Ancient Textssearch the texts themselves, not just their titles

← Library

Catena In Joannem

First Thousand Years of Greek · First Thousand Years of Greek · 914 sections

  1. 9.26

    Ανάγων δὲ αὐτοὺς κατὰ μικρὸν ὁ Χριστὸς εἰς τὸ τὰ ὑψηλὰ φρονεῖν, φησιν, ὁ ἄρτος τοῦ Θεοῦ ἐστιν, ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τῇ οἰκουμένῃ πάσῃ. Καὶ οὐκ εἶπε τροφὴν, ἀλλὰ ζωὴν, ἑτέραν τινὰ καὶ ἐνηλλαγμένην. Ζωὴν δὲ λέγει, ἐπειδὴ πάντες ἦσαν νεκεκρωμένοι τῇ ἁμαρτίᾳ· ἄρτον δὲ ζωῆς οὐ περὶ σώματος τοῦ ἰδίου λέγει νῦν, τοῦτο γὰρ πρὸς τῷ τέλει μέλλει σαφηνίζειν, ἀλλὰ περὶ τῆς θεότητος‘ αὐτοῦ διαλέγεται.

  2. 9.27

    Κυρίλλου. “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς” ὁ πάλαι μὲν ὡς ὑποσχέσει προκατηγγελμένος, καὶ ὡς ἐν τύπῳ δηλούμενος, παρὼν δὲ νυνὶ καὶ χρεωστουμένην ὑπόσχεσιν ἀποπληρῶν. εἰμὶ δὲ ἄρτος ζωῆς, οὐκ ἄρτος σωματικὸς, μόνα τὰ ἐκ λιμοῦ περικόπτων πάθη, καὶ καταφθορᾶς τῆς ἐντεῦθεν ἀπαλλάττων τὴν σάρκα, ἀλλ’ ὅλον ἐξ ὅλου τὸ ζῶον εἰς ζωὴν ἀναπλάττων τὴν αἰώνιον, καὶ θανάτου κρείττονα τὸν εἰς τὸ εἶναι πεποιημένον ἄνθρωπον ἀποδεικνύς.

  3. 9.28

    Ἰχιδώρου d πρεσβυττέρου. Ἄρτος ὁ Κύριος κέκληται, ἑαυτὸν τούτῳ καλῶν τῷ ὀνόματι, κατὰ μὲν τὴν πρόχειρον ἔκλειψιν, πᾶσι τροφὴ σωτηρίας γενόμενος, κατὰ δὲ τὴν ἀπόρρητον ἔννοιαν, τὴν ζύμην τοῦ ἀνθρωπίνου φυράματος καθαρίσας, καὶ ὥσπερ ἐξοπτήσας τῷ οἰκείῳ πυρὶ τῆς θεότητος, καὶ εἰς ἓν σὺν αὐτῇ γεγονὼς πρόσωπον καὶ μίαν προσκυνουμένην ὑπόστασιν·

  4. 9.29

    Τὰ σημεῖα δὲ αἰνιττόμενος καὶ τὴν τῶν γραφῶν μαρτυρίαν, περὶ αὐτοῦ φησιν, “ἑωράκατέ με,” δεικνύων δὲ καὶ αὐτοῖς, ὅτι οὐκ ἀγνοεῖ τὰ ἀπόρρητα τῆς καρδίας, οὐδὲ τὰ μέλλοντα, ἐπήγαγε λέγων, “καὶ οὐ πιστεύετε.”

  5. 9.30

    Ἀμμωνίου πρεσβυτέρου. Ὕδωρ καὶ ποτὸν ὧδε λέγει ἣ τὸν διὰ Πνεύματος ἁγιασμὸν, ἢ αὐτὸ τὸ Ἅγιον Πνεῦμα.

  6. 9.31

    Τί ἐστι, φησὶν, ὅτι “πᾶν ὃ δίδωσι μοι ὁ Πατὴρ, πρὸς ἐμὲ “ἥξει; ὅτι οὐ τὸ τυχὸν πρᾶγμα ἡ πίστις ἡ εἰς αὐτὸν, ἀλλὰ ἄνωθεν δεῖται ῥοπῆς, καὶ ψυχῆς τινος γενναίας καὶ εὐγνώμονος, δεχομένης πίστει τὴν τοῦ Πατρὸς ἀποκάλυψιν.

  7. 9.32

    Τὸ δὲ οὐ μὴ ἐκβάλω εξω,” τοῦτό ἐστιν, οὐ μὴ ἀπολέσω, ἀλλὰ σώσω, καὶ ἐπιμελείας ἀπολαῦσαι παρασκευάσω πολλῆς.

  8. 9.33

    Τὸ δὲ “καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα “τὸ ἐμὸν,” καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ, ὅτι οὐκ ἄλλο πράξων ἦλθον ἢ τοῦτο, ὅπερ ὁ Πατὴρ βούλεται, καὶ ὅτι ἀπιστοῦντες, αὐτὸν τὸν Πατέρα παροξύνετε.

  9. 9.34

    Οὐκοῦν οὐ ψιλὸς ἄνθρωπος ὁ σοῦς, ἀλλὰ Θεὸς σαρκωθεὶς, οὐ μετὰ τὴν ἀνάστασιν θεοποιηθείς. Προλαμβάνει γὰρ ἡ κατάβασις τὴν ἄνοδον. οὐκ ἴδιον θέλημα ἔχων παρὰ τοῦ Πατρὸς ἦλθον, πάντα γὰρ τὰ ἐμὰ τοῦ Πατρός ἐστι, καὶ τὰ τοῦ Πατρὸς ἐμά. Δεικνὺς δὲ ὅτι οὐ τῆς παρ’ αὐτῶν δεόμενος θεραπείας παραγέγονεν, ἀλλὰ διὰ τὴν ἐκείνων σωτηρίαν, καὶ ὥστε τῷ πατρὶ δόξαν παρασκευάσαν, φησὶ, “τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με Πα- “τρὸς,” ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ’ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρα,” καὶ τὰ ἑξῆς.

  10. 9.35

    Ἀμμωνίου. Πάντες μὲν οἱ ἄνθρωποι ἀνίστανται, μόνον δὲ πιστοὶ ἀξιοῦνται τῶν ἀγαθῶν. Ζωοποιεῖ ὁ Υἱὸς τοὺς πιστοὺς τοῖς φύσει φθαρτοῖς ἀνθρώποις τὴν ζωὸν τοῦ Πατρὸς ἐντιθεὶς δύναμιν, μιν, καὶ ὅλους αὐτοὺς μεταπλάττων εἰς ἀθανασίαν. Συνεχῶς περὶ τῆς ἀναστάσεως διαλέγεται, ἵνα μὴ τοῖς παροῦσι πράγμασι μόνον κρίνωσι τὴν τοῦ Θεοῦ πρόνοιαν, καὶ ὅτι κἂν ἐνταῦθα μὴ ἀπολάβωσι, μὴ διὰ τοῦτο ὑπτιώτερον γένηται, ἀλλὰ τὰ μέλλοντα προσδοκῶσι, καὶ ἑτέραν ζωήν.

  11. 9.36

    τίνος ἕνεκεν ἐγόγγυζον οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, “ἐγώ εἰμι ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς;“καὶ διὰ τοῦτο μὲν αὐτὸ, τὸ δὲ ἀληθὲς διὰ τὸ μηκέτι προσδοκᾷν ἀπολαύσεσθαι τραπέζης σωματικῆς. Ἕως μὲν γὰρ προσεδόκων, οὐκ ἐταράττοντο. Ἐπειδὴ δὲ ἀπέγνωσαν, ἐγόγγυζον, περὶ πνευματικῆς γὰρ τροφῆς, καὶ περὶ ζωῆς αἰωνίου λοιπὸν αὐτοῖς διελέγετο, καὶ περὶ ἀναστάσεως, βουλόμενος ὑψηλοτέραν αὐτῶν ποιῆσαι τὴν γνώμην.

  12. 9.37

    Ἀμμωνίου πρεσβυτέρου. Διὰ τὴν κατὰ σάρκα μητέρα αὐτοῦ ἀδύνατον ἐνόμιζον ἐξ οὐρανοῦ αὐτὸν καταβεβηκέναι· ἣ εἰς τὸ φαινόμενον ὁρῶντες, οὐ τὴν ἀόριστον αὐτοῦ φύσιν ἐννοοῦντες, ἐσκανδαλίζοντο, εἰπόντων τῶν Ἰουδαίων, “οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ιωσηφ καὶ τὰ ἑξῆς. Διὰ τι μὴ ἀπεκρίθη αὐτοῖς, ὅτι οὐκ εἰμὶ υἱὸς Ἰωσήφ; ἐπειδὴ μηδέπως ἠδύναντο τὸν θαυμαστὸν ἐκεῖνον ἀκοῦσαι τόκον τὸν ἐκ παρθένου. Εἰ δὲ τὸν κατὰ σάρκα οὐκ ἠδύναντο σαφῶς ἀκοῦσαι, πολλῷ μᾶλλον τὴν ἄρρητον τὴν ἄνω.

  13. 9.38

    Ὅπερ δὲ εἶπεν, “ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ “ὁ Πατήρ μου ἑλκύσῃ αὐτὸν,” οὐ τὸν ἄκοντα καὶ ἀπὸ βίας ἑλκόμενον αἰνίττεται, ἀλλὰ τὸν πολλῆς ἐκ Θεοῦ ἀπολαύοντα συμμαχίας.

  14. 9.39

    Κυρίλλου. Προσάγει μὲν οὖν ἑαυτὸν ὁ Πατὴρ διὰ τῷ Υἰῷ τοῖς οἷς ἃν τὴν θείαν ἐπιψηφίσατο χάριν· ζωοποιεῖ δὲ λαβὼν ὁ Υἱὸς, καὶ τὸ ἴδιον ἀγαθὸν τοῖς ἐξ οἰκείας φύσεως καταφθείρεσθαι πεφυκόσιν ἐντιθεὶς, καὶ καθάπερ σπινθῆρα πυρὸς ἐγκαταχώσας αὐτοῖς τὴν ζωοποιὸν τοῦ Πνεύματος δύναμιν, ὅλους δι᾿ ὅλου μεταπλάττων εἰς ἀθανασίαν· οὐκ ἰδίᾳ δὲ καὶ μεμερισμένως τοῦτο ἑκάτερον ἐνεργεῖ, ἀλλὰ συνεργάζεται ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ὁ Υἱὸς αὖ πάλιν τῷ Πατρὶ, καὶ ὅλης, ἵν οὕτως εἴπω, τῆς Ἀγίας τριάδος ἐστὶν ἡ καθ’ ἡμᾶς σωτηρία.

  15. 9.40

    Ἀμμωνίου. τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς ἕλκει ὁ Πατὴρ, τοὺς δὲ μοχθηροὺς ἐᾷ· οὐ τὸ ἐφ’ ἡμῖν αὐτεξούσιον ἀναιρεῖ ὁ λόγος, ἀλλὰ δείκνυσι βοηθείας δεομένους· ἕλκεται γὰρ οὐκ ἄκων, ἀλλὰ πολλῆς ἀπολαύων συμμαχίας· θεοδίδακτόν ἐστιν ἀγαθὸν τὸ περὶ Χριστοῦ μυστήριον.

  16. 9.41

    Εἰ ὁ Πατὴρ ἄγει, ὁ δὲ Υἱὸς ἐγείρει, μέγα τὸ τῶν πιστῶν ἀξίωμα· τοῦτο ποιεῖ ὡς φύσει Θεὸς ὤν.

  17. 9.42

    Δεικνὺς δὲ τὸ πρὸς τὸν Πατέρα ἰσοστάσιον τῆς δυνάμεως, φησὶ, “κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. τοῦτο δὲ οὐ μικρὸν ἐμφαίνει τοῦ Υἱοῦ τὸ ἀξίωμα, εἴγε ὁ Πατὴρ προσάγει, καὶ ὁ Υἱὸς ἀνίστησιν, οὐχὶ διαιρούμενος πρὸς τὸν Πατέρα τὰ ἔργα, πῶς γάρ; ἀλλὰ τὸ ὀμοδύναμον παριστῶν. θέλων δὲ τὸν λόγον ἀξιόπιστον ποιῆσαι, ἐπὶ τοὺς προφήτας αὐτοὺς παρέπεμψεν εἰπὼν, “ὅτι ἐστὶ γεγραμμένον ἐν τοῖς προφήταις, καὶ “ἔσονται πάντες διδακτοὶ Θεοῦ·” πάντας δὲ τοὺς βουλομένους δηλονότι· διδάσκαλος γὰρ προκάθηται πᾶσιν ἕτοιμος ὢν τὸ αὐτοῦ παρασχεῖν, καὶ εἰς πάντας ἐκχέων τὴν διδασκαλίαν τὴν ἑαυτοῦ. Τί οὖν πρὸ τούτου, φησὶν, οὐχὶ διδακτοὶ ἦσαν Θεοῦ; ἀλλ’ ἐνταῦθα τὸ ἐξαίρετόν ἐστι· τότε μὲν γὰρ δι’ ἀνθρώπων ἐμάνθανον τὰ τοῦ Θεοῦ, νῦν δὲ δι’ αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καὶ διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου.

  18. 9.43

    Διδύμου. Καὶ εἰκὸς ὁμοίωσιν καὶ αὐτὸ τοῦτο λογικοῦ τοῦ ἀνθρώπου ἐνεσπαρμέναι εἰσὶν αὐτῷ ὑπὸ Θεοῦ αἱ περὶ ἐπαινετῶν πράξεων ἔννοιαι, ἀλλὰ καὶ τῆς γνώσεως τῆς ἀληθείας· ὁ τοίνυν κατὰ τὰς κοινὰς ἐννοίας ἀκούσας καὶ μαθὼν παρὰ τοῦ Πατρὸς ἔρχεται διὰ πίστεως πρὸς τὸν Κύριον.—Καὶ Καὶ μετ’ ὀλίγα. Διδάσκων δι’ ἀποκαλύψεως τὰ περὶ τοῦ Υἱοῦ ὁ Πατὴρ, ἄγει πρὸς αὐτὸν τοὺς ἀκούοντας καὶ μαθόντας. οὕτω γὰρ καὶ τὸν Πέτρον δι’ ἀποκαλύψεως εἰς τὸ πιστεύειν τῷ Υἱῷ ἤγαγεν, ἀποκαλύψας αὐτόν.

  19. 9.44

    Ἀμμωνίου πρεσβυτέρου. Τὸ ἀκοῦσαι κοινὸν, τὸ δὲ μαθεῖν μόνων τῶν ἐπιδιδόντων ἑαυτοὺς τῇ χάριτι.

  20. 9.45

    “Ούχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰπὼν, ἐπήγαγεν, “εἰ μὴ “ὁ ὣν ἐκ τοῦ Θεοῦ.” οὐ χρὴ δὲ κατὰ τὸν τῆς αἰτίας λόγον νοεῖν ἐνταῦθα τὸ “ἐκ τοῦ Θεοῦ,” πάντες γὰρ ἐκ τοῦ Θεοῦ ἐσμεν, ἀλλὰ κατὰ τὸν τρόπον τῆς ἀληθοῦς γεννήσεως τῆς ἀρρήτου καὶ ἐξαιρέτου καὶ κεχαρισμένης, ὁ μόνος ἀόρατος μόνῳ τῷ ἀοράτῳ τὴν φύσιν φαίνεται, μόνος ὁρᾷ ὁ Υἱὸς τὸν Πατέρα ὡς ἔξω ὑπάρχων πάντων, καὶ μόνος ὣν ἐκ τῆν’ οὐσίας τοῦ Πατρός. ἄλλος] τρανότερον δὲ αὐτὸ οὐ τέθεικε διὰ τὴν ἐκείνων ἀσθένειαν. Εἰ γὰρ εἰπόντος αὐτοῦ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι, οὕτως ἐσκανδαλίσθησαν, τί οὐκ ἃν ἔπαθον, εἰ καὶ τοῦτο προσέθεικε; λέγω δὴ τὸ ἐξ αὐτοῦ- νηθῆναι;

  21. 9.46

    Οὐχ ὅτι τὸν Πατέρα δυνατὸν ἰδεῖν ὑμᾶς, οὗτος γὰρ τὸν οἰκεῖον Πατέρα οἶδε μόνος ἐξ αὐτοῦ ὣν, καὶ πάντοτε τῆς τοῦ γεννήσαντος θέας ἀπολαύων· ἔοικε δὲ καὶ αὐτὸν πάλιν αἰνίττεσθαι Μωϋσέα· ᾤοντο γὰρ ἀνοήτως διὰ τὸ εἰσελθεῖν εἰς τὸν γνόφον, αὐτὸν τεθεᾶσθαι τὴν ἄρρητον τοῦ Θεοῦ φύσιν τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ὅπερ ἐστὶ κατὰ φύσιν· ἀλλ’ ἵνα μὴ σαφῶς τοῦτο εἰπὼν δοκεῖ πῶς αὐτοὺς ἐπὶ τὸ σύνηθες παροτρύνειν θράσος, ἀορίστως αὐτὸ τέθεικε κατὰ πάντων· εἰ δὲ μόνος ὁ Υἱὸς ὁρᾷ τὸν Πατέρα, ἔξω τῶν πάντων ἐστὶ, καὶ ὑπὲρ πάντα, καὶ ἐπάνω πάντων. Ἄρτον δὲ ζωῆς εἰκότως ἑαυτὸν ὀνομάζει, ὅτι τὴν ζωὴν ἡμῶν συγκροτεῖ, καὶ ταύτην καὶ τὴν μέλλουσαν· τὸ δὲ “ὃς ἐὰν φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς “τὸν αἰῶνα” δηλοῖ ἐνταῦθα ἤτοι τὰ δόγματα τὰ σωτήρια καὶ τὴν πίστιν τὴν εἰς αὐτὸν, ἣ τὸ σῶμα τὸ ἑαυτοῦ. Ἀμφότερα γὰρ ταῦτα νευροῖ τὴν ψυχήν.

  22. 9.47

    Ποιεῖται δὲ τὴν πρὸς τὸ μάννα σύγκρισιν λέγων, “οἱ πατέρες “ὑμῶν τὸ μάννα ἔφαγον” καὶ τὰ ἑξῆς, ἑκατέρας τροφῆς δεικνὺς τὸ τέλος, ὅτι ἐκείνη μὲν οὐ ξένην τινὰ παρεῖχε τὴν χρείαν, ἣ δὲ τοῦ σώματος αὐτοῦ τὸ μὴ ἀποθανεῖν. 10 ἐν τῇ ἐρήμῳ δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ αἰνιττόμενος ὅτι οὐδὲ παρεξετάσθη ἐπὶ χρόνον πολὺν, οὐδὲ συνεισῆλθε εἰς τὴν τῆς ἐπαγγελίας γῆν· οὗτος δὲ ἄρτος οὐ τοιοῦτος, ἀλλὰ διαιωνίζων, ὥστε πολλῷ τῶν πρώην αὐτῶν μειζόνων αὐτοὶ ἠξίωνται, εἴγε βούλοιντο δέξασθαι.

  23. 9.48

    Ἀμμωνίου πρεσβυτέρου. Ἀναγαγὼν δὲ αὐτοὺς κατὰ μικρὸν πρὸς τὴν εἰς αὐτὸν πίστιν, πάλιν φησὶ, “καὶ ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶ καὶ τὰ ἑξῆς. Καὶ γὰρ ἑαυτὸν φησὶ διδόναι νῦν οὐ τὸν Πατέρα.

  24. 9.49

    Κυρίλλου. Καὶ ἀποθνήσκω, φησὶν, ὑπὲρ πάντων, ἵνα ζωοποιήσω δι’ ἐμαυτοῦ, καὶ ἀντίλυτρον τῆς ἁπάντων σαρκὸς τὴν ἐμὴν ἐποιησάμην· τεθνήξεται γὰρ ὁ θάνατος ἐν τῷ ἐμῷ θανάτῳ, καὶ συναναστήσεται μοι, φησὶν, ἡ πεσοῦσα τοῦ ἀνθρώπου φύσις. ζωὴν δὲ κυρίως τὴν ἐν τῷ Χριστῷ νοητέον, τὴν ἐν ἁγιασμῷ καὶ μακαριότητι· ταύτην γὰρ ἀληθῶς οὖσαν ζωὴν ἐπίσταται καὶ ὁ σοφὸς Ἰωάννης λέγων, “ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον, “ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ “Θεοῦ μενεῖ ἐπ’ αὐτόν Ἰδου γὰρ τὸν ἐν ἀπειθείᾳ κατειλημμένον τὴν ζωὴν οὐκ ὄψεσθαι φησὶ, καίτοι παντὸς τοῦ πνεύματος παλινδρομήσειν πρὸς ζωὴν, καὶ ἀναστήσεσθαι προσδοκωμένου.

  25. 9.50

    Ἀμμωνίου. Ἄρτον καλεῖ τὴν ἑαυτοῦ σάρκα, διὰ τὸ αὐτὴν ἐν τοῖς μυστικοῖς. Εἰπόντες δὲ, “πῶς δύναται οὗτος ἡμῖν “τὴν σάρκα ἑαυτοῦ δοῦναι φαγεῖν,” δείκνυται ἐξ ἀπιστίας τοῦτο λέγοντες· ὅταν γὰρ ἡ ζήτησις τοῦ πῶς εἰσέλθῃ, συνεισέρχεται καὶ ἡ ἀπιστία. Διὰ τοῦτο καὶ αὐτὸς θέλων δεῖξαι, ὅτι οὐκ ἔστι τοῦτο ἀδύνατον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον, καὶ οὐκ ἔστιν ἄλλως ἔχειν ζωὴν, φησὶν, “ἐὰν μή τίς μου τὴν σάρκα φάγῃ,” καὶ τὰ ἑξῆς.

  26. 9.51

    Κυρίλλου. Οὕτω καὶ Νικόδημος ἐθορυβεῖτο λέγων, “δύνατόν ἐστιν ἐλθεῖν εἰς τὸν κοῖλον τῆς μητρὸς αὐτοῦ;“οὕτω καὶ οὗτοι ταράττονται λέγοντες, “πῶς δύναται δοῦναι ἡμῖν οὗτος “φαγεῖν τὴν σάρκα αὐτοῦ;“Δεῖ τοίνυν ἐντεῦθεν ἡμᾶς ὠφειλημένους ἐν ταῖς παραλήψεσι τῶν θείων μυστηρίων, πίστιν μὲν ἔχειν ἀζήτητον, καὶ μηδενὶ τῶν λεγομένων ἐπιφέρειν τὸ πῶς.

  27. 9.52

    Ἀμμωνίου πρεσβυτέρου. Ὡς παρὰ φύσιν ὄντος τοῦ πράγματος ἀπιστοῦσιν, ὡς ψυχικοὶ οὐ νοοῦσι τὸ πνευματικὸν τοῦ Κυρίου σῶμα. οὐ σαρκοφαγεῖν λέγει, ἀλλὰ τὸ μετασχεῖν τῶν μυστικῶν.

  28. 9.53

    Ἀμέτοχοι ἔσεσθαι τῆς αἰωνίου ζωῆς οἱ μὴ διὰ τῆς μεταλήψεως τῶν μυστικῶν παραδεξάμενοι τὸν Ἰησοῦν, τὸν ὄντα ζωὴν κατὰ φύσιν. Διὰ τί δὲ συνεχῶς στρέφει τὴν ἀνάστασιν; ἵνα δείξῃ ὅτι ὁ εἰς αὐτὸν πιστεύων οὐκ ἀποθανεῖται εἰς τέλος· ἀληθῆ δὲ βρῶσιν τὴν ἑαυτοῦ σάρκα καλεῖ, καὶ τὸ αἷμα αὐτοῦ ἀληθῆ πόσιν, διὰ τὸ σώζειν τὰς ψυχὰς τῶν πίστει μετεχόντων αὐτῶν.

  29. 9.54

    Ἀμμωνίου. ταῦτα λέγει δεικνὺς ὅτι οὐκ ἦν ψιλοῦ ἀνθρώπου σὰρξ, ἀλλὰ τοῦ Υἱοῦ πεπληρωμένης πάσης τῆς θεότητος τῆς τριάδος.

  30. 9.55

    Ἀπολιναρίου. Ἀληθής ἐστι βρῶσις ἡ μὴ τῆς προσκαίρου καὶ ἀπολλυμένης ζωῆς ἐπίκουρος, ἀλλὰ τῆς αἰωνίου παρασκευαστική. Αὕτη καὶ πόσις ἀληθινὴ, ὡς ἃν μὴ πρὸς ὀλίγον ἐπαρκοῦν τῇ δίψει, ἀλλ’ εἰς ἀεὶ παρεχομένη τὸν ἐμφορηθέντα αὐτῆς ἀνεπιδεῆ e, καθὰ καὶ πρὸς τὴν Σαμαρεῖτιν ἔλεγε. Τὸ δὲ εἰπεῖν “ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, “κἀγὼ κἀγὼ ἐν αὐτῷ,” τοῦτο ἐδήλωσεν, ὅτι ἐν αὐτῷ ἀνακιρνᾶται.

  31. 9.56

    Σευήρου ἀντιοκείασ ἐκ τῶν πρὸσ εὐπράξιον κουβικουλάριον ἀποκρίσεων. Καίτοι γε οὐ τὸν Λόγον ἐσθίομεν, καθὸ Λόγος ἐστὶ, πῶς γὰρ τὸν ἀναφῆ καὶ ἀσώματον καὶ οὔτε ὀφθαλμοῖς οὔτε ὀδοῦσιν ἁλώσιμον; ἀλλ’ ἐπειδὴ πρὸς τὴν σάρκα τὴν ἄκραν ἕνωσιν ἥνωται, ζωοποιὸς ὑπάρχει καὶ αὐτὴ, εἰ καὶ μεμένηκεν ὅπερ ἐστὶ, καὶ οὐκ εἰς τὴν αὐτοῦ τοῦ Λόγου μετακεχώρηκε φύσιν, ὅθεν τὸν Λόγον ἐσθίομεν, τὴν ζωοποιὸν τοῦ Λόγου σάρκα ἐσθίοντες. Τὸ δὲ “κάγὼ ζῶ διὰ τὸν Πατέρα,” τοῦτό ἐστιν, ὅτι καθώς ἐστιν ὁ Πατὴρ ζῶν, οὕτω κἀγὼ ζῶ, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι’ ἐμέ. Ζωὴν δὲ λέγει ἐνταῦθα οὐχ ἁπλῶς, ἀλλὰ περὶ τῆς ἐνδόξου καὶ ἀπορρήτου ἐκείνης.

  32. 9.57

    Κυρίλλου. Ὥσρερ ἄνθρωπόν με, φησὶ, πεποίηκεν ὁ τοῦτο γὰρ τὸ ἀπεστάλθαι δηλοῖ, καὶ ἐπείπερ ἐκ τῆς κατὰ φύσιν ἐγεννήθην ζωῆς, Θεὸς ὢν Λόγος ζῶν, καὶ ἄνθρωπος γεγονὼς τῆς ἐμαυτοῦ φύσεως τὸν ἐμὸν ἐμπλήσας ναὸν, τουτέστι, τὸ σῶμα. ὂν αὐτὸν δὴ τρόπον καὶ ὅταν ἐμὴν ἐσθίων σάρκα, ζήσει δι’ ἐμ, ὅλος εἰς ἐμὲ μεταστοιχειούμενος τὸν ζωογονεῖν ἰσχύοντα, διὰ τὸ ἐκ ῥίζης εἶναι τῆς ζωοποιοῦ τοῦ Θεοῦ καὶ Πατρός.

  33. 9.58

    Ἀμμωνίου πρεσβυτέρου. Φύσει ζωή ἐστιν ὁ Χριστὸς, οὐ παρ’ ἑτέρου λαβὼν τὸ ζῆν· τοῦτο γὰρ ζῶον καλεῖται· οὔτε οὖν τὸ τοῦ ζώου ὄνομα τάττεται ἐπὶ Θεοῦ, οὔτε τὸ τῆς ζωῆς ἐπὶ τῆς κτίσεως.

  34. 9.59

    Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων.

  35. 9.60

    Διδύμου. Οὐρανὸν λέγει σημαίνεσθαι τὴν ὡσανεὶ περιωπὴν κατάστασιν τοῦ Θεοῦ, ἥτις οὐχ ἑτέρα τῆς νοητῆς αὐτοῦ οὐσίας τνγ- χάνει. ζωῆς δὲ ἄρτος ὁ καταβαίνων, ὁ τοῦ Θεοῦ θρεπτικὸς λόγος ἐστὶ, ὃν ἐσθίει ὁ πρὸς αὐτὸν ἐρχόμενος τὸ τὴν ἀρετὴν ἐνεργεῖν· ἐπειδὴ οὐ μόνον διὰ πράξεως ἰέναι δεῖ πρὸς αὐτὸν, ἀλλὰ καὶ ἐπιστημονικῶς πιστεύοντα κατὰ θεωρίαν ἀληθῆ. πίνει τις ἐξ αὐτοῦ, ἐκ πηγῆς ὕδωρ ζῶν, καὶ ἐξ ἀμπέλου “οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπου,” ὅθεν κατὰ τὴν πρακτικὴν ἀρετὴν μεταλαμβάνοντες ἐσθίομεν, κατὰ δὲ τὴν διανοητικὴν πίνομεν, ὡς ἀεὶ ζωὴν κεκορεσμένους, καὶ μηδέποτε διψεῖν πεπωκότας ἀπ’ αὐτοῦ.

  36. 9.61

    Συνεχῶς δὲ περιστρέφει τὸ “οἱ πατέρες ὑμῶν ἔφαγον τὸ “μάννα ἐν τῇ ἐρήμῳ” καὶ τὰ ἑξῆς, ὥστε αὐτὸ ἐντυπῶσαι τῇ τῶν ἀκουόντων διανοίᾳ πρὸς τὸ λογίζεσθαι, ὅτι εἰ δυνατὸν ἐγένετο ἐν τεσσαράκοντα ἔτεσιν ἀμητοῦ χωρὶς καὶ σίτου καὶ τῆς ἄλλης ἀκολουθίας διακρατῆσαι τὴν ἐκείνων ζωὴν, πολλῷ μᾶλλον νῦν, ἅτε ἐπὶ μείζοσι παραγενόμενος, δυνήσεται τοῦτο.

  37. 9.62

    Ζωῆς δὲ πανταχοῦ μέμνηται, ἐπειδὴ τοῦτο ποθεινὸν ἀνθρώποις, καὶ οὐδὲν οὕτως ἡδὺ, ὡς τὸ μὴ ἀποθανεῖν.

  38. 9.63

    τίνος ἕνεκεν συναγωγῇ ἐδιδασκεν καὶ ἐν ἱερῷ; ὁμοῦ μὲν τὸ πλῆθος αὐτῶν θηρεῦσαι θέλων, ὁμοῦ δὲ καὶ δεικνὺς, ὅτι οὐκ ἐναν- τίος ἐστὶ τῷ Πατρί f.

  39. 9.64

    Διὰ τί δὲ τοὺς τοιούτους λόγους εἰς μέσον προέφερε, καίτοιγε μηδενὸς ἐξ αὐτῶν οἰκοδομηθέντος, μᾶλλον δὲ καὶ τοῖς οἰκοδομηθεῖσι λυμαινομένων. Πολλοὶ γὰρ, φησὶν, ἐκ τῶν μαθητῶν αὐτοῦ ἀκούσαντες εἶπον, “σκληρός ἐστιν οὗτος ὁ λόγος,” καὶ τὰ ἑξῆς. Τί οὖν τὸ χρήσιμον τῶν ῥημάτων; πολὺ καὶ τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον. Ἐπειδὴ γὰρ ἐπέκειντο τροφὴν αἰτοῦντες αὐτὸν σωματικὴν, καὶ τῆς ἐπὶ τῶν προγόνων παρασχεθείσης αὐτοῖς ἀναμιμνήσκοντες, δείκνυσιν ὅτι πάντα ἐκεῖνα τύπος ἦν καὶ σκιὰ, ἡ δὲ τῶν πραγμάτων ἀλήθεια ἡ παροῦσά ἐστι. Διὸ συνεχῶς μέμνηται τροφῆς πνευματικῆς·

  40. 9.65

    Τί δέ ἐστι “σκληρός;“τραχὺς, ἐπίπονος, μόχθον ἔχων. καὶ μὴν οὐδὲν τοιοῦτον ἔλεγεν, οὐδὲ περὶ πολιτείας διελέγετο, ἀλλὰ περὶ δογμάτων, ἄνω καὶ κάτω στρέφων τὴν πίστιν τὴν εἰς αὐτὸν, τουτέστι, διδάσκων.

  41. 9.66

    Ἀμμωνίου πρεσβυτέρου. Μῆ νοοῦντες τὰ ἐρωτῆσαι καὶ μαθεῖν ἠνείχοντο. τοῦτο εἶπον, ἐπειδὴ ἀνθρωπινότερον ἤκουον τὸν τοῦ Κυρίου λόγον.

  42. 9.67

    ΘΕΟΔΩΡΟΥ ἩΡΑΚΑEÍΑΣ ὉΜΟÍΩΣ ΚΑÌ Ἀπολιναρίου. “Σκλη- “ρὸς ὁ λόγος” ὀνομαζόμοοςc σαρκοφάγους τινὰς καὶ αἱμοβόρους ἀκούοντας ἀποτελεῖν. “Τοῖς τοῖς δὲ πνευματικῶς τὰ πνευματικὰ ἐκλαμβάνουσιν οὐδὲν ἐφαίνετο σκληρὸν, ἀλλὰ ῥήματα εὐσεβείας ὑπάρχοντα τὴν αἰώνιον αὐτοῖς πρυτανεύοντα ζωήν.

  43. 9.68

    Ἐπειδὴ δὲ τῆς θεότητος αὐτοῦ, καὶ τοῦτό ἐστι τὸ τὰ ἀπόρρητα φέρειν εἰς μέσον, ἔλεγεν αὐτοῖς, “τοῦτό ὑμᾶς σκανδαλίζει; ἐὰν “οὖν οὖν θεωρεῖτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρό- “τερον·” διὰ τοῦτο ἀπάγων αὐτοὺς τοῦ νομίζειν αὐτοῦ πατέρα τὸν Ἰωσὴφ ὑπάρχειν. ‘Ο γὰρ πεισθεὶς ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε καὶ ἐκεῖ ἀναβήσεται, εὐκολώτερον ἃν προσχῇ τοῖς λεγο- λεγομένοις.

  44. 9.69

    Ἀμμωνίου πρεσβυτέρου. Ὁ σαρκωθεὶς Θεὸς, αὐτός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου, οὐ μὴν αὐτὸ τὸ σῶμα καλεῖται υἱὸς ἀνθρώπου, ὡς κακῶς δογματίζων Μάρκελλός φησι· λέγων ἑαυτὸν ἐξ οὐρανοῦ καταβεβηκέναι, διδάσκει ὅτι Θεὸς ἦν, κἂν ἐν σαρκὶ ὁρᾶται, καὶ ὅτι ἡ σὰρξ αὐτοῦ ζωοποιός ἐστι.

  45. 9.70

    Τί ἐστιν ὅπερ εἶπε, “τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ “οὐκ ὠφελεῖ οὐδέν;“τὸ πνευματικῶς αὐτοὺς ἀκούειν τῶν παρ’ αὐτοῦ λεγομένων. Ὁ γὰρ σαρκικῶς ἀκούων, οὐδὲν ὠφεληθήσεται· σαρκικὸν δέ ἐστι τὸ ἀμφισβητεῖν πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ πῶς δύναται δοῦναι τὴν σάρκα φαγεῖν, ἅπερ ἔδει μυστικῶς νοεῖν καὶ πνευματικῶς· διὸ καὶ ἐπήγαγε, τὰ ῥήματα, “ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή·” τοῦτ’ ἔστι, πνευματικά ἐστιν, οὐδὲν ἔχοντα σαρκικὸν, καὶ ζωὴν αἰώνιον παρέ- χοντα·

  46. 9.71

    Τὸ δὲ “εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσι,” τὸ σύνηθες αὐτοῦ τοῖς λόγοις ἀξίωμα δηλοῖ, ὅτι τὰ μέλλοντα προλέγει, καὶ δεικνύει πᾶσιν ὅτι οὐ τῆς παρ’ ἐκείνου δόξης ἐφιέμενος ταῦτα ἔλεγεν, ἀλλ’ αὐτῶν κηδόμενος. Εἰπὼν δὲ “τινὲς,” τοὺς μαθητὰς ὑπεξήγαγε, διὸ καὶ ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων· “ἤδει γὰρ “ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντεσ,” καὶ τὰ ἑξῆς· τὸ δὲ “ἐξ ἀρχῆς” οὐχ ἁπλῶς ἐνταῦθα πρόσκειται, ἀλλ’ ἵνα μάθωμεν αὐτοῦ τὴν πρὸ καταβολῆς κόσμου πρόγνωσιν, ὅτι ᾔδει αὐτῶν ἐκ τότε τὸν γογγυσμὸν καὶ τὸ εὐσκανδάλιστον· ἔτι δὲ καὶ τοῦ προδότου τὴν πονηρίαν, ὅπερ ἦν ἀληθοῦς θεότητος ἔνδειξις.

  47. 9.72

    Ὅταν δὲ ἀκούσωμεν ὅτι ἔδωκεν ὁ Πατὴρ, μὴ ἀποκλήρωσίν τινα ἁπλῶς νομίσωμεν, ἀλλ’ ἐκεῖνο πιστεύομεν, ὅτι ὁ παρασχὼν ἑαυτὸν ἄξιον τοῦ λαβεῖν, αὐτὸς ἔλαβε.

  48. 9.73

    Τί δηλοῖ ὅπερ φησὶν ὁ Εὐαγγελιστής, ὅτι πολλοὶ τῶν μα- θητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω;“ὅτι ἀποσχίσαντες ἑαυτοὺς καὶ τοῦ διδασκάλου χωρίσαντες, καὶ ἣν εἶχον πίστιν ἀπώλεσαν, ἀλλ’ οὐχὶ οἱ δώδεκα τοῦτο ἔπαθον.

  49. 9.74

    Αὐτὸς δὲ δεικνὺς ὅτι οὐ δέεται τινος, οὐδὲ τῆς παρ’ αὐτῶν τούτων τῶν δώδεκα διακονίας ἣ θεραπείας, λέγει πρὸς αὐτοὺς, “μὴ “καὶ ὑμεῖς θέλετε ὑπάγειν;” Διὰ τί δὲ αὐτοὺς οὐκ ἐπῄνεσεν, οὐδὲ ἐθαύμασεν; ὁμοῦ μὲν τὸ τῷ διδασκάλῳ πρέπον ἀξίωμα τηρῶν, ὁμοῦ δὲ δεικνὺς, ὅτι διὰ τούτου μᾶλλον ἐφέλκεσθαι ἔνι τοῦ τρόπου. Εἰ μὲν γὰρ ἐπῄνεσε, κἂν ἔπαθόν τι ἀνθρώπινον, χάριν διδόναι· τὸ δὲ δεικνύναι μὴ δεόμενον αὐτὸν τῆς ἀκολουθήσεως αὐτῶν, κατεῖχε μᾶλλον.

  50. 9.75

    Χρὴ δὲ σκοπῆσαι πῶς αὐτὸ συνετῶς εἴρηκεν· οὐ γὰρ εἶπεν, ἀπέλθετε, τοῦτο γὰρ ἀπωθούμενον ἦν, ἀλλ’ ἠρώτησε, “μὴ θέλετε ‘ὑπάγειν;“ὅπερ πᾶσαν ἀφαιροῦντος ἦν βίαν καὶ ἀνάγκην, καὶ οὐ βουλόμενος αἰδοῖ τινι αὐτοὺς προσηρτῆσθαι, ἀλλὰ μετὰ τοῦ χάριν εἰδέναι. Ὡς ἀληθῶς δὲ φιλόστοργος καὶ φιλάδελφος ὁ Πέτρος ὑπάρχων, ὑπὲρ παντὸς ἀπολογεῖται τοῦ χοροῦ. Οὐ γὰρ εἶπε, Κύριε, πρὸς τίνα ἀπελεύσομαι, καὶ ὅτι ἔγνωκα καὶ πεπίστευκα, ἀλλὰ, “ Κύριε, πρὸς τίνα ἀπελευσόμεθα,” καὶ τὰ ἑξῆς. Ηδη γὰρ τὴν ἀνάστασιν οὗτοι παρεδέξαντο, καὶ τὴν κλῆσιν ἅπασαν. Διὸ οὐ τὰ ῥήματα τοῦ Χριστοῦ ἦν τὰ σκανδαλίζοντα, ἀλλὰ ἡ ἀπροσεξία καὶ ἡ ῥαθυμία, καὶ ἡ ἀγνωμοσύνη τῶν ἀκουόντων. Καὶ γὰρ οὗτοι μετ’ ἐκείνων ἤκουον, ὅμως οὐκ ἐσκανδαλίσθη- σαν, ἀλλ’ ἔμειναν.

  51. 9.76

    “Ῥήματα” δὲ αὐτὸν “ζωῆς αι’ωνίου” ἔχειν ε7πεν, ἐπειδὴ ἤκουσεν αὐτοῦ λέγοντος, ὅτι “τὸν πιστεύοντα εἰς ἐμὲ ἀναστήσω, καὶ ἕξει ζωὴν αἰώνιον. Οὐκ ἐπῄνεσε δὲ αὐτὸν νῦν ὁ Χριστὸς, ὥσπερ ἀλλαχοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ δόξῃ διὰ τὸ ἐμμεῖναι αὐτοὺς σὺν αὐτῶ κολακεύων τινὰ αὐτῶν.

  52. 9.77

    Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, οὐκ ἐγὼ ὑμᾶς τοὺς δωδέκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;

  53. 9.78

    Ἐξαίρει δὲ τοῦ χοροῦ τὸν Ἰούδαν, τοῦτο μὲν διὰ τὸ εἰπεῖν τὸν Πέτρον, ὅτι καὶ ἡμεῖς πεπιστεύκαμεν, ὡς οὐκ ὄντος ἐκείνου ἐν τούτῳ αὐτοῖς συνηριθμημένου, τοῦτο δὲ καὶ πόρρωθεν τοῦ προδότου τὴν κακίαν ἀνακρουόμενος· εἰδὼς μὲν ὅτι οὐδὲν ὀνήσει· τὸ δὲ αὐτοῦ πράττων. καὶ οὔτε αὐτὸν φανερὸν ἐποίησεν, οὔτε λαθεῖν εἴασεν, ἐκεῖνο μὲν ἵνα μὴ ἀπαναισχυντήσῃ καὶ φιλονεικότερος γένηται, τοῦτο δὲ ἵνα μὴ νομίζων λανθάνειν ἀδεῶς ἐργάζηται τὸ τόλμημα. Ἐκ τούτου δὲ καὶ τοῦτο μανθάνομεν, ὅτι οὐκ ἀνάγκῃ καὶ βίᾳ ποιεῖν εἴωθεν ἀγαθοὺς ὁ Θεὸς, οὐδὲ ἡ ἐκλογὴ αὐτοῦ βιαστικὴ τῶν μελλόντων ἐστὶ, ἀλλὰ προτρεπτική. Διὸ φανερόν ἐστιν ὅτι ἐν τῇ γνώμῃ τῇ ἡμετέρᾳ κεῖται τὸ σωθῆναι καὶ ἁ πο- λέσθαι.

  54. 9.79

    Ἀμμωνίου πρεσβυτέρου. Ὡς ἀποθαυμάζων τοῦτο εἶπεν ὁ Εὐαγγελιστὴς, ὅτι τοσοῦτον ὁ διάβολος πολεμεῖ, ὡς δυνηθῆναι ἕνα τῶν δώδεκα ἀφαρπάσαι τῶν ἐγειράντων νεκροὺς, καὶ δαίμονας διωξάντων, καὶ τῆς ζωοποιοῦ καὶ πνευματικῆς τοῦ Κυρίου δι- δασκαλίας ἀπολαυσάντων.

  55. 9.80

    Διὰ τί οὐκ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ἀλλ’ ἐν τῇ Γαλιλαίᾳ; καὶ γὰρ ἠδύνατο τοὺς d ἐκζητοῦντας αὐτὸν καὶ ἀποκτεῖναι Ἰουδαίους καὶ διαλαθεῖν, εἰ δύναται e μὲν πάντα ὡς Θεός· οὐκ ἤθελε δὲ τὰ τῆς θεότητος ἐπιδείκνυσθαι μόνον, ἀλλὰ καὶ τὰ τῆς ἀνθρωπότητος, ὅθεν ποτὲ μὲν ἔφευγεν ὡς ἄνθρωπος, ποτὲ δὲ ἐφαί- νετο ὡς Θεός. τῷ τε γὰρ ἐν μέσοις ὄντα τοῖς ἐπιβουλεύουσι μὴ κατέχεσθαι, τὸ ἀκαταγώνιστον αὐτοῦ καὶ ἄμαχον ἐδήλου, τῷ τε ὑποστέλλεσθαι τὴν οἰκονομίαν ἐβεβαίου καὶ ἐπιστοῦτο, ἵνα μή τε Παῦλος ὁ Σαμμοσατεὺς ἔχῃ τι λέγειν, μήτε Μαρκίων καὶ οἱ τὰ ἐκείνου νοσοῦντες. Ἀμφοτέρων γὰρ ἐμφράττει τὰ στόματα. Κυρίλλου. Οὐ δειλίας ἔγκλημα τὴν ἀναχώρησιν λογιούμεθα τοῦ Χριστοῦ, ἀλλ’ οὐδὲ ἀσθενείας. Διὰ τοῦτο κατηγορήσομεν τοῦ πάντα ἰσχύοντος, τὸν δὲ τῆς οἰκονομίας ἀποδεξώμεθα τρόπον· ἔδει γὰρ οὐ πρόωρον, ἀλλ’ ἐν καιρῷ τῷ ἰδίῳ τὸν ὑπὲρ πάντων ὑπο- μεῖναι σταυρόν.

  56. 9.81

    Ἀμμωνίου πρεσβυτέρου. Δείκνυσι τὰ τῆς ἀνθρωπότητος φεύγων τοὺς Ἰουδαίους, καὶ ἐλέγχει Μαρκίωνα καὶ Παῦλον τοὺς εἰρηκότας ὅτι οὐ γέγονεν ὁ τοῦ Θεοῦ Υἱὸς ἄνθρωπος κατὰ ἀλή- θειαν.

  57. 9.82

    τίνος δὲ ἕνεκεν ἐν τοῖς πέντε μησὶν οὐδὲν ἡμῖν διηγησάμενος, ἀλλ’ ἣ τὸ κατὰ τοὺς ἄρτους σημεῖον καὶ τὴν πρὸς τοὺς φαγόντας γενομένην δημιουργίαν, ὑπερεπήδησεν εἰπὼν, “ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ “τῶν Ἰουδαίων ἡ σκηνοπηγία;” Ὅτι γὰρ οὕτως ἐστὶ, δῆλον ἐκεῖθεν· ὅτε γὰρ εἰς τὸ ὄρος ἐκάθητο, ἦν ἡ ἑορτὴ, φησὶ, τοῦ Πάσχα· ἐνταῦθα δὲ τῆς σκηνοπηγίας μέμνηται. Τί δή ποτε οὖν τὰ ἐν μέσῳ παρέλιπε θαύματα; ὅτι οὐκ ἐνῆν ἅπαντα καταλέγειν, ἄλλως δὲ καὶ ταῦτα λέγειν οἱ Εὐαγγελισταὶ ἐσπουδάκασιν, ὑπὲρ ὧν ἣ μέμψις ἣ ἀντιλογία τις παρὰ τῶν Ἰουδαίων παρηκολούθησεν· ὅθεν ἄξιον θαυμάσαι τὸ φιλάληθες αὐτῶν ἦθος, πῶς οὐκ αἰσχύνονται λέγοντες ταῦτα ἃ δοκεῖ τῷ διδασκάλῳ φέρειν αἰσχύνην Πόλλα τοίνυν παραδραμὼν σημεῖα καὶ θαύματα καὶ δημνγορίας, περὶ τῶν ἀδελφῶν αὐτοῦ διαλέγεται, ὅτι εἶπον πρὸν αὐτὸν, “μετάβηθι ἐντεῦθεν πρὸς τὴν Ἰουδαίαν” καὶ τὰ ἑξῆς· καὶ δοκεῖ μὲν ἡ ἀρχὴ φίλων εἶναι, πολλῆς δὲ πικρίας τὰ λεγόμενα ἢν. Ενταῦθὰρ γὰρ αὐτὸν καὶ δειλίας καὶ φιλοδοξίας σκώπτουσι. Τὸ μὲν γὰρ εἰπεῖν, “οὐδείς τι ἐν κρυπτῷ ποιεῖ,” δειλίαν ἐγκαλούντων ἐστὶν, ἅμα καὶ ὑποπτευόντων τὰ γινόμενα ὡς οὐκ ἀληθῶς γινόμενα· τὸ δὲ ζητεῖν ἐν φανερῷ εἶναι, φιλοδοξίαν.

  58. 9.83

    Πόθεν δὲ αὐτοῖς ἡ τοσαύτη ἀπιστία; ἀπὸ προαιρέσεως καὶ φθόνου. Τὸ γὰρ συγγενὲς εἴωθέ πὼς διαφθονεῖσθαι.

  59. 9.84

    Ἐη Ἀνεπιγράφου. Οὗτοι οἱ τέως ἀπιστεῖν λεγόμενοι μετὰ τὴν τοῦ πάθους οἰκονομίαν, τοσαύτην μετὰ τῆς θεότητος αὐτοῦ ἔσχον πληροφορίαν, ὡς μὴ μόνον ὁμοίως τοῖς ἄλλοις πιστεῦσαι, ἀλλὰ δὴ καὶ ὑπὲρ αὐτοῦ τὸν περὶ ψυχῆς ἀναδέξασθαι ἀγῶνα. Ἀναγκαίως τοίνυν προσήκει συνορᾷν, ὅτι ἀναμφιβόλως αὐτὸν ἀναστάντα μετὰ θάνατον ἑωράκασιν. Οὐ γὰρ ἃν οἱ ἀπιστοῦντες αὐτῷ τὸ πρὶν, μετὰ θάνατον ἐπίστευσαν, εἰ μὴ βέβαιον πεῖσμα τῆς ἀναστάσεως αὐτοῦ εἰλήφασι.

  60. 9.85

    τίνας δὲ ἐνταῦθα λέγουσι μαθητάς; τὸν ὄχλον τὸν ἑπόμενον, οὐ τοὺς δώδεκα. Αὐτὸς δὲ ὁ φιλάνθρωπος, ὁ ἀνεξίκακος, προσηνῶς φθέγγεται. Οὐ γὰρ εἰπεν, ὑμεῖς τίνες ἐστὲ συμβουλεύοντες ταῦτα καὶ διδάσκοντες, ἀλλὰ τι φησιν; “ὁ καιρὸς ὁ ἐμὸς “οὔπω πάρεστι,” τουτέστιν ὁ τοῦ σταυροῦ καὶ τοῦ θανάτου, ὁ δὲ “ καιρὸς ὁ ὑμέτερος πάντοτε ἐστὶν ἕτοιμος.” ‘Υμεῖς, φησὶ, κἂν ἀεὶ συνῆτε τοῖς Ἰουδαίοις, οὐκ ἀναιρήσουσιν ὑμᾶς, τὰ αὐτὰ ζηλοῦντα αὐτοῖς, ἐμὲ δὲ εὐθέως βουλήσονται ἀνελεῖν.

  61. 9.86

    Ἀπολιναρίου. Ὁ μακαρίζων τοὺς πενθοῦντας ἐπὶ τοῦ παρόντος αἰῶνος, ἀκολούθως καὶ νυνὶ φθέγγεται κοινόν τι καὶ εἰς ἅπαντασ διαβαῖνον τοὺς ἁγίους, ἐφ’ ἑαυτοῦ λέγων, τὸ μὴ εἶναι καιρὸν ἑορτῆς ἡμῖν, ἐν μέσῳ τῶν παρουσῶν θλίψεων, ἐν ὅσῳ κακία καταστρατεύεται, καὶ ἀλήθεια παρὰ τοῖς πλείοσιν ἀθετεῖται, καὶ θέλημα Θεοῦ κατὰ γῆν οὐ κρατεῖ. Διὰ δὲ ταῦτα μὴ εἶναι τὸν ἑαυτοῦ καιρὸν ὁ Κύριος ἔλεγεν. οὐδὲ γὰρ οἷόν τε ἦν συνεορτάζειν πονηροῖς τὸν ἀγαθὸν, οὐδὲ μισοῦσι τὸν μισούμενον.

  62. 9.87

    “Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς,” διὰ τι; ὡς τὰ αὐτὰ βουλομένους· “ἐμὲ δὲ μισεῖ, ὅτι ἐλέγχω αὐτὸν, ὅτι πονηρὰ “αὐτοῦ ἐστι τὰ ἔργα·” ἐκ τούτων τῶν ῥημάτων δείκνυσιν ὅτι τοῦτο ἐποίει τὸ μῖσος, τὸ πρὸς αὐτὸν ὁ ἔλεγχος ὁ πεπαρρη- σιασμενος.

  63. 9.88

    Ἀμμωνίου. Κόσμον λέγει τοὺς μισοῦντας τὰ ἐν Πέμπει δὲ τοὺς ἀδελφοὺς εἰς τὴν ἑορτὴν λέγων, “ὑμεῖς ἀνάβητε “εἰς τὴν ἑορτὴν ταύτην,” δεικνὺς ὅτι οὐκ ἀναγκάζει σὺν μένειν μὴ βουλομένους.

  64. 9.89

    Αὐτὸς δὲ πῶς ἀνέβη, φησὶν, εἰπὼν, “ἐγὼ οὔπω ἀναβαίνω εἰς “τὴν ἑορτὴν ταύτην·” οὐκ εἶπε καθάπαξ, οὐκ ἀναβαίνω, ἀλλὰ νυν, τουτ’ ἐστι, μεθ ὑμῶν.

  65. 9.90

    Τὸ δὲ “ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται” δηλοῖ ὅτι ἔδει καὶ σημεῖα γενέσθαι καὶ δημηγορίας λεχθῆναι, ὥστε καὶ ὄχλους πιστεῦσαι πλείονας, καὶ τοὺς μαθητὰς στερροτέρους γενέσθαι, τὴν παρρησίαν ὁρῶντας τοῦ διδασκάλου.

  66. 9.91

    Οὐκ ἀναβαίνει δὲ μετὰ τῶν ἀδελφῶν, μὴ βουλόμενος δῆλον ἑαυτὸν καταστῆσαι, καθὼς ἐκεῖνοι ἐβούλοντο, ἀλλὰ μᾶλλον λάθρα, διὰ τὸ ἐκφυγεῖν τὰς τῶν Ἰουδαίων ἐπιβουλάς. Ἠδύνατο μὲν γὰρ καὶ φανερῶς ἀνελθεῖν, καὶ εἰς τὸ μέσον αὐτῶν εἶναι, καὶ κατέχειν αὐτῶν τὴν ὁρμὴν τὴν ἄτακτον, ὡς πολλάκις ἐποίησεν, ἀλλ’ οὐκ ἠβούλετο διηνεκῶς τοῦτο ποιῆσαι, ἵνα μὴ μειζόνως τὴν θεότητα ἀπογυμνώσῃ· ἀναβαίνει δὲ, ἵνα μὴ δειλίας εἶναι νομίσωσιν ἐκεῖνοι τὸ μεῖναι.

  67. 9.92

    Ἀμμωνίου πρεσβυτέρου. Οὐκ ἦν ἴσον ἐν ἀρχῇ τῆς ἑορτῆς ἀναμεῖναι, ζεόντων τῶν Ἰουδαίων, καὶ μετὰ ταῦτα μελλούσης λύεσθαι. Οὐκ ἐναντία πεποίηκεν ὧν εἶπεν, οὐ γὰρ ἀνέβη ἑορτάσων ἀλλὰ συμβουλεύσων· διὸ καὶ λάθρα ἀνέβη, οὐ μετὰ ἱλαρότητος, ᾗ κέχρηνται οἱ πανηγυρίζοντες. καὶ ἐν τῇ παλαιᾷ δὲ εἰπὼν τῷ Μωϋσεῖ “οὐ οὐ συναναβήσομαι ὑμῖν,” ὕστερον παρακαλοῦντι Μωϋσεῖ ὑπέσχετο συνεκπορεύεσθαι αὐτοῖς.

  68. 9.93

    τίνος ἕνεκεν ζητοῦντες αὐτὸν οἱ Ἰουδαῖοι, οὐκ ὀνομαστὶ ἔλεγον ποῦ ἐστὶν, ἀλλ’ “ἐκεῖνος;“ὑπὸ πολλοῦ μίσους καὶ τῆς ἀπεχθείας συνεχόμενοι. Χρὴ δὲ σκοπῆσαι, ποίαν εἰς τὴν ἑορτὴν ἐπεδείκνυτο τὴν αἰδῶ καὶ τὴν εὐλάβειαν· ἐν ταύτῃ γὰρ αὐτὸν θηρεῦσαι ἐβούλοντο· τοιαῦτα ἦν αὐτῶν ἐν ταῖς ἑορταῖς τὰ κατορθώματα. Ὁ δὲ “γογγυσμὸς ἦν περὶ αὐτοῦ πολὺς ἐν τοῖς ὄχλοις,” ἐπειδὴ καὶ ἀπὸ τοῦ τόπου οἶμαι παροξύνεσθαι αὐτοὺς, ἔνθα τὸ σημεῖον τοῦ παραλυτικοῦ ἐγένετο, ὥστε καὶ δεδοικέναι μὴ πάλιν ἐργάσηται τι τοιοῦτον.

  69. 9.94

    “Ἔλεγον δὲ οἱ μὲν, ὅτι ἀγαθός ἐστιν, οἱ δὲ οὒ, ἀλλὰ πλανᾷ “τὸν ὄχλον,” τοῦτο δηλοῖ· ὅθεν σαφέστερον τοῦτο δεῖξαι βουλόμενος ὁ Εὐαγγελιστὴς ἐπήγαγε λέγων· “οὐδεὶς μέντοι παρρη- “σίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.” Ὁρᾷς πανταχοῦ τὸ μὲν ἀρχικὸν διεφθαρμένον, τοὺς δὲ ἀρχομένους ὑγιαίνοντας τῇ κρίσει, οὐκ ἔχοντας δὲ ἀνδρίαν προσήκουσαν.

  70. 9.95

    Διὰ τί δὲ τῆς ἑορτῆς μεσούσης ἀνῆλθεν; ὥστε χαυνῶσαι αὐτῶν τὸν θυμὸν πρὸς τὸ μετὰ σχολῆς ἀκοῦσαι τῶν λεγομένων, μηκέτι τῆς ὀργῆς ἐμφραττούσης τὰ ὤτα αὐτῶν· προσεκτικωτέρους γὰρ αὐτοὺς ἡ ἀναβολὴ ἀπειργάζετο· διὸ ἄφνω παρόντι ἤκουον αὐτοῦ· οἱ τε ἀγαθὸν λέγοντες περὶ αὐτοῦ, οἱ τε πονηρὸν, οἱ μὲν πρὸς τὸ κερδῆσαί τι καὶ θαυμάσαι, οἱ δὲ πρὸς τὸ ἐπιλαβέσθαι. καὶ τινὰς ἐδίδαξεν, οὐκ εἶπεν ὁ Εὐαγγελιστής· ὅτι δὲ θαυμαστῶς εἷλεν αὐτοὺς καὶ μετέβαλε, τοῦτο μόνον λέγει· οὕτω τοσαύτη τῶν λεγομένων ἦν ἡ δύναμις.

  71. 9.96

    “Ἐθαύμαζον” γὰρ, φησὶν, “οἱ Ἰουδαῖοι, καὶ ἔλεγον, πῶς “οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;” καὶ τοῦτο δὲ αὐτὸ μετὰ πονηρίας ἔλεγον· οὐ γὰρ εἶπεν ὅτι τὴν διδασκαλίαν ἐθαύμαζον ἣ ὅτι ἐδέχοντο, ἀλλ’ ὅτι διηπόρουν πόθεν οἶδε ταῦτα· ἐχρῆν γὰρ αὐτοὺς συνιδεῖν, ὅτι οὐδὲν ἀνθρώπινον ἦν ἐν αὐτῷ· διὸ αὐτὸς ἀπο- κριθεὶς εἶπεν αὐτοῖς, “ἡ ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ “πέμψαντός με.” Ὣ δὲ λέγει, τοιοῦτόν ἐστι. οὐδὲν ἔχω παρηλλαγμένον, εἰ καὶ ἡ ὑπόστασις ἄλλη, ἀλλ’ οὕτω καὶ λέγω καὶ πράττω, ὡς μὴ νομίζεσθαι ἕτερόν τι παρὰ τὸν Πατέρα, ἀλλὰ τὸ αὐτὸ ὅπερ ἃν ὁ Πατήρ.

  72. 9.97

    Εἰ ᾔδεισαν ὅτι αὐτός ἐστιν ἡ σοφία, ὁ ἐν ἀρχῇ Θεὸς Λόγος, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας, τῆς γνώσεως, ὑπάρχουσιν, οὐκ ἃν ἐθαύμασαν, "πῶς γράμματα ᾔδει μὴ μεμαθηκώς;“ἀλλ’ ἔγνωσαν ἃν σαφῶς ὅτι καὶ τοῖς ἄλλοις αὐτὸς τὴν εὕρεσιν καὶ τὴν ἐπιστήμην τῶν γραμμάτων ἐχαρίσατο.

  73. 9.98

    Τί δηλοῖ ὅπερ φησὶν, "ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν;” ὁ ἐραστὴς τοῦ βίου τοῦ κατ’ ἀρετὴν γνώσεται περὶ τῆς διδαχῆς, ἐὰν θέλῃ, φησὶ, προσέχειν ὁ τοιοῦτος ταῖς προφητείαις, γνώσεται περὶ τῶν λεγομένων παρ’ ἐμοῦ, πότερον τῶν δύο τὸ ἕτερον, ἐάν τε κατ’ αὐτοὺς λαλῶ, ἣ ἀλλότριόν τι καὶ ξένον· τὸ γὰρ ἀπ’ ἐμαυτοῦ ἀεὶ ἐπὶ τούτου κεῖται. Ἐγὼ δὲ, φησὶν, οὐδὲν ἕξω τῶν τῷ Πατρὶ δοκούντων λέγω, ἀλλὰ πάντα ἃ αὐτὸς βούλεται, ταῦτα κἀγώ. Διὸ καὶ συλλογισμὸν ἐπήγαγε λέγων, “ ὁ ἀφ’ ἑαυτοῦ λαλῶν, τὴν “ δόξαν τὴν ἰδίαν ζητεῖ” καὶ τὰ ἑξῆς. ἀπὸ τῶν ἐν συνήθει παι. δεύων, ὅτι ὁ βουλόμενος, φησὶ, τινὰ ἰδίαν στῆσαι διδασκαλίαν, δί ουδὲν ἔτερον τουτο ποιεἲ ἁλλ᾿ ἤ ὤστε τὴν δοξαν αυτος καρπωσασθαι. Εἰ δὲ ἐγὼ, φησὶν, οὐ βούλομαι καρπώσασθαι δόξαν, ἀλλὰ τὴν δόξαν τοῦ πέμψαντός με ζητῶν, τίνος ἕνεκεν βουλοίμην ἃν ἕτερα διδάσκειν;

  74. 9.99

    Χρὴ δὲ σκοπῆσαι, ὅτι τοῦ μὲν ταπεινὰ φθέγγεσθαι αὐτὸν πολλᾶι εἰσιν αἰτίαι· οἷον διὰ τὸ μὴ ἀγέννητον αὐτὸν νομισθῆναι, διὰ τὸ μὴ ἀντίθεον, διὰ τὸ σάρκα περιβεβλῆσθαι, διὰ τὸ ἀσθενὲς τῶν ἀκουόντων, διὰ τὸ διδάσκειν τοὺς ἀνθρώπους μετριάζειν, καὶ μηδὲν περὶ αὐτοῦ λέγειν μέγα· τὸ δὲ ὑψηλὸν φθέγγεσθαι μίαν ἃν εὕροι τις αἰτίαν διὰ τὸ μέγεθος τῆς θείας αὐτοῦ φύσεως. Ποῖαν ἀκολουθίαν ἔχει πρὸς τὰ πρότερα ὅπερ εἶπεν, “ οὐ Μωϋσῆς ἔδωκεν “ὑμῖν τὸν νόμον” καὶ τὰ ἑξῆς; μεγίστην μὲν οὖν· ἐπειδὴ γὰρ ἐνεκάλουν αὐτῷ ὅτι τὸ σάββατον ἔλυε, πρὸς τοῦτο ἵσταται, ὡσανεὶ ἔλεγεν, ὁ νόμος εἶπεν, οὐ φονεύσεις, ὑμεῖς δὲ φονεύετε· ἀφέντες οὖν τὸ ἑαυτοὺς καταδικάζειν περὶ τούτου, ἐμοὶ ἐγκαλεῖτε ὡς παραβαίνοντι τὸν νόμον, ὅτι ἐθεράπευσα ἄνθρωπον ἐν σαββάτῳ. Τὸ δὲ “οὑδείς ἐξ ὑμῶν εἶπεν, ὅτι πάντες αὐτὸν, πρὸς οὓς διελέ γετο, ἐζήτουν ἀποκτεῖναι· καὶ αὐτὸς μὲν πρᾳείᾳ τῇ φωνῇ διελέγετο, ἐκεῖνοι δὲ μετὰ θράσους καὶ ὀργῆς, νομίζοντες διὰ τούτου προκαταπλήττειν αὐτὸν, ἀπεκρίναντο, “δαιμόνιον ἔχεις· τίς σε “ζητεῖ ἀποκτεῖναι;” πάλιν τῆς ἀπολογίας ἅπτεται τῆς ἀπὸ τοῦ σαββάτου.

  75. 9.100

    Ἀμμωνίου. Κύριος ὢν Μωϋσέως καὶ τοῦ νόμου, διὰ τὸ τῶν Ἰουδαίων, οἱονεὶ ἀπαλλοτριοῖ ἑαυτὸν τοῦ νόμου, Μωυσέως αὐτὸν καλῶν· οὐ γὰρ ἠδύναντο ἀκοῦσαι ὅτι φύσει Θεὸς ἦν, οὔτε τὸ βαθὺ τῆς οἰκονομίας μυστήριον·

  76. 9.101

    Θεοδώρου. ’Εκεῖνος μὲν γὰρ νομοθετῶν, μιαιφονίας ἀπέχεσθαι κελεύει· ὑμεῖς δὲ δι’ ἀκρότητα πονηρίας περὶ τῆς ἐμῆς ἀναιρέσεως βουλεύεσθε. ἀπὸ τοῦ λόγου συλλογιζόμενος πρὸς αὐτούς φησιν, “ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε,” τουτέστι, ταράττεσθε, θορυβεῖσθε.

  77. 9.102

    Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν, ἀλλ’ ἐκ τῶν πατέρων, καὶ τὰ ἑξῆς.

  78. 9.103

    Διὰ τι οὖν, φησὶν, οὐδεὶς ἐνεκάλεσε Μωϋσεῖ ἣ ἠπείθησε κελεύοντι διὰ τὴν περιτομὴν τὸ σάββατον λύεσθαι; δηλονότι ὡς τοῦ σαββάτου περιτομῆς οὔσης κυριωτέρας, καίτοι οὐκ ἔστι τοῦ νόμου ἡ περιτομὴ, ἀλλ’ ἐκ τῶν πατέρων, ἔξωθεν ἐπεισενεχθεῖσα τῷ νόμῳ. Εἰ τοίνυν, φησὶν, ἐκεῖνος ἀνέχεται τοῦ οἰκείου νόμου ἐντολὴν εἶναι κυριωτέραν, καὶ ταύτην οὐδὲ νομικὴν, ὑμεῖς οἱ οὐδὲ νομοθέται, διὰ τι πέρα τοῦ μέτρου ἐκδικεῖτε τὸν νόμον, καὶ δοκεῖτε βοηθεῖν αὐτῷ;

  79. 9.104

    Τί ἐστιν “εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ,” καὶ τὰ ἑξῆς; Εἰ ἔδει, φησὶν, εἶναι βέβαιον τὸν νόμον, οὐκ ἃν ἡ περιτομὴ κυριωτέρα ἦν αὐτοῦ. ταῦτα δὲ ἔλεγε θέλων δεῖξαι, ὅτι μεῖζον ἔργον ἐποίησε τῆς περιτομῆς αὐτὸς, ὑγιῆ ἀποκαταστήσας τὸν παράλυτον. οὐκ οὐκ δὲ αὐτὸς φανερῶς αὐτοῖς τὴν κρίσιν ἐπιτρέπων. τρέπων. Διὰ δὲ τοῦ εἰπεῖν ὅλον ἄνθρωπον, δείκνυσι μερικὴν ὑγείαν οὖσαν τὴν περιτομὴν πρὸς τὴν τοῦ παραλυτικοῦ τελείαν γενομένην.

  80. 9.105

    Ἀμμωνίου πρεσβυτέρου. Τί ταράττεσθε; οὐ γὰρ τὸν παράλυτον ἐποίει λύσιν τοῦ σαββάτου, ἀλλὰ τὸ μὴ θεραπεῦσαι. Ὅτε, φησὶ, σημεῖον λαμβάνει ἄνθρωπος ὀδύνην ἐμποιοῦν, οὐδεὶς ἀγανακτεῖ λυομένου τοῦ νόμου, ὧδε δὲ ὅλου ἀνθρώπου ὑγιασθέντος, δυσχεραίνετε ὡς παρανομίας γενομένης.

  81. 9.106

    Θεοδώρου Ἠρακλείασ. τίς γὰρ οὐκ οἶδεν, ὡς ἐκεῖνοι μὲν ἐν χειρὶ ἐνεργοῦντες, καὶ σιδήρῳ περιτέμνοντες, καὶ σάρκα ἀκρωτηριάζοντες, τὸ σάββατον ἀληθῶς διὰ τῆς πράξεως ἐβεβήλουν; αὐτὸς δὲ ψιλῷ ῥήματι καὶ ἐξουσίᾳ θεραπεύσας, ἔδειξε διὰ τῆς παραδοξοποιΐας, ὅτι καὶ τοῦ σαββάτου Κύριος ὑπῆρχε. Τὸ “μὴ κρίνετε κατ’ ὄψιν,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, μὴ ἐπειδὴ, φησὶ, τὸν Μωϋσῆ μείζονά μου εἶναι νομίζετε, ἀπὸ τοῦ ἀξιώματος φέρετε τὴν ψῆφον, ἀλλ’ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως· τοῦτο γάρ ἐστι δικαίως κρῖναι.

  82. 9.107

    τίνος ἕνεκεν προσκεῖται “τῶν Ἱεροσολυμιτῶν” οἷον ὅτι “ἔλεγόν ἔλεγόν “τινες ἐκ τῶν Ἱεροσολυμιτῶν,” καὶ τὰ ἑξῆς; δείκνυσιν ὁ Εὐαγγελιστὴς, ὅτι οἱ μάλιστα τῶν μεγάλων ἀπολελαυκότες σημείων, οὗτοι πάντων ἦσαν ἐλεεινότεροι, οἳ τῆς θεότητος αὐτοῦ σημεῖον ἑωρακότες μέγιστον, τουτέστιν, ὅτι τοὺς ἀπειλοῦντας αὐτῷ καὶ ζητοῦντας ἀνελεῖν, καὶ ἐν χερσὶ κατέχοντας βλέποντες ἡσυχάζοντας, οὗτοι τὸ πᾶν τῇ κρίσει τῶν ἀρχόντων ἐπέτρεπον λέγοντες, “μή ποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι αὐτός ἐστιν ὁ Χρι- “στός;“καὶ περὶ μὲν ἐκείνων ταῦτα ἔλεγον, αὐτοὶ δὲ τὴν ἐναντίαν ψῆφον ἔφερον λέγοντες, “ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστὶ,” καὶ τὰ ἑξῆς. Τί τῆς πονηρίας ταύτης ἴσον γένοιτ’ ἄν; ὅτι γινώσκοντες ἐκ τῆς Βηθλεὲμ ἔρχεσθαι τὸν Χριστὸν, νῦν λέγουσιν ὅτι ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.

  83. 9.108

    Ἀμμωνίου πρεσβυτέρου. Ἐλέγχουσι τούτοις θέλοντας αὐτὸν ἀποκτεῖναι, καὶ ἀρνουμένους μένειν, ψευδομένους δὲ, τὸν δὲ Χριστὸν ἀληθεύοντα περὶ τούτου. Καὶ ἐπειδὴ τὸ “οἴδαμεν τοῦτον πόθεν ἐστι, δι’ οὐδὲν ἕτερον λέγει, ἀλλ’ άλλ᾿ ὅτι ἐκ τῆς γῆς ἐστι, δειζαι θέλοντες καὶ ὅτι τοῦ τέκτονος υἱὸς, διὰ τοῦτο αὐτὸς ἀνῆγεν αὐτοὺς εἰς τὸν οὐρανὸν, λέγων, “ καὶ ἐμὲ οἴδατε πόθεν εἰμὶ, καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, καὶ τὰ ἐξῆς, τουτ’ ἐστιν, οὐκ εντευθεν εἰμι, ἀλλ’ ὅθεν ὁ πέμψας με, καὶ ὅτι οἴδατε, ὅτι παρὰ τοῦ Πα- τρὸς ἀπεστάλην, εἰ καὶ μὴ τοῦτο ἐκκαλύπτετε.

  84. 9.109

    Κυρίλλου. Πόθεν κινούμενοι, πῆ μὲν ἔλεγον, “οἴδαμεν πόθεν ἐστι, πῆ δὲ, ὁ Χριστὸς ὅταν ἔρχηται, οὐκ οἴδαμεν πόθεν ἐστίν οὐκ ἐνενόησαν ὡς εἰκὸς, ὅτι διπλοῦς παρὰ τοῖς ἁγίοις προφήταις ὁ περὶ αὐτοῦ λόγος εὑρίσκεται· ὅτι μὲν γὰρ παρέσται μετὰ σαρκὸς ἐν τῷδε τῷ βίῳ, σημαίνουσι, καὶ φανερὰν αὐτοῦ καθιστῶσι τὴν ἐκ παρθένου γέννησιν, τὴν δὲ ἐκ Θεοῦ καὶ Πατρὸς ἄρρητον γέννησιν· ἣ ἐκεῖνό φασι, “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὅτι αἴρεται “ άπο γῆς η ζωὴ αὐτοῦ, ἢ τὸ ῥηθὲν υπο προφήτου, “ καὶ αἰ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς, ἐξ ἡμέρων αἰῶνος. Εζοδους γὰρ ἐνταῦθα τοῦ μονογενοῦς τὴν ὡς ἐκ φωτὸς ἀνάληψιν, καὶ πρὸ παντὸς αἰῶνος καὶ ἡμέρας καὶ ῥοπῆς εἰς ἰδίαν ὕπαρξιν, ἐκδρομὴν ὥσπερ τινὰ ἀπὸ τῆς τοῦ τεκόντος οὐσίας σημαίνει.

  85. 9.110

    ἈΜΜΩΝÍΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. Καλῶς λέγεται ὅτι ὅταν ἔλθῃ ὁ Χριστὸς, οὐδεὶς γινώσκει πόθεν ἐστίν· ὁ γὰρ ἀληθινὸς Θεὸς ἐξ οὗ εἰμι ἠγνόηται ὑμῖν, καὶ οὐδὲν ἀπεικὸς εἰ ἀγνοεῖτέ με ὅτι ἐγώ εἰμι ὁ Χριστὸς, οὐκ εἰδότες τὸν ἐξ οὗ εἰμι.

  86. 9.111

    ΘΕΟΔΩΡΟΥ ἨΡΑΚΔΕÍΑΣ. To μὲν εἰδέναι αὐτὸν, καὶ πόθεν ἐλήλυθεν, λύθεν, ὡς ἀκρίτως λέγουσι συνεχώρει, ἀγνοοῦντας μέντοι τὸν ἀπο- στείλαντα διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν ἐλέγχει, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸν γινώσκειν τὸν Πατέρα, καὶ ὑπ’ ἐκείνου ἀπεστάλθαι διὰ τῶν ἔργων ἐδείκνυεν.

  87. 9.112

    Εἰπὼν δὲ ὅτι “ ὃν ὑμεῖς οὐκ οἴδατε,” ἄγνοιαν ἐνταῦθα τὴν διὰ τῶν ἔργων λέγει, καὶ ὡς ὁ Παῦλός φησι, “ Θεὸν ὁμολογοῦσιν “εἰδέναι, τοῖς δὲ ἔργοις ἀγνοοῦσι. Οὐ γὰρ ἀγνοίας ἦν τὸ ἁμάρτημα, ἀλλὰ κακίας καὶ πονηρᾶς γνώμης.

  88. 9.113

    Τὸ δε “ παρ αυτου είμι, άντὶ τοῦ μετ αυτου λεγει. Τουτο δὲ εἶπεν ὥστε μὴ νομισθῆναι ἀλλότριος τοῦ Θεοῦ.

  89. 9.114

    Θέλων δὲ δεῖξαι αὐτοὺς ὁ Εὐαγγελιστὴς ἀοράτως κατεχομένους, ἐπήγαγε λέγων, “ ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ τὰ ἑξῆς.

  90. 9.115

    Διὰ τι δὲ μὴ είπε, κατεῖχεν αὐτοὺς ἀοράτως, ἀλλ’ “ὄτι οὔπω “ἐληλύθει ἡ ὥρα αὐτοῦ;“ἀνθρωπινότερον διαλεγόμενος, διὰ τὸ ὑψηλὰ λέγειν αὐτὸν συνεχῶς, τούτου ἕνεκεν τοιαῦτα παραστέλλει.

  91. 9.116

    Ἀμμωνίου. Διὰ τούτου μανθάνομεν ὅτι ἑκὼν ἔπαθε, καὶ οὐκ πλεονεξίας Ἰουδαϊκῆς συλληφθείς. Ὥραν λέγων τὴν εὔκαιρον τῶν πραγμάτων ἐκάλει.

  92. 9.117

    Σευήρου Ἀντιοκείασ ἀπολογητ. τοῦτο εἴρηται, ὅπως ὅτι καὶ πολλάκις οἱ Ἰουδαῖοι προελόμενοι κατασχεῖν ἄκοντα, οὐ κατέσχον, ἀλλ’ ὅτε αὐτὸς ἠβουλήθη καὶ κατὰ τὴν ὥραν ἣν ἐδικαίωσε, καὶ ἡνίκα τὸ παθεῖν εὔκαιρον ἐλογίσατο· πάντα γὰρ ἐξ ἀρχῆς κατὰ καιρὸν καὶ ἁρμοδίοις διέθηκέ τε καὶ ᾠκονόμησε, οἷον, ἔδει δοθῆναι τὸν νόμον, ἀλλ’ ἐν καιρῷ τῷ προσήκοντι, τοὺς προφήτας ὁμοίως, τὃ Εὐαγγέλιον. Τὸ οὖν τῆς ὥρας ὄνομα, τὸ ἀκριβὲς τῆς προνοίας καὶ τῆς σοφίας τοῦ Σωτῆρος ἐνδείκνυται.

  93. 9.118

    Περὶ ποίων σημείων λέγουσιν οἱ εἰς αὐτὸν πιστεύσαντες ἐκ τοῦ ὄχλου “ὅτι ὅτι ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσῃ ὧν “οὗτος ἐποίησε·” καὶ γὰρ τρία μόνα διηγήσατο ὁ Εὐαγγελιστὴς, τὸ τοῦ οἴνου, καὶ τὸ τοῦ υἱοῦ τοῦ βασιλικοῦ, καὶ τὸ τοῦ παραλυτικοῦ; πάντως περὶ ὧν ὡς προεῖπον, παρέδραμον οἱ Εὐαγγελισταὶ, πολλῶν ὄντων καὶ μεγάλων. καὶ οἱ μὲν ἄρχοντες ἐζήτουν αὐτὸν ἀνελεῖν· τὸ δὲ πλῆθος μᾶλλον ἐπίστευσεν εἰς αὐτὸν, πλὴν οὐδὲ αὕτη ὑγιὴς ἦν ἡ πίστις, ἀλλ’ ὡς πλήθους χυδαίου· τὸ γὰρ λέγειν “ὅταν ἔλθῃ,” οὐ σφόδρα πεπεισμένον ἦν τοῦ εἶναι τὸν Χριστόν. ἣ τοῦτο οὖν ἐστιν εἰπεῖν ὅτι κατὰ συνδρομὴν εἴρηται παρὰ τῶν ὄχλων· ὡς γὰρ τῶν ἀρχόντων ἄνω καὶ κάτω σπουδαζόντων δεῖξαι οὐκ ὄντα αὐτὸν Χριστὸν, οὗτοι φησι, μὴ τούτων βελτίων ἐστὶν ἐκεῖνος;

  94. 9.119

    τίνος ἕνεκεν οὐχ οἱ Φαρισαῖοι καὶ οἱ ἄρχοντες αὐτὸν ἐπίασαν, ἀλλὰ τοὺς ὑπηρέτας ἀπέστειλαν τοῦτο ποιῆσαι; ἐπειδὴ ἐπειδὴ ἐτόλμων ἐκεῖνοι, τὸν κίνδυνον ὑφορώμενοι. διὰ τοῦτο τοὺς διακονουμένους ἐκδότους ἀπέστελλον, αὐτὸς δὲ ὡς μακρόθυμος, καίπερ δυνάμενος ἐπικάμψαι καὶ φοβῆσαι, μᾶλλον ταπεινοφροσύνης γέμοντα ῥήματα φθέγγεται τὸ “ἔτι μικρὸν χρόνον,” καὶ τὰ ἐξῆς.

  95. 9.120

    Ἀμμωνίου πρεσβυτέρου. Δι’ ὧν ἐγόγγυζον φαίνονται ἀπο- δεχόμενοι τὸν Χριστὸν, καὶ θέλοντες ἀπὸ τῶν ἡγουμένων ἀποσχίσαι, ὅπερ αἰσθόμενοι οἱ ἡγούμενοι ἔπεμψαν συλλαβέσθαι αὐτὸν, διὰ τοῦτο μόνον ὅτι ἐπιστεύετο εἶναι Χριστὸς, ἵνα αὐτὸν ἀνέλωσι.

  96. 9.121

    Τὸ δὲ “ἔτι μικρὸν χρόνον μεθ’ ὑμῶν εἰμι,” τοῦτο σημαίνει· τί σπουδάζετέ με ἀνελεῖν καὶ διῶξαι; μικρὸν ἀναμείνατε χρόνον, καὶ οὐδὲ θελόντων με κατέχειν ἀνέξομαι. καὶ οὐκ εἶπεν ἁπλῶς, ἐνταυθά εἰμι, ἀλλὰ μεθ’ ὑμῶν εἰμι, τουτέστι, κἂν διώκητέ με, κἂν ἐλαύνητε, οὐ παύσωμαι τὰ ὑπὲρ ὑμῶν οἰκονομῶν καὶ τὰ πρὸς σωτηρίαν λέγων.

  97. 9.122

    Τὸ δὲ “ὑπάγω πρὸς τὸν πέμψαντά με,” διὰ τοῦτο εἶπεν, ἵνα μή τις θάνατον κοινὸν νομίσῃ τὸ παρ’ αὐτοῦ λεχθὲν, “ἔτι μικρὸν “χρόνον,” καὶ ὅτι οὐδὲν ἐνεργεῖ μετὰ τελευτήν.

  98. 9.123

    Τὸ δὲ, ζητήσετέ με, καὶ οὐχ εὑρήσετε” δηλοῖ, ὅτι ἐν χρείᾳ αὐτοῦ καταστήσονται· ἐζήτησαν δὲ αὐτὸν πάντως τῆς πόλεως ἁλισκομένης, μεμνημένοι τῶν θαυμάτων αὐτοῦ, εἰκὸς δὲ καὶ ἄλλοι πολλοὶ, εὐθέως μετὰ τὸ πάθος αὐτοῦ. Τὸ δὲ “ὅπου εἰμὶ ἐγὼ, οὐ “δύνασθε ἐλθεῖν ὑμεῖς,” σημαίνει ὅτι οὐκ ἔμελλεν ἀπομένειν τῷ θανάτῳ· ἐκεῖ γὰρ πάντες ἡμεῖς ἀπερχόμεθα.

  99. 9.124

    Ἔλεγον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτοὺς, “ποῦ οὗτος μέλλει “πορεύεσθαι,” καὶ τὰ ἑξῆς; ὑποχαλάσαντες τῆς ὀργῆς, καὶ τοῖς λεχθεῖσιν ὑπ’ αὐτοῦ πιστεύσαντεr οὐκ ἂν γὰρ, εἰ μὴ ἐπίστευσαν, ἐζήτησαν πρὸς ἑαυτοὺς τίς ἐστιν ὁ λόγος· δείκνυσι δὲ τοῦτο, καὶ ἐκ τοῦ μὴ εἰπεῖν αὐτοὺς λυμαίνεσθαι, ἀλλὰ διδάσκειν τοὺς Ἓλληνας. Τί δέ ἐστι διασποράν; οὕτω τὰ ἔθνη ἐκάλουν οἱ Ἰουδαῖοι ὡς πανταχοῦ διεσπαρμένα. Διὰ τι ἐπεσημήνατο ὁ Εὐαγγελιστὴς, ὅτι “ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ;“διὰ τὸ τὴν πρώτην καὶ τὴν τελευταίαν μεγάλην εἶναι· τὰς γὰρ μεταξὺ μᾶλλον εἰς τρυφὴν ἀνήλισκον· ἐν τῇ ἐσχάτῃ δὲ ὁ Χριστὸς διαλέγεται, ὅτι ἐν αὐτῇ πάντες ἦσαν συγκεκροτημένοι· ἐν μὲν γὰρ τῇ πρώτῃ οὐ παρεγένετο, ἀλλ’ οὐδὲ ἐν τῇ ἐσχάτῃ, ὅτε ἀνεχώρουν οἴκαδε ἐφόδια αὐτοῖς δίδωσιν εἰς σωτηρίαν.

  100. 9.125

    Ἀμμωνίου πρεσβυτέρου. Ἐπειδὴ ὁ νόμος κλητὴν ἁγίαν καλεῖ τὴν ἑβδόμην ἔθει παλαιῷ, καὶ ὁ Εὐαγγελιστὴς ἀκολουθήσας μεγάλην αὐτὴν εἶπε.

← Previous · Next → — showing 301400 of 914

First Thousand Years of Greek. CTS URN tlg4102.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.