Catena In Joannem
- 11.30
Ἀπολιναρίου. Περὶ τῆς Μάρθας οὐκ εἶπεν, ὅτι τοῖς προσέπεσεν, ἀλλ’ ὅτι ἀπήντησε μόνον, οὐδ’ ὅτι ταχέως καὶ σπουδαίως προσέδραμεν· τῇ γὰρ Μαρία̣ καὶ τοῦτο δέδωκεν ὁ Εὐαγγελιστὴς, ἐπὶ τῆς Μάρθας προειρηκὼς ψιλῶς τὸ ὅτι ὑπήντησεν αὐτῷ· τοῦ δὲ ἐλθεῖν τὸ ἀπαντῆσαι ὑποδεέστερον, ὡς φαίνεσθαι διὰ πολλῶν τὴν Μαρίαν πλείονα τὴν ἀγάπην, τὴν περὶ τὸν Κύριον ἔχουσαν·
- 11.31
Ἀμμωνίου πρεσβυγέρου. Λυπηθεὶς ὁ Χριστὸς, καὶ ἑαυτῷ κινηθεῖσαν τὴν λύπην, καὶ νεύουσαν τὴν σάρκα πρὸς δάκρυον, ἐπιπλήττει τῇ σαρκὶ τῇ τοῦ Ἁγίου Πνεύματος δινάμει, ἥτις μὴ ἐνεγκοῦσα τὸ τῆς ἑνωθείσης αὐτῷ θεότητος κίνημα τρέμει, καὶ τῆς λύπης περικρατεῖ· οὐδὲ γὰρ ἥρμοζεν ἐπὶ νεκρῷ δακρύειν τῷ τὴν ἐλπίδα τῆς ἀναστάσεως εἰσάγοντι.
- 11.32
Θεοδώρου Μομψουεστίασ. Ἐρωτᾷ, ποῦ ἀγνοῶν· πῶς γὰρ ὁ πόρρωθεν εἰπὼν, ὅτι τετελεύτηκεν, ἀλλ’ ὥστε δοκεῖν τάξιν τινὰ τῷ πράγματι διδόναι, καὶ μὴ μετὰ ἐπιδείξεως τὸ θαῦμα ἐργάζεσθαι.
- 11.33
Ἰσιδώρου Πηλουσιώτου. Ἐδάκρυσεν ὡς ὁ Χριστὸς ἐπὶ Λαζάρου· μάλιστα μὲν κἂν τούτῳ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, κανόνας ἡμῖν καὶ ὀροὺς πηγνὺς, ἵνα μὴ ἐκβακχευώμεθα ὑπὸ τῆς λύπης. Οἱ γοῦν θεασάμενοι εἶπον, ἴδε πῶς ἐφί- “λει αὐτόν.”
- 11.34
ὨΡΙΓΕΝΟΥΣ. Μακρὰν μὲν ὑπάρχων τοῦ μνημείου ἐνεβριμή- σατο τῷ πνεύματι·” ὅτε δὲ ἐγγὺς γίνεται τῷ νεκρῷ, οὐκέτι ἐμβριμᾶται τῷ πνεύματι, ἀλλὰ συνέχει ἐν ἑαυτῷ τὴν ἐμβρίμησιν, διὸ λέγεται ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον.”
- 11.35
Κυρίλλου. Τὰ μεγάλα τῶν κατορθωμάτων ἀπιστεῖσθαι καὶ τοῖς ὑπὲρ λόγον ἀκολουθεῖ. Τὸ μὴ λίαν ἑτοίμως θαυμάζεσθαι τοῦτό μοι δοκῶ ὑπομεῖναι τὴν ἀγαθὴν Μάρθαν, παραιτεῖται γὰρ αὐτῇ τὸ εἰς πίστιν ἀσφαλὲς, ἡ τοῦ πράγματος ὑπερβολὴ, καὶ τὸ ξένον τῆς ἐλπίδος τοῦ καθήκοντος ἐξίστησι λογισμοῦ, καὶ θαυμαστὸν οὐδὲν εἰ τὴν πίστιν ὁμολογήσασα, πάλιν ὀλιγοπιστίᾳ χειμάζεται τῆ τοῦ θαύματος ὑπερβολῇ.
- 11.36
Ἀμμωνίου. Ἐν τοῖς ὑπὲρ φύσιν φαίνεται ἡ τοῦ Θεοῦ διὰ τὸ ἀσθενὲς τῶν ἀκροατῶν. τὴν τοῦ Πατρὸς δόξαν, φησὶ, διὰ τὸ ἀκενόδοξον οὐκ εἶπεν, ὄψει τὴν δόξαν μου, ἀλλὰ τὴν τοῦ Πατρός. Ἶσος ὢν τῷ Πατρὶ, εὐχαριστεῖ αὐτῷ, ἵνα ἡμεῖς τῷ ὑπὲρ ἑαυτοὺς εὐχαριστῶμεν· τοῦτο ἐπὶ φίλων λέγεται ὁμοτίμων.
- 11.37
Ὡς πόρρωθεν οὖσαν τὴν ψυχὴν, διὰ κραυγῆς καλεῖ, οὐ μὴν ὡς οὖσαν ἐν τῷ μνήματι, ὡς Ἑλλήνων μυθεύουσι παῖδες· ἡ κραυγὴ τοῦ κυρίου τύπος ἦν τῆς μεγάλης σάλπιγγος τῆς μελλούσης ἠχῆσαι ἐν τῇ κοινῇ ἀναστάσει. θεοπρεπὲς καὶ βασιλικὸν τὸ κέ- λευσμα.
- 11.38
BΑΣΙΛΕ1́ΩΥ ΚΛIΣΑΡΕΊΑΣ. Θαῦμα ἐν θαύματι, κειρίαις δεδε- μένος τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν. γὰρ ἦν τὸ ἐνισχῦον τοῦ ἐμποδίζοντος. Πῶς οὖν ὁ ταῦτα ἐνεργεῖν μέλλων, δακρύων ἄξιον τὸ συμβὰν ἔκρινεν ; ἢ δηλονότι πανταχό- πανταχόθεν ἡμῶν τὸ ἀσθενὲς ὑπερείδων μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη· τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων. τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγεννὲς παραιτούμενος. διόπερ ἐπι- δακρύσας τῷ φίλῳ, αὐτός τε τὴν κοινωνίαν τῆς ἀνθρωπείας φύσεως ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ’ ἑκάτερα ὑπερβολῶν ἠλευθέρωσε, μήτε καταμαλακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων.
- 11.39
Ἀμμωνίου πρεχβττέρου. Οὕτω καὶ ἡ καθολικὴ μέλλει γενέ- σθαι ἀνάστασις, “ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ.” Ὅμοιον ση- μεῖον σχεδὸν τῆς ἀναστάσεως τὸ δεδεμένων τῶν χειρῶν καὶ τῶν ποδῶν, καὶ τῶν ὀφθαλμῶν ἐξελθεῖν περιπατοῦντα. Διὰ τοῦ λύειν ἐμαρτύρουν, ὅτι οὐκ ἦν φάντασμα, ἀλλ’ ὁ Λάζαρος ἦν. Ὡς ἀνόσιόν τι τετ ολμηκότα διέβαλλον, ὡς τὸν τεθαμμένον ἀνασκάψαι ἐπιτάξαντα· μετὰ τοσαύτας ἀποδείξεις, ὡς περὶ ψιλοῦ ἀνθρώπου ἔλεγον, ἀγνοοῦντες ὅτι αὐτὸς ἦν ὁ Χριστὸς ὁ τῶν σημείων δη- δημιουργὸς.
- 11.40
Ἐὰν, φησὶν, οἱ πιστεύοντες εἰς αὐτὸν ποιήσωσιν αὐτὸν βασι- Λέα, ἐπέρχονται ἡμῖν ὡς τυραννήσασιν οἱ ‘pωμαι-οι, καὶ γυμνοῦσιν ἡμᾶς πάντων.
- 11.41
Tί σημάναι βουλόμενος ὁ Εὐαγγελιστής φησιν, “ἀρχιερεὺς “τοῦ ἐνιαυτοῦ ἐκείνου ;“ὅτι μετὰ τῶν ἄλλων τοῦτο διέφθαρτο παρὰ τοῖς Ἰουδαίοις· οὐκέτι γὰρ τὸν χρόνον ἅπαντα τῆς ζωῆς, ἱεράτευον κατὰ τὸν νόμον, ἀλλ’ ἐνιαυτὸν κατ’ ἐνιαυτὸν, ἐξ οὖ γεγόνασιν ὠνηταὶ αἱ ἀρχαί· πλὴν ἀλλὰ καὶ οὕτως ἔτι παρῆν τὸ Πνεῦμα. Ἐπειδὴ δὲ τὰς χεῖρας ἦραν κατὰ τοῦ Χριστοῦ, τὸ τηνικαῦτα αὐτοὺς ἐγκατέλιπε, καὶ μετῆλθεν ἐπὶ τοὺς Ἀποστόλους· ὅπερ δὲ ἐκεῖνοι ἐν τάξει βουλῆς προσετίθεσαν λέγοντες, “τι ποι- “οῦμεν;” τοῦτο ὁ Καϊάφας ἀναισχύντως καὶ γυμνῇ τῇ κεφαλῇ μετὰ ἰταμότητος ἀνεβόησε λέγων, “ὅτι ὑμεῖς οὐκ οἴδατε οὐδὲν, “οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔνθος ἀπόληται.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ὑμεῖς ἔτι καθῆσθε, ἔτι ὀκνηρότερον τῷ πράγματι κέχρησθε, καὶ οὐκ ἴστε ἑνὸς ἀνδρὸς σωτηρίας ὑπὲρ τοῦ κόσμου καταφρονῆσαι. Χρὴ οὖν σκοπῆσαι, πόση τοῦ Παναγίου Πνεύματος ἡ δύναμις. Ἀπὸ γὰρ διανοίας πονηρᾶς ῥήματα παρεσκεύασε προελθεῖν, προφητείας γέμοντα θαυμαστῆς. κατὰ μὲν γὰρ τὴν αὐτοῦ προαίρεσιν ἐναντίως ἐξέβη. Ἐπειδὴ γὰρ ἀπέθανε, διὰ τοῦτο τῆς μελλούσης κολάσεως ἀπηλλάγησαν πολλοί. τοῦτο δὲ,” φησὶν, ὁ Εὐαγγελιστὴς οὐκ ἀφ’ ἑαυτοῦ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὣν τοῦ “ἐνιαυτοῦ ἐκείνου προεφήτευσε, ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνουζ́” οὕτως ἦν τῆς ἀρχιερατικῆς ἀξίας ἡ δύναμις πολλή. Ἐπειδὴ γὰρ ὅλως ἠξίωτο τῆς ἱερωσύνης, καὶ τοι ἀνάξιος ὣν τοῦ πράγματος, προεφήτευσεν, οὐκ εἰδὼς ἃ ἔλεγε· καὶ τῷ στόματι μὲν ἡ χάρις ἐκέχρητο, τῆς δὲ μιαρᾶς καρδίας οὐχ ἥψατο· πολλοὶ γοῦν καὶ ἄλλοι τὰ μέλλοντα εἶπον, ἀνάξιοι ὄντες· ὁ Ναβουχοδονόσορ, ὁ Φαραὼ, ὁ Βαλαὰμ, καὶ πάντων ἡ αἰτία δήλη· καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους” φησὶ μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα “τοῦ Θεοῦ τὰ διεκορπισμένα συναγάγῃ εἰς ἕν.” τέκνα δὲ Θεοῦ τὰ ἔθνη καλεῖ ἀπὸ τοῦ μέλλοντος ἔσεσθαι. ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγε, “καὶ ἄλλα πρόβατα, ἔχω,” καὶ αὐτὸς ἀπὸ τοῦ μέλλοντος αὐτὰ καλῶν.
- 11.42
Τὸ δὲ “ίνα συναγάγῃ εἰς ἓν δηλοῖ, ὅπως τοὺς ἐγγὺς καὶ τοὺς μακρὰν ἓν σῶμα ποιήσῃ, ἵνα ὁ ἐν Ῥώμᾐ καθήμενος τὸν Ἰνδὸν μέλος εἶναι ἑαυτοῦ πιστεύσῃ, καὶ πάντων κεφαλὴν ὁμολογῇ τὸν Χριστὸν. Τὸ δὲ ôἀπ’ ἐκείνης τῆς ἡμέρας συνε- βουλεύσαντο οἱ Ἰουδαῖοι, ἵνα αὐτὸν ἀποκτείνωσι,” δηλοῖ ὅτι τότε τελείως ἐκύρωσαν τὴν γνώμην, καὶ ὡς ἔργῳ τῷ πράγματι κέχρηνται· τὸ γὰρ θέλειν αὐτοὺς καὶ πρὸ τούτου ἀποκτεῖναι αὐτὸν βουλαὶ καὶ ζητήσεις ὑπῆρχον· ἐζήτουν γὰρ αὐτὸν,” φησὶν, “ ἀποκτεῖναι,” καὶ αὐτὸς δὲ αὐτοὺς ἐλέγχων ἔλεγε, ζητεῖτέ με ἀποκτεῖναι·” ἀναχωρεῖ δὲ καὶ νῦν αὐτὸς ἐκεῖθεν, ἀνθρωπίνως πάλιν ἑαυτὸν διασώζων, δι’ ἣν πολλάκις αἰτίαν. αἰτίαν. Θαυμάσαι δὲ αὐτῶν ἐστι τὴν ἄνοιαν, ὅτι μιαιφόνον προαίρεσιν ἔχοντες καὶ ἀνδροφόνον διάνοιαν, ἑαυτοὺς ἁγνίζειν ἐβούλοντο, καθώς φησιν ὁ Εὐαγγελιστὴς, “ὅτι αὐτοὶ δὲ ἀνέβησαν εἰς τὰ Ἱεροσόλυμα πρὸ του Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτοὺς, καὶ ὅτι ἔλεγον, τί ὑμῖν δοκεῖ, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ἐνταῦθα αὐτὸν ἐμπεσεῖν δεῖ, τοῦ καιροῦ καλοῦντος αὐτόν· οὕτως ὑπῆρχον ἀσεβεῖς· ὅτε γὰρ πλείονος ἔδει τῆς εὐλαβείας, καὶ τοὺς ἐπὶ τοῖς ἐσχάτοις κακοῖς εἰλημμένους, ἀφιέναι διὰ τὴν ἑορτὴν, τότε τὸν οὐδὲν ἠδικηκότα θηρεῦσαι ἐπιχειροῦσι. δεδώκεισαν δὲ, “φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς, ἵνα ἐάν τις γνῷ “ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.”
- 12.1
Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
- 12.2
Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκὼς, ὃν ἤγειρεν ἐκ νεκρὼν.
- 12.3
Τὸ τῆς εἰλικρινοῦς οὖν ἀναστάσεως τοῦ Λαζάρου σημεῖον δεῖξαι βουλόμενος ὁ Εὐαγγελιστής φησιν, “ὁ δὲ Λάζαρος εἷς ἦν “τῶν ἀνακειμένων σὺν αὐτῷ,” δηλῶν ὅτι μετὰ πολλὰς τοῦ ἀναστῆναι αὐτὸν ἔτι ἔζη· διὰ δὲ τοῦ εἰπεῖν, ὅτι “ἡ Μάρθα διηκόνει,” ἐσήμανεν, ὅτι ἐν τῆ οἰκία αὐτῆς ἡ ἑστίασις ἦν. Οὐ ποιεῖται δὲ κοινὴν τὴν ὑπηρεσίαν ἡ Μαρία ἡ ἀδελφὴ Λαζάρου, ἀλλ’ εἰς τὸν Χριστὸν μόνον περιίστησι τὴν τιμήν· ἐπειδὴ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλὰ ὡς Θεῷ· τὸ γὰρ μῦρον διὰ τοῦτο ἐξέχεεν, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἐξέμαξεν, ὡς οὐκ ἔχουσα περὶ αὐτοῦ τοιαύτην ὑπόληψιν, οἵαν οἱ πολλοὶ, ὡς περὶ ψιλοῦ ἀνθρώπου, ἀλλ’ ὡς δεσπότου καὶ Κυρίου. Ὁ δὲ Ἰούδας προσχήματι μὲν εὐλαβείας δῆθεν ἐπετίμα τῷ γεγονότι, λέγων, διὰ τί οὐκ ἐπράθη τοῦτο τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς ;“οὐκ ἀπὸ γνώμης δὲ τοιαύτης. πῶς δὲ ἄλλος Εὐαγγελιστὴς λέγει, ὅτι πάντες οἱ μαθηταὶ τοῦτο εἶπον; ὅτι καὶ πάντες μὲν, κἀκεῖνος δὲ, ἀλλ’ οἱ λοιποὶ οὐ τοιαύτῃ προαιρέσει· οὐκ ἤλεγξε δὲ αὐτὸν εὐθέως τότε ὁ Χριστὸς, οὐδὲ εἶπεν αὐτῷ τοῦτο, ὅπερ ὁ Εὐαγγελιστὴς εἶπεν, ὅτι διὰ τὴν οἰκείαν κλοπὴν ἐπετίμα τῇ γυναικὶ, ὅτι τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν οὐκ ἐβούλετο. Τί δήποτε δὲ κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισεν τῶν πτωχῶν, καὶ οἰκονομεῖν έποίησε φιλάργυρον ὄντα; ἵνα πᾶσαν αὐτοῦ ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρημάτων ἔρωτα d προὔδωκε· καὶ γὰρ ἱκανὴν μὲν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας παραμυθίαν, ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν καὶ ἐβούλετο κατέχειν ὁ Χριστὸς, πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος. Μέμνηται δὲ καὶ ἐνταφιασμοῦ λέγων, εἰς γὰρ τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τοῦτο ἐποίησε, καὶ ἐν τούτῳ τὸν προδότην ἐντρέψαι βουλόμενος πρὸς τὸ διορθωθῆναι αὐτόν. ἱκανὸν δὲ ἦν καὶ τὸ ἐπαγόμενον εἰς οἰκτον αὐτὸν ἐμβαλεῖν. φησὶ γὰρ, ὅτι τοὺς πτωχοὺς μὲν πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·” ὡσανεὶ ἔλεγεν, ἐμπαθής εἰμι καὶ φορτικὸς, ἀλλὰ ἀνάμεινον μικρὸν, καὶ ἀπελεύσομαι. τοῦτο γὰρ κατεσκεύαζεν ἐν τῷ λέγειν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.”
- 12.4
Γένος τοῦ Θεοῦ πάντες ἄνθρωποι, καὶ τέκνα χρηματίζομεν, καθὸ πάντων ἐστὶ Πατὴρ, τρόπῳ δημιουργικῷ γεννήσας· πρὸς τούτοις δὲ ἔτι καὶ κατ’ ἐκεῖνον τὸν λόγον, καθ’ ὃν τετιμήμεθα γεγονότες ἐξ ἀρχῆς κατ’ εἰκόνα τοῦ κτίσαντος, καὶ ἄρχειν λαχόντες χόντες τῶν ἐπὶ τῆς γῆς, καὶ τῆς θείας ὁμολογίας ἠξιωμένοι, καὶ τῆς ἐν παραδείσῳ διαίτης τε καὶ τρυφῆς ἀπολαύοντες, ἀλλ' ἐσκόρπισεν ὁ Σατανᾶς ἐν ταὐτῷ μεῖναι καὶ συγχωρήσας καὶ άποσυλήσας πολυτρόπως τῆς εἰς Θεὸν προσεδρείας τὸν ἄνθρωπον. Συνήγαγε δὲ πάλιν καὶ συνεκόμισε πάντας διὰ τῆς πίστεως ὁ Χριστὸς εἰς μίαν αὐλὴν τὴν Ἐκκλησίαν, καὶ ὑπὸ ζυγὸν ἕνα παρεσκευασεν.
- 12.5
Ὠριγένουσ. Οὐκ εἴ τις προφητεύει, προφήτης, ἀλλ’ εἴ τις προφήτης, προφητεύει. Βαλαὰμ γὰρ μάντις ὣν προφητεύει. Οὐ γὰρ εἰ τις ἰατρικόν τι ἐποίησεν, ἤδη καὶ ἰατρὸς, ἣ καὶ οἰκοδομικὸν ποιήσας, ἤδη καὶ οἰκοδόμος.
- 12.6
Ἀμμωνίου πρεσβυτέρου. Εἰς κατάκριμα τῶν οὐ δειλιῶν, καὶ ἡμᾶς διδάσκων ἐν ἀκμῇ τῆς ὀργῆς μὴ ἐπιρρίπτειν ἑαυτοὺς κινδύνοις.
- 12.7
Ὠριγένουσ. βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς τοῦ ἀλογώτερον ἐπιπηδᾷν τοῖς κινδύνοις, μηδ’ ἃν ὑπὲρ τῆς ἀληθείας ὦσιν, ἀλλὰ καταλαμβανομένους μὲν ἵστασθαι, μέλλοντας δὲ ἀναδύσεσθαι διὰ τὸ τῆς ἐκβάσεως ἄδηλον. πρὸς δὲ ἀναγωγὴν ῥητέον ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει, διὰ τῶν προφητῶν, νῦν δὲ οὐκέτι· οὐ γάρ ἐστιν ἐν αὐτοῖς λόγος Θεοῦ· ἀλλ’ ἀπῆλθεν ἀπ’ αὐτῶν εἰς τὴν ἔρημον, περὶ ἧς λέγεται, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα·” ἐγγὺς Ἐφραὶμ, ἥτις ἑρμηνεύεται καρποφορία, ἀδελφὸς ὣν Μανασσῆ πρεσβυτέρου, τοῦ ἀπὸ λήθης. Μετὰ γὰρ τὸν ἀπὸ λήθης λαὸν, γεγένηται ἡ ἐξ ἐθνῶν καρποφορία.
- 12.8
Ἀμμωνίου πρεσβυτέρου. Οἱ ἡμαρτηκότες ἑκούσια ἣ ἀκούσια πταίσματα οὐκ ἐποίουν τὸ Πάσχα, εἰ μὴ ἡγνίσθησαν τὸν συνήθη ἁγνισμόν. Οὐ φανεὶς εὐθὺς ἐπέφανεν, ἀλλ’ ἐπέζησεν, ἐσθίων καἰ πίνων, καὶ τὰ συνήθη πράττων, ὅπερ ὡς ἀποθαυμάζων ὁ Εὐαγγελιστὴς εἶπε.
- 12.9
Θεοδώρου Ἡρακλείασ. τοῦ δὲ οἴκου πληρωθέντος τῆς ἐκ τοῦ μύρου εὐωδίας, συμβολικῶς ἐπεδείκνυτο ἐκεῖνος, ὅπερ πνευματικῶς οὐκ εἰς μακρὸν ἀποτελεσθῆναι ἤμελλεν· εὐθὺς γὰρ μετὰ τὸ πάθος τῆς Χριστοῦ, εὐωδίας ἡ σύμπασα κτίσις, ὥσπερ μέγας οἶκος, ἐπληρώθη μύρου· τῷ τοίνυν αἰσθητῷ τὸν νοητὸν ἐκείνη προσεμήνυε· τοῦ γὰρ σώματος αὐτοῦ ἀλαβάστρου δίκην ἐκκεντηθέντος, ἡ τῆς γνώσεως εὐωδία τὸν ὅλον ἐπλήρωσε κόσμον.
- 13.1
Περὶ ὧν εἶπεν Ἰούδας.
- 13.2
Ἀμμωνίου πρεσβυτέρου. Μέμφεται Ἰούδας ὅτι καὶ οὐκ ἀργύριον, ἀγνοῶν τὸ ὄντως καλόν· δεῖ γὰρ τὴν εἰς τὸν Θεὸν τιμὴν καὶ δωροφορίαν προτιμοτέραν εἶναι τῶν πτωχῶν. Ἱερόσυλος ἦν ὁ Ἰούδας, τὰ τῷ Θεῷ ἀνατιθέμενα χρήματα κλέπτων. ἰὼν, ἄφες, τὴν τοῦ Ἰούδα ὑπόκρισιν ἐλέγχει, τὰ ἄξια ἐπαίνου μεμφομένου· ἐπειδὴ δὲ ἡ τοῦ μύρου δαπάνη οὐ διὰ τρυφὴν ἐγένετο, ἀλλὰ διὰ χρείαν μυστικὴν, ἀπολογεῖται ὑπὲρ τῆς Μαρίας, εἰ καὶ ἠγνόει τοῦ μυστηρίου τὴν οἰκονομίαν. Δἰ ὧν δὲ εἶπεν ἐνταφιασμὸν, καταισχύνει τὸν Ἰούδαν, ὅτι δι’ αἰσχροκερδίαν ἔμελλε προδοῦναι τὸν διδάσκαλον.
- 13.3
Ἀπολιναρίου. τὸν οἶκτον τῶν πενήτων πρόσχημα τῆς πλεονεξίας ποιούμενος. Οὐχ ὡς πιστότερος δὲ τῶν ἄλλων τὴν διακονίαν ταύτην ἀνεδέδεκτο, ἀλλ’ ὡς ἐλάττων. Τὸ γὰρ περὶ χρήματα διακονικὸν ἔλαττον τῆς ἐν λόγῳ διακονίας, ὡς καὶ οἱ δώδεκα ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἐδήλωσαν.
- 13.4
Δεῖξαι δὲ βουλόμενος ὁ Εὐαγγελιστὴς τὸ ἐρχόμενον τῶν Ἰουδαίων πλῆθος ὑγιαίνων, φησὶν, ἔγνω ὄχλος πολὺς ἐκ τῶν Ἰου- δαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἴνα καὶ τὸν ίδωσιν, ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Διὸ καὶ τὸ θαῦμα θεασάμενοι ἐπίστευσαν πολλοί· τῶν δὲ Φαρισαίων τοσοῦτος ἦν φονικὸς ὁ τρόπος, ὅτι οὐ μόνον τὸν Ἰησοῦν, ἀλλὰ καὶ τὸν Λάζαρον ἐβουλεύσαντο ἀποκτεῖναι· οὕτως ἔγκλημα καὶ τὸ καλῶς παθεῖν παρ’ αὐτοῖς ἦν· ἔδακνε δὲ αὐτοὺς ἐκ περισσοῦ, ὅτι τῆς ἑορτῆς ἑστώσης πάντες ἐπὶ τὴν Βηθανίαν ἔτρεχον· αὐτὸς δὲ κατασβέσας τὸν θυμὸν αὐτῶν τῇ εἰς τὴν ἔρημον ἀναχωρήσει, πάλιν εἰσέρχεται μετὰ παρρησίας. Διὸ καὶ “ὄχλος πολὺς “ἐλθὼν εἰς τὴν ἑορτὴν ἀκούσαντες ὅτι ἔρχεται εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαία τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ·” τοῦτο δὲ ἐποίουν, δεικνύντες ὅτι μείζονα λοιπὸν ἣ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ· ὅθεν καὶ ἔλεγον, “ὠσαννὰ, ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ισραὴλ,” ὅπερ ἦν πιστευόντων, ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλ’ ὅτι παρὰ τοῦ Πατρὸς ἀποσταλεὶς ἦλθε. Σημαίνει δὲ τὸ “ὡσαννὰ,” σῶσον δή.
- 14.1
Περὶ τοῦ ὄνου.
- 14.2
Πῶς οἱ μὲν ἄλλοι Εὐαγγελισταὶ ὅτι καὶ ἔπεμψε καὶ εἶπε, λύ- “σατε τὸν πῶλον καὶ τὸν ὄνον·” οὗτος δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ὅτι ἀνάριον εὑρὼν ἐκάθισεν; ἐπειδὴ ἀμφότερα γενέσθαι εἰκὸς ἦν, καὶ μετὰ τὸ λυθῆναι τὸν ὄνον ὑπὸ τῶν μαθητῶν εὑρόντα αὐτὸν ἐπικαθίσαι. Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν τυπῶν, τὴν δὲ πληρῶν· καὶ τὸ αὐτὸ τῆς μὲν ἐγένετο ἀρχῆς, τῆς δὲ τέλος, τὴν μὲν τὸ χαῖρε, ὅτι ὁ βασιλεύς σου ἔρχεται,” προφητείαν πληροῦντος ἦν. Τὸ δὲ ὄνον καθίσαι μέλλον πρᾶγμα προανατυποῦντος, ὅτι τὸ ἀκάθαρτον τῶν ἐθνῶν γένος ἔμελλεν ὑποχείριον ἔχειν.
- 14.3
Τί δέ ἐστι, “μὴ φοβοῦ, θύγατερ Σιῶν;“ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ τὸ πλῆθος διαστρέφοντες, καὶ τοῖς ἐχθροῖς παραδιδόντες, θάρρει, φησὶν, οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾷος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τοῦ ὄνου. Οὐ γὰρ στρατόπεδον ἐπισυρόμενον εἰσῆλθεν, ἀλλ’ ὄνῳ ἐποχούμενος· οὐκ ἐπαισχύνεται δὲ ὁ πάνσοφος Εὐαγγελιστὴς τὴν προτέραν ἄγνοιαν τῶν Ἀποστόλων ἐκπομπεῦσαι· ταῦτα γὰρ,” οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρότερον, ἀλλ’ ὅτε Ἰησοῦς “ἐδοξάσθη, τότε ἐμνήσθησαν, ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμενα.” μένα. ὅτι μὲν γὰρ ἐγέγραπτο ᾔδεσαν, ὅτι ’δε ἐπ’ αὐτῷ εγεγραπτο, οὐκ ᾔδεισαν· καὶ γὰρ ἃν ἐσκανδάλισεν αὐτοὺς, εἴγε βασιλεὺς ὣν τοιαῦτα μέλλει πάσχειν· τὸ δὲ ἐμαρτύρει ὁ ὄχλος “ὅτε ἀνέστησε τὸν Λάζαρον ἐκ νεκρῶν,” καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ, ὅτι οὐ τοσοῦτοι ἐξαίφνης μετέθεντο, εἰ μὴ ἐπίστευσαν τῷ σημείῳ. Χρὴ δὲ γιγνώσκειν ὅτι οἱ εἰπόντες Φαρισαῖοι πρὸς ἑαυτοὺς, θεω- “ῥεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδὲν, ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει” τῶν πιστευόντων μὲν ἦσαν, οὐ τολμώντων δὲ παρρησιάσασθαι· ἀπὸ τῆς ἐκβάσεως δὲ κατεῖχον τοὺς λοιποὺς, ὡς ἀνόνητον ἐπιχειροῦντας. κόσμον δὲ ἐνταῦθα τὸν ὄχλον φησὶν, οἶδε γὰρ ἡ γραφὴ κόσμον καὶ τὴν κτίσιν καλεῖν, ὡς ὅταν λέγει “ὁ ἐκφέρων κατὰ “ἀριθμὸν τὸν κόσμον αὐτοῦ,” καὶ πάλιν τοὺς ἐν πονηρίᾳ ζῶντας, ὡς ὅταν λέγει, “ ὁ κόσμος ὑμᾶς οὐ μισεῖ, ἐμὲ δὲ μισεῖ.”
- 14.4
Σευήρου Ἀντιοκείασ. Ὁ φοῖνιξ οὐράνιος ἐδείκνυ καὶ ὑψόθεν e ἥκοντα· μόνος γὰρ τῶν ἄλλων δένδρων ἀνατείνεται μὲν πρὸς αὐτὸν τὸν οὐρανὸν, καὶ ἐν ὕψει κομᾷ, θαλλοὺς φέρων ἐπὶ τῆς κόμης λευκοὺς, ἐν δὲ τῷ στελέχει καὶ τοῖς μέσοις μέχρι τῆς κορυφῆς τραχύς ἐστι καὶ ἀνάντης καὶ δυσανόδευτος, καὶ τοὺς ἐπὶ τῶν κλάδων σκόλοπας προβαλλόμενος. οὕτω καὶ ὁ πρὸς τὴν Χριστοῦ γνῶσιν ἐλαύνων, τραχεῖαν εὑρήσει καὶ ἀνάντη f διὰ τῶν πόῆ g ὁδεύων τῆς ἀρετῆς. πρὸς δὲ τὸ ὕψος αὐτῆς ἀφικόμένος ὡς ἀνθρώποις ἐφικτὸν, ἐντεύξεται τῷ λαμπροτάτῳ τῆς θεολογίας φωτὶ, καὶ τῇ ἀποκαλύψει τῶν ἀπορρήτων, καθάπερ τοῖς τοῦ φοίνικος λευκοτάτοις θαλλοῖς.
- 14.5
Ἀμμωνίου πρεσβυτέρου. Ὡς νενικηκότι τὸν αὐτῷ μετὰ βαίων. Ἡ Δαβὶδ προφητεία διὰ τούτου πληροῦται. τύπος ἐστὶ τοῦ νόμου τὰ ἔθνη, οὓς ὁ Κύριος ὄντας ἀκαθάρτους πεποίηκεν ὑποχειρίους· τύπος δέ ἐστι ὁ πῶλος τῶν ἐθνῶν, ὃν ὁ Κύριος καθίσας ἀνάγει εἰς τὴν ἄνω Ἰερουσαλὴμ, ἧς τύπος ἡ ἐπίγειος· πῶλον δὲ αὐτοὺς καλεῖ, ἐπειδὴ ἀγύμναστοι ἦσαν τῆς κατ’ εὐσέβειαν πίστεως.
- 14.6
Ἀπολιναρίου. Αὐτόθεν μὲν ἔχει τὸ μέτριον καὶ εὐτελὲς ἡ ἐπὶ τοῦ ὀναρίου καθέδρα, κεκρυμμένον δὲ ἐν αὐτῷ τὸ σύμβολον τοῦ μήπω καθαροῦ τότε λαοῦ, τοῦ μέλλοντος δέξασθαι τὴν ἐπίβασιν τοῦ Κυρίου· ὄνος γὰρ οὐ καθαρὸν κατὰ τὸν νόμον. ἐβόα δὲ ὁ προφήτης Ζαχαρίας, τῇ μὲν Σιῶν εὐαγγελιζόμενος τὸν βασιλέα πάντων ἀπαλλάττοντα φόβων καὶ λυτρούμενον αὐτὴν ἐχθρῶν δυναστῶν, τῷ δὲ συμβόλῳ δεικνὺς τῶν ἐθνῶν ἡγούμενον, καὶ νέῳ λαῷ χρησόμενον, ὅτι καὶ πῶλος ἐφ’ ᾧτ’ καθεζόμενος εἴσεισιν.
- 14.7
Ἀναγκαίως ἄρα τῇ τάξει τελευταῖον τὸ κατὰ τὸν Λάζαρον ὁ Κύριος ἐθαυματούργησεν, ἵνα ἐπὶ προσφάτῳ τούτῳ γεγονότι τιμηθείη μὲν ἐπιφανέστερον ὑπὸ τοῦ πλήθους· τῆς δὲ τιμῆς ἕνεκεν ὑπεραλγήσαντες οἱ Φαρισαῖοι ἐβουλεύσαιντο κατ’ αὐτοῦ, καὶ οὕτως ἐπιτελεσθείη τὸ πάθος, ὅπερ καὶ γίνεται.
- 14.8
Ὁρῶσιν ὅτι μάτην ἀντιλέγουσι πρὸς τὴν πίστιν τὴν εἰς Χριστὸν, μάτην ἀφορίζουσι τοὺς πιστεύοντας, μάτην ἀποτρέπουσι τοὺς λοιποὺς, τὰ μὲν διαλεγόμενοι, τὰ δὲ καὶ ἀπειλοῦντες· πάντα οὐν ἀνωφελῆ φασιν εἶναι, εἰ μὴ πρὸς ἀναίρεσιν αὐτοῦ τράποιντο.
- 15.1
Περὶ τῶν προσελθόντων Ἑλλήνων.
- 15.2
τίνες ἦσαν “ οἱ Ἕλληνες οἱ ἀναβάντες, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ,” οἵτινες προσῆλθον τῷ Φιλίππῳ; οἱ ἐγγὺς ὄντες λοιπὸν τοῦ προσήλυτοι γενέσθαι, τουτέστι τῷ Ἰουδαϊσμῷ προσελθεῖν· τῆς φήμης οὖν διαδοθείσης λέγουσι τῷ Φιλίππῳ, θέλομεν τὸν “Ἰησοῦν ἰδεῖν·” ὁ δὲ Φίλιππος παραχωρεῖ τῷ Ἀνδρέᾳ, ἅτε πρὸ αὐτοῦ ὄντι, καὶ τὸ πρᾶγμα αὐτῷ κοινοῦται, ἀλλ’ οὐδὲ οὕτως ἅπλως αὐθεντεῖ· ἤκουσε γὰρ ὅτι “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθετε, καὶ εἰς “πόλιν,” καὶ τὰ ἑξῆς, πᾶσαν ἐκκόπτων πρόφασιν ἀγνωμοσύνης, ἀναφέρει τῷ διδασκάλῳ· ὁ δὲ Ἰησοῦς ἔφη αὐτοῖς, ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.” Ti ἐστιν, “ἦλθεν ἡ ὥρα ;” ἐπειδὴ ἔλεγεν, εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε,” πᾶσαν ἐκκόπτων πρόφασιν ἀγνωμοσύνης Ἰουδαίοις· ἐπέμενον δὲ οὗτοι ἀπειθοῦντες, ἐκεῖνοι δὲ, τουτέστι τὰ ἔθνη, ἐβούλοντο προσελθεῖν· καιρὸς οὖν, φησὶν, ἐπὶ τὸ πάθος προσελθεῖν, πάντων πεπληρωμένων· ἵνα δὲ μὴ θορυβηθῶσιν, ἐννοοῦντες ὅτι ὅτε καὶ Ἓλληνες προσῆλθον, τότε ἀνῃρέθη, λέγει, “ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἐπὶ τὴν γῆν ἀποθάνῃ, καὶ τὰ ἑξῆς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι αὐτὸ μὲν γὰρ τοῦτο αὐτοὺς ποιήσει προσελθεῖν, καὶ αὐξήσει τὸ κήρυγμα τὸ ἐμόν. Εἰ γὰρ ἐν τοῖς σπέρμασι τοῦτο γίνεται, καὶ ὅταν ἀποθάνῃ, πολὺν φέρει καρπὸν, πολλῷ μᾶλλον ἐμοί.
- 15.3
Ἀμμωνίου πρεσβυτέρου. Καὶ μὴ χρώμενοι τῷ προσκυνήσοντες εἰς τὸν νόμον, ὡς εἰς σεπτὸν τόπον διὰ τὰ γενόμενα θαύματα περὶ Ἰουδαίων. Δόξαν καλεῖ τὴν ἀνάστασιν, μεθ’ ἣν ὡς Υἱὸς Θεοῦ ἐδοξάσθη.
- 15.4
Καιρὸς τοῦ μεταβῆναι τοὺς μαθητὰς τὰ ἔθνη, εἰ καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἐποίησαν τοῦτο, ἵνα μὴ σκανδαλισθῶσιν οἱ Ἰουδαῖοι.
- 15.5
Θεοδώρου Μομψουεστίασ. Καιρὸς λοιπόν ἐστιν ἐπὶ τὸ πάθος ἐλθεῖν, πάντων πεπληρωμένων· εἰ γὰρ μέλλομεν τούτοις μὲν ἀπειθοῦσι προσεδρεύειν, ἐκείνους δὲ καὶ βουλομένους μὴ προσίεσθαι, ἀνάξια τῆς ἡμετέρας ἔσται ταῦτα κηδεμονίας. Ἐπειδὴ οὖν ἔμελλεν ἀφήσειν τοὺς μαθητὰς ἐπὶ τὰ ἔθνη λοιπὸν ἰέναι μετὰ τὸν σταυρὸν, ὁρᾷ δὲ αὐτοὺς προπηδῶντας, φησὶ, καιρὸς ἐπὶ τὸν σταυρὸν ἐλθεῖν. Οὐ πρότερον γὰρ αὐτοὺς εἴασεν, ἵνα ᾖ εἰς μαρτύριον αὐτοῖς. ἕως γὰρ διὰ τῶν ἔργων αὐτὸν διεκρούσαντο, ἕως αὐτὸν ἐσταύρωσαν, οὐκ εἶπε, πορευθέντες μαθητεύσατε πάντα τὰ “ἔθνη,” ἀλλ’ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε,” καὶ, οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα οἴκου Ισραὴλ,” καὶ, οὐκ ἔστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.” ἐπειδὴ δὲ ἐμίσησαν αὐτὸν, καὶ οὕτως ἐμίσησαν, ὡς ἀνελεῖν, περιττὸν ἦν προσεδρεύειν, διακρουομένων ἐκείνων, καὶ παραιτήσαντο λέγον- τες, οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα,” τότε δὴ λοιπὸν αὐτοὺς ἀφῆκεν. Αὕτη ἡ διάλεκτος γέγονε τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ τῆς ἑβδομάδος, ὡς ἄλλοι λέγουσιν Εὐαγγελισταὶ, καὶ τῇ τετράδι ὁ Ἰούδας συνέθετο τοῖς Ἰουδαίοις παραδοῦναι αὐτοῖς τὸν Κύριον.
- 15.6
Ἀμμωνίου πρεσβυτέρου. Μῆ θορυβεῖσθε ἐὰν γὰρ μᾶλλον αὔξει τὸ κήρυγμα, καὶ οἱ ἐξ ἐθνῶν πιστεύουσι· καὶ μὴ ἀπιστεῖτε, καὶ γὰρ ἐν τῷ σίτῳ τούτῳ γίνεται· ὅταν παθὼν ἀποθάνω, ἀνίσταμαι μετὰ πλείονος δόξης, μέλλουσι γὰρ πάντες πιστεύειν εἰς ἐμὲ ὡς Θεόν.
- 15.7
Θεοδώρου Μομψουεστίασ. Ἐπειδὴ γὰρ ἀπὸ λόγων ἔπειθεν, ἀπὸ τῆς τῶν πραγμάτων αὐτὸ πείρας μεθοδεύει λέγων, ἐπεὶ καὶ ἐν τῷ σίτῳ τοῦτο γίνεται, μᾶλλον φέρει καρπὸν, ὅταν ἀποθάνῃ, εἰ δὲ ἐν τῷ σπέρματι τοῦτο, πολλῷ μᾶλλον ἐμοί. Ἀλλ’ οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὰ λεγόμενα.
- 15.8
Τί ἐστιν ὅπερ εἶπεν “ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ;“ὁ τὰς ἐπιθυμίας αὐτῆς ποιῶν τὰς ἀτόπους, οὗτος ἀπολέσει αὐτήν· ὁ δὲ μισῶν αὐτὴν ἐν τῷ κόσμῳ τούτῳ, σώσει αὐτήν. τίς δέ ἐστιν ὁ μισῶν; ὁ μὴ εἴκων αὐτῇ τὰ βλάπτοντα κελευούσῃ. Οὐκ εἰπε δὲ ὁ μὴ εἴκων, ἀλλ’ ὁ μισῶν αὐτὴν, τὴν μετὰ σφοδρότητος ἀποστροφὴν δηλῶν· λέγει δὲ νῦν τοῦτο, ἐγγὺς ὢν τοῦ πάθους, ἐπειδὴ ᾔδει αὐτοὺς κατηφείας πλήρεις ἐσομένους, διὰ τοῦτο ὑπερβολὴν ἐποιήσατο.
- 15.9
Τί λέγω, φησὶν, ἐὰν μὴ τὸν ἐμὸν θάνατον γενναίως ἐνέγκητε; ἐὰν γὰρ καὶ ὑμεῖς αὐτοὶ μὴ ἀποθάνητε, οὐδ’ ὑμῖν ἐστι κέρδος· τὸ δὲ οὐ προσθῆναι τὸ ἐν τῷ κόσμῳ τούτῳ” τὸ φονικὸν καὶ ἐπαχθὲς παραμυθεῖται τοῦ λόγου, τὸ δὲ ἐμοὶ” ὁ διακονῶν ἐμοὶ ἀκολου- “θείτω” περὶ τοῦ θανάτου εἶπε· τὴν γὰρ διὰ τῶν ἔργων ὑπακοὴν ἀπαιτεῖ, καὶ ἐπειδὴ φορτικὰ εἶπε, τὸ ἔπαθλον τίθησι λέγων, καὶ “ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Ποῦ δέ ἐστιν ὁ Χριστός; ἐν οὐρανοῖς. “καὶ ἐάν τις ἐμοὶ διακονεῖ,” φησὶν, οὐκ εἶπε, τιμήσω αὐτὸν ἐγὼ, ἀλλ’ ὁ Πατὴρ τὸ γνήσιον παριστᾷ, ὡς γὰρ γνησίου παιδὸς διάκονος, οὕτως ὁ Πατὴρ ἀποδέξεται. ἴσως ἐρεῖ τις περὶ τοῦ “νῦν ἡ ψυχή μου τετάρακται, καὶ τι εἴπω; “Πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης,” ὅτι οὐκ ἔστι τοῦτο θανάτου προτρεπομένου καταφρονεῖν. μάλιστα μὲν οὖν προτρεπομένου ἐστίν. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι αὐτὸς ἔξω ὢν τῶν ἀνθρω- πίνων παθῶν, εὐκόλως περὶ θανάτου φιλοσοφεῖ, καὶ ἡμῖν ἐξ ἀκινδύνου παραινεῖ· δείκνυσιν ὅτι καί τοι ἀθυμιῶν αὐτὸν, ὅμως διὰ τὸ χρήσιμον οὐ παραιτεῖται· ταῦτα δέ ἐστι τῆς οἰκονομίας, οὐ τῆς θεότητος· διὸ καὶ εἶπεν, “ἡ ψυχή μου τετάρακται,” καὶ ἀπαλλαγῆναι αἰτεῖν, ἀνθρωπίνης φύσεως ἐστιν ἐλαττώματα, “ἀλλὰ διὰ τοῦτο, φησὶν,““ἠλθον εἰς τὴν ὥραν ταύτην. ὡσανεὶ ἔλεγε, κἀν ταραττώμεθα, κἂν θορυβώμεθα, μὴ φεύγωμεν τὸν θάνατον, ἐπεὶ κἀγὼ νῦν ταράττομαι, οὐ λέγω ὥστε φυγεῖν, δεῖ γὰρ φέρειν τὸ ἐπιόν διὸ καὶ λέγει, Πάτερ δόξασόν σου τὸ ὄνομα, τουτέστιν, ἄγαγε λοιπὸν ἐπὶ τὸν σταυρόν· διὰ δὲ τοῦτο παιδεύει, ἵνα εἴποτε ἐν ἀγῶνι κατασταῖεν καὶ δειλίᾳ, μήτε οὕτως ἀποπηδήσωσι τῶν προκειμένων. τὸ δὲ εἰπεῖν, δόξασόν σου τὸ ὄνομα,” δείκνυσιν ὅτι ὑπὲρ ἀληθείας ἀποθνήσκει, εἰς τὸν Θεὸν τὸ πρᾶγμα καλῶν· τὸ δὲ εἰπεῖν τὴν φωνὴν “ἐδόξασα, καὶ πάλιν δοξάσω,” σημαίνει, ὅτι ἐδόξασε μὲν ἐν τοῖς πρὸ τούτου, δοξάσει δὲ μετὰ τὸν σταυρόν.
- 15.10
Διὰ τί “ὁ ὄχλος ἀκούσας τῆς φωνῆς ἔλεγε, βροντὴν γεγο- νέναι;“καὶ γὰρ τρανῆ καὶ εὔσημος ἦν ἡ φωνή· διὰ τὸ ταχέως αὐτῶν ταύτην ἀποπτῆναι· διὸ ἅτε παχυτέρων ὄντων καὶ σαρκικῶν καἳ ῥαθύμων οὕτως ἐνομίσθη, καὶ οὗτοι μὲν τὸν ἦχον κατεῖχον μόνον, οἱ δὲ εἰπόντες, ὅτι Ἄγγελος αὐτῷ λελαληκε,” ἔναρθρον μὲν τὴν φωνὴν ᾔδεσαν· τί δὲ ἐσήμανεν, οὐκέτι. ὁ δὲ Χριστὸς πρὸς ἐκεῖνο ἱστάμενος ὃ ἔλεγον ἐκεῖνοι ἀεὶ, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, φησὶ πρὸς αὐτοὺς, “οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι’ ὑμᾶς·” ὁ γὰρ ἐκ τοῦ Θεοῦ δοξαζόμενος, πῶς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗ τὸ ὄνομα δι’ αὐτὸν δοξάζεται; ὅθεν χρὴ σκοπεῖν, ὅτι τὰ ταπεινὰ δι’ αὐτοὺς γίνεται, καὶ οὐχ ὡς τοῦ υἱοῦ ἐσομένου h βοηθεῖας· τὸ δὲ “νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων “τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω,” δηλοῖ ὅτι δικαστήριον ἔσται καὶ ἐκδίκησις, πῶς καὶ τίνι τρόπῳ ἐκεῖνος ἀνεῖλε τὸν ἄνθρωπον ὑπεύθυνον λαβὼν τῇ ἁμαρτίᾳ. Διὰ οὖν τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος, ἐν ἐμοὶ τοῦτο οὐχ εὑρών. ὡσανεὶ ἔλεγεν ὁ Χριστὸς, τίνος ἕνεκεν ἐπεπήδησεν εἰς ἐμὲ, καὶ θανάτῳ παρέδωκεν· οὐκ οὖν δι’ ἐμὲ ἐκδικηθήσεται ὁ κόσμος ὅλος· τὸ δὲ “ὅταν ὑψωθῶ “ἐκ τῆς γῆς,” περὶ τοῦ σταυροῦ λέγει· τὸ δὲ, ”πάντας ἑλκύσω “πρὸς ἐμαυτὸν,” καὶ τοὺς ἐκ τῶν ἐθνῶν σημαίνει· οὐ λέγει δὲ τὴν ἀνάστασιν, ἀλλ’ ὃ τῆς ἀναστάσεως πλέον ἐστὶν, ὅτι καὶ πάντας ἑλκύσει πρὸς ἑαυτόν· “ἑλκύσω” δὲ εἶπεν, ἅτε ὑπὸ τοῦ ἐχθροῦ κατεχομένους, καὶ ἀφ’ ἑαυτῶν μόνον οὐ δυναμένους προσελθεῖν. ἀλλαχοῦ δὲ τοῦτο ἁρπαγὴν καλεῖ. βουλόμενος δὲ ὁ ὄχλος ἐπιστομίζειν αὐτὸν καὶ δεικνύναι οὐκ ὄντα Χριστὸν, ὁμολογοῦσιν ὅτι ὁ Χριστὸς εἰς τὸν αἰῶνα μένει· καὶ οὐκ εἶπαν ὅτι ἡμεῖς ἠκούσαμεν ὅτι ὁ Χριστὸς οὐδὲν πάσχει, οὐδὲ σταυροῦται, ἀλλ’ ὅτι μένει εἰς τὸν αἰῶνα, καὶ τοῦτο δὲ κακούργως· ᾔδεσαν γὰρ τὰς γραφὰς λεγούσας ὁμοῦ καὶ περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως· καὶ γὰρ Ησαΐας ἅμα ταῦτα τίθησιν, “ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,” λέγει, καὶ τὰ ἑξῆς, καὶ ὁ Δαβὶδ ἐν τῷ δευτέρῳ ψαλμῷ, καὶ ἀλλαχοῦ πολλαχοῦ συνάπτει ταῦτα ἀμφότερα, καὶ ὁ πατριάρχης δὲ εἰπὼν, “ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, τις ἐγερεῖ αὐτόν;“ὁμοῦ καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐνδείκνυται, καὶ τοῦτο δὲ οὐ κακούργως εἰπὼν, “καὶ τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;" ὡσανεὶ ἔλεγε, μὴ γὰρ δὴ νομίσῃς, ὅτι περὶ σοῦ τοῦτο λέγομεν, καὶ εἴπῃς, ὅτι δι’ ἀπέχθειαν ἐναντιούμεθα ἰδοὺ γὰρ, οὐκ οἴδαμεν περὶ τίνος λέγεις, καὶ ὅμως ἀποφαινόμεθα. τὸ δὲ “ἔτι μικρὸν χρόνον “τὸ φῶς μεθ’ ὑμῶν ἐστι,” τοῦτο σημαίνει, ὅτι μεθ’ ὑμῶν ἐστι τὸ φῶς, καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν οὐκ ἀναιρεῖται, ἀλλὰ μικρὸν ὑποχωρῆσαν πάλιν φαίνεται· περιπατεῖτε δὲ, εἶπεν, “ὡς τὸ φῶς “ἔχετε,” καὶ τὴν πρὸ τοῦ σταυροῦ, καὶ μετὰ τὸν σταυρὸν ἐπίστευσαν. Λέγει δὲ ταῦτα κατεπείγων αὐτοὺς εἰς τὴν πίστιν. “ ὁ περιπατῶν,” φησὶν, “ἐν τῇ σκοτίᾳ· οὐκ οἶδε ποῦ ὑπάγει.” πόσα γὰρ πράττουσιν Ἰουδαῖοι νῦν, καὶ οὐκ ἴσασι τί πράττουσιν, ἀλλ’ ὡς ἐν σκότῳ βαδίζοντες δοκοῦσι μὲν τὴν ὀρθὴν ὁδεύειν ὁδὸν, τὴν δὲ ἐναντίαν βαδίζουσιν. Εἰπὼν δὲ “ἵνα υἱοὶ φωτὸς γένησθε,” πέρι ἑαυτοῦ εἶπε, τουτεστιν, ἐμοὶ υἱοὶ·
- 15.11
Θεοδώρου Μομψουεστίασ. ταῦτα δέ φησιν, οὐχ ὡς τῆς ψυχῆς ἐνταῦθά τι πασχούσης, ἀλλὰ τῆς ψυχῆς φιλίαν καλέσας τὸ δοκεῖν αὐτὴν κατέχειν, καὶ ὥσπερ σωτήριον οὐ προδιδόντα τοῖς συμβαίνουσι κινδύνοις τὸ σῶμα.π
- 15.12
Κυρίλλου. Οὐκ ἐν ἑτέροις εἶναι προσῆκον ἃν εἴη τὸν ὑπηρέτην τοῦ Χριστοῦ, ἣ ἐν οἷςπερ ἐστὶν αὐτὸς, καὶ οὐχὶ πάντως φημὶ τοῖς θεοπρεπέσι καὶ ὑπὲρ ἄνθρωπον ἀξιώμασι· τίς γὰρ ἐν τούτοις τὸν ἀληθῶς καὶ φύσει Θεὸν μιμήσαιτο; ἀλλ’ ἐφ’ οἷς ἂν δέχηται τὴν τοῦ ἀνθρώπου διαπρέπειν δύνασθαι φύσιν.
- 15.13
Θεοδώρου Ἡρακλείασ. Ἀνθρωπίναις ἐνταῦθα καὶ ταπεινοτέραις ἐχρήσατο λέξεσιν, ἐκ τούτων δεικνὺς ὅτι ὄντως τῆς ἀνθρωπίνης ἐκοινώνησε φύσεως, ἣ ἴσως προορῶν τὴν πτῶσιν τῶν ἀπίστων, καὶ τῶν τέως νομιζομένων εἶναι οἰκετῶν τὴν μέλλουσαν ἀπαλλοτρίωσιν, ἐταράσσετο φειδόμενος αὐτῶν τῆς ἀχαρίστου γενεᾶς. Οὐ γὰρ δεδιὼς τὸν θάνατον, ὡς οἴονταί τινες, τὴν λεγομένην ὑπέμεινε ταραχήν· οὐ γὰρ ἠγνόει τινος ἕνεκεν τὴν πρὸς ἡμᾶς ἐποιήσατο ἄφιξιν, ὡς ἐγγύθεν ἔδειξεν εἰπὼν, “διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν “ταύτην,” εἰ γὰρ ἐταράσσετο διὰ φόβον θανάτου, πῶς ἂν ἐδίδαξε τοὺς ἄλλους τούτου καταφρονεῖν, λέγων, “μὴ φοβηθῆτε “ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων “ἀποκτεῖναι;” μέλλων τοιγαροῦν ἐφάπτεσθαι τῆς τῶν προειρημένων πείρας, ἐπεκαλεῖτο τὸν δι’ αὐτὸ τοῦτο αὐτὸν ἀποστείλαντα· i ξένης δὲ τίς παρ’ ἡμῖν συνήθης φωνῆς ἐπακούσαντες, ἀμφίβολον ἐξ ἀνάγκης ἔσχον τὴν διάνοιαν.
- 15.14
Ἀμμωνίου πρεσβυτέρου. Φῶς καλεῖ τὴν εὐαγγελικὴν σκότος δὲ τὴν ἄγνοιαν, ἢ τὴν τῶν ἀσεβῶν κατάκρισιν.
- 15.15
Διὰ τί ταῦτα εἰπὼν ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν; οὐδὲ γὰρ λίθους ᾖραν κατ’ αὐτοῦ, οὐδὲ ἐβλασφήμησάν τι τοιοῦτον, οἷον ἔμπροσθεν· τίνος οὖν ἕνεκεν ἐκρύβη; τὰς καρδίας ἐμβατεύων, ᾔδει τὸν θυμὸν αὐτοῖς ἀγριαίνοντα, εἰ καὶ μηδὲν ἐφθέγγοντο· κρύπτεται οὖν παραμυθούμενος αὐτῶν τὸν φθόνον· χρὴ γὰρ σκοπῆσαι πῶς αὐτὸν ἠνίξατο ὁ Εὐαγγελιστὴς, εὐθέως ἐπαγαγὼν, “τοσαῦτα “δὲ σημεῖα αὐτοῦ πεποιηκότος οὐκ ἐπίστευον εἰς αὐτὸν,” ποῖα; τοσαῦτα ἃ παρέλιπεν ὁ Εὐαγγελιστὴς οὗτος.
- 15.16
Τὸ δὲ, “ἵνα πληρωθῇ ὁ λόγος, ὃν εἶπεν Ἡσαΐας,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι οὐχὶ αἰτιολογίας ἐστὶ τὸ ἴνα, ἀλλ’ ἐκβάσεως· οὐδὲ γὰρ ἐπειδὴ οὐκ ἔμελλον πιστεύειν, διὰ τοῦτο εἶπεν Ἡσαΐας, καὶ τὸ “οὐκ ἐδύναντο δὲ πιστεύειν,” καθὼς καὶ τοῦτο εἶπεν Ἡσαΐας, “διότι ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺb” καὶ τὰ ἑξῆς, τὴν αὐτὴν ἔχει ἔννοιαν· διὰ πάντων γὰρ τούτων βούλεται παραστῆσαι τὸ τῆς γραφῆς ἀψευδὲς, καὶ ὅτι ἃ προεφήτευσεν, οὐχ ἑτέρως ἐξέβη, ἀλλ’ ὡς εἶπεν, ἵνα γὰρ μή τις λέγῃ, καὶ τίνος ἕνεκεν ἦλθεν ὁ Χριστός; οὐκ ᾔδει ὅτι οὐκ ἔμελλον αὐτῷ προσέχειν; καὶ τοὺς προφήτας εἰσάγει τοῦτο εἰδότας. Διὰ τοῦτο δὲ ἦλθεν, ἵνα πρόφασιν μὴ ἔχωσι περὶ τῆς ἁμαρτίας αὐτῶν· τὸ δὲ “οὐκ ἐδύ- “ναντο” ἀντὶ τοῦ, οὐκ ἤθελον, κεῖται, καὶ πολλαχοῦ τῆς γραφῆς τοῦτο εὑρήσεις, ὡς τὸ “οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς.
- 15.17
Θεοδώρου ἡρακλείασ. “Ἐκρύβη,” οὐ δειλίας ἕνεκεν, οὐδὲ ἀφανῆ ἑαυτὸν παντελῶς καθιστῶν, ἀλλ’ ὑπερώρει χρησίμως, ἵνα σχολὴν αὐτοῖς ἐνδιδόναι δόξῃ εἰς ἐπίσκεψιν τῶν εἰρημένων, οὕτω γὰρ ἐπὶ συννοίας γενόμενοι, καὶ τοὺς λόγους αὐτοῦ μετὰ τῶν πράξεων ἀκριβῶς ἀναπεμπαζόμενοι, εἰς αἴσθησιν ἐλθεῖν ἠδύναντο τοῦ ἀξιώματος αὐτοῦ, εἴγε ἐβούλοντο εὐγνωμόνως συνορᾷν τὰ πράγματα· εἰ γὰρ καὶ τὰ μάλιστα προῄδει αὐτῶν τὴν ἀπιστίαν, ἀλλ’ ὅμως τὸ παρ’ ἑαυτοῦ διὰ φιλανθρωπίαν ἐποίει.
- 15.18
Ἀμμωνίου καὶ ἰωάννου. ὁ Θεὸς ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἢ γὰρ ἂν οὐκ ἂν ἀπῄτησεν αὐτοὺς εὐθύνας, ὅπου γε καὶ τὰ ἀκούσια πταίσματα συγχωρεῖ, τοὺς δὲ συστρόπους τυφλωθέντας ὑπὸ τοῦ διαβόλου παραδίδωσιν εἰς πάθος καὶ ἀδόκιμον νοῦν· ἐν ᾧ γὰρ τοιοῦτοί εἰσιν, οὐ δίκαιον αὐτοὺς γνῶναι τοῦ μυστηρίου τὸ βάθος, τοὺς τῆς διανοίας αὐτῶν μύσαντας ὀφθαλμους.
- 15.19
Απολιναρίου. Πώρωσιν δὲ καρδίας καὶ σκληρισμὸν ἐπαγόμενον ὑπὸ Θεοῦ, μὴ τῆς ἁγίας δυνάμεως ἐνέργημα εἶναι νομίσωμεν, ἀλλὰ συγχώρησιν μὲν τῆς θείας κρίσεως, ἐνέργημα δὲ τῆς πονηρᾶς καὶ ἀντικειμένης δυνάμεως. “ταῦτα δὲ,” φησὶν, ὁ Εὐαγγελιστὴς “ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.” τίνος; τοῦ Πατρός· οὐ γὰρ Ἰωάννης περὶ τοῦ Υἱοῦ λέγει, ὁ δὲ Παῦλος περὶ τοῦ Ἁγίου Πνεύματος· οὐχ ὡς συναλείφοντες τὰς ὑποστάσεις, ἀλλὰ μίαν ἀξίαν δηλοῦντες· δόξαν δὲ ἐνταῦθά φησι τὴν ἐν ὄψει, ἐκεῖνον τὸν καπνὸν, τὸ ἀκοῦσαι μυστηρίων ἀπορρήτων, τὸ ἰδεῖν τὰ Σεφαρείμ· τι δὲ ἐλάλησεν, “ ὅτι τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλ- “μοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,” καὶ τὰ ἑξῆς; ἰδίωμα δὲ τοῦτό ἐστι τῆς γραφῆς, ὡς τὸ, “παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον “νοῦν,” τοῦτ’ ἔστι, συνεχώρησεν, ἀφῆκεν,οὐχὶ γὰρ ἐνεργοῦντα αὐτὸν ἐνταῦθα εἰσάγει, ἁλλ’ ἐκ τῆς αὐτῶν πονηρίας ταῦτα γιγνόμενα δείκνυσιν· ὥσπερ γὰρ ὁ ἥλιος τῶν ἀσθενῶν πλήττει τὰς ὄψεις, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὕτω καὶ ἐπὶ τῶν μὴ προσεχόντων τοῖς τοῦ Θεοῦ λόγοις, ἀλλὰ φιλονεικούντων, γίνεται· ὅπερ δὲ ἄνωθεν καὶ ἐξ ἀρχῆς ὁ Χριστὸς ἔλεγε, “πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ- “λήλων λαμβάνοντες, καὶ οὐ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ μόνου “ζητοῦντες,” τοῦτο νῦν ὁ Εὐαγγελιστὴς παθόντας αὐτοὺς δείκνυσι. Φησὶ γὰρ, “ὅτι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐ- “τὸν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν,” καὶ τὰ ἑξῆς, οὐχ ἆρα οὖν ἄρχοντες ἦσαν, ἀλλὰ δοῦλοι, δουλείαν τὴν ἐσχάτην δουλεύοντες. Διὰ τοῦτο οὖν καὶ ὁ Χριστὸς ἔκραζε λέγων, “ὁ “πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά “με,” ὡσανεὶ ἔλεγε, τι δεδοίκατε εἰς ἐμὲ πιστεῦσαι, εἰς τὸν Θεὸν καὶ Πατέρα ἡ πίστις διαβαίνει δι’ ἐμοῦ, ὥσπερ οὖν καὶ ἡ ἀπιστία· οὐκ εἶπε δὲ ὁ πιστεύων ἐμοὶ, ἀλλ’ “ὁ πιστεύων εἰς “ἐμὲ,” τὸ ἀπαράλλακτον δεικνὺς τῆς οὐσίας· ίνα δὲ μὴ νομίσωσιν, ὅτι ὡς ἐπὶ ἀνθρώπου εἴρηται, ἐπάγει, “ὁ θεωρῶν ἐμὲ θεωρεῖ “τὸν πέμψαντά με,” τὴν τοῦ νοῦ θεωρίαν λέγων, οὐδὲ γὰρ σῶμά ἐστιν ὁ Θεός· καὶ ἐντεῦθεν δὲ τὸ ὁμοούσιον δηλοῖ.
- 15.20
Ἵνα τί τοιοῦτον ἐννοεῖς λέγοντα· ὅταν εἰς ἐμὲ πιστεύητε, τὸν δι’ ὑμᾶς μὲν ἄνθρωπον, καθ’ ὑμᾶς δὲ Θεὸν δι’ ἑαυτοῦ, καὶ τὸν ἐξ οὗπερ εἰμὶ Πατέρα, μὴ ἀνθρώπῳ τὴν πίστιν ἀνατιθέναι νομίσητε· εἰ μὴ γὰρ οὐδὲν ἧττον κατὰ φύσιν Θεὸς, εἰ καὶ φαίνομαι κἀς ὑμᾶς, ἔχω δὲ ἐν τῷ κ τὸν γεννήσαντα· ἐμοῦ τοιγαροῦν ὄντος ὁμοούσίου τῷ γεγεννηκότι, διαβήσεται πάντως ἡ πίστις, καὶ εἰς αὐτὸν τὸν Πατέρα.
- 15.21
Ἐπεὶ δὲ ὁ Πατὴρ πανταχοῦ τῆς γραφῆς φῶς καλεῖται, διὰ τοῦτο καὶ περὶ ἑαυτοῦ φησιν, “ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα,” διὸ καὶ ὁ Παῦλος ἀπαύγασμα αὐτὸν καλεῖ, ἐντεῦθεν τοῦτο μαθὼν, πολλὴν δὲ δείκνυσι καὶ ἐκ τούτου τὴν πρὸς τὸν Πατέρα συγγένειαν, καὶ ὅτι οὐδὲν τὸ μέσον· καὶ διὰ τοῦτο δὲ φῶς ἑαυτὸν ἐκάλεσε, διὸ τὸ τῆς πλάνης ἀπαλλάττειν, καὶ τὸ νοητὸν σκότος λύει.
- 15.22
Τί ἐστιν ὅπερ φησὶν, ὅτι “οὐκ ἦλθον κρῖναι τὸν κόσμον;” οὐκ εἰμὶ, φησὶ, τῆς ἀπειθείας τῶν καταφρονούντων αἴτιος· αὐτοκατά- κριτοι γὰρ ἐκ τοῦ μὴ πιστεύειν εἰσί. καὶ ἵνα δείξῃ ὅτι ὁ ἀπιστῶν κολάζεται, φοβερὸν ἔστησε δικαστήριον λέγων, “ὁ ἀθετῶν ἐμὲ, “καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν·’ τίνα ; εἰ γὰρ ὁ Πατὴρ οὐδένα κρίνει, καὶ σὺ οὐκ ἦλθες κρῖναι τὸν κόσμον, τίς κρίνει τὸν μὴ πιστεύοντα ; “ ὁ λόγος, ’ φησὶν, “ὃν ἐλάλησεν ἐκεῖνος, κρινεῖ αὐτόν·” ποῖον δὲ ἐλάλησε λόγον ; ὅτι “ ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ὁ πέμψας με Πατὴρ, ἐκεῖνός μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω. εἰ ὅτε ἐπέμπετο, τότε ἐλάμβανεν ἐντολὴν τί εἴπῃ, καὶ πρὶν πεμφθῆναι οὐκ ᾔδει. Tt ταύτης ἀσεβέστερον τῆς ἐννοίας τῶν οὕτως ἐκλαμ- βανομένων ταῦτα τὰ ῥήματα, καὶ μὴ καταμανθανόντων τῆς ταπει. νώσεως τὴν πρόφασιν, δι’ ἣν ταῦτα ἔλεγεν.
- 15.23
Αὕτη δὲ ἦν ἵνα κἀκείνους ἐπισπάσηται, καὶ τοὺς μετὰ ταῦτα αἱρετικοὺς ἐπιστομίσῃ· πρὸς δὲ τοὺς πλάνον αὐτὸν ἀποκαλοῦντάς φησι, καὶ ὄιδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι, τὸ δὲ, ἃ “ἐγὼ λαλῶ, καθὼς εἴρηκε μοι, ὁ πατὴρ οὕτω λαλῶ” σημαίνει, ὅτι οὐκ ἔστιν ἕτερα μὲν ἐκεῖνον λέγειν, ἕτερα δὲ ἐμὲ φθέγγεσθαι, ἀλλ’ ὥσπερ τοὺς ἐντολὴν πληρῶσιν, οὕτως οὐδ’ ἐμὲ ἄλλο τι πρᾶξαι ἢ εἰπεῖν δυνατὸν, ἀλλ’ ἢ ὅπερ ὁ Πατὴρ βούλεται. δεῖξαι δὲ θέλων ἑαυτὸν πανταχοῦ συνημμένον τῷ γεγεννηκότι, καὶ ὅτι οὐδὲν μέσον ἐστι, α γὰρ ἐγὼ ποίω, ἐκεῖνος ποίει, ὅτι μετ’ ἐμοῦ ἐστι, καὶ οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ.
- 15.24
Ἀμμωνίου πηρεσβυτέρου. Ὡς οὖν ὁ Πατὴρ φῶς, οὕτω καὶ Υἱός· διὸ δεῖξαι θέλων ὁ Παῦλος τὴν πολλὴν ἐμφέρειαν “ἀπαύ- “γασμα” καλεῖ τοῦ Πατρὸς τὸν Υἱὸν, ὥσπερ τὸ φῶς φανὲν, καὶ ἑαυτὸν δῆλον ποιεῖ καὶ τὰ ὁρώμενα. Οὕτως ὁ Υἱὸς φῶς ὣν, καὶ ἐλθὼν, καὶ ἑαυτὸν ἡμῖν ἐγνώρισε καὶ τὸν Πατέρα. Ὁ σκοπὸς τῆς νῦν παρουσίας γέγονεν οὐ διὰ τὸ κρῖναι, ἀλλὰ διὰ τὸ σῶσαι τοὺς πιστούς· ἵνα μὴ δῷ αὐτοῖς ἀφορμὴν ἀπιστίας, ἐπὶ τὸν ἀνάγει τὴν αἰτίαν εἰς αὐτὸν ἀπιστίας. Ὁ λόγος τῆς ταπεινο- φροσύνης αὐτοῦ, κατακρίνει αὐτοὺς, αὐτὸς ὁ Υἱὸς μέλλει κρίνειν τοὺς ἀπειθεῖς, οὐ μὴν ὁ λόγος· αἰνιγματωδῶς γὰρ λαλεῖ. ἐν ἡμέρᾳ κρίσεως, ὁ πρὸς σωτηρίαν ἡμᾶς καλέσας λόγος, ἐκπειθήσας τιμω- ρεῖται. Λόγος ὣν τοῦ Πατρὸς, αὐτὸς ἑρμηνεύει τὰ ἐν τῷ Πατρὶ καὶ φανεροποιεῖ· διὸ καὶ ἐντολὴν αὐτὸν εἰληφέναι λέγει· οὕτω γὰρ καὶ ἐν ἡμῖν λόγος δημοσιεύει τὰ ἐν τῷ νῷ.
- 15.25
Ἀπολιναρίου. Αὐτοῦ τὰ ῥήματα μετ’ ἐξουσίας λαλούμενα, ὅτι καὶ δημιουργὸς καὶ τοῖς δημιουργήμασι τοῖς αὐτοῦ νομοθέτης, καθὸ Λόγος ἐστὶν ὁ τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, ὃς εἰς τὰ ἴδια ἥκει καὶ διαλέγεται μετ’ ἐξουσίας, οὐχ ὡς ἄν τις διάκονος τῶν παρὰ Θεοῦ δεδομένων λόγων. Οὐδενὶ γὰρ τῶν τοιούτων ἁρμόσειε τὸ, “ἐγὼ λέγω ὑμῖν,” καὶ τὸ ἐν παραθέσει τῆς] πρὸς τοὺς Θεοῦ νόμους. παρατιθεὶς γὰρ πρὸς τὸ εἰρημένον ἐκ θείου προσώπον τὸ, “οὐ φονεύσεις” καὶ τὸ “οὐ μοιχεύσεις,” ἐπιφέρει καθ’ ἕκαστον τόδε, “ἐγὼ ἐγὼ λέγω ὑμῖν.” οὐδὲ ἀλλοτρία Σωτῆρος ἡ νομοθεσία, οὐδὲ ἐξ ἀποκαλύψεως καλεῖ, οὐδὲ προστεταγμένον διαλέγεται, ἐὰν κατὰ θεότητα νοῶμεν αὐτὸν, τὴν ἰδίαν αὐτοῦ καὶ τὴν πρὸς αἰώνιον αὐτοῦ ὕπαρξιν.
- 15.26
Ἀμμωνίου πρεσβυτέρου. Ὡς ἐκ Πατρὸς λέγει ταῦτα ποιεῖν, ἐπείπερ ἑώρων αὐτὸν ὁ Ἰουδαῖοι τὴν τοῦ νομοῦ σκιὰν μεταπλάττοντα ἔπι τὸ πνευματικώτερον.
- 15.27
Ἰωάννου. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, τοῦτό φησιν, ὅτι γὰρ οὐ δυνήσονται ταῦτα λέγειν· τὰ γὰρ ῥήματα ἃ ἐλάλησε νῦν, ἐν τάξει στήσεται κατηγόρου ἐλέγχοντα αὐτοὺς, καὶ πᾶσαν διακόπτοντα ἀπολογίαν.
- 16.1
Περὶ τοῦ νιπτῆρος.
- 16.2
Οὐχ ὡς τότε εἰδότος τοῦ Χριστοῦ ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, τοῦτό φησιν ὁ Εὐαγγελιστὴς περὶ αὐτοῦ, ἀλλ’ ὅτι τότε ἐποίησεν, ὅπερ ἦν εἰδὼς πάλαι· μεγαλόφωνος δὲ ὁ Εὐαγγελιστὴς μετάβασιν τὸν θάνατον καλεῖ· τὸ δὲ “εἰς τέλος ἠγάπησεν,” τοῦτό ἐστιν, ὅτι οὐδὲν ἐνέλιπεν ὧν τὸ σφόδρα ἀγαπῶντα ποιῆσαι εἰκὸς ἦν· ἰδίους δὲ αὐτοὺς λέγει, κατὰ τὸν τῆς οἰκειώσεως λόγον, ἐπεὶ καὶ ἄλλους ἰδίους λέγει κατὰ τὸν τῆς δημιουργίας, ὡς ὅταν λέγῃ, οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. τοὺς ἐν τῷ κόσμῳ δὲ είπεν, ἐπειδὴ ἦσαν αὐτοῦ ἴδιοι καὶ οἱ τετελευτηκότες, οἱ περὶ τὸν Ἀβραὰμ καὶ κατ’ ἐκεῖνον, ἀλλ’ οὐκ ἐν τῷ κόσμῳ ἦσαν ἐκεῖ.
- 16.3
Ἐκπληττόμενος δὲ ὁ Εὐαγγελιστὴς ὅτι ἤδη τὸν προδοῦναι ἑλόμενον τὸν Χριστὸν ἔνιψεν αὐτὸν, φησὶ, “καὶ δείπνου γενομένου, “τοῦ διαβόλου ἤδη βεβληκότος,” καὶ τὰ ἑξῆς. Δείκνυσι δὲ καὶ τοῦ Ἰούδα τὴν πολλὴν πονηρίαν, ὅτι οὐδὲ τῶν ἄλλων ἡ κοινωνία κατέσχεν· ὃ μάλιστα οἶδε ἐπέχειν πονηρίαν.
- 16.4
Τὸ δὲ, “πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας,” δηλοῖ ἐνταῦθα τὴν τῶν πιστῶν σωτηρίαν, ὥσπερ δὲ ὁ Πατὴρ αὐτῷ παραδίδωσιν, οὕτως καὶ αὐτὸς τῷ Πατρὶ, καθὼς Παῦλος λέγει, “ὅτε “παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί.”
- 16.5
Τί δὲ “ἀπὸ τοῦ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει;“τοῦτο σημαίνει, ὅτι ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ παρὰ Θεοῦ ἐλθὼν, καὶ πρὸς αὐτὸν ἀπιὼν, ὁ πάντων κρατῶν, τοὺς τῶν μαθητῶν νίπτει πόδας, καὶ τοῦτο ποιῆσαι οὐκ ἀπηξίωσε. βουλόμενος δὲ ὁ Εὐαγγελιστὴς γελιστὴς οὐκ ἐκ τοῦ νίψαι μόνον, ἀλλὰ καὶ ἑτέρως τὸ ταπεινὸν δεῖξαι τῆς τοῦ δεσπότου ἡμῶν καὶ Θεοῦ καὶ Σωτῆρος συγκαταβάσεως, φησὶν, “ἐγείρεται ἐκ τοῦ δείπνου·” οὐδὲ γὰρ πρινὴ κατακληθῆναι, ἀλλὰ μετὰ τὸ ἀναπεσεῖν πάντας, τότε ἀνέστη· ἔπειτα οὐδὲ ἁπλῶς νίπτει, ἀλλὰ τὰ ἱμάτια ἀποτιθέμενος, καὶ λέντιον διαζωννύμενος, καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ αὐτὸς ἐγέμισεν, οὐχ ἑτέρῳ τοῦτο ἐπιτρέψας, διὰ πάντων δεικνὺς, ὅτι οὐχὶ ἀφοσ ἰωμένους δεῖ ποιεῖν τὰ τοιαῦτα ὅταν ποιῶμεν, ἀλλὰ μετὰ πάσης προθυμίας. Διὰ τί δὲ οὐκ ἐξ ἀρχῆς τοῦτο ἐποίησεν, ἐπειδὴ τὰ μείζονα ὕστερον ἐργάζεται; ὥστε αὐτῶν ἐπιτεῖναι τὴν οἰκείωσιν, καὶ πολλὴν αὐτοῖς προαπεθέσθαι τὴν παράκλησιν πρὸς τὰ μέλλοντα ἐπιέναι δεινά. Ἐπειδὴ γὰρ ἔμελλον ὀδυνᾶσθαι σφόδρα, ἀντίρροπον αὐτοῖς διὰ τούτων ἐπεισάγει τὴν παραμυθίαν.
- 16.6
Ἐν δὲ τῷ εἰπεῖν, “ὅτι ἔρχεται πρὸς Σίμωνα Πέτρον, ὑπόνοιαν δίδωσιν, ὅτι τοῦ προδότου πρῶτον ἔνιψε τοὺς πόδας. Ἤρξατο γὰρ, φησὶ, νίπτειν, καὶ τότε ἦλθε πρὸς τὸν Πέτρον, καὶ οὐδὲ τοῦτο ᾐδέσθη ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος, ἀλλ’ ἔμεινεν ἔτι ἀναισθητῶν, ἀκαμπῆ καὶ ἀμείλικτον ὡς ὁ διάβολος κεκτημένος τὴν διάνοιαν.
- 16.7
Τὸ δὲ, “Κύριε σύ μου νίπτεις τοὺς πόδας;” τοῦτό ἐστι, ταῖς χερσὶ ταύταις, φησὶν, ἐν αἷς ὀφθαλμοὺς ἀνέῳξας, καὶ λεπροὺς ἐκάθαρας, καὶ νεκροὺς ἀνέστησας, τοὺς ἐμοὺς νίπτεις πόδας; τὸ γὰρ, “συ” καὶ καθ’ ἑαυτὸν πάντα ἐνδείκνυται. Διὰ τί δὲ αὐτὸν οὐδεὶς τῶν ἄλλων ἐκώλυσεν, ἀλλ’ ὁ Πέτρος μόνος; ἐπειδὴ ὡς ἐμοὶ δοκεῖ, πρῶτον ἔνιψε τὸν προδότην πρὸ τοῦ κορυφαίου διὰ πολλὴν ἰταμότητα κατακλιθέντα, καὶ τότε πρὸς Πέτρον ἦλθε δεύτερον ὄντα τῆ κατακλίσει, ὅθεν οἱ λοιποὶ ὑπὸ τῆς ἀγανακτήσεως τῆς ἐπὶ Πέτρῳ γενομένης παιδευθέντες, λοιπὸν ἀνέσχοντο· τὸ δὲ, “ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι,” τὴν ἐκ τοῦ νίψαι σημαίνει ὠφέλειαν, τοῦτό ἐστιν, εἰς πᾶσαν ἄγει ταπεινοφροσύνην ὑμᾶς· μετὰ δὲ ταῦτα πότε γνώσῃ, ὅταν ἐν τῷ ἐμῷ ὀνόματι δαιμόνια ἐκβάλλῃς, ὅταν ἴδῃς εἰς τὸν οὐρανὸν ἀναλαμβανόμενον.
- 16.8
Κυρίλλου. Οὐκ ἠγνοηκὼς ὅτι πάντων ἔχει τὴν ἐξουσίαν, “καὶ “ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε,” τοῦτό ἐστιν, ἐκ τῆς οὐσίας ἐγεννήθη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πρὸς αὐτὸν ὑπάγει, τοῦτό ἐστιν, πάλιν ἄνεισιν εἰς οὐρανοὺς, συνεδρεύων δηλονότι τῷ ἰδίῳ γεννήτορι, τοσαύτην ὑπέστη τὴν ταπείνωσιν, ὡς λεντίῳ μὲν ἀποζώσασθαι, τῶν δὲ μαθητῶν ἀπονίπτειν τοὺς πόδας.
- 16.9
Ὠριγένουσ. Ἄριστον μὲν ἐστὶν ἡ πρώτη, καὶ ἡ πρὸ τῆς συντελείας τῆς ἐν τῷ βίῳ τούτῳ ἡμέρας πνευματικὴ τοῖς εἰσαγομένοις ἁρμόζουσα τροφή Δεῖπνον δὲ ἡ τελευταῖα, καὶ τοῖς ἤδη ἐπὶ πλέον προκεκωφόσι παρατιθεμένη κατὰ λόγων, καὶ ἄλλως δὲ ἐάν τις εἴποι, ἄριστον μὲν εἶναι τὸν νοῦν τῶν παλαιῶν γραμμάτων· δεῖπνον δὲ τὰ ἐναποκεκρυμμένα τῇ καινῇ διαθήκῃ μυστήρια.
- 16.10
Εἰπόντος δὲ τοῦ Πέτρου, ὅτι “οὐ μὴ νίψῃς μου τοὺς πόδας “εἰς τὸν αἰῶνα,” ἀφεὶς τὴν περὶ ταπεινοφροσύνης αἰτίαν ὁ Χριστὸς εἰπεῖν αὐτῷ· ὑπέσχετο γὰρ ἃν μυριάκις ταύτην φυλάττειν ὁ Πέτρος, ὑπὲρ τοῦ μὴ τὸν δεσπότην αὐτὸν νίψαι. Ὅπερ δὲ μάλιστα ἐδεδοίκει καὶ ἔτρεμε, τοῦτό φησιν, “ὅτι ἐὰν μὴ νίψω “σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.” Ὥσπερ δὲ ἐν τῇ παραιτήσει σφοδρὸς ἦν, οὕτω καὶ ἐν τῷ συγχωρήσει σφοδρότερος, λέγει, “Κύριε, μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν “κεφαλήν·” ἑκάτερα δὲ ἐξ ἀγάπης εἰργάζετο.
- 16.11
Ἀμμωνίου. Ἐὰν μὴ καταδείξῃ τὸ τῆς ταπεινοφροσύνης μά- θημα, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ, ἤτοι ἐὰν μή τις ἀπονίψηται τὸν τῆς ἁμαρτίας ῥύπον, διὰ τῆς Χριστοῦ χάριτος, οὐ τυγχάνει τῆς ζωῆς, οὔτε ἀπολαύει τῆς τῶν οὐρανῶν βασιλείας.
- 16.12
Ὠπιγένουσ. Εὐκόλως δὲ χρησώμεθα τὸ “οὐ μὴ νίψῃς “τοὺς πόδας εἰς αἰῶνα” καὶ τοῖς πρὸς τὸ λεχθεῖσιν ἐπὶ τῶν προπετεστέρων, καὶ ἀκρίτως εἰπόντων τί ποιήσει, ὅπερ αὐτοῖς μὴ λυσιτελῇ ἐμμένουσι τῷ κακῶς κεκριμένῳ, κἂν μετὰ ὅρκον διὰ πολλὴν προπέτειαν τὸ τοιοῦτον ποτὲ γίγνεται. καὶ φήσομεν ὥσπερ ὁ εἰπὼν Πέτρος, “οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς αἰῶνα,” κωλύεται ἐμμένειν τῇ τοῦ λελουμένου h ὁμολογίᾳ, ἵνα ἔχῃ μετὰ Χριστοῦ μέρος· οὕτω καὶ σὺ ὁ δεῖνα, ἀκρίτως ἐπαγγειλάμενος, τὸ δὲ βέλτιον ποιήσεις, μεταθέμενος ἐπὶ τὸ ἐν πράξει εὐλογώτερον, ἀπὸ τοῦ ἐμμένειν τῷ κακῶς κριθέντι. Ἐκ τοῦ καθ’ ἡμᾶς δὲ πράγματος ποιῶν τὸ παράγγελμα, εὐαφόρμως ὁ Χριστὸς ποιεῖται τὸν ἔλεγχον τῷ προδότῃ. Φησὶ γὰρ πρὸς τὸν Πέτρον, “ὁ λελου- “μένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς πόδας νίψασθαι μόνον,” καὶ τὰ ἑξῆς· διὰ τούτων μεταβουλεύεσθαι διδάσκων αὐτὸν καὶ τῆς πονηρᾶς γνώμης ἀφίστασθαι, λέγει δὴ τῆς προδοσίας. Πῶς δὲ καθαροὶ ἦσαν οἱ Ἀπόστολοι, οὐδέπω τῶν ἁμαρτημάτων ἀπηλλαγμένοι, οὐδὲ Πνεύματος ἠξιωμένοι, καὶ τοῦ ἱερείου μηδέπω προσανεχθέντος; ἐκ τοῦ τὸ φῶς ἤδη δέξασθαι αὐτοὺς, καὶ τῆς πλάνης ἀπαναχωρῆσαι τῆς Ἰουδαϊκῆς. Λέγει γὰρ ὁ προφήτης, “λούσασθε καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν “ψυχῶν ὑμῶν,” ὥστε ὁ τοιοῦτος λέλουται καὶ καθαρός ἐστιν. Ἐπεὶ οὖν πᾶσαν πονηρίαν ἀπέρριψαν ἀπὸ τῆς ψυχῆς, καὶ μετὰ εἰλικρινοῦς διανοίας συνῆσαν αὐτῷ, διὰ τοῦτό φησι, κατὰ τὸν προφητικὸν λόγον, ἤδη “ὑμεῖς καθαροί ἐστε.” Λαβὼν δὲ τὰ ἱμάτια αὐτοῦ καὶ ἀναπεσὼν, οὐκέτι πρὸς Πέτρον μόνον, ἀλλὰ πρὸς ἅπαντας διαλέγεται, καὶ τὴν αἰτίαν ἐκκαλύπτει τοῦ πράγματος, καὶ φησιν, “ὑμεῖς φωνεῖτέ με ὁ διδάσκαλος, καὶ ὁ Κύριος,” καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ἔμελλον λοιπὸν τιμῆς ἀπολαύσεσθαι, οἱ μὲν πλείονος, οἱ δὲ ἐλάττονος, ἵνα μὴ κατ’ ἀλλήλων ἐπαίρωνται, πάντων αὐτῶν κατασπᾷ τὰ φρονήματα, ὡσανεὶ λέγων, ὅτι κἂν σφόδρα ᾖς μέγας, ὀφείλεις ἐπὶ τοῦ ἀδελφοῦ μηδὲν μέγα φρονεῖν, ἐμοῦ τοῦ Κυρίου καὶ διδασκάλου νίψαντος ὑμῶν τοὺς πόδας, τῶν ἐμῶν δούλων καὶ μαθητῶν. “Οὐδὲ γὰρ ἐστὶ,” φησὶ, “δοῦλος “μείζων τοῦ Κυρίου αὐτοῦ, οὐδὲ Ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτὸν. Εἶπε δὲ τοῦτο, ἱν εἴ ποτε ἣ παρ’ οἰκετῶν, ἣ παρά τινων εὐτελεστέρων πάθοι τις κακῶς, μὴ σκανδαλίζοιτο, εἰς τὸ κατὰ τὸν Ἰούδαν ἀφορῶν παράδειγμα, ὃς μυρίων ἀπολαύσας ἀγαθῶν τοῖς ἐναντίοις ἠμείβετο τὸν εὐεργέτην. Ἐπειδὴ δὲ τὸ μὲν εἰδέναι πολλῶν ἐστι, τὸ δὲ ποιεῖν ὀλίγων, ἐπήγαγε λέγων, “εἰ “ταῦτα οἴδατε, μακάριοι ἐστε, ἐὰν ποιῆτε αὐτὰ,” εἰς τὸ ἔργον ἐκβιβάζων ἡμᾶς. ἵνα δὲ μὴ εἰς πάντας περιστήσῃ τὸ δέος, ἀποσχίζει τὸν προδότην λοιπὸν, καὶ συσκιάζων τὸ πρᾶγμα, τοῦτον ἐλέγχει. Φησὶ γὰρ, “οὐ περὶ πάντων ὑμῶν λέγω,” καὶ τὰ ἑξῆς· καὶ συσκιάζει μὲν ἐνδιδοὺς αὐτῷ μετανοίας χώραν, ἐλέγχει δὲ, δεικνὺς τῷ ταλαιπώρῳ, ὅτι οὐκ ἀγνοῶν προσλαμβάνεται αὐτὸν, ἀλλὰ καὶ σφόδρα εἰδώς. οὐκ εἶπε δὲ, παραδίδωσιν, ἀλλ’ “ἐπῇρεν “ἐπ’ ἐμὲ πτερνισμὸν,” τὸ δολερὸν καὶ ὕπουλον καὶ λαθραῖον τῆς ἐπιβουλῆς παραστῆσαι βουλόμενος.
- 16.13
Ἀμμωνίου πρεσβυτέρου. Οὐχ ὅτι ῥυπαροὶ ἦσαν, ἔνιπτεν αὐτοὺς, ἀλλ’ ἵνα διδάξῃ μετριάζειν. οὐ λουτροῦ τάξιν ἐπέχει ὁ νιπτὴρ, οὐδὲ ἁμαρτήματα κουφίζει, ἀλλ’ εἰς τελείαν ἀρετὴν ὁδήγει.
- 16.14
Απολιναρίου Καὶ Θεοδώτου Ἡρακλείασ. Ἡ τῶν ποδῶν νίψις ἐνταῦθα αἰνίττεται τὸ βαθύτερον τοῦ πράγματος, ὅπερ ἔοικεν εἶναι παρασκευὴ τῶν ἀποστολικῶν ποδῶν εἰς τὸ τῆς ἀποστολῆς ἔργον. κεκαθαρμένους γὰρ αὐτοὺς τοῖς ποσὶν ἀποστέλλει διὰ τῆς πη ἑαυτοῦ διδομένης καθαρότητος, ἵνα δὴ καὶ διαδραμεῖν δυνηθῶσι τὸν κόσμον, ἀπαγγέλλοντες τὰ τῆς σωτηρίας εὐαγγέλια κατὰ τὸ λεγόμενον, “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων “εἰρήνην.” καθαροὺς οὖν ὄντας αὐτοὺς τὸ σῶμα, λοιπὸν δεῖσθαι τῆς τῶν ποδῶν καθάρσεως ἔφη, τουτέστιν, ἵνα μὴ μόνον εἶεν καθαροὶ καθ’ ἑαυτοὺς, ἀλλὰ καὶ περὶ τὸν δρόμον εἶεν καθαροὶ, διακομίζοντες πᾶσιν ἀνθρώποις τὴν καθαρότητα. εἶναι δὲ αὐτοὺς ἅπαντας καθαροὺς, διὰ τὸν δωδέκατον ἐν αὐτοῖς τὴν ἐν αὐτῷ ἅπασαν ἀκαθαρίαν ἔχοντα.
- 16.15
Ὠριγένουσ. Σύμβολόν ἐστι τὸ νίψασθαι ὑμῶν τοὺς πόδας ὑπ’ ἐμοῦ τὸ καθαρθῆναι τὰς βάσεις τῶν ψυχῶν ὑμῶν, ἵνα γένωνται ὡραῖοι καὶ δυνηθεῖεν καθαροὶ ἐπιβαίνειν τὰς τῶν ἀνθρώπων ψυχάς.
- 16.16
Κυρίλλου. Ἀναγκαίως εἰσφέρει τοῦ οἰκείου προσώπου τὸ ἐν γὰρ τοιούτῳ θεωρήσαι τις ἂν τὸ τῆς ταπεινοφροσύνης ἀσύγκριτον μέγεθος. Ὅτε τοίνυν ὁ μέγας ἐν δόξῃ καὶ τοσοῦτος ἐγὼ πρὸς τὴν οὕτω μικροπρεπῆ καθικνεῖσθαι ταπείνωσιν οὐκ ἀποκνήσας φαίνομαι, ὡς καὶ τοὺς ὑμῶν ἀπονίψαι πόδας, πῶς ἃν ἔτι καὶ ὑμεῖς, φησὶ, παραιτεῖσθε ἀλλήλοις ποιεῖν;
- 16.17
Ἀμμωνίου. Εἰπὼν δὲ τὸ, “εἰμὶ,” ἔδειξεν, ὅτι φύσει Θεός ἐστι καὶ διδάσκαλος.
- 16.18
Θεοδώρου Ἡρακλείασ. Ὅτι γὰρ μὴ οἷόν τε ὑμᾶς δούλους τε ὄντας καὶ ᾿Αποστόλους ἐμοὺς, μείζονας εἶναι τοῦ πέμψαντος δεσπότου, εὔδηλον. ἐπείπερ ὁ τε δοῦλος, μέχρις ἃν δοῦλος ᾖ, ἔλαττον πολὺ τοῦ κυρίου καθέστηκεν, ὁ τε ἀπεσταλμένος μέχρις ἃν τὴν τοῦ ἀπεσταλμένου τάξιν ἐπέχῃ, οὐδαμῶς ὁμότιμος εἶναι τῷ πεπεμφότι δύναται.
- 16.19
Ἀμμωνίου. Οὐδὲ τὸ ἀποβῆναι τοὺς τοῦ Πνεύματος ἠναγκάσθη ὁ Ἰούδας προδοῦναι, ὅπερ ἐστὶ πάσης βλασφημίας ἀνάμεστον, ἀλλ’ ἵνα γνῶμεν, ὅτι περὶ ἐκείνου εἶπεν ἡ γραφὴ, ὃν ὁρῶμεν ποιήσαντα τὸ προλεχθέν· εἰ δὲ ὁ κύριος ἐξελέξατο τὸν Ιούδαν, καὶ παρέβη, οὐδὲν ἐκ τούτου, καλὸν γὰρ ὄντα αὐτὸν ἐξελέξατο, καὶ μετεβλήθη ὡς ὁ Ἀδὰμ καὶ ὁ Σαούλ. τὸ γὰρ αὐτεξούσιον οὐκ ἀναιρεῖ ὁ Θεὸς, ἀλλὰ συγχωρεῖ ἕκαστον καθὼς βούλεται πράττειν, ἵνα καὶ οἱ κακοὶ κολασθῶσι, καὶ οἱ ἐνάρετοι στεφα- νωθῶσι.
- 16.20
Ποῖα δὲ ἀκολουθία πρὸς τὰ ἔμπροσθεν εἰρημένα τὸ εἰπεῖν αὐτὸν, “ὁ λαμβάνων ἐάν τινα ἀποπέμψω, ἐμὲ λαμβάνει,” καὶ τὰ ἑξῆς; μεγίστη μὲν οὖν· ἐπειδὴ γὰρ ἔμελλον ἐξιέναι, καὶ πολλὰ πάσχειν δεινὰ δύσι τρόποις αὐτοῖς παραμυθεῖται, ἑνὶ μὲν τῷ παρ’ ἑαυτῷ, ἑτέρῳ δὲ τῷ παρ’ ἑτέρων· τῷ παρ’ ἑαυτῷ μὲν, ὅτι ἐὰν μετὰ τοῦ φιλοσοφεῖν ἐννοῶσιν ἅπερ ἔπαθεν αὐτὸς, καὶ ἅπερ ἐποίησεν, ἅπαντα οἴσουσι ῥᾳδίως τὰ δεινά· τῷ παρ’ ἑτέρῳ δὲ, ἐκ τοῦ πολλῆς ἀπολαύειν θεραπείας· τὰς γὰρ πάντων αὐτοῖς ἀνέῳξεν οἰκίας.
- 16.21
Διὰ τί ταῦτα εἰπὼν ἐταράχθη τῷ πνεύματι; ἐννοῶν ὅτι ὁ προδότης ἑκατέρων ἀπεστέρηται, καὶ τῆς ἐν τοῖς πόνοις ὑπομονῆς, καὶ τῆς τῶν ὑποδεχομένων θεραπείας. Ὅτι γὰρ τοῦτό ἐστι, δῆλον ἐξ ὧν ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων, “καὶ ἐμαρτύρησεν “ὁ Ἰησοῦς καὶ εἶπεν, εἷς ἐξ ὑμῶν παραδώσει με.” Πάντες δὲ φόβῳ συσχεθέντες ἐπὶ τῷ ῥήματι τούτῳ, συνεταράσσοντο, καὶ ἔβλεπον εἰς ἀλλήλους ἀπορούμενοι περὶ τίνος λέγει. Εἰ γὰρ καὶ μηδὲν ἑαυτοῖς συνεγίγνωσκον πονηρὸν, ὅμως τῶν οἰκείων λογισμῶν τὴν ἀπόφασιν τοῦ Χριστοῦ πιστοτέραν ἡγοῦντο. Διὸ καὶ ἔβλεπον εἰς ἀλλήλους ἀπορούμενοι.
- 16.22
Τί δή ποτε πάντων ἀγωνιούντων καὶ αὐτοῦ τοῦ κορυφαίου τρέμοντος, ὁ Ἰωάννης ὥσπερ ἐντρυφῶν ἀνάκειται εἰς τὸν κόλπον τοῦ Ἰησοῦ; καὶ οὐχ ὅτι ἀνάκειται μόνον, ἄξιον ζητῆσαι, ἀλλ’ ὅτι καὶ περὶ ἑαυτοῦ λέγει, “ὃν ἠγάπα ὁ Ἰησοῦς;” Τί οὖν ἐστιν εἰπεῖν; ἀνέκειτο μὲν, ἀλλότριον αὐτὸν τοῦ ἐγκλήματος δεῖξαι βουλόμενος, διὰ τοῦ παρρησιάζεσθαι καὶ θαρρεῖν. Ἀπέκρυψε δὲ τὸ οἰκεῖον ὄνομα διὰ ταπεινοφροσύνης ὑπερβολήν. Ἔτι δὲ καὶ διὰ τοῦτο εἶπεν ἀνακεῖσθαι ἐν τῷ κόλπῳ, τὸν ἀκροατὴν προτρεπόμενος· προσέθηκε δὲ “ὃν ἠγάπα ὁ Ἰησοῦς,” ἵν ὅταν ἀκούσωμεν ὅτι τούτῳ ἔνευσεν ὁ Πέτρος μαθεῖν, μὴ ἀπορήσωμεν ζητοῦντες τὴν αἰτίαν, καὶ νομίζωμεν ὅτι ὡς μείζονι ἔνευσεν, ἀλλὰ διὰ τὴν πολλὴν ἀγάπην. Διὰ τί δὲ οὐχ ὁ Πέτρος ἠρώτησε τὸν Κύριον, ἀλλὰ τῶ Ἰωάννη νεύει τοῦτο ποιῆσαι; ἐπειδὴ ἀπὸ πολλοῦ πόθου εὑρίσκεται πολλαχοῦ μὲν ὁρμῶν, ἐγκαλούμενος δὲ, τούτου χάριν δεδοικὼς, διὰ μέσου τοῦ Ἰωάννου βούλεται μαθεῖν. Τίνος δὲ ἕνεκεν συγχωρεῖ τῶ Ἰωάννῃ ὁ Κύριος ἀναπεσεῖν εἰς τὸ στῆθος αὐτοῦ; τὴν ἀθυμίαν ἴσως καταπραύνων αὐτοῦ· καὶ γὰρ εἰκὸς ὑπῆρχον τῇ ὄψει τότε κατηφεῖς, καὶ οὐδὲ τότε ὀνομαστὶ ἐλέγχει τὸν προδότην, ἀλλὰ ψωμίον ἐπιδιδοὺς, ὃ καὶ μᾶλλον ἐντρέψαι αὐτὸν ἠδύνατο, καὶ ἕως μὲν ᾖ τοῦ Χριστοῦ, οὐκ ἐτόλμα ὁ Σατανᾶς ἐπιπηδῆσαι, ἀλλ’ ἔξωθεν προσέβαλλεν· ἐπειδὰν δὲ δῆλον αὐτὸν ἐποίησε καὶ ἀφώρισεν, ἐπεπήδησε λοιπὸν μετὰ ἀδείας.
- 16.23
Ὅπερ δὲ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, “ὅ τι ποιεῖς, ποίησον τάχιον, οὐχὶ προστάττοντος ἦν, ἀλλ’ ὀνειδίζοντος καὶ δεικνύντος, ὅτι αὐτὸς μὲν ἐβούλετο διορθώσασθαι· ἐπειδὴ δὲ ἀδιόρθωτον ἔσχεν, ἀφίησιν αὐτόν. Τὸ δὲ εἰπεῖν τὸν Εὐαγγελιστὴν, ὅτι “τοῦτο οὐδεὶς ἔγνω “τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ,” πολλὴν ἄν τις ἐνταῦθα ἀπορίαν εὕροι, εἰ γε ἐρωτηθέντος τοῦ Κυρίου τίς ἐστιν, εἰπεν, ὅτι “ᾧ βάψας τὸ ψωμίον ἐπιδώσω,” καὶ οὐδὲ οὕτω συνῆκαν, πλὴν εἰ μὴ λάθρα εἴρηκεν, ὥστε μὴ ἀκοῦσαι τινα· καὶ γὰρ ὁ ᾿Ιωάννης διὰ τοῦτο πρὸς τὸ στῆθος ἀναπεσὼν ἐρωτᾷ πρὸς τὸ οὖς, ὥστε μὴ γενέσθαι φανερὸν, διὸ οὐδὲ συνίεσαν. Τάχα γὰρ αὐτὸν καὶ διεσπάσαντο, τάχα ἃν ὁ Πέτρος ἀνεῖλεν αὐτὸν, διὰ τοῦτο οὖν οὐδεὶς ἔγνω τῶν ἀνακειμένων.
- 16.24
Πῶς αὐτὸς κελεύων μὴ πήραν, μὴ χαλκὸν, μὴ ῥάβδον ἐπιφέρεσθαι, γλωσσόκομον ἐπεφέρετο; Καὶ γὰρ, φησὶν ὁ Εὐαγγελιστὴς, “τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ “Ἰούδας,” καὶ τὰ ἑξῆς. Διὰ τί οὖν ἐπεφέρετο γλωσσόκομον ὁ Χριστός; ἵνα μάθωμεν ὅτι καὶ τὸν σφόδρα ἀκτήμονα καὶ ἐσταυρωμένον πολλὴν διακονίαν τῶν πενήτων ποιεῖσθαι δεῖ, καὶ πολλὴν τοῦ μέρους τούτου ποιεῖσθαι τὴν πρόνοιαν· ὅθεν διὰ τοῦτο ὑπώπτευσαν οἱ μαθηταὶ, πολλὴν γὰρ ἐποιεῖτο τῶν πτωχῶν ὁ Χριστὸς τὴν ἐπιμέλειαν. Διὰ τι γὰρ τὸν καιρὸν ὁ Εὐαγγελιστὴς λέγει, ὅτι δὲ “ἦν νὺξ, ὅτε ἐξῆλθεν ὁ Ἰούδας;” ἵνα μάθωμεν αὐτοῦ τὴν ἰταμότητα, ὅτι οὐδὲ ὁ καιρὸς αὐτὸν ἐπέσχε τῆς ὁρμῆς.
- 16.25
Ἀμμωνίου. Διὰ τοῦ ψωμίου ἐπλήρωσεν ὁ Κύριος τὴν προφητείαν τὴν λέγουσαν, “ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ “πτερνισμόν.”
- 16.26
Κυρίλλου. Μηδεὶς οἰέσθω τοῦ δέχεσθαι τοῦ ψωμίου Σαταυᾶν τῷ προδότῃ γενέσθαι παραίτιον. Οὐ γὰρ εἰς τοσοῦτον εἰσόδου πρόφασιν δίδοσθαι τῷ πονηρῷ τὴν εὐλογίαν ὑπονοῆσαι, ἐκεῖνο δὲ μᾶλλον ἐροῦμεν. Ἐπειδὴ γὰρ ἁπάσης ἀγάπης εἰς αὐτὸν τετελεσμένης, τῶν αὐτῶν ἠνείχετο σπουδασμάτων, χειρόνως διψήσας τῆς δυσσεβείας τὸ πέρας, εἰσῆλθε λοιπὸν ὁ Σατανᾶς, καθάπερ τινὰ πύλην τῆς τοῦ φυλάττοντος ἐρήμην νήψεως, ἀναπετασθεῖσαν αὐτοῦ τὴν καρδίαν εὑρὼν, καὶ ἀθύρωτον ὄντα θεωρήσας τὸν νοῦν.
- 16.27
Ἀμμωνίου. Τῇ τετράδι ἐνέβαλεν ὁ Σατανᾶς τὸν Ἰούδαν, προδῷ τὸν Κύριον, καὶ ἐλάλησε τοῦτο τοῖς Ἰουδαίοις τῇ πέμπτῃ ἑσπέρᾳ. ἐπειδὴ εἶδε τὸν Ἰούδαν θέλοντα ἔργῳ παραδοῦναι τὸν Κύριον, καὶ σπεύδοντα εἰς τοῦτο, τότε εἰσῆλθεν εἰς αὐτόν. ἄλλο οὖν ἐστι τὸ ἐμβαλεῖν, καὶ ἄλλο τὸ εἰσελθεῖν εἰς αὐτὸν, ὥσπερ ἄλλο ἐστὶ τὸ πλῆξαί τινα χειρὶ ἔξωθεν, καὶ ἄλλο τὸ δοῦναι τινὶ καιρίαν καὶ εἰσωθῆναι τὸ ξίφος.
- 16.28
Ὠριγένουσ. Οὐ μόνον δὲ τὸ κατὰ ἁπλούστερον ἐξῆλθεν τοῦ τόπου, ἐν ὧ τὸ δεῖπνον ἐγίνετο, ἀλλὰ καὶ πλέον ἐξῆλθεν ἀπὸ τοῦ Ἰησοῦ, ἀνάλογον τὸ ἐξῆλθεν ἀφ’ ἡμῶν. Εἰ δὲ χρὴ ὡς μὴ εἰκῆ παρερριμμένον ὑπὸ τοῦ Εὐαγγελίου ἐξετάσαι καὶ τὸ, “ἦν δὲ “νὺξ,” λεκτέον, ὅτι συμβολικῶς τότε, εἰ ἡ αἰσθητὴ νὺξ ἦν εἰκὼν τυγχάνουσα τῆς γενομένης ἐν τῇ ψυχῇ ᾿Ιούδα νυκτὸς, ἧς νυκτὸς, φησὶν ὁ Παῦλος, “οὐκ ἐσμὲν νυκτὸς τέκνα, οὐδὲ σκότους,” καὶ τὸ “ἡμεῖς δὲ ἡμέρα ὄντες νήφωμεν.” Ἐπειδὴ δὲ κατέπεσον τῶν μαθητῶν οἱ λογισμοὶ, ἀνίστησιν αὐτοὺς λέγων, “νῦν ἐδοξάσθη “ὁ υἱὸς τοῦ ἀνθρώπου,” πείθων μὴ μόνον μὴ κατηφεῖν, ἀλλὰ καὶ χαίρειν· δόξαν τὸ πρᾶγμα καλῶν. Τί δέ ἐστιν “ἐν αὐτῷ;” τοῦτό ἐστι, δι’ ἑαυτοῦ δοξάσει αὐτὸν, οὐ δι’ ἑτέρου τὸ δὲ “εύθὺς” ἅμα τῷ σταυρῷ, ὅτε ὁ ἥλιος ἀπεστράφη, καὶ αἱ πέτραι ἀπερράγησαν, καὶ τὸ καταπέτασμα ἐσχίσθη, καὶ τὰ ἄλλα πάντα ἐγένοντο τεράστια. Ἔτι δὲ οὐδὲ μακρὸν μετὰ τὴν ἀνάστασιν γέγονε χρόνος τοῦ ἐπὶ πλεῖον δοξασθῆναι αὐτόν. τεσσαράκοντα γὰρ ἡμέραι παρῆλθον, καὶ ἡ τοῦ Πνεύματος τοῦ Ἁγίου ἦλθε χορηγία, καὶ πάντες αὐτὴν ἀνεκήρυττον. Ἐπειδὴ δὲ ἔμελλον μικρὸν ὕστερον τὰ λυπηρὰ ἐπιστήσεσθαι, ἄρχεται λοιπὸν ταῦτα λέγειν αὐτοῖς, ὥστε ἔχειν αὐτὰ ἐν μνήμῃ. Φησὶ γὰρ, “τεκνία, ἔτι μικρὸν “χρόνον μεθ’ ὑμῶν εἰμι, ζητήσετέ με·” συνετέλει δὲ τοῦτο πρὸς τὴν τοῦ Χριστοῦ δόξαν τὰ μέγιστα, τὸ σαφῶς εἰδέναι ταῦτα, ὑπομιμνησκομένους, ὅτι ταῦτα πάλαι ἦσαν ἀκηκοότες ὑπ’ αὐτοῦ. “τὸ δὲ καθὼς εἶπον τοῖς ᾿Ιουδαίοις, ὅπου ἐγὼ ὑπάγω,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι οὐχὶ νῦν ἀπὸ τῆς τῶν δεινῶν παρουσίας ταῦτα λέγω, ἀλλὰ ἄνωθεν αὐτὰ προεῖπον.
- 16.29
Διὰ δὲ τοῦ εἰπεῖν, “ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,” δείκνυσιν ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι καὶ μετάθεσις ἀμείνων εἰς τόπον σώματα οὐ δεχόμενον φθαρτά· καὶ τοῖς μὲν Ἰουδαίοις τὸν φόβον, τοῖς δὲ μαθηταῖς τὸν πόθον ἐξάπτων, ταῦτα ἔλεγε. Διὸ καὶ τὸ “τεκνία” προσέθηκεν, ἵνα μὴ νομίσωσι καὶ πρὸς αὐτοὺς ὥσπερ πρὸς τοὺς ᾿Ιουδαίους ὁμοίως εἰρῆσθαι τὸ εἰρημένον.
- 16.30
Καὶ ἐπειδὴ εἰς θόρυβον αὐτοὺς ἐμπεσεῖν εἰκὸς ἦν, ἐν τούτοις ὡς ἐρήμους μέλλοντας ἔσεσθαι παραμυθεῖται αὐτοὺς, τὴν πάντων ἀγαθῶν ῥίζαν καὶ ἀσφάλειαν περιβάλλων αὐτοῖς τὴν ἀγάπην, λέγων, “ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους,” ὡσανεὶ ἔλεγεν, ἀλγεῖτε ἀπιόντος, ἀλλ’ ἐὰν ἀγαπᾶτε ἀλλήλους, ἔσεσθε ἰσχυροί. Τὸ δὲ, “καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς “ἀγαπᾶτε ἀλλήλους,” δηλοῖ, ὅτι ὥσπερ ἐγὼ, φησὶν, οὐ προυπηργμένων ὑμῖν κατορθωμάτων ὄφλημα ὑμῖν ἐπέδωκα τὸν θάνατον, ἀλλ’ αὐτὸς κατῆρξα, οὕτω καὶ ὑμᾶς εὐεργετεῖν τοὺς φιλτάτους χρὴ, καὶ μὴ ὀφείλοντας αὐτοῖς. Καὶ ἀφεὶς τὰ θαύματα ἃ ἔμελλον ποιεῖν, ἀπὸ τῆς ἀγάπης αὐτοὺς χαρακτηρίζει λέγων, “ἐν “τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε “ἀλλήλους.” Τοῦτο γάρ ἐστι μάλιστα τὸ δεικνύον ἀνθρώπους ἁγίους· πολλοὶ γὰρ θαύματα ποιήσαντες μέλλουσιν ἀκούειν παρὰ τοῦ Χριστοῦ, “οὐκ οἶδα ὑμᾶς.”
- 16.31
Τίνος ἕνεκεν εἶπεν αὐτῷ ὁ Πέτρος, “Κύριε, Κύριε, ποῦ ὑπάγεις;” οὐ τοσοῦτον μαθεῖν βουλόμενος ὡς ἀκολουθῆσαι ἐπιθυμῶν. Διὸ καὶ ἀκούσας ὅτι “ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασθέ μοι νῦν ἀκολουθῆσαι” καἰ τὰ ἑξῆς. Οὕτως ἐπείγεται ὡς εἰπεῖν, ἄρτι τὴν ψυχήν μου ὑπέρ σου θήσω· τοῦτο δὲ εἶπε τῶν ἄκρων ἐφικνεῖσθαι βουλόμενος· ἤκουσε γὰρ τοῦ Κυρίου λέγοντος, “ὅτι μείζονα ταύτης “ἀγάπην οὐδεὶς ἔχει, ἵνα τὴν ψυχὴν αὐτοῦ θῇ τις ὑπὲρ τῶν φίλων αὐτοῦ.” Ὁ δὲ Χριστὸς δεικνὺς αὐτῷ ὅτι αὐτοῦ μόνου ἐστὶ, καὶ οὐκ ἀνθρώπου τινὸς, τὰ τοιαῦτα μετὰ αὐθεντείας ἀπαγγέλλεσθαι, φησὶ πρὸς αὐτὸν, “πρὶν ἀλέκτωρ φωνήσει, τρὶς ἀπαρνήσει με,” τοῦτ’ ἔστι νῦν, οὐ γὰρ ἦν πολὺ τὸ διάστημα, ἀωρὶ γὰρ τῶν νυκτῶν διελέγετο, καὶ πρώτη καὶ δευτέρα ἦν φυλακὴ διελθοῦσα· τὴν μὲν γὰρ ἀγάπην ἀπεδέξατο τοῦ Πέτρου, τὴν δὲ ἐξ αὐτῆς τικτομένην ἀντιλογίαν περικόπτει, γυμνῶν αὐτὸν τῆς ἄνωθεν βοηθείας. Εἰ γὰρ ἀγαπᾷς, φησὶν, ὀφείλεις τῷ ἠγαπημένῳ πείθεσθαι· εἶπόν σοι, οὐ δύνασαι, ἔδει σε ἐκ τούτου πεισθῆναι. Ἐπειδὴ δὲ οὐ θέλεις, ἀλλὰ φιλονεικεῖς, διὰ τῆς ἀρνήσεως εἴσῃ σαφῶς, ὅτι οὐχ οἷόν τε μὴ γενέσθαι ὃ λέγω.
- 16.32
Ἀμμωνίου πρεσβυτέρου. Μηδεὶς λεγέτω ὅτι ὁ Πέτρος διὰ τοῦτο ἠρνήσατο, ὅτι εἶπεν ὁ Χριστός· οὐ γὰρ ἀνάγκην ἐπέθηκεν αὐτῷ, ὥστε ἐλθεῖν αὐτὸν εἰς ἄρνησιν, ἀλλ’ ὅπερ ἤμελλε πάντως ἔσεσθαι, προλέγει τῷ μαθητῇ ὡς Θεός· οὐκ ἐξ ἀπίστου δὲ ψυχῆς γέγονεν ἡ ἄρνησις, ἀλλ’ ἐξ ἀσθενείας.
- 16.33
Ἀπιστήσας πῶς τοῖς εἰρημένοις ὁ Πέτρος διαπυνθάνεται, οὕτω καὶ ὑπεραποθανεῖν αὐτοῦ ὑπισχνεῖται. Εἶπε δὲ αὐτοῖς, “μὴ “ταρασσέσθω ὑμῶν ἡ καρδία,” τῆς θεότητος αὐτοῦ τὴν δύναμιν ἐνδεικνύμενος, ὅτι ἃ κατὰ ψυχὴν εἶχον, ταῦτα ἐγίγνωσκεν, ἅμα δὲ καὶ παραμυθούμενος αὐτοῖς. Καὶ γὰρ εἰκὸς ἢν αὐτοὺς ἀκούσαντας περὶ Πέτρου ταράσσεσθαι. Εἰ γὰρ ὁ κορυφαῖος καὶ οὕτω διάπυρος πρὸ ἀλέκτορος τρὶς ἔμελλεν ἀπαρνήσεσθαι, μὴ μεγάλην τινὰ προσδοκᾷν αὐτοὺς περίστασιν ὑποστήσεσθαι εἰκὸς ἦν. Τί ἐστι “πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε;” πάντα φησὶ παρελθεῖν δεῖται τὰ δεινά. Ἡ γὰρ εἰς τὸν γεγεννηκότα καὶ εἰς ἐμὲ πίστις δυνατωτέρα τυγχάνει τῶν ἐπιόντων, καὶ οὐδὲν ἐάσει κρατῆσαι τῶν δυσχερῶν. Ἵνα δὲ μὴ νομίσωσι τῷ Πέτρῳ μόνῳ τὴν ἐπαγγελίαν δεδόσθαι, τὸ ἀκολουθήσεις ὕστερον ὑποφαίνει καὶ τοῦτο τοῖς ταύτην τὴν ἐλπίδα λέγειν “ἐν τῇ οἰκίᾳ τοῦ Πατρός “μου μοναὶ πολλαί εἰσι” καὶ τὰ ἑξῆς, τουτέστι καὶ ὑμᾶς ὁ χῶρος ὁ αὐτὸς ὑποδέξεται ὁ καὶ τὸν Πέτρον· ἀφθονίαν γὰρ ἐστὶ καταγωγίων ἐκεῖ, ὥστε χρὴ θαρρεῖν ὑπὸ τούτου· τοσαύτη γὰρ, φησὶν, ὑπὲρ τοῦ πράγματος τούτου πεποίημαι τὴν σπουδὴν, ὅτι ἤδη ἃν τούτου ἐγενόμην, εἰ μὴ πάλαι ὑμῖν παρεσκεύαστο. Καὶ ἐπειδὴ συνεῖδεν αὐτῶν ζητοῦσαν τὴν ψυχὴν μαθεῖν τοῦτο ὅπερ εἶπεν, “ἵνα ὅπου εἰμὶ, καὶ ὑμεῖς ἦτε,” δίδωσιν αὐτοῖς τοῦ ἐρωτῆσαι πρόφασιν, λέγων, “καὶ ὅπου ἐγὼ ὑπάγω, οἴδατε, καὶ τὴν “ὁδὸν οἴδατε.” Διὸ καὶ ὁ Θωμᾶς λέγει αὐτῷ ”Κύριε, οὐκ “οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;” καὶ ὁ μὲν Πέτρος ἀπὸ φιλοστοργίας τὸ ποῦ ὑπάγεις εἰπε, Θωμᾶς δὲ ἀπὸ δειλίας. Τί οὖν ὁ Χριστός; “ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ “ἀλήθεια καὶ ἡ ζωή·” ὁδὸς μὲν, ὅτι δι’ ἐμοῦ ἔρχεσθε πρὸς τὸν Πατέρα, καὶ οὐ δεηθήσεσθε χειραγωγοῦντος ἑτέρου· ἀλήθεια δὲ, ὅτι οὐδὲν πη ἐμοῦ ψεῦδος, ζωὴ δὲ, ὅτι οὐδὲ αὐτὸς ὁ θάνατος ὑμᾶς κωλῦσαι δυνήσεται ἐλθεῖν· κἂν γὰρ ἀποθάνητε, τεύξεσθε τῶν εἰρημένων·
- 17.1
Περὶ τοῦ παρακλήτου.
- 17.2
Δεῖξαι δὲ θέλων τὸ ἰσοστάσιον τῆς ἑαυτοῦ καὶ τῆς τοῦ Πατρὸς ἐξουσίας, ἐπήγαγεν, “οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ “δι’ ἐμοῦ.” Ἐγὼ γάρ εἰμι, φησὶ, κύριος τοῦ πρὸς τὸν Πατέρα ἀγαγεῖν, ὡς ὁμοούσιος αὐτοῦ. Ἐπειδὴ δὲ ᾔδεσαν μὲν τὸν Πατέρα, οὐχ οὕτως δὲ ὡς ἐχρῆν, Θεὸν μὲν γὰρ ᾔδεσαν αὐτὸν, Πατέρα δὲ οὐδέπω· ὕστερον δὲ τὸ Ἅγιον Πνεῦμα ἐπελθὸν πᾶσαν αὐτοῖς ἐνέθηκε τὴν γνῶσιν. Διὰ τοῦτό φησιν, “εἰ ἐρώκειτέ με, καὶ “τὸν Πατέρα μου ἐγνώκειτε ἄν.” Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, εἰ ᾔδειτε ἐμὴν οὐσίαν, καὶ τοῦ Πατρὸς ᾔδειτε ἄν. Τὸ δὲ “ἀπάρτι “γινώσκετε αὐτὸν, καὶ ἑωράκατε αὐτὸν,” τοῦτο δηλοῖ, ὅτι δι’ ἐμοῦ τὴν εἰς αὐτὸν ἐπίγνωσιν ἐσχήκατε. Ὄψιν λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. Ὥσπερ γὰρ ὁ εἰπὼν, “ὤφθη ᾿Αγγέλοις,” οὐ περὶ τῆς οὐσίας αὐτῆς ἔφη, ἀλλ’ ὡς ἐκείνοις ἰδεῖν ᾗ δυνατόν· οὕτω καὶ ἐνταῦθα χρὴ λογίζεσθαι.
- 17.3
Ἐπειδὴ δὲ ὁ Πέτρος προηρώτησε καὶ ὁ Θωμᾶς, καὶ οἱ ᾿Ιουδαῖοι, καὶ οὐδεὶς οὐδὲν ἔμαθε σαφὲς, ἀλλ’ ἔτι ἠγνοεῖτο τὰ λεγόμενα, ἵνα μὴ δόξῃ πρὸς κορῆς εἶναι ὁ Φίλιππος, διὰ τοῦτο μετὰ τὸ εἰπεῖν αὐτὸν, “δεῖξον ἡμῖν τὸν Πατέρα,” ἐπήγαγε καὶ τὸ “ἀρκεῖ ἡμῖν·” ἐκεῖνος δὲ τοῖς σωματικοῖς ὀφθαλμοῖς ἐβούλετο ἰδεῖν αὐτόν· ἀλλ’ ὁ Χριστὸς τοῦ τοιούτου φρονήματος ἐκκόπτων αὐτὸν, φησὶ, “τοσοῦτον χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς “με, Φίλιππε;” οὐκ εἶπεν, οὐκ εἶδές με, ἀλλ’ “οὐκ ἔγνωκάς με·” τοῦτο γάρ ἐστιν αὐτὸς, ὅπερ ἐστὶν ὁ Πατὴρ, μένων Υἱός.
- 17.4
Διαιρῶν δὲ τὴν ὑπόστασιν λέγει, “ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν “Πατέρα.” Ὃ δὲ λέγει τοῦτό ἐστιν· ἐπειδὴ τοῖς σωματικοῖς ὀφθαλμοῖς βούλει ἰδεῖν τὸν Πατέρα, γίγνωσκε ὅτι οὔτε ἐμὲ, οὔτε ἐκεῖνον δυνατόν ἐστιν οὕτως ἰδεῖν· οὐδὲ γὰρ ἐμὲ αὐτὸν οἶδας, ὡς σὺ νομίζεις· σῶμα γὰρ περιβέβλημαι 1, καὶ τοῦτο θεωρεῖς. Εἰ γὰρ ἐμὲ εἶδες, ὡς εἰμὶ, τῇ θεότητι ἐν ἐμοὶ ἐκεῖνον ἔρως ἄν. Δεικνὺς δὲ τὸ ὁμοούσιον καὶ τὸ ἀπαράλλακτον μετὰ τῆς τῶν προσώπων διαιρέσεως ἐπήγαγε λέγων, “οὐ πιστεύεις ὅτι ἐγὼ ἐν “τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι,” καὶ τὰ ἑξῆς, καὶ ἐνταῦθα δὲ τὸ ταὐτὸν ἐνδείκνυται λέγων, “ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ “μένων, αὐτὸς ποιεἴ τὰ ἔργα,” τουτέστι, ὅτι οὐκ ἀν’ ἄλλως ἄποιησε ὁ Πατὴρ, καὶ ἄλλως ἐγώ. Ὅπερ δὲ μετὰ τὸ εἰπεῖν “πιστεύετέ μοι, ὅτι ἐγὼ έν τῷ Πατρὶ, καὶ ὸ Πατὴρ ἐν ἐμοι,” ἐπήγαγε λέγων, “εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι,” τοῦτό ἐστιν, ὅτι ἔδει μὲν ὑμᾶς, φησὶν, ἀκούοντας Πατέρα καὶ Υἱὸν, μηδὲν ἕτερον ζητεῖν, εἰς παράστασιν τῆς κατὰ τὴν οὐσίαν συγγένειας. Εἰ δὲ ὑμῖν οὐκ ἀρκεῖ τοῦτο πρὸς τὸ δεῖξαι τὸ ὁμότιμον καὶ ὁμοούσιον, κἂν ἀπὸ τῶν ἔργων μάθετε.
- 17.5
Διὰ δὲ τοῦ εἰπεῖν, “ὅτι μείζονα ὧν ἐγὼ ποιῶ ποιήσει ὁ “πιστεύων εἰς ἐμὲ,” δείκνυσιν ὅτι οὐ ταῦτα δύναται μόνον, ἀλλὰ καὶ ἕτερα τούτων πολλῷ μείζονα. Ὁ γὰρ ἄλλοις παρέχων εἰς τὸ ποιεῖν, πρόδηλον ὅτι αὐτὸς μᾶλλον ἰσχύει ποιῆσαι.
- 17.6
Εἰπὼν δὲ, ὅτι “πρὸς τὸν Πατέρα πορεύομαι,” ἐμφαίνει αὐτοῖς, ὅτι αὐτῶν ἐστι λοιπὸν τὸ θαυματουργεῖν, αὐτοῦ ἀπερχομένου.
← Previous · Next → — showing 601–700 of 914
First Thousand Years of Greek. CTS URN tlg4102.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.