Catena In Joannem
- 9.126
Κράζει δὲ, τοῦτο μὲν τὴν παρρησίαν ἐμφαίνων, τοῦτο δὲ διὰ τὸν πολὺν ὄχλον. Τὸ δὲ “εἴ τις δίψᾳ, ἐρχέσθω πρός με καὶ πινέτω,” τοῦτο σημαίνει, ὅτι οὐδένα ἀνάγκῃ καὶ βίᾳ ἐφέλκομαι, ἀλλ’ εἴ τις προθυμίαν πολλὴν ἔχει, εἴ τις ἐκκαίεται τῷ πόθῳ, τοῦτον ἐγὼ καλῶ.
- 9.127
Ἐκ τούτου διδάσκει, ὅτι ὀφείλουσιν οἱ τῇ πίστει προστρέχοντεσ τὸν τῶν διψώντων ἔρωτα ἔχειν, οἵτινες ὅταν πίωσιν, ἀναπαύονται. Ὅπερ δὲ εἶπεν “ὁ πιστεύων εἰς ἐμὲ, καθὼς καθὼς ἡ “γραφὴ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος,’ τοῦτο δηλοῖ· κοιλίαν μὲν ἐνταῦθα τὴν καρδίαν φησὶ, καθάπερ καὶ ἀλλαχοῦ γέγραπται “κατὰ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας “ μου.” Ποῦ δὲ εἶπεν ἡ γραφὴ, “ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ “ῥεύσουσιν;“οὐδαμοῦ. Τί οὖν ἐστιν “ὁ πιστεύων εἰς ἐμὲ καθὼς ειπεν ἡ γραφή; ἐνταῦθα ὑποστίξαι δεῖ, ἴνα ῇ ποταμοὶ ἐκ τῆς “κοιλίας αὐτοῦ ῥεύσουσι, τῆς αὐτοῦ ἀποφάσεως. Επειδὴγὰρ γὰρ ἡ γραφὴ μαρτυρεῖ περὶ αὐτοῦ ὅτι Υἱὸς Θεοῦ ἐστι, καὶ δημιουργὸς πάσης κτίσεως, καὶ συνάναρχος τῷ Πατρὶ, καὶ ὅτι μέλλει ἄνθρωπος γίγνεσθαι, καὶ τὴν οἰκουμένην ἐκ πλάνης λυτροῦσθαι, διὰ τοῦτο τῆς γραφῆς ἐμνημόνευσεν, ὅτι ὁ οὕτως, ὡς αὐτὴ λέγει, πιστεύων εἰς ἐμὲ, “ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι.” τὸ δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττόμενος.
- 9.128
Ζῶν δὲ λέγει διὰ τὸ ἐνεργεῖν ἀεί· τοιαύτη γὰρ ἐστὶν ἡ τοῦ Παναγίου Πνεύματος χάρις· ἥτις ἐπειδὰν εἰς διάνοιαν ἔλθοι καὶ ἡδρύνθη, πάσης πηγῆς μᾶλλον ἀναβλύζει, καὶ οὐ διαλιμπάνει, οὐδὲ ἵσταται, οὐδὲ κενοῦται. διὰ τοῦτο γὰρ καὶ οὐχ ἕνα ποταμὸν ἐκάλεσεν, ἀλλὰ ποταμοὺς ἀφάτους, τὸ ἀνελλειπὲς τῆς χορηγίας δηλῶν, καὶ τὸ ἀνεκδιήγητον τῆς ἐνεργείας τοῦ Παναγίου Πνεύματος, ὡς σημαίνει τὸ ἐπαγόμενον, “ἔλεγε δὲ τοῦτο,” φησὶ, “περὶ “τοῦ Πνεύματος” καὶ τὰ ἑξῆς.
- 9.129
Θεοδώρου Ἡρακλείασ. Εἰ τὰς γραφὰς παρέπεμπεν, ἵνα ἐκ τῆς ἐκείνων περὶ αὐτοῦ προρρήσεως ἐναχθῶσιν εἰς τὴν πίστιν, “ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο “δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύον- “εἰς εἰς αὐτὸν,” τὸ δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττόμενος, ὅπερ ἀλλαχοῦ φησι, “πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν “αἰώνιον,” τοῦτο ἐστὶ, πολλὴν ἕξει χάριν.
- 9.130
Τί ἐστιν ὅπερ εἶπεν, “οὔτω οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον;“ὅτι μὲν ἐπὶ τῶν προφητῶν Πνεύματος Ἁγίου δόσις ἦν, παρὰ πάντων ὁμολόυηται. Πῶς γὰρ ἂν προεφήτευσαν, καὶ τὰ μυρία εἰργάσαντο θαύματα ἄνευ τῆς αὐτοῦ χάριτος; Ὅτι δὲ ἦν αὕτη ἡ χάρις συσταλεῖσα, διὰ τοῦτο εἶπεν “οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον δεδο- “μένον.” Οὐκέτι γὰρ προφήτης παρ’ αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις· ἐπεὶ οὖν ἀνέσταλτο μὲν τότε τὸ Πνεῦμα τὸ Ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς ἡ χάρις· τῆς δὲ τοιαύτης διανομῆς ἡ ἀρχὴ μετὰ τὸν σταυρὸν ἐγίνετο, διὰ τοῦτο ἐπήγαγεν, “ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη,” δόξαν δὲ τὸν σταυρὸν καλεῖ.
- 9.131
Χρὴ δὲ γινώσκειν ὅτι οἱ Ἀπόστολοι πρὸ τοῦ πάθους οὐ Πνεύματι Ἁγίῳ τὰς ἰάσεις ἐποίουν, ἀλλὰ τῇ παρὰ τοῦ Χριστοῦ ἐξουσίᾳ Ὅτε γὰρ αὐτοὺς ἔμελλεν εἰς τὴν οἰκουμένην ἐκπέμπειν, τότε λέγει, “λάβετε λάβετε Πνεῦμα Ἅγιον,” καὶ πάλιν τῇ πεντηκοστῇ ἦλθεν ἐπ’ αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιον.
- 9.132
“Πολλοὶ Πολλοὶ δέ” φησιν “ἐκ τοῦ ὄχλου ἀκούσαντες τῶν λόγων ἔλεγον, οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης” καὶ τὰ ἑξῆς· ἐκ γὰρ τῆς ταπεινοφροσύνης τῶν ῥημάτων αὐτοῦ ἐπίστευσαν οὗτοι· οἱ δὲ τῇ ἀπιστίᾳ ἐναπομείναντες κακούργως ἅπαντα φθέγγονται. Ἔλεγον γὰρ “μὴ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται,” καὶ τὰ ἑξῆς. Ἔστω γὰρ τὸν τόπον ἠγνόουν, ὅτι ἀπὸ Βηθλεὲμ, διὰ τὴν ἀνατροφὴν ἐν Ναζαρὲτ, ἄρα καὶ τὸ γένος ἠγνόουν, ὅτι ἐξ οἴκου καὶ πατριᾶς ἦν Δαβίδ; Ὅθεν καὶ “σχίσμα ἐγένετο ἐν τῷ ὄχλῳ δι’ “αὐτόν·” ἐσχίσθησαν δὲ καὶ οὐ κατενύγησαν, καθώς φησιν ὁ προφήτης· τοιοῦτον γὰρ ἡ πονηρία, οὐδενὶ βούλεται ἥκειν, ἀλλὰ πρὸς ἓν βλέπει μόνον, ὥστε τὸν ἐπιβουλευόμενον ἀνελεῖν. “Τινὲς “δὲ,” φησὶν, “ἤθελον πιάσαι αὐτὸν,” καὶ τὰ ἑξῆς, βουλόμενοι αὐτὸν ἀνελεῖν, ὡς δὴ σβεννύντες ἐν τούτῳ τὸ κήρυγμα, ἀλλὰ τέως ἠπείγοντο καὶ τῆς ὁρμῆς ἀνεστέλλοντο, τῆς θείας αὐτοὺς κατεχοσης δυνάμεως.
- 9.133
Χρὴ δὲ θαυμάσαι, τῶν μὲν ὑπηρετῶν τὴν σύνεσιν, τῶν δὲ ἀρχιερέων καὶ Φαρισαίων τὴν ἄνοιαν. Οἱ μὲν γὰρ καίπερ δοκοῦντες εἶναι σοφώτεροι, καὶ θαύματα ὁρῶντες, καὶ γραφὰς ἀναγιγνώσκοντες, οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ μᾶλλον ἐβλάβησαν. γὰρ, διὰ τί οὐκ ἠγάγετε αὐτόν; οἱ δὲ καὶ χωρὶς σημείων ἀπὸ διδασκαλίας μόνης ἐπείσθησαν. οὐ γὰρ εἶπον οὐδέποτε, ἐθαυματούργησε οὕτως ἄνθρωπος, ἀλλὰ τί; “οὐδέποτε ἐλάλησεν οὕτως “ἄνθρωπος ὡς οὗτος ὁ ἄνθρωπος. Διὸ μετὰ τῆς συνέσεως αὐτῶν καὶ τὴν παρρησίαν χρὴ θαυμάσαι, ὅτι πρὸς τοὺς ἀποστείλαντας αὐτοὺς ταῦτα ἔλεγον, καὶ φονῶντας κατ’ αὐτοῦ. Ὅταν γὰρ ὀρθὴ διάνοια ᾖ, οὐδὲ μακρῶν λόγων εῖ πρὸς τὸ πεισθῆναι τῇ ἀληθείᾳ. τούτους οὖν πάντες οἱ τοῖς ἄρχουσι παρεπόμενοι μιμείσθωσαν, καὶ ἐφ’ οἷς ἃν ἀδίκως προστάσσουσι ποιεῖν, μὴ ὑπακουέτωσανκ῾ αθάπερ καὶ ἐπὶ Σαοὺλ, ὅτε τοὺς ἱερεῖς τοῦ Θεοῦ παρανόμως ἀναιρεθῆναι προσέταξε, γέγονε· καὶ γὰρ οἱ παρεστῶτες αὐτῷ τοῦτο ποιῆ- σαι οὐκ ἐπείσθησαν.
- 9.134
Διὰ τί αὐτοῖς οὐ μετ’ ὀργῆς κέχρηνται, ἀλλὰ κολακευτικῶς, λέγοντες, “μὴ καὶ ὑμεῖς πεπλάνησθε;“δεδοικότες μὴ τέλεον ἀποσχισθῶσιν.
- 9.135
Κυρίλλου. Εὐτονώτερον ἰουδαΐζειν τοὺς ὑπηρέτας εἰκὸς, ὡς τοῖς ἡγουμένοις παραμένοντας καὶ κοινῆς αὐτοῖς μετέχοντας γνώμης· ταύτῃ τοι φασὶ “μὴ καὶ ὑμεῖς πεπλάνησθε;“ὡς ἤδη πεπλανημένης τῆς ἄλλης πληθύος, οἵπερ ἦσαν οὐκ ἀσφαλέστεροι, μηδὲ τοῖς ἱεροῖς ἐντετριμμένοι γράμμασι. Καὶ πάλιν, οὐκ εὐλόυως αἰτιᾶσθε νυνὶ διαγαγεῖν, οὐκ ἰσχύσατε ὡς ὑμᾶς τὸν ζητούμενον, πῶς γὰρ ἄν τις οὐχ ἑκόντα βιάσαιτο τὸν ὅσον εἰς λόγους θείαν ἔχοντα φύσιν; ἐλάλει γὰρ οὐχ ὡς ἄνθρωπος, ἀλλ’ ὡς Θεός. Ποῦ γὰρ τίς τῶν ἁγίων προφητῶν χείμαρρον ἑαυτὸν ἁλώσεται λέγων; ἧ τίς ἀπετόλμησεν εἰπεῖν, “εἴ τις δίψᾳ, ἐρχέσθω πρός με καὶ “πινέτω.” πότε δὲ ἡμῖν αὐτὸς ὁ μέγας ἔφη Μωϋσῆς, “ὁ “εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι ὕδατος ζωῆς. Συλλογίζονται δὲ αὐτοὺς ἀπὸ τεκμηρίου σφόδρα ἀνοήτου· “Μῆ “γὰρ,” φησὶν, “ἐκ τῶν ἀρχόντων ἐπίστευσέ τις εἰς αὐτὸν ἣ ἐκ τῶν “Φαρισαίων;” τοῦτο δὲ αὐτὸ τοῖς μὴ πιστεύσασίν ἐστιν ἔγκλημα, οὐ τῳ Χριστῷ.
- 9.136
τὸν ὄχλον δὲ τὸν εἰς αὐτὸν πιστεύσαντα ἐπάρατον εἰπόντες εἶναι, μᾶλλον αὐτοὶ κατάρας ὑπεύθυνοι γεγόνασιν, ἄπιστοι διαμεί- ναντες.
- 9.137
Ἐπεσημήνατο δὲ ὁ Εὐαγγελιστὴς τὸ τοῦ Νικοδήμου ὄνομα, δεῖξαι θέλων, ὅτι οὐχ ὡς αὐτοὶ ἐψεύσαντο, οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, ἀλλ’ ὅτι καὶ ἐξ αὐτῶν ἐπίστευσαν, ὧν εἷς ὑπῆρχεν ὁ Νικόδημος· παρρησίαν μὲν γὰρ οὐδέπω τὴν προσήκουσαν ἐπεδείκνυτο, πλὴν ᾠκείωτο τῷ Χριστῷ.
- 9.138
Εἰπὼν δὲ ὁ Νικόδημος, “μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον,” καὶ τὰ ἑξῆς, δείκνυσιν αὐτοὺς μὴ ἀναγιγνώσκοντας τὸν νόμον, μηδὲ ποιοῦντας τὰ τοῦ νόμου. Εἰ γὰρ ἐκεῖνος μὲν μηδένα κελεύῃ ἀποκτιννύναι ἄνθρωπον, μὴ πρότερον ἀκούσαντας, οὗτοι δὲ πρὶν ἀκοῦσαι, ἐπὶ τοῦτο ὥρμησαν, παραβάται εἰσὶ τοῦ νόμου.
- 9.139
Τὸ δὲ “γνῷ τι ποιεῖ,” τοῦτό ἐστιν, ὅτι οὐδὲ ἀκροάσεως δεῖ ψιλῆς, ἀλλὰ καὶ λίαν ἀκριβοῦς. Ἀπορηθέντες δὲ ἐκεῖνοι ἀγροικότερον καὶ θυμικώτερον κέχρηνται τῇ ἀντιρρήσει, λέγοντες, “μὴ “καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ;” Ποῖαν ἀκολουθίαν ἔχει τοῦτο πρὸς ὅπερ εἶπεν ἐκεῖνος; οὐδὲ γὰρ ἦν δεῖξαι αὐτοὺς, ὅτι οὐκ ἀκρίτως ἔπεμψαν αὐτὸν καλέσοντες· ἔτι δὲ καὶ ὑβριστικῶς ὡς οὐκ εἰδότα περὶ τῶν γραφῶν οὐδὲν, λέγουσι πρὸς αὐτὸν, “ἐρεύνησον καὶ ἴδε, ὡς ἃν εἴποι τις, ὕπαγε καὶ μάθε, ὅτι ἐκ τῆς Γαλι- “λαίας προφήτης οὐκ ἐγήγερται.” Τί γὰρ εἶπεν ὁ ἄνθρωπος; ὅτι προφήτης ἐστίν; εἶπεν ὅτι ἄκριτον ἀναιρεθῆναι οὐ δεῖ.
- 9.140
τίνος ἕνεκεν ὁ Χριστὸς εἶπεν αὐτοῖς, “ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου;” διὰ τὸ ἄνω καὶ κάτω περὶ τῆς Γαλιλαίας λέγειν αὐτοὺς, καὶ προφήτην ἀποκαλεῖν, ἀπαλλάτων πάντας ταύτης τῆς ὑποψίας, καὶ δεικνὺς ὅτι οὐχ εἷς τῶν προφητῶν ἐστιν, οὐδὲ Γαλιλαίας μόνον, οὐδὲ Παλαιστίνης, οὐδὲ Ἰουδαίας, ἀλλὰ παντὸς τοῦ κόσμου δεσπότης. Διὰ τοῦτό φησιν, ἐγὼ φῶς εἰμι τοῦ κόσμου.”
- 9.141
Ἀμμωνίου πρεσβυτέρου. Δείκνυσιν ὅτι αὐτός ἐστιν περὶ οὗ προανεφωνήθη, “ἰδοὺ, τέθεικά σε εἰς φῶς ἐθνῶν,” καὶ οὐχ εἷς τῶν προφητῶν, ἀλλὰ δεσπότης. Ἑαυτὸν εἶπε τὸ φῶς, οὐ μὴν ὅτι ἐν ἐμοί ἐστι τὸ φῶς, ἵνα μή τις εἰς δυάδα υἱῶν διατέμῃ τὸν ἕνα Χριστὸν, εἱς γάρ ἐστιν ὁ Χριστὸς καὶ πρὸ σαρκὸς, καὶ μετὰ σαρκὸς, καὶ εἷς καὶ μόνος κατὰ ἀλήθειαν Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς, καὶ ὅτε γέγονεν ἄνθρωπος, οὐκ ἐν μέρει τιθεμένης τῆς ἀνθρώπου φύσεως· αὐτοῦ γὰρ ἴδιον τὸ σῶμα, καὶ τὸ διατέμνειν τὸν Χριστὸν μετὰ τὴν σάρκωσιν εἰς δύο υἱοὺς ἣ εἰς δύο φύσεις, ταὐτὸν [γάρ] ἐστιν βλάσφημον.
- 9.142
Εἰπὼν δὲ, “ὁ ἀκολουθῶν ἐμοὶ” καὶ τὰ ἑξῆς, περὶ νοητοῦ καὶ σκότους λέγει, τουτέστιν, οὐ μένει ἐν τῇ πλάνῃ ὁ τοιοῦτος· ἅμα δὲ καὶ τὸν Νικόδημον ἐπαινεῖ καὶ τοὺς ὑπηρέτας ὡς παῤῥησιασαμένους, καὶ διὰ τοῦτο ἐν τῷ φωτὶ ὄντας. αἰνίττεται δὲ καὶ τοὺς Φαρισαίους, ὡς κρυφῆ τοὺς δόλους πλέκοντας, καὶ ἐν τῷ σκότῳ καὶ τῇ πλάνῃ ὄντας.
- 9.143
Ἐν δὲ τῷ εἰπεῖν αὐτοὺς, “σὺ περὶ σεαυτοῦ μαρτυρεῖς,” καὶ τὰ ἑξῆς, τὴν ἄνοιαν ἑαυτῶν δηλοῦσιν, ὅτι αὐτὸς μὲν ἄνω καὶ κάτω ταῖς γραφαῖς παρέπεμψεν αὐτοὺς, αὐτοὶ δὲ ὡς περὶ ἑαυτοῦ μαρτυροῦντος οὕτω διέκειντο· διὸ καὶ αὐτὸς λοιπὸν αὐθεντικῶς φησι πρὸς αὐτοὺς, “κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου “ἀληθής ἐστι.” Διὰ τοῦτο δὲ λέγει νῦν ἅπαντα τρανότερον καὶ μετὰ πλείονος παρρησίας, ἀπό τε τῶν σημείων, καὶ τῆς διδασκαλίας τῶν ἀκολουθούντων τὴν μαρτυρίαν λαβὼν, καὶ διὰ τὸ ἐγγὺς εἶναι ’τον σταυρὸν.
- 9.144
Τὸ δὲ, “οἶδα πόθεν ἦλθον, καὶ ποῦ ὑπάγω,” τοῦτο σημαίνει, οἰδα παρὰ τίνος ἀπέσταλμαι, καὶ πρὸς τίνα ἀπέρχομαι, ὥστε οὐκ ἃν εἶπόν τι ψεῦδος, ἐκεῖθέν τε ἥκων, καὶ ἐκεῖσε ἀπιὼν πρὸς τὸν ἀληθῆ Θεόν.
- 9.145
Κυρίλλου. Τὸ δὲ, “ποῦ ὑπάγω,” θεοπρεποῦς μὲν ἐξουσίας ἐπίδειξις· ἄνεισι γὰρ ὡς Θεὸς ἐπάνω τῶν οὐρανῶν, ὡς ὁ Παῦλός φησι. ἀπειλὴν δ᾿ οὖν εἰ καὶ οὐ σφόδρα σαφῶς τῇ τῶν Ἰουδαίων ἀνοσιότητι πρέπουσαν ἔχει. Ὡς γὰρ ὅσον οὐδέπω παντὸς μὲν ἀπαναστήσεται τοῦ γένους αὐτῶν, ἐν τούτοις ὁρᾶται λέγων, ἐν ἐρημίᾳ δὲ τοῦ θείου φωτὸς καταλελοιπὼς, ἐν ἀγνοίᾳ καὶ σκότῳ βαθεῖ παρασκευάσει γενέσθαι.
- 9.146
Ἀμμωνίου πρεσβυτέρου. Εἰ ᾔδεισαν ὅτι Θεοῦ ἦν Υἱὸς, καὶ ἀπ’ οὐρανοῦ κατελθὼν, οὐκ ἃν διὰ τὸ βλεπόμενον σῶμα ἐσκανδαλίζοντο· Θεός εἰμι, φησὶ, καὶ ἀξιόπιστος ἐμαυτῷ μαρτυρῶν· ὑμεῖς δὲ διὰ τοῦτο μὲν οὐκ οἴδατε, ἐπειδὴ οὐδὲν θέλετε τοῦ φαινομένου νοεῖν. οὐκ εἶπε δὲ, Θεός εἰμι, ἀλλὰ, “πόθεν ἔρχομαι καὶ ποῦ “ὑπάγω·” ἐθελοκάκουν γὰρ, καὶ προσεποιοῦντο μὴ εἰδέναι.
- 9.147
Τὸ δὲ, “ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε,” τοῦτο δηλοῖ τὸ ἀδίκως κρίνειν, καθάπερ καὶ τὸ κατὰ σάρκα ζῆν, τὸ φαύλως ζῆν ἐστι.
- 9.148
Ἀμμωνίου πρεσβυτέρου. Πρὸς τὸ φαινόμενον σῶμά μου ἀφορῶντες, ἐσφαλμένως τὰ κατ’ ἐμὲ κρίνετε.
- 9.149
Διὰ τί ἀλλαχοῦ εἰπὼν, ὅτι “ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν ἔδωκε τῷ Υἱῷ” νῦν ἐνταῦθά φησιν, “ἐγὼ οὐ “κρίνω οὐδένα;” ὅτι τοῦτο οὐ περὶ τοῦ μέλλοντος καιροῦ, ἀλλὰ περὶ τοῦ παρόντος λέγει. Ὁ γὰρ μέλλων ἐκεῖνός ἐστι τῆς κρίσεως.
- 9.150
Τὸ δὲ, “έὰν ἐγὼ κρίνω, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστι, τοῦτο σημαίνει, ὅτι εἰ ἠβουλήθην καὶ νῦν κρῖναι, ὑμεῖς ἂν τῶν καταδεδικασμένων ἦτε· ἠνίξατο δὲ καὶ περὶ τῆς μελλούσης κρίσεως.
- 9.151
Εἰπῶν δὲ, “ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με “Πατήρ·” τοῦτο δείκνυσιν, ὅτι οὐκ ἐγὼ μόνος καταδικάζω ὑμᾶς, ἀλλὰ καὶ ὁ Πατήρ· οὐκ ἂν γὰρ ἄλλως ἔκρινεν ὁ Πατὴρ κρίνων ἣ ὡς ἐγὼ, οὐδὲ ἐγὼ, εἰ μὴ ὡς ὁ Πατήρ.
- 9.152
Ἀμμωνίου πρεσβυτέρου. Οὐχ ὡς ἀσθενῶν περὶ τὸ κρῖναι εἶπε τοῦτο, ἀλλ’ ὅτι σὺν τῷ Υἱῷ a, ὁ Πατὴρ μέλλει κατακρῖναι τοὺς ἀπιστοῦντας, τῷ ἀπεσταλμένῳ ἐξ αὐτοῦ.
- 9.153
Δι’ οὐδὲν δὲ ἕτερον εἴρηκε τοῦτο, ὅτι “καὶ ἐν τῷ νόμῳ δὲ τῷ “ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν,” ἢ ἵνα δείξῃ τὸ ὁμοούσιον αὐτοῦ τε καὶ τοῦ Πατρός.
- 9.154
Οὐκ ἐν τούτῳ δὲ μόνον, ἀλλὰ καὶ δι’ οὗ ἐπήγαγε τὸ ὁμοούσιον ἐμφαίνει σαφῶς. φησὶ γὰρ “ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ “ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ καὶ ὁ πέμψας με Πα- “τήρ·” οὐκ ἂν γὰρ εἰ ἐλάττονος οὐσίας ἦν, πρῶτον ἑαυτὸν ἐτίθει τοῦ Πατρός.
- 9.155
Κυρίλλου. Ἐγὼ, φησὶν, ὅπερ εἰμὶ κατὰ φύσιν, τοῦτο καὶ λέγειν οὐ παραιτήσομαι, φῶς γάρ εἰμι τοῦ κόσμου· πλὴν εἰ ταῦτα λέγων οὐκ ἀξιόχρεως εἶναι δοκῶ, ἐπείπερ εἰμι μόνος, καὶ ἐμοὶ παραλήψομαι συναινοῦντά τε καὶ συμψηφιούμενον τοῖς ἐμοῖς πλεονεκτήμασι τὸν Θεὸν καὶ Πατέρα· συνθαυματουργεῖ γάρ μοι ὡς ὁρᾶτε, φησὶ, καὶ συνεργάζεται. Ὡς γὰρ διὰ τὴν ταὐτότητα τῆς οὐσίας ἔχων αὐτὸν ἐν ἐμαυτῷ ἐπὶ τὸ πάντα κατορθοῦν, ἀδια- κωλύτως ἔρχομαι. ἔχει γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπὸ μὲν τῆς θείας φύσεως τὸ παντουργικὸν ὡς Θεὸς, κἂν πέφηνεν ἄνθρωπος. μαρτυρεῖται δὲ καὶ παρὰ τοῦ Πατρὸς, ὡς συνεργάτην αὐτὸν ἐν ἅπασιν ἔχων, ἐπείπερ ἐστὶν ἐν Πατρὶ καὶ Υἱῷ μία θεότης, καὶ τῆς αὐτῆς ἐξουσίας ἀπαράλλακτος ἐξουσία τε καὶ δύναμις.
- 9.156
Ἐρωτησάντων δὲ αὐτῶν “ποῦ ἐστιν ὁ Πατήρ σου;” ἐπειδὴ ἰδόντες ἔλεγον τοῦτο καὶ πειράζοντες αὐτὸν, οὐδὲ ἀποκρίσεως αὐτοὺς πρὸς τοῦτο ἀξιοῖ, ἀλλά φησιν, “οὔτ’ ἐμὲ οἴδατε, οὔτε τὸν “Πατέρα μου,” καὶ τὰ ἑξῆς, δεικνὺς ἐν τούτῳ ὅτι οὐδὲν ὠφελοῦνται τὸν Θεὸν λέγοντες εἰδέναι Πατέρα, αὐτὸν οὐκ εἰδότες.
- 9.157
Καὶ ἐπειδὴ ἀφέντες αὐτὸν ἀεὶ τὸν Πατέρα ἐζήτουν μαθεῖν, διὰ τοῦτο λέγει, οὐ δύνασθε ἰδεῖν τὸν Πατέρα χωρὶς ἐμοῦ. “Εἰ “γὰρ γὰρ ἐμὲ ᾔδειτε,” φησὶ, “καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.” ὥστε οἱ τὸν Υἱὸν βλασφημοῦντες οὐκ αὐτὸν βλασφημοῦσι μόνον, ἀλλὰ καὶ τὸν γεγεννηκότα.
- 9.158
Ἀμμωνίου πρεσβυτέρου. τὸν Ἰωσὴφ οἰόμενοι αὐτοῦ εἶναι πατέρα τοῦτο εἶπον, ἢ ὀνειδίζουσιν αὐτῷ ὡς ἐκ πορνείας τεχθέντι, καὶ οὐκ εἰδότι τὸν ἴδιον πατέρα· εἰ ἄνθρωπον ὑποπτεύετε εἶναι τὸν πατέρα μου, οὐκοῦν οὐδὲ ἐμὲ οἴδατε· ἀλλ’ ἐπείπερ οἱ φιλομαθεῖς διὰ τῆς τοῦ υἱοῦ γνώσεως νοοῦσι τὸν πατέρα, ὁ πατὴρ ἐν υἱῷ ὡς ἐν εἰκόνι διαχαρακτηρίζεται, οὐκοῦν ἴσος ὁ Υἱὸς τῷ Πατρί.
- 9.159
“Ταῦτα ταῦτα τὰ ῥήματα,” φησὶν, “ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, καὶ τὰ ἐξῆς τὸ δὲ οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, τοῦτό ἐστιν, ὅτι οὐδέπω καιρὸς ἦν ἐπιτήδειος, καθ’ ὃν ἤθελε σταυρωθῆναι, ὥστε καὶ τότε οὐ τῆς αὐτῶν δυνάμεως ἔργον ἦν, ἀλλὰ τῆς οἰκονομίας τῆς ἑαυτοῦ· αὐτοὶ μὲν γὰρ καὶ πάλαι ἐβούλοντο αὐτὸν ἀποκτεῖναι, οὐκ ἴσχυον δὲ, αὐτοῦ μὴ βουλομένου· οὐ τοίνυν οὐδὲ τότε ἴσχυσαν ἀν’ εἰ μὴ αὐτὸς συνεχώρησε.
- 9.160
Διὰ τί δὲ αὐτοῖς συνεχῶς λέγει, “ἐγὼ ὑπάγω καὶ ζητήσετέ ‘με;” κατασείων αὐτῶν τὰς ψυχὰς καὶ φοβῶν. Χρὴ γὰρ σκοπῆσαι, ὅσον τοῦτο ἐνεποίει τὸν φόβον αὐτοῖς· καὶ γὰρ ἀνελεῖν αὐτὸν βουλόμενοι, ἵνα ἀπαλλαγῶσιν αὐτοῦ, ζητοῦσι ποῦ ὑπάγει, οὕτω μέγα τι περὶ τοῦ πράγματος ἐφαντάζοντο.
- 9.161
Ἐκείνων δὲ λεγόντων, “μή τι ἀποκτενεῖ ἑαυτὸν,” καὶ τὰ ἑξῆς; αὐτὸς ἀναιρῶν αὐτῶν τὴν ὑπόνοιαν φησὶν, “ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, “ἐγὼ ἐκ τῶν ἄνω εἰμί. ὃ δὲ λέγει τοιοῦτό ἐστιν, οὐδὲν θαυμαστὸν ὑμᾶς τοιαῦτα νοεῖν, ἀνθρώπους σαρκικοὺς ὄντας καὶ οὐδὲν πνευματικὸν λογιζομένους. οὐ γὰρ ἐγὼ τὸ τοιοῦτον ὀλέθριον καὶ χαλεπὸν καὶ πολλῶν κολάσεων ἄξιον ἁμάρτημα, τὸ ἑαυτὸν ἀποκτεῖναι, διαπράξομαι. ἄνωθεν γάρ εἰμι, ὅθεν καὶ τὸ ἐπαγόμενον τῆς αὐτῆς ἔχεται ἐννοίας. Φησὶ γὰρ, “ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστὲ,” τουτέστι, τὰς κοσμικὰς ἐννοίας σαρκικὰς κέκτησθε. “Ἐγὼ ἐκ τοῦ κόσμου “τούτου οὐκ εἰμὶ” πόρρω τῆς ὑμῶν πονηρίας εἰμὶ, φησὶ, καὶ ὥσπερ τοὺς μαθητὰς εἶπε μὴ εἶναι ἐκ τοῦ κόσμου, φιλοσοφίαν αὐτοῖς μαρτύρων, οὐτῶ καὶ πέρι αὐτοῦ εἴπων, ὅτι οὐκ εἰμι ἐκ του κόσμου, οὐχ ὡς μὴ ἀνειληφὼς σάρκα τοῦτό φησιν, ἀλλὰ διὰ τὸ πάσης κακίας ἐκτὸς εἶναι.
- 9.162
Τί σημαίνει ὅπερ εἰπεν, ὅτι “ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ “ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε; ἐπειδὴ ἦλθεν ἵνα ἄρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου· ἑτέρως δὲ αὐτὴν ἀποδύσασθαι οὐκ ἔνι, εἰ μὴ διὰ τοῦ λουτροῦ τοῦ βαπτίσματος, ἀνάγκη τὸν μὴ πιστεύοντα ἔχοντα τὸν παλαιὸν ἄνθρωπον ἀπελθεῖν, ὀφείλοντα ἐκεῖ δοῦναι εὐθύνας τῶν ἡμαρτημένων· τοῦτο οὖν ἐστιν ἐν ταῖς ἁμαρτίαις ἀποθανεῖν.
- 9.163
Θεοδώρου ἡρακλείασ. Κοσμικοὶ ὄντες καὶ ἀνάξιοι τῆς ἄνω βασιλείας διὰ τὴν προσοῦσαν παρανομίαν οὐδαμῶς ἐδύναντο ὅπου αὐτὸς ὑπῆγεν ἐλθεῖν· τοῖς γοῦν ἐν ἁμαρτίαις ἀποθνήσκουσι γέεννα καὶ πυρὸς κάμινος καὶ τὸ ἐξώτερον σκότος ἡτοίμασται· ὅθεν προδιαμαρτυράμενος ἔλεγεν, “εἶπον ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς “ἁμαρτίαις ὑμῶν.”
- 9.164
Ἐρωτῶσι δὲ “σὺ τις εἰ, ἄπο πολλῆς ἀνοίας, διότι μέτα χρόνον τοσοῦτον σημεῖα καὶ διδασκαλίαν τοῦτο ἐποίουν, αὐτὸς δὲ πρὸς τοῦτο ἀποκριθεὶς εἶπεν αὐτοῖς “τὴν ἀρχὴν ὁ τι καὶ λαλῶ “ὑμῖν, πολλὰ ἔχω παρ’ ὑμῶν λαλεῖν καὶ κρίνειν,” καὶ τὰ ἑξῆς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τοῦ ὅλως ἀκούειν τῶν λόγων τῶν παρ’ ἐμοῦ ἀνάξιοί ἐστε, μή τι γε καὶ μαθεῖν ὅστις εἰμὶ ἐγώ· ὑμεῖς γὰρ πειράζοντες φθέγγεσθε. Ἵνα δὲ μὴ νομίσητε ὅτι τοσαῦτα ἀκούων παρ’ ὑμῶν, δι’ ἀσθένειαν οὐκ ἐπεξέρχομαι, ἣ ὅτι οὐκ οἶδα ὑμῶν τὰς διανοίας καὶ τὰς χλευασίας, ἰδοὺ λέγω ὑμῖν ὅτι δύναμαι ὑμᾶς ἐλέγξαι, οὐκ ἐλέγξαι δὲ μόνον, ἀλλὰ καὶ κολάσαι· τοῦτό ἐστι λαλεῖν καὶ κρίνειν.
- 9.165
Κυρίλλου. Δίκαια πάσχω, φησὶν, ὅτι καὶ λόγου πη ὑμῶν ἐποιησάμην ἀρχὴν, ὅτι προσπεφώνηκά τι τῶν εἰδότων ὠφελεῖν, καὶ διασώζειν ἐβουλευσάμην, εὐτελὴς οὕτω λελόγισμαι παρ’ ὑμῖν.
- 9.166
Τὸ δὲ, “ταῦτα λq́ω,” εἰς τὸν κόσμον ἐδήλωσε λοιπὸν ἐξερχόμενον ἑαυτὸν εἰς τὰ ἔθνη.
- 9.167
Οὐχ ἓν ἐγκαλέσω μόνον, φησὶν, ἀλλὰ πολλὰ, καὶ ἐπ’ οὐδενὶ διαψεύσομαι καθάπερ ὑμεῖς· ἔχω κρίνειν ὡς ἀπειθεῖς, ὡς ἀλαζόνας, ὡς ὑβριστὰς, ὡς θεομάχους, ὡς ἀγνώμονας, ὡς ἀχαρίστους, ὡς πονηροὺς, ὡς φιληδονοῦντας μᾶλλον ἣ φιλοθεεῖν εἰθισμένους, ὡς δόξαν παρὰ ἀλλήλων λαμβάνοντας, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ Θεοῦ μὴ ζητοῦντας, ὡς ἐμπυρίσαντάς μου τὸν νοητὸν ἀμπελῶνα, καὶ ὅσα ἄλλα περὶ ὑμῶν φησὶν ἡ γραφή.
- 9.168
Θεοδώρου ἡρακλείασ. Κἂν εἰς νοῦν μὴ λαμβάνητε τὸν τῆς κρίσεως καιρὸν, “ἀλλ’ ὁ πέμψας με, φησὶν, ἀληθής ἐστιν,” ὃς ὥρισε τὸν τῆς ἀποδώσεως καιρὸν, ὃς καὶ ἀπέστειλέ με κηρύξαι τοῦτο, καὶ φανερὸν τῷ κόσμῳ καταστῆσαι. καὶ ἐν τούτῳ δὲ ἔδειξεν αὐτῶν ὁ Εὐαγγελιστὴς τὴν ἄνοιαν, ἐν τῷ εἰπεῖν, “οὐκ ἔγνωσαν “ὅτι τὸν Πατέρα ἔλεγε” τὸν Θεὸν, διότι οὐ διέλειπεν αὐτοῖς περὶ αὐτοῦ διαλεγόμενος, καὶ οὐκ ἐγίγνωσκον ἔτι.
- 9.169
Ἀπολικαρίου. Εἰ γὰρ συνίεσαν ὅτι περὶ Θεοῦ ἔλεγεν κύριος, οὐκ ἃν ἠρώτων “ποῦ ἐστιν ὁ πατήρ σου;“διόπερ καὶ δεόντως εἴρηκε πρὸς αὐτοὺς τὸ “οὐκ οἴδατε τὸν Πατέρα μου.” ὅπερ δὲ φησὶν, “ὅτι ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι·” τοῦτο σημαίνει, ὅτι ὅτε ὑμεῖς προσδοκᾶτε ἀπαλλαγήσεσθαι μου καὶ ἀναιρήσειν, τότε μάλιστα εἴσεσθε ὅτι ἐγώ εἰμι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, πάντα φέρων καὶ ἄγων, γνώσεσθε δὲ ἀπό τε τῶν σημείων καὶ τῆς ἀναστάσεως τῆς ἡμετέρας.
- 9.170
Τὸ δὲ “ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν’ καὶ τὰ ἑξῆς, τὸ ἀπαράλλακτον τῆς οὐσίας δηλοῖ, καὶ ὅτι οὐδὲν ἐκτὸς τῶν πατρικῶν νοημάτων φθέγγεται.
- 9.171
Καὶ ἵνα μὴ νομίσωσι τὸ ἐπαγόμενον, εἷνον τὸ “ὁ πέμψας με,” ἐλαττώσεως εἰναι, προστίθησι λέγων, “μετ’ ἐμοῦ ἐστι” τοῦτο μὲν γὰρ τῆς θεότητός ἐστιν, ἐκεῖνο δὲ τῆς οἰκονομίας. Ἐπειδὴ δὲ διὰ τῶν ταπεινῶν αὐτοῦ λόγων πολλοὶ ἔμελλον πιστεύειν, πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον καταγαγὼν λέγει, οὐκ “ἀφῆκέ με “μόνον ὁ Πατὴρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτοῦ ποιῷ πάντοτε,” δεικνὺς ἐκ τούτου ὅτι καὶ τὸ λύσαι τὸ σάββατον ἀρεστεῖν αὐτῷ ἐστιν. Ὅπερ δὲ εἶπον ὅτι διὰ τῶν ταπεινῶν αὐτοῦ λόγων πολλοὶ ἔμελλον πιστεύειν, τοῦτο δεῖξαι θέλων ὁ Εὐαγγελιστὴς, ἐπήγαγε λέγων, “ταῦτα ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν,” μονονουχὶ βοῶν, ὅτι μὴ θορυβοῦ, ὦ ἀκροατὰ, ἐάν τι ταπεινὸν ἀκούσῃς· διὰ γὰρ τὴν ἀσθένειαν τῶν ἀκουόντων οὕτω ταῦτα εἴρηται, ἵνα πεισθῶσιν.
- 9.172
Ἐπίστευσαν μὲν οὖν, οὐχ ὡς ἐχρῆν δὲ, ἀλλὰ ἁπλῶς καὶ ὡς ἔτυχε, πεισθέντες καὶ ἀναπαυσάμενοι ἐπὶ τῇ τῶν λόγων ταπεινότητι, ὅτι δὲ οὐδέπω παρεδέξαντο τὴν διδασκαλίαν ὡς δέον, ἦν δῆλον· “ἔλεγε ἔλεγε γάρ’ φησὶν, “ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ “Ἰουδαίους, ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ” καὶ τὰ ἑξῆς· ταῦτα δὲ διελέγετο βουλόμενος ἐμβαθύναι τὴν πίστιν αὐτῶν, διασκάπτων τὴν ψυχὴν πληκτικωτέραν λόγοις.
- 9.173
“Γνώσεσθε δὲ τὴν ἀλήθειαν,” τουτέστιν ἐμὲ, ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια. Τὰ γὰρ Ἰουδαϊκὰ πάντα τύπος ἦν, τὴν δὲ ἀλήθειαν πη ἐμοῦ εἴσεσθε, καὶ ἐλευθερώσει ὑμᾶς ἀπὸ τῶν ἁμαρτημάτων ὑμῶν· καὶ οὐκ εἶσεσθε, ὅτι ἀπαλλάξει ὑμᾶς δουλείας, ἀλλὰ τοῦτο αὐτοῖς εἴασε συνιδεῖν.
- 9.174
Ἀμμωνίου πρεσβυτέρου. Αἱ θυσίαι καὶ οἱ ῥαντισμοὶ οὐδέποτε ἠλευθέρουν ἁμαρτίας, οἱ δὲ τὴν ἐν πνεύματι λατρείαν ἐπιτελοῦντες διὰ τῆς εἰς Χριστὸν πίστεως ἐλευθεροῦνται, μηκέτι ἐν δούλοις ἀλλ’ ἐν υἱοῖς καταταττόμενοι·
- 9.175
Τί οὖν οἱ ἀλαζόνες; “σπέρμα Ἀβραὰμ,” φησὶν, “ἐσμὲν, “καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε” καὶ τὰ ἑξῆς. Ὃ δὲ λέγουσι, τοιοῦτόν ἐστι, δούλους ἐκάλεσας τοὺς ἀπογόνους τοῦ Ἀβραὰμ τοὺς εὐγενεῖς. τοιαῦτα γὰρ τῶν Ἰουδαίων τὰ καυχήματα, οὐδαμοῦ τῶν οἰκείων κατορθωμάτων μέμνηνται, ἀλλὰ τοῦ σπέρματος. Διὰ τοῦτο καὶ ὁ βαπτιστὴς πρὸς αὐτοὺς ἔλεγε, ”μὴ δόξητε λέγειν ‘ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ.
- 9.176
Οὐκ ἤλεγξε δὲ αὐτοὺς ὁ Χριστὸς ὡς πολλάκις δουλεύσαντας· καὶ γὰρ καὶ Αἰγυπτίοις καὶ Βαβυλωνίοις καὶ ἑτέροις πολλοῖς ἐδούλευσαν, ἐπειδὴ οὐ τοῦτο ἐσπούδαζε δεῖξαι δούλους ἀνθρώπων γεγενημένους, ἀλλὰ τῆς ἁμαρτίας, ἥτις ἐστὶ καὶ χαλεπωτάτη δουλεία. Διὸ καὶ ἐπήγαγε λέγων, “πᾶς ὁ ποιῶν τὴν ἁμαρ- τίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, καὶ τὰ ἑξῆς, διὰ τούτων ἠρέμα καὶ τὰ διὰ τοῦ νόμου καταβάλλει, αἰνιττόμενος τοὺς προ- τέρους χρόνους. Ἵνα γὰρ μὴ ἐκεῖνα ἀνατρέχωσι καὶ λέγωσι, θυσίας ἔχομεν, ἃς προσέταξε Μωϋσῆς, ἐκεῖναι ἡμᾶς ἀπαλλάξαι δύνανται: Διὰ τοῦτο ταῦτα ἐπήγαγεν, ἐπεὶ ποίαν ἀκολουθίαν εἶχε τὰ ῥήματα. δείκνυσι δὲ ἐνταῦθα καὶ τὸ ὁμότιμον αὐτοῦ τὸ πρὸς τὸν Πατέρα καὶ τὸ διάφορον δούλου καὶ ἐλευθέρου. Ἡ γὰρ παραβολὴ τοῦτο βούλεται. Διὰ τι δὲ περὶ ἁμαρτημάτων διαλε- γόμενος οἰκίας ἐμνημόνευε; δεικνὺς ὅτι ὥσπερ ἐπὶ οἰκίας ὁ δεσπότης, οὕτω πάντως αὐτὸς ἐξουσίαν ἔχει. Τὸ γὰρ μένει τοῦτό ἐστιν, ὥσπερ αὖ καὶ τὸ “οὐ μένει ἀντὶ τοῦ οὐκ ἔχει ἐξουσίαν χαρίζεσθαι, ἅτε μὴ ὣν οἰκοδεσπότης· ὁ δὲ υἱὸς οἰκοδεσπότης ἐστὶ, διό φησι μένει εἰς τὸν αἰῶνα.
- 9.177
Κυρίλλου. Δραμεῖται γὰρ εἰς τὸ ἐξώτερον σκότος, οἱ δὲ τῆς υἱοθεσίας ἀξιωθέντες ἀκούσονται, “δεῦτε οἱ εὐλογημένοι τοῦ ” Πατρός μου,” καὶ τὰ ἑξῆς.
- 9.178
ἈΜΜΩΝÍΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. Ὁ μὴ μένων εἰς τὸν αἰῶνα καὶ ὡσαύτως ἔχων, ἀεὶ δοῦλός ἐστι τῇ φύσει, καὶ οὔτε ἑαυτὸν οὔτε ἄλλον ἐλευθερῶσαι δύναται. Πάντα γὰρ δοῦλα τοῦ κτίσαντος, μένει δὲ εἰς τὸν αἰῶνα, ὡσαύτως ἔχων ὁ Τὶὸς ἰὸς ὡς φύσει Θεός.
- 9.179
Καὶ πάλιν δὲ τὸ ὁμοούσιον δεικνὺς ἐπήγαγε λέγων, “ἐὰν οὖν ὁ “Υἱὸς ὐμᾶς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.”
- 9.180
Ἁμα δὲ καὶ τοῦτο ἐμφαίνει, “διὰ τοῦτο ἐλεύθεροι ἔσεσθε,” ὅτι αὕτη ἡ ἐλευθερία οὐκ ἀληθής ἐστιν, ἀλλὰ μέχρι προσηγορίας μόνης, ὅθεν ταύτην μὲν καὶ ἄνθρωποι διδόασι, τὴν δὲ ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν μόνος ὁ Θεός. οἶδα γὰρ, φησὶν, ὅτι σπέρμα Ἀβραάμ ἐστε, ἀλλ’ οὐ τοῦτό ἐστι τὸ ζητοῦ μένον, ἀλλ’ ἡ διὰ τῶν ἔργων πρὸς αὐτὸν οἰκείωσις.
- 9.181
Ἀφεὶς τοίνυν πάντα αὐτῶν ἐλέγξαι τὸν βίον, τοῦτο ὃ μετὰ χεῖρας ποιεῖν ἐβούλοντο, εἰς μέσον ἄγει λέγων, “ζητεῖτέ με ἀποκτείναι, ὅτι ὀ λόγος δ έμὸς οὐ χώρει ἐν ὕμιν. Εί γὰρ καὶ ἐπίστευσαν εἰς αὐτὸν, ἀλλ’ εὐθέως πάλιν μετέθεντο. Τί δέ ἐστιν, ὅπερ φησὶν, “ὅτι ἐγὼ ὃ ἑώρακα παρὰ τῷ Πατρί μου, “λαλῶ,” καὶ τὰ ἑξῆς, ὥσπερ, φησὶν, ἐγὼ, καὶ ἀπὸ τῶν ῥημάτων καὶ ἀπὸ τῆς ἀληθείας ἐμφαίνω τὸν Πατέρα, οὕτω καὶ ὑμεῖς τὸν διάβολον ἀπὸ τῶν πραγμάτων.
- 9.182
Ἀπολιναρίου. Ἑωρακέναι καὶ παρὰ τῷ Πατρὶ λέγων, ὀφθαλμῶν τινα ὅρασιν ἐδήλωσεν, ἀλλὰ γνῶσιν φυσικὴν, ἐπεὶ καὶ ἐκείνους φάσκων ἑωρακέναι παρὰ τῷ πατρὶ αὐτῶν, οὐκ ὄψει δήπουθεν ἑωρακέναι λέγει, ἀλλὰ τῇ ἐνοικούσῃ πονηρίᾳ ταῖς τοῦ πονηροῦ βουλαῖς οἰκείους καθίστασθαι.
- 9.183
Ἐπειδὴ δὲ εἶπον ἐκεῖνοι ὅτι ὁ Πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν, ἀποκρούεται αὐτοὺς λέγων, “εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε,” καὶ τὰ ἑξῆς. Συνεχῶς δὲ ἀπάγει αὐτοὺς τῆς πρὸς τὸν Ἀβραὰμ συγγενείας, ὥστε μὴ ἐν ἐκείνῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδὲ ἐν τῇ κατὰ φύσιν συγγενείᾳ, ἀλλ’ ἐν τῇ κατὰ προαίρεσιν.
- 9.184
Μέμνηται δὲ πάλιν τῆς φονικῆς αὐτῶν προαιρέσεως, λέγων, “ζητεῖτέ με ἀποκτεῖναι” καὶ τὰ ἑξῆς, ὅπως συνεχῶς ὀνειδιζόμενοι ἐντραπέντες διορθώσονται.
- 9.185
Ποῖαν δὲ ἀλήθειαν λελάληκεν; ὅτι ἴσος ἐστὶ ἧ Πατρί. Διὰ γὰρ τοῦτο καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι.
- 9.186
Τὸ δὲ εἰπεῖν ὅτι “τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε, καὶ τὰ ἑξῆς, δείκνυσιν αὐτοὺς ὅτι οὐ μόνον τοῦ Ἀβραὰμ οὐκ εἰσὶν, ἀλλὰ μᾶλλον τοῦ διαβόλου. Διὰ τί εἰπόντων αὐτῶν “ἡμεῖς ἡμεῖς ἐκ “πορνείας πορνείας οὐκ ἐγεννήθημεν,” οὐκ ἐλέγχει αὐτοὺς, καὶ γὰρ ἦσαν ἐκ πορνείας αὐτῶν πολλοὶ γεγεννημένοι, διὰ τὸ μὴ προσηκούσας ἐπιμιξίας ποιήσασθαι; Διὰ τί οὖν οὐκ ἐλέγχει αὐτούς; διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, καὶ ὥστε μὴ ἀναιδεστέρους γενέσθαι.
- 9.187
Κυρίλλου. Ἐπειδὴ τῆς ἐξ Ἀβραὰμ συγγενείας ἔξω τιθεὶς αὐτοὺς, ἑτέρῳ προσνέμει πατρὶ, χαλεπαίνουσι σφόδρα, ἔκ τε πορνείας γεγενῆσθαι αὐτὸν λέγοντες, καὶ τὸν Θεὸν αὐτὸν Παέρα ἐπιγραφόμενοι, καὶ ταῦτα ‘Hσαίου ἀκούοντες τοῦ προφήτου λέγοντος πρὸς αὐτούς· “οὐαὶ τέκνα ἀποστάται, καὶ υἱοὺς ἐγέννησα “καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.”
- 9.188
Ἐπειδὴ δὲ περαιτέρω καυχήματος ἐξέρχονται λέγοντες, “ἕνα ἕνα “πατέρα πατέρα ἔχομεν τὸν Θεὸν,” τοῦτο δὲ ἔλεγον σεμνυνόμενοι ὡς τὸν Θεὸν ἐκδικοῦντες, δείκνυσιν αὐτοὺς μᾶλλον ἐναντιουμένους τῷ Θεῷ, ὅτι τὸν Υἱὸν αὐτοῦ ἐδίωκον, λέγει πρὸς αὐτοὺς, “εἰ ὁ Θεὸς πατὴρ “ὑμῶν ἦν, ἠγαπᾶτε ἃν ἐμὲ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ “ἣκω.”
- 9.189
Τὸ δὲ “ἐξῆλθον” τὴν πρὸς ἡμᾶς αὐτοῦ ἄφιξιν δηλοῖ.
- 9.190
Ἀμμωνίου πρεσβυτέρου. Εἰ ἠγαπᾶτέ με, τοῦτο σημεῖον ἦν ὅτι ἐκ Θεοῦ ἦτε. Ἡ γὰρ ἀγάπη εἰς υἱοθεσίαν ἄγει. Πῶς ὑμεῖς ἐν υἱοῖς δύνασθε ἀριθμεῖσθαι, οὐκ ἀγαπῶντες ἐμέ; τὸν μεταπλάττοντα εἰς ἰδίαν μορφὴν τὸν εἰς αὐτὸν πιστεύοντα, ὅτι Θεός ἐστι φύσει, καὶ Υἱὸς Θεοῦ· πλὴν ἐκεῖνοι ἀνεγκλήτως καλοῦσι πατέρα τὸν Θεὸν, οἱ εὐσεβῶς πολιτευόμενοι. Τὸ “ἐξῆλθον” τὴν ἐκ ἄρρητον καὶ ἄναρχον σημαίνει γέννησιν, τὸ δὲ “ἥκω” τὴν ἐν τῷδε τῷ κόσμῳ πάροδον μετὰ σαρκός.
- 9.191
Εὐδοκίᾳ, φησὶ, τοῦ Πατρὸς ἐσαρκώθην, καὶ ἦλθον ἐν τῷ κόσμῳ, διαλεχθησόμενος ὑμῖν τὰ παρὰ τοῦ Πατρός.
- 9.192
“Οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλε,” φησί. τοῦτο δὲ εἶπε τοὺς πονηροὺς αὐτῶν διαλογισμοὺς ἐκκαλύψαι βουλόμενος, ὅτι παρελογίζοντο ξένα τινὰ λέγειν αὐτὸν καὶ κενὰ, ὥσπερ τοῦ Θεοῦ ἥκειν. Διὰ τοῦτο καὶ ἐπάγει λέγων “τὴν “λαλιὰν τὴν ἐμὴν οὐ γιγνώσκετε, ὅτι οὐ δύνασθε ἀκούειν τὸν “λόυον τὸν ἐμόν.” τίνος ἕνεκεν; διὰ τὸ χαμαίζηλον τῆς διανοίας ὑμῶν φησι, καὶ τὸ πολὺ μεγάλα εἶναι τὰ ἐμά.
- 9.193
Ἐνταῦθα δὲ τὸ “οὐ δύνασθε,” τὸ οὐ βούλεσθε ἐστί. Διὰ τι δὲ οὐκ ἐβούλοντο, ἐμφαίνει λέγων, “ὅτι ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου “θέλετε ποιεῖν.” καὶ οὐκ εἶπεν ἁπλῶς τὰ ἔργα, ἀλλὰ “τὰς “ἐπιθυμίας αὐτοῦ ποιεῖτε,” δεικνὺς ὅτι σφοδρῶς καὶ οὗτοι κἀκεῖνος τοῖς φόνοις χαίρουσι. Διὸ καὶ ἐπάγει, “ἐκεῖνος ἀνθρωποκτόνος ἢν ἀπ’ ἀρχῆς·”
- 9.194
Οὐκ ἀφῆκε δὲ ἀμάρτυρον τὸν λόγον, ἀλλὰ τεκμηρίοις κατασκευάζει τὸν ἔλεγχον. Τὸ γὰρ χαίρειν τοῖς φόνοις, φησὶ, τῆς ἐκείνου κακίας ἐστὶ, “καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια “οὐκ ἔστιν ἐν αὐτῷ·” διότι ἐκεῖνος ἔτεκε τὸ ψεῦδος πρῶτος. τοῦτο δὲ εἶπε διὰ τὸ συνεχῶς αὐτοῦ κατηγορεῖν καὶ λέγειν, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν.
- 9.195
Ἀμμωνίου πρεσβυτέρου. Αὐτὸς πρῶτος ἔτεκε τὸ ψεῦδος, ἕτερα ἀνθ’ ἑτέρων εἰπὼν πρὸς τὴν Εὕαν.
- 9.196
Θεοδώρου ἡρακλείασ. Ἀποστάτης γὰρ τῆς ἀληθείας ἐξ ἀρχῆς γενόμενος, διὰ ψεύδους τὰ πάντα συνέχεε, τοῦτο μὲν Θεὸν πρὸς ἀνθρώπους διαβαλὼν, τοῦτο δὲ ἀνθρώπους Θεῷ· οἷον Θεὸν μὲν πρὸς τὴν Εὕαν, ἀνθρώπους δὲ τῷ Θεῷ, τὸν Ἰὼβ, λέγων “μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Θεόν;“καὶ πάλιν, ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώκετε, ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα.
- 9.197
Τί ἐστιν “ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ;” ἵτε ψεύστης ἐστίν. οἱ μὲν ἄνθρωποι, φησὶν, οὐχ οὕτως χρῶνται τῷ ψεύδει ὡς ἰδίῳ, ἀλλ’ ὡς ἀλλοτρίῳ, οὗτος δὲ ὡς ἰδίῳ, διό φησι, “καὶ “ὁ πατὴρ αὐτοῦ,” τοῦτ’ ἔστι τοῦ ψεύδους· αὐτὸς γὰρ πρῶτος ἔτεκε τὸ ψεῦδος, ὅτε ἔλεγεν, “ᾗ ἃν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς Θεοί.”
- 9.198
Ὅπερ δέ φησιν, “ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ “μοι” τοῦτό ἐστιν, οὐδενὶ ἔχοντες ἐγκαλεῖν μοι, ἀνελεῖν με θέλετε. Ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώκετε, ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα.
- 9.199
Διὸ καὶ ἐπήγαγε, τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ γὰρ μήτε αἰτιᾶσθαι ἔχετέ τι τῶν λεγομένων, μήτε ἁμάρτημά τι ἐν ἐμοὶ θεωρεῖτε, διὰ τί οὐ πιστεύετέ μοι; τοῦτο γὰρ σημαίνει ὅπερ εἶπεν, εἰ ἀλήθειαν λέγω, διὰ τι οὐ πιστεύετέ μοι;
- 9.200
“Ὁ γὰρ ὣν,” φησὶν, “ἐκ τοῦ Θεοῦ, τὰ ῥήματα τοῦ Θεοῦ “ἀκούει· διὰ τοῦτο δὲ ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ “ ἐστέ.
- 9.201
Ἀμμωνίου πρεσβυτέρου. τοὺς πιστοὺς ἐκ τοῦ Θεοῦ λέγει, οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὸ ἐξ αὐτοῦ τὸν τύπον τῆς εὐσεβείας λαβεῖν, καὶ οἰκειωθῆναι αὐτῷ ἐξ ἀρετῆς καὶ ἐννόμου πολιτείας. Τὸ δὲ “ἀκούει” λέγει, οὐ τοῖς αἰσθητικοῖς ὠσὶν, ἀλλὰ ταῖς τῆς ψυχῆς συγκαταθέσεσιν. Δείκνυσιν ὅτι διὰ τοῦτο οὐκ ἐπίστευον αὐτῷ, ὅτι ὡς ἀντιθέῳ προσεῖχον, ἀλλ’ ὅτι ἀλλότριοι ἦσαν τοῦ Θεοῦ.
- 9.202
Ὀφείλοντες δὲ ἐπὶ τοῖς ῥηθεῖσι κατανυγῆναι, θαυμάσαι τὲ τὴν παρρησίαν, καὶ τὴν τῶν εἰρημένων ἀκολουθίαν, μᾶλλον καὶ ὑβρί- ζουσι, Σαμαρείτην αὐτὸν ἀποκαλοῦντες, δαιμόνιον ἔχοντα.
- 9.203
Οὐδαμοῦ δὲ τοῦ Εὐαγγελιστοῦ ἔμπροσθεν εἰρηκότος, ὅτι Σα- μαρείτην αὐτὸν ἐκάλεσαν, πῶς οὗτοί φασιν, “οὐ καλῶς ἐλέγομεν;” Δῆλον οὖν ὅτι πολλάκις εἶπον αὐτὸν τοῦτο· ὁ δὲ πρᾶος καὶ ἀνεξίκακος ἔνθα μὲν διδάξαι αὐτοὺς ἐχρῆν, καὶ τὸν πολὺν αὐτῶν κατασπάσαι τῦφον καὶ παιδεῦσαι μὴ μεγαφρονεῖν ἐπὶ τῷ Ἀβραἀμ, σφοδρὸς ἦν, ἔνθα δὲ ὑβριζόμενον ἐνεγκεῖν ἔδει, πολλῇ πραότητι κέχρηται, παιδεύων ἡμᾶς τὰ μὲν εἰς τὸν Θεὸν ἐκδικεῖν, τὰ δὲ εἰς ἧμας παρορᾷν·
- 9.204
Ἀμμωνίου πρεσβυτέρου. Σαμαρείτην ἐκάλουν τὸν Κύριον, ὡς διαφοροῦντα περὶ τὰς νομικὰς ἐντολὰς καὶ λύοντα τὸ σάββατον. Οἱ γὰρ Σαμαρεῖται οὐκ ἀκριβῶς ἰουδαtζουσι.
- 9.205
Τί ἐστιν, “έγὼ οὐ ζητῶ τὴν δόξαν τὴν ἐμήν; ταῦτα εἶπον, φησὶ, δεικνὺς ὅτι προσῆκεν ὑμῖν τὸν Θεὸν καλεῖν πατέρα ἀνδροφόνοις οὖσιν, ὥστε τῇ τιμῇ τῇ πρὸς ἐκεῖνον ἀτιμάζετέ με.
- 9.206
Ἐμφαίνων δὲ ὅτι ἐκείνῳ εὐθύνας ὀφείλουσι τῶν λεχθέντων, δι’ ὧν ταῦτα ἤκουεν, ἐπήγαγε λέγων· “ἐστὶν ὁ ζητῶν καὶ κρίνων.” Εἰ καὶ ἐγὼ διὰ ταπεινοφροσύνην παρορῶ τὴν ἐμαυτοῦ τιμὴν, ἀλλ’ ὁ Πατὴρ ζητεῖ τὴν ἐμὴν δόξα καὶ τιμήν.
- 9.207
Ἀμμωνίου πρεσβυτέρου. Τὸ δὲ, “ἐάν τις τὸν λόγον τὸν “ἐμὸν ἐμὸν τηρήσῃ,” καὶ τὰ ἑξῆς, οὐ τὴν πίστιν μόνον ἐνταῦθα δηλοῖ τὴν εἰς αὐτὸν, ἀλλὰ καὶ τὸν βίον τὸν καθαρόν. Ἄμα δὲ καὶ αἰνίττεται ὅτι οὐδὲν δύνανται αὐτῷ ποιῆσαι. Εἰ γὰρ ὁ τὸν λόγον αὐτοῦ τηρῶν οὐκ ἀποθανεῖται, πολλῷ μᾶλλον αὐτός. Διὸ καὶ αὐτοὶ τοῦτο συνιδόντες λέγουσιν αὐτῷ, νῦν ἐγνώκαμεν, ὅτι δαιμόνιον ἔχεις, καὶ τὰ ἑξῆς. Ὃ δὲ εἶπον, τοῦτό ἐστιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούσαντες ἀπέθανον, καὶ οἱ τὸν σὸν ἀκούοντες οὐκ ἀποθανοῦνται; θανοῦνται; “Μῆ γὰρ σὺ, φησὶ, μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ;”
- 9.208
Οὐ τὸν σαρκικὸν λέγει, ὃν ὑπομένομεν ἅπαντες, ἀλλ’ ὅτι ὡς Θεὸς οὐκ ἐλογίζετο τὸν θάνατον, ὃν ὡς Θεὸς εὐκόλως ἠδύνατο ἀνατρέψαι· θάνατον γὰρ ὧδε ὀνομάζει τὸ δι’ αἰῶνος κολάζεσθαι. Καὶ γὰρ καὶ ζωή ἐστιν ἡ ἀκατάπαυστος ἀπόλαυσις. Αἰῶνα λέγει τὸν μέλλοντα, ὃς κυρίως καλεῖται αἰὼν, ὁ μὴ ἔχων πέρας, ὅπου οὐκέτι οὐδεὶς ἀποθνήσκει μετὰ τὴν ἀνάστασιν τὴν διὰ Χριστοῦ δωρηθεῖσαν πᾶσιν, ὅπου γε τὸ ζωοποιούμενον κἂν ἀποθάνῃ, οὐκ ἀποθνήσκει τῶ Θεῷ.
- 9.209
Κυρίλλου. Εἰ τοίνυν ἐγνώκασιν, οὐκ ᾔδεισαν πάλιν. Πῶς ἔλεγον δαιμονᾷν τὸν οὕτω κατεγνωσμένον, ὥσπερ οὖν ᾠήθησαν αὐτοί. ψεύστης οὖν ἄρα καὶ πάλαι πρότερον ἦν ὁ δυσσεβὴς τῶν Ἰουδαίων λαὸς, καί τοι διαλογισμῷ πληροφορηθέντες ἀναγκαίως ὡς οὐκ ἂν ὁ Σατανᾶς ἐκβάλοι τὸν Σατανᾶν· “πᾶσα γὰρ “βασιλεία,” φησὶν, ὁ Χριστὸς, “ μερισθεῖσα καθ’ ἑαυτὴν, ἐρημοῦται,” καὶ τὰ ἑξῆς.
- 9.210
Τοῦ χρυσοστόμου. Ὦ τῆς κενοδοξίας, πάλιν ἐπὶ τὴν συγγένειαν αὐτοῦ καταφεύγουσι, καὶ τοι ἀκόλουθον ἦν εἰπεῖν, μὴ σὺ μείζων εἶ τοῦ Θεοῦ, ὅτι οἱ ἀκούσαντες αὐτοῦ ἀπέθανον, οἱ δὲ πιστεύσαντες ἐπὶ σὲ οὐκ ἀποθανοῦνται; ἀλλὰ λέγουσι τοῦτο, ἐπειδὴ καὶ τοῦ Ἀβραὰμ ἐλάττονα αὐτὸν εἶναι ἐνόμιζον· καὶ περὶ μὲν τοῦ θανάτου οὐδὲν αὐτοῖς διελέχθη, οὐδὲ ἀπεκάλυψε περὶ ποίου λέγει θανάτου, τέως δὲ πείθει, ὅτι τοῦ Ἀβραὰμ κρεῖττόν ἐστιν, ἵνα καὶ τοῦτο δυσωπήσῃ· μάλιστα μὲν γὰρ εἰ καὶ ὁ τυχὼν, φησιν, ἡμῖν οὐκ ἔδει ἀποθανεῖν, οὐδὲν ἀδικήσαντα. Ὅταν δὲ τὴν ἀλήθειαν λέγω, καὶ μηδεμίαν ἁμαρτίαν ἔχω, καὶ παρὰ τοῦ Θεοῦ ἀπεσταλμένος ὦ, καὶ Ἀβραὰμ κρείττων, πῶς οὐ μαίνεσθε καὶ ἀνόνητα νητα πονεῖτε ἐπιχειροῦντες ἀνελεῖν;
- 9.211
Τὸ δὲ “τίνα ποιεῖς σεαυτὸν σύ;“ὑβριστικῶς καὶ τοῦτο εὶπον, ὡσανεὶ ἔλεγον, σὺ χαρίζῃ σεαυτῷ. Διὸ καὶ ὁ Χριστὸς πρὸς τοῦτό φησιν, “ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, ἡ δόξα μου οὐδέν ἐστι.” τοῦτο δὲ πρὸς τὴν ἐκείνων εἶπεν ὑπόνοιαν, ὥσπερ καὶ τὸ “ἡ μαρτυρία “μου οὐκ ἔστιν ἀληθής.”
- 9.212
Δεικνὺς δὲ ὅτι οὐ μόνον αὐτὸν Πατέρα οὐκ ἴσασιν, ἀλλ’ οὐδὲ Θεὸν, ἐπήγαγε λέγων, “ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, καὶ οὐκ οἴδατε αὐτὸν, ἐγὼ δὲ ὄιδα “αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ,” ὅπερ μεγίστη ἀπόδειξις ἦν, τὸ παρ’ ἐκείνου ἀπεστάλθαι, τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς.
- 9.213
Κυρίλλου. Ὁ γὰρ ἐκ τοῦ ὄντος Πατρὸς ἀρρήτως γεγενημένος Υἱὸς ἐπάγεται δήπου πάντως τὸ τοῦ γεννήσαντος ἴδιον, καὶ τὸ τοῦ τεκόντος ἀξίωμα.
- 9.214
Ἀμμωνίου πρεσβυτέρου. Μόνος γὰρ ὁ Υἱὸς οῖδε φυσικῶς καὶ γνωστικῶς τὸν Πατέρα, μᾶλλον δὲ ἡ τριὰς ἑαυτήν. Τὸ εἰπεῖν, “οἶδα αὐτὸν,” οὐκ ἔστι κόμπος, ἀλλὰ τὸ εἰπεῖν μὴ εἰδέναι, ψεῦδος. ὑμεῖς γὰρ λέγοντες αὐτὸν εἰδέναι, ψεύδεσθε. Τὸ δὲ εἰπεῖν, “ἀλλ’ οἶδα αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ πληρῶ,” δείκνυσι τοὺς Ἰουδαίους τὸ μήτε εἰδέναι τὸν Θεὸν, μήτε μὴν ἀνέχεσθαι τῶν παρ’ αὐτοῦ λόγων, διὰ τὸ μὴ δέχεσθαι τὸν δι’ αὐτοῦ κεκη- ρυγμένον.
- 9.215
Καὶ πάλιν οἶδεν ὁ Υἱὸς τὸν Πατέρα, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν γεγενημένος, τηρεῖ δὲ τὸν λόγον αὐτοῦ, ὅλον ἔχων ἐν ἑαυτῷ σωζόμενον τῆς οὐσίας αὐτοῦ τὸν ὅρον. Δῆλοί γὰρ ὁ λόγος καὶ τὸν ὅρον, οὐχ ὅτι ὅρῳ ἐστὶ περιλαβεῖν τοὺς ἀνθρώπους τὸν Θεὸν, ἀλλ’ ὅτι οἶδεν ὁ Υἱὸς τὸν ἑαυτοῦ Πατέρα, καὶ τι κατὰ φύσιν ἐστὶν ὁ γεννήσας αὐτόν. Τί ἐστιν ὅπερ εἶπεν, “ὅτι Ἀβραὰν ὁ πατὴρ “ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν,” καὶ τὰ ἑξῆς; Ημέραν ἐνταῦθα λέγει τὴν τοῦ σταυροῦ, ἣν ἐν τῇ προσφορᾷ τῇ τοῦ Ἰσαὰκ προδιετύπωσε· ἐπαινεῖ δὲ ὡς εὐφρανθέντα τὸν Ἀβραὰμ διὰ τὸν σταυρὸν, δεῖξαι θέλων, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρ- χεται·
- 9.216
Ἀμμωνίου. Δείκνυσιν αὐτοὺς κἂν τούτῳ τοῦ Ἀβραὰμ ἐπείπερ ἐν οἷς ἐκεῖνος ἔχαιρεν, οὗτοι ἀλγοῦσι.
- 9.217
Κυρίλλου. Ἡμέραν λέγει τὸν τῆς ἐπιδημίας καιρὸν, περὶ ἧς ψάλλων φησὶν, “αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλια- “ σώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.”
- 9.218
Ἐπειδὴ δὲ ἐγγὺς τῶν πεντήκοντα ἐτῶν ἐνόμιζον εἶναι τὸν Χριστον λοιπὸν, ὄντα πέρι που τριακοντα τριῶν, εἶπαν, “πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;”
- 9.219
Σευήρου ἀρκιεπισκόπου Ἀντιοκείασ. “Πεντήκοντα ἔτη “οὔπω οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;“Τί γὰρ ἐκώλυε τεσσαράκουτα εἰπεῖν, Χριστοῦ τὴν κατὰ σάρκα ἡλικίαν νεάζοντος, εἰ καὶ καθὸ Θεὸς ἄχρονος ἦν; τριακονταέτης γὰρ ὑπάρχων ἦλθεν ἐπὶ τὸ βάπτισμα. Ἠδύναντο δὲ καὶ πρὸς τὸ ἀρχαῖον τοῦ Ἀβραὰμ ἀποβλέποντες λέγειν, μὴ πεντακόσια ἔτη ἔχεις ἣ χίλια, εἰ τύχοι, ὅτι Ἀβραὰμ ἑώρακας; τοῦτο γὰρ μάλιστα διασυρόντων ἦν, ἀλλὰ τῶν πεντήκοντα ἐτῶν ἐμνήσθησαν, διὰ τὸ τὴν ἑβδομάδα τιμίαν ὑπάρχειν τοῖς υἱοῖς Ἰσραήλ.
- 9.220
Διὰ τι δὲ μὴ εἶπεν, ἤμην, ἀλλ’ “εἰμὶ πρὶν Ἀβραὰμ γενέ- “σθαι;“ Ἐπειδὴ ὥσπερ ὁ Πατὴρ αὐτοῦ ταύτῃ κέχρηται τῇ λέξει “ἐγώ εἰμι,” οὕτως αὐτὸς, καὶ γὰρ τοῦ διηνεκῶς εἶναι τυγχάνει σημαντικὴ, παντὸς ἀπηλλαγμένη χρόνου. Διὸ καὶ βλάσφημον αὐτοῖς ἐδόκει εἶναι τὸ ῥῆμα· “ῃτραν” γὰρ, φησὶ, “λίθους, ἵνα βάλωσιν ἐπ’ αὐτὸν,” οὕτως ἕτοιμοι πρὸς φόνους ἤσαν, καὶ δι’ ἑαυτῶν ταύτα ἔπραττον.
- 9.221
ἈΜΜΩΝÍΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. Ἐπὶ τοῦ Ἀβραὰμ ἔθηκε τὸ γενέ- σθαι, ὅτι ὁ γεγονὼς καὶ φθείρεται, ἐπὶ δὲ αὐτοῦ τὸ εἰμὶ, ὡς ἀίδιος καὶ κρείττων φθορᾶς.
- 9.222
Τὸ δὲ “ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ” ἀνθρωπίνως πάλιν ποιεῖ, ἱκανὴν διδασκαλίαν παραθέμενος, καὶ τὰ αὐτοῦ πάντα πλη- ῥώσας·
- 9.223
ΘΕΟΔΩΡΟΥ ἨΡΑΚΛΕÍΑΣ. Πῶς ἐκρύβη; οὐκ εἰς γωνίαν τοῦ ἱεροῦ ἑαυτὸν περιστείλας, οὐδ’ εἰς οἰκίσκον, ὡς ἄν τις οἰηθείη καταφυγὼν, οὐδὲ μὴν ὀπίσω τοίχου ἣ στύλου περικάμψας, ἀλλ’ ἐξουσίᾳ θεϊκῇ ἀόρατον αὐτὸν τοῖς ἐπιβουλεύουσι καταστήσας, διὰ μέσου αὐτῶν, μὴ ὁρώμενος ἐξῆλθε, καὶ παρῆγεν οὕτως.
- 10.1
Περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ.
- 10.2
Διὰ τι θεραπεύει τότε εὐθέως τὸν τυφλὸν ἐκ τοῦ ἱεροῦ ἐξελθών; ἴνα σὺν τῆ ἀπουσίᾳ καὶ ὴ του σημείου εργασια τὸ σκληρὸν ἀυτῶν καὶ ἀπειθὲς καταμαλάξῃ, ἅμα δὲ καὶ τὰ ὑπ’ αὐτοῦ εἰρημένα πιστώσασθαι βουλόμενος. Ὅτι γὰρ ἐπίτηδες ἐπὶ τὸ ἔργον τοῦτο ἦλθε, δῆλον ἐκεῖθεν. Οὕτω γὰρ αὐτῷ σπουδαίως ἐνέβλεψεν, ὡς καὶ τοὺς μαθητὰς ἐκ τούτου ἐπὶ τὴν ἐρώτησιν ἐλθεῖν.
← Previous · Next → — showing 401–500 of 914
First Thousand Years of Greek. CTS URN tlg4102.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.