐτοὺς ἀπὸ τῆς προρρήσεως· οὕτω καὶ ὁ Χριστὸς πανταχοῦ ποιεῖ· τὸν αὐτὸν τρόπον καὶ οὗτος δείκνυσιν, ὅτι οὐδὲν ξένον γέγονε, ἀλλὰ τὸ ἤδη προ- εἰρημένον· καὶ οὐ λέγει Δαβὶδ εἶπεν, ἀλλὰ τὸ Πνεῦμα δι’ αὐτοῦ. Ορα εὐθέως ἐν προοιμίοις τοῦ βιβλίου ὁποίᾳ κέχρηται διδασκαλίᾳ· ὄρα ὅτι οὐχ ἅπλως εἶπεν ἀρχόμενος τῆς συγγραφῆς, ὅτι τοῦ Πνεύματός ἐστι πολιτεία τὸ βιβλίον τοῦτο.
- 2.7
Ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας.
- 2.8
Τοῦ Χρυσοστόμου. Κλῆρον δὲ αὐτὸν πανταχοῦ καλεῖ· τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ὂν καὶ τῆς ἐκλογῆς· καὶ ἀναμιμνήσκων αὐτοὺς τῶν παλαιῶν, ὅτι ὁ Θεὸς αὐτὸν ἐκληρώσατο καθάπερ ἅπερ τοὺς Λευίτας· καὶ ἐνδιατρίβει τοῖς περὶ αὐτοῦ· ὅτι ὁ τῆς προδοσίας μισθὸς αὐτὸς καὶ τῆς τιμωρίας γέγονε Κήρυξ· “ἐκτή- “σατο γάρ, φησι, “χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας.” Ὄρα πῶς Θεοῦ οἰκονομία ἦν· “τῆς ἀδικίας φησὶ, πολλαὶ γὰρ ἀδικίαι· ταύτης δὲ οὐδὲν ἀδικώτερον γέγονέ ποτε.
- 2.9
Καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος.
- 2.10
Τοῦ Αὐτοῦ. Καλῶς οὐκ ἐν τῷ ἁμαρτήματι ἀλλ’ ἐν τὸν λόγον ἐπῆρεν.
- 2.11
Ἀπολιναρίου g. Οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ Ἰούδας, ἀλλ’ ἐπεβίω καθαιρεθεὶς πρὸ τοῦ ἀποπνιγῆναι· καὶ τοῦτο δηλοῦσιν αἱ τῶν Ἀποστόλων Πραξεῖς· “ὅ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξε- “χύθη τὰ σπλάγχνα αὐτοῦ·” τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας ὁ Ἰωάννου μαθητὴς, λέγων οὕτως, ἐν τῷ δ' τῆς ἐξηγήσεως τῶν Κυριακῶν λόγων· “μέγα δὲ ἀσεβείας ὑπόδειγμα ἐν τούτῳ τῷ “κόσμῳ περιεπάτησεν ὁ Ἰούδας· πρησθεὶς ἐπιτοσοῦτον τὴν σάρκα, “ὥστε μὴ δὲ ὁπόθεν ἅμαξα διέρχεται ῥαδίως ἐκεῖνον δύνασθαι “διελθεῖν· ἀλλὰ μὴ δὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον αὐτοῦ. “τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ φασὶ τοσοῦτον ἐξοι- “δῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν· τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μὴ δὲ ὑπὸ ἰατροῦ διόπτρας ὀφθῆναι δύνασθαι· τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας h. τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν ἀσχημοσύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι· “φέρεσθαι δὲ δι’ αὐτοῦ ἐκ παντὸς τοῦ σώματος συρρέοντας ἰχώ- “ρας τε καὶ σκώληκας i εἰς ὕβριν· δι’ αὐτῶν μόνον τῶν ἀναγ- “καίων· μετὰ πολλὰς δὲ βασάνους καὶ τιμωρίας, ἐν ἰδίῳ φασὶ “χωρίῳ τελευτήσαντα· καὶ τοῦτο ἀπὸ τῆς ὁδοῦ ἔρημον καὶ ἀοί- “κητον τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι· ἀλλ’ οὐδὲ μέχρι τῆς “σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς “ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ· τοσαύτη διὰ τῆς σαρκὸς αὐτοῦ “καὶ ἐπὶ γῆς κρίσις ἐχώρησεν.”
- 2.12
Καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
- 2.13
Τοῦ Χρυσοστόμου. τοῦτο παραμυθίαν ἐκείνοις ἔφερεν, ἐξεχύθη τὰ ἔντερα Ἰούδα, οὕτω καὶ Ἀρείου τοῦ αἱρετικοῦ.
- 2.14
Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν, Ἀκελδαμὰ, τουτέστι, χωρίον αἵματος.
- 2.15
Τοῦτο περὶ τοῦ χωρίου καὶ τῆς οἰκίας.
- 2.16
Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.
- 2.17
Τοῦ Χρυσοστόμου. Τουτέστιν τὴν ἀρχὴν, τὴν οὐκ ἐμὴ γνώμη τυγχάνει, ἀλλ’ ἐκείνου τοῦ ταῦτα προειρηκότος. ἵνα γὰρ μὴ δόξῃ μεγάλῳ πράγματι ἐπιχαίρειν, καὶ τοιούτῳ οἵῳ ὁ Χριστὸς, ἐπήγαγε μάρτυρα τὸν προφήτην.
- 2.18
Τὸν κλῆρον τῆς διακονίας, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος· ὅρα ὅτι καὶ διάκονοι ἐκαλοῦντο οἱ μαθηταὶ καὶ ἐπίσκοποι.
- 2.19
Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ Κύριος Ἰησοῦς.
- 2.20
Τοῦ Χρτσοστόμου. Διατὶ κοινοῦται αὐτοῖς; ἵνα μὴ περιμάχητον τὸ πρᾶγμα γένηται, καὶ εἰς φιλονεικίαν k ἐμπέσωσιν· εἰ γὰρ αὐτοὶ τοῦτο ἔπαθον, πολλῷ μᾶλλον ἐκεῖνοι· καὶ ἀεὶ τοῦτο παραιτεῖται. διὰ τοῦτο ἀρχόμενος ἔλεγεν· “ἄνδρες ἀδελφοὶ,” δεῖ ἐκδέξασθαι ἀφ’ ὑμῶν· τῷ πλήθει τὴν κρίσιν ἐπιτρέπει, τουτέστι γινομένους αἰδεσίμους ποιῶν· καὶ αὐτὸς ἀπαλλαττόμενος ἀπεχθείας τῆς k πρὸς ἀλλήλους· μεγάλα γὰρ ἀεὶ τὰ τοιαῦτα ἐργάζεται κακά· καὶ ὅτι μὲν δεῖ γενέσθαι, τὸν προφήτην παράγει μάρτυρα. ἐκ τίνων δὲ δεῖ; ἐκ τῶν συνελθόντων ἡμῖν, φησὶν, ἐν παντὶ χρόνῳ. εἰ μὲν γὰρ εἶπεν τοὺς ἐπιεικεῖς ἔδει παρεῖναι, καὶ τοὺς ἄλλους ἃν ὕβρισαι, τῷ χρόνῳ τὸ πρᾶγμα ἐπέτρεψεν· οὐχ ἁπλῶς συνελθόντων εἰπὼν, ἀλλ’ ἐν παντὶ χρόνῳ.
- 2.21
Τοῦ Χρυσοστόμου. Καλῶς γὰρ τὰ πρὸ τούτου ἀλλὰ τότε Πνεύματι ἐμάνθανον.
- 2.22
Ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων.
- 2.23
Τοῦ Αὐτοῦ. Ἵνα μὴ ἠκροτηρισασμένος ὁ χορὸς ᾖ· γένηται αὐτὸς ἑλέσθαι οὐκ ἐνῆν; ἵνα μὴ δόξῃ χαρίζεσθαι· ἄλλος δὲ καὶ νεύματος ἄμοιρος ἦν.
- 2.24
Τοῦ Αὐυοὐ. Οὐκ εἶπεν τῶν ἄλλων μάρτυρα, ἀλλὰ τῆς ἀναστάσεως μάρτυρα· καὶ γὰρ ἀξιοπιστότερος ἦν ὁ δυνάμενος εἰπεῖν 1 ὅτι ἐκεῖνος φαγὼν καὶ πιὼν ὁ σταυρωθεὶς αὐτὸς ἀνέστη· τὸ γὰρ ζητούμενον τοῦτο ἦν, ἡ ἀνάστασις· ἐπεὶ ἐκεῖνα δῆλα ἦν καὶ ὡμολογημένα· αὕτη δὲ λάθρα γέγονεν, καὶ τούτοις μόνοις δήλη.
- 2.25
Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν.
- 2.26
Οὐχὶ αὐτὸς αὐτοὺς ἔστησεν· ἀλλὰ τὴν γνώμην αὐτὸς εἰσηγήσατο, δείξας οὐδὲ αὐτὴν αὐτοῦ οὖσαν· ἀλλ’ ἄνωθεν κατὰ προφητείαν, ὥστε ἐξηγητὴς γέγονεν οὐ διδάσκαλος.
- 2.27
Καὶ προσευξάμενοι εἶπον· Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ἐκ τούτων τῶν δύο ἕνα ὃν ἐξελέξω.
- 2.28
Τοῦ Χρυσοστόμου. Σὺ μὴ ἡμεῖς· καὶ καλοῦσιν· ἀπὸ γὰρ τούτου αἱρεῖσθαι ἐχρήν· οὕτως ἐθάρρουν, ὅτι πάντως ἕνα δεῖ γενέσθαι· οὐκ εἶπεν ἐκλέξαι, ἀλλ’ ἀνάδειξον τὸν ἐκλεγέντα· εἰδότες πάντα προωρίσθαι τῷ Θεῷ.
- 2.29
Λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον ’τον ἴδιον.
- 2.30
Τοῦ Aὐτοῦ. Καλῶς λέγουσιν ἐκείνου τὸ ἁμάρτημα, ὅτι μάρτυρα ἀπαιτοῦσιν· οὐχὶ πλεονάζοντες τὸν ἀριθμὸν, ἀλλ’ ἐλαττωθῆναι οὐκ ἐῶντες m.
- 2.31
Καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθ'αν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα Ἀπο- στόλων.
- 2.32
Ἐπειδὴ οὐδέπω πνεῦμα ἦν. οὔπω γὰρ ἑαυτοὺς ἀξίους εἶναι ἡγοῦντο τοῦ διάτινος σημείου μαθῆν n. ἄλλος δὲ εἰ ἔνθα οὔτε εὐχὴ, οὔτε ἀξιόλογοι ἄνδρες, κλῆρος τοσοῦτον ἴσχυσεν διὰ τὸ ἐξ ἀρχῆς γενέσθαι γνώμης ἐπὶ τοῦ Ἰωνᾶ· πολλῷ μᾶλλον ἐνταῦθα ἐπλήρωσε τὸν χορὸν o, ἀπήρτησε τὴν τάξιν ὁ ἀναδεχθείς· ἀλλ’ ὁ ἕτερος οὐκ ἤλγησεν, οὐ γὰρ ἃν ἀπέκρυψαν τὰ οἰκεῖα ἐλαττώματα οἱ Ἀπόστολοι· οιγε περὶ αὐτῶν τῶν κορυφαίων εἰπόντες, ὅτι ἠγανακτησαν ἀλλαχοῦ, καὶ οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Δεῖ τοίνυν τὸν κληρωθέντα τόπον ἔχειν ὃν ἐκληρώθη, καὶ μήτε κατασκευάζειν ἑαυτῷ, οὐ γὰρ ἂν εἴη κλῆρος τοῦτο, μήτε φεύγειν δοθέντα· εἰ γὰρ τὰ τοῦ κλήρου κύρια, πολλῷ μᾶλλον τὰ τοῦ Θεοῦ. Οταν ὁ Θεὸς κληρώσῃ, δεῖ καὶ τὸν ποιοῦντα ἀπροσπαθῶς ποιεῖν· τοῦτο γὰρ κλῆρος, μὴ ὃν βούληται αὐτὸς, ἀλλ’ ὃν ἡ χάρις δίδωσιν. Ἕως μὲν οὖν Πνεύματος ἄμοιροι ἦσαν οἱ Ἀπόστολοι κλήρῳ τὰ πράγματα ἐπέτρεπον· ὕστερον δὲ καὶ τῷ πλήθει καὶ τῇ οἰκείᾳ χάριτι. ὁ κλῆρος πρᾶγμα ἄλυπον, οὐκ ἀφίησιν οὐδὲ ἐκείνους ἀλγεῖν ὡς ἀδικουμένους· ὁ κλῆρος συγγένειαν οὐκ οἶδεν· οὐδὲ φιλίαν οὐδὲ χάριν, οὐδὲ ἀπέχθειαν ἐπειδὴ γὰρ πολλῶν ὄντων πάντας κληροῦσθαι οὐκ ἔνι, εἰκότως ἐκ πολλῶν ὀλίγους ἐπιλεγόμεθα.
- 3.1
Περὶ θείας τοῦ Ἁγίου πνεύματος ἐπιφοιτήσεως ἐν ἡμέρᾳ Πεντηκοστῆς γενομένης εἰς τοὺς πιστεύσαντας.
- 3.2
Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.
- 3.3
Τοῦ Αὐτοῦ. τουτέστι περὶ τῆς Πεντηκοστῆς· περὶ εἰπεῖν· ἔδει γὰρ ἑορτῆς οὔσης πάλιν ταῦτα γίνεσθαι· ἵνα οἱ παρόντες τῷ σταυρῷ τοῦ Χριστοῦ, οὗτοι καὶ ταῦτα ἴδωσιν.
- 3.4
Σευήρου. Χριστὸς ὁ Θεὸς παθὼν τὸ ἑκούσιον πάθος σαρκὶ, ἀναστὰς ἐκ νεκρῶν, συνανέστησεν ἑαυτῷ τοὺς τῇ ἁμαρτίᾳ νενεκρωμένους ἡμᾶς, καὶ τὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων κράτος κατέλυσε. Διὰ τοῦτο μέχρι τῆς Πεντηκοστῆς εἰς γῆν οὐ κλινόμεθα προσευχόμενοι καὶ κατὰ τῶν ἐχθρῶν ἡμῶν ψάλλοντες· αὐτοὶ συνεπο- “δίσθησαν καὶ ἔπεσον· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνορθώθημεν·” ἐν δὲ πυρίναις γλώσσαις τοῦ Πνεύματος θεοπρεπῶς ἐπιφανέντος ἡμῖν, γόνυ κάμπτομεν, τὴν θέαν οὐ φέροντες, καὶ δηλοῦντες ὅτι διὰ τοῦ Πνεύματος τὴν ἐν τριάδι τελείαν προσκύνησιν μεμαθήκαμεν· “Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύ- “ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
- 3.5
Σευηριανοῦ p Γαβάλων. Ἐν τοίνυν ἡμέρᾳ τῆς Πεντηκοστῆς ἐδόθη νόμος, Θεοῦ φανέντος καὶ νομοθετήσαντος, καὶ Μωϋσεως τὰς πλάκας δεξαμένου. Ἔδει οὖν καθ’ ἣν ἡμέραν ἐδόθη ὁ παλαιὸς νόμος, κατ’ αὐτὴν δοθῆναι καὶ τὴν τοῦ Πνεύματος χάριν. ἵνα καὶ ἡ αὐθεντεία τοῦ Πνεύματος δειχθῇ, καὶ Θεοῦ ἐπιφάνεια ἑρμηνευθῇ· καὶ δείχθη ἀδιαίρετος ἡ φύσις τῆς θεικῆς ὑποστάσεως ἐν παλαίᾳ καὶ νέᾳ, καὶ διαφόροις χρόνοις μίαν ἐργαζομένη τὴν συμφωνίαν τῶν θείων λόγων. Ὥσπερ γὰρ ὁ Σωτῆρ’ μέλλων ἐπιτελεῖν τὸ ἅγιον πάθος οὐκ ἠνέσχετο ἄλλῳ καιρῷ ἑαυτὸν ἐκδοῦναι τῷ πάθει, ἀλλὰ καθ’ ὃν καιρὸν ἐθύετο τὸ πρόβατον, ἵνα αὐτῷ τῷ τύπῳ συνάψῃ τὴν ἀλήθειαν· οὕτως καὶ ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις οὐκ ἠνέσχετο ἄλλῳ καιρῷ δοθῆναι, ἣ καθ’ ὃν καιρὸν ἐδόθη νόμος· ἵνα δειχθῇ ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον καὶ τότε ἐνομοθέτησε, καὶ νῦν νομοθετεῖ.
- 3.6
Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας.
- 3.7
Σευήρου ἐπισκόπου ἀπὸ λόγου MH. ἵνα παραστήσῃ σαφῶς, ὡς οὐρανόθεν θεικῶς ἡ τοῦ Πνεύματος κάθοδος γέγονε· πνοῆς δὲ ὥσπερ φερομένης βιαίας, ὅτι τοὺς ὑποδεξομένους τῆς υἱοθεσίας τὴν χάριν βιαστὰς ἤμελλεν ἀποτελεῖν τῆς βασιλείας τῶν οὐρανῶν· ἐπλήρου δὲ τὸν οἶκον ὅλον, ἱν ἡ δωρεὰ δεδομένη δειχθῇ, μὴ μερικῶς τισὶν, ἀλλ’ ὅλῳ τῷ τῆς ἐκκλησίας πληρώματι· γλῶσσαι ὑπῆρχον ὀφθεῖσαι πυρὸς, τοσοῦτον εἶναι δηλοῦσαι τὸ μέσον τῆς παλαιᾶς νομοθεσίας καὶ τῆς καινῆς, ὅσον ἐνάρθρου λόγου διὰ γλώττης ἐκφερομένου καὶ ἀσήμων σαλπίγγων ἠχοῦς. Καὶ ἐκεῖ μὲν ὡς ἐν ἀστραπῇ ἀεὶ τὸ πῦρ αὐτοὺς παρετρεχεν· ἐνταῦθα δὲ αἱ τοῦ πυρὸς γλῶσσαι τοῖς Ἀποστόλοις ἐπεκαθέστησαν, καὶ παραχρῆμα πλήρης ἦσαν τοῦ Πνεύματος, τὰ θεῖα πλημμυροῦντες νάματα· καὶ ἐγκαθημένην ἔχοντες, οὐ παροδεύουσαν τὴν φλόγα τῆς χάριτος καὶ τὰς γλώσσας αὐτῶν πρὸ πᾶν εἶδος διαλέκτου στομώσασας· οὐ σκότῳ καὶ γνόφῳ καλυπτομένην, ἀλλ’ ὥρᾳ τρίτῃ τῆς ἡμέρας ἐκλάμπουσαν· καὶ τοῦτο εἰς ἔνδειξιν τοῦ διὰ τῆς τοῦ Ἁγίου Πνεύματος ἐνδημίας πεφανερῶσθαι λαμπρῶς ὡς ἐν ἡμέρᾳ τὸ τῆς τριάδος μυστήριον.
- 3.8
Ἰσιώρου. Ὃν τρόπον τὰ τοῦ νόμου προοίμια φόβου ἐδεῖτο πρὸς φυλακὴν τῶν ἐντολῶν, ἐπιστρέφοντα τοὺς ἀκούοντας, καὶ ἐκ μέσου τοῦ πυρὸς ὁ Θεὸς ἐχρημάτιζεν, οὕτω καὶ μετὰ τὴν τοῦ δεσπότου καὶ Σωτῆρος ἡμῶν ἀνάστασιν ἐν πυρὶ τὸ Πνεῦμα τὸ Ἅγιον τοῖς Ἀποστόλοις κατήρχετο, βιαίας πνοῆς προηγουμένης, ἵνα εἷς ὁ Θεὸς ἐν ἀμφοτέραις ταῖς διαθήκαις γνωσθῇ· εἰ καὶ πολὺ τῆς δευτέρας τὸ πρὸς τὴν προτέραν διάφορον ἡ μὲν γὰρ τυπικοῖς ἐχρῆτο προστάγμασιν· ἡ δὲ ταῖς ἀληθέσιν ἐλλάμψεσι θαύμασι τε καὶ δόγμασιν.
- 3.9
Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον, οὗ ἦσαν καθήμενοι.
- 3.10
Ιωάννου. Πόλλην τὴν ῥύμην λέγει τοῦ Πνεύματος, καὶ τοὺς παρόντας θεραπεῦσαι, καὶ οὕτως ἀξίους δειχθῆναι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ τούτου φρικωδέστερον, “καὶ ὤφθησαν “αὐτοῖς,” φησὶ, “διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός.”
- 3.11
Τοῦ Αὐτοῦ. Ἡ οἰκία τοῦ κόσμου σύμβολον ἧν.
- 3.12
Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς.
- 3.13
Τοῦ Χρυσοστόμου. “Ὡσεὶ πυρός,” φησι· καλῶς ὡς, ἵνα μηδὲν αἰσθητὸν περὶ τοῦ νεύματος νομίσης· καὶ ὡσεὶ πνοῆς q +K ἄρα ἄνεμος ἦν ὡσεὶ πυρός· ὅτε μὲν γὰρ Ἰωάννῃ τὸ Πνεῦμα ἔδει γνωσθῆναι, ὡς ἐν εἴδει περιστερᾶς ἦλθεν ἐπὶ τὴν κεφαλὴν τοῦ Χρίστου· νῦν δὲ ὅτε πλῆθος ὅλον ἐπιστραφῆναι ἐχρῆν, ὡσεὶ πυρός—Καὶ μετ’ ὀλίγα—ἀνέμνησεν αὐτοῦ καὶ ἑτέρας ὄψεως· ὥσπερ γὰρ ἐφάνη ἐν τῇ βάτῳ.
- 3.14
Τοῦ Αὐτοῦ. Καὶ καλῶς εἶπε “διαμεριζόμεναι·” ἐκ μιᾶς ῥίζης· ἵνα μάθῃς ὅτι ἐνέργειά ἐστιν ἀπὸ τοῦ Παρακλήτου πεμφθεῖσα. ὅρα δὲ καὶ ἐκείνους πρώτους δειχθέντας ἀξίους· καὶ τότε Πνεύματος καταξιωθέντας· οἷον οἷον ὥσπερ δαβὶς, ἅπερ ἐν ταῖς ποίμναις εἰργάζετο, ταῦτα καὶ μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον, ἵνα δειχθῇ αὐτοῦ γυμνὴ ἡ πίστις· καὶ πάλιν τὸν Μωσέα καταφρονοῦντα βασιλείων καὶ πάντα ἀφιέντα, καὶ μετὰ τεσσαράκοντα ἔτη δημαγωγίας ἁπτόμενον· τὸν Σαμουὴλ ἐν τῷ ναῷ· τὸν Ἐλισσαῖον πάντα ἀφιέντα· τὸν Ἰεζεκιὴλ πάλιν ἐκ τῶν μετὰ ταῦτα δῆλον· οὕτω δὴ καὶ οὗτοι πάντα εἴασαν τὰ ἑαυτῶν.
- 3.15
ΣχόΛ. Τοῦτο σημαίνει τὸν εὐκίνητον καὶ διάπυρον λόγον κατὰ τὸ ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου· πᾶς οὖν, ᾧ δέδοται λόγος σοφίας καὶ γνώσεως, τετύχηκε τοῦ προκειμένου χαρίσματος, ὡς εὐχαρίστως εἰπεῖν· “Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ “γνῶναι ἡνίκα δεῖ εἰπεῖν.“
- 3.16
Κυρίλλου. Οἱ μὲν ταῖς γλωσσαῖς ἐλάλουν, καίτοι πρὶν οὐκ αὐτάς· οἱ δὲ συνήσαν διερμηνεύοντες, καίτοι πάλαι τὸ οὖς οὐκ ἐντριβῆ τε καὶ ἐν ἔθει τῶν τοιούτων ἐχόντων τινῶν· δεδόσθαι γε μὴν ὁ θεσπέσιος Παῦλος τοῖς τότε τὴν χάριν διισχυρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς μοῖρα χαρίσματος, ἀλλ’ ὡς ἐν τάξει σημείου τοῖς πιστοῖς· καὶ δὴ καὶ προτρεπτικὸν παρετίθει λόγιον οὕτως ἔχον· “ὅτι “ἐν ἑτερογλώσσοις καὶ ἑτεροχείλεσι λαλήσω τῷ λαῷ n τούτῳ, “καὶ οὐδ’ οὕτως πιστεύσουσιν·” ἔνειμε διαφόρως τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομήν· ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων, οὕτω καὶ ὁ Χριστὸς, ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ ἐκκλησία, διὰ πολλῆς ἁγίων πληθύος εἰς ἑνότητα τὴν νοητὴν, τελειοτάτην ἔχει τὴν σύστασιν. Καὶ μετ’ ὀλίγα—ὅτε τοίνυν ἔμελλον οἱ τῆς ὑφ’ ἡλίῳ μυσταγωγοὶ γλώσσῃ τε ἁπάσῃ καὶ ἔθνει παντὶ προσλαλεῖν τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, σημεῖον ἐδίδου τὰς γλώσσας αὐτοῖς. Ἄνδρες ὄντες Γαλιλαοι καὶ τεθραμμένοι κατὰ τὴν Ἰου δαίαν, Ἑβραῖοι τὲ καὶ ἐξ Ἑβραίων, Μήδοις τὲ καὶ Πάρθοις, καὶ μέντοι καὶ Ἐλαμίταις, καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τὲ καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις· καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῆ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ χάριτι· γέγραπται γὰρ, ὡς ὤφθησαν αὐτοῖς διαμε- ριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς” καὶ τὰ ἑξῆς. ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν· συνίσταν δὲ οὐ πάντες. ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσσαις ἐλάλουν, ἐπίδειξιν ὧσπέρ τινα τὴν διὰ τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμενοι τὸ σημεῖον, ῥάθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν ἁγίων προφητῶν διαλέγεσθαι, καὶ τοῖς εὐαγγελικοῖς συναγορεύειν δόγμασιν· ὡς ἄνωθέν τε καὶ ἐκ πολλοῦ προκεκηρυγμένου· ἀποσεμνυνόμενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου μεταποιεῖσθαι δεῖν ᾤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς ταῖς προυργιαιτάταις.
- 3.17
Γρηγορίου τοῦ θεολόγου. Ἐν γλώσσαις δὲ, διὰ λόγον οἰκείωσιν· πυρίναις δὲ, ζητῶ πότερον διὰ τὴν κάθαρσιν· οἶδε γὰρ ὁ λόγος ἡμῶν καὶ πῦρ καθαρτήριον, ὡς πολλαχόθεν βουλομένοις ὑπάρχει μαθεῖν ἢ o διὰ τὴν οὐσίαν· πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν· μεριζομέναις δὲ, διὰ τὸ τῶν χαρισμάτων διάφορον· καθεζομέναις δὲ, διὰ τὸ βασιλικὸν, καὶ τὴν ἐπὶ τοῖς ἁγίοις ἀνάπαυσιν· ἐπεὶ καὶ Θεοῦ θρόνος τὰ χερουβίμ· ἐν ὑπερῴῳ δὲ, εἰ μή τῳ περιεργότερος εἶναι δοκῶ τοῦ δέοντος, διὰ τὴν ἀνάβασιν τῶν δεξομένων καὶ τὴν χαμόθεν ἔπαρσιν· ἐπεὶ καὶ ὕδασι θείοις ὑπερῷά τινα στεγάζονται, δι’ ὧν ὑμνεῖται Θεός· καὶ Ἰησοῦς αὐτὸς ἐν ὑπερῴῳ τοῦ μυστηρίου κοινωνεῖ τοῖς τὰ ὑψηλότερα τελουμένοις· ἵν ἐκεῖ παραδειχθῇ, ὅτι τὸ μέν τι καταβῆναι δεῖ Θεὸν πρὸς ἡμᾶς, ὃ καὶ πρότερον ἐπὶ Μώσεως οἶδα γινόμενον· τὸ δὲ ἡμᾶς ἀναβῆναι, καὶ οὕτω γενέσθαι κοινωνίαν Θεοῦ πρὸς ἀνθρώπους, τῆς ἀξίας συγκιρναμένης· ἕως δ' ἃν ἑκάτερον ἐπὶ τῆς ἰδίας μένῃ, μὲν περιωπῆς, τὸ δὲ ταπεινώσεως ἄμικτος ἡ ἀγαθότης· καὶ τὸ φιλάνθρωπον ἀκοινώνητον· καὶ χάσμα μέγα ἐν μέσῳ καὶ ἀδιάβατον· οὐ τὸν πλούσιον τοῦ Λαζάρα μόνον καὶ τῶν ὀρεκτῶν Ἀβραὰμ κόλπων διεῖργον, τὴν δὲ γενητὴν φύσιν καὶ ῥέουσαν, τῆς ἀγεννήτου καὶ ἑστηκυίας.
- 3.18
Τίμησον τὴν ἡμέραν τοῦ Πνεύματος· ἐπίσχες μικρὸν τὴν γλῶτταν εἰ δύνατον, περὶ ἄλλων γλωσσῶν ὁ λόγος· ταύτας αἰδέσθητι ἣ φοβήθητι μετὰ πυρὸς ὁρωμένας.
- 3.19
Σεγήρου. Οὐκ εἶπε πυρὸς, ἀλλ’ “ὡσεὶ πυρὸς,” οὐ γὰρ τὸ φαινόμενον· ἀλλὰ πῦρ ἐνομίζετο, ἢ ἐφαίνετο. διατὶ δὲ τὸ πῦρ τοῦ Πνεύματος πρόδρομον εἰς φόβον ἐγεῖρον τοὺς ἀποστόλους o; τὸ πῦρ ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφάνεια· καὶ ἵνα μὴ εἰς ὕβριν ἐκλάβοις τότε τὴν ἁγίαν καὶ προσκυνητὴν φύσιν πυρὸς ὄψει φανεῖσαν, ἑρμηνεύει τὰ νέα τὰ διὰ Μωϋσέως γινόμενα. λέγει Μωϋσῆς “καὶ “ἦν τὸ ἕδος τοῦ Θεοῦ Ἰσρα(??)λ ἐν τῷ ὄρει Σινᾶ ὡς πῦρ καιόμενον.” ὅρα καὶ τὴν λέξιν συμφωνοῦσαν, ἐκείνη ἡ δόξα τοῦ Ἰσραὴλ ὡς πῦρ· οὐκ εἰπεν πῦρ, ἀλλ’ ὡς πῦρ· καὶ ᾧδε ὤφθησαν γλῶσσαι, ὡσεὶ πυρὸς διαμεριζόμεναι πρόσεχε, παρακαλῶ, τὸν τρόπον πῶς ἐγένετο οὐκ ἐφάνησαν εὐθέως γλῶσσαι, ἁλλὰ πῦρ πολύ· εἶτα ὥσπερ κατεμένετο τὸ πῦρ καὶ διεμερίζετο εἰς γλῶσσαν. τίνος μερίζοντος; τίνος μεριζομένου; οὐχ ἡ φύσις τοῦ Πνεύματος ἐμερίζετο, ἀλλ’ ἦν τὸ μερίζον τὸ Πνεῦμα, τὸ δὲ μεριζόμενον ἡ δωρεὰ τοῦ Πνεύματος· τὸ γὰρ Πνεῦμα οὐ διαιρεῖται, ἀλλὰ διαιρεῖ. ὤφθησαν διαμε- "ριζόμεναι ὡσεὶ πυρός· διατὶ γλῶσσαι; ἐπειδὴ κηρύγματος ἦν ἡ σταύρωσις, ἵνα τὸ σχῆμα ἑρμηνεύσῃ τὴν ἐνέργειαν· ὅτι ὑπὲρ ἄλλου τινὸς οὐ δίδοται τὸ Πνεῦμα ἐν εἴδει γλωσσῶν, ἀλλ’ ὑπὲρ τοῦ τὸ κήρυγμα ἀνθῇ οὖν τῆς ἀποστολικῆς διδασκαλίας· καὶ ἃ ἔλιπε τῆ φύσει τῶν ἁλιέων διὰ τὴν ἀπαιδευσίαν, ταῦτα δοθῆναι δι’ αὐτῶν· ἵνα παρ’ αὐτῶν λαλούμενα διαφόροις γλώσσαις, καὶ ὑπερβολὴν δωρεᾶς ἔχοντα, φωτίζῃ τοὺς ἀκούοντας, Ἔδει δὲ καὶ πυρὸς ἔχειν δύναμιν, εἰς τὸ ἀναλῶσαι πᾶσαν τὴν ἐν τῷ κόσμῳ ὑλομανοῦσαν ἁμαρτίαν· καὶ ὥσπερ τὸ πῦρ ἔχει τὴν φωτιστικὴν καὶ καυστικὴν δύναμιν, οὕτως ὁ λόγος τῶν Ἀποστόλων καὶ ἐφώτιζε τοὺς πιστεύοντας καὶ ἀνήλισκε τοὺς ἀντιλέγοντας. τοιαύτην εἶχεν γλῶσσαν πυρὸς Παῦλος· ἦρ κατὰ τὸ αὐτὸ καὶ τὸν ἀνθύπατον ἐφώτισεν καὶ Ἐλύμων τὸν μάγον ἐτύφλωσεν· τῇ αὐτῇ δυνάμει κἀκεῖνον φωτίσας, καὶ τοῦτον τυφλώσας.
- 3.20
Σευήρου Ἀντιοκείασ. Μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἐπ- ἀγγελίαν τῆς ἀψευδοῦς ἐκείνης φωνῆς, ἐν πυρίναις γλώσσαις τοῖς Ἀποστόλοις τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεφοίτησεν· οἳ τοῖς ἁπάντων τῶν ἐθνῶν γλώσσαις λαλοῦντες, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν κηρύττοντες, ἐδήλουν, ὡς ὁ πάλαι τὴν τῶν ἀνθρώπων φωνὴν μίαν οὖσαν εἰς πολλὰς διελὼν, νῦν τὰς ἁπάντων γλώσσας εἰς μίαν νοῆν συνήρμοσεν·
- 3.21
Τοῦ αὐτοῦ ἀπὸ λόγου ΚΕ. Καὶ ’ς ἐπιφοιτᾶ· διὰ μὲν τοῦ πυρὸς δεικνύον, ὡς ταὐτόν ἐστι τὴν οὐσίαν καὶ τὴν δόξαν ἐκείνῳ τῷ ἐν πυρὶ καταβεβηκότι πρὸς τὸ ὄρος Σινᾶ καὶ τὴν βάτον τὴν ἀκατάφλεκτον, καὶ τὸν Μωϋσέα μυσταγωγήσαντι· διὰ δὲ τῶν γλωσσῶν, ὡς q σύγγενές ἐστι καὶ οὐκ ἀλλότριον τῆς τοῦ Υἱοῦ καὶ Λόγου θεότητος· γλῶσσα γὰρ καὶ λόγος πολλὴν ἔχει πρὸς ἄλληλα τὴν ἐγγύτητα, καὶ τὰ τοῦ νοῦ κινήματα διαγγέλλουσιν.
- 3.22
Σκόλιον. Διὰ γλωσσῶν διεμέρισεν ἅπαν τὸ γένος, καὶ διὰ τοῦτο διὰ γλωσσῶν ἐπὶ τοῦ παρόντος πάλιν ἐπισυνήγαγε πάντας ἔπι τὸ αὐτὸ.
- 3.23
Σεγήρου ἐπισκόπου Ἀντιοκείας. Ἵνα τὰς ἀκάνθας καταφλέξωσιν. ἃς ἡ παράβασις τοῦ Ἀδὰμ κατεφύτευσεν.
- 3.24
Διδύμου. Ἀναλαμβανόμενος ἀπὸ τῶν μαθητῶν Ἰησοῦς εἶπεν, μετ’ οὐ πολλὰς ἡμέρας ἐπελεύσεσθαι ἐπ’ αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιον. μετὰ δέκα ἡμέρας τοῦ ταῦτα λεχθῆναι, συμπληρωθείσης τῆς Πεντηκοστῆς ἡμέρας παρέσχεν δαψιλῶς αὐτοῖς τὸ Πνεῦμα· ὡς πληθῆναι αὐτοῦ ἕκαστον τῶν Ἀποστόλων καὶ τῶν ὄντων μετ’ αὐτῶν ἐν τῷ ὑπερῴῳ, ἔνθα ἦσαν κατιόντος τοῦ Πνεύματος· ὤφθησαν γλῶσσαι ὡσεὶ πυρὸς, αἳ καὶ ἐκάθισαν ἐπὶ ἕκαστον αὐτῶν· σημαίνει δὲ ἡ γλῶσσα ἡ πυρίνη τὸν εὐκίνητον καὶ διάπυρον λόγον κατὰ τὸ ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου· πᾶς οὖν ᾧ δίδοται λόγος σοφίας καὶ γνώσεως, τετύχηκε τοῦ προκειμένου χαρίσματος· ὡς εὐχάριστος εἶπεν, “Κύριος δίδωσι μοι γλῶσσαν παιδείας, τοῦ “γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον.
- 3.25
Ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν.
- 3.26
Τοῦ Χρυσοστόμου. τουτέστι παρέμενεν, ἐπαναπαύσατο· τὸ γὰρ καθίσαι τοῦ ἑδραίου ἐπισημαντικὸν καὶ τοῦ μεῖναι· ἄρα ἐπὶ τοὺς δώδεκα ἦλθεν; οὐχί· ἀλλ’ ἐπὶ τοὺς (??) οὐ γὰρ ἃν παρήγαγε τὴν μαρτυρίαν τοῦ προφήτου ὁ Πέτρος λέγων· “καὶ “ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ “Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,” καὶ τὰ ἑξῆς.
Next → — showing 1–100 of 2,399
First Thousand Years of Greek. CTS URN tlg4102.tlg008.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.