Catena In Joannem
- 10.3
Εἶπον γὰρ αὐτῷ, φησὶ, “τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ “ἵνα τυφλὸς γεννηθῇ;“ἔστι δὲ ἐσφαλμένη ἡ ἐρώτησις. πῶς γὰρ ἂν ἥμαρτεν οὗτος πρὶν γεννηθῆναι; πῶς δὲ τῶν γονέων ἁμαρτογν τῶν αὐτὸς ἐκολάσθη; πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν ταύτην; ἀπὸ τοῦ παραλυτικοῦ. Ἐπειδὴ γὰρ θεραπεύων αὐτὸν ἔλεγεν, “ἴδε, “ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.” τοῦτο ἐννοήσαντες οὗτοι, ὅτι ἐκεῖνος δι’ ἁμαρτίας παρελύθη, λέγουσιν, ἔστω, ἐκεῖνος δι’ ἁμαρτήματα παρελύθη, περὶ τούτου τί ἃν εἴποις, αὐτὸς ἥμαρτεν ; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. ἀλλ’ οἱ γονεῖς αὐτοῦ ; ἀλλ’ οὐδὲ τοῦτο· παῖς γὰρ ὑπὲρ πατρὸς οὐ δίδωσι δίκην. Οὐ τοσοῦτον οὖν ἐρωτῶντες τοῦτο ἔλεγον, ὅσον διαποροῦντες. Διὸ αὐτός φησιν, οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ·” οὐχ ἁμαρτημάτων δὲ αὐτοὺς ἀπαλλάττων τοῦτό φησιν. Οὐ γὰρ ἁπλῶς οὔτε οὔτε οὕτος οὔτε γονεῖς αὐτοῦ ἥμαρτον, ἀλλ’ έπήγαγεν, ἵνα τυφλὸς γεννηθῇ. Ἥμαρτον μὲν γὰρ ἴσως οἱ γονεῖς αὐτοῦ, καὶ οὗτος μετὰ ταῦτα, ἀλλ’ οὐκ ἐντεῦθεν ἡ πήρωσις. ταῦτα δὲ ἔλεγεν, οὐ τοῦτο ἐμφαίνων, ὅτι οὗτος μὲν οὐχ οὕτως, ἄλλοι δέ τινες ἐκ τούτων ἐτυφλώθησαν τῶν αὐτῶν, οἷον διὰ τὰς τῶν γονέων ἁμαρτίας, οὐδὲ γὰρ ἔνι ἁμαρτόντας ἑτέρους ἄλλους κολάζεσθαι. Καὶ γὰρ διὰ τοῦ Ἰεζεκιὴλ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν· καὶ ὁ Μώσης δέ φησιν, “οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ “τέκνου.” Εἰ δὲ λέγοι τις, πῶς οὖν εἴρηται “ἀποδιδοὺς πατέρων ἐπὶ τέκνα, ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν;“ἐκεῖνο ἃν εἴποιμεν, ὅτι οὐκ ἔστι καθολικὴ ἡ ἀπόφασις, ἀλλ’ ἔπι τινων εἴρηται, τῶν ἐξ Αἰγύπτου ἐξελθόντων· ἐπεὶ καὶ αὐτοὶ τῶν γονέων γεγόνασι χείρους. Τὸ δὲ “ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ,” περὶ αὐτοῦ λέγει, οὐ περὶ τοῦ Πατρός. Ἐκείνου γὰρ ἡ δόξα ἦν φανερά. Ὅτι γὰρ περὶ αὐτοῦ τοῦτό φησι, δῆλον ἐκ τῆς ἐπαγωγῆς, ἐμὲ γὰρ, φησὶ, δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός “με,” τουτέστι, δεῖ με φανερῶσαι ἐμαυτὸν καὶ ποιῆσαι τὰ δυνάμενά με δεῖξαι τὰ αὐτὰ τῷ Πατρὶ ποιοῦντι, οὐ τοιαῦτα, ἀλλ’ αὐτὰ, ὃ σημεῖόν ἐστι ἀπαραλλαξίας, καὶ ὅπερ οὐδὲ κατὰ μικρὸν διεστηκότων λέγεται.
- 10.4
Τὸ δὲ, ἕως ἡμέρα ἐστὶ, τοῦτο δηλοῖ, ἕως ὁ βίος οὕτος ένέστηκεν, ἔνεστι τοῖς ἀνθρώποις πιστεύειν εἰς ἐμέ.
- 10.5
Τὸ γὰρ ”ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι,” περὶ τοῦ μέλλοντος λέγει καιροῦ· νύκτα δὲ αὐτὸν καλεῖ διὰ τὸ τῶν ἁμαρτημάτων ἀνενέργητον. οὐδεὶς γὰρ τότε ἁμαρτίας ἐργάσασθαι δύναται, ὥσπερ οὐδὲ ἐν τῷ σκότει τῆς νυκτὸς ἔργον.
- 10.6
Τί δήποτε ὁ Παῦλος νύκτα μὲν τὸν παρόντα βίον ἐκάλεσεν, ἡμέραν δὲ ἐκεῖνον· καὶ γὰρ φησὶν ”ἡ νὺξ προέκοψε, ἡ δὲ ἡμέρα “ ἤγγικε;” οὐκ ἐναντιούμενος τῷ Χριστῷ. Νύκτα γὰρ τὸν παρόντα βίον καλεῖ, ἣ διὰ τὸ παραβαλεῖν αὐτὸν τῇ ἡμέρᾳ ἐκείνη, ἣ διὰ τὸ ἐν σκότῳ εἶναι τοὺς ἐν κακίᾳ διατρίβοντας καὶ ἀπιστία.
- 10.7
Φῶς ἑαυτὸν τοῦ κόσμου εἶπεν, ὡς φωτίζοντα τῶν πιστῶν τὰς ψυχὰς, καὶ ὅτι ἤμελλεν ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ. αῦτά,” φησιν, εἰπὼν ὁ Ἰησοῦς, ποῖα ταῦτα;“ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, ὅτι δεῖ με ἐργάζεσθαι τὰ ἔργα τοῦ “ πέμψαντός με.” Οὐ γὰρ ἁπλῶς ἀνέμνησεν ἡμᾶς τῶν εἰρημένων ὁ Εὐαγγελιστὴς, ἀλλὰ δηλῶν ὅτι τὸν λόγον διὰ τῶν ἔργων ἐπιστώσατο.
- 10.8
Ἀμμωνίου Πρεσβυτέρου. “Ἔπτυσε δὲ χαμαὶ καὶ ἐποίησε “πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,” δεῖξαι βουλόμενος διὰ τοῦ πηλοῦ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ πλάσας. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ἐγώ εἰμι ὁ τοῦτο ποιήσας, πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσι. Διὰ δὲ τοῦ ἔργου δεικνύμενος τοῦτο, οὐκ ἔτι λοιπὸν προσίστατο· διὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν, οὐκ ἔπλασε δὲ μόνον, οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο· ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ τὴν ψυχὴν αὐτὸν ἐμφυσῆσαι τῷ ἀδάμ. Ἐκείνης μὲν γὰρ μὴ ἐνεργούσης, ὀφθαλμὸς, κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτέ.
- 10.9
Οὐ κέχρηται δὲ ὕδατι, ἀλλὰ πτύσματι εἰς τὸν πηλὸν, ἐπειδὴ ἔμελλε πέμπειν αὐτὸν εἰς τὸν Σιλωάμ. Ἵν' οὖν μὴ τῇ πηγῇ ἐπιγραφῇ τὸ θαῦμα, ἀλλὰ μάθωμεν ὅτι ἐκ τοῦ στόματος αὐτοῦ ἐξελθοῦσα δύναμις, αὐτὴ καὶ διέπλασε, καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτοῦ, διὰ τοῦτο “ἔπτυσε χαμαὶ, καὶ ἐκ τοῦ πτύσματος ”ἐποίησε πηλόν.
- 10.10
Οὐκ ἀνέβλεψε δὲ εὐθέως, ἀλλ’ ἐκέλευσε νίψασθαι, ἵνα μὴ τῆς πηγῆς εἶναι δόξῃ τὸ κατόρθωμα.
- 10.11
Πέμπει δὲ αὐτὸν εἰς τὸν Σιλωὰμ, πρῶτον μὲν, ἵνα γνῶμεν τοῦ τυφλοῦ τὴν πίστιν· οὐ γὰρ εἶπεν, εἰ ὅλος ὁ πηλός ἐστι, καὶ τὸ πτύσμα τὸ παρέχον μοι τοὺς ὀφθαλμοὺς, τι μοι χρεία τοῦ ΣΙλωὰμ, ἢ τοῦ νίψασθαι ; ἀλλ’ ἐπείσθη τῷ κελεύοντι· ἔπειτα δὲ ἵνα ἐπιστομισθῇ τῶν Ἰουδαίων ἡ ἀγνωμοσύνη, εἰκὸς γὰρ ἦν ἅπαντας ὁρᾷν αὐτὸν ἀπιόντα, τὸν πηλὸν ἔχοντα ἐπὶ τῶν ὀφθαλμῶν· τῷ γὰρ παραδόξῳ πάντας ἃν ἐπέστρεψε πρὸς ἑαυτὸν, τούς τε ἰδόντας αὐτὸν, τούς τε ἀγνοοῦντας. Ἐπειδὴ γὰρ οὐκ ἔστιν εὔκολον τυφλὸν ἀναβλέψαντα γνωρίσαι, πολλοὺς ποιεῖ πρότερον γενέσθαι μάρτυρας διὰ μακρᾶς τῆς ὁδοῦ, καὶ ἀκριβεῖς θεατὰς τῷ παραδόξῳ τῆς θέας, ἵνα μηκέτι ἔχωσιν ἀμφιβάλλειν.
- 10.12
Προστίθησι δὲ ὁ Εὐαγγελιστὴς τοῦ Σιλωὰμ τὴν ἑρμηνείαν, ”ὅ ὁ ἐστιν ἀπεσταλμένον,” δεῖξαι θέλων ὅτι Σιλωὰμ πνευματικὸς ἦν ὁ Χριστός. Καὶ γὰρ τὸ ἀθρόον τῆς τοῦ ὕδατος ἐκείνου παρονσίας, μυστήριον ἀπόρρητον ἐμφαίνει, τὸ ἀπροσδόκητον λέγω δὴ τῆς τοῦ Χριστοῦ ἐπιφανείας, καὶ παρὰ πᾶσαν ἐλπίδα γενόμενον.
- 10.13
Διὰ τι οἱ γείτονες αὐτοῦ καὶ οἱ λοιποὶ ἀμφέβαλλον περὶ αὐτοῦ, τοῦ, ὅτι οὐκ ἔστιν αὐτὸς ὁ προσαιτῶν ; διὰ τὸ παράδοξον τοῦ γενομένου θαύματος ἀπιστοῦντες, καὶ τοι γε τοσούτων οἰκονομηθέντων, ὥστε μὴ ἀπιστῆσαι τινα.
- 10.14
Οὐχ ἁπλῶς δὲ ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς, ὅτι προσαίτης ἦν, ἀλλ’ ἵνα δείξῃ, τὸ ἄφατον τῆς τοῦ χριστοῦ φιλανθρωπίας, ποῦ κατέβαινε, τοὺς προσαιτοῦντας μετὰ πολλῆς τῆς εὐνοίας θεραπεύων. Ἐκεῖνος δὲ μὴ αἰσχυνόμενος τὴν προτέραν πήρωσιν, μηδὲ φοβούμενος τὸν θυμὸν τοῦ δήμου, ἔλεγεν, “ὅτι ἐγώ εἰμι.” τοῦτο δὲ ἐποίει τὸν εὐεργέτην ἀνακηρύττων.
- 10.15
Ἄνθρωπον δὲ αὐτὸν καλεῖ, ἐπειδὴ οὐδὲν μέγα τέως ᾔδει περὶ αὐτοῦ, ὅπερ δὲ ἐγίγνωσκε, μετὰ ἀληθείας εἶπεν. Ὅτι μὲν γὰρ ἐπέχρισε τοὺς ὀφθαλμοὺς αὐτοῦ, διὰ τῆς αἰσθήσεως ἐμάνθανε καὶ τῆς ἁφῆς· ὅτι δὲ πτύσματι τὸν πηλὸν ἐποίησεν, οὐκ οἶδε.. Ὅπερ δὲ καὶ διὰ τῆς ἀκοῆς ἤκουσεν, ἐμαρτύρησε λέγων, ὅτι “εἰπέ μοι, “ὕπαγε, νίψαι, καὶ τὰ ἑξῆς.
- 10.16
Πόθεν δὲ αὐτοῦ ἐπέγνω τὴν φωνήν ; ἀπὸ τῆς πρὸς τοὺς μαθητὰς διαλέξεως, ὅτι περὶ αὐτοῦ ἐκεῖνοι ἐρωτήσαντες, αὐτὸς ἀποκριθεὶς διελέγετο αὐτοῖς, ὡς προγέγραπται. Ἐπειδὴ δὲ θεραπεύων εὐθέως ἀνεχώρει, τοῦτο δὲ διὰ τὸ ἀκόμπαστον ἐποίει· ἐρωτηθεὶς ὁ ποτὲ τυφλὸς περὶ αὐτοῦ, ποῦ ἔστι, καὶ ἐνταῦθα ἀληθεύων εἰπεν, οὐκ ὄιδα. Ἀγουσι δὲ αὐτὸν πρὸς τοὺς ἀρχιερεῖς διὰ τὸ σφοδροτέρως αὐτὸν ἐρωτηθῆναι.
- 10.17
Ἐπισημαίνεται δὲ ὁ Εὐαγγελιστὴς ὅτι σάββατον ἢν, ἵνα τὴν πονηρὰν αὐτῶν γνώμην ἐνδείξηται, ὡς παράβασιν τοῦ νόμου γνωρίζονται τὴν εἰς τὸν τυφλὸν γενομένην θεραπείαν.
- 10.18
τίνος ἕνεκεν ἐρωτῶντες τὸν ποτὲ τυφλὸν οὐκ εἶπον, πῶς ἀνέβλεψας; ἀλλὰ πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς ; διδόντες αὐτῷ πρόφασιν τοῦ λαβεῖν αὐτὸν ἐπὶ τῇ ἐργασίᾳ· αὐτὸς δὲ ὡς προακηκοότας συντομώτερον φθέγγεται. Οὔτε γὰρ τὸ ὄνομα αὐτοῦ εἶπεν, οὔτε ἃ πρὸς αὐτὸν ἐλάλησεν, ἀλλ’ ὅτι “πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ ἐνιψάμην, καὶ βλέπω.” Ἐν τῷ ἐπισημήνασθαι δὲ τὸν Εὐαγγελιστὴν, ὅτι ἔλεγεν ἐκ τῶν Φαρισαίων τινὲς, δείκνυσιν ὅτι οὐ τοῦτο λέγουσι πάντες, ἀλλὰ τινὲς, δηλονότι οἱ ἰταμώτεροι, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ Θεοῦ,” καὶ τὰ ἐξῆς.
- 10.19
Ἄλλοι γάρ’ φησὶν, ἔλεγον, πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν ;“Ὅθεν φανερόν ἐστιν, ὅτι ἀπὸ τῶν σημείων ἀνήγοντο, ἀλλὰ περίβλεπτοι ὄντες οἱ ἄρχοντες δυσκολώτερον παρὰ τὸν πολὺν λαὸν ἐπαρρησιάζοντο· τοὺς μὲν γὰρ φιλαρχία κατεῖχε, τοὺς δὲ δειλία καὶ απαρχία, διὸ καὶ ἔλεγεν ὁ Χριστὸς, πῶς δύ- νασθε πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες.”
- 10.20
Σχίσμα δὲ ἦν,” φησὶν, “ἐν αὐτοῖς·” τοῦτο τὸ σχίσμα πρῶτον μὲν ἤρξατο ἐν τῷ λαῷ, εἶτα ὕστερον καὶ ἐν τοῖς ἄρχουσιν. Ἄλλ εἰ καὶ ἐσχίσθησαν, οὐδὲν ἐπεδείξαντο γενναῖον, ὡς εἴγε τέλεον ἀπεσχίσθησαν, ταχέως ἃν τὴν ἀλήθειαν ἐπέγνωσαν· ἔστι γὰρ σχισθῆναι καλῶς. Διὸ καὶ αὐτὸς ἔλεγεν, ”οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν.”
- 10.21
τίνες εἰσὶν οἱ εἰπόντες τῷ τυφλῷ,” σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς ” οἱ σχισθέντες ἀπὸ τῶν εἰπόντων ὅτι οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ μᾶλλον εἰρηκότες ὅτι ἄνθρωπος ἁμαρτωλὸς οὐ δύναται σημεῖα τοιαῦτα ποιεῖν. Καὶ γὰρ τὸ τῆς ἀπολογίας νῦν ἀντὶ τῆς κατηγορίας τίθησι μὴ εἰπόντες, ὅτι τὸ σάββατον παρέγγισεν, ἀλλ’ ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς. τοῦτο δὲ εἶπον, βουλόμενοι ἐπιστομίσαι τέως ἐκείνους δι’ αὐτοῦ. Ἵνα γὰρ μὴ δοκῶσιν αὐτοὶ συνηγορεῖν τὸν λαβόντα τῆς δυνάμεως αὐτοῦ πεῖραν, εἰς μέσον ἄγουσι, καὶ ἐρωτῶσι. Διὸ καὶ αὐτὸς εὐγνωμόνως ἀποκριθεὶς ὅτι ὅτι προφήτης ἐστί.
- 10.22
Ἀμμωνίου Πρεσβυτέρου. Ἐξ ἄκρας ἀσεβείας προετίμων τῆς θείας αὐτοῦ δυνάμεως, καὶ βλασφημοῦντες ἔλεγον, ὅτι οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ. Χριστὸς μὲν ἐν σαββάτῳ ἑνὶ δακτύλῳ χρίσας τὸν πηλὸν ἐγκαλεῖται, αὐτοὶ δὲ ὅλῃ χειρὶ λούοντες τὰ ζῷα καὶ ἀπάγοντες πρὸς ποτισμὸν, καὶ τὰ εἰς βόθρον ἐμπεσόντα πρόβατα ἀνασπῶντες, οὐ διαβάλλονται.
- 10.23
Απολιναρίου. τοσοῦτον ἰσχύει δόγμα προκατεσχηκὸς ἡ πρός τι διάθεσις εἰς τὸ παρελέσθαι τὴν ὀρθὴν ἐπὶ τοῖς πράγμασι δίκην, καὶ σκοτῶσαι τὸν λογισμόν. Καὶ ὅτι μὲν ἐν σαββάτῳ τὸν τυφλὸν βλέπειν ἐποίησεν, οὐ λογίζονται, ὅτι δὲ πηλὸν ἐποίησε κρίνουσιν, ἐπίτηδες τοῦ Κυρίου κατὰ ταύτην τὴν ἡμέραν ἐργαζομένον τὰ ἑαυτοῦ ἔργα πολλάκις, ἵνα τῆς ὑπὸ τὰ στοιχεῖα δουλείας, ὡς ὁ Ἀπόστολός φησιν, ἐλευθερώσει τοὺς ἀνθρώπους.
- 10.24
Ἐκεῖνοι δὲ βουλόμενοι τρόποις διαφόροις τὸ θαῦμα συσκιάσαι καὶ ἀνελεῖν, διὰ τοῦτο ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ. Ἐπειδὴ γὰρ τὸν ἰασθέντα καταπλήξασθαι οὐκ ἴσχυσαν, ἀλλ’ ἑώρων μετὰ πάσης ἀληθείας τὸν εὐεργέτην κηρύττοντα, ἀπὸ τῶν γονέων προσεδόκησαν τιτρώσκειν τὸ θαῦμα.
- 10.25
Ἔστησαν δὲ αὐτοὺς εἰς τὸ μέσον, ὅπως εἰς ἀγωνίαν αὐτοὺς ἐμβάλωσιν, ὅθεν καὶ μετὰ πολλῆς τῆς σφοδρότητος καὶ τοῦ θυμοῦ προσάγουσι τὴν πεῦσιν, καὶ ταύτην δὲ μετὰ κακουργίας. Οὐ γὰρ εἰπον, οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὁ ποτὲ τυφλὸς, ἀλλὰ, ὃν ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη,” μονονουχὶ λέγοντες, ὃν ὑμεῖς ἐποιήσατε τυφλὸν, καὶ δεδώκατε πανταχοῦ τὸν λόγον. πρὸς οὓς εὔκαιρον εἰπεῖν, ὦτ’ μιαροὶ καὶ παμμίαροι, καὶ τίς ἃν ἕλοιτο πατὴρ τοιαῦτα καταψεύδεσθαι παιδός;
- 10.26
Δύο δὲ τούτοις εἰς ἄρνησιν αὐτοὺς ἐπάγειν ἐπιχειροῦσι, τό τε εἰπεῖν, ὃν ὑμεῖς λέγετε,” καὶ τὸ εἰπεῖν, πῶς οὖν ἄρτι “βλέπει;”
- 10.27
τριῶν ἐρωτήσεων πρὸς τοὺς γονεῖς τοῦ ποτὲ τυφλοῦ γενομένων, εἰ υἱὸς αὐτῶν ἦν, εἰ τυφλὸς ἦν, καὶ πῶς ἀνέβλεψε, τὰς δύο μόνας ὁμολογοῦσι, τὴν δὲ τρίτην οὐ προστιθέασι, καὶ τοῦτο δὲ ὑπὲρ τῆς ἀληθείας γέγονεν, ὥστε μηδένα ἄλλον, ἀλλὰ τὸν τεθαραπευμένον, τὸν καὶ ἀξιόπιστον ὄντα ταῦτα ὁμολογῆσαι, καθὼς καὶ οἱ γονεῖς αὐτοῦ φασιν, αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ αὐτοῦ “λαλήσει.” οὐδὲ γάρ ἐστιν, φησὶν, παιδίον, οὐδὲ ἀτελὴς, ἀλλ’ ἱκανός ἐστιν ἑαυτῷ μαρτυρῆσαι. Λέγει δὲ καὶ τὴν αἰτίαν ὁ Εὐαγγελιστὴς, δι’ ἣν ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφο- βοῦντο,” φησὶ, καὶ τὰ ἑξῆς.
- 10.28
Απολιναρίου. Οὐχ εὑρόντες ἣν ἐβούλοντο ἄρνησιν παρὰ τοῦ τεθεραπευμένου, παρὰ τῶν γονέων ταύτην ζητοῦσιν, ἐλπίζουσί τε αὐτοὺς θορυβηθέντας συνεργοὺς ἔσεσθαι αὐτοῖς ἀρνησαμένους, ὅτι ὁ γεγενημένος τυφλὸς οὐχ οὗτός ἐστιν ὁ νυνὶ βλέπων. Φησὶ δὲ αὐτοὺς ὁ Εὐαγγελιστὴς μηδὲ πιστεύειν. Οὐ γὰρ εἰσοικίζεται πίστις εἰς ἐριστικὴν ψυχὴν, καὶ εἰς Θεοῦ δύναμιν παραταττο- μένην.
- 10.29
Ἐφώνησαν οὖν αὐτὸν ἐκ δευτέρου,” καὶ τὰ ἑξῆς, τοῦτο ἔστιν, ὡμολόγησον ὅτι οὗτος οὐδὲν εἰργάσατο. ὅτι δὲ λέγουσιν, ὅτι ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἔστι,” πῶς οὐκ ἤλεγξαν αὐτὸν, ὅτε ἔλεγε, “τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;“ὅπερ δὲ εἶπεν ὁ ποτὲ τυφλὸς, εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶ’ δᾶ, τοῦτο δηλοῖ, ὅτι οὐδὲν φησὶν, ὑπὲρ τούτου νῦν ἀποφαίνομαι· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι ἁμαρτωλὸς ὣν, οὐκ ἂν τοιαῦτα σημεῖα ἐποίησεν. Ἐπεὶ οὖν ἐκεῖνοι συγκαλύψαι τὸ γεγονὸς θαῦμα οὐκ ἴσχυσαν, πάλιν τὸν τρόπον τῆς θεραπείας περιεργάζονται λέγοντες, “τί ἐποίησέ σοι ; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;“διὸ καὶ αὐτὸς οὐκ ἔτι λοιπὸν ὑφειμένως διαλέγεται, ἀλλ’ ἐπεμβαίνει αὐτὸς καί φησιν, εἶπον οὖν ὑμῖν ἅπαξ, καὶ οὐκ “ἠκούσατε, τί πάλιν θέλετε ἀκούειν ;“ἰδοὺ πῶς ἡ ἀλήθεια δίδωσι παρρησιάζεσθαι ἀνδρὶ ἐπαίτῃ πρὸς γραμματεῖς καὶ Φαρισαίους τοὺς τὸ ψεῦδος προτιμῶντας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν, ἐπειδὴ οὐ προσέχετε τοῖς λεγομένοις, οὐκέτι ἐρῶ, οὐδὲ ἀποκρινοῦμαι συνεχῶς ὑμῖν ἐνοχλοῦσιν εἰκῇ, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν βουλομένοις ἀκοῦσαι, ἀλλ’ ὑπὲρ τοῦ τοῖς λεγομένοις ἐπιθέσθαι. ὅθεν καὶ σφοδροτέρως καθάψασθαι αὐτοῖς βουλόμενος, ὅπερ ᾔδει πλήττων αὐτοὺς, τοῦτό φησι, “μὴ καὶ ὑμεῖς θέλετε “αὐτοῦ γενέσθαι;“κωμῳδῶν ἠρέμα καὶ διαπαίζων αὐτοὺς, ὅπερ ἦν ψυχῆς πεπαρρησιασμένης, καὶ ὑπερορώσης αὐτῶν τῆς μανίας. Τὸ δὲ εἰπεῖν, “μὴ καὶ ὑμεῖς,” δεικνύντος ἐστὶν ἑαυτὸν μαθητὴν ὄντα αὐτοῦ. ἐκεῖνοι δὲ λοιδοροῦντες αὐτὸν εἶπον, “σὺ μαθητὴς εἰ “ἐκείνου, ἡμεῖς δὲ τοῦ Μώσεως ἐσμὲν μαθηταί.” Φαίνονται δὲ καὶ ἐν τούτῳ ψευδόμενοι. Εἰ γὰρ ὑπῆρχον τοῦ Μώσεως, καὶ τοῦ Χριστοῦ ἃν ἐγένοντο, καθὼς αὐτὸς ἔλεγεν αὐτοῖς, “εἰ ἐπι- “στεύετε Μώσῃ, ἐπιστεύετε ἃν ἐμοί. Οὐκ εἶπαν δὲ ὅτι ἡμεῖς ἠκούσαμεν, ἀλλ’ ὅτι “ ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσῇ λελάληκεν “Θεὸς,” καὶ τὰ ἑξῆς, τῶν προγόνων πάντως ἀπαγγειλάντων· καὶ μὴν ἀξιοπιστότερος ἦν, ὁ διὰ τῶν σημείων ἑαυτὸν πιστούμενος, ὅτι τε ἀπὸ Θεοῦ ἥκει, καὶ ὅτι τὰ ἄνω φθέγγεται. Διὸ καὶ ἁρμοδίως ἀνταποκρίνεται αὐτοῖς ὁ ποτὲ τυφλὸς, λέγων, “ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ,” καὶ τὰ ἑξῆς, μονονουχὶ λέγων, ὅτι ἄνθρωπος οὐ τῶν ἐπισήμων πη ὑμῖν ὣν, οὐδὲ τῶν δεδοξασμένων τοιαῦτα δύναται, ὡς εἶναι δῆλον πάντοθεν, ὅτι Θεός ἐστιν, οὐδὲ μιᾶς ἀνθρωπίνης βοηθείας δεόμενος· καὶ ἐπειδὴ προλαβόντες εἶπόν τινες ἐξ αὐτῶν, “πῶς δύναται ἄν- “θρωπος ἁμαρτωλὸς σημεῖα τοιαῦτα ποιεῖν ;“λοιπὸν καὶ τὴν ἐκείνων παραλαμβάνει κρίσιν, τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκων ῥημάτων. Φησὶ γὰρ, οἴ δάμεν ὅτι ἁμαρτωλὸν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ’ εἰδὼς ὅτι οὐκ ἔστιν ἁμαρτωλὸς, οὐ μόνον τῶν ἁμαρτημάτων αὐτὸν ἀπήλλαξεν, ἀλλὰ καὶ σφόδρα ἀρέσκοντα τῷ Θεῷ δείκνυσι, καὶ τὰ ἐκείνου πάντα πράττοντα ἐν τῷ εἰπεῖν, “ἀλλ᾿ ἐάν τις “θεοσεβὴς ἦ, καὶ τὸ θέλημα αὐτοῦ ποιεῖ.” Διὰ τί πάλιν τοῦ σημείου μέμνηται λέγων, “ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ “τις ὀφθαλμοὺς τυφλοῦ γεγενημένου ;“ἀπὸ πολλῆς εὐγνωμοσύνης τε καὶ συνέσεως· καὶ ἐπειδὴ ἐγίγνωσκεν αὐτοὺς συσκιάσαι τοῦτο βουλομένους, αὐτὸς μᾶλλον τὴν εὐεργεσίαν ἀνεκήρυττεν.
- 10.30
“Εἰ μὴ γὰρ ἦν,” φησὶν, “οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο “ποιεῖν οὐδέν.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ ὡμολόγηται, φησὶν, ὅτι ἁμαρτωλῶν οὐκ ἀκούει ὁ Θεὸς, οὗτος δὲ θαῦμα ἐποίησε, καὶ θαῦμα τοιοῦτον, οἷον ἄνθρωπος οὐδέποτε ἐποίησε, εὔδηλον ὅτι μείζων ἐστὶ ἣ κατὰ ἄνθρωπον.
- 10.31
Ἕως μὲν οὖν προσεδόκων αὐτὸν ἀρνεῖσθαι, ἀξιόπιστον ἐνόμιζον εἶναι. Οὐ γὰρ αὐτὸν καὶ ἅπαξ καὶ δεύτερον ἐκάλεσαν, εἰ ῥῆ, τοῦτο ἦν. Ἐπειδὴ δὲ τὴν ἀλήθειαν ἐφθέγξατο, οὐδὲν αἰδεσθεὶς, τότε αὐτὸν καταδικάζουσιν, ὅτε μάλιστα ἐχρῆν θαυμάσαι, λέγοντες, ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλως, καὶ σὺ διδάσκεις ἡμᾶς ;“τοῦτο δὲ εἶπον, τὴν τύφλωσιν αὐτοῦ ὀνειδίζοντες ἀφειδῶς, ὡσανεὶ ἔλεγον, ἐκ πρώτης ἡλικίας ἐν ἁμαρτίαις εἶ σὺ, παραδηλοῦντες ὅτι διὰ τοῦτο γέγονε τυφλὸς, ὅπερ λόγον οὐκ εἶχε. Διὸ καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ, ὡς κήρυκα τῆς ἀληθείας γενόμενον. Ὅθεν ὁ Εὐαγγελιστὴς ἐμφαίνει, ὅτι ἐπὶ τούτῳ ἦλθεν ὁ Ἰησοῦς, ὥστε αὐτῷ συντυχεῖν· καὶ καθάπερ τις ἀγωνοθέτης ἀθλητὴν καμόντα πολλὰ καὶ στεφανωθέντα δέχεται αὐτὸν, καί φησι, “σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ; Τἰνὸς δὲ τοσαύτην ἀντίρρησιν τὴν πρὸς Ἰουδαίους μετὰ τοσαῦτα ῥήματα ἐρωτᾷ εἰ πιστεύει ; οὐκ ἀγνοῶν, ἀλλὰ βουλόμενος ἑαυτὸν αὐτῷ γνωρίσαι, καὶ δεικνὺς ὅτι πολλοῦ τιμᾶται τὴν αὐτοῦ πίστιν· καὶ ἐπειδὴ οὐδέπω αὐτὸν ᾔδει αὐτὸν, τυφλὸς ὤν καὶ μετὰ τὴν ἴασιν δὲ ὑπὸ τῶν κυνῶν ἐκείνων περιελκόμενος, πρὸς τὸν εὐεργέτην ἐλθεῖν οὐκ ἠδυνήθη. Διὰ τοῦτό φησιν ἐκεῖνος, καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω αὐτῶ;
- 10.32
Τὸ δὲ “τίς ἐστι,” ποθούσης καὶ σφόδρα ἐπιζητούσης ψυχῆς τυγχάνει. Διὸ καὶ αὐτὸς μέσως πὼς καὶ ὑπεσταλμένως· οὐ γὰρ εἶπεν, ἐγώ εἰμι, ἀλλὰ καὶ ἑώρακας αὐτὸν,” φησὶ, καὶ ὁ “λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.” Ὅθεν καὶ ἐκεῖνος οὐ ῥήματι ἔφη, ὅτι πιστεύω, Κύριε,” ἀλλὰ καὶ προσεκύνησεν αὐτῷ, προσθεὶς καὶ τὸ ἔργον· διὰ τούτου τὴν πολλὴν εὐγνωμοσύνην δεικνὺς, ὅπερ ὀλίγοι τῶν τεθεραπευμένων ἐποίησαν, οἷον οἱ λεπροἲ, καὶ εἴ τις ἄλλος, ἐν τούτῳ τὴν θείαν αὐτοῦ κηρύττοντες δύναμιν. Ἀμμωνίου. Ἄφρονες οἱ Ἰουδαῖοι τὸν μὲν Θεὸν παρακελευόμενοι διὰ τὸ θαῦμα, τὸν δὲ τὸ τοῦ Θεοῦ ἔργον ποιή- σαντα κατακρίναντες·
- 10.33
Κυρίλλου. Δύο, φησὶν, ἔχω σημεῖα, καὶ μάλα σαφῆ, τοῦ αὐτὸν εἶναι τὸν Χριστὸν, οὔτε γὰρ οἴδατε πόθεν ἐστὶν, ἀλλὰ καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. Αὐτὸς οὖν ἄρα οὗτος σαφῶς ὁ διὰ νόμου προβοώμενος, καὶ διὰ φωνῆς προφητῶν μαρτυρούμενος.
- 10.34
Ὠριγένους. Ωριγένουσ. Οὐκ ἃν τηλικοῦτον δόγμα εἰ ἦν ἀληθὲς, ἀκούεσθαι τὸν ἁμαρτωλὸν ὑπὸ τοῦ Θεοῦ, σεσιώπητο, ἀλλ’ εἴρητο ἃν ὑπό τινος ἀξίου πιστεύεσθαι, φέρε εἰπεῖν ἤτοι τοῦ θεραπεύνοντος, ἣ τινὸς τῶν προφητῶν. πῶς δὲ, εἰ ἁμαρτωλῶν οὐκ ἤκουεν ὁ Θεὸς, ἐδιδάσκοντο οἱ ἁμαρτωλοὶ λέγειν, ἄφες ἡμῖν τὰ παρα- “πτώματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν ;” τινων οὖν ἀκούει ὁ Θεός ; τῶν νευόντων ἐπὶ μετάνοιαν, εἰ καὶ μή πω ἐπαύσαντο τοῦ εἶναι ἁμαρτωλοί. εἰ μὴ ἤκουσεν ὁ Θεὸς ἁμαρτωλῶν, οὐκ ἃν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ὁ Σωτῆρ’ ἡμῶν ἤσθιεν καὶ ἔπινεν, ἀλλὰ μὴ ἀπακουομένων τῶν διὰ τὸ κακῶς ἔχειν χρῃζόντων ἰατρῶν, οὐκ ἐθεράπευεν αὐτούς. Διόπερ ὡς ἃν οὔσης τῆς εὐχῆς τῶν ἡμαρτημένων μὲν, οὐ πάντως δὲ ἀπιστούντων ἔτι λέγεται τὸ ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται ;"
- 10.35
Αμμωνίου. Οὐχ ὡς προσωπολήπτης ὁ Θεὸς, μὴ γένοιτο, ὡς δίκαιος, καὶ δικαίων ἐραστὴς διὰ τῶν ἁγίων ἐνεργεῖ τὰ παρά. ’δοξα, οὐ μὴν διὰ τῶν ἁμαρτανόντων. Διδάσκει ὅτι ὁ πιστεύων εἰς αὐτὸν τὸν Ἰησοῦν, οὐχ ὡς εἰς ἄνθρωπον ἕνα τῶν κἀς ἡμᾶς πιστεύει, ἀλλ’ ὡς εἰς Θεὸν ἐνανθρωπήσαντα. Πλῆρες γὰρ οὕτω τὸ ἐπὶ Χριστῷ μυστήριον.
- 10.36
Κυρίλλου. Προνοητικώτατα ὁ Κύριος, τίς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ διερωτώμενος, οὐκ εἶπεν, ἦ γὰρ δή τινας ὡς εἰκὸς ἀσυνέτως ὑπολαβεῖν ὅτι μόνος ὁ Λόγος ὁ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς, διὰ τούτου κατεσημαίνετο, αὐτὸ δὲ τὸ δοκοῦν ἀμφιβάλλεσθαι παρά τισιν ἑαυτὸν ἐπιδείξας, διὰ τοῦ εἰπεῖν, “καὶ ἑώρακας αὐτὸν,” καὶ τὸν ἐνοικοῦντα τῇ σαρκὶ καὶ παραδεικνύει Λόγον, διὰ τοῦ πάλιν ἐπενεγκεῖν “καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.” Ὁρᾷς οὖν ὅσην ὁ Λόγος ἔχει τὴν ἕνωσιν. Οὐ γὰρ τέθεικε διαφορὰν, ἀλλ’ ἑαυτὸν εἰναί φησι, καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποπίπτοντα, καὶ τὸν ἐκ τῆς Γαλιλαίας γινωσκόμενον. ἀπαίδευτον οὖν ἄρα καὶ δυσσεβὲς κομιδῇ τὸ λέγειν ἀπερισκέπτως τινὰς, ὁ ἄνθρωπος τοῦ Χριστοῦ. Θεὸς γὰρ ὣν γέγονεν ἄνθρωπος, ἀδιαίρετον ὅσον εἰς τὸ εἶναι Θεὸς καὶ Υἱὸς, καὶ μετὰ σαρκός· τελειοτάτη γὰρ ἐν τούτοις ἡ τῆς εἰς αὐτὸν πίστεως ὁμολογία καὶ γνῶσις. ὅθεν αὐτῷ παραχρῆμα καὶ ὡς Θεῷ προσεκύνησεν ὁ πάλαι τυφλός.
- 10.37
Τὸ δὲ ”είς κρίμα ἐγὼ ἠλθον εἰς τὸν κόσμον, εἰς μείζονα κόλασιν σημαίνει. Δύο δὲ ἐνταῦθα ἀναβλέπεις, λέγει, καὶ δύο τυφλότητας, τήν τε αἰσθητὴν, τήν τε νοητήν· ὅθεν πρὸς τὰ αἰσθητὰ μόνα κεχηνότες οἱ Φαρισαῖοι, λέγουσιν αὐτῷ, “μὴ καὶ ἡμεῖς “τυφλοί ἐσμεν ;“ταύτην καὶ μόνην ἐπαισχυνόμενοι τὴν αἰσθητὴν πήρωσιν, αὐτὸς δὲ δεῖξαι αὐτοῖς βουλόμενος ὅτι βέλτιον τυφλοὺς εἶναι ἣ βλέποντας ἀπιστεῖν, φησὶν, εἰ τυφλοὶ ἦτε, οὐκ ἃν εἴχετε ἁμαρτίαν,” περικόπτων καὶ ἐνταῦθα τὰ ἀνθρώπινα φρονήματα, καὶ εἰς ἔννοιαν ἄγων μεγάλην καὶ θαυμαστήν. Ὅτι γὰρ λέγετε, φησὶν, ὅτι βλέπετε, αἱ ἁμαρτίαι ὑμῶν μένουσι, διότι οὐ βλέπετε τοῖς νοητοῖς ὀφθαλμοῖς πρὸς τὸ πιστεῦσαί μοι.
- 10.38
Θεοδώρου Μομψουεστίασ. Ὥσπερ ἀνωτέρω τοῦ ἐλευθερίας αὐτοῖς διαλεγομένου, τοῖς ἀπὸ τῶν ἁμαρτημάτων, ἐκεῖνοί φασι, σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμέν ποτε,” περὶ σωματικῆς διαλεγόμενοι δουλείας, οὕτω κἀνταῦθα πήρωσιν αὐτοῖς τοῦ Κυρίου κατὰ τὴν ψυχὴν ὀνειδίζοντος, ἐκεῖνοι περὶ τῶν τοῦ σώματος ὀφθαλμῶν, ὡς βλεπόντων διελέγοντο. διόπερ ὁ Κύριος ἀπὸ τούτου τὴν ἁμαρτίαν αὐτοῖς ἐπιτείνας, ἐφ’ ὅπερ ἐκεῖνοι καυχᾶσθαι ἐδόκουν. Τί γὰρ, φησὶ, φατὲ, ὅτι βλέπετε; κρεῖττον ἦν ὑμᾶς πηροὺς εἶναι τὰς ὄψεις, ἐγένετο γὰρ ἄν τις ὑμῶν ἐντεῦθεν συγγνώμη ἀπιστοῦσι· νυνὶ δὲ ἐπειδήπερ ὁρᾷν δοκεῖτε, καὶ αὐταῖς ὄψεσι τὸν ποτὲ τυφλὸν νῦν βλέποντα θεασάμενοι, ἀπιστεῖτε τοῖς γείτοσιν, οὐδεμίαν ἔχειν ἀπολογίαν δυνάμενοι, ὡμολογημένην δέχεσθε τῆς ἀπιστίας τὴν κατάκρισιν.
- 10.39
Θεοδώρου Ἡρακδείασ. Εἰ τυφλοὶ ἦτε, ὄψεις, οὐκ ἂν εἴχετε ἁμαρτίαν· οὐδεὶς γὰρ ἑκὼν ὑπομένει πάθος. Ἐπειδὴ δὲ νομίζοντες σωματικῶς ὁρᾷν, τυφλοὺς διὰ τῆς ἀπιστίας αὐτοὺς ἀπειργάσασθε, διὰ τοῦτο ἡ ἁμαρτία ὑμῶν ἀνεξάλειπτος μένει.
- 10.40
Τί σημαίνων ἔλεγε, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας, κλέ- “πτης ἐστὶ,” καὶ τὰ ἑξῆς ; τοὺς πρὸ αὐτοῦ πλάνους καὶ τοὺς μετ’ αὐτὸν αἰνιττόμενος, τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρίστους, τόν τε Θευδᾶν καὶ τὸν Ἰούδαν, καὶ εἴ τινες ἕτεροι γεγόνασι τοιοῦτοι. Θύραν δὲ τὰς γραφὰς ἐκάλεσεν· αὗται γὰρ ἡμᾶς προσάγουσι τῷ Θεῷ, καὶ τὴν θεογνωσίαν ἀνοίγουσιν, αὗται πρόβατα ποιοῦσιν b, αὗται φυλάττουσι, καὶ οὐκ ἀφιᾶσι τοὺς λύκους εἰσελθεῖν. Καθάπερ γάρ τις θύρα ἀσφαλὴς οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον, ἐν ἀσφαλείᾳ ποιοῦσα ἡμᾶς, καὶ οὐκ ἐῶσα πλανᾶσθαι. Διὰ ταύτης καὶ τοὺς οὐ ποιμένας γινώσκομεν. Ὁ γὰρ μὴ ταῖς γραφαῖς χρώμενος, ἀλλὰ ἀναβαίνων ἄλλοθεν, οὗτος κλέπτης ἐστί. Διὰ τούτου δὲ καὶ τοὺς γραμματεῖς ἠνίξατο, ὅτι ἐδίδασκον ἐντάλματα διδασκαλίας ἀνθρώπων, καὶ τὸν νόμον παρέβαινον. Καλῶς δὲ εἶπεν, ἀναβαίνων,” ὅπερ ἐστὶ κλέπτου, θριγχὸν ὑπερπηδῆσαι βουλομένου. Ἐπιμένων δὲ τῇ μεταφορᾷ, ὥστε ἐμφαντικώτερον ποιῆσαι τὸν λόγον φησὶν, ὁ δὲ εἰσερχό- “ μένος διὰ τῆς θύρας, οὗτός ἐστιν ὁ ποιμὴν τῶν προβάτων,” καὶ τὰ ἑξῆς. Οὐδὲν δὲ κωλύει θυρωρὸν ἐνταῦθα νοεῖν Μωϋσέα. Ἐκεῖνος γὰρ τὰ λήια τοῦ Θεοῦ ὁ ἐμπιστευθεὶς ἦν. Εἰ δὲ προιδὼν θύραν ἑαυτὸν ὁ Χριστὸς εἶναι λέγοι, οὐ χρὴ θορυβεῖσθαι, καἲ γὰρ καὶ ποιμένα ἑαυτὸν λέγει καὶ πρόβατον, καὶ διαφόρως τὰς οἰκονομιας ἀνακηρύττει τὰς ἑαυτοῦ.
- 10.41
τίνος ἕνεκεν ἐπὶ τῶν προβάτων τούτων ὄπισθεν αὐτῷ ἀκολουθούντων τῶν ποιμένων ἐπὶ τῶν νοητῶν φησιν ἔμπροσθεν αὐτῶν πορεύεσθαι τὸν ποιμένα ; δεῖξαι θέλων ὅτι πάντας ὁδηγῶν πρὸς τὴν ἀλήθειαν ἀπεναντίας ἐκείνοις ποιεῖ· ὥσπερ οὖν καὶ ὅτε τὰ πρόβατα ἔπεμπεν, οὐκ ἔξω τῶν λύκων, ἀλλ’ ἐν μέσῳ τῶν λύκων ἔπεμπε. Πολὺ γὰρ αὕτη παραδοξοτέρα ἡ ποιμαντικὴ τῆς παρ’ ἡμῖν. Ἐξάγει δὲ αὐτὰ ἐκ μέσου, δηλονότι τῶν ἀπίστων, ὥσπερ καὶ τὸν τυφλὸν ἐξήγαγε καλέσας ἐκ μέσου τῶν ἀπίστων Ἰουδαίων, καὶ ἤκουσεν αὐτοῦ τῆς φωνῆς, καὶ ἐπέγνω.
- 10.42
Τὸ δὲ εἰπεῖν, ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσι,” καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οἱ βεβαίως εἰς αὐτὸν πιστεύοντες, τοῖς μετὰ ταῦτα μέλλουσιν ἀπατᾷν ψευδοχρίστοις οὐ μὴ πεισθῶσι.
- 10.43
Θεωδώρου Ἡρακαείασ. Θυρωρὸν λέγει τὸν παράκλητον τὸ Πνεῦμα τὸ Ἅγιον τὸ διὰ τῶν προφητῶν τὴν εἴσοδον αὐτοῦ κηρύξαν τοῖς τε λοιποῖς ἅπασι διὰ τὰ προδηλωθέντα σημεῖα ἀποκλείσαντα τὴν θύραν, καὶ μόνην τῷ κόσμῳ ταύτην ἀνοίξαντα, τῷ καὶ διὰ τεραστίων τὰ καθ’ ἑαυτὸν πιστωσαμένῳ.
- 10.44
Ἀμμωνίου Πρεσβυτέρου. Κλέπτης ἐστὶν ὁ ἐκ βίας δοθεῖσαν αὐτῷ τιμὴν ὑφαρπάζων, ἣν οὐ δύναται λαβεῖν, εἰ μὴ ὁ εἰς Χριστὸν πιστεύων, ἤτοι κλέπτης ἐστὶν ὁ μὴ τῇ νενομισμένῃ ἀπὸ τῶν γραφῶν χρώμενος διδασκαλίᾳ, ἀλλὰ δι’ ἑτέρας μὴ νενομισμένης ἐρχόμενος. διὸ καὶ εἶπε τὸ “ ἀλλαχόθεν,” ἵνα καὶ τοὺς γραμματεῖς σημαίνῃ τοὺς διδάσκοντας τὰ ἐντάλματα τῶν ἀνθρώπων καὶ παραβαίνοντας τὸν νόμον. Ὅταν ἀκούσωσιν οἱ πιστοὶ παρὰ τῶν ὀρθῶν διδασκάλως τὰ θεῖα διδάγματα τῶν γραφῶν, ὥσπερ τινὰ τροφὴν δέχονται, ὅσοι δὲ πλάνον καλοῦσι τὸν Χριστὸν, τῆς τῶν προβάτων ἐκβέβληνται τάξεως.
- 10.45
Διὰ τί δὲ αὐτοῖς ἀσαφῶς ἐλάλει ; οὐ γὰρ φησὶν ὁ Εὐαγγελιστὴς, ὅτι ταύτην τὴν παροιμίαν εἰπεν αὐτοῖς, προσεκτικωτέρους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπεὶ οὐν τοῦτο κατεσκεύασε, λύει λοιπὸν τὴν ἀσάφειαν, λέγων "ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων, "πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταὶ, καὶ τὰ ἑξῆς· οὐ περὶ τῶν προφητῶν ἐνταῦθα λέγει, καθὼς οἱ αἱρετικοί φασιν, ἐκείνων γὰρ ἤκουσαν, καὶ δι’ ἐκείνων ἐπίστευσαν, ὅσοι ἐπίστευσαν τῷ Χριστῷ, ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα λέγει καὶ τῶν ἄλλων στασιαστῶν. Ἄλλως δὲ καὶ τὸ "οὐκ ἤκουσαν τὰ πρό- “βατα” ἐπαινῶν εἶπεν, οὐδαμοῦ δὲ φαίνεται ἐπαινῶν τοὺς παρακούσαντας προφητῶν, ἀλλὰ καὶ τοὐναντίον κακίζων καὶ διαβάλλων σφοδρῶς, ὅθεν δηλονότι τοῦτο οὐ περὶ ἐκείνων φησί· τὸ δὲ "δι’ "ἐμοῦ ἐάν τις εἰσέλθῃ” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὅτι ἐν ἐσφαλείᾳ ἔσται καὶ ἀδείᾳ, νομὴν δὲ ἢ τροφὴν ἐνταῦθα λέγει, ἢ ἐξουσίαν καὶ κυριότητα, τουτέστιν, ἔνδον μένει, καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται. Ἐπειδὴ δὲ οἱ τῷ Θευδᾷ καὶ τῷ Ἰούδᾳ καὶ τοῖς λοιποῖς στασιασταῖς πεισθέντες ἐσφάγησαν, καὶ ἀπώλοντο, διὰ τοῦτο ἐπήγαγε λέγων "ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ "καὶ θύσῃ” καὶ τὰ ἑξῆς, ἐκείνους καὶ τοὺς ὁμοίους αὐτῶν κλέπτας καλῶν· "ἐγὼ δὲ ἦλθον, φησὶν, "ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ”ἔχωσι.” Tt δαὶ ζωῆς περισσόν ; ἡ βασιλεία τῶν οὐρανῶν. εἶτα λοιπὸν ἀπάρχεται καὶ περὶ τοῦ πάθους διαλέγεσθαι, καί φησιν, "ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν “αὐτοῦ τίθησιν” καὶ τὰ ἑξῆς, δεικνὺς καὶ ἐν τούτω, ὅτι οὐκ ἄκων, ἀλλ’ ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. ποιεῖται δὲ καὶ τοῦ μισθωτοῦ τὴν διαφορὰν, λέγων, "ὅτι θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι "τὰ πρόβατα, καὶ φεύγει” καὶ τὰ ἑξῆς. Ὅπερ οἱ προειρημένοι Θευδᾶς καὶ Ἰούδας καὶ οἱ κατ’ αὐτοὺς πεποιήκασιν· αὐτὸς γὰρ τοὐναντίον. Ἡνίκα γὰρ συνελήφθη, φησὶ,“ἄφετε τούτους ὑπάγειν, ἵνα πληρωθῇ ὁ λόγος, ὅτι οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο.” Ἔστι δὲ ἐνταῦθα καὶ νοητὸν λύκον ὑποπτεῦσαι, οὐ λύκος δέ ἐστι μόνον οὗτος, ἀλλὰ καὶ λέων. "Ὁ γὰρ ἐχθρὸς ὑμῶν διάβολος, φησὶν, “ὡς λέων περιέρχεται ὠρυόμενος,” οὗτος καὶ ὄφις καὶ δράκων καὶ σκορπίος ἐστί. “Πατεῖτε γὰρ,” φησὶν, “ἐπάνω ὄφεων καὶ σκορπίων. εἰπὼν δὲ, ὅτι γιγνώσκω τὰ ἐμὰ, καὶ τὰ ἑξῆς καὶ ἐν τούτῳ διαφορὰν τοῦ μισθωτοῦ τοῦ πρὸς τὸν ποιμένα, ἔδει- ξεν. Ὀ μὲν γὰρ τὴν ἰδίαν σωτηρίαν πανταχοῦ σκοπεῖ, τῶν προβάτων ἀμελῶν, οὗτος δὲ πανταχοῦ τὴν τῶν προβάτων ζητεῖ, παρατρέχων τὴν ἑαυτοῦ.
- 10.46
Ἐπειδὴ πολλαχοῦ τίθησιν ἑαυτὸν ἐν τάξει τῶν πολλῶν, ἵνα μή τις νομίσῃ, ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίγνωσκεν, ἐπήγαγε λέγων, “καθὼς γιγνώσκει με ὁ Πατὴρ, κἀγὼ γιγνώσκω τὸν Πατέρα.” Οὕτως ἐπίσταμαι, φησὶν, αὐτὸν ἀκριβῶς, ὡς αὐτὸς ἐμέ. συνεχῶς δὲ λέγει, “τὴν ψυχὴν μοῦ τίθημι ὑπὲρ τῶν προβάτων,” δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Τὸ μὲν γὰρ λέγειν, ὅτι φῶς εἰμι καὶ ζωὴ, ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τί δὲ λέγει, ὅτι ἀποθανεῖν βούλομαι ; οὐδεμίαν βασκανίαν εἶχεν, οὐδὲ φθόνον, ἀλλὰ καὶ πολλὴν ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν, εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἐβούλετο ἑαυτὸν ἐπιδοῦναι. εἰπὼν δὲ "ὅτι καὶ ἄλλα πρόβατα ἔχω, περὶ τῶν ἐθνῶν λέγει. τὸ δὲ εἰπεῖν, “ἃ οὐκ ἔστιν ἐκ τῆς “αὐλῆς ταύτης,” τὴν διαφορὰν τοῦ τόπου μόνον ἐμφαίνει. Δῆλοί δὲ τὸ “κἀκεῖνά με δεῖ ἀγαγεῖν,” καὶ τὰ ἑξῆς, ὅτι ἐσκορπισμένα ὑπῆρχον, ποιμένα μὴ ἔχοντα, καὶ ὅτι γενήσεται μία ποίμνη, εἷς ποιμὴν, ἀμφότερα συνάπτεσθαι μέλλοντα, τὸ δὲ “δεῖ” τοῦτο οὐκ ἀνάγκης ἐστὶν, ἀλλὰ τοῦ πάντως ἐσομένου δηλωτικόν. Ἐπειδὴ δὲ ἀλλότριον αὐτὸν ἔλεγον τοῦ Πατρὸς οἱ Ἰουδαῖοι εἶναι, φησὶ, “διὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, “ἵνα πάλιν λάβω αὐτήν.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἔπειθέ με ἀγαπᾷν ὑμᾶς, τὸ οὕτως ὑμᾶς ἀγαπᾶσθαι παρ’ αὐτοῦ, ἐπεὶ ὑπὲρ ὑμῶν ἀποθνήσκω.
- 10.47
Τί τοῦ ῥήματος τούτου ταπεινότερον γένοιτ’ ἄν ; ὅτι ὁ δημιουργὰς τῶν ἁπάντων ἔλεγεν, “ἐγὼ τὴν ψυχήν μου τίθημι,” καὶ ὅτι δι’ ἡμᾶς ὁ δεσπότης ἀγαπᾶσθαι μέλλει, ἐπειδὴ ὑπὲρ ἡμῶν ἀποθνήσκει. Τί γὰρ τὸν ἔμπροσθεν χρόνον οὐκ ἠγαπᾶτο, ἀλλὰ νῦν τῆς ἀγάπης ἤρξατο ὁ Πατὴρ, καὶ ἡμεῖς τῆς ἀγάπης γεγόναμεν αὐτῷ αἴτιοι ; οὐδαμῶς, ἀλλὰ τοῦτο εἶπεν ἐνδεικνύμενος τὴν πολλὴν αὐτοῦ συγκατάβασιν· διὰ δὲ τοῦ πολλάκις βούλεσθαι αὐτὸν ἀνελεῖν τοὺς Ἰουδαίους, διὰ τοῦτό φησιν, “οὐδεὶς αἴρει αὐτὴν ἀπ’ "ἐμοῦ,” καὶ τὰ ἑξῆς, τουτέστιν, ὅτι μὴ βουλομένου ἐμοῦ ἀνόνητος ὑμῖν ἐστιν ἡ σπουδή· εἰ δὲ καὶ ἕκαστος ἐξουσίαν ἔχει θεῖναι τὴν ψυχὴν αὐτοῦ, ἑκάστῳ γὰρ βουλομένω δυνατὸν ἑαυτὸν ἀνελεῖν, ἀλλ’ οὐ περὶ τοῦ τοιούτου τρόπου εἶπεν αὐτὸς, ἀλλ’ ὅτι μηδένα ἃν δυνηθῆναι, ἄκοντός μου, τοῦτο ποιῆσαι εἰς ἐμὲ, ὅπερ ἐπ’ ἀνθρώπων οὐκ ἔνι. Καὶ γὰρ καὶ ἀκόντων ἡμῶν ἀναιρούμεθα ὑπὸ ἄλλων· διὸ καὶ τοῦτο πάλιν ἀληθές ἐστιν, ὅτι ἡνίκα ἃν βουληθῇ λαβεῖν αὐτὸν, δύναται. Τὸ γὰρ αὐτὸν μόνον εἶναι κύριον τοῦ τὴν ψυχὴν ἀφεῖναι, δείκνυσι καὶ τοῦ λαβεῖν κύριον ὄντα ἀπὸ τῆς αὐτῆς ἐξουσίας. περὶ ποίας ἐντολῆς λέγει, "ὅτι ταύτην ἔλαβον παρὰ “τοῦ πατρός μου ;“τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. Διὰ τί δὲ οὕτω ταπεινῶς φθέγγεται ; τῆς τῶν ἀκουόντων ἕνεκεν ἀσθενείας, ἵνα παύσωνται τοῦ λογίζεσθαι εἶναι αὐτὸν ἀντίθεον. δαιμόνιον δὲ αὐτὸν ἔχειν ἔλεγον, ἐπειδὴ μείζονα ἢ κατὰ ἄνθρωπον ἦν τὰ λεγόμενα, μένα, οὐ τῆς κοινῆς συνηθείας· ἅπερ ἀκούοντες μᾶλλον θαυμάζειν αὐτὸν ἐχρῆν καὶ οὐχὶ δαιμονιῶντα καλεῖν· διόπερ καὶ οἱ εὐγνωμο- νέστεροι αὐτῶν ἔλεγον, ὅτι "τὰ ῥήματα ταῦτα οὐκ ἔστι δαιμονι- "ζομένου, μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι ;" ἐπειδὴ γὰρ οὗτοι ἀπὸ ῥημάτων οὐκ ἠδύναντο ἐπιστομίζειν ἐκείνους, τὴν ἀπὸ τῶν ἔργων ἐπάγουσιν ἀπόδειξιν λοιπόν. Διὰ τι δὲ αὐτὸς σιγᾷ καὶ οὐ λέγει ὥσπερ καὶ ἄλλοτε, ὅτι ἐγὼ δαιμόνιον οὐκ ἔχω ; διὰ τὸ λοιπὸν κατ’ ἀλλήλων αὐτοὺς ἵστασθαι καὶ διελέγχειν ἀλλήλους.
- 10.48
ΔΙΔΥΜΟΥ. Θύρα ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει τοῖς πρὸς Θεὸν εἰερχομένοις κατὰ τὸ “εἰσέλθετε ἐν πνεύματι αὐτοῦ ἐν ἀγαλ- "λιάσει,” πρὸς τούτοις ἔστω c ἀνθρώπου τοῦ νοὸς ὄντος ἔξω δὲ ἀνθρώπου τοῦ σωματικωτέρου. ὁ ἐπιμέλειαν ποιούμενος τοῦ ἔσω ἀνθρώπου εἰσέρχεται διὰ τοῦ λόγου ὄντος θύρας, ὡσαύτως "ὁ "νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ "ἐν τῷ σώματι περιφέρων ἑαυτοῦ,” ἐξέρχεται διὰ τῆς θύρας, φιλοτιμούμενος εἴτε ἐνδημεῖ εὐάρεστος αὐτῷ εἶναι.
- 10.49
ΘΕΟΔΩΡΟΥ ἩΡΑΚΛΕÍΑΣ. Διὰ τοῦτο γὰρ καὶ ἀκριβῶς τῇ λέξει ἐχρήσατο εἰπὼν, ”ὅσοι ἦλθον,” ἀλλ’ οὐχ ὅσοι ἀπεστάλησαν. Οἰ μὲν γὰρ τοῦ Θεοῦ προφῆται ἀποσταλέντες παρεγένοντο, οἱ δὲ ψευδοπροφῆται μηδενὸς ἀποστείλαντος ἤρχοντο ἐπὶ διαστροφῇ τῶν ἀπατωμένων·
- 10.50
Ἀμμωνίου Πρεσβυτέρου. Νομὴν λέγει τὴν γέγονεν ἐπὶ τῶν Ἀποστόλων, οἵτινες ὡς κύριοι τῆς οἰκουμένης εἰσῄεσαν καὶ ἐξῄεσαν, καὶ οὐδεὶς αὐτοὺς ἴσχυσεν ἐκβαλεῖν.
- 10.51
Κυρίλλου. Περισσὸν δεῖ νοεῖν τὸ ἐν μεθέξει γενέσθαι Ἁγίου Πνεύματος. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ δικαίοις καὶ ἁμαρτωλοῖς, ἡ δὲ τοῦ Πνεύματος μέθεξις μόνοις τοῖς πιστεύουσιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἣν καὶ βασιλείαν οὐρανῶν ὀνομάζειν οἶδεν ἡ θεία γραφή.
- 10.52
Ἀμμωνίου. Πάντων σφαγέντων καὶ ἀπολωμένων ἦλθεν ὁ σῶσαι καὶ ζωὴν δοῦναι.
- 10.53
Μισθωτὸν ἀμελοῦντα τῶν προβάτων ἕκαστον τῶν ἀρχόντων τοῦ λαοῦ ὀνομάζει· ἐπειδὴ οὐδὲν ἐποίουν εἰς ὠφέλειαν τῶν λαῶν, ἀλλ’ ὡς ἀλλότριον ἐκέχρηντο οὐ γὰρ ἤσαν αὐτῶν ἰδια, οὐδὲ ἤχθοντο ἐν τῆ ἀπωλείᾳ τῶν λαῶν.
- 10.54
Τὸ δὲ, “ἐγώ ειμι ό ποιμήν, δια τους απιστήσαντας είπε τοῦτο· οὐ γὰρ πάντα τὰ πρόβατα ἤκουσαν αὐτοῦ, ἀλλὰ τὰ γνωσθέντα ἐξ αὐτοῦ, καὶ γνόντα αὐτόν. Οὐκ ἄλλως δὲ γιγνώσκομεν τὸν Θεὸν, εἰ μὴ πρῶτον ἐξ αὐτοῦ γνωσθῶμεν· διὸ καὶ πρῶτον ἐκεῖνο ἔταξε· πρῶτον γὰρ αὐτὸς οἰκειώθη ἡμῖν γεγονὼς ἄνθρωπος, καὶ οὕτως καὶ ἡμεῖς αὐτῷ. Διὰ τὴν ἐνάρετον πρᾶξιν ἀγαπᾶσθαι λέγει ἑαυτόν· ἐνεργὴς δὲ ἀρετὴ τὸ ἀποθανεῖν ὑπὸ εὐσεβείας. ταπεινῶς λαλεῖ διὰ τὴν ἐνανθρώπησιν· οὐ γὰρ νῦν ἤρξατο ἀγαπᾶσθαι παρὰ τοῦ Πατρός.
- 10.55
Θεοδώρου Μομψουεστίασ. Τὸ δὲ ἵνα πάλιν οὐκ ἐπὶ αἰτίας εἶπεν. οὐ γὰρ διὰ τοῦτο ἀποθνήσκει, ἵνα ἀναστῇ ἀλλὰ κατὰ τὸ ἰδίω μὰ τὸ γραφικὸν, ὡς αἰτίαν τὸ ἐσόμενον ἔφη.
- 10.56
Κυρίλλου. Τὸ “ἐξουσίαν ἔχω,” φησὶν ἐπ’ ἀμφοῖν, ἵνα μὴ δυνάμεως τε καὶ ἐνεργείας ἑτέρου φαίνηται τὸ κατόρθωμα, καθάπερ ὑπηρέτης ὑπουργῷ κατ’ d ἐπιτροπὴν αὐτῷ συγχωρούμενον, ἀλλ’ ἵνα φύσεως ἰδίας ἐπιδείξῃ καρπὸν, τὸ καὶ αὐτὸν δύνασθαι κατεξου- σιάζειν τῶν τοῦ θανάτου δεσμῶν, καὶ ἐφ’ ὅπερ ἃν βούλοιτο μετατρέπειν εὐκόλως τῶν πραγμάτων τὰς φύσεις· ὅπερ ἐστὶν ἴδιον ὄντως τοῦ κατὰ φύσιν Θεοῦ.
- 10.57
Συμφρονοῦντα καὶ συνεθέλοντα πρὸς τοῦτο δείκνυσι καὶ τὸν Πατέρα, καὶ ὡς ἀπὸ μιᾶς γνώμης εἰς τοῦτο παρελθεῖν ὁμολογεῖ, εἰ καὶ αὐτός ἐστιν ἡ βουλὴ τοῦ Θεοῦ καὶ Πατρός. Ἁρμόσει δὲ τοῦτο καὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ. ἡ ἐντολὴ δηλοῖ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα, εἰ καὶ ταπεινῶς λαλεῖ· ἡ δὲ ἐντολή ἐστιν ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου.
- 10.58
Ἀγαπᾶται παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐχ ὡς ἔξω τῆς ἀγάπης διαμένων, εἰ μὴ συνέβη τὸ καθ’ ἡμᾶς, ἦν γὰρ ἀεὶ καὶ διὰ παντὸς ἀγαπώμενος· ἀλλ’ ἐπείπερ εἶδε τὸν ἴδιον Υἱὸν, διὰ τοῦ χαρακτῆρος ἠγάπησεν εἰκότως, οὐ μισθὸν, ὥσπερ τινὰ τῶν εἰς ἡμᾶς γεγονότων, τὴν ἀγάπην δωρούμενος, ἀλλὰ τῆς οὐσίας τῆς ἑαυτοῦ τὸ γνήσιον ἐν Υἱῷ θεωρῶν, καὶ φύσεως ὥσπερ τισὶν ἀναγκαίοις καὶ ἀπαραιτήτοις ὁλκοῖς, πρὸς τοῦτο καλούμενον ἀγάπης ἔργον τὸ καὶ παθεῖν ἑλέσθαι, καὶ τοῦτο ἀδόξως, διὰ τήν τινων σωτηρίαν, καὶ οὐχ ὅπως τεθνάναι μόνον, ἀλλὰ καὶ αὖθις τὴν τεθεῖσαν ψυχὴν λαβεῖν, ἵνα νεκρώσῃ τὸν θάνατον.
- 10.59
Περὶ τῶν ἐγκαινίων, ὧν μνημονεύει νῦν ὁ Εὐαγγελιστὴς λέγων, ὅτι ἐγένοντο τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοπις,” καὶ τὰ ἑξῆς, χρὴ γιγνώσκειν ὅτι μεγάλη τις ἦν αὕτη ἡ ἑορτὴ καὶ δημοτελής. τὴν γὰρ ἡμέραν καθ’ ἣν ὁ ναὸς ᾠκοδομήθη ἐπανελθόντων αὐτῶν ἀπὸ τῆς μακρᾶς αἰχμαλωσίας τῆς ἐν Πέρσιδι, ταύτην ἤγοντο μετὰ πολλῆς τῆς σπουδῆς. ἐν ταύτῃ οὖν παρῆν καὶ ὁ Χριστὸς τῇ ἑορτῇ, λοιπὸν γὰρ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπεχωρίαζεν, ἐπειδὴ τὸ πάθος ἦν ἐπὶ θύραις. Τὸ μὲν οὖν κυκλῶσαι αὐτὸν τοὺς Ἰουδαίους καὶ εἰπεῖν, ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις,” καὶ τὰ ἑξῆς, δοκεῖ πόθου τινὸς εἶναι καὶ φιλομαθίας. Ἡ δὲ διάνοια, μεθ’ ἧς ἠρωτων, διεφθαρμένη τε ἦν καὶ ὕπουλος· τῶν γὰρ ἔργων βοώντων αὐτὸν εἶναι τὸν Χριστὸν, διὰ ῥημάτων ἐζήτουν τοῦτο ἀκοῦσαι, ἐπιστομίζειν αὐτὸν ἀπὸ τῶν λόγων βουλόμενοι. καὶ ὁ τρόπος δὲ τῆς ἐρωτήσεως, πολλῆς ἔγεμεν ἀπειθείας.
- 10.60
“Εἰπὲ” γὰρ ἡμῖν,” φησὶν, παρρησίᾳ,” καίτοιγε μετὰ παρρησίας λέγοντος αὐτοῦ, καὶ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζοντος ἀεὶ, καὶ οὐδὲν ἐν τῷ κρυπτῷ λαλοῦντος. αὐτὸς δὲ ἐλέγχων αὐτῶν τὴν πονη- πονηρίαν, φησὶ, “πολλάκις ετͅπον ὑμῖν καὶ οὐ πιστεύετέ μοι. τὰ ἔργα ** ἃ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ *’ ἐμοῦ.” ὅπερ καὶ οἱ εὐγνωμονέστεροι αὐτῶν ἔλεγον, “μὴ δύνα- *’ τᾶι ἄνθρωπος ἁμαρτωλὸς ταῦτα σημεῖα ποιεῖν ;“ἐπεὶ προσε- ποιοῦντο τότε ἀπὸ ψιλοῦ πείθεσθαι ῥήματος, οἱ τοσούτοις μὴ πεισθέντες ἔργοις, ἐλέγχει τὴν πονηρίαν αὐτῶν, ὡσανεὶ λέγων, ὅτι ἔργοις οὐ πιστεύετε, πῶς τοῖς ῥήμασι πιστεύετε ; διὰ τοῦτο δέ φησιν, “ὑμεῖς οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων ** τῶν ἐμῶν.” Ἐγὼ μὲν γὰρ ὡς καλὸς ποιμὴν, ἅπερ ποιῆσαι ἐχρῆν, ἐποίησα. Εἰ δὲ μὴ ἀκολουθῆτέ μοι, οὐκ ἐπειδὴ οὐκ εἰμὶ ποιμὴν, τοῦτο ποιεῖτε, ἀλλ’ ἐπειδὴ ὑμεῖς οὐκ ἐστὲ πρόβατα· ** προτρεπό- προτρεπόμενος δὲ αὐτοὺς ὥστε γενέσθαι πρόβατα ἐπήγαγε λέγων, ’* τὰ “πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει καὶ ἀκολουθοῦσί μοι·” εἶτα παρακνίζων αὐτοὺς λέγει καὶ ωτν τεύξονται. Φησὶ γὰρ, “ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα,” καὶ τὰ ἑξῆς. Διὰ τῶν ῥημάτων τούτων διεγείρων αὐτοὺς, καὶ εἰς ἐπιθυμίαν ἐμβάλλων. Διὰ τὸ εἰπεῖν αὐτὸν ἀνωτέρω, ὅτι ** οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρός μου,” δείκνυσι τὴν ἑαυτοῦ καὶ τοῦ Πατρὸς χεῖρα μίαν οὖσαν· διὰ τοῦτο νῦν λέγει, ὅτι ’* οὐδεὶς δύν- ἄται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.”
- 10.61
Χεῖρα δὲ καλεῖ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν, καὶ διὰ τοῦτο εἶπεν, ἵνα μὴ πάλιν ἀντίθεον αὐτὸν εἴπωσι. 10 δὲ ἐγὼ καὶ ὁ “πατὴρ ἕν ἐσμεν,” τὸ ὁμοούσιον καὶ ὁμοδύναμον σημαίνων ἔλεγεν, ὅπερ οὖν καὶ οἱ Ἰουδαῖοι συνιδόντες, λίθοις αὐτὸν ἔβαλλον. Αὐτοῦ γὰρ ἐρωτήσαντος αὐτοὺς τὴν αἰτίαν τῆς ἀγανακτήσεως, καὶ τῆς τῶν λίθων βολῆς, καὶ ὧν ἐποίησεν θαυμάτων ἀναμνήσαντος, ταύ- τὴν ἔφασαν τὴν αἰτίαν εἶναι λέγοντες, ** περὶ καλοῦ ἔργου οὐ “λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὣν, ’* ποιεῖς σεαυτὸν Θεόν.” Διὸ καὶ αὐτὸς οὐ μόνον οὐ τὴν ὑπόνοιαν αὐτῶν καὶ εἶπεν, οὐ λέγω ε-ι’ναι Θεὸς, οὐδὲ ὁμοδύνα- μος, οὐδὲ ὁμοούσιος τῷ Πατρὶ, ἀλλὰ τοὐναντίον ποιεῖ, βεβαιῶν μᾶλλον τὴν ὑπόνοιαν αὐτῶν, καὶ ταῦτα ἀγριουμένων ἐκείνων. Φησὶ γὰρ, ’* οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ἐγὼ ε7πα θεοί ἐστε ; καὶ τὰ ἑξῆς . C) δὲ λέγει τοιοῦτόν ἐστι, εἰ οἱ χάριτι τοῦτο λαβόντες οὐκ ἐγκαλοῦνται, θεοὺς ἑαυτοὺς καλοῦντες, πῶς ἐγὼ δικαίως ἐπιτιμῶμαι, ὁ τῇ φύσει τοῦτο ἔχων ; “Εἰ γὰρ οὐ ποιῶ, φησὶ, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε.” Επειδὴ γὰρ τὴν οὐσίαν αὐτοῦ ἰδεῖν αὐτοὺς ἀμήχανον ἦν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητός τε καὶ ταὐτότητος ἀπόδειξιν τῆς κατὰ τὴν δύναμιν ἀπαραλλαξίας παρέχεται, ἵνα γνῶτε, φησὶ, καὶ πιστεύ- “ἤτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” τουτέστιν, οὐδὲν ἄλλο ἐγὼ, ἣ ὅπερ ὁ Πατὴρ μένων Υἱὸς, καὶ οὐδὲν ἄλλο ἐκεῖνος, ἣ ὅπερ ἐγὼ μένων Πατὴρ, κἂν ἐμὲ γνῷ τις, τὸν Πατέρα ἔγνω, κἂν τὸν Πατέρα γνῷ, τὸν Τιον ἔμαθε.
- 10.62
Κυρίλλου. τὴν πρώτην, φησὶ, ἑορτὴν, καθ’ ἣν ἐπετετέλεσε ἐγκαίνια ὁ Σολομών.
- 10.63
Θεοδώρου Μομψουεστίασ. Ἐπειδὴ κατέπεσε τῷ πολεμίῳ ἡ πόλις, ὕστερον δὲ καὶ ὑπὸ Ἀντιόχου πᾶσαν ἐρημωθῆναι συνέβη, εἶτα ὑπὸ τῶν Μακαββαίων ἐτράπησαν μὲν οἱ πολέμιοι, πάλιν ἡ πόλις ἀπέλαβε τὸ οἰκεῖον σχῆμα τῇ τοῦ Θεοῦ βοηθείᾳ, καθ’ ἣν ἀνέστη πάλιν ἡμέραν, ταύτην ἑκάστου ἔτους ἑορτάζοντες εἰς ὑπόμνησιν τῆς παρὰ πᾶσαν ἐλπίδα γεγενημένης διορθώσεως, ἐγκαίνια τῶν Ἱεροσολύμων ἐκάλουν τὴν ἡμέραν.
- 10.64
Ἀμμωνίου Πρεσβυτέρου. Εἰ καὶ μὴ εἶπεν Χριστὸν, ἀλλ’ εἰπὼν ἑαυτὸν φῶς, ποιμένα, ὁδὸν, ἐσήμανε τοῦτο. τούτοις γὰρ εἴωθεν ἡ γραφὴ τοῖς ὀνόμασι καλεῖν τὸν Χριστόν.
- 10.65
Ἰσιδώρου Πηδουσιώτορυ. Ἐπειδὴ γέγραφας, οὐδεὶς ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου,” πῶς πολλοὶ ἀπόλλυνται ; φημὶ, ὅτι ἁρπάσαι μὲν οὐδεὶς δύναται ἐκ τῆς ἀμάχου καὶ ἀηττήτου χειρὸς, τοὺς διὰ πίστεως ὀρθῆς καὶ πολιτείας ἀρίστης ἑαυτοὺς οἰκείους αὐτῆς εἶναι παρασκευάσαντας, ἀπατῆσαι δὲ δυνήσονται, τουτέστι, βίᾳ μὲν καὶ τυραννίδι ἀποσπάσαι οὐδεὶς δυνήσεται, παραλογισμοῖς δὲ καὶ ἀπάταις ἀποπλανῆσαι δυνήσονται, ἀλλ’ οὐ παρὰ τὴν ἀήττητον δεξιὰν γίγνεται τοῦτο, ἀλλὰ παρὰ τὴν τῶν αὐτεξουσίων ἀνθρώπων ῥᾳθυμίαν. Οὐ γὰρ ἐκ τῆς τοῦ φυλάττοντος ἀσθενείας, ἀλλ’ ἐκ τῆς τῶν φυλαττομένων εὐχερείας ἡ ἀπώλεια συμβαίνει.
- 10.66
Αμμωνίου. Ἀποδειξις τῶν τοῦ κυρίου προβάτων τὸ εὐήκοον, τῶν δὲ ἀλλοτρίων τὸ ἀπειθές. Ἐπειδὴ καὶ Ἰούδας εἷς ἦν τῶν δοθέντων τῷ Υἱῷ μετέπεσεν εἰς κακίαν, δείκνυνται οἱ ἄνθρωποι οὐ φύσει καὶ κατ’ οὐσίαν ὄντες κακοὶ, ἀλλ’ ἑκουσίως τρεπόμενοι.
- 10.67
Οὐκ ἐμοῦ μόνον εἰσὶ τὰ ἔργα, ἀλλὰ τῆς πάσης θεότητος. Ὁ γὰρ Πατὴρ δι’ Υἱοῦ ἐν Πνεύματι Ἁγίῳ πάντα ποιεῖ, διδάσκει ἡμᾶς μετριοφρονεῖν καὶ μὴ ἀλαζονεύεσθαι, ἐὰν λάβωμέν τι παρὰ Θεοῦ.
- 10.68
Ἀγνοοῦντες ὅτι οὐ γυμνῇ τῇ θεότητι ἔμελλεν ὁ Γἱὸς ἀποδημεῖν, ἀλλὰ σαρκούμενος ἐκ σπέρματος Δαβὶδ, βλασφημίαν ἔλεγον τὴν ὀρθὴν ὁμολογίαν. Ἐπειδὴ θεούς τινας ἐκάλεσεν ὁ Πατὴρ, εἶναι δὲ δήπου αὐτοῖς ἐπακτὸν ἀνάγκῃ τὸ ἀξίωμα. εἷς γὰρ ὁ κατὰ φύσιν ὑπάρχει Θεὸς ἀναγκαίως, ἵνα μὴ αὐτὸς εἷς ἐκείνων ὑπάρχειν νομίζηται οὐσιώδη τὴν τῆς θεότητος περικείμενος δόξαν, προσπεπορισμένην δὲ μᾶλλον, ἐν ἴσῳ τοῖς ἄλλοις ἀντιδιαστέλλει σαφῶς ἑαυτὸν ἐκείνοις. τοσοῦτον γὰρ τῆς ἐκείνων πτωχείας διενηνοχότα καταδεικνύει, ὡς ἐπείπερ γέγονεν αὐτὸς ἐν αὐτοῖς, διὰ ταύτην αὐτοὺς τὴν αἰτίαν κεκλῆσθαι θεούς. Αὐτὸς γάρ ἐστιν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρός. Εἰ δὲ καὶ ἐξήρκεσέ τισιν ἐν αὐτοῖς, γέγονεν ὁ Λόγος εἰς τὸ καὶ ἀνθρώπους ὄντας τῇ τῆς θεότητος καταλαμπρύνεσθαι τιμῇ, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεὸς ὁ καὶ τοῖς ἄλλοις τὴν ἐπὶ τούτῳ προξενίσας φαιδρότητα.
- 10.69
Ἀγιασθεὶς λέγεται ὁ Υἱὸς, ἐπειδὴ ἐπέμφθη σφαγῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Ἄγια γάρ ἐστι τὰ ἀφοριζόμενα τῷ Θεῷ εἰς θυσίαν. Ἐγὼ ἐν τῷ Πατρὶ εἰμὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” θεωρεῖται κατὰ τὸ ταὐτὸν τῆς φύσεως καὶ τῆς οὐσίας. Εἷς γὰρ ὁ τῆς φύσεως ὅρος, κἂν ἐν ἰδιαζούσαις ὑπάρξεσιν· οὐ μὴν τὴν Ἁγίαν Τριάδα· ὁ γὰρ Πατὴρ οὐκ ἔστιν Υἱὸς ἢ Πνεῦμα, μὴν τὸ ἀνάπαλιν, εἰ καὶ οὐκ ἔστιν ἐν διαστάσει, διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν τε καὶ ἰσότητα. Εἰ γὰρ καὶ ἐφ’ ἡμῶν ἡ τοῦ τεκόντος οὐσία γιγνώσκεται, καὶ ἐν τῷ τεχθέντι ὁ πατὴρ κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλὰ τὸ κεχωρίσθαι ἡμᾶς τοῖς σώμασιν, οὐκέτι ἕν ἐσμεν οἱ πολλοί.
- 10.70
Ἐπειδήπερ ὅταν μέγα τι καὶ ὑψηλὸν φθέγξηται, ἀναχωρεῖ ταχέως ἐνδιδοὺς αὐτῶν τῷ θυμῷ, ὥστε λωφῆσαι καὶ λῆξαι τὸ πάθος διὰ τῆς ἀπουσίας αὐτοῦ· τούτου χάριν καὶ νῦν ἀναχωρήσας ἀπῆλθε πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων τὸ πρότερον. Διὰ τοῦτο δὲ τὸν τόπον ὁ Εὐαγγελιστὴς λέγει, ἵνα μάθωμεν ὅτι ἕνεκεν τούτου ἀπῆλθεν ἐκεῖ, ἀναμιμνήσκων αὐτοὺς τῶν ἐκεῖ γενομένων καὶ λεχθέντων τῶν παρὰ Ἰωάννου, καὶ τῆς αὐτοῦ μαρτυρίας τοῦ Ἰωάννου. ὅτι δὲ πολλοὺς ὤνησεν ἡ περὶ τὸν τόπον διατριβὴ, ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων, “καὶ πολλοὶ “ἦλθον πρὸς αὐτὸν,” καὶ ἀναμνησθέντες τοῦ τόπου ἔλεγον, ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ ἐκείνῳ ἐπιστεύσαμεν, μηδὲν πεποιηκότες σημεῖον, πολλῷ μᾶλλον τούτῳ τοσαῦτα θαυματουργήσαντι. ἐπειδὴ δὲ αὐτὸς ἦν ὁ μαρτυρήσας αὐτῷ, ἵνα μὴ διὰ τὸ πεποιηκέναι αὐτὸν σημεῖον, δόξῃ ἀνάξιον τὴν μαρτυρίαν ἀποφαίνειν τὴν περὶ τοῦ Χριστοῦ, ἐπήγαγον λέγοντες, “πάντα δὲ ὅσα εἶπεν ὁ Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν,” οὐκ ἔτι τοῦτον ἐξ ἐκείνου, ἀλλ’ ἐκεῖνον ἀφ’ ὧν ὁ Χριστὸς ἐποίησεν, ἀξιόπιστον ἀποφαίνοντες. Διὸ καὶ πολλοὶ, φησιν, ἔκει ἐπίστευσαν εἰς αὐτὸν. τὸ ’δε ἔκει αυτόν.” το δὲ “ἐκεί” δηλοί, οτι πολλοὺς ὁ τόπος ἐκεῖνος ὠφέλησεν. Χρὴ δὲ καὶ τοῦτο σκοπῆσαι, ὅτι ἕνεκεν τούτου συνεχῶς ἐξάγει ὁ δεσπότης ἡμῶν Χριστὸς τοὺς ὄχλους ἐκ τῆς τῶν πονηρῶν ἀνθρώπων συνουσίας, πρὸς τὸ μέγα τι ἐκ τούτου καρπώσασθαι αὐτούς. Καθάπερ καὶ ἐπὶ τῆς παλαίας ποιήσας φαίνεται, πόρρω τῶν Αἰγυπτίων ἐπὶ τῆς ἐρήμου τοὺς Ἰουδαίους διαπλάττων καὶ ῥυθμίζων ἐν ἅπασιν.
- 10.71
Ἐξ ὧν εὐκόλως αὐτοὺς διαφεύγει, καὶ ἀκόντων αὐτῶν, δείκνυται ὅτι οὐκ ἃν εἰ μὴ ἑκών a.
- 10.72
Κυρίλλου. Ἐν τόπῳ πηγὰς ἔχοντι μεθορμίζεται τὰ Ἱεροσόλυμα καταλιπὼν, ἵνα ὡς διὰ τύπου αἰνίξηται, ὡς καταλείψει μὲν τὴν Ἰουδαίαν, ἐπὶ δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν μεταβήσεται, τὴν ἔχουσαν τὰς πηγὰς τοῦ βαπτίσματος, ἔνθα καὶ προσέρχονται αὐτῷ πολλοὶ διαπεραινόμενοι τὸν Ἰορδάνην· τοῦτο γὰρ δηλοῖ τὸ ἐπέκεινα τοῦ αὐλίζεσθαι.
- 10.73
Ἀμμωνίου. Οἱ περάσαντες τὸν μυστικὸν Ἰορδάνην πρὸς Θεὸν, ὡς καὶ ὁ Χριστὸς περάσας τὸν Ἰορδάνην, ἦλθεν εἰς τὴν τῶν ἐθνῶν ἐκκλησίαν καὶ ἔμεινεν ἐκεῖ.
- 11.1
Περὶ Λαζάρου.
- 11.2
τίνος ἕνεκεν ὑπομιμνήσκει τῆς ἱστορίας ταύτης ὁ Εὐαγγελιστὴς λέγων, ἦν δέ τις ἀσθενῶν Λάζαρος,” καὶ τὰ ἑξῆς; ἡμᾶς παιδεύων μὴ δυσχεραίνειν, ἐάν τις ἀσθένεια γένηται περὶ τοὺς σπουδαίους ἄνδρας καὶ τῷ Θεῷ φίλους. Καὶ γὰρ καὶ οὗτος φίλος ὣν τοῦ Χριστοῦ ἠσθένει. Χρὴ δὲ καὶ τοῦτο μὴ ἀγνοεῖν, ὅτι οὐκ ἦν ἡ Μαρία αὕτη, ἡ ἀδελφὴ τοῦ Λαζάρου, ἡ ἀλείψασα τὸν κύριον μύρῳ, ἡ πόρνη ἡ ἐν τῷ Ματθαίῳ, οὐδὲ ἡ ἐν τῷ Λουκᾷ, ἀλλὰ ἄλλη, οὐχὶ πόρνη καθάπερ ἐκεῖναι, ἀλλὰ σεμνὴ καὶ σπουδαία. Καὶ γὰρ περὶ τὴν ὑποδοχὴν ἐσπούδαζε τοῦ Χριστοῦ. Διὰ τι δὲ οὐκ ἐάσασαι τὸν ἀδελφὸν κάμνοντα ὡς ὁ ἑκατόνταρχος καὶ ὁ ἄρχων ὁ βασιλικὸς, ἐποίησαν καὶ αὗται, ἀλλὰ πέμπουσι λέγουσαι, Κύριε, ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ;” ἐπειδὴ σφόδρα ἐθάρρουν τῷ Χριστῷ, καὶ πολλὴν πρὸς αὐτὸν εἶχον οἰκείωσιν, καὶ γυναῖκες ἦσαν ἀσθενεῖς καὶ τῷ πένθει κατείχοντο· ἐπεὶ ὅτι οὐ καταφρονοῦσαι τοῦτο ἐποίουν, ἐκ τῶν μετὰ ταῦτα δῆλον.
- 11.3
Τὸ δὲ “ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ,” εἰς οἶκτον ἐπισπάσασθαι τὸν Χριστόν. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον αὐτῷ. Τὸ “ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον” εἶπεν ὁ Χριστὸς καὶ τὰ ἑξῆς, τέως ἀποπέμψασθαι τοὺς ἀπαγγείλαντας αὐτῷ ὅτι ἀσθενεῖ βουλόμενος, πρὸς τὸ εἰπεῖν αὐταῖς τοῦτο, ἐφ’ ᾧ καὶ θαυμάσαι ἐστὶ τὰς ἀδελφὰς αὐτοῦ, ὅτι οὐκ ἐσκανδαλίσθησαν ὡς ἀπεναντίας τοῦ πράγματος γενομένου, ἀλλὰ προσῆλθον τῷ Χριστῷ. δεῖξαι δὲ θέλων μίαν εἶναι τὴν δόξαν αὐτοῦ καὶ τοῦ Πατρὸς, ἐπαγγέλλων ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι’ αὐτῆς· προειπὼν γὰρ τῆς δόξης τοῦ Θεοῦ, μετὰ ταῦτα ἐπήγαγεν, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Τὸ δὲ ἵνα” ἐνταῦθα οὐκ αἰτιολογίας ἀλλ’ ἐκβάσεως ἐστί. Συνέβη μὲν γὰρ ἑτέρωθεν ἡ ἀρρωστία· ἐχρήσατο δὲ ταύτην εἰς δόξαν ὁ Θεός. Διὰ τοῦτο δὲ μετὰ τὸ ἀκοῦσαι αὐτὸν ὅτι ἀσθενεῖ, ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας, ἵνα ἀποπνεύσῃ καὶ ταφῇ, ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι οὔπω τελευτήσαντα αὐτὸν ἀνέστησεν, ὅτι ἔκλυσις ἦν καὶ κάρος καὶ οὐ θάνατος, καὶ τοσοῦτον ἔμεινεν, ὡς καὶ εἰπεῖν τὴν ἀδελφὴν αὐτοῦ ὅτι ὄζει.
- 11.4
Διὰ τί οὐδαμοῦ ἄλλοτε προειπὼν ἀπελθεῖν εἰς τὴν Ἰουδαίαν νῦν λέγει τοῖς μαθηταῖς αὐτοῦ, “ἄγωμεν εἰς τὴν Ἰουδαίαν;” τὸ δεδοικέναι αὐτοὺς σφόδρα, ἵνα μὴ ἀθρόον αὐτοὺς ἐκεῖ παραγενόμενος ταράξῃ. ταράξῃ. οὖν ὡς μήπω ὄντες ἀπηρτισμένοι ἐφοβοῦντο περὶ αὐτοῦ, τὸ δὲ πλέον ὑπὲρ ἑαυτῶν, λέγουσιν αὐτῷ, ῥαββὶ, νῦν ἐζήτουν σε οἱ Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;” αὐτὸς παραθαρρύνων αὐτοὺς φησὶν, οὐχὶ δώδεκά εἰσιν “ὧραι τῆς ἡμέρας ;“καὶ τὰ ἑξῆς. Ὅ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων ἐν ἀσφαλείᾳ ἐστὶ, πολλῷ μᾶλλον ὁ μετ’ ἐμοῦ ὢν διὰ παντὸς τοῦ δημιουργοῦ τοῦ φωτὸς τούτου. Είπὼν δὲ ὅτι Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οὐχ ὡς πάλιν διαλεξόμενος τοῖς Ἰουδαίοις ἄπεισιν, ἀλλὰ τὸν φίλον ἐξυπνίσων. Διὰ τοῦτο δὲ ἐν προθυμίᾳ καθιστῶν τοὺς μαθητὰς, ἐκεῖνοι δὲ ἐκκόψαι βουλόμενοι τὴν ἐκεῖσε πορείαν, λέγουσιν, “εἰ κεκοίμηται, σωθήσεται.” Λέγεις, ὅτι καθεύδει, καὶ βαρέως ἔχει. Οὐκοῦν οὐ κατεπείγει τὸ ἀπελθεῖν. Πόθεν δὲ ὕπνον ὑπέλαβον οἱ μαθηταὶ, καἰ οὐδὲ ἀπὸ τοῦ εἰπεῖν, πορεύομαι ἵνα ἐξυπνίσω αὐτὸν” ἔγνωσαν θάνατον εἶναι, καὶ γὰρ ἀνοίας ἦν, εἴ γε προσεδόκουν στάδια πέντε καὶ δέκα πορεύεσθαι αὐτὸν, ὥστε ἐξυπνίσαι τὸν κεκοιμημένον; οὐκ ἀληθῶς ὕπνον ἐνόμισαν, ἀλλ’ αἰνίγματι λέγειν αὐτὸν, οἷα πολλὰ διελέγετο. ἐπεὶ οὖν ὀκνηρότερον διέκειντο, τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ, “Λάζαρος ἀπέθανε, καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ, ἀλλ’ ἄγωμεν πρὸς αὐτὸν,” τὸ μὲν πρότερον τὸ ἀκόμπαστον παραστῆσαι βουλόμενος ἔλεγε, “κεκοίμηται” ἐπειδὴ δὲ οὐ συνεῖδον, τότε φησὶ, ὅτι ἀπέθανε καὶ ὅτε μὲν ἔλεγε, κεκοίμηται, λέγει, πορεύομαι ἴνα ἐξυπνίσω αὐτόν. Ὅτε δὲ εἶπεν, ὅτι ἀπέθανεν, οὐκ ἔτι προσέθηκεν ὅτι πορεύομαι, ἵνα ἀναστήσω αὐτόν. Οὐ γὰρ ἐβούλετο νῦν τοῖς ῥήμασι προλέγειν, ἃ διὰ τῶν ἔργων ἔμελλε βεβαιοῦσθαι. Διὰ τι δέ φησι, “χαίρω δι’ ὑμᾶς;” ὅτι προεῖπον οὐκ ὢν ἐκεῖ, ἴνα ἐπειδὰν ἀναστήσω, μηδεμία ἔσται ἐν ὑμῖν ὑποψία· οὕτω ἀτελέστερον ἔτι διέκειντο, καὶ οὐκ ᾔδεισαν αὐτοῦ τὴν δύναμιν, ὡς ἐχρῆν. τοῦτο δὲ ἐποίουν οἱ μεταξὺ φόβοι ταράττοντες αὐτῶν τὰς ψυχὰς καὶ θορυβοῦντες· πάντες μὲν ἐδεδοίκεισαν τὴν τῶν Ἰουδαίων ἔφοδον, ὑπὲρ δὲ τοὺς ἄλλους ὁ Θωμᾶς. Διὸ καὶ ἔλεγεν, “ἄγωμεν ἵνα καὶ ἀποθάνωμεν μετ’ αὐτοῦ.” τινὲς μὲν οὖν φασιν, ὅτι ἐπεθύμει καὶ αὐτὸς ἀποθανεῖν μετὰ τοῦ Χριστοῦ· οὐκ ἔστι δὲ τοῦτο· δειλίας γὰρ τὸ ῥῆμα· οὐκ ἐπετιμήθη δὲ, ἐπειδὴ διεβάσταζεν αὐτῶν τὴν ἀσθένειαν ἔτι.
- 11.5
Εἰ ἀπὸ δεκαπέντε σταδίων ἦν ἡ Βηθανία, ὅπερ ἦν μίλια δύο, πῶς τεταρταῖος ὁ Λάζαρος ἦν· καὶ γάρ φησιν ὁ Εὐαγγελιστὴς ἐλθὼν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ καὶ τὰ ἑξῆς; ἐπειδὴ ἔμεινεν ἐκεῖ δύο, καὶ πρὸ τῶν δύο ἦλθέ τις ἀπαγγέλλων, καθ’ ἣν καὶ ἐτελεύτησε, καὶ κατ’ αὐτὴν τὴν τετάρτην ἡμέραν παρεγένετο. οὐκ ἦλθε δὲ αὐτεπάγγελτος, ἵνα μή τις ὑποπτεύσῃ τὸ γεγονός. Ἐμνημόνευσε δὲ τῶν πέντε καὶ δέκα σταδίων, ὅπως ἐντεῦθεν μάθωμεν, ὅτι διὰ τὸ εἶναι ἐγγὺς τὰ Ἱεροσόλυμα, πολλοὺς ἦν εἰκὸς τῶν Ἱεροσολυμιτῶν παρεῖναι, ἵνα παραμυθήσωνται αὐτάς. Παρεμυθοῦντο δὲ οὐχ ὡς φιλουμένας ὑπὸ Χριστοῦ, καὶ γὰρ ἦσαν συνθέμενοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀποσυνάγωγος γένηται, ἀλλ’ ἣ διὰ τὴν ἀνάγκην τῆς συμφορᾶς, ἣ ὡς εὐγενεστέρας αἰδούμενοι, ἢ οἱ μὴ πονηροὶ οὗτοι παρῆσαν, ὅθεν πολλοὶ ἐξ αὐτῶν ἐπίστευσαν. Διὰ τί οὐ παραλαμβάνει τὴν ἀδελφὴν μεθ’ ἑαυτῆς ἡ Μάρθα, ἀλλὰ μόνη τῷ Χριστῷ ἀπήντησεν; ἐπειδὴ κατ’ ἰδίαν συντυχεῖν αὐτῷ ἐβούλετο, καὶ τὸ γεγονὸς ἀπαγγεῖλαι· ὅθεν ἐπειδὴ αὐτὴν εἰς ἐλπίδας χρηστὰς ἤγαγε, τότε ἄπεισι καὶ καλεῖ τὴν ἀδελφήν τὸ δὲ ὅσα ἃν “αἰτήσῃ τὸν Θεὸν δώσει σοι” εἶπεν, ἐπειδὴ εἰ καὶ ἐπίστευον εἰς τὸν Χριστὸν, ἀλλ’ οὐχ ὡς προσῆκε· οὐδὲ γὰρ ὅτι Θεὸς ἦν ἐπίστευον, ἀλλ’ ὡς περὶ ἐναρέτου τινὸς καὶ εὐδοκίμου διέκειντο· αὐτὸς δὲ ἀνατρέπων τὴν τοιαύτην αὐτῶν ὑπόνοιαν, αὐθεντικῶς ἀποφαίνεται λέγων, “ἀναστήσεται ὁ ἀδελφός σου.” Πόθεν δὲ αὕτη ἀναστάσεως ἤδει, ὅτι εἶπεν αὐτῷ, οἶδα ὅτι ἀναστήσεται ἐν τῆ “ἀναστάσει, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ;“ἐκ τῆς τοῦ Χριστοῦ Ἤκουε γὰρ αὐτοῦ πολλὰ περὶ ἀναστάσεως διαλεγομένου, ἀλλ’ ὅμως ἐπόθει ὧδε πάλιν ἰδεῖν αὐτόν. Αὐτὸς δὲ δεικνὺς τὴν θείαν αὐτοῦ δυναστείαν, φησὶ πρὸς αὐτὴν, “ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ, ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται,” περὶ τοῦ θανάτου τούτου λέγων.
- 11.6
Τὸ δὲ “οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα,” διὰ τὸν θάνατον εἶπε. βουλόμενος δὲ αὐτῆς ἀνεγεῖραι τὸν νοῦν, φησὶ, πιστεύεις “τοῦτο;“οὐ γὰρ μόνον τὸν Λάζαρον ἀναστῆναι τὸ ζητούμενον ἦν, ἀλλ’ ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας εἰς τὴν πίστιν ὁδηγηθῆναι. Ἐκείνη δὲ μὴ συνιδοῦσα τὸ λεχθὲν, ἕτερον ἐρωτηθεῖσα, ἕτερον ἀποκρίνεται, λέγουσα, “ναὶ, Κύριε, ἐγὼ πεπίστευκα ὅτι “εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.”
- 11.7
Εἰ γὰρ καὶ μέγα τι κατενόησεν, ἀλλ’ οὐ μὴν τὸ πᾶν ἐπέγνω· τέως μέν τοι ἐκέρδανον ἐκεῖνο τὸ κωλύσαι τὸ πένθος, λάθρα δὲ τὴν ἀδελφὴν ἐφώνησε, σφόδρα συνεχῶς διαπραξαμένη· τοῦτο γὰρ πεποίηκε βουλομένη μὴ διαταράξαι τοὺς πρὸς αὐτὴν συνελθόντας Ἰουδαίους· καὶ γὰρ εἰ ἔγνωσαν ὅτι διὰ τὸν Χριστὸν αὐτῇ λελάληκεν, ἄρα ἃν καὶ ἀνεχώρησαν, νῦν δὲ ὡς ὀλοφυρομένῃ, πάντες ἠκολούθησαν ἐγερθείσης αὐτῆς, καὶ εἰς συνάντησιν τοῦ Χριστοῦ ἀπερχομένης. τίνος ἕνεκεν ἐπεσημήνατο ὁ Εὐαγγελιστὴς, ὅτι “οὔπω ὁ Ἰησοῦς ἐληλύθει εἰς τὴν κώμην,” καὶ τὰ ἑξῆς; ἵνα δείξη ὅτι σχολαιότερον ἐβάδιζεν, ὅπως μὴ δόξῃ ἐπιρρίπτειν ἑαυτὸν τῷ σημείῳ, ἀλλ’ ὡς ἀξιούμενος παρ’ ἐκείνων τοῦτο πεποίηκε· καὶ ἐπειδήπερ τὸ μέλλον γίνεσθαι θαῦμα μέγα ἦν, καὶ οἷον ὀλιγάκις ἐποίησεν ὁ Χριστὸς, καὶ ἔμελλεν μέγα κερδαίνειν πολλοὶ δι’ αὐτοῦ. Διὰ τοῦτο πολλοὺς οἰκονομεῖ γενέσθαι μάρτυρας τοῦ θαύματος. Φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, ὅτι “οἱ Ἰουδαῖοι οἱ ὄντες ἐν τῇ οἰκίᾳ “μετ’ αὐτῆς, ἠκολούθησαν αὐτῇ,” καὶ τὰ ἑξῆς. Θερμοτέρως δὲ ἡ Μαρία παρὰ τὴν ἀδελφὴν Μάρθαν προσῆλθε τῷ Χριστῷ· ἰδούσα γὰρ αὐτὸν, φησιν, ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, οὐκ αἰδεσθεῖσα τὸν ὄχλον, οὐ τὴν ὑποψίαν ἣν εἶχον περὶ αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ τῶν ἐχθρῶν, πάντα δὲ τὰ ἀνθρώπινα ἐκβαλοῦσα παρόντος τοῦ διδασκάλου, καὶ ἑνὸς γενομένη τῆς εἰς αὐτὸν τιμῆς. Φησὶ γὰρ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἃν ἀπέθανεν ὁ ἀδελ- φός μου.” Αὐτὸς δὲ διὰ τοῦτο οὐδὲν αὐτῇ διαλέγεται, οὐδὲ λέγει ταῦτα, ἃ καὶ πρὸς τὴν ἀδελφὴν αὐτῆς εἶπε, διὰ τὸ παρεῖναι πολὺν ὄχλον, καὶ μὴ εἶναι καιρὸν τῶν τοιούτων ῥημάτων· συγκα- ταβαίνει δὲ μᾶλλον, τὴν ἀνθρωπίνην φύσιν ἀπογυμνῶν. Δακρύει γὰρ καὶ συγχεῖται ἰδὼν αὐτὴν κλαίουσαν, καὶ ἅπαντας τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους· τὸ δὲ ἐνεβριμήσατο τῷ πνεύματι,” τοῦτο ἐστὶν, ὅτι ἐπετίμησε τῷ πένθει· διὸ καὶ ἐπισχὼν τὴν σύγχυσιν, οὕτως ἐρωτᾷ, ὥστε μὴ μετὰ ὀλοφυρμοῦ γενέσθαι τὴν έρώτησιν. Διὰ τί εἶπε, “που τεθείκατε αὐτόν ;“οὐκ ἀγνοῶν, μὴ βουλόμενος ἑαυτὸν ἐπιρρίπτειν τῷ θαύματι, μᾶλλον δὲ πάντα παρ’ ἐκείνων ποιῶν ὁμολογεῖσθαι καὶ μαρτυρεῖσθαι, ὥστε πάσης ὑποψίας ἀπαλλάξαι τὸ σημεῖον. ἐπειδὴ δὲ οὐδὲν οὐδέπω τῆς ἀναστάσεως Λαζάρου τεκμήριον ἐνδείκνυται, οὐδὲ οὕτως ἐνόμιζε τὸ ἔρχεσθαι ὡς ἀναστήσων αὐτὸν, ἀλλ’ ὡς θρηνήσων, λέγουσιν αὐτῷ, “Κύριε, ἔρχου καὶ ἴδε. Ἕνεκεν δὲ τίνος ἔλεγον οἱ Ἰουδαῖοι, οὐκ ἐδύνατο οὗτος ὁ ποιήσας ἀνοιχθῆναι τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;” διεφθαρμένῳ σκοπῷ, ὡς ἐνδιαβάλλοντες τὸ θαῦμα, ὡς μὴ γεγονὸς ἐκεῖνο, οὕτως οὐδὲ ἐν ταῖς συμφοραῖς τῆς πονηρίας καθυφίεσαν· ὀφείλοντες γὰρ θαυμάζειν τὸ σημεῖον ἐκεῖνο, ἀπ’ ἐκείνου μᾶλλον καὶ τοῦτο ἐνδιαβάλλουσι· καὶ γὰρ μήπω ἐλθόντος αὐτοῦ εἰς τὸν τόπον, μηδὲ τεκμήριόν τι τοῦ θαύματος ἐπιδειξαμένου, προκαταλαμβάνουσι ταῖς κατηγορίαις, οὐκ ἀναμείναντες τοῦ πράγματος τὸ τέλος. οὐκ ἐπιστομίζει δὲ αὐτοὺς, ἐπειδὴ ἔμελλον διὰ τῶν ἔργων τοῦτο πάσχειν, τοῦ θαύματος ἐκπληρουμένου, ὅπερ καὶ ἀνεπαχθέστερον ἦν, καὶ μᾶλλον καταισχῦναι αὐτοὺς ἱκανόν. Τί δήποτε δὲ περισπούδαστος ὁ Εὐαγγελιστὴς ἄνω καὶ κάτω στρέφει, ὅτι ἐδάκρυσε, καὶ ὅτι ἐπετίμησε τῷ πάθει; Καὶ γάρ φησιν, Ἰησοῦς οὖν πάλιν ἐμβριμούμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνη- μεῖον ;“διὰ τὸ μαθεῖν ἡμᾶς, ὅτι ἀληθῶς τὴν φύσιν τὴν ἡμετέραν περιεβάλετο. Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτοῦ φθέγγεται τῶν ἄλλων μᾶλλον Εὐαγγελιστῶν, καὶ τοῦτο καὶ ἐν τοῖς σωματικοῖς πολὺ ταπεινότερα φθέγγεται, ὅθεν καὶ ἐν τῷ πένθει πολὺ τὸ ἀνθρώπινον αὐτὸν φησὶν ἔχειν, ἀπὸ τούτου δηλῶν τῆς οἰκονομίας τὴν ἀλήθειαν. ὁ μὲν γὰρ Λουκᾶς ἀπὸ τῆς ἀγωνίας καὶ τοῦ θρόμβου καὶ τοῦ ἱδρῶτος, οὗτος δὲ ἀπὸ τοῦ πένθους πιστοῦται ταύτην. τίνος ἕνεκεν οὐχὶ τοῦ λίθου ἐπικειμένου ἐποίησεν ἀναστῆναι τὸν Λάζαρον, ἀλλὰ λέγει, ἄρατε τὸν λίθον ;“Καὶ γὰρ ὁ σῶμα κινήσας νεκρὸν τῇ φωνῇ, ὁ τὸν δεδεμένον καὶ μὴ ὁρῶντα καὶ συμπεποδισμένον διὰ τῆς φωνῆς βαδίζειν παρασκευάσας, πολλῷ μᾶλλον λίθον ἐκίνησεν ἄν. Τί δήποτε οὖν οὐκ ἐποίησε τοῦτο; ἵνα αὐτοὺς μάρτυρας ποιήσῃ τοῦ θαύματος, ἵνα μὴ πάλιν λέγωσιν, ὃ ἐπὶ τοῦ τυφλοῦ, ὅτι οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Αἱ γὰρ χεῖρες καὶ τὸ παραγενέσθαι εἰς τὸν τόπον, καὶ τὸ τὸν λίθον ἆραι, καὶ τὸ ἐσπαργανωμένον ἐξελθεῖν, καὶ τὸ τοὺς φίλους τοὺς κηδεύσαντας παρόντας αὐτὸν ὁρᾷν, καὶ ἀπὸ τῶν ἱματίων ἐπιγιγνώσκειν καὶ ἡ δυσωδία δὲ, φησὶ γὰρ, τεταρταῖός ἐστι, καὶ ἤδη ὄζει,” πάντα ταῦτα ἱκανὰ ἦν ἐπιστομίσαι τοὺς ἀγνωμονοῦντας μάρτυρας γενομένους τοῦ σημείου.
- 11.8
Τὸ δὲ ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν,” εἶπεν ἡ Μάρθα, ὡς ἀδύνατον εἶναι νομίσασα τοῦ ἀναστῆναι τὸν ἀδελφὸν αὐτῆς λοιπὸν, διὰ τὸ μῆκος τῶν τοσούτων ἡμερῶν, οὕτως ἔτι κάτω στρέφεται· ἀναμιμνήσκων δὲ ὁ Χριστὸς ὧν διελέχθη πρὸς αὐτὴν, καὶ σχεδὸν ἐπιτιμῶν ὡς ἀμνημονούσῃ, φησὶν, οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς. ὄψει τὴν δόξαν τοῦ Θεοῦ ;“τοῖς μὲν οὖν μαθηταῖς ἔλεγεν, ”ἵνα δοξασθῇ ἐν αὐτῶ ὁ Υἱὸς τοῦ Θεοῦ,” ταύτῃ δὲ τὴν δόξαν “τοῦ Θεοῦ,” περὶ τοῦ Πατρὸς λέγων. Ἡ γὰρ ἀσθένεια τῶν ἀκουόντων τῆς διαφορᾶς τῶν λεγομένων αἰτία ἦν. Διὰ τί εὔχεται, μᾶλλον δὲ τῆς εὐχῆς σχῆμα ἀνέλαβεν ; αὐτοῦ λέγοντος, ἀκούσωμεν, φησὶ γὰρ, ”διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σὺ μὲ ἀπέστειλας.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ἵνα μὴ ἀντίθεον με νομίσωσιν, ἵνα μὴ λέγωσιν, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἵνα δείξω κατὰ γνώμην σὴν τὸ ἔργον γιγνόμενον. Οτι γὰρ τοῦτό ἐστιν, ἴδωμεν καὶ τίς ἡ ἀρχή· “εὐχαριστῶ σοι,” φησὶ, Πάτερ, ὅτι ἤκουσάς μου. τίς δὲ οὕτως ηὔξατό ποτε ; πρὶν γάρ τι εἰπεῖν, “ἤκουσάς μου,” φησὶ, δεικνὺς, ὅτι οὐ δεῖται εὐχῆς. Δῆλον δὲ τοῦτο ἀφ’ ὧν τὰ ἄλλα χωρὶς εὐχῆς ἐποίει λέγων, σοὶ λέγω, δαιμόνιον, ἔξελθε ἀπ’ αὐτοῦ,” καὶ “θέλω καθαρίσθητι, καὶ ἀφέωνται αἱ ἁμαρτίαι σου,” καὶ τῇ θαλάσσῃ, “σιώπα, πεφίμωσο.” Κράξας δὲ φωνῇ μεγάλῃ, Λάζαρε, δεῦρο “ἔξω,” οὐκ εἶπεν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου δεῦρο ἔξω, οὐ δὲ ἀνάστησον αὐτὸν, Πάτερ, ἀλλ’ εὐξαμένου σχῆμα λαβὼν ὡς εἴρηται, δι’ ἢν εἶπον αἰτίαν, τὴν αὐθεντίαν διὰ τῶν πραγμάτων ἐνδείκνυται· ταῦτα δὲ λέγω τῶν αἱρετικῶν ἐμφράττων τὰ στόματα τῶν τὴν δόξαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἐλαττούντων, καὶ λεγόντων ὅτι ἀπὸ τῆς εὐχῆς ῥοπὴν λαβὼν τὸν Λάζαρον ἀνέστησε. Τί γὰρ ἴσον τῆς ἐξουσίας ταύτης γένοιτ’ ἂν, ὅτι ὡς ζῶντι διαλεγόμενος τῷ τετελευτηκότι φησὶ, Λάζαρε, δεῦρο ἔξω ;“τοῦτο δέ ἐστιν ὃ ἔλεγεν, ἔρχεται ὥρα ὅτε οἱ νεκροὶ ἀκούσωσι τῆς φωνῆς “τοῦ Θεοῦ, καὶ ἀκούσαντες ζήσονται.” Iva γὰρ μή τις νομίσῃ, ὅτι παρ’ ἑτέρου ἔλαβε τὴν ἐνέργειαν, προλέγει τοῦτο, ὃ διὰ τῶν ἔργων δείξειν ἔμελλε. Δεῖξαι δὲ θέλων ὅτι τοῦ ἀναστῆναι τὸ ἐξελθεῖν δεδεμένον οὐκ ἔλαττον ἐδόκει εἶναι παράδοξον, φησὶ, “καὶ ἐξῆλθεν ὁ τεθνεὼς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας.” τοῦτο δὲ γέγονεν, ἵνα μὴ δόξῃ φάντασμα εἶναι τὸ πρᾶγμα. Κελεύει δὲ αὐτοῖς λῦσαι, ὅπως πλησίον γενόμενοι καὶ ἁψάμενοι, ἴδωσιν ὅτι οὕτος ἐκεῖνος ἐστι τὸ δὲ ἄφετε ὑπάγειν, τὸ ακομπαστον δηλοῖ, οὐδὲ γὰρ ἐπάγεται αὐτὸν, οὐδὲ κελεύει μετ’ αὐτοῦ περιπατεῖν ὥστε ἐπιδείκνυσθαι, γενομένου δὲ τοῦ θαύματος, οἱ μὲν ἐπίστευσαν τῶν θεασαμένων, οἱ δὲ ἀπήγγειλαν τοῖς Φαρισαίοις. τι οὖν ἐκεῖνοι; ὀφείλοντες ἐκπλήττεσθαι καὶ θαυμάζειν, μᾶλλον ἐβούλοντο αὐτὸν ἀνελεῖν, ὅπερ ἦν ἐσχάτης ἀνοίας, ὅτι τὸν ἐν τοῖς ἄλλων σώμασι θανάτου περιγενόμενον θανάτῳ παραδώσειν ἐνόμιζον, καὶ ἄνθρωπον αὐτὸν ἔτι ἐκάλουν λέγοντες, ”τί ποιοῦμεν; ὅτι ὁ ἄνθρωπος οὗτος σημεῖα πολλὰ ποιεῖ;” τοσαύτην λαβόντες ἀπόδειξιν τῆς αὐτοῦ θεότητος, ὅθεν καὶ πιστεῦσαι ἔδει καὶ θεραπεῦσαι, καὶ προσκυνῆσαι καὶ μηκέτι νομίζειν ἄνθρωπον.
- 11.9
τίνος ἕνεκεν τῶν Ῥωμαίων μνημονεύουσι, λέγοντες, ὅτι “ἐὰν “ἀφῶμεν αὐτὸν, ἔρχονται οἱ ‘Ρωμαῖοι καὶ αἴρουσιν ἡμῶν καὶ τὸ “ἔθνος καὶ τὴν πόλιν ;“τὸν λαὸν ἐπισεῖσαι σπουδάζοντες, ὡς μέλλοντος τοῦ πλήθους τῶν Ἰουδαίων δῆθεν κινδυνεύειν, ἐπὶ ὑποψίᾳ δῆθεν τυραννίδος. ἐὰν γὰρ ὀχλαγωγοῦντά φησιν ἴδωσι τὸν Χριστὸν οἱ ‘Ρωμαῖοι, ἐκ τοῦ πιστεῦσαι πολλοὺς εἰς αὐτὸν, ὑποπτεύουσιν ἡμᾶς ἐπὶ τυραννίδι, καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. ταῦτα δὲ ἔλεγον οὐ προσδοκῶντες ταῦτα, ἀλλὰ βασκαίνοντες· ἵνα γὰρ μὴ δόξωσι τὸν ἑαυτῶν φθόνον δημοσιεύειν, τὴν πόλιν λέγουσι κινδυνεύειν ἅπασαν, καὶ τὸ κοινὸν ἐπιβουλεύεσθαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς εἶναι τὸν λόγον.
- 11.10
Θεοδώρου Μομψουεστίασ. Τὸ, “ἴδε, ὃν φιλεῖς πίστεως ἀπόδειξιν ἔχει· οὕτω γὰρ ᾔδεσαν πολλὴν περιεῖναι τῷ Κυρίῳ δύναμιν, ὡς θαυμάζειν ὅτι καθήκετο ἀσθένεια ἀνδρὸς φιλουμενου παρ’ αὐτοῦ·
- 11.11
Ἀμμωνίου Πρεβυτέρου. Οὐκ ἔστι πρὸς θάνατον, τουτέστι πρὸς διηνεκῆ, ἀλλ’ εἰς μόνας τέσσαρας ἡμέρας, ἐπειδὴ ἀνέστη μετ’ οὐ πολύ. πρὸς τὸ πέρας ὁρῶντες τοῦ πράγματος, λέγομεν μὴ εἶναι πρὸς θάνατον τὴν ἀσθένειαν. οὐ τοσαύτης ἦν δόξης καὶ θαύματος τὸ ἐγεῖραι τὸν Λάζαρον ἐκ τῆς νόσου, ὅσον τὸ ἀναστῆσαι αὐτὸν ἐκ νεκρῶν.
- 11.12
Ὠριγένουσ. Εἴποι δ’ ἄν τις τὴν Μαριὰμ σύμβολον εἶναι ἀπὸ ἐθνῶν, τὴν δὲ Μάρθαν τῶν ἐκ περιτομῆς, τὸ δὲ ἐκ νεκρῶν ἀνιστάμενον ἀδελφὸν αὐτῶν, τῶν διά τινα ἁμαρτήματα εἰς ᾅδου καταβεβηκότων κατὰ τὸ ἀποστραφέτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν “Ἅιδην·” καὶ οὐκ ἀπιθάνως διὰ τὴν ἐν τῷ Μωϋσέως νόμῳ πολιτείαν φησὶν εἰρῆσθαι τῇ Μάρθᾳ· Μάρθα, Μάρθα, περὶ πολλοῦ θορυβῇ καὶ περισπᾶσαι, ὀλίγων δέ ἐστι χρεία·” εἰς σωτηρίαν οὐ τῶν πολλῶν κατὰ τὸ γράμμα τοῦ νόμου ἐντολῶν χρεία, ἀλλ’ ὀλίγων, ἐν οἷς κρέμαται ὅλος ὁ νόμος καὶ οἱ προφῆται, τῶν περὶ ἀγάπης νενομοθετημένων.
- 11.13
Θεοδώρου Μομψουεστίασ. Εητήσωμεν, ἐν ποίῳ τόπῳ Ἰησοῦς, ὅτε ταῦτα ἔλεγεν· ὅσον γὰρ ἀπὸ τοῦ Εὐαγγελίου οὐκ ἦν ἔξω τῆς Ἰουδαίας· πῶς οὖν λέγει τοῖς μαθηταῖς, ἄγωμεν εἰς τὴν “Ἰουδαίαν;“εἰ μὴ ἄρα ἁπλούστερόν τις τὰ τοιαῦτα ἐξετάζων λέγοι κατὰ τὸ σιωπώμενον αὐτὸν γεγονέναι ἔξω τῆς Ἰουδαίας. Εἰπὼν οὖν, ἄγωμεν πάλιν εἰς τὴν Ἰουδαίαν,” ἀκούει ὑπὸ τῶν μαθητῶν τὸ καὶ πάλιν ὑπάγεις ἐκεῖ.”
- 11.14
Ἀμμωνίου Πρεσβυτέρου. To δὲ, ζητοῦσί καὶ τὰ ἑξῆς, ὡς μήπω ὄντες ἀπηρτισμένοι, καὶ νομίζοντες ὅτι καὶ καὶ ἄκων ἔπασχεν, εἶπον τοῦτο· οὐχὶ δώδεκα ὧραι εἰσὶ,” καὶ τὰ ἑξῆς.
- 11.15
ἘΞ Α᾿νεπιγράφου. τοῦτο εἰπεῖν βούλεται, ὅτι μηδὲν συνειδὼς πονηρὸν οὐδὲν πείσεται δεῖνον, ὁ δὲ τὰ φαῦλα πράσσων πείσεται· ὥστε οὐ χρὴ δεδοικέναι· οὐδὲν γὰρ ἄξιον θανάτου ἀπράξαμεν· ἢ ὅτι ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, ἐπ’ ἀσφαλείᾳ ἔσται. Εἰ δὲ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων ἐπ’ ἀσφαλείᾳ ἔσται, πολλῷ μᾶλλον ὁ μετ’ ἐμοῦ, ἐὰν μὴ ἀποστήσῃ αὐτὸν ἐμοῦ·
- 11.16
Κυρίλλου. τῇ τῆς ἡμέρας ἀεικινήτῳ φορᾷ τὴν τῶν ἀνθρώπων ἀπεικάζει διάνοιαν, καὶ φιλόκαλόν πὼς ὑπάρχουσαν εἰς βουλὴν καὶ προαίρεσιν ταῖς ὥραις παραπλησίως. ἣ τοίνυν τοῦτό φησιν, ἢ καὶ τοῦτο· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας ;” τουτέστιν, ἡμέρα, φησὶ, εἰμὶ καὶ φῶς. Ὥσπερ οὖν οὐκ ἐγκαταλῆξαι τῆς ἡμέρας τὸ φῶς, μὴ οὐχὶ τὸν τεταγμένον ἀποπληρῶσαν καιρὸν, οὕτως οὐκ ἃν ἐκ τῶν λεγομένων τὴν πη ἐμοῦ συστελλεσθαι φωτισμὸν ἀπὸ τῶν Ἰουδαίων εἰς τὸ πρέπον τῆς φιλανθρωπίας προελθούσης μέτρον· ἡμέραν δὲ λέγει τὸν τῆς παρουσίας καιρὸν, νύκτα δὲ τὸν πρὸ ταύτης, ὡς ὅταν λέγῃ ὁ Κύριος, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα,” φησὶν, ἐστίν.”
- 11.17
Ἀμμωνίου. Ὥσπερ ἄστατος ἡ ἡμέρα ἀπὸ ὥρας εἰς μεταβαίνουσα, οὕτω καὶ ἡ τῶν ἀνθρώπων γνώμη, ὁ ἐστι τῶν Ἰουδαίων. εἰ ὁ ἐν ἡμέρᾳ περιπατῶν οὐ προσκόπτει,” πῶς ἐγὼ ὁ πάντας φωτίζων ὑπομένοιμι τὰ τῶν ἀβουλήτων ;
- 11.18
Ἀπολιναρίου. Διδάσκει ὁ Κύριος, ὅτι πρὸ τοῦ καιροῦ τοῦ πάθους οὐκ ἃν ὑπὸ Ἰουδαίων τι πάθοι· διδάσκει δὲ διὰ παραβολὴν, ἡμέραν μὲν καιρὸν τὸν πρὸ τοῦ πάθους, τὸν δὲ τοῦ πάθους νύκτα· ἐκ τούτου δῆλον ὅτι κατὰ τὴν ἄνωθεν βούλησίν ἐστι τὸ μὴ παθεῖν ἣ παθεῖν αὐτὸν, ὥσπερ κατὰ τὴν τοῦ φωτὸς παρουσίαν ἣ ἀπουσίαν, τὸ βλέπειν ἣ μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται· ὥστε μέχρι περ ἃν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτῷ γενέσθαι, ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τότε συμβήσεται.
- 11.19
Κυρίλλου. Ὕπνον γὰρ ὀνομάζει τῆς ἀνθρωπίνης ψυχῆς τὴν ἀπὸ σώματος ἔξοδον, καὶ σφόδρα εἰκότως· θάνατον γὰρ οὐκ ἠξίωσεν εἰπεῖν ὁ κτίσας εἰς ἀφθαρσίαν τὰ πάντα κατὰ τὸ γεγραμμένον, καὶ σωτηρίους ἀναδείξας τὰς γενέσεις τοῦ κόσμου. Ἔστιγὰρ καὶ ἀληθὴς ὁ λόγος· ὕπνος γὰρ ὄντως παρὰ Θεῷ καὶ ἕτερον οὐδὲν ἣ ὁ πρόσκαιρος ἡμῶν τοῦ σώματος θάνατος· ψιλῷ καὶ μόνῳ καταργούμενος νεύματι τῆς κατὰ φύσιν ζωῆς, τουτέστι Χριστοῦ. Ἀμμνωίου Πρεσβυτέρου. Ἵνα μὴ ἀφιλόστοργοι φανῶμεν, σπεύσωμεν ἐπὶ τὴν τοῦ φίλου ἡμῶν σωτηρίαν, ὑπερορῶντες τῶν Ιουδαϊκῶν ἐπιβουλῶν.
- 11.20
Θεοδώρου Μομψουεστίασ. Χαίρω, φησὶν, ὑμῶν γὰρ μὴ εἶναι με ἐκεῖ συντελέσει πρὸς τὴν πίστιν τὴν ὑμετέραν, ἐπείπερ εἰ μὲν παρήμην, ἀρρωστοῦντα ἐθεράπευον· μικρὸν δὲ ἦν τοῦτο τὸ θαῦμα εἰς δυνάμεως ἐπίδειξιν. Ἐπειδὴ δὲ ἐγὼ μὲν ἀπολελείμμην, ὁ δὲ θάνατος ἐπεγένετο, μέλλω δὲ αὐτὸν ἀπιὼν ἀνιστᾷν, μειζόνως εἰς τὴν πίστιν βεβαιωθήσεσθε τὴν ἐμὴν, ὅταν ἴδητέ με καὶ τοῦτο δυνάμενον, τοὺς νεκροὺς ἤδη διεφθορότας ἀνιστᾶν.
- 11.21
Ἀμμωνίου πρεσβυτέρου. Ὡς πρὸς ζῶντα λέγει αὐτῷ γὰρ ἔζη ὡς Θεῷ.
- 11.22
Θεοδώρου Μομψουεστίασ. Καλὸν μὲν ἦν καὶ ἐκκλῖναι τῶν ἐχθρῶν τὴν ἐπιβουλήν· ἐπειδὴ δὲ τοῦτο δέδοκται πάντως αὐτῷ ἀπελθεῖν, συναπέλθωμεν καὶ ἡμεῖς· κρεῖττον γὰρ ἀποθνήσκοντας κοινωνῆσαι τοῦ θανάτου ἢ τῆς οἰκείας σωτηρίας προνοουμένους ἀπολειφθῆναι τοῦ διδασκάλου.
- 11.23
Ὠριγένουσ. Ἀναγνοὺς ὁ Θωμᾶς τὰς περὶ τοῦ σωτῆρος εἰκὸς δὲ ὅτι καὶ ἠκηκόει λείπεσθαι οἰκονομίαν τῷ Γἱῷ τοῦ Θεοῦ τὴν περὶ φυχὴν ἣν ἔμελλε ποιεῖν, καταβὰς εἰς τὸ χωρίον αὐτῶν, ἵνα τοῖς ἐν φυλακῇ πνεύμασι κηρύξῃ, πορευθεὶς πρὸς αὐτὰ ἀπειθήσασί ποτε. ἀκούσας ὅτι “πορεύομαι ἵνα ἐξυπνίσω αὐτὸν,” ᾤετο οὐκ ἄλλως ἂν ἐξυπνισθήσεσθαι καὶ ἐκ νεκρῶν ἀναστήσεσθαι τὸν Λάξαρον, ἢ τοῦ Ἰησοῦ καταβάντος εἰς τὸ τῶν ψυχῶν χωρίον· τὸ δὲ καὶ τοῦ Σωτῆρος εἰπόντος, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ, καὶ τὰ ὁμοία. Εἰτα ὡς γνήσιος τοῦ Σωτῆρος μαθητὴς, καὶ κρίνας αὐτῷ ἀκολουθεῖν ὅποι ποτ’ ἃν ἀπίη, ἐβούλετο αὐτῶ καὶ τοὺς λοιποὺς μαθητὰς χάριτι τοῦ Ἰησοῦ συναποθέσθαι τὸ σῶμα.
- 11.24
Θεοδώρου Ἡρακλείασ. Ἔξεισι μὲν οὖν ἡ Μάρθα τὴν τοῦ Κυρίου παρουσίαν οὐκ ἀνακοινωσαμένη πρὸς τὴν ἀδελφήν φησι, διὰ τὸ βούλεσθαι κεκρύφθαι τὴν παρουσίαν τοῦ Κυρίου ἀπὸ τῶν παρόντων Ἰουδαίων, ὡς ἃν ἐχθρῶν Χριστοῦ, καὶ διωκόντων αὐτὸν, ὀλιγοπιστίας δὲ ῥήματα φθέγγεται.
- 11.25
Ἀμμωνίου πρεσβυτέρου. Ζωὴν ἑαυτὸν εἶπεν ὁ Κύριος, οὐ ζῶον· τὸ μὲν γὰρ ζῶον δεκτικόν ἐστι ζωῆς, ἡ δὲ ζωὴ παρεκτικὴ τοῦ ζῆν ὡς ἡ σοφία καὶ ὁ σοφός ὁ μὲν λαμβάνει, ἡ δὲ δίδωσι.
- 11.26
ἘΞ Ἀνεπιγράφου. Δεικνὺς ὅτι οὗτός ἐστιν ὁ χορηγὸς ἀγαθῶν, καὶ παρ’ αὐτοῦ δεῖ αἰτεῖν καὶ πῶς. ôὉ πιστεύων εἰς ἐμὲ,” ὁρᾷς πῶς αὐτῆς ἀνάγει τὸν νοῦν; οὐ γὰρ τοῦτο ἦν ζητούμενον τὸν Λάζαρον ἀναστῆσαι, ἀλλ’ ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας καὶ ἐκείνην τὴν ἀνάστασιν μαθεῖν. εἰ γὰρ ἐκείνῃ πιστεύεις, φησὶ, μηδὲ περὶ ταύτης ἀμφίβαλλε· οὐ γὰρ ἄλλος ὁ ἐκείνην ἐργαζόμενος παρ’ ἐμὲ, ἀλλ’ ἐγὼ κἀκείνης τοῖς ἀνθρώποις αἴτιος, ὥστε ὁ κοινῇ πάντας ἀριστῶν. Οὐ γὰρ δήπου περὶ ἑνὸς ἀνάστασιν ἄτονος εἶναι δύναμαι. Διὰ τοῦτο περὶ τῆς ἀναστάσεως φιλοσοφεῖ τῶν ῥημάτων. Εἰ δὲ ἡ ἀνάστασις αὐτός ἐστι καὶ ἡ ζωὴ, οὐ τόπῳ περικέκλεισται, ἀλλὰ πανταχοῦ παρὼν οἶδεν ἰᾶσθαι.
- 11.27
Θεοδώρου Μομψουεστίασ. Ὥστε οὐ χρὴ φρίττειν τοῦτον τὸν θάνατον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οὔτε οὗτος τέθνηκεν, οὔτε ὑμεῖς τεθνήξεσθε, τὴν ἐλπίδα τῆς ἀναστάσεως ἔχουσαι. Ὁ γὰρ ζῶν μετὰ τῆς εἰς ἐμὲ πίστεως οὐδεπώποτε ἀποθανεῖται, ἐπειδήπερ κἂν ἀποθνήσκειν δόξῃ, οὐ νεκρός ἐστιν, ἀλλὰ ζῶν διὰ τὴν ὑπόσχεσιν, μεθ’ ἧς δέχεται τοῦ τῆς φύσεως ὅρου τὴν τελευτήν. Καί τοι γε ἐν τοῖς Εὐαγγελίοις, οὐ φαίνεται ὅτι ἔλεγεν αὐτῇ ὁ Κύριος καλέσαι τὴν ἀδελφὴν, ἀλλὰ δηλονότι εἴρηται μὲν, ὁ δὲ Εὐαγγελιστὴς παρέλιπε, ἑνὸς ὣν τοῦ μόνα τὰ ἀναγκαῖα λέγειν.
- 11.28
Κυρίλλου. τὴν τοῦ πράγματος ἀπαραίτητον χρείαν καὶ τῆς παρουσίας χρεωστούμενον, ἀντὶ φωνῆς δεξαμένη τοῦτό φησι. Πῶς γὰρ οὐκ ἔδει παρόντος τοῦ Χριστοῦ, πρὸς αὐτὸν ἰέναι προθύμως τὴν Μαρίαν, ἐπείπερ ἅπαν οὐ μετρίως λελυπημένην ;
- 11.29
Ἀμμωνίου πρεσβυιέρου. Εἰ μὴ οἰκονομία τοῦ ἐγεγόνει, οὐκ ἂν ἐμέμνητο αὐτοῦ ὁ Εὐαγγελιστής· γέγονε δὲ ἵνα καὶ ἄκοντες παραγένωνται, καὶ μαρτυρήσωσι τῷ σημείῳ.
← Previous · Next → — showing 501–600 of 914
First Thousand Years of Greek. CTS URN tlg4102.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.