Catena In Lucam
- 17.1
Περὶ τῶν μακαρισμῶν.
- 17.2
Προαποφήνας παντὸς ἀγαθοῦ τὴν διὰ Θεοῦ πτωχείαν γινομένην, μένην, καὶ τὸ πεινῆν καὶ κλαίειν οὐκ ἄμισθον ἔσεσθαι τοῖς ἁγίοις εἰπὼν, μεθίστησι τὸν λόγον ἐπὶ τὰ ἐναντίως ἔχοντα τούτοις. φησὶ γὰρ, “οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν “οὐαὶ οἱ ἐμπεπλησμένοι ὅτι πεινάσετε. οὐαὶ ὑμῖν οἱ γελῶντες “ὅτι πενθήσετε καὶ κλαύσετε· οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι·” δείκνυσι δὲ ταῦτα κολάσεως ὄντα καὶ δίκης ἐμποιητικὰ, ἵνα τῷ φόβῳ τῆς ἐπηρτημένης κολάσεως φεύγωσι μὲν τὸ πλουτεῖν, καὶ τὸ ἐν τρυφαῖς εἶναι καὶ γέλωτι, τουτέστιν, ἐν τέρψεσι κοσμικαῖς, τῇ δὲ τῶν στεφάνων ἐπιθυμίᾳ, ὧν κληρόνομοι γενήσονται οἱ μακαρισθέντες, σαγηνεύονται πρὸς τοὺς πόνους, καὶ τὴν διὰ Θεὸν αἱρεῖσθαι πτωχείαν σπουδάσωσι. Καὶ γὰρ τοὺς μὲν κληρονόμους ἔσεσθαι τῆς τῶν οὐρανῶν βασιλείας φησί· τοὺς δὲ ἐσχάταις περιπετεῖσθαι συμφοραῖς· “ἀπέχετε γὰρ,” φησὶ, “τὴν παράκλησιν “ὑμῶν.” Λέγει δὲ καὶ τὴν ὁμοίαν τιμωρίαν ὑπομεῖναι καὶ τοὺς ὑπὸ πάντων ἀνθρώπων ἐπαινεῖσθαι θέλοντας.
- 17.3
Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Εἰς καινότητα ζωῆς εὐαγγελικῆς, μετὰ τὴν χειροτονίαν καταρυθμίζων τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτῆρ’, ταῦτά φησι· περὶ ποίων δὲ ἄρα πτωχῶν ταῦτα λέγει ἀναγκαῖον ἰδεῖν. Ἐν μὲν γὰρ τῷ κατὰ Ματθαῖον μακαρίους ἔσεσθαι φησὶ τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ αὐτῶν εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν, ἵνα νοῶμεν πτωχοὺς τῷ πνεύματι, τὸν μετριόφρονα καὶ συνεσταλμένον ὥσπερ ἔχοντα νοῦν· ἀξιοζήλωτος δὲ ὁ τοιοῦτος καὶ Θεῷ γνώριμος· καὶ γοῦν ἔφη δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “καὶ ἐπὶ τίνα βλέψω, ἀλλ’ ἢ ἐπὶ ταπεινὸν καὶ ἡσύ- “χιον καὶ τρέμοντά μου τοὺς λόγους;“Ἔφη δὲ καὶ ὁ προφήτης Δαβὶδ, “ὅτι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ “Θεὸς οὐκ ἐξουδενώσει.” καὶ μὲν αὐτὸς ὁ Σωτὴρ, “μάθετε ἀπ’ “έμοῦ,” φησὶν, “ὅτι πραύς εἰμὶ καὶ ταπεινὸς τῇ καρδίᾳ” ἐν τοῖς προκειμένοις ἡμῖν ἀναγνώσμασι μακαρίους ἔσεσθαι φησι τοὺς πτωχοὺς, οὐ προσκειμένους τῷ πνεύματι, οὐκ ἀλλήλοις ἐναντιούμενοι, ἀλλὰ μεριζόμενοι πολλάκις τὰ διηγήματα, καὶ ποτὲ μὲν διὰ τῶν αὐτῶν βαδίζουσι κεφαλαίων, ποτὲ δὲ τῷ ἑνὶ παραλειφθὲν, ἕτερος ταῖς ἰδίαις ἐντίθησι συγγραφαῖς, ἵνα μηδὲν τῶν ἀναγκαίων εἰς ὄνησιν λαθεῖν δυνηθῇ τοὺς πιστεύοντας εἰς Χριστόν. Ἔοικε τοίνυν πτωχοὺς ὀνομάζειν ἐν τούτοις τοὺς ἀφιλοπλούτους καὶ φιλοκερδίας κρείττονας καὶ τὸν τρόπον ἔχοντας ἀφιλάργυρον· καὶ γε οὖν ὁ σοφώτατος Παῦλος ἀρίστων ἡμῖν μαθημάτων εἰσηγητὴς ἀνεδείκνυτο λέγων, “ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παρ- “οῦσι.” προσετίθει δὲ τούτοις, ὅτι “ἔχοντες διατροφὰς “σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.” Ἔδει γὰρ, ἔδει τὸ σωτήριον καὶ εὐαγγελικὸν μέλλοντας αὐτοὺς διαγγέλλειν κήρυγμας τοῖς ἁπανταχόσε, ἀφιλόπλουτον ἔχειν τὸ φρόνημα, καὶ εὔσχολον ἐπὶ τὰ κρείττω τὴν ἐπιθυμίαν. Οὐ πάντων δὲ τῶν ἐν εὐπορίᾳ ὄντων ὁ λόγος καθάπτεται, μόνων δὲ ἐκείνων τῶν περὶ τὰ χρήματα τὸν πόθον κεκτημένων. τίνες δέ εἰσιν οὗτοι; οἱ μὲν τῆς τοῦ Κυρίου φωνῆς ἀκούοντες λέγουσι, “μὴ θησαυρίζετε ὑμῖν θησαυ- “ροὺς ἐπὶ τῆς γῆς, ὅπου σῆς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου “κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν μᾶλ- “λον θησαυροὺς ἐν οὐρανῷ. Ὅπου γάρ ἐστιν ὁ θησαυρός “έκεῖ ἔσται καὶ ἡ καρδία σου.
- 17.4
Ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας.
- 17.5
Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Οὐ γὰρ ἰσχὺν ἐδανείζετο τὴν πη ἑτέρου Χριστὸς, ἀλλ’ αὐτὸς ὣν φύσει Θεὸς, εἰ καὶ γέγονε σὰρξ, τὴν ἐπὶ τοῖς κάμνουσιν ἐκπέμπων δύναμιν ἰᾶτο πάντας.
- 17.6
Αἱ διδασκαλίαι αἱ ἐφεξῆς ἐγράφοντο εἰς τὸ κατὰ Ματθαῖον, ἕως “καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα· ὁμοίως καὶ περὶ τοῦ ἑκατοντάρχου προεγράφη.
- 17.7
Λέγει δὲ ὁ Χρυσόστομος εἰς τὸ κατὰ Ματθαῖον, ἑρμηνεύων τὰ περὶ τοῦ ἑκατοντάρχου, τὸν αὐτὸν εἶναι τὸν εἰς τὸν Λουκᾶν, τὸν δὲ εἰς τὸν Ἰωάννην ἕτερον.
- 17.8
Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὅταν ἀκούῃς τῶν Εὐαγγελίων λεγόντων, μὴ βαρηθῇς τὴν διάνοιαν, ἀλλὰ προθυμήθητι τὴν προαίρεσιν· οὐ γὰρ ἄτονος, οὐδὲ πρὸς τὰ εὔκολα εὔτονος· ὁ δὲ πρόθυμος καὶ πρὸς τὰ δυσχερῆ δυνατὸς, “λάβετε,” φησὶ, “ζυγόν μου, καὶ ἴδετε ὅτι ἐλαφρόν ἐστι τὸ φορτίον μου·“ ἐὰν γὰρ ὅλως αὐτὸν βαστάζῃς, τὸ δοκοῦν εἶναί σοι βαρὺ, εὑρίσκεται κουφότατον πρὸς τὴν πεῖραν.
- 17.9
Κυρίλλου Ἀλλεξανδρείασ. Ἀληθεύει λέγων ὁ μακάριος Παῦλος, ὅτι “εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·” πάντα γὰρ γέγονεν ἐν αὐτῶ τε καὶ δι’ αὐτοῦ καινά· καὶ διαθήκη καὶ νόμος καὶ πολιτεία. Ἄθρει δὲ ὅπως πρεπωδεστάτη λίαν ἐστὶ τοῖς ἁγίοις μυσταγέγησις ἡ τοιάδε πολιτεία καὶ ζωή. ἔμελλον τοῖς ἁπανταχόσε γῆς τὸ σωτήριον ἐξαγγέλλειν κήρυγμα, καὶ ἦν ἐντεῦθεν προσδοκᾷν, οὐκ εὐαριθμήτους ἔσεσθαι τοὺς διώκοντας αὐτοὺς, καὶ πολυτρόπως ἐπιβουλεύοντας. ἀλλ’ εἰ συνέβη ταῖς τοιαύταις λύπαις ἀχθεσθῆναι τοὺς μαθητὰς, εἶτα θέλειν ἀμύνεσθαι τοὺς λελυπηκότας, ἐσίγησαν ἄν, καὶ παρέδραμον αὐτοὺς, οὐκέτι τὸ θεῖον αὐτοῖς παρατιθέντες κήρυγμα, οὐ καλοῦντες εἰς ἐπίγνωσιν ἀληθείας. ἔδει τοίνυν ταῖς οὕτω σεπταῖς ἀνεξικακίαις τὸν τῶν ἁγίων μυσταγωγὸν ἀναχαιτίσαι d νοῦν, ἵνα πάντα γενναίως φέρωσι τὰ συμβαίνοντα, κἂν ὑβρίζωσί τινες, κἂν ἀνοσίως ἐπιβουλεύωσι. Πέπραχε δὲ τοῦτο καὶ πρό γε τῶν ἄλλων αὐτὸς εἰς ὑποτύπωσιν ἡμετέραν. ἔτι γὰρ ἀπηρτισμένος τοῦ τιμίου σταυροῦ, καίτοι τῆς Ἰουδαίων πληθύος ἐπιγελώσης αὐτῷ, τὰς πρὸς Θεὸν καὶ Πατέρα λιτὰς ὑπὲρ αὐτῶν ἐποιεῖτο λέγων, “ἄφες αὐτοῖς, ὅτι οὐκ οἴδασι τι ποιοῦσι.” Ναὶ μὴν καὶ ὁ μακάριος Στέφανος καί τοι βαλλόμενος λίθοις, θεὶς τὰ γόνατα προσηύξατο λέγων, “Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν “ἁμαρτίαν ταύτην.” Καὶ ὁ μακάριος δὲ Παῦλος, “εὐλογού- “μένοι εὐλογοῦμεν, δυσφημούμενοι παρακαλοῦμεν. οὐκοῦν ἀναγκαῖα μὲν ἡ τοιάδε παραίνεσις τοῖς ἁγίοις Ἀποστόλοις, χρησιμωτάτη δὲ καὶ ἡμῖν αὐτοῖς εἴς τε τὸ χρῆναι βιοῦν ὀρθῶς καὶ τεθαυμασμένως· μεστὴ γάρ ἐστι πάσης φιλοσοφίας. δυσκατόρθωτον δὲ ἀποτελοῦσιν αὐτὴν ταῖς ἡμετέραις διανοίαις προλήψεις οὐκ ἀγαθαὶ, καὶ τῶν ἐν ἡμῖν ὄντων παθῶν ἡ δυσκαταγώνιστος τυραννίς.
- 17.10
Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν, οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.
- 17.11
Τοῦ αὐτοῦ. Ἀλλ᾿ Ἀλλ’ ἣν εἰκὸς τοὺς ἁγίους τάχα που δυσκατόρθωτα εἶναι τὰ εἰρημένα· ὁ τοίνυν τὰ πάντα εἰδὼς, τὸν τῆς ἐν ἡμῖν φιλαυτίας νόμον δέχεται βραβευτὴν, ὧν ἂν βούλοιτό τις περ ἑτέρου τυχεῖν. Γενοῦ γὰρ τοιοῦτος, φησὶν, εἰς ἑτέρους αὐτὸς, ὁποίους περ ἂν θέλῃς εἶναι περὶ σέ· εἰ μὲν σκληροὺς καὶ ἀσυμπαθεῖς, θρασεῖς καὶ ὀργίλους, μνησικάκους καὶ πονηροὺς, ἕσο καὶ αὐτὸς τοιοῦτος· εἰ δὲ τοὐναντίον, χρηστοὺς καὶ ἀμνησικάκους, μὴ ἀφόρητον ἡγοῦ τοιοῦτον εἶναι σε· καὶ τάχα που τοῖς οὕτω διακειμένοις περιττὸς ὁ νόμος, ἐγγράφοντος Θεοῦ ταῖς καρδίαις ἡμῶν τὴν τοῦ ἰδίου θελήματος γνῶσιν· “Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις,” φησὶ, “λέγει “Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ “τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς” Τοῦ αὐτοῦ. Ἄριστον καὶ τοῦτο χρῆμα καὶ Θεῷ θυμαρέστατον, καὶ ὁσίαις ψυχαῖς τοῦτο μάλιστα πρέπον· ὅτι δὲ πλουσιωτέρᾳ χειρὶ ληψόμεθα τὴν ἀντέκτισιν παρὰ τοῦ πάντα πλοῦς ἴως νέμοντος Θεοῦ τοῖς ἀγαπῶσιν αὐτὸν, αὐτὸς πεπληροφόρηκεν, εἰπὼν, “ὅτι μέτρον καλὸν πεπιεσμένον, ὑπερεκχυνόμενον δώσωσιν εἰς “τὸν κόλπον ὑμῶν.”
- 17.12
Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου;
- 17.13
Τοῦ αὐτοῦ. Πᾶν’ χαλεπὸν ἀποκείρει πάθος τῶν ἡμετέρων διανοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γένεσιν. καί τοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι καὶ κατὰ Θεὸν πολιτεύεσθαι· τοῦτο μὲν οὐ δρῶσι, πολυπραγμονοῦσι δὲ τὰ ἑτέρων, κἂν ἀσθενοῦντας ἴδωσι τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀῤῥωστημάτων, φιλοψογίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα, καὶ καταλαλιᾶς ἀφορμήν· καταψηφίζονται γὰρ αὐτῶν, οὐκ εἰδότες ὅτι τὰ ἴσα νοσοῦντες τοῖς παρ’ αὐτῶν διαβεβλημένοις ἑαυτοὺς κατακρίνουσιν· οὕτω που καὶ ὁ σωφώτατος γράφει Παῦλος· “ἐν ᾧ γὰρ κρίνεις τὸν “ἕτερον, ἑαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράττεις ὁ κρίνων.” καίτοι μᾶλλον ἐχρῆν ἀσθενοῦντας ἐλεεῖν ὡς ταῖς τῶν παθῶν ἐφόδοις ὑπεστρωμένους, καὶ τοῖς τῆς ἁμαρτίας βρόχοις ἀφύκτως ἐνειλημμένους, καὶ ὑπερεύχεσθαι τῶν τοιούτων, καὶ παρακαλεῖν αὐτοὺς καὶ διεγείρειν εἰς νῆψιν, καὶ πειρᾶσθαι μὴ τοῖς ἴσοις περιπεσεῖν αἰτιάμασιν· “ὁ γὰρ κρίνων τὸν ἀδελφὸν,” καθά φησιν ὁ τοῦ Χριστοῦ μαθητὴς, “ “καταλαλεῖ νόμου καὶ εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς, ἄνω γὰρ δεῖ τῆς ἁμαρτανούσης φύσεως εἶναι τὸν ταύτης κριτήν· σὺ δὲ μὴ τοιοῦτος ὣν, τί κρίνεις τὸν πλησίον; ἀπολογήσεται τῷ κριτῇ ὁ ἁμαρτάνων. εἰ δὲ τολμᾶς κατακρίνειν, καί τοι τούτου μὴ ἔχων τὴν ἐξουσίαν, κατακριθήσῃ μᾶλλον αὐτὸς, ὡς οὐκ ἐῶντος τοῦ νόμου τὸ κρίνειν ἑτέρους.
- 17.14
Τοῦ αὐτοῦ. Ἐξ ἀναγκαίων ἡμᾶς ἀναπείθει λογισμῶν ἀποσχέσθαι μὲν τοῦ βούλεσθαι κρίνειν ἑτέρους· τὴν ἑαυτῶν δὲ μᾶλλον καρδίαν περιεργάζεσθαι, καὶ τῶν ἐνόντων αὐταῖς παθῶν ἀπαλλάττεσθαι ζητεῖν, αἱροῦντας τοῦτο παρὰ Θεοῦ. Αὐτὸς γάρ ἐστιν ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ καρδία, καὶ ψυχικῶν ἡμᾶς νοσημάτων ἐλευθερῶν. Τί γὰρ, εἰ νοσῶν αὐτὸς τὰ ἔτι μείζω καὶ χαλεπώτερα τῶν ὄντων ἐν ἑτέροις ἀφεὶς τὰ κατὰ σεαυτὸν, ἐκείνοις ἐπιτιμᾷς; οὐκοῦν ἅπασι μὲν τοῖς ἐθέλουσιν εὐσεβῶς ἀναγκαία εἰς ὄνησιν ἡ ἐντολὴ, μάλιστα δὲ τοῖς τὸ διδάσκειν ἑτέρους ἐγκεχειρισμένοις· εἰ μὲν γὰρ εἶεν ἀγαθοὶ καὶ νηφάλιοι, εἰκὸς, ζωῆς εὐαγοῦς τὰ καθ’ ἑαυτοὺς ἀναστήσοντες τοῖς μὴ τὰ ἴσα δρᾷν ἑλομένοις, εὐπροσώπως ἐπιτιμήσωσιν, ὅτι μὴ τοὺς τῆς ἐνούσης αὐτοῖς ἐπιεικείας ἀνεμάξαντο τρόπους. Εἰ δὲ ῥάθυμοι τινες εἶεν καὶ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς εὐάλωτοι, πῶς ἃν ἑτέροις τὰ ἴσα νοσοῦσιν ἐπιτιμήσειαν;
- 17.15
Ωριγένουσ. Δένδρον ἀγαθὸν τὸ Πνεῦμα τὸ Ἅγιον, πονηρὸν ὁ διάβολος καὶ οἱ τούτου ὑπηρέται. ὁ ἔχων τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον, τοὺς τούτου καρποὺς ἐπιδείκνυται, οὓς ἀπαριθμεῖται ὁ ἀπόστολος Παῦλος. ὁ δὲ δύναμιν ἀντικειμένην ἔχων, τῆς ἀτιμίας τὰ πάθη ἀκάνθας καὶ τριβόλους ἀνατέλλεται.
- 17.16
Τίτου Βοστρῶν. Διαφύγωμεν τὴν φθορὰν τῆς ἁμαρτίας, καὶ ὅταν λέγῃ ὁ Σωτῆρ’ καὶ Κύριος ἡμῶν, “οὐκ ἔστι δένδρον ἀγαθὸν “ποιοῦν καρπὸν σαπρὸν,” μὴ λάβῃς συγγνώμην ἑαυτῷ τῆς ῥᾳθυμίας· τὸ μὲν γὰρ δένδρον φύσει κινεῖται, σὺ δὲ προαιρέσει πολιτεύῃ· καὶ πᾶν δένδρον μὴ φέρον καρπὸν, εἰς ἄλλην χρείαν κατεσκευάσθαη, σὺ δὲ εἰς ἐργασίαν ἀρετῆς ἀνεδείχθης.
- 17.17
Μῆ τις τοίνυν αἱρετικὴν ἀκοὴν παρεισφέρων κακῶς νοείτω ταῦτα. Εἰ γὰρ φύσει κακὸς τυγχάνεις, τί μανθάνεις; εἰς τί διδάσκῃ; τὸ γὰρ φύσει ὂν ἀμετάβλητον πρᾶγμα· εἰ δὲ ἡ μεταβολὴ διδάσκει καὶ ὁ λόγος ἐντρέπει καὶ ἡ παραίνεσις μεταποιεῖ, καὶ ἡ διδασκαλία μεταβάλλει τὴν διάνοιαν, ἡ μὲν ὑποψία τῆς ἀνάγκης ἐκβάλλεται, τὸ δὲ δόγμα τῆς προαιρέσεως ὁμολογεῖται. Διὰ τοῦτο καὶ κλῆσις, διὰ τοῦτο καὶ διδασκαλία, διὰ τοῦτο καὶ Χριστὸς παρεγένετο. Εἰ γὰρ ἦν ἀμετάβλητα φύσει τὰ πράγματα, μάτην ταῦτα ἐγίνετο· νῦν δὲ ὅρα μοι τὴν μεταβολὴν, καὶ νόει μοι τὴν προαίρεσιν· οὐδεὶς αἰτιᾶται τὰ ἄλογα ζῷα φύσει κινούμενα, ἀλλὰ τοὺς πρὸς τὴν ὁμοιοτροπίαν τῶν ἀλόγων ἀντ’ ἐξουσίας ἐκκλίνοντας ἀνθρώπους.
- 17.18
Ἐξ ἀνεπιγράφου. Πόλλα τὰ προπολεμοῦντα, καὶ λοὺς ὁ ἀγὼν ἀνθρώποις δαίμονας, πάθη ψυχῆς, ὀδύνας σωμάτων καὶ θλίψεις πραγμάτων. πλὴν εἰ ταῦτα ἐπέλθῃ, βεβαιοῦσι τὸν ἐν τοῖς τοῦ Κυρίου παραγγέλμασι διὰ τῆς καθ’ ἑκάστην ἡμέραν ἀσκήσεως, ἵνα μὴ καθάπερ βιαίων ὑδάτων ἐμβολὴ προελθοῦσα, σαθρὰ τὰ ἐν ἡμῖν δόγματα διασκεδάσει, ἀλλ’ ἐν εὐδοκιμήσει τοῖς ἐναντιουμένοις πράγμασιν ἀκατάλυτος οὖσα ἡ ἀρετὴ, καὶ μὴ τῷ πτώματι περιφανεῖς ἀλλὰ τῇ νίκῃ γενώμεθα· περιφανὲς γὰρ καὶ τὸ πτῶμα τῶν μεγάλα δεδιδαγμένων, ὅταν μεγάλων ἀποπίπτωσι. Περιφανὴς δὲ καὶ ἡ δόξα τῶν ἐν πίστει βεβαίων, ὅτι ἐπὶ μεγάλοις στηρίζονται.
- 18.1
Περὶ τοῦ Ἑκατοντάρχου.
- 18.2
Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾶν.
- 18.3
Ανήρ τις ἐπεικὴς καὶ τῇ τῶν ἠθῶν χρηστότητι διαπρέπων, καὶ στρατιωτῶν ἡγούμενος τοῖς οἰκοῦσι τὴν Καπαρναοὺμ, συνέστιος ἦν· τούτου συνέβη τινὰ τῶν γνησίων οἰκετῶν ἀρρωστίᾳ περιπεσεῖν, καὶ ὡς ἐν ἐσχάταις ὁρᾶσθαι λοιπὸν ἐκπνοαῖς. Καὶ ἤκουσε, φησὶ, τὰ περὶ τοῦ Ἰησοῦ· εἶτα πέμπει πρὸς αὐτὸν, ὡς παρὰ Θεοῦ δηλονότι τὰ ὑπὲρ ἀνθρώπου φύσιν τε καὶ δύναμιν ἐξαιτῶν· ἠξίου γὰρ τῶν τοῦ θανάτου δεσμῶν ἀπαλλάττεσθαι τὸν ἐσχάτῃ νόσῳ κατειλημμένον.
- 18.4
Δηλώσαντος δὲ τοῦ Εὐαγγελιστοῦ περὶ τῶν ἀπεσταλμένων πρὸς τὸν Κύριον ὑπὸ τοῦ ἑκατοντάρχου, οὐκ ἀργῶς καὶ ὡς ἔτυχε χρὴ σκοπεῖν ἡμᾶς καὶ ἐν τούτῳ τὴν τοῦ Κυρίου θαυματουργίαν, ἐλέγχοντος τὴν τῶν Ἰουδαίων ἀγνωμοσύνην, διὰ τῶν Ἰουδαίων αὐτῶν λέγων “παραγενόμενοι” γὰρ, φησὶ, “πρὸς τὸν Ἰησοῦν, παρεκά- “λουν αὐτὸν σπουδαίως λέγοντες, ὅτι ἄξιός ἐστιν, ᾧτ’ παρέξει “τούτῳ.” οἱ γὰρ τὴν εἰς αὐτὸν πίστιν παραιτούμενοι αὐτὸν ἐνδείκνυσθαι τοῖς πιστεύουσιν ἐθνικοῖς, ὅτι Θεός ἐστιν ἀληθῶς. τίνος γάρ ἐστιν ἄλλου τὸ ῥύεσθαι ἐκ θανάτου; ὅθεν εἰκότως ἐξώσθησαν μὲν οὗτοι οἱ ἀγνώμονες· εἰ ἐκλήθη δὲ καὶ προσεδέχθη τὰ ἔθνη, ἑτοιμοτέραν ἐσχηκότα τὴν καρδίαν εἰς τὸ πιστεύειν ἐπὶ τὸν Κύριοι κἂν τὰ μάλιστα πρότερον ἦσαν ἐν ἁμαρτίαις πολλαῖς, διὰ τὴν τοῦ Θεοῦ ἀγνωσίαν, κατὰ τὸ “ἐπληθύνθησαν αἱ ἀσθένειαι “αὐτῶν,” καὶ τὰ ἑξῆς. πάλιν τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὐσσου e.
- 19.1
Περὶ τοῦ υἱοῦ τῆς Χήρας.
- 19.2
Τίνος ἕνεκεν μετὰ τὸ ἰάσασθαι τὸν δοῦλον τοῦ ἑκατοντάρχου, μὴ καλούμενος ὑπό τινος ἐπὶ νεκροῦ ἀνάστασιν πορεύεται ὁ πάντα εἰδὼς, καὶ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἀνέχων; “καὶ” γάρ φησιν, “ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν,” καὶ τὰ ἑξῆς· οὐχ ἁπλῶς ἀλλ’ οἰκονομικώτατα δρῶν, ἵνα μὴ λέγωσί τινες ὅτι οὐ παντελῶς ἔμελλε τελευτᾷν ὁ τοῦ ἑκατοντάρχου παῖς· κἂν εἰ τοῦτο γέγραφεν ὁ Εὐαγγελιστὴς, τὰ πρὸς χάριν μᾶλλον ἢ τὰ πρὸς ἀλήθειαν ἀφηγούμενος, βουλόμενος τὴν ἀκόλαστον τῶν τοιούτων ἀποφράξαι γλῶτταν. Διὰ τοῦτο ὑπήντησε Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ ἐκκομιζομένῳ τεθνεῶτι, καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, καὶ τὸν νεανίσκον ἀνίστησιν ὁ παντοδύναμος λόγῳ τε καὶ ἁφῇ. Διὰ τί δὲ οὐ λόγῳ μόνῳ ἐπλήρου τὸ θαῦμα, ἀλλὰ καὶ ἥψατο τῆς σοροῦ; ἵνα μάθωμεν ὅτι τὸ σῶμα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, σῶμα ζωῆς ἐστι, καὶ σὰρξ τοῦ πάντα ἰσχύοντος Λόγου. Ἐπειδὴ γὰρ ἰδία γέγονε τοῦ λόγου ἡ σὰρξ τοῦ πάντα ζωογονοῦντος, διὰ τοῦτο ζωοποιός ἐστι καὶ αὐτὴ, καὶ θανάτου καὶ φθορᾶς ἀναιρετική.
- 19.3
“Ἀνεκάθισε” γὰρ, φησὶν, “ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν,” μὴ κατὰ φαντασίαν δόξη τισὶν ἐγηγέρθαι· καὶ γὰρ ἀληθοῦς ἀναστάσεως ὑπῆρχον ταῦτα σημεῖα· ἄψυχον γὰρ σῶμα οὔτε ἀνακα θίσαι οὔτε λαλῆσαι δύναται· ὅθεν “καὶ ἔδωκεν αὐτὸν,” φησὶ, “τῇ μητρὶ αὐτοῦ·
- 19.4
Καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες, Ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν.
- 19.5
Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Μέγα δὲ τοῦτο παρά γε ἀναισθήτῳ καὶ ἀχαρίστῳ λόγῳ, μικρὸν γὰρ ὕστερον οὐδὲ γὰρ προφήτην, οὐδὲ εἰς ἀγαθὸν τοῦ λαοῦ πεφηνότα νομίζουσιν αὐτὸν, ἀλλὰ τὸν τοῦ θανάτου καταλύτην θανάτῳ παραδιδόασιν, οὐκ εἰδότες ὅτι τότε δὴ, τότε κατέλυε θάνατον, ἡνίκα ἐφ’ ἑαυτοῦ τὴν ἀνάστασιν ἐποιήσατο.
- 20.1
Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννη.
- 20.2
Ἐπειδὴ δὲ τὸ παράδοξον τοῦ θαύματος εἰς φόβον ἤγαγεν ἅπαντας τοὺς τότε παρόντας, διελαλήθη τε καὶ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, καὶ αὐτῷ δὲ τῷ ἁγίῳ βαπτιστῇ ἀπήγγειλάν τινες τῶν μαθητῶν· προσκαλεσάμενος οὖν ἔπεμψεν αὐτοὺς πρὸς τὸν Κύριον, “λέγων, “σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδκῶμεν;”
- 20.3
Διὰ τι δὲ αὐτοὺς ἀπέστειλε, προεγράφετο εἰς τὸ κατὰ Ματθαῖον, ἕως “καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.”
- 20.4
Κυρίλλου Ἀλεξανδρείασ. Οὐκ ἠγνόησεν ὁ μακάριος βαπτιστὴς τὸν ἐνανθρωπήσαντα τοῦ Πατρὸς λόγον· μὴ τοῦτο ὑπολάβῃς· ᾔδει γὰρ καὶ μάλα σαφῶς, ὅτι αὐτός ἐστιν ὁ ἐρχόμενος· εἰργάζετο δέ τι σοφὸν καὶ εὐμήχανον, καὶ ὅπερ ἦν εἰκὸς, οὐ μετρίως ὀνίνησι τοὺς ὑπ’ αὐτοῦ μαθητευομένους· οἱ μὲν γὰρ οὔπω Χριστὸν εἰδότες, ἤτοι τὴν δόξαν αὐτοῦ καὶ τὴν κατὰ πάντων ὑπεροχὴν, ἠρέμα πῶς καὶ ὑπεδάκνοντο, θαυματουργοῦντος αὐτοῦ, καὶ ταῖς τῶν δρωμένων ὑπερβολαῖς νικῶντος τὸν βαπτιστήν.
- 20.5
Καὶ μετ’ ὀλίγα· τι οὖν ἄρα βούλεται νοεῖν ἐρωτῶν καὶ “λέγων, “σὺ εἶ ὁ ἐρχόμενος, ἣ ἕτερον προσδοκῶμεν;” ἔφαν τοίνυν ὅτι πλάττεται τὴν ἄγνοιαν οἰκονομικῶς, οὐχ ἵνα μάθοι μᾶλλον αὐτός· ᾔδει γὰρ ὡς πρόδρομος τὸ μυστήριον, ἀλλ’ ἵνα πληροφορηθῶσιν οἱ αὐτοῦ μαθηταὶ, ὅση τίς ἐστιν ἡ τοῦ Σωτῆρος ὑπεροχὴ, καὶ ὅτι τῆς θνεοπνεύστου γραφῆς ὁ λόγος, τὸν μὲν ὡς Θεὸν καὶ Κύριον ἥξοντα προμεμήνυκεν· οἱ δὲ ἄλλοι πάντες ἦσαν οἰκέται προαπεταλμένοι, δεσπότου ἑτοιμάζοντες τὴν ὁδὸν Κυρίου, καθὰ γεγραπται· ἐκλήθη τοίνυν διὰ τῶν προφητῶν ὁ ἐρχόμενος, ὁ τῶν ὅλων Σωτῆρ’ καὶ Κύριος.
- 20.6
Τοῦ αὐτοῦ. Εἰδὼς ὡς Θεὸς ὁ Χριστὸς τὴν οἰκονομίαν τοῦ πράγματος καὶ τῆς τῶν Ἰωάννου μαθητῶν ἀφίξεως τὴν αἰτίαν, κατ’ ἐκεῖνο δὴ μάλιστα τοῦ καιροῦ πολλαπλασίας τῶν ἤδη γεγενημένων εἰργάζετο θεοσημείας· γεγονότες οὖν ἄρα τῆς ἐνούσης αὐτῷ μεγαλοπρεπείας ἐπόπται καὶ θεωροὶ, καὶ πολὺ τὸ θαῦμα τῆς ἐνούσης αὐτῷ δυνάμεως τε καὶ ἐνεργείας ἐν ἑαυτοῖς συλλέξαντες, προσάγουσι τὴν ἐρώτησιν ὡς ἐξ Ἰωάννου λέγοντες, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος; ἐνταῦθά μοι βλέπε τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸ εὐτεχνές· οὐ γὰρ ἁπλῶς ἔφη τὰ f ἀλλ’ ἀποφέρει μᾶλλον αὐτοὺς εἰς τὴν δι’ αὐτῶν τῶν πραγμάτων πληροφορίαν, ἵν ἐναφόρμως τὴν εἰς αὐτοὺς πίστιν παραδεξάμενοι, ὑπονοστήσωσι πρὸς τὸν ἀποστείλαντα αὐτούς· “πορευθέντες” γὰρ, φησὶ, “ἀπαγγείλατε Ἰωάννῃ, “ἃ ἴδετε g καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπα- “τοῦσι,” καὶ τὰ ἑξῆς. ταῦτα πάντα προαπηγγέλκασιν ὡς δι’ ἐμοῦ κατὰ καιροὺς οἱ μακάριοι προφῆται. Εἰ δὲ ἐγὼ γέγονα τῶν πάλαι προειρημένων ἀποτελετὴς, καὶ τούτων αὐτοὶ γεγόνατε θεωροὶ, μακάριος τοίνυν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοὶ·
- 20.7
Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Τοῦ ἁγίου Τίτου Βοστρῶν. Νομίζετε ὅτι Ἰωάννης μεταφέρεται ὧδε κἀκεῖ ὡς ὑπὸ πνευμάτων σαλευόμενος, ὥστε ποτὲ μὲν μαρτυρεῖν, ὅτι αὐτός εἰμι ὁ Χριστός· ἄλλοτε δὲ ἐρωτῶν, εἰ αὐτὸς ἐγώ εἰμι; οἶδα ἃ ποιεῖ· ἐμὸν τὸ πνεῦμα, ἐμὴ ἡ χάρις, ἐμὴ ἡ ἐκείνου οἰκονομία. Τί τοίνυν ἐξήλθετε εἰς τὴν ἔρημον, τὴν μηδὲν ἔχουσαν τερπνόν; ἵν ὡς διὰ τὴν ἐκείνου θέαν ἐξιέναι προφασίζησθε. Δῆλον τοίνυν, ὡς δι’ οὐδὲν ἕτερον καταλείψαντες τὰς πόλεις τὴν ἔρημον κατελάβετε, εἰ μὴ ὡς ἀντιποιούμενοι τοῦ ἀνδρὸς καὶ τοῦ ἀξιώματος. ἐρωτᾷ με οὐκ ἀγνοῶν, ἀλλ’ οἶδα τί ποιεῖ· οὐ γὰρ νῦν μὲν ὧδε, ἑτέρῳ δὲ ἄλλοτε μεταβαίνει.
- 20.8
Μῆ σχῆμα ἔχει περίβλεπτον; μὴ βασιλικὸν ἀξίωμα; μὴ βασιλικὸν εἶχεν ἐντολήν; μὴ γράμματα καὶ δόγματα καὶ νόμους ἐπεφέρετο βασιλικούς; μὴ ἀντιποιησόμενος ἦν κατὰ τὸ φαινόμενον; οὐχὶ τρίχινον ἱμάτιον ἐφόρει; οὐχὶ αὐτοσχέδιον εἶχε τὴν τροφήν; μήτι τοιοῦτον ὑμᾶς προετρέψατο ἐκεῖ ἀπελθεῖν;
- 20.9
Εἰ ὡς εἰς προφήτην χρησίμως ἀπήλθετε, καὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου ὁ μὲν γὰρ προφήτης προλέγει, οὗτος δὲ οὐ μόνον ἥξοντα προμεμήνυκεν, ἀλλὰ καὶ ὑπέδειξεν εἰπὼν, “ ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ “αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.” Ἄγγελον δὲ τὸν Ἰωάννην καλεῖ, οὐχ ὅτι ἦν Ἄγγελος, ἄνθρωπος γὰρ ἦν τὴν φύσιν, ἀλλ’ ὅτι ἀγγέλου ἔργον ἐποίει, ἀγγέλλων τοῦ Χριστοῦ τὴν παρουσίαν· οὗτος βάπτισμα ἐκήρυξε μετανοίας, ἵνα προλάβῃ ἡ μετάνοια τὴν ἄφεσιν· ἄνευ γὰρ μετανοίας ἄφεσις οὐ δίδοται. Εξ ἀνεπιγράφου. Ὄρα τὴν ἀκρίβειαν, μείζων ἐν γεννητοῖς γυναικῶν λέγει, ἵνα ἐξέλῃ τὴν παρθένον· ἐγεννήθη μὲν γὰρ ἐκ γυναικὸς, καὶ κατηξίωσε σῶμα ἐκ τοῦ ἡμετέρου φυράματος λαβεῖν, ἵνα τὸ ὅλον ἁγιασθῇ διὰ τῆς ἀπ’ ἀρχῆς. Γεννητῶν δέ φησι γυναικῶν τῶν κατὰ φύσιν τικτουσῶν, ἵνα ἰδίᾳ θῇ τὴν παρὰ φύσιν παρθενίαν.
- 20.10
Ἄλλοσ. Οἷον μέγα εἶχεν ἀξίωμα ὁ Ἰωάννης καὶ φοβερὸς ἦν τὴν ἔνστασιν, καὶ σεμνὸς τὴν ὄψιν, καὶ ἅγιος τὴν προαίρεσιν, καὶ ἀνεπίληπτος τὸν βίον, καὶ καθαρὸς τὴν διάνοιαν, καὶ πνευματοφορος τὴν χάριν, καὶ δυνατὸς ἐν πᾶσι, καὶ εὐγενὴς κατὰ πάντα. τοῦ γὰρ ἀρχιερέως υἱὸς ἦν, καὶ φοβερὸς τῷ λαῷ, συγκρινόμενος δὲ πρὸς τοὺς ἤδη πρὸς Θεὸν ἐκδημήσαντας, ἃν μέγας ἐστὶν, ἀλλ’ ὅμως ἔτι ἐν βίῳ ἀναστρέφεται, καὶ οὐδέπω ἀπέλαβε τὴν προσδοκωμένην ἐλπίδα· ὁ μικρότερος τοίνυν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν· οὐχ ὅτι καὶ Ἰωάννης οὐκ ἀπολήψεται, ἀλλὰ συγκρίνωμεν τὸ ἐνταῦθα ἀξίωμα, ἐκείνῃ τῇ προσδοκωμένῃ χάριτι. τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσιν ὅμοιοι; ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις.
- 20.11
Τοῦ ἁγιοῦ Κυρίλλου. Ἡνίκα ποῦ παιγνίου τις τρόπος τοῖς Ἰουδαίων παισὶν οὕτως ἔχων, εἰς μέρη δύο πληθὺς παιδίων ἐτέμνετο, ἃ καὶ τὴν τοῦ βίου γελῶντα τύρβην, καὶ τῶν ἐν αὐτῷ πραγμάτων τὸ ἀνώμαλον, καὶ τὴν ἑτέρως εἰς ἕτερα δεινὴν καὶ ἀθρόαν μεταβολὴν, τὰ μὲν ηὔλουν, τὰ δὲ ἐθρήνουν· ἀλλ’ οὔτε τοῖς αὐλοῦσι καὶ χαίρουσιν οἱ θρηνοῦντες συνήδοντο· οὔτε μὲν τοῖς κλαίουσιν οἱ τὸν αὐλὸν ἔχοντες συνεπλάττοντο· εἴτ’ ἀλλήλοις ἐνεκάλουν τρόπον τὸ ἀσυμπαθὲς ἤγουν ἀδιάθετον. τοιοῦτόν τι πεπονθέναι τοὺς τῶν Ἰουδαίων δήμους ὁμοῦ τοῖς προεστηκόσιν ἰσχυρίζετο ὁ Χριστός
- 21.1
Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
- 21.2
Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων, ἵνα φάγῃ μετ’ αὐτοῦ.
- 21.3
Χρὴ γινώσκειν ὅτι οὗτος ὁ Φαρισαῖος ὁ κεκληκὼς τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστὸν, δολερᾶς ὑποκρίσεως οὐκ ἀπήλλακτο, οὐδὲ τῆς ἐμφωλευούσης ἀπιστίας αὐτῷ, ὅθεν ἔφη, “εἰ ἦν “προφήτης,” καὶ τὰ ἑξῆς. Ὁ δὲ Κύριος καίπερ εἰδὼς αὐτὸν τοιοῦτον ὄντα, εἰσελθὼν εἰς τὸν οἶκον αὐτοῦ κατεκλίθη, “καὶ ἰδοὺ,” φησι, “γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλὸς, ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου καὶ τὰ ἑξῆς.
- 21.4
Οὐκ ἔστι δὲ αὕτη οὔτε ἡ παρὰ τῷ Ματθαίῳ, οὔτε ἡ παρὰ τῷ Μάρκῳ, οὔτε ἡ παρὰ τῷ Ἰωάννῃ μνημονευομένη, ἀλλ’ ἑτέρα τις. Κατανοῶν τοίνυν ἐγὼ καὶ κατεξετάζων ἐπιμελῶς τὴν διήγησιν καὶ τῶν εὐαγγελικῶν ῥημάτων ἐνατενίζων τῷ ἀκριβεῖ, τρεῖς εἶναι γυναῖκας λογίζομαι· καὶ ἐκ τῆς τῶν προσώπων ποιότητος, καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς πράξεως, καὶ ἐκ τῆς διαφορᾶς τοῦ καιροῦ. Ὁ μὲν γὰρ Ἰωάννης περὶ τῆς Μάριας τῆς ἀδελφῆς Λαζάρου καὶ Μάρθας ἐπαινουμένης σφόδρα καὶ θεοσεβοῦς, καὶ ἐν ταῖς μαθητιώσαις λελογισμένης τῷ Ἰησοῦ τοῦτό φησιν, ὧδέ πὼς διηγούμενος, “ὁ οὖν, Ἰησοῦς, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα “ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. “Ἐποίησαν οὖν αὐτῷ ἐκεῖ δεῖπνον. Ἡ δὲ Μάρθα διηκόνει, “δὲ Λάζαρος εἷς ἦν τῶν συνανακειμένων αὐτῷ· ἡ οὖν Μαρία “λαβοῦσα λίτραν μύρου νάρδου,” καὶ τὰ ἑξῆς. ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ· ἰδοὺ πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα· κατὰ τὴν οἰκίαν Μάριας καὶ Λαζάρου καὶ Μάρθας τοῦτο γεγονέναι σαφῶς ἱστόρησεν ὁ Εὐαγγελιστής· ὡς καὶ ἀνωτέρω τὸ αὐτὸ τοῦτο ἐξεῖπεν. “Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμά- “ξασα,” καὶ τὰ ἑξῆς, “ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει·” καὶ θαυμάσῃς εἰ κατὰ προαναφώνησεν ἐρρέθη· καὶ γὰρ περὶ τοῦ Ἰούδα φησὶν ὁ Μάρκος τὰ ὀνόματα τῶν ιβ΄ Ἀποστόλων ἀπαριθμούμενος, “καὶ Ἰούδας Ἰσκαριώτης ὃς καὶ παρέδωκεν αὐτόν.” καίτοι γε οὐδέπω παραδοὺς ἦν αὐτὸν, ἀλλὰ τὸ μέλλον, ὡς ἤδη γενόμενον ἔγραψεν· ὁ δέ γε Ματθαῖος ἐπάγει λέγων, “καὶ ἐγένετο ὅτε “ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μα- “θηταῖς αὐτοῦ, οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται,” καὶ τὰ ἑξῆς. “Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ “Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον “μύρου πολυτίμου, καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμενου. Σκόπει οὑν ὅτι εἰρηκότος τοῦ Ἰησοῦ, οἴδατε ὅτι “μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται·” οὕτως ἱστόρησεν αὐτὸν ὁ Εὐαγγελιστὴς γενόμενον κατὰ τὴν αὐτὴν Βηθανίαν ἐν τῆ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, καὶ ὑπὸ τῆς γυναικὸς τιμηθέντα τῷ μύρῳ, μὴ τῶν ποδῶν ἀλειφομένων, ἀλλὰ τοῦ ἀλαβάστρου καταχεομένου τῆς κεφαλῆς. ὥστε καὶ ὑπὸ τοῦ Ἰωάννου γραφὲν, ἐν τῷ οἴκῳ Μάριας καὶ Μάρθας, καὶ ἀπὸ τοῦ τρόπου τῆς πράξεως, ἐκεῖ μὲν γὰρ τοὺς πόδας ἤλειψε καὶ ἀπέμαξε ταῖς θριξὶ τῆς ἰδίας κεφαλῆς ἀλείψασα, ἐνταῦθα δὲ κατέχεεν ἐπὶ τῆς τοῦ Ἰησοῦ κεφαλῆς· καὶ ἀπὸ χρόνου· πρὸ μὲν γὰρ ἓξ ἡμερῶν ἔφη ὁ Ἰωάννης τοῦ Πάσχα γενέσθαι τὸ δεῖπνον ἐκεῖνο, Ματθαῖος δὲ πρὸ ἡμερῶν δύο καὶ μόνος· Λουκᾶς h δὲ περὶ τὰ μέσα τοῦ Εὐαγγελίου ἣ καὶ ἔτι πρὸ τούτου. “ἰδοὺ γὰρ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλὸς, ἐπι- “γνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα “ἀλάβαστρον μύρου, καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω “κλαίουσα,” καὶ τὰ ἑξῆς. “Ἰδῶν δὲ ὁ Φαρισαῖος ὁ “σὰς αὐτὸν, εἶπεν ἐν ἑαυτῷ λέγων, οὗτος εἰ ἦν προφήτης, ἐνί- “νωσκεν ἃν τίς καὶ ποταπὴ,” καὶ τὰ ἑξῆς. προδηλότατα γοῦν ἐκ τοῦ καιροῦ δέδεικται μὴ τὴν αὐτὴν ταῖς ἄλλαις γυναιξὶ ταῖς περὶ τὸν καιρὸν τοῦ πάθους τιμησάσαις τὸν Σωτῆρα τῷ μύρῳ· μηδὲν δὲ νομιζέτω διὰ τὸ καὶ τοῦτον τὸν Φαρισαῖον τὸν κεκληκότα αὐτὸν Σίμωνα προαγορεύεσθαι, τὸν αὐτὸν εἶναι Σίμωνα τῷ λεπρῷ· φαίνεται γὰρ ἐκεῖνος τεθεραπευμένος ὑπὸ τοῦ Ἰησοῦ, καὶ χαριστήριον ὥσπερ ἀποτιννὺς αὐτῷ τὴν εἰς τὴν οἰκίαν ἀποδοχήν. οὐ γὰρ ἃν εἰ μὴ τεθεράπευτο, παρ’ αὐτῷ κατέλυεν.
- 21.5
Κατεφίλει δὲ αὕτη οὐκ ἀργῶς, ἀλλὰ τῷ μύρῳ ἀλείφουσα τοὺς πόδας, τὴν πολλὴν στοργὴν ἐκ τούτου δεικνύουσα.
- 21.6
Ὁ δὲ Κύριος ὁ μὴ διὰ ῥημάτων μόνον ἀκούων, ἀλλὰ καὶ τὰς ἐνθυμήσεις καταλαμβάνων, ὡς καὶ τῶν προφητῶν δεσπότης ὑπάρ- χων, ἀπαγγέλλει τοὺς λογισμοὺς τοῦ Φαρισαίου λέγων· “Σίμων, ἔχω σοί τι εἰπεῖν, καὶ τὰ ἑξῆς.
- 21.7
Εἶτα εἰπόντος ἐκείνου, ᾧ τὸ πλέον ἐχαρίσατο, αὐτός φησι πρὸς αὐτόν· τί τοίνυν σὺ τοιαῦτα ἐνεθυμήθης; οὐδὲ γὰρ σὺ ἀναμάρ- τητος· εἰ γὰρ ἐλάττω χρεωστεῖς, ἀλλ’ οὐ μέντοι ἀπηλλαγμένος τυγχάνεις ἁμαρτημάτων· καὶ πολλάκις μὲν γίγνεται τὸν πολλὰ ἐπταικότα, δι’ ἐξομολογήσεως τῶν ἁμαρτημάτων ἀπαλλαγῆναι· τὸν δὲ ὀλίγα ἡμαρτηκότα, δι’ ὑπερηφανίαν μὴ προελθεῖν τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως, καὶ ὑποκεῖσθαι τῇ κολάσει· οὐδὲ γὰρ διὰ τὸ μὴ ἔχειν πολλὰ τῆς κρίσεως ἀπαλλάττεταί τις, ἀλλ’ ὁμοίως καὶ ἐπὶ τοῖς ὀλίγοις κατακρίνεται, μὴ τὴν προσήκουσαν καὶ ὑπὲρ αὐτῶν προσενέγκας ἐξομολόγησιν καὶ μετάνοιαν. ὡς γὰρ ἁμαρτωλὸς τωλὸς ἀπαρρησίαστος εὑρεθήσεται, ἐπὶ τοῦ φοβεροῦ βήματος, καὶ σὺ μὲν, φησὶ, τοῖς ἑτοίμοις οὐκ ἐχρήσω· ὕδωρ γάρ μοι ἐπὶ τοὺς πόδας οὐκ ἔδωκας· εὔκολος γὰρ τῶν ὑδάτων ἡ χρῆσις· αὕτη δὲ τὰ ἀνέτοιμα ἐξεκένωσε, τοῖς δάκρυσιν αὐτῆς βρέχουσά μου τοὺς πόδας· οὐ δὲ γὰρ εὔκολος ἡ τῶν δακρύων ἔκχυσις, καὶ ταῖς θριξὶν ἐξέμαξεν, ἵνα δι’ ὧν ἐθήρευσε πρὸς ἁμαρτίαν νεότητα, διὰ τούτων ἁγιοσύνηυ εὑρεθῇ θηρεύουσα· ἔτι δὲ καὶ κατεφρόνησάς μου· φίλημα γάρ μοι οὐκ ἔδωκας, οὐδὲ ἐλαίῳ τὴν κεφαλήν μου ἤλειψας· αὕτη δὲ μετὰ παντὸς πόθου καταφιλοῦσά μοι τοὺς πόδας, μύρῳ τούτους ἤλειψε· καὶ ἐπειδὴ εἶπας ἐν σεαυτῷ ”οὗτος εἰ ἦν προφήτης, “ἐγίνωσκεν ἃν, τίς καὶ ποταπὴ ἡ γυνὴ αὕτη ἥτις ἅπτεται αὐτοῦ, “ὅτι ἁμαρτωλός ἐστι” γνῶθι κἂν νῦν ἐκ τούτου ὅτι οὐκ ἠγνόουν, ὅτι καὶ τοὺς σοὺς διαλογισμοὺς ἐπίσταμαι καὶ τὰς ἁμαρτίας ταύτης γινώσκων· διὸ καὶ σὲ μὲν ὡς πάντα εἰδὼς ἐλέγχω, καὶ τὸν ὄγκον τῶν ἁμαρτημάτων ταύτης ἐπιστάμενος λέγω σοι “ὅτι ἀφέωνται “αὐτῆς αἱ ἁμαρτίαι,” καὶ τὰ ἑξῆς.
- 21.8
Εδοξε δὲ ὁ Εὐαγγελιστὴς, ὅτι καὶ ἕτεροι ἦσαν συνανακείμενοι, οὓς καὶ ἐξένισεν ὁ λεπρὸς, ὅτι οὐχ ὡς προφήτου ἦν, ἀλλ’ ὡς δεσπότου τὸ δίκαιον ἀπονέμοντος· τί δὲ ἦν τὸ δίκαιον; ἡ ἐξομολόγησις τῆς γυναικὸς καὶ τὸ δάκρυον καὶ ἡ τιμὴ, καὶ ἡ παρὰ τοὺς πόδας στάσις.
- 21.9
Εἶπε δὲ αὐτῇ ὁ Χριστός ἡ πίστις σου σέσωκέ σε. Διὰ τὸ πιστεῦσαι αὐτὴν ὅτι ἐξουσίαν ἔχει ἀφίεναι ἁμαρτίας.
- 21.10
Τὸ δὲ “πορεύου εἰς εἰρήνην” τοῦτο ἐστι τὸ μηκέτι ἁμαρτάνειν.
- 22.1
Περὶ τῆς παραβολῆς τοῦ σπείραντος.
- 22.2
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευε πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ.
- 22.3
Διοδεύων δὲ κατὰ πόλεις καὶ κώμας καὶ κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ ὁ οὐρανόθεν γενόμενος διδάσκαλος εἰς τὴν γῆν, τοὺς ἐπὶ γῆς εἰς τὴν βασιλείαν ἐκάλει τῶν οὐρανῶν· ἔστι γὰρ καὶ ἡ γῆ αὕτη δημιούργημα, ὅπως οἱ διὰ πλάνην ἀποστάντες τῆς οὐρανίου καταστάσεως τῶν ἐπιγείων καταφρονήσωσιν.
- 22.4
Οἱ δὲ δώδεκα ἦσαν σὺν αὐτῷ οὐκ εὐαγγελιζόμενοι, ἀλλὰ μαθητευόμενοι καὶ παιδαγωγούμενοι πρὸς τὸ Εὐαγγέλιον.
- 22.5
Διηκόνουν δὲ αὐτοῖς αἱ συνακολουθοῦσαι γυναῖκες ἐκ τῶν ὑπαρχόντων αὐταῖς· οὐ γὰρ σωματικὴν ἀνάπαυσιν παρέχουσιν αὐτοῖς, ἀλλ’ εὐαγγελικῆς σωτηρίας ἀντιποιούμεναι καὶ προσαναλίσκουσαι τὰ ὑπάρχοντα εἰς τὴν τῶν δεομένων ἐπίδοσιν, ἵνα κτήσηται τὴν εὐσέβειαν. Περὶ τῆς παραβολῆς τοῦ σπόρου καὶ ἀκολούθως, περὶ τοῦ ἅπτειν λύχνον, καὶ μὴ καλύπτειν αὐτὸν σκεύει, καὶ τοῦτο προτέρως δὲ, καὶ περὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὅτι ἤθελον αὐτὸν ἰδεῖν, καὶ περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων καὶ περὶ τοῦ ἔχοντος τὸν λεγεῶνα, καὶ πέρι τῶν Γεργεσηνῶν, καὶ πέρι τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου, καὶ περὶ τῆς αἱμορροούσης, καὶ περὶ τῆς ἀποστολῆς τῶν δώδεκα, καὶ περὶ Ἡρώδου, καὶ περὶ τῶν πέντε ἄρτων, καὶ περὶ τῆς τῶν μαθητῶν ἐπερωτήσεως, ὅτι τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; καὶ περὶ τῆς μεταμορφώσεως καὶ περὶ τοῦ σεληνιαζομένου, καὶ περὶ τῶν διαλογιζομένων τίς μείζων ἐστιν, ὅπερ ἐστὶ κεφάλαιον. Εἰς τὰ μικρὰ, εἰς τὸν ἅγιον λόγον, ἕως ὧδε, προυγράφη εἰς τὸν ἅγιον Ματθαῖον.
- 22.6
Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὁ οὐρανόθεν παραγενόμενος διδάσκαλος εἰς τὴν γῆν τοὺς ἐπὶ τῆς γῆς τὴν βασιλείαν τῶν οὐρανῶν εὐαγγελίζεται, ἵνα τὴν γῆν ποιήσῃ οὐρανόν· ἦν γὰρ καὶ ἡ γῆ αὐτοῦ δημιούργημα. Ἐπειδὴ γὰρ διὰ πλάνην ἀπέστη τῆς οὐρανίου καταστάσεως· ἦλθε δὲ καὶ τὴν γῆν κατορθῶσαι εἰς εὐσέβειαν, καὶ συνάψαι τὸ συναμφότερον διὰ μόνην φιλανθρωπίαν. τίς δὲ κηρύσσειν ἔμελλε βασιλείαν Θεοῦ, ἢ ὁ υἱὸς τοῦ Θεοῦ, οὗ ἡ βασιλεία; οὐ γὰρ οἱ κάτω τὰ ἄνω κηρύττομεν, ἀλλ’ ὁ ἄνωθεν τὰ ἄνω ἀπαγγέλλει. Γεγόνασιν οὖν πολλοὶ προφῆται, ἀλλ’ οὐκ ἐκήρυξαν οὐρανῶν βασιλείαν· ὧν γὰρ μὴ ἦσαν θεαταὶ, τὸν λόγον τούτων πὼς ἐδίδουν. Διὰ τοῦτο ἔλεγεν ὁ Ἰωάννης, ὁ ὣν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς λαλεῖ, ὁ δὲ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστὶ, καὶ ὃ ἑώρακε μαρτυρεῖ· ἐκήρυξε τοίνυν τὴν βασιλείαν τοῦ Θεοῦ τοῖς ἀπίστοις μὴ φαινομένην, τὴν παρ’ Ἀγγέλοις πολιτευομένην τε καὶ κρατοῦσαν, ἵνα οἱ ἀκούοντες βασιλείαν τοῦ Θεοῦ τῶν ἐπιγείων καταφρονήσωσιν.
- 22.7
Οὐ σωματικὴν ἀνάπαυσιν μετεδίωκον, ἀλλ’ εὐαγγελικῆς σωτηρίας ἀντεποιεῖτο, προανήλισκον οὖν τὰ ὑπάρχοντα, ἵνα κτήσωνται τὴν εὐσέβειαν.
- 22.8
Τοῦ ἁγίου Κυρίλλου. Εἰσκεκόμικε τὸν Κύριον ὁ μακάριος ψαλμῳδὸς Δαβὶδ λέγοντα, “ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα “μοῦ.” Ἄθρει δὴ οὖν ἐς πέρας ἐκβεβηκὸς τὸ παρ’ αὐτοῦ πλείστη μὲν γὰρ πληθὺς συνεγήγερτο περὶ αὐτὸν ἐξ ἁπάσης τῆς Ἰουδαίας. Προσελάλει δὲ αὐτοῖς ἐν παραβολαῖς, ἀλλ’ ἐκείνοις μὲν οὐκ οὖσιν ἀξίοις τοῦ μαθεῖν τὰ μυστήρια τῆς τῶν οὐρανῶν βασιλείας, ἀσυμφανὴς ἦν ὁ λόγος· λόγου γὰρ ἠξίουν οὐδενὸς τὸ χρῆσθαι τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, ἀντέπροαττον δὲ ἀνοσίως τοῖς δι’ αὐτοῦ κηρύγμασιν. καὶ γοῦν ἐπετίμων τοῖς ἐθέλουσι προσεδρεύειν αὐτῷ, καὶ τὴν παρ’ αὐτοῖς διψῶσι μυσταγωγίαν, δυσσεβοῦντές τε καὶ λέγοντες, δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ; οὐκοῦν οὐκ ἐκείνοις δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἡμῖν δὲ μᾶλλον τοῖς ἑτοιμοτέροις εἰς πίστιν· δέδωκε γὰρ ἡμῖν αὐτὸς τὸ δύνασθαι μόνον· παραβολὰς δὲ, σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα· εἰκόνες γάρ εἰσι, ὥσπερ αἱ παραβολαὶ πραγμάτων οὐχ ὁρατῶν, νοητῶν τε μᾶλλον καὶ πνευματικῶν· ὁ γὰρ ἴδιος a οὐκ ἔνεστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς· τοῦτο δείκνυσιν ἡ παραβολὴ τοῖς τῆς διανοίας ὄμμασι διὰ τῶν ἐν αἰσθήσει, καὶ οἷον ἀπὸ τῶν πραγμάτων διαμορφοῦσα καλῶς τὴν νοητῶν ἰσχνότητα. ἰδῶμεν τοίνυν ὁποίαν ἡμῖν ἐξυφαίνει τὴν νόησιν τοῦ Σωτῆρος ὁ λόγος, “Ἐξῆλθε,” φησὶν, “ὁ σπείρων τοῦ σπεῖραι,” καὶ τὰ ἑξῆς.
- 22.9
Τοῦ ἁγίου Τίτου. “ Ἐξῆλθεν·” ἦν γὰρ ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ πρὸ παντὸς αἰῶνος ὁ συναΐδιος τοῦ Πατρὸς Λόγος. Οὐ γὰρ ὅτι σπείρει, τότε ἔσται μόνον, οὐδ’ ὅτε ἐκ Μάριας γεννᾶται, καὶ “ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.” Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν ἴδιον σπόρον. Διὰ τί τὸν ἴδιον; οὐ γὰρ δανείζεται λόγον, Λόγος Θεοῦ ὑπάρχων τὴν φύσιν. οὐκέτι ἴδιος σπόρος Παύλου, οὐδὲ Ἰωάννου, οὐδὲ ἄλλου τινὸς τῶν Ἀποστόλων ἣ προφητῶν, ἀλλὰ σπόρος μὲν ἦν· οὐκ ἦν δὲ αὐτῶν ἴδιος, ἀλλὰ λαβόντες ἔχουσι· Χριστὸς δὲ ἴδιον ἔχει σπόρον, ἐκ τῆς ίδίας φύσεως τὴν διδασκαλίαν προσφέρων. Ἐὰν γὰρ λέγῃ Παῦλος, “ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισε,” δίδωσι μὲν τῷ Σωτήρι’ τὸ σπείρειν, ἑαυτῷ δὲ τὸ φυτεῦσαι. ὁ γὰρ φυτεύων ἄλλοθεν λαμβάνων, ἀλλαχοῦ μετατίθησιν, ὁ δὲ σπείρων φυτεύει, ἀλλ’ ἐκ τῶν ἰδίων ταμιεύων λαμβάνων σκορπίζει. ἀφθόνως χειρὶ σπείρων ὁ Παῦλος ἔλεγεν· “εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος “Χριστοῦ·” ὁ δὲ Σωτῆρ’ “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· “εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς.” Ποῖος δοδάσκαλος; ὁ δίχα τοῦ μαθεῖν διαλεγόμενος. διὰ τοῦτο ἔλεγον οἱ Ἰουδαῖοι, “πῶς γράμματα οὗτος οἶδε μὴ μεμαθηκώς;” Διὰ τοῦτο εἶξπε τὸν ἴδιον σπόρον, ἵνα μάθῃς ὅτι αὐτοῦ τῆς φύσεως ὁ σπόρος· καὶ γὰρ αὐτός ἐστιν ὁ παντὸς ἀγαθοῦ σπορεὺς, καὶ ἡμεῖς γεωργοὶ αὐτοῦ, καὶ δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ καρποφορία πᾶσα πνευματικὴ, καὶ τοῦτο ἡμῶν διδάσκει λέγων, “ χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν “οὐδὲν.”
- 22.10
Κυρίλλου Ἀλεξανδρείασ. Καὶ ποία τίς ἐστιν ἡ πρόφασις δι’ ἣν ἁρπάζετε τὰ ἐν ταῖς ὁδοῖς; ἰδῶμεν τέως, ὡς ἐν παχέσι πράγμασι τὸ ζητούμενον. σκληρὰ καὶ ἀνήροτος πᾶσά πὼς ἐστιν ὁδὸς διὰ τὸ τὴν ἁπάντων ὑποκεῖσθαι ποσί· καὶ οὐδὲν αὐταῖς ἐγχώνυνται τῶν σπερμάτων· κεῖται δὲ μᾶλλον ἐπιπολαίως, καὶ τοῖς ἐθέλουσι τῶν πτηνῶν ἕτοιμα εἰς διαρπαγήν. οὐκοῦν ὅσοι τὸν νοῦν ἔχουσιν ἐν ἑαυτοῖς σκληρὸν καὶ οἷον πεπιλημένον, οὗτοι τὸν θεῖον οὐ παραδέχονται σπόρον. οὐκ εἰσδύεται γὰρ ἐν αὐτοῖς θεῖόν τε καὶ ἱερὸν νουθέτημα, δι’ οὗ δύνανται καρποφορεῖν τὰ εἰς ἀρετὴν αὐχήματα· οὗτοι τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ αὐτῷ δὲ τῷ Σατανᾷ πεπατημένοι γεγόνασιν ὁδὸς, ἣν οὐκ ἔνεστι ποτε καρπῶν ἁγίων ἐγγενέσθαι τροφὴν, στεῖραν καὶ ἔκγονον b ἔχων τὴν καρδίαν.
- 22.11
Ιωάννου Χργσοστόμου. Ταῦτα λέγων εἰς ἀκρίβειαν ἄγει βίου, παιδεύων ἐναγωνίους εἶναι, ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κείμενον, καὶ ἐν μέσῳ τοῦ τῆς οἰκουμένης ἀγωνιζομένους θεάτρῳ. Μῆ γὰρ δὴ τοῦτο ἴδητε, φησὶν, ὅτι ἐνταῦθα καθήμεθα νῦν, καὶ ἐν μικρῷ γωνίας ἐσμὲν μέρει· γενήσεσθε γὰρ πᾶσι κατάδηλοι. Βίκτωροσ πρεσβυτέρου. Ὅταν γὰρ τοσαύτη ἡ ἀρετὴ ἀδύνατον αὐτὴν λαθεῖν· ὁ ἔχων γὰρ σπουδαίαν προαίρεσιν, λήψεται πνεύματος χάριν καὶ σοφίας καὶ γνώσεως, καὶ ἀξίαν τῶν πόνων τὴν ἀμοιβήν.
- 22.12
Τοῦ αὐτοῦ. Τὰ γὰρ ἐκ φύσεως ἡμῖν ἐνόντα ἢ διὰ χάριτος δοθέντα, ἐὰν μὴ διὰ τῆς συνεχοῦς προσοχῆς καὶ σπουδῆς φιλοπόνου φυλάξωμεν, ταῦτα ζημιωθησόμεθα, οὐ μόνον μηδὲν προλαμβάνοντες, ἀλλὰ καὶ προσαπολλύντες καὶ ἃ ἔχειν ἐδόξαμεν.
- 22.13
Τίτου Βοστρῶν. Ἐκ τούτου δῆλον ὅτι οὐκ ἦν ὁ Σωτῆρ’ μετὰ τῶν κατὰ σάρκα εὐγενῶν· καταλιπὼν γὰρ τούτους σχολάζει τῇ πατρικῇ διδασκαλίᾳ. Ἐπειδὴ δὲ ποθητὸς ἢ, διὰ τὴν ἀπόλειψιν, καὶ ἐπιθυμητὸς εἰς θέαν διὰ τὴν χρονίαν ἀναχώρησιν, παραγίνεται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ, οἱ πρόγονοι τοῦ Ἰωσὴφ οἱ κληθέντες ἀδελφοί· οὐκ ἔστι δὲ στεμτὴ (sic) τοῦ Κυρίου ἡ συγγένεια, οὐδὲ ἐν ὀλίγῳ περιγράφεται αὐτοῦ ἡ πρὸς ἀνθρώπους φιλία. Ἠλθε γὰρ ἅπαντα τὸν κόσμον εἰς ἀδελφότητα καλέσαι ἄφθονον, καὶ προλαβὼν ἔλεγε ἐν προφήταις τῷ Πατρὶ, “ἀπαγγελῶ τὸ ὄνομά “σου τοῖς ἀδελφοῖς μου·” ποίοις ἀδελφοῖς ἑρμηνεύει λέγων, “ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·” ὅπου τοίνυν ἐκκλησία Χριστοῦ, ἐκεῖ ἀδελφότης Χριστοῦ.
- 22.14
Τοῦ αὐτοῦ. Ὁ λόγος τοῦ Θεοῦ, λόγος ἦν αὐτοῦ, Πατρὸς γὰρ καὶ Υἱοῦ μία διδασκαλία ἐν προφήταις καὶ ἐν Εὐαγγελισταῖς διὰ τῆς ἐνεργίας τὴν τοῦ Ἁγίου Πνεύματος. λέγει δὲ τὸν λόγον τοῦ Θεοῦ, ἵνα τὴν τιμὴν ἀναπέμψῃ πρὸς τὸν Πατέρα. Ὡς γὰρ ἔπρεπε τῷ Πατρὶ γεννῆσαι Υἱὸν, οὕτω πρέπει γεγεννημένῳ τιμᾶν τὸν γεννήσαντα. Μήτηρ μέντοι καὶ ἀδελφοὶ οὗτοι εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες· χρείαν γὰρ ἔχει ἀκοὴ ἐργασιας.
- 23.1
Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων.
- 23.2
Κυρίλλου Ἀλεξανδρείασ. Διέπλει ὁμοῦ τοῖς ἁγίοις Ἀποστόλοις ὁ Χριστὸς τὴν Τιβεριάδα θάλασσαν, ἤτοι λίμνην· ἐγήγερται δὲ κατὰ τοῦ σκάφους ἀδόκητός τε καὶ ἀπηνὴς χειμὼν, καὶ ταῖς τῶν ἀνέμων ἐμβολαῖς ὑψοῦ τὸ κῦμα κυρτούμενον καὶ τὸ τοῦ θανάτου δέος ἐνετίθει ταῖς μαθηταῖς· τεθορύβηνται γὰρ οὐ μετρίως, καίτοι τὸ θαλασσουργεῖν εἰδότες, καὶ κλύδωνος οὐκ ὄντος ἀπείρατοι. ἐπειδὴ δὲ λοιπὸν τοῦ κινδύνου τὸ μέγεθος πρὸς ἀφόρητον αὐτοὺς ἐκάλει δειλίαν, ὡς ἑτέραν οὐκ ἔχοντες τοῦ σώζεσθαι τὴν ἐλπίδα, πλὴν ὅτι μόνον αὐτὸν τὸν τῶν δυνάμεων κύριον· δῆλον δὲ ὅτι Χριστὸν διανιστᾶσι λέγοντες, “ἐπιστάτα, σῶον, ἀπολλύμεθα. καὶ καθευδῆσαι γὰρ αὐτὸν ὁ Εὐαγγελιστής φησιν. οἰκονομικώτατα δέ μοι καὶ τοῦτο λίαν πεπρᾶχθαι δοκεῖ, ἵνα μὴ εὐθὺς ἀρξαμένου τοῦ κλύδωνος ἐπιπηδᾶν τῷ σκάφει, τὴν παρ’ αὐτοῦ ζητοῦσιν ἐπικουρίαν, ἀλλ’ οἷον ἀκμάσαντος ἤδη τοῦ κακοῦ, ἐμφανεστέρα γένη- τᾶι τῆς θεοπρεποῦς ἐξουσίας ἡ δύναμις, μαινομένην καθιστᾶσα θάλασσαν καὶ μεθιστᾶσα πρὸς γαλήνην.
- 23.3
Τοῦ αὐτοῦ. Ἐνταῦθά μοι βλέπε μετὰ πίστεως ὀλιγοπιστίαν. πιστεύουσι μὲν γὰρ ὅτι σῶσαι δύναται, ὡς δὲ ὀλιγόπιστοι λέγουσι τὸ “σῶσον, ἀπολλύμεθα·” οὐ γὰρ ἐφικτὸν ἀπολεῖσθαι ποτε συνόντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος. ἀλλ’ ἐγήγερται παραχρῆμα Χριστὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν, καὶ καθίστησι μὲν εὐθὺς τὸν κλύδωνα, συνέστειλε δὲ τὰς τῶν πνευμάτων ὁρμάς· καὶ τὸν θόρυβον ἔπαυσε, καὶ δι’ αὐτῶν ἔδειξε τῶν πραγμάτων, ὅτι Θεός ἐστι. λεγέσθω τοίνυν πη ἡμῶν τὸ ἐν βίβλῳ ψαλμῶν· “σὺ δεσπόζεις “τοῦ κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς “σὺ καταπραΰνεις.”
- 23.4
Τοῦ αὐτοῦ. Ὥσπερ ὁ χρυσὸς ἐν πυρὶ δοκιμάζεται, οὕτω καὶ ἡ πίστις ἐν πειρασμοῖς· πλὴν ἀσθενὴς ὁ ἀνθρώπου νοῦς, δεῖται δὲ πάντως τῆς ἄνωθεν χειρὸς εἰς τὸ διενεγκεῖν ἀνδρείως τὰ παρεμπίπτοντα. καὶ τοῦτο ἡμᾶς ὁ Σωτῆρ’ ἐδίδασκεν, εἰπὼν, “χωρὶς “ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν·” ὡμολόγει δὲ τοῦτο καὶ ὁ σοφώτατος Παῦλος λέγων, “ὅτι πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.
- 23.5
Ἆρ’ οὖν ὡς οὐκ εἰδότες τὸ “τίς οὗτός ἐστι,” παρηγόρευον ἀλλήλοις; εἶτα πῶς οὐκ ἀπίθανον παντελῶς τὸ χρῆμά ἐστιν; ᾔδεσαν γὰρ ὄντα Θεὸν, καὶ Υἱὸν Θεοῦ τὸν Ἰησοῦν· καταπληττόμενοι δὲ τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τὴν τῆς θεότητος δόξαν, καίτοι καθ’ ἡμᾶς ὄντι τε καὶ ὁρωμένῳ κατὰ τὴν σάρκα, λέγουσι τὸ “τίς οὗτός ἐστιν,” ἀντὶ τοῦ πόσος καὶ οἷος, καὶ ἐν ὅσῃ δυνάμει καὶ ἐξουσίᾳ, “ὅτι καὶ αὐτοῖς ἐπιτάσσει τοῖς ὕδασι καὶ τοῖς “ἀνέμοις, καὶ ὑπακούουσιν αὐτῷ·” ἐπιτακτικὸν γὰρ ἦν τὸ ἔργον, δεσποτικὴ ἡ πρόσταξις καὶ οὐκ ἀξίως οἰκητική· μέγα καὶ τοῦτο πρὸς θαῦμα καὶ ὄνησιν τοῖς ἀκροωμένοις· ὑπακούει γὰρ ἡ κτίσις, οἷς ἃν ἐπιτάττειν βούλεται Χριστός. ἀμέλει καὶ τὸν τῆς ἐπιτιμῆς τρόπον ἐν ἐξουσίᾳ θεοπρεπεῖ γενέσθαι φησὶν ὁ Ματθαῖος· ἔφη γὰρ εἰπεῖν τῇ θαλάσσῃ τὸν Κύριον, “σιώπα. πεφί- “μωσο,” καὶ ἅμα τῷ λόγῳ ἠκολούθησε τὸ πρᾶγμα, καὶ ἡ γινώσκει τὸν ἀπαρχῆς αὐτὴν συναγαγόντα, προστάγματι τὸν θέμενον ἄμμον ὅριον αὐτῇ, ὃ οὐχ ὑπερβήσεται.
- 24.1
Περὶ τοῦ Λεγεῶνος.
- 24.2
Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν.
- 24.3
Κυρίλλου Ἀλεξανδρείασ. Ἐνταῦθά μοι βλέπε θράσει πολλῷ καὶ ἀπονοίᾳ συμπεπληγμένην δειλίαν· δεῖγμα μὲν γὰρ ἀπονοίας δηλωτικὸν τὸ τολμῆσαι λέγειν, “τί ἐμοὶ καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ “Θεοῦ τοῦ ὑψίστου;” εἰ γὰρ οἶδας ὅλως ὄντα αὐτὸν Υἱὸν τοῦ Ὑψίστου Θεοῦ, ὁμολογεῖς ὅτι Θεός ἐστιν οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς· εἶτα πῶς τὰ μὴ σὰ, μᾶλλον δὲ τὰ αὐτοῦ διαρπάζεις, εἶτα λέγεις, “τί ἐμοὶ καὶ σοί;” καὶ τίς ἀνέξεται τῶν ἐπὶ τῆς βασιλείας μέχρι παντὸς ἀνεῖναι βαρβάρῳ τοὺς ὑπὸ σκῆπτρα κειμένους, τὰς αὐτῷ δὲ πρεπούσας ἐρεύγεσθαι· φωνάς. αὗται δέ εἰσι τὸ “δέομαί σου μή με βασανίσῃς·” παρήγγειλε γάρ’ ἔφη, “τῷ πνεύματι ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου.” Ἄθρει δέ μοι πάλιν τὴν ἀπαράβλητον δόξαν τοῦ πάντα ἰσχύοντος, φημὶ δὴ Χριστοῦ τὴν ἀκαταγώνιστον ἰσχὺν, συντρίβει τὸν Σατανᾶν, ἐθελήσας μόνον τοῦτο παθεῖν αὐτόν· πῦρ αὐτῷ καὶ φλόγες εἰσὶ τὰ τοῦ Χριστοῦ ῥήματα. Ἄληθες οὖν ὅτι, καθά φησιν ὁ μακάριος ψαλμῳδὸς “τὰ “ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου τοῦ Θεοῦ·” ὄρεσι γὰρ τὰς ὑψηλὰς καὶ ὑπερηφάνους παρεικάζει δυνάμεις, πονηρίας δηλονότι, πλὴν ὡς πυρὶ προσβαλλούσας τῇ τοῦ Σωτῆρος ἡμῶν δυνάμει τε καὶ ἐξουσίᾳ, κατατήκονται κηροῦ δίκην.
- 24.4
Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὡσανεὶ ἔλεγε, μὴ ἀποπέμψῃς ἡμᾶς, μηδὲ εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ· ἐπεὶ τοίνυν οἴδασιν, ὅτι ποτὲ πεμφθήσονται, ἄνεσιν πρὸς καιρὸν αἰτοῦσιν, ὁμολογοῦντες δηλαδὴ σαφῶς ὅτι ἐὰν ἐπιτάξῃ, ἀπελεύσωνται. ὥστε ὁ Κύριος τὸ μὲν ἐπιτάξαι αὐτοῖς οὐκ εἴασεν, συνεχώρησε δὲ αὐτοὺς εἶναι ἐν τῇ γῇ ταύτῃ ἕως ὅτε καὶ τὸν διάβολον, πρὸς γυμνασίαν τῶν ἀνθρώπων· τοῦ γὰρ ἀντιπάλου ἡ ἀπουσία τοῦ νικητοῦ ἀφαιρεῖται τὸν στέφανον.
- 24.5
Αὐτοὶ μὲν γὰρ πονηρεύονται, ὁ δὲ ἀγωνοθέτης στέφανον προτιθεῖ τοῖς νικῶσι. παρεκάλουν οἱ δαίμονες τὸν Κύριον. εἰ κατὰ τοὺς αἱρετικοὺς ἀρχαὶ ἦσαν δύο, οὐκ ἂν οἱ δαίμονες παρεκάλουν τὸν Κύριον, εἰ μὴ ἦσαν δημιούργημα μὲν τοῦ Θεοῦ, ὡς δὲ ἁμαρτήσαντες ἀποβεβλημένοι. βλέπε τοίνυν τὴν οἰκειότητα τῆς δημιουργίας καὶ τῆς ἁμαρτίας τὸν ἔλεγχον, ἡμᾶς γὰρ δημιουργία ὑπὸ τὸν δεσπότην, οἱ δὲ ἁμαρτάνοντες ὑπὸ τὸν κριτὴν παρακαλοῦσι καὶ ὁμολογοῦσι τὴν ἐξουσίαν.
- 24.6
Τοῦ αὐτοῦ. Καθαρὰ ἡ κάθαρσις, ἀναντίρρητος ἡ θεραπεία, οὕτω γὰρ ἔνηψεν ὁ πάσχων ὥστε ἐπιγνῶναι τὸν Σωτῆρα καὶ ἀξιοῦν αὐτὸν, ἵνα ᾖ σὺν αὐτῷ· τάχα δὲ καὶ εὐλαβούμενος τὴν ὑποστροφὴν τῶν δαιμόνων. ὁ δὲ Κύριος ἵνα μὴ δόξῃ διὰ τῆς παρουσίας φυλάττειν, παρὼν γὰρ καὶ ἀπὼν φυλάσσει οὓς βούλεται, ἀπέλυσεν αὐτὸν, εἰπὼν, “ὑπόστρεφε εἰς τὸν οἶκον” καὶ μνημόνευε τῆς διηγοῦ τὸ θαῦμα, ἵνα βεβαιώσῃς τὴν χάριν, “διηγοῦ ὅσα σοι “ἐποίησεν ὁ Θεός·” οὐ λέγει, ἐγὼ τύπος ὑμῖν ταπεινοφροσύνης γενόμενος, ἀλλ’ ἀναπέμπει εἰς Πατέρα, οὗ αὐτὸς ποιεῖ τὸ θαῦμα. Βίκτοροσ πρεσβυτέρου. Θεὸν ἄρα ᾔδει τὸν Ἰησοῦν, καὶ ὁ τῶν δαιμόνων ἀπαλλαγεὶς κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, εἰπὼν αὐτῷ, “διηγοῦ ὅσα σοι ἐποίησεν ὁ Θεός·” ἄλλως δὲ οὐ παραβαίνει τὸν νόμον, ὃ γὰρ ἐνεργεῖ ὁ Υἱὸς, ἐνεργεῖ ὁ Πατήρ.
- 25.1
Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγωγοῦ.
- 25.2
Καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος.
- 25.3
Τοῦ ἁγίου Τίτου βοστρῶν. Τὸ ὄνομα κεῖται διὰ τοὺς Ἰουδαίους τοὺς εἰδότας τὸ γεγονὸς, ἵνα γένηται τὸ ὄνομα ἀπόδειξις τοῦ θαύματος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς τῶν Ἰουδαίων, οὐκ ἦλθέ τις τῶν εὐτελῶν, οὐδὲ τῶν τυχόντων· εἴθε μὲν οὖν προὔλαβε, καὶ διὰ πίστιν προσέπεσε, καὶ δι’ εὐγνωμοσύνην ἐπέγνω, μὴ διὰ χρείαν παρεγένετο. Ἡ γὰρ χρεία διαβάλλει τὴν παράκλησιν, ὅμως θλίψις ἔσθ’ ὅτε καταβιάζεται πρὸς τὸ ἑλέσθαι δρᾷν τὰ αὐτῷ χρήσιμα καὶ συμφέροντα. ταύτῃ τοι καὶ ὁ μακάριος ἔφη Δαβὶδ, “ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις, τῶν μὴ ἐγγιζόντων πρός σε.
- 26.1
Περὶ τῆς αἱμορρούσης.
- 26.2
Ἐξ Ἀνεπιγράφου. Πρόσεισι γυνὴ καλῶς καὶ οἰκείως τὴν μόνην ἱκανὴν ἀφορμὴν εἰς τὸ ἰαθῆναι παρασκευάσασα τὴν πίστιν. “Προσελθοῦσα” γὰρ, φησὶν, “ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ “ἱματίου αὐτοῦ,” δηλαδὴ πεπιστευκυῖα μεγάλως, οὕτως ὡς καὶ διὰ τῆς ἐπαφῆς πιστεῦσαι τὴν ἴασιν. Λέγει δὲ αὐτῷ b καὶ διηγεῖται Μάρκος ὁ Εὐαγγελιστής· “ἔλεγε γὰρ,” φησὶν, “ὅτι κἂν “τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι, καὶ παραχρῆμα ἔστη “ἡ ῥῦσις τοῦ αἵματος αὐτῆς. Ὥσπερ γὰρ εἰ προσαγάγοι τις ὀφθαλμὸν φωτὶ λάμποντι ἢ πυρὶ φλέγοντι τὴν πεφυκυῖαν ὕλην ἐξάπτεσθαι, ἅμα τε προσήγαγε, καὶ τὸ τῆς ἐνεργείας πεπλήρωται, ὀφθαλμός τε γὰρ, ἅμα τὸ πρὸς φῶς ἀπιδεῖν ἐφωτίσθη, καὶ τὸ πεφυκὸς ὑποδέχεσθαι πρὸς ἐνέργειαν ἅμα τὸ πλησιᾶσαι φλέγεται, οὕτως ἡ πιστῶς ἐφαψαμένη τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, τῆς ἰάσεως ἔτυχεν, οὐκ ἠγνοήθη δὲ τὸ παράδοξον.
- 26.3
Ἐξ ἀνεπιγράφου. Οὐκ ἦν τῷ Κυρίῳ πλησιᾶσαι καὶ ἐφάψασθαι αὐτοῦ σωματικῶς πλησιάζοντα καὶ ἐφαπτόμενον, εἰ μὴ πνευματικῶς τοῦτο ποιῇ· ἔτυχε τοίνυν οὗπερ ἔχρηζεν ἡ γυνή. Διὸ καὶ ζητεῖ τοὺς ὑπὸ τοῦ Κυρίου, καὶ ἐς ὄψιν καλεῖται τῶν μαθητῶν οὐκ εἰδότων τὸ ζητούμενον, ἀλλ’ ἁπλήν τινα τὴν ἐπαφὴν οἰομένων λέγειν τὸν Κύριον, καὶ τοιαύτην οἵαν οἱ λοιποὶ πάντες ἐφήπτοντο. διόπερ ὁ Κύριος διαστέλλων· “ἥψατό μού τις,” φησὶν, ὥσπερ καὶ ἔλεγεν, ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, καίτοι πάντων τὴν σωματικὴν ταύτην ἐχόντων ἀκοήν· καὶ μέχρι δὲ ψιλῆς τῆς τῶν λόγων ἀκροάσεως ἀκουόντων ἁπάντων, ἀλλ’ οὔτε ἀκούειν ἦν τῷ μὴ συνετῷ, οὔτε ἅπτεσθαι τῷ μὴ πιστῷ. Τί οὖν; εἰς ὄψιν αὐτὴν καλεῖ, καὶ τοὺς ἱεροὺς ὀφθαλμοὺς ἐπαίρει περισκοπῶν τὴν γυναῖκα, ὅτι θέας ἀξία παρὰ τῷ Κυρίῳ· ἀξία δὲ καὶ τῆς εἰς τοὺς παρόντας ἐπιδείξεως, ὅτι παράδειγμα πίστεως πᾶσιν ἤμελλεν ἔσεσθαι καὶ παράκλησις ἐπὶ πίστιν, διὰ τοῦ δοθησομένου αὐτῇ δικαίως ἐπαίνου.
- 26.4
Ἐξ ἀνεπιγράφου. Πρότερον μὲν οὐκ ἐτόλμα δι’ εὐλάβειαν ἄντικρυς ἀπαντᾷν, καὶ περὶ θεραπείας ἀξιοῦν, ζητουμένη δὲ ἅπαντα πρεπόντως, ἔμφοβός τε καὶ εὐλαβὴς καὶ τὸ σέβας ἀρμόττον προσφέρουσα· καὶ τὴν ὁμολογίαν τῆς ἰάσεως εἰς ἐμφανὲς πᾶσι ποιεῖται, οὐ τῷ πάντα εἰδότι, ἀλλὰ τοῖς ἀγνοοῦσιν, αἰσθήσει τὴν ἴασιν ἐπεγνωκυῖα. Λέγει γὰρ καὶ τοῦτο ὁ Μάρκος “ὅτι ἔγνω “τῷ σώματι, ὅτι ἰᾶται ἀπὸ τῆς μάστιγος.” ἣν δ’ ἐκ τῆς ἐπαφῆς ἔλαβε θεραπείαν, ταύτην καὶ διὰ τοῦ λόγου ἐβεβαίωσεν ὁ Σωτῆρ’ εἰπὼν, “πορεύου ἐν εἰρήνῃ, καὶ ἴσθι ὑγιῆς ἀπὸ τῆς μάστιγός σου,” καὶ ὑγίαινε πρῶτον τῇ πίστει τὴν ψυχήν· εἶτα δὲ καὶ τὸ σῶμα.
- 26.5
Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγωγου.
- 26.6
Τίτου Βοστρῶν. Ἴνα γὰρ μὴ εἴπῃ καὶ αὐτὸς, ἐπίσχες, οὐ χρείαν σου ἔχω, Κύριε, ἤδη γέγονε τὸ πέρας, ἀπέθανεν, ἣν προσεδοκῶμεν ὑγιαίνειν· ἄπιστος γὰρ ἦν, Ἰουδαϊκὸν ἔχων φρόνημα, φθάνει ὁ Κύριος καί φησι, μὴ φοβοῦ, παῦσον τῆς ἀπιστίας τὰ ῥήματα, ἐπίσχες τὴν γλῶτταν, μόνον πίστευε κατὰ τὴν γυναῖκα, ἦν γὰρ αὐτὴ καθάπερ προοίμιον τῆς μελλούσης θαυματουργίας.
- 26.7
Ἐξ ἀνεπιγράφου. Ἀθορύβως περὶ τὴν τηλικαύτην πάρεστι δύναμιν, οὐκ ὄχλον ἐπαρομένος, ἀλλ’ ὅσον οἷόν τε τὸν ὄχλον ἀφιστάς· τῶν μὲν μαθητῶν μόνους τρεῖς συμπαραλαβὼν, τῷ δὲ ὄχλῳ πρόφασιν ἀναχωρήσεως προβάλλων, τὸ μὴ τεθνάναι φᾶναι τὴν κόρην, ἀλλὰ καθεύδειν. προσκαλεσάμενος δὲ μόνους ἐκ πάντων τοὺς γονεῖς, οὕτω τὴν κόρην καθάπερ καθεύδουσαν ἀνίστησιν, ἀληθὲς τῇ θαυματουργίᾳ ποιήσας τὸ καθεύδειν αὐτήν· ὅπερ ἄνευ τῆς ἀναστάσεως οὐκ ἃν ἦν ἀληθές. Διόπερ οἱ μὲν τὴν ἀνάστασιν οὐ προσδοκῶντες κατεγέλων, καθεύδειν ἀκούοντες τὴν τεθνηκυῖαν· αὐτὸς δὲ κατὰ τὴν αὐτοῦ δύναμιν ἀληθὲς τὸ εἰρημένον ἀπέδειξεν.
- 26.8
Ὅτι τῶν ἄλλων οὗτοι ἦσαν ὑπερέχοντες, καὶ ὁ μὲν Πέτρος ἐκ τοῦ σφόδρα φιλεῖν αὐτὸν ἐδήλου τὴν ὑπεροχήν· ὁ δὲ Ἰωάννης ἐκ τοῦ σφόδρα φιλεῖσθαι, καὶ Ἰάκωβος δὲ ἀπὸ τῆς ἀποκρίσεως, ᾗ ἀπεκρίνατο λέγων, δυνάμεθα πιεῖν τὸ ποτήριον· οὐκ ἀπὸ τῆς ἀποκρίσεως κρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων, τῶν τε ἄλλων καὶ ἀφ’ ὧν ἐπλήρωσεν, ἅπερ εἶπεν. Οὕτω γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδη ταύτην δωρεὰν μεγίστην νομίσαι χαρίσασθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι c.
- 27.1
Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν.
- 27.2
Κυρίλλου Ἀλεξανδρείασ. Ἀληθὲς εἰπεῖν ὅτι πόνων ἀγαθῶν καρπὸς εὐκλεής· τοῖς γάρ τοι τὴν πάναγνου καὶ ἀβέβηλον, κατά γε τὸ ἀνθρώποις ἐγχωροῦν, κατορθοῦν ἐθέλοντας ζωὴν, τοῖς πη ἑαυτοῦ χαρίσμασι καταφαιδρύνει Χριστὸς, καὶ πλουσίαν αὐτοῖς ὑγιοπρεπῶν χαρίζεται τὴν ἀντέκτησιν, καὶ δόξης αὐτοῦ τῆς ἰδίας καθίστησι κοινωνούς. δέχου τοῦ πράγματος ἀπόδειξιν σαφῆ τε καὶ ἐνεργῆ τοὺς ἁγίους Ἀποστόλους· ὅρα γεγονότας ἐκπρεπεστάτους. καὶ τῇ ὑπὲρ ἄνθρωπον δόξη κατεστεμμένους, μένοντος αὐτοῖς μετὰ τῶν ἄλλων καὶ τοῦτο Χριστοῦ. Δέδωκε γὰρ αὐτοῖς, φησὶ, “δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θερα- “πεύειν,” ἀλλ’ ὅρα πάλιν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, τὸ τῆς ἀνθρωπότητος ὑπερτρέχοντα μέτρον, καὶ τοῖς τῆς θεότητος ἀξιώμασι διαπρέποντα· ἐπέκεινα γὰρ τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ διδόναι κατὰ πνευμάτων ἀκαθάρτων, οἷς ἂν βούληται τὴν ἐξουσίαν· καὶ μὴν καὶ τὸ δύνασθαι νοσημάτων ἐλευθεροῦν τοὺς ἐνειλημμένους καὶ μόνον Θεοῦ. Ἡ γὰρ τῆς ἀνωτάτω φύσεως ὑπεροχή τε καὶ διδασκαλία καὶ δόξη οὐδενὶ τῶν ὄντων ἔνεστι φυσικῶς, πλὴν ὅτι αὐτῷ τε καὶ μόνῳ. ἀξία τοίνυν θαύματος ἡ τοῖς ἁγίοις Ἀποστόλοις ἐκνεμηθεῖσα χάρις, ἐπέκεινα δὲ ἐπαίνου καὶ θαύματος ἡ τοῦ νέμοντος ἀφθονία· τὴν ἑαυτοῦ γὰρ, ὡς ἔφην, ἐχαρίζετο δόξαν· ἄνθρωπος ἐξουσίαν κατὰ πνευμάτων δέχεται πονηρῶν, καὶ τὴν οὕτως ὑπέροπτον ὀφρὺν τὴν τοῦ διαβόλου φήμην καταστρέφει, καί τοι λέγοντα ποτὲ “τὴν οἰκουμένην ὅλην κατα- “λήψομαι τῇ χειρὶ ὡς νοσσίαν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, “καὶ οὐκ ἔστιν ὃς διαφεύξεται με, ἢ ἀντείπῃ μοι. ἐσφάλλετο δὲ τῆς ἀληθείας καὶ διημάρτηκε τῆς ἐλπίδος ὁ σοβαρὸς καὶ θρασύς, καὶ τῆς ἁπάντων ἀσθενείας κατακαυχώμενος. Ἀντιτάξεται γὰρ αὐτῷ τοὺς τῶν ἱερῶν κηρυγμάτων ἱερουργοὺς, ὁ τῶν δυνάμεων Κύριος, καὶ τοῦτο ἦν ἄρα τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν προκε- κηρυγμένον, περί τε τοῦ Σατανᾶ καὶ τῶν ἁγίων μυσταγωγῶν, ὅτι “ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτόν· καὶ ἐκνήψουσιν οἱ “ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς·” μόνον γὰρ οὐχὶ κατεδηδόκασι τὸν Σατανᾶν, ἐπιβουλεύοντες αὐτοῦ τῆ δόξη, καὶ διαρπάζοντες αὐτοῦ τὰ σκεύη, καὶ προσκομίζοντες τῷ Χριστῷ διὰ πίστεως τῆς εἰς αὐτὸν.
- 28.1
Περὶ τῶν ε΄ ἄρτων καὶ τῶν β΄ ἰχθύων.
- 28.2
Προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, ἀπόλυσον τὸν ὄχλον.
- 28.3
Κυρίλλου Ἀλεθανδρείασ. Καὶ τί τὸ “ἀπόλυσόν” ἐστιν, έξετάσωμεν ἀκριβῶς. οἱ μὲν, ὡς ἔφην, τῶν ἑπομένων αὐτῷ πονηρῶν πνευμάτων συνεχόντων αὐτοὺς ἀπαλλάττεσθαι παρεκάλουν, οἱ δὲ καὶ ἑτέρων ἀρρωστημάτων ἐζήτουν ἀπόθεσιν. ὡς οὖν εἰδότες οἱ μαθηταὶ ὅτι κατανεύσας μόνον ἀποπεραίνει τοῖς κάμνουσι τὸ ποθούμενον, τὸ “ἀπόλυσον αὐτοὺς” φασὶ, καὶ οὐκ αὐτοὶ μᾶλλον ἀκηδιῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι, καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμενικὴν ἐπιστήμην καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι.
- 28.4
Τοῦ αὐτοῦ. “Κατακλίνατε αὐτούς” ἵνα δὲ καὶ ἐπὶ μείζω εἰς ὕψος τὸ πρᾶγμα τρέχῃ, καὶ Θεὸς ὢν φύσει διὰ τρόπου παντὸς ἐπιγινώσκηται, πολυπλασιάζει τὸ βραχύ. βλέπει τε εἰς οὐρανὸν, οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. ἔδρα δὲ καὶ τοῦτο δι’ ἡμᾶς οἰκονομεικῶς. ἔστω μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ Πατρὸς εὐλογία· ἵνα δὲ μάθωμεν ἡμεῖς, ὅτι τραπέζης ἀρχόμενοι καὶ μέλλοντες ἄρτους διακλᾷν, Θεῷ προσάγειν ὀφείλομεν ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ, καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ’ αὐτὸν καταφέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς. εἶτα ὅποι ποτὲ προέβη τὸ θαῦμα· κατεκορέσθη πληθὺς ἀνδρῶν οὐκ ὀλίγων, εἰς πέντε γὰρ ἐξετείνετο χιλιάδας χωρὶς γυναικῶν καὶ παίδων· τοῦτο γὰρ ἕτερός τις τῶν Εὐαγγελιστῶν τοῖς ἑαυτοῦ προσήνεγκε λόγοις· καὶ οὐ μέχρι τούτου τὸ παράδοξον, ἀλλὰ γὰρ καὶ κόφινοι συνελέγησαν κλασμάτων δώδεκα· καὶ τι τὸ ἐντεῦθεν; πληροφορία σαφὴς, ὅτι τῆς φιλοξενίας τὸ χρῆμα πλουσίαν ἔχει παρὰ Θεοῦ τὴν ἀντέκτησιν. Ἔξεστι δὲ καὶ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα, καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυνάμεως ἐνεργήματα. ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ισραὴλ· ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον Ἀγγέλων ἔφαγεν ἄνθρωπος κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον· ἀλλ’ ἰδοὺ δὴ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχωρήγηκεν ἀφθόνως, οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν· τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ, καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν, οὐκ ἀπεοικὸς ἃν εἴη τῳ πρώτῳ σημείῳ.
- 29.1
Περὶ τῆς τοῦ κυρίου ἐπερωτήσεως.
- 29.2
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνήσαν αὐτῷ οἱ μαθηταὶ, καὶ ἐπερώτησεν αὐτους.
- 29.3
Τοῦ αὐτοῦ. Ὁρᾷς τὸ τῆς πεύσεως εὐτεχνές; οὐκ εὐθὺς εἶπεν, ὑμεῖς τίνα με λέγετε εἶναι; ἀποφέρει δὲ μᾶλλον ἐπὶ τὸν τῶν ἔξωθεν θρύλλον, ἵν ἐκβαλὼν αὐτὸν καὶ ἀδόκιμον ἀποφήνας, μετασοβήσῃ λοιπὸν εἰς δόξαν ἀληθινὴν, ὃ δὴ καὶ πέπρακται. εἰπόντων γὰρ τῶν μαθητῶν, οἱ μὲν Ἰωάννην τὸν βαπτιστὴν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη, εἶπεν αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” ὥσπερ ἐξαίρετον τὸ “ὑμεῖς τίθησιν αὐτοὺς τῶν ἄλλων, ἵνα καὶ τὰς ἐκείνων φύγωσιν ὑπονοίας, καὶ μὴ μικρὰν ἔχωσι περὶ αὐτοῦ τὴν δόξαν· ὑμεῖς, φησὶν, οἱ ἐξειλεγμένοι, οἱ ψήφῳ τῇ πη ἐμοῦ κεκλημένοι πρὸς ἀποστολὴν, οἱ τῶν ἐμῶν τερατουργημάτων μάρτυρες, τίνα μὲ εἶναι φατέ; προπηδᾷ δὲ πάλιν τῶν ἄλλων ὁ Πέτρος, καὶ παντὸς τοῦ χοροῦ γίνεται στόμα, καὶ τοὺς φιλοθέους ἐρεύγεται b. φωνὴν ἀκριβῆ δὲ τῆς εἰς αὐ- τὸν πίστεως τὴν ὁμολογίαν ἐκφέρει λέγων “τὸν Χριστὸν τοῦ Θεοῦ.” ἀσφαλὴς ὁ μαθητής, οὐ γάρ τοι φησὶν ἁπλῶς Χριστὸν αὐτὸν εἶναι τοῦ Θεοῦ, τὸν Χριστὸν δὲ μᾶλλον. Πλεῖστοι μὲν γὰρ οἱ ὡς ἀπὸ τοῦ κεχρῖσθαι c παρὰ Θεοῦ κατὰ διαφόρους τρόπους ὠνομασμένοι χριστοί· οἱ μὲν γὰρ ἐχρίσθησαν εἰς βασιλέας, οἱ δὲ εἰς προφήτας, οἱ δὲ καὶ τὴν δι’ αὐτοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ λαβόντες λύτρωσιν, τουτέστιν ἡμεῖς, καὶ τῷ Ἁγίῳ Πνεύματι κατακεχρισμένοι, τὴν τοῦ Χριστοῦ κλῆσιν ἐσχήκαμεν. οἰκοῦν πλεῖστοι μὲν οἱ χριστοί· κέκληνται δὲ οὕτως ἀπὸ τοῦ πράγματος. εἷς δὲ καὶ μόνος ὁ τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ὡς ἡμῶν μὲν ὄντων χριστῶν καὶ οὐ Θεοῦ μᾶλλον, ἀλλ’ ἑτέρου τινὸς, ἀλλ’ ὡς αὐτοῦ καὶ μόνον ἴδιον ἔχοντος Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Δῆλον οὖν ἐστι τῆς ἑτέρων πληθύος ὑφεξαιρῶν αὐτὸν, προνενέμηκε τῷ Πατρὶ ὡς ὄντα μόνον αὐτοῦ. Θεὸς γὰρ ὣν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας ἀπορρήτως, ὁ μονογενὴς αὐτοῦ “Λόγος γέγονε σὰρξ” κάτα τὸ γεγραμμένον·
- 29.4
Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τούτου ὁ υἱὸς ἀνθρώπου ἐπαισχυνθήσεται.
- 29.5
Κυρίλλου Ἀλεξανδρείασ. Πόλλα κατὰ ταὐτὸν ἐργάζεται χρήσιμά τε καὶ ἀναγκαῖα διὰ τούτων τῶν λόγων. πρῶτον μὲν δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ἕψεται τοῖς αἰσχυνομένοις αὐτὸν καὶ τοὺς αὐτοῦ λόγους τὸ τῶν ἴσων τυχεῖν. Τί δ’ ἃν γένοιτο τούτῳ τὸ ἰσοστατοῦν εἰς δύναμιν εὐθυμίας; εἰ γὰρ ἐπαισχύνεταί τινος ὁ κριτὴς, ὡς ἐποφείλων αὐτοῖς τὸν τῆς εὐπειθείας μισθὸν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὰ ἔργα, καὶ τὸν τῆς εὐνοίας στέφανον, πῶς οὐκ ἔστιν ἀναμφιλόγως εἰπεῖν, ὅτι πάντη τε καὶ πάντως ἐν ἀτελευτήτοις ἔσονται τιμαῖς τε καὶ δόξαις οἱ τῶν οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει, καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ, οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ὑφέσει τῆς καθ’ ἡμᾶς, ἀλλ’ ἐν δόξῃ τῇ τοῦ Πατρὸς, δορυφορων Ἀγγέλω. οὐκοῦν παγχάλεπον καὶ ὀλέθρου μεστμεστὸν d τὸ καταγνωσθῆναι μὲν ἐπὶ δειλίᾳ τε καὶ ἀφιλεργίᾳ, καταφοιτήσαντος ἄνωθεν τοῦ κριτοῦ καὶ ἀγγελικῶν ταγμάτων περιεστηκότων. μέγα δὲ καὶ παντὸς θαύματος ἄξιον καὶ τῆς εἰς λῆξιν εὐημερίας πρόξενον, τὸ ἐπὶ τοῖς ἤδη προπεπονημένοις χαίρειν αὐτοὺς, καὶ τὸ προσδοκᾷν τῶν ἱδρώτων τὰς ἀμοιβάς· ἐπαινεθήσονται γὰρ οἱ τοιοῦτοι, c κεχρῆσθαι Cod. d Cod. ἐλεθυρμεστὸν.
- 29.6
Χριστοῦ λέγοντος, “δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κλη- “ρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς “κόσμου.
- 30.1
Περὶ τῆς μεταμορφώσεως.
- 30.2
Τοῦ αὐτοῦ. Οὔπω τὴν ἐξ ὕψους δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενειαις, κα τι τοιοῦτον πέρι αὐτοὺς ἐννενοηκότας εἰπεῖν, πὼς ἀρνήσεταί τις ἑαυτὸν, ἣ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει πάλιν αὐτήν; τί δὲ τοῖς τοῦτο παθοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας, ἣ καὶ ποίων ἔσται χαρισμάτων μέτοχος; “Ινα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς ἐσομένης αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκὼν, “λέγω δὲ ὑμῖν,” φησὶν, “εἰσι τινες τῶν αὐτοῦ ἑστηκότων, οἱ οὐ “ μὴ γεύσωνται θανάτου, ἕως ἃν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.” βασιλείαν δὲ Θεοῦ φησὶν αὐτὴν τὴν θέαν τῆς δόξης, ἐν ἧ καὶ αὐτὸς ὀφθήσεται κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἃν ἐπιλάμψῃ τοῖς ἐπὶ τῆς γῆς. ἥξει γὰρ ἐν δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἔν γε μᾶλλον σμικροπρεπείᾳ τῇ καθ’ ἡμᾶς. πῶς οὖν ἄρα θεωροὺς ἐποιεῖτο τοῦ θαύματος τοὺς λαβόντας τὴν ὑπόσχεσιν; ἄνεισιν ἐπὶ τὸ ὄρος, τρεῖς ἀπ’ αὐτῶν τοὺς ἀπολέκτους ἔχων, εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ τὸν ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβλῇ διαλάμψαι, καὶ ὅσον ἀπαστράψαι δοκεῖν· εἶτα Μωϋσῆς καὶ Ἠλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις “τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε “πληροῦν,” φησὶν, “ἐν Ἰερουσαλὴμ,” τουτέστι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον καὶ τὸ σωτήριον πάθος τὸ ἐπί γε, φημὶ, τῷ τιμίῳ σταυρῷ. καὶ γὰρ ἐστὶν ἀληθὲς ὅτι καὶ ὁ διὰ Μωϋσέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι καταγράφων αὐτό· οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῆς καθ’ ἡμᾶς, καὶ ὅτι τῆς ἁπάντων ἕνεκα σωτηρίας καὶ ζωῆς οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. οὐκοῦν ἡ Μωϋσέως καὶ Ἡλίου παράστασις καὶ τὸ προλαβεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν, εὖ μάλα καταδεικνύουσα δορυφορούμενον μὲν ὑπὸ νόμου καὶ προφητῶν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην· προδειχθέντα δὲ παρ’ αὐτῶν δι’ ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν. ἀλλ’ οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πὼς ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ. Ἐπλήρουν γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα· εἶτα διαγρηγοροῦντες, θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος ὅτι τάχα που ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβὰς, σκηνὰς δὲ τρεῖς δεῖ γενέσθαι, φησὶ, τῷ Χριστῷ μὲν μίαν, τὰς ἑτέρας δὲ Μωϋσῇ καὶ Ἠλίᾳ· ἀλλ’ οὐκ ᾔδει, φησὶν, ὃ λέγει, οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, οὔτε μὴν τοῦ χρόνου λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. Ὡς γὰρ ὁ Παῦλός φησι, μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κυρίους δηλονότι. οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας καὶ οὔπω πεπερασμένης, πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης, ἀποφοιτήσαντα τοῦ παθεῖν ὑπὲρ αὐτοῦ; σέσωκε γὰρ τὴν ὑπουράνιον, καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν. οὐκ ᾔδει τοιγαροῦν ὁ Πέτρος ὅπερ ἔφη.
- 31.1
Περὶ τοῦ σεληνιαζομένου.
- 31.2
Ἐγένετο δὲ ἐν τῆ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς.
← Previous · Next → — showing 301–400 of 721
First Thousand Years of Greek. CTS URN tlg4102.tlg004.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.