Catena In Lucam
- 3.15
Ἄλλωσ. Τὸ δὲ “ ὅπως ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν “ διαλογισμοὶ” τοῦτό ἐστιν, ἵνα πάντων οἱ διαλογισμοὶ δῆλοι καὶ σαφεῖς τοῖς ἀνθρώποις γένωνται· τίς μὲν ὁ ἀγαπῶν αὐτὸν, καὶ μέχρι θανάτου τὴν εἰς αὐτὸν ἀγάπην ἐνδεικνύμενος· τίς δὲ ὁ ἐπίπλαστὸν ἔχων τὴν εἰς αὐτὸν πίστιν, σκανδάλου πληρωθεὶς διὰ τὸν σταυρόν· τίς τε ὁ προδιδοὺς καὶ ἐπιμένων τῷ τε σταυρῷ καὶ τῷ θανάτω αὐτοῦ.
- 4.1
Περὶ Ἄννης τῆς προφήτιδος.
- 4.2
Ἡ δὲ προφῆτις Ἄννα ἡ τοσαύτης ἀξιωθεῖσα μαρτυρίας ὑπὸ τοῦ Εὐαγγελιστοῦ, ἀνθωμολογεῖτο τῷ Θεῷ, τουτέστιν ηὐχαρίστει τὴν σωτηρίαν ὁρῶσα, τοῦ τε κόσμου, τοῦ τε Ἰσραὴλ ἐπιστᾶσαν.
- 4.3
Ελάλει δὲ περὶ αὐτοῦ, ὅτι αὐτὸς εἴη ὁ λυτρωτὴς, αὐτὸς εἴη ὁ Σωτῆρ’, οὗτος ἡμῖν εἰς χαρὰν περιτρέψει τὴν κατήφειαν.
- 4.4
“ Ὑπέστρεψαν δὲ εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν ἑαυτῶν “ Ναζαρὲτ,” ἐπειδὴ εἰ καὶ ἡ Βηθλεὲμ ἦν αὐτῶν πόλις, ἀλλὰ καὶ τὴν Ναζαρὲτ πόλιν ἑαυτῶν ἐπεγράφοντο, ὡς ἐκεῖ τὴν οἴκησιν αὐτῶν πηξάμενοι.
- 4.5
Κυρίλλου Ἀλεξανδρείασ. Ἄθρει δή μοι τῆς οἰκονομίας τὸ βάθος, ἀνθρώπινον ὑπομένει τόκον· καί τοι τὸ ἄναρχον ἐν χρόνῳ θεικῶς ἔχων ὁ Λόγος· ἐν αὐξήσει σώματος, ὁ παντέλειος ὡς Θεὸς, ἐν ἁδρότητι μελῶν ὁ ἀσώματος· πληροῦται σοφίας αὐτὸς ὢν ἡ πᾶσα σοφία. καὶ πρὸς τοῦτο φαμὲν, ὅρα διὰ τούτων τὸν ἐν μορφῇ τοῦ Πατρὸς, ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς, τὸν πλούσιον, ἐν πτωχείᾳ, ἐν ταπεινώσει τὸν ὑψηλὸν, τὸν τὸ πλῆρες ἔχοντα θεικῶς ἐν τῷ λέγεσθαι λαβεῖν, οὕτω κεκένωκεν ἑαυτὸν Θεὸς ὣν ὁ Λόγος· τὰ γὰρ ἀνθρωπίνως περὶ αὐτοῦ γεγραμμένα τὸν τῆς κενώσεως διαδείκνυσι τρόπον. οὐ γάρ ἐστι τῶν ἐνδεχομένων εἰς ἰδίαν φύσιν ὑποστῆναί τι τοιοῦτον ἐκ τοῦ Θεοῦ Πατρὸς φύντα Λόγον. Γέγονε δὲ σὰρξ, ἤγουν ἄνθρωπος καθ’ ἡμᾶς· τίκτεται ἐκ γυναικὸς κατὰ σάρκα τὰ ἀνθρώπινα ὑπομεμενηκώς. ἦν μὲν γὰρ ἱκανὸς ὁ Θεὸς ὣν ὁ Λόγος, εἰς μέτρον ἀνδρὸς τελείου καὶ ἐκ μητρὸς αὐτῆς τὴν ἰδίαν ἀναβιβάσας σάρκα. ἀλλ’ οὐκ ἦν μακρὸν τερατοποιήσας τὸ δρώμενον. Ἐπεὶ δὲ οὐκ ἄσαρκος ἀλλὰ σεσαρκωμένος εἰσαγαγὼν τὸν Θεὸν Λόγος, ὁ Εὐαγγελιστὴς ἔφη, “ ηὔξανε καὶ ἐκραταιοῦτο,” καὶ τὰ ἑξῆς. διὰ τοῦτο περὶ τὸν κατὰ σάρκα χρὴ νοεῖν ταῦτα· σωματικῶς γὰρ ηὔξανε καὶ ἐκραταιοῦτο, τῶν μελῶν συναδρυνομένων τῇ αὐξήσει. Ἐπληροῦτο δὲ σοφίας καὶ χάριτος, οὐκ ἐν τῷ προλαμβάνειν· ἀεὶ γὰρ τὸ πλῆρες εἶχεν ὡς Θεὸς, ἀλλὰ τοῦ Θεοῦ Λόγου τῇ τοῦ σώματος ἡλικίᾳ συνεκτείνοντο κατὰ βραχὺ τῆς σοφίας καὶ τῆς χάριτος τὴν ἔκφανσιν. Ἐπερωτᾷ δὲ τοὺς διδασκάλους ὁ Κύριος τὰ τοῦ νόμου πάντως, καὶ τὰ νομικὰ πα. ραγγέλματα. καὶ ᾔδει μὲν ἡ παναγία Θεοτόκος μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλὰ διὰ τὴν ὑποψίαν τῶν Ἰουδαίων νομιζόντων ἐκ πορνείας αὐτὸν γεγενῆσθαι, φησὶ πρὸς αὐτὸν, ὅτι “ ἰδοὺ ὁ πατὴρ “ σοῦ κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.”
- 4.6
Τοῦ Ἁγιοῦ Κυρίλλου Ἀλεξανδρείασ. Εἰπὼν ὁ Εὐαγγελιστὴς, ὅτι “ προέκοπτε σοφίᾳ καὶ χάριτι παρά τε Θεῷ καὶ ἀνθρώ- “ ποις,” δείκνυσι τὸν ἑαυτοῦ λόγον ἀληθῆ. Ἀποφέρει γὰρ αὐτὸν εἰς Ἱερουσαλὴμ, ἅμα τῇ ἁγίᾳ παρθένῳ, ἑορτῆς εἰς τοῦτο καλούσης, εἶτά φησιν, ἀπομεῖναι μὲν αὐτὸν, ἐγκαταλειφθῆναι δὲ μετὰ ταῦτα ἐν τῷ ἱερῷ μεταξὺ τῶν διδασκάλων καθήμενον, ἐρωτῶντα δὲ καὶ ἀποκρινόμενον, δῆλον δὲ ὅτι τὰ πάλαι τῷ νόμῳ διηγορευμένα· εἶτα θαυμαζόμενος ὑπὸ πάντων ἐπὶ ταῖς ἐρωτήσεσι καὶ ταῖς ἀπολογίαις. Ὁρᾷς ἐν σοφίᾳ καὶ χάριτι προκόπτοντα, διὰ τοῦ γινώσκεσθαι πολλοῖς, ὅτι τοιοῦτός ἐστι.
- 4.7
Ὠριγένουσ. Ὁ μακάριος Λουκᾶς ὅσα φῶς ἡμῖν ὅτι παρθένου υἱὸς ὁ Σωτῆρ’ ἦν, οὐκ ἐξ ἀνδρός. Πρὸς τι οὖν πατέρα εἶπε τὸν μὴ σπείραντα μηδὲ αἴτιον αὐτῷ γενόμενον τῆς γενέσεως ; Ἁπλούστερον μὲν λέγοιτο ἃν, ὅτι εἰ ἐτίμησεν αὐτὸν τὸ Πνεῦμα τὸ Ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ, ἐπειδήπερ ἀνεθρέψατο αὐτό; εἰ δὲ δεῖ τι εἰπεῖν καὶ βαθύτερον, ἐροῦμεν, ἐπεὶ ἡ γενεαλογία ἐγενεαλόγησε τὸν Ἰωσὴφ ἀπὸ Δαβίδ· ἔδοξε δὲ περιττὴ εἶναι ἡ γενεαλογία ἐρχομένη ἐπὶ τὸν Ἰωσὴφ μὴ γεννήσαντα τὸν Σωτῆρα. ἵνα ἡ γενεαλογία λόγον ἔχῃ ἐπιτήδειον, πατὴρ ἀνηγορεύθη Ἰωσὴφ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
- 4.8
Ἆρα δὲ ὅτι ἀπόλωλεν ὡς παῖς, κατεζήτουν, ἣ ὅτι πεπλάνηται ; ἄπαγε. οὔτε γὰρ τῆς πανσόφου θεοτόκου Μάριας ἦν τοῦτο, τῆς μυρίας δεξαμένης περὶ αὐτοῦ θείας ἀποκαλύψεις, οὐδὲ τοῦ Ἰωσήφ· ἀλλ’ ὥσπερ ἐάν τις ζητῇ γραφὴν, ὀδυνωμένως αὐτὴν ζητεῖ, οὐχ ὥσπερ πλανημένην οὐδὲ ὡς ἐσφαλμένην, ἀλλ’ ὡς ἔχουσαν μὲν τὸν ἀληθῆ καὶ μυστικὸν λόγον, μήπως δὲ πεφανερωμένην, οὕτω κἀκεῖνοι ἐζήτουν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μήπως ἀπέστη ἀπ’ αὐτῶν, μήπως καταλέλοιπεν αὐτούς· ὁ δὲ Κύριος ἡμῶν καὶ Θεὸς ἀφεὶς ἀνθρωπίνην δοῦναι ἀπόκρισιν, θείας ἅπτεται ἀποκρίσεως, παρεμφαίνων ὅτι Θεὸς εἴη σεσαρκωμένος. Ἐπειδὴ γὰρ ἡ παρθένος καὶ θεοτόκος τὸν ἐπικληθέντα αὐτοῦ πατέρα Ἰωσὴφ ἔλεγεν αὐτοῦ πατέρα, αὐτός φησιν, ὅτι ἐμὸς πατὴρ, οὐχ ὁ Ἰωσὴφ, ἀλλ’ ὁ Θεὸς, ὅτι ὁ τοῦ ναοῦ δεσπότης· εἰς τὸν ναὸν γὰρ τοῦ Θεοῦ ὣν, ἔφη, “ οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με ” οὐ συνῆκαν δὲ τὸ ῥῆμα οἱ περὶ τὴν ἁγίαν θεοτόκον, ὃ ἐλάλησεν αὐτοῖς ὁ Κύριος, ἐπειδὴ οὐκ ἦν ἀνθρωπίνης διανοίας τὸ οὕτω λεπτὸν συνιδεῖν μυστήριον.
- 4.9
Διὰ τοῦτο δὲ “ ἦν ὑποτασσόμενος αὐτοῖς,” παράδειγμα διδοὺς πᾶσιν υἱοῖς, ἵνα τιμῶσι τοὺς ἑαυτῶν γονεῖς καὶ ὑποτάσσεσθαι αὐτοῖς. Διετήρει δὲ ἡ μήτηρ αὐτοῦ ἡ παναγία παρθένος καὶ θεοτό- κος, ποῖα ῥήματα ; ὅσα ὁ Ἄγγελος εἶπεν, ὅσα οἱ ποιμένες, ὅσα Συμεὼν καὶ ἡ Ἄννα, καὶ ὅσα νῦν αὐτὸς πρὸς αὐτούς· εἰ γὰρ καὶ μὴ τελείως ἔγνωσαν τὰ εἰρημένα πη αὐτοῦ, πλὴν συνῆκεν ἡ παναγία θεοτόκος, ὅτι θεῖα ὑπῆρχον καὶ ὑπὲρ αὐτῶν. οὐδὲ γὰρ ὡς παιδίου ἤκουσε δωδεκαετοῦς, ἀλλ’ ἐτήρει τὰ ῥήματα ὡς τελείου. Πάλιν πρὸς τὴν αὔξησιν τοῦ σώματος προκοπὴν λέγει ὁ Εὐαγγελιστὴς, τουτέστι ὅτι καὶ ὁ Ἰησοῦς προέκοπτεν, ὥσπερ ὁ πολλοῖς ἐν γνώσει κατὰ προσθήκην γενόμενος τῆς περὶ αὐτοῦ θεοπρεποῦς ὑπολήψεως, ἣν σὺν εὐδοκίᾳ τοῦ Πατρὸς ἐπεδείκνυτο, συμπροσόντων τῶν χρόνων τῆς ἡλικίας, τὴν ἔλλαμψιν τῆς θεότητος.
- 5.1
Περὶ τοῦ γενομένου ῥήματος πρὸς Ἰωάννην.
- 5.2
Μέμνηται δὲ δικαίως τοῦ χρόνου καὶ τῶν ἀρχόντων λέγων ὁ Εὐαγγελιστὴς “ ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου “ Καίσαρος,” καὶ τὰ ἑξῆς, ἵνα γνῶμεν ὅτι ἐν τοῖς τῆς ἐνανθρωπήσεως χρόνοις τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ, ἐκλελοίπει καθόλου ἄρχων καὶ ἡγούμενος ἐξ Ἰουδαίων. ἀλλόφυλοι δὲ ἦρχον, Ῥωμαίων μὲν, οἱ δὲ λοιποὶ Ἡρώδου υἱοὶ, Ἀσκαλωνίτης τὸ γένος, “ ἦλθε γὰρ ᾧτινι τὸ ἄρχειν ἀπόκειται,” τουτέστι Χριστῷ τῷ Θεῷ ἡμῶν. Ἐξέλιπον δὲ οἱ Ἰουδαίων ἄρχοντες κατὰ τοὺς λόγους Ιακὼβ τοῦ πατριάρχου.
- 5.3
Τὸ δὲ εἰπεῖν “ ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην” δείκνυσιν ὅτι οὐκ ἀφ’ ἑαυτοῦ ἦλθεν, ἀλλὰ παρὰ Θεοῦ ἀποσταλεὶς, ὅθεν καὶ τοσαῦτα περὶ τὸν Ἰωάννην ἐξ ἀρχῆς ᾠκονομήθη διὰ ταύτην τὴν διακονίαν. Ἔδει γὰρ καὶ τὸν πρόδρομον τοῦ Χριστοῦ ἀξιάγαστον εἶναι. Διὰ τί δὲ ἐγένετο ῥῆμα Θεοῦ πρὸς Ἰωάννην ἐν τῇ ἐρήμῳ ; διά τινα μυστικὴν θεωρίαν. Ἐπειδὴ γὰρ ἔμελλε πολλὰ τὰ τέκνα αὐτῆς ἐρημωθείσης μᾶλλον εἶναι ἣ περὶ τῆς ἐχούσης τὸν ἄνδρα, τούτου χάριν τοῦτο γέγονε. Εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκπερισσῶς ἐποίει κηρύσσων ἐν τῇ ἐρήμῳ. Ἐκήρυσσε δὲ βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Τὸ μὲν γὰρ Θεῷ βάπτισμα τελείως ἔχει ἄφεσιν ἁμαρτιῶν ἐξ αὐτοῦ τοῦ βαπτίζεσθαι, τὸ δὲ Ἰωάννου εἰς αὐτὸ μὲν εἶχεν ἄφεσιν ἁμαρτιῶν, διὰ μετανοίας δὲ, ἀτελὴς γὰρ ἦν, εἰ καἲ τῶν Ἰουδαϊκῶν βαπτισμάτων τελειότερον ὑπῆρχεν· ἐποίει γὰρ αὐτοὺς ἐπιτηδείους μετάνοια, καὶ δεκτικοὺς αὐτῆς γενέσθαι παρεσκεύαζε τοὺς βαπτιζομένους.
- 5.4
Ἐπειδὴ δὲ ὁ Ἰωάννης πρόδρομος ἦν τοῦ Χριστοῦ, φωνὴ ἦν ὁ λόγος, προέδραμεν ἡ φωνὴ τὸν λόγον. διὰ τοῦτο καὶ ὡς οὔπω παρόντος τοῦ Κυρίου, “ ἑτοιμάσατε,” φησὶ, “ τὴν ὁδὸν αὐτοῦ, τουτέστι, εὐτρεπίσθητε πρὸς παραδοχὴν ὧν ἂν βούλοιτο νομοθετεῖν, τῶν τοῦ νόμου σκιῶν ἀφιστάμενοι. Εὐθείας δὲ ποιεῖ τὰς τρίβους τοῦ Θεοῦ ὁ διὰ δικαιοσύνης αὐτὴν ὁδεύων· σκολιὰ γὰρ ἡ κακία. Τὸ δὲ “ πᾶσα φάραγξ πληρωθήσεται” καὶ τὰ ἑξῆς, ὡς πρὸς ἀντίθεσιν ἐστί· καὶ οἱονεὶ ἀμφιβάλλοντός τινος ἡ προφητεία ἀποκρίνεται. Ἐπειδὴ γὰρ εἶπεν, “ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, “ εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,” ἀνάντης δὲ καὶ τραχεῖα ἡ ἀρετὴ καὶ δυσδιάβατος, καὶ ἐμποδιζομένη, πρῶτον μὲν ἀπὸ τῶν πονηρῶν πνευμάτων, ἔπειτα δὲ καὶ ἀπὸ τῶν φυσικῶν καὶ ἔξωθεν παθῶν, ὡς λέγοντός τινος τῷ προφήτῃ πῶς ἐνδέχεται κατορθοῦσαι ἀρετὴν, τοσούτων ὄντων κωλυμάτων, αὐτὸς ἀποκριθεὶς λέγει, ὅτι πᾶν τὸ πρὸς τὸν τῆς ἀρετῆς δρόμον ἐμποδίζον διορθωθήσεται ὑπὸ τοῦ Χριστοῦ· κἂν φάραγξ τις εἴη, καὶ διὰ τοῦτο ὑπάρχει δύσβατος, πληρωθήσεται πρὸς δεξίωσιν· κἂν ὅρος τις εἴη καὶ βουνὸς, καὶ διὰ τοῦτό ἐστι δυσπόρευτος, ταπεινωθήσεται εἰς ὁδὸν εἰθεῖαν, καὶ πάντα ἔσται εὐθεῖα.
- 5.5
Ἄλλωσ. Φάραγγας δὲ καὶ ὄρη καὶ βουνοὺς τὰ πάθη καλεῖ, καὶ τὰς τῶν δαιμόνων ἀντιστάσεις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι πάντα ὅσα τὴν ἀρετὴν καὶ τὴν τοῦ Θεοῦ ὁδὸν δύσβατον ποιεῖ, καταργηθήσεται ὑπὸ Χριστοῦ, ὡς γενέσθαι λεῖα πάντα τοῖς ὁδεύειν βουλομένοις· λεῖα δὲ γέγονεν οὕτως, ἐπειδήπερ τὸν μὲν Σατανᾶν κατήργησεν ὁ Χριστὸς, καὶ ὑπὸ τοὺς πόδας τῶν δούλων αὐτοῦ τέθεικε. Τὰ δὲ τῆς σαρκὸς πάθη ἐν ἑαυτῷ κατεύνασε καὶ κατήργησε.
- 5.6
Δεῖξαι δὲ θέλων, ὅτι οὐκέτι Ἰουδαῖοι οὔτε προσήλυτοι μόνον, ἀλλὰ καὶ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις τῆς φιλανθρωπίας ἀπο- λαύσει τοῦ Θεοῦ, φησὶ “ καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον “ τοῦ Θεοῦ, ” τουτέστιν, ὅτι πρὸς τὰ πέρατα τῆς γῆς κηρυχθήσεται τῶν Εὐαγγελίων τούτων ἡ δύναμις καὶ ἡ γνῶσις, ἀπὸ θηριώδους τρόπου καὶ σκληροτάτης γνώμης εἰς ἡμερότητα πολλὴν καὶ πραότητα μεταβάλλουσα τὸ τῶν ἀνθρώπων γένος. καὶ γὰρ διὰ τῶν σκολιῶν πάντα τὸν διεφθαρμένον βίον ᾐνίξατο, τουτέστι, τελώνας, καὶ πόρνας καὶ λῃστὰς καὶ μάγους, οἵτινες ὄντες διεστραμμένοι πρότερον, τὴν ὀρθὴν ὕστερον ἐβάδισαν ὁδόν· ὅπερ οὖν αὐτὸς ἔλεγε τοῖς Ἰουδαίοις, “ ὅτι τελῶναι καὶ πόρναι προάγουσιν “ ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.”
- 5.7
Τὸ “ἔλεγεν οὑν τοῖς ἐκπορευομένοις ὄχλοις ἕως “ καὶ εἰς πῦρ “ βάλλεται,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
- 6.1
Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰωάννην.
- 6.2
Ερωτηθεὶς δὲ ὁ Ἰωάννης παρὰ τῶν ὄχλων τὸ τί ποιήσομεν ; αὐτὸς καθάπερ τις ἐπιστήμων ἰατρὸς ἑκάστῳ τὸ πρόσφορον τέθεικε βοήθημα, τοῖς μὲν ὄχλοις φιλαλλήλῳ φρονήματι κεχρῆσθαι κε. λεύω τελώναις δὲ τὴν εἰς ἀκαθέκτους πλεονεξίας ἀποκλείων ὁδὸν, τοῖς γε μὴν στρατιώταις τὸ μηδένα διασείειν πανσόφως ἐπιφωνῶν· οὐδένα γὰρ ἀποβάλλεται Θεὸς, ὀρθῶς καὶ δικαίως πολιτευόμενον· οὕτω δὲ ἦν μέγας καὶ ἀξιάγαστος ὡς εἰς ὑπονοίας ἐλθεῖν τοὺς τῶν Ἰουδαίων δήμους, μὴ ἆράγε αὐτὸς εἴη ὁ Χριστὸς, ὁ ὑπὸ προφητῶν ἁγίων προκεκηρυγμένος. αὐτὸς δὲ τὴν τοιαύτην αὐτῶν ὑποψίαν ἀποκόπτων ἔλεγεν ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, καὶ τὰ ἑξῆς, ἕως “ κατακαύσει πυρὶ ἀσβέστῳ.” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
- 6.3
Ὠριγένουσ. Τρία τάγματα εἰσήγαγε, πυνθανομένου τοῦ Ιωάννου, ἓν μὲν, ὠνόμασεν ὄχλους ἐκπορευομένους ἐπὶ τὸ βάπτισμα, ἄλλο δὲ ὠνόμασε τελώνας, τρίτον δὲ ὠνόμασε στρατιώτας.
- 6.4
Τοῦ Αὐτοῦ. Γενόμενος ἐγὼ κατὰ τὸν τόπον εἰ αὐτὴ ἡ ἐντολὴ, ὅσον ἐπὶ τῶν ῥητῶν τῷ ὄχλῳ, ἁρμόζει· “ ὁ ἔχων “ δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι·” ὅτι γὰρ τοῖς Ἀποστόλοις ἁρμόζει, δῆλον ἐκ τῶν ἀναγραφόντων, ὡς ὑπὸ τοῦ Σωτῆρος πρὸς αὐτοὺς εἰρημένον, ἐν οἷς ἔλεγεν αὐτοῖς, “ μηδὲ δύο χιτῶνας εἰς “ ὁδὸν ἆραι, ἀλλ’ ὅρα, εἰ τὰ εἰρημένα περὶ ἐνδύματος ἐν τῷ λόγῳ τῷ περὶ τῆς γυμνότητος δύνασαι παραλαβεῖν εἰς τὸ “ ὁ “ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι.” θέλει γὰρ ἡμᾶς ὡς μηδὲ δύο χιτῶνας ἔχειν, καὶ ἐνδεδύσθαι, πῆ μὲν τὸ παλαιὸν, πῆ δὲ τὸ νέον· ἀλλ’ ἐκδύσασθαι μὲν τὸ ἕτερον, τὸ δὲ ἕτερον ἔχειν. ἅμα δὲ ἐζήτουν τὸ “ μεταδότω τῷ μὴ ἔχοντι. τίς δέ ἐστιν ὁ μὴ ἔνδυμα ἔχων περὶ τὸν χρῶτα καὶ μὴ εὐσκεπασμένον ὥστε αὐτῷ μεταδιδόναι ; οὐ τοῦτο λέγω, ὅτι οὐ δύναται καὶ καθ’ ὑπερβολὴν τοῦτο προτρεπτικὸν εἶναι πρὸς τὸ δεῖν ἐνδύειν τοὺς πένητας καὶ μὴ ἀμελεῖν τῆς ἐντολῆς.
- 6.5
Εἰπὼν δὲ ὅτι πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαὸν, ἔδειξεν ὅτι ὁ τὸν λόγον τοῦ Εὐαγγελίου διδάσκων, πολλὰ σωτήρια εὐαγγελίζεται διδάγματα.
- 6.6
Τὸ δὲ ἐπαγόμενον, ὅτι “ Ἡρώδης τετράρχης ἐλεγχόμενος ὑπ’ αὐτοῦ καὶ τὰ ἑξῆς ἕως ἐν τῇ φυλακῇ προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. ὁμοίως δὲ καὶ περὶ τοῦ βαπτισμοῦ.
- 6.7
Ὁ δὲ Ἡρώδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ’ αὐτοῦ. Ωριγένουσ. Οὗτος παρανόμως ἔγημε τὴν γυναῖκα τοῦ ἀδελ- φοῦ αὐτοῦ παρὰ τὸν Μωϋσέως νόμον· ἀλλ’ ὁ ἀκατάπληκτος Ἰωάννης ὁ μηδενὸς πρόσωπον λαμβάνων, οὐ φοβηθεὶς τὴν βασιλικὴν ἐξουσίαν, οὐδὲ ἧττον πληρῶν προφητικὴν παρρησίαν, ἤλεγξε τὸν Ἡρώδη ἐπὶ τῇ παρανόμῳ τοῦ γάμου, καὶ κατεκλείσθη εἰς φυλακὴν, καὶ μὴ μεριμνῶν θάνατον, ἐμερίμνα περὶ Χριστοῦ.
- 6.8
Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχό- μενος.
- 6.9
τριακονταέτης δὲ ἐπὶ τὸ βάπτισμα παρεγένετο, ἐπειδὴ μεμαρτυρημένη ἐστὶν ἡ ἡλικία αὕτη, ὥστε μέγα οὖσα, ἅμα δὲ καὶ ἵνα δείξῃ, ὅτι τελείους ἄνδρας ἀποτίκτει κατὰ τὴν νοητὴν ἡλικίαν πνευματικὴ ἀν’ οὕτω γὰρ καὶ ὁ πρῶτος ἄνθρωπος τέλειος ἐπλάσθη, καὶ εὐθέως ἐν τῷ παραδείσῳ τεθεὶς, ὡς τέλειος ἐντολὴν καὶ νόμον ἔλαβε, καὶ ἐπετρέπετο τοῦ παραδείσου τὴν ἐργασίαν καὶ φυλακήν.
- 6.10
Περὶ τὴν κατὰ σάρκα γέννησιν τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ τὸν μὲν Ματθαῖον ἀπὸ Σολομῶντος αὐτὸν γενεαλογεῖν, καὶ φθάνειν εἰς τὸν Ματθαῖον καὶ Ἰακὼβ καὶ Ἰωσὴφ, καὶ ἀμφιβόλως ἕκαστον αὐτῶν, ἕτερον δὲ καὶ ἔτι καταλέγειν γένος· καὶ δοκεῖ τῶν ἀδυνάτων εἶναι τὸν Ἰωσὴφ τὸν νομισθέντα ἄνδρα τῆς παναγίας θεοτόκου καὶ ἀεὶ παρθένου Μάριας, τόν τε Ἰακὼβ καὶ τὸν Ἠλὶ ἐσχηκέναι πατέρα· ἀλλὰ κατανοήσας μὲν τὴν λύσιν τῆς δοκούσης διαφωνίας. τρίτος ἀπὸ τέλους κατὰ τὴν τοῦ Ματθαίου γενεαλογίαν ἐστὶν ὁ Ματθαῖος, πέμπτος δὲ ἀπὸ τέλους, κατὰ τὴν τοῦ Λουκᾶ ὁ Μελχί· τούτων τῶν δύο κατὰ διαφόρους χρόνους, γαμετὴ γέγονεν ἡ Ἐσθᾶν· τοῦ γὰρ Ματθᾶν προειληφότος αὐτὴν καὶ παιδοποιήσαντος ἐξ αὐτῆς τὸν Ἰακὼβ, καὶ τελευτήσαντος, χήραν αὐτὴν οὖσαν, ἐκ τῆς αὐτῆς ὣν φυλῆς, ἄλλης δὲ συγγενείας, ἠγάγετο ὁ Μελχὶ, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς τὸν Ἠλί, ὁ δὲ Ἰακὼβ τοιγαροῦν καὶ ὁ Ἠλὶ ὁμομήτριοι τυγχάνουσιν ἀδελφοὶ ἐκ τῆς Ἐσθᾶν. εἰς Ἐσθᾶν c δὲ τοῦ Ἠλὶ γυναῖκα καὶ ἀτέκνου τελευτήσαντος, κατὰ τὸν νόμον εἰσῆλθε πρὸς αὐτὴν ὁ Ἰακὼβ, ὡς ἀδελφὸς παιδοποιήσας τῶ τελευτήσαντι ἀδελφῷ τῷ Ἠλί· ἐπαιδοποίησεν οὖν τὸν Ἰωσὴφ, καὶ ηὑρέθη ὁ Ἰωσὴφ, υἱὸς μὲν ὣν τῇ φύσει τοῦ Ἰακὼβ, νόμῳ δὲ τοῦ Ἠλὶ, καὶ τὸ γένος ὅθεν ὁ Ἰακὼβ κατάγεται. ὅδε γε Λουκᾶς τὸν κατὰ νόμον λέγων πατέρα τοῦ Ἰωσὴφ τὸν Ἠλί κατάγεται· προσηκόντως δὲ ὁ μὲν τοῦ κατὰ φύσιν, ὁ δὲ τοῦ κατὰ νόμον πατρὸς μέμνηται· ἵνα δείξωσιν, ὅτι ἐξ ἀμφοτέρων τῶν πατρῶν, τοῦ τε κατὰ τὸν νόμον, τοῦ τε κατὰ τὴν φύσιν, εἰς τὸν Δαβὶδ ἀνατρέχει τὸ γένος· ὅθεν τῶν δύο πατέρων εἰς τὸν Δαβὶδ ἀνατρεχόντων, καὶ Ἰουδαίων καὶ Ἑλλήνων πᾶσι περιείρηται ἀμφισβήτησις καὶ ἅπαν σκάνδαλον.
- 6.11
Τοῦ ἀγίυ Κυρίλλου. βαπτίζεται δὲ ὁ Ἰησοῦς, εὐλογῶν τὰ ὕδατα καὶ καθαίρων αὐτὰ ὑπὲρ ἡμῶν. Ἄγιος γάρ ἐστιν Ἀγίων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ οὐκ ἂν αὐτὸς ἐδεήθη τοῦ ἁγίου βαπτίσματος, οὐδὲ ἀφέσεως ἁμαρτιῶν τυχεῖν, ὥσπερ ἡμεῖς κερδαίνομεν δι’ αὐτοῦ.
- 6.12
Ἀνοίγει τοὺς οὐρανοὺς, οὓς ἔκλεισεν ὁ πρῶτος Ἀδὰμ, δηλῶν ὡς ἡ τοῦ βαπτίσματος δύναμις ἄνοδός ἐστιν εἰς τὸν οὐρανόν· ἡμῖν γὰρ ἅπαντα ἔπραττεν ὁ οὐράνιος τοῦ ἁγιασμοῦ καὶ τῆς ἡμετέρας λυτρώσεως ἀπαρχόμενος . οὕτω καὶ τὸ Πνεῦμα δι’ ἡμᾶς κάτεισιν εἰς αὐτόν· Πνεῦμα δὲ οὐχ ἓν τῶν λειτουργικῶν πνευμάτων, ἀλλὰ τὸ αὐτοῦ τοῦ Θεοῦ, τὸ ὁμοούσιον καὶ συμβασιλεῦον αὐτῷ καὶ τῷ Πατρί.
- 6.13
Εἰ δέ φησι, πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, ἵνα δειχθείη σαφῶς ὡς εἷς ἐστιν ὁ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης Θεός· καὶ εἰς ὑπόμνησιν ἀγάγῃ τοῦ ἐπὶ Νῶε κατακλυσμοῦ. Ὥσπερ γὰρ τότε περιστερὰ τὴν κατάπαυσιν εὐηγγελίσατο τῆς ὀργῆς τοῦ Θεοῦ, οὕτω καὶ νῦν περιστερὰν εἶδον, μηνύει τὸν τῆς ἁμαρτίας κατακλυσμὸν καὶ τὴν τοῦ κόσμου διαλλαγήν.
- 6.14
Ὁ ἐν ἡμῖν πρωτότοκος γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, δέχεται πρῶτος τὸ Πνεῦμα· καίτοι τοῦ Πνεύματος δοτὴρ ὑπάρχων αὐτὸς, ἵνα καὶ εἰς ἡμᾶς ἔρχηται δι’ αὐτοῦ τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ Ἅγιον Πνεῦμα κοινωνίας ἡ χάρις, τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς λέγων, περί τε αὐτοῦ καὶ ἡμῶν· “ ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες, “ δι’ ἣν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων, ἀπαγ- “ γελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.”
- 7.1
Περὶ τοῦ πειρασμοῦ τοῦ Σωτῆρος.
- 7.2
Ἰησοῦς δὲ Πνεύματος Ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου. καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον ἡμέρας τεσσαράκοντα.
- 7.3
Τοῦ Αῦτοῦ. Τί οὐν ἀρα τὸ “ ἤγετο ” ἔστιν οὐ μᾶλλον, ἀλλ’ ὅτι διῆγε καὶ ἐπολιτεύετο. κατηθίσμεθα γὰρ πῶς καὶ ἡμεῖς αὐτοὶ περὶ παντὸς τοῦτο ἐν ἐπιεικείᾳ λέγειν, ὁ δεῖνα τυχεῖν a, καλῶς ἑαυτὸν ἄγει. ἐπολιτεύετο τοίνυν ἐν τῇ ἐρήμῳ ἐν πνεύματι, τουτέστι πνευματικῶς· νενήστευκε γὰρ, οὐδὲν παντελῶς τῇ τοῦ σώματος χρείᾳ διδοὺς εἰς τροφήν· οὐκ αὐτὸς νηστείας προσδεόμενος, ἀλλὰ τύπον ἡμῖν τὰ καθ’ ἑαυτὸν εἰς ὑπογραμμὴν ἀνατιθεὶς, καὶ εἰκόνα ποιούμενος τῆς παρ’ ἡμῖν ἐξαιρέτου καὶ τεθαυμασμένης ζωῆς. τὸ δὲ ἐν τῇ ἐρήμῳ διαιτᾶσθαι ἀναγκαῖον καὶ χρήσιμόν ἐστιν. ἀποφοιτῶντες γὰρ τῶν εἰκαίων τοῦ παρόντος βίου, περισπασμῶν καὶ κυμάτων καὶ ζάλης ἀπηλλάγμεθα, καὶ τὴν ἡδονὴν ἀπονεκροῦντες, κρείττονες τοῦ πειράζοντος Σατανᾶ ἐσόμεθα.
- 7.4
Κυρίλλου ἈλεξανΔδείασ. Ἐνταῦθά μοι βλέπε ἀνθρώπου φύσιν, καὶ ἐν ἀπαρχῇ τῷ Χριστῷ τῇ τοῦ Ἁγίου Πνεύματος χάριτι κατακεχρισμένην, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐστεφανωμένην· πάλαι μὲν γὰρ ὑπισχνεῖτο ὁ τῶν ὅλων Θεὸς, λέγων, “ ὅτι ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός “ μου ἐπὶ πᾶσαν σάρκα.” πεπλήρωται δὲ εἰς ἡμᾶς ὡς ἐν πρώτῳ χρόνῳ τὸ ἐπηγγελμένον, καὶ περὶ μὲν τῶν ἀρχαιοτέρων ἀκαθέκτως ἐκκεκλικότων εἰς φιλοσαρκίαν ἔφη ποῦ Χριστὸς, “ οὐ μὴ κατα- “ μείνῃ τὸ Πνεῦμα ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.” Ἐπειδὴ δὲ πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ τὴν διὰ Πνεύματός τε καὶ ὕδατος ἀναγέννησιν πεπλουτήκαμεν, χρηματίζομεν δὲ οὐκέτι σαρκὸς καὶ αἵματος τέκνα, πατέρα δὲ μᾶλλον καλοῦμεν τὸν Θεόν· ταύτῃ τοι καὶ μάλα εἰκότως, ὥστε ὡς τετιμημένοι λοιπὸν καὶ τὸ λαμπρὸν ἔχοντες τῆς υἱοθεσίας καύχημα, θείας φύσεως γεγόναμεν κοινωνοὶ, διὰ μετοχῆς τοῦ Ἁγίου Πνεύ- μάτος· ὁ δ᾿ ἐν ἡμῖν πρωτότοκος, ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, δέχεται πρῶτον τὸ Πνεῦμα, καὶ τοι τοῦ Πνεύματος δοτὴρ ὑπάρχων αὐτὸς, ἵνα καὶ εἰς ἡμᾶς ἔρχηται δι’ αὐτοῦ τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ Ἅγιον Πνεῦμα κοινωνίας ἡ χάρις. τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς λέγων πέρι τε αὐτοῦ καὶ ἡμῶν· “ ὁ τε γὰρ ἁγιάζων καὶ ἁγιαζόμενοι ἐξ ἑνὸς “ πάντες· δι’ ἣν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλῶν, λέγων, “ ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ἐπειδὴ γὰρ ὅλως οὐκ ἐπαισχύνεται καλῶν ἡμᾶς ἀδελφοὺς, διά τοι τὸ ὑπελθεῖν τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, διὰ τοῦτο τὴν ἡμῶν εἰς ἑαυτὸν πτωχείαν μετατιθεὶς, ἁγιάζεται μεθ’ ἡμῶν, καίτοι τὴν κτίσιν ἅπασαν ἁγιάζων αὐτὸς, ἵνα μὴ φαίνηται τὸ τῆς ἀνθρωπότητος παραιτούμενος μέτρον, ὁ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς ἄνθρωπος γενέσθαι μὴ φυγών. καὶ “ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γενόμενος τῇ κατὰ “ πᾶν ὅτι οὖν, δίχα μόνης ἁμαρτίας.”
- 7.5
Ἰωάννου Τοῦ Χρυσοστόμου. “ “ ἐπείνασεν,” οὐδὲ γὰρ νηστεύοντι ἀλλὰ πεινῶντι προσέρχεται, ἵνα σὺ μάθῃς, ἡλίκον νηστεία καλὸν, καὶ πῶς ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου μέγιστον, καὶ ὅτι μέγα λουτρὸν, οὐ τρυφῇ καὶ μέθῃ καὶ τραπέζῃ πληθούσῃ, ἀλλὰ νηστείᾳ προσέχειν δεῖ. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς ἐνήστευσεν, οὐκ αὐτὸς ταύτης δεόμενος, ἀλλ’ ἡμᾶς παιδεύων.
- 7.6
Ὠριγένουσ. Πάντα πειρασμὸν ὃν ἔμελλον οἱ ἄνθρωποι πειράζεσθαι, πρῶτον ἐπειράσθη κατὰ τὸ ἀνθρώπινον· ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· ἐὰν ἴδῃς τοὺς ἀπὸ τῶν αἱρέσεων ἐσθίοντας ὡς ἄρτον τὸν λόγον τὸν ψευδῆ, ἴσθι ὅτι ἐκεῖνος ὁ λόγος ὁ λίθος ἐστὶν, ὃν ὁ διάβολος δείκνυσιν, ἐπεὶ ποῖος ἦν πειρασμὸς τὸν λίθον γενέσθαι ἄρτον, καὶ τὸν Σωτῆρα φαγεῖν ;
- 7.7
Διδάσκει δὲ διὰ τῆς λέξεως, ὅτι οὗτος μὲν, οὐ ῥῆμα Θεοῦ, τὸ δὲ τρέφον ῥῆμα καὶ τὸ ζωοποιοῦν· ἐπ’ ἐκείνῳ γὰρ τῷ ῥήματι ζῇ ἄνθρωπος· ἅμα δὲ τήρει, ὅτι ταῦτα λέγει κατὰ τὸ ἀνθρώπινον, οὐ καθὸ Θεὸς ἦν. Ὡς γὰρ περὶ ἀνθρώπου ἀποκρίνεται καὶ λέγει, “ γέγραπται, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνω ζήσεται ἄνθρωπος,” δηλῶν ὅτι ὡς ἄνθρωπός ἐστι πειραζόμενος.
- 7.8
Εἰπὼν δὲ ὁ Εὐαγγελιστὴς, ὅτι “ ἔδειξεν αὐτῷ πάσας τὰς “ βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου,” ἀντὶ τοῦ διέγραψε τῷ λόγῳ τὴν οἰκουμένην, φησὶ, καὶ ὥσπερ τρόπον τινὰ ἐν τῇ διανοίᾳ αὐτοῦ ὑπεδείκνυεν ὡς ᾤετο. οὐδὲν ἠγνόει ὁ πάντα ποιήσας. εἰ γὰρ μὴ τοῦτό ἐστι, πῶς ἠδύνατο αὐτοὺς τοὺς τόπους εἰς ἕνα τόπον πρὸς θεωρίαν σωματικὴν ἀγαγεῖν, οἷον, φέρε εἰπεῖν, τὴν Περσῶν ἡγεμονίαν, ἣ τὴν Ἰνδῶν ;
- 7.9
Τοῦ ἁγίου Γρηγορίου Νύσσησ. ἡμῖν χωρὶς ἁμαρτίας, καὶ συμμετασχὼν ἡμῖν τῶν αὐτῶν παθημάτων, τὴν πεῖναν οὐκ ἔκρινεν ἁμαρτίαν, οὐδὲ ἀπώσατο τῆς ἑαυτοῦ πείρας τὸ κατ’ αὐτῆς πάθος, ἀλλ’ εἴξατο τὴν ὀρεκτικὴν τῆς φύσεως ὁρμὴν, τὴν ἐπὶ τῇ τροφῇ γινομένην, ἀπόσιτος γὰρ τεσσαράκοντα ἡμερῶν διαμείνας, ὕστερον ἐπείνασεν. Ἔδωκε γὰρ ὅτε ἐβούλετο τῇ φύσει καιρὸν τὰ ἑαυτῆς ἐνεργῆσαι.
- 7.10
Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος, καὶ τὰ ἑξῆς.
- 7.11
τούτους τοὺς τρεῖς πειρασμοὺς ἐκτελέσας ὁ διάβολος ἀνεχώ- ρησε. τίνες οὖν εἰσὶν οἱ τρεῖς ; ἡ γαστριμαργία, ἡ φιλαργυρία, ἡ κενοδοξία, ἄλλους παρὰ τούτους πειρασμοὺς οὐκ ἔχει. πρῶτος ὁ Ἀδὰμ διὰ κοιλίας πειράζεται, ἐπειδὴ οὐχ εἶχε πλεονεξίαν, οὐδὲ κενοδοξίαν, πάντων κύριος ὣν, καὶ μηδενὸς ἑτέρου ὄντος· οὐ προσάγει αὐτῷ ὁ διάβολος ὀργὴν, οὐδὲν γὰρ εἶχεν ᾧτ’ ὀργισθῇ· ἀπὸ τῆς γαστριμαργίας τότε ἤρξατο, καὶ νῦν ἐκεῖθεν ἤρξατο.
- 7.12
Τί δέ ἐστι τὸ “ ἕως καιροῦ ” ἐξεδέχετο γὰρ τὴν Ἰουδαίων πονηρίαν. Χριστὸς δὲ διὰ τοῦτο παρεγένετο, ἵνα πληρώσῃ τῆς οἰκουμένης ’τον σκοπόν.
- 7.13
Τὸ δὲ “ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος “ εἰς τὴν Γαλιλαίαν” διὰ τὰς θεοσημείας φησὶν, ὥσπερ ἐπετέλει τῇ δυνάμει τοῦ Παναγίου Πνεύματος, οὐκ ἔξωθεν καὶ πεπορισμένην τὴν τοῦ Πνεύματος χάριν λαβὼν, καθὰ καὶ ὁ τῶν ἁγίων χορὸς, ἀλλ’ ὡς ὣν φύσει τε ἀληθῶς Υἱὸς τοῦ Θεοῦ, ὡς ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ χρώμενος τῇ τοῦ Παναγίου καὶ ὁμοουσίου Πνεύματος, ταύτας εἰργάζετο.
- 7.14
Ὠριγένουσ. Ἐπειδὴ ἔμελλεν ἀθλεῖν πρὸς τὸν διάβολον ἐν πειρασμῷ, δὶς ὀνομάζεται τὸ Πνεῦμα χωρὶς πάσης προσθήκης· ὅτε δὲ ἀγωνισάμενος ἐνίκησε τοὺς τρεῖς ἀναγεγραμμένους πειρασμοὺς, πρόσσχες τῇ ἀκριβείᾳ τῆς γραφῆς τι περὶ τοῦ Πνεύματος φησὶν, “ ὅτι Ἰησοῦς ὑπέστρεψεν ἐν τῇ δυνάμει τοῦ Πνεύματος ; καὶ προσέθηκεν “ ἐν τῇ δυνάμει,” διὰ τὸν ἀθλητὴν τὸν νενικηκότα.
- 7.15
Ὠριγένουσ. “ βασιλείας κόσμου,” φησὶ, τὸν κοσμικῶν ἀνθρώπων, τίνα τρόπον οἱ βασιλεύονται ὑπὸ πονηρίας, οἱ δὲ βασιλεύονται ὑπὸ φιλαργυρίας, οἱ δὲ ὑπὸ κενοδοξίας· οὐ γὰρ ἐδείκνυεν αὐτῷ τὰς βασιλείας τοῦ κόσμου, τίνα τρόπον ἰσχύει βασιλεύειν, ἱν αὐτὸν προτρέψηται ποιῆσαι, ὃ ἐνόμιζε ποιῆσαι, περιγενήσεσθαι τοῦ Χριστοῦ. εἰ θέλεις, φησὶ, βασιλεῦσαι τούτων, καὶ ἐπὶ τούτῳ ἐλήλυθας τοῦ ἀγωνίσασθαι καὶ ἀποστῆσαι τοὺς βασιλευομένους ὑπ’ ἐμοῦ, μὴ ἀγωνίζου, ἓν ἀξιῶ, πεσὼν προσκύνησόν με, καὶ παράλαβε πᾶσαν τὴν βασιλείαν τὴν ὑπ’ ἐμέ. ἀλλ’ ὁ Σωτῆρ’ βασιλεῦσαι μὲν θέλει καὶ ὑποτάξαι πάντα τὰ ἔθνη, ἵνα δοῦλα γένηται δικαιοσύνης καὶ ἀληθείας καὶ πάσης ἀρετῆς· βασιλεῦσαι δὲ οὐ μετὰ ἁμαρτίας, οὐδὲ βούλεται ἀκμῆτί ὑποτάξας αὐτὸν ἐκείνῳ ἐστεφανῶσθαι, οὐδὲ ἀκμῆτί λαβεῖν πάσας τὰς βασιλείας τοῦ κόσμου, καὶ τὴν δόξαν αὐτῶν ὑποχείριον. Διό φησι πρὸς αὐτὸν, “ γέγραπται, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ “ μόνῳ λατρεύσεις.”
- 7.16
Ἐμφανῆ δέ, φησιν, ἑαυτὸν καὶ καταστῆσαι ἐξ αἵματος Ἰσραὴλ βουλόμενος, καὶ ὅτι κεχρῆσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς σωτηρίαν τῆς ὑπ’ οὐρανὸν, πανσόφως καὶ τοῦτο οἰκονομεῖ πρό γε τῶν ἄλλων τοῖς ἐκ Ναζαρὲτ, οἷς συνετράφη, κατά γε τὴν σάρκα, φημὶ, τοῦτο χαριζόμενος. “ ἦλθε” γὰρ, φησὶν, “ εἰς Ναζαρὲτ, οὗ “ ἦν ἀνατεθραμμένος,” καὶ τὰ ἑξῆς. Ἀναγνοῦς δὲ τὰ ἐν τῷ προφήτῃ Ἡσαΐᾳ ἀναγεγραμμένα, “ ὅτι Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, “ οὗ ἕνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς,” καὶ τὰ ἑξῆς. Ἐναργέστατα διὰ τούτων ἐδείκνυε τοῖς ἀκούουσιν, ὅτι αὐτὸς ἦν, ὁ τότε διὰ τοῦ προφήτου λαλῶν, ὅτι καὶ ἐνανθρωπήσει καὶ ἀφίξεται διασώσων τὴν ὑπ’ οὐρανόν· κεχρῆσθαι γὰρ οὐχ ἑτέρως φαμὲν τὸν Υἱὸν, πλὴν ὅτι κατὰ σάρκα, γενόμενον δηλονότι καθ’ ἡμᾶς καὶ ἐνανθρωπήσαντα.
- 7.17
Εἶπε δὲ, “ ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη,” καὶ τὰ ἑξῆς, ἑαυτὸν φανερῶς παριστὰς ἐν τούτοις τὸν διὰ τῆς προφητείας προηγορευμένον· αὐτὸς γὰρ εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς ἀπὸ τῶν ἐθνῶν· αὐτοὶ γὰρ ἦσαν πτωχοὶ, μηδὲν ἔχοντες, μὴ Θεὸν ἐν γνώσει, μὴ νόμον, μὴ προφήτας, καὶ ἅπασι τοῖς πλοῦτον οὐκ ἔχουσι πνευματικὸν αὐτὸς αἰχμαλώτους ὄντας ἐρρύσατο, τὸν ἀποστάτην τύραννον καθελὼν, τουτέστι τὸν Σατανᾶ αὐτὸσ ἐνήστραψε τὸ νοητὸν καὶ θεῖον καὶ οὐράνιον φῶς τοῖς ἐσκοτισμένην ἔχουσι τὴν καρδίαν, καθὼς αὐτός φησι, ““ ὅτι “ὅτι ἐγὼ φῶς “κόσμον κόσμον τοῦτον ἐλήλυθα·” αὐτὸς ἀπέλυσε δεσμῶν, δηλονότι τῶν εἰς ἁμαρτίαν, τοὺς συντεθραυσμένην ἔχοντας καρδίαν· αὐτὸς ἐκήρυξεν ἐνιαυτὸν Κυρίου δεκτὸν, οὗ ὁ πάνσοφος Παῦλος μνημονεύει λέγων, “ἰδοὺ, ἰδοὺ, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.“
- 7.18
ταῦτα δὲ ἀκούοντες καὶ θαυμάζοντες “ἐπὶ τοῖς λόγοις τῆς “χάριτος χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ,” καίτοι σμικρολογεῖν αὐτὸν οὐκ ἀπέστησαν· ἔλεγον γὰρ, φησὶν, “οὐχὶ “υἱός υἱός ἐστιν Ἰωσὴφ οὗτος;” ὅθεν ἁρμόδιον εἰπεῖν ἐπ’ αὐτοῖς τοῦτο· “ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ “βλέπουσιν, ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν.”
- 7.19
Καὶ εἶπε πρὸς αὐτοὺς, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, Ἰατρὲ, θεράπευσον σεαυτόν.
- 7.20
Κοινὴ λόγος παρὰ Ἰουδαίοις ἦν, ἀσπασμοῦ χάριν ἐξηυρημένος· τοῖς γὰρ ἀρρωστοῦσι τῶν ἰατρῶν ἐπεφώνουν τινὲς, “ἰατρὲ, θερά- “πευσον σεαυτὸν,” ὡσανεὶ οὖν τοῦτο προτείνας αὐτοῖς τὸ ῥητὸν, ὁ Χριστὸς ἔλεγεν, ὅτι πολλὰ βούλεσθε παρ’ ἐμοῦ γίνεσθαι σημεῖα, παρ’ ὑμῖν μάλιστα, πη οἷς καὶ ἐτράφην. Ἀλλ’ οἶδα τὸ κοινὸν καὶ ἅπασι συμβαῖνον πάθος, ὅτι καταφρονοῦνταί που ἀεὶ καὶ τὰ ἐξαιρετὰ τῶν πραγμάτων, ὅταν μὴ σπανίζῃ παρά τισιν, ἀλλ’ ἔχωσιν ἐπ’ ἀδείας αὐτά. Ἐπεὶ οὖν καὶ ἐπ’ ἀνθρώπῳ τοῦτο συμβαίει θαυμαστῶς, ὁ γὰρ συνήθης, καὶ παρὼν ἀεὶ ἀποστερεῖται πολλάκις τῆς ὀφειλομένης αὐτῷ τιμῆς παρὰ τῶν εἰδότων αὐτόν· διὰ τοῦτο “λέγω λέγω ὑμῖν, ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
- 7.21
Ὠριγένοτσ. Πατρὶς τῶν προφητῶν, ὁ ἐκ περιτομῆς λαὸς, πή οἷς οὐκ εἰσὶ δεκτοί· ἡμεῖς δὲ οἱ ἀλλότριοι τῶν διαθηκῶν καὶ ξένοι τῶν ἐπαγγελιῶν, ἐδεξαίμεθα τοὺς προφήτας ὅλῃ ψυχῇ προκηρύξαντας Χριστὸν ᾗπερ ἐκεῖνοι, ὥσπερ καὶ ἡ ἐν Σαρέφθαν τῆς Σιδωνίας χήρα τὸν Ἡλίαν λιμοῦ γενομένου ἐν τῷ Ἰσραὴλ, τοῦ ἀκοῦσαι λόγον Κυρίου. περὶ ταύτης τῆς χήρας ὁ προφήτης φησὶν, “ὅτι ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἣ τῆς ἐχούσης τὸν “ἄνδρα,” καὶ πάλιν, ὅτι ἑτέρα γραφὴ, “στεἵρα ἔτεκεν ἑπτὰ, καὶ “ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε.”
- 7.22
Ἐπειδὴ δὲ τὰς περὶ αὐτοῦ προφητείας εἰς τέλος ἦχθαι διεβεβαιοῦντο τῶν Ἰουδαίων τινὲς, ἢ ἐπί τισι τῶν παρ’ αὐτοῖς βεβασιλευκότων, λευκότων, ἢ ἐπὶ προφήταις ἁγίοις, ἀποφέρει χρησίμως αὐτοὺς τῆς τοιαύτης ὑπονοίας, ἐλέγχων αὐτοὺς ὡς ἀπιστοῦντας, καὶ μὴ πιστεύοντας ὅτι μᾶλλον εἰς αὐτὸν αἱ τοιαῦται προφητεῖαι ἁρμόζουσι, πρὸς μίαν ἀπεστάλθαι χήραν Ἠλίαν εἰπὼν, καίπερ πολλῶν οὐσῶν ἐν τῷ Ἰσραὴλ τότε, καὶ ἕνα θεραπεῦσαι λεπρὸν τὸν προφήτην Ἐλισσαὶον Ναιεμὰν τὸν Σύρον, καὶ ἐκ τούτων πλείστων ὄντων ἐν τῷ Ἰσραὴλ, ἐπειδὴ ἐκ πασῶν τῶν χηρῶν ἐκείνη μόνη εὑρέθη πιστὴ, ὁμοίως καὶ ἐκ πάντων τῶν λεπρῶν οὗτος.
- 7.23
Του ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Τί τὸ κωλῦον αὐτὸν εἶναι σεπτόν τε καὶ ἀξιάγαστον, εἰ καὶ υἱὸς ἐνομίζετο Ἰωσήφ; οὐχ ὁρᾷς τὰς θεοσημείας; πεσόντα τὸν Σατανᾶν, νενικημένας τὰς τῶν δαιμόνων ἀγέλας, διαφόρων νοσημάτων ἐλευθέρους γεγονότας πολλούς; ἐπαινεῖς τὴν χάριν τὴν ἐνοῦσαν αὐτοῦ ταῖς διδασκαλίαις; εἶτα σμικρολογεῖς Ἰουδαϊκῶς, ὅτι πατέρα τὸν Ἰωσὴφ ἐπεγράφετο; Ω πολλῆς ἀβουλίας, ἀληθὲς ἐπ’ αὐτοὺς εἰπεῖν, “ἰδοὺ λαὸς μωρὸς “καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν, ὦτα, καὶ οὐκ ἀκούουσι.
- 7.24
Διὰ τί ἐκβαλλόντων αὐτῶν “ὥστε κατακρημνίσαι αὐτὸν, αὐτὸς “διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο;“οὐ τὸ παθεῖν φεύγων, διὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, ἀλλὰ καιρὸν ἀναμένων ἐπιτήδειον εἰς τοῦτο. ἀρχὴ γὰρ ἦν νῦν τοῦ κηρύγματος· τοῦτο δὲ αὐτὸ ὑπάρχει τεκμήριον, ὅτι καὶ ὅτε ἔπαθεν, ἑκουσίως πέπονθε, καὶ οὐκ ἃν οὐδὲ τότε ἔπαθεν, εἰ μὴ ἑαυτὸν ἐπέδωκεν.
- 7.25
Τοῦ αὐτοῦ. Οὓς οὐ μεθίστησι λόγος πρὸς τὸ εἰδέναι σαφῶς τίς ὁ φύσει καὶ ἀληθῶς ἔσται Θεὸς καὶ Κύριος, τούτους σαγηνεύει πρὸς τὸ εὐήνιον ἡ τῶν σημείων ἐπίδειξις. χρησίμως οὖν καὶ ἀναγκαίως προσεπάγει πολλάκις ταῖς μυσταγωγίαις τὰς μεγαλουργίας· ἄπιστοι μὲν γὰρ οἱ τῆς Ἰουδαίας οἰκήτορες, καὶ τοὺς τῶν καλούντων εἰς σωτηρίαν ἀτιμάζοντες λόγους, μάλιστα δὲ πάντων οἱ ἀπὸ τῆς Καπερναούμ.
- 8.1
Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμόνιον.
- 8.2
Καὶ Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου.
- 8.3
Ἐπειδὴ δὲ οἱ Ἰουδαῖοι οὐδὲν ἕτερον ἐνόμιζον εἶναι τὸν Χριστὸν, πλὴν ὅτι κἀς ἕνα τῶν ἁγίων, καὶ ἐν τάξει προφητῶν παρελθεῖν εἰς μέσον. Διὰ τοῦτο ἵνα μείζονα τὴν περὶ αὐτοῦ δόξαν καὶ ὑπόνοιαν ἔχωσι, τὸ προφητικὸν ἀναβαίνει μέτρον· οὐδὲ γὰρ εἴρηκέ ποτε τάδε λογικῶς a, ἀλλ’ ὥστε νομικῶς τὰ ὑπὲρ νόμου ἐλάλει, καὶ μετ’ ἐξουσίας τῆς θεοπρεποῦς τοῖς ἀκαθάρτοις ἐπετίμα πνεύμασιν.
- 8.4
Εὐφήμει δὲ αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον λέγον, “οἶδά σε, “ τίςεἶ, “τίς εἶ, ὁ ἅγιος τοῦ Ἰσραηλ,” ὑπονοῶν διὰ τῆς τὸ κενοῦν δόξης αὐτὸν ἐραστὴν ἀποτελεῖν, καὶ ἀποσχέσθαι παρασκευάζει τοῦ ἐπιπλήττειν αὐτῷ τε καὶ τοῖς ὁμοίοις αὐτοῦ, οἷον ἀντὶ χάριτος διδόντα χάριν· ἀλλ’ οὐκ ἐπιτεύξεται δόλιος θήρας, Θεὸς γὰρ οὐ μυκτηρίζεται, ἀποφράττει δὲ μᾶλλον τὴν ἀκάθαρτον αὐτοῦ γλῶτταν ὁ Κύριος, καὶ προστάσσει τοῦ ἔχοντος αὐτὸν ἀποφοιτᾷν.
- 8.5
Τίτου Βοστρῶν. Ἄρα διὰ τί ἔρριψεν αὐτόν; διὰ τι δὲ ὁ Κύριος συνεχώρησεν; ἐπειδὴ γὰρ ἐλάλει ὡς νήφων καὶ ἐφθέγγετο ὡς καθεστηκὼς, διὰ τὸ τὰ ῥήματα εἶναι τοῦ δαίμονος, ἡ δὲ γλῶττα τοῦ ἀνθρώπου, καὶ ἐνόμιζον οἱ ἄνθρωποι ὅτι οὐχ ὡς ἐν δαιμονίῳ πονηρῷ ἐφθέγγετο, ἀλλ’ ἐκ τῆς καρδίας αὐτοῦ ἐλάλει, συνεχώ- ρησεν αὐτῷ ῥίψαι τὸν ἄνδρα, ἵνα δῆλον γένηται, ὅτι τὸ δαιμόνιον ἐστὶ τὸ λαλῆσαν.
- 8.6
Ἐχ ἀνεπιγράφου. Ἐκβάλλουσιν αὐτὸν, καθ’ τὴν δίκην ὁρίζοντες, καὶ βεβαιοῦντες τὸ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον· ἐκπεπτώκασι γὰρ αὐτοὶ τῆς ἄνω πόλεως τῆς ἐπουρανίου, τὸν Χριστὸν μὴ δεξάμενοι. Ἵνα δὲ μόνον ἐλέγξῃ δυσσεβήσαντας μέχρις ἐπιχειρημάτων, συγκεχώρηκε προσελθεῖν τὰ καθ’ ἑαυτοῦ τολμήματα. Διεξίει γὰρ διὰ μέσου αὐτῶν, οὐδὲν ὅσον εἰπεῖν τινα θέμενος τῆς ἐπιβουλῆς αὐτῶν.
- 9.1
Περὶ τῆς πενθερᾶς Πέτρου.
- 9.2
Ἀναστὰς δὲ ἐκ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος.
- 9.3
Κυρίλλου Ἀλεξανδρείασ. Θέασαι πῶς κατέλυσεν παρ’ ἑνὶ τῶν μαθητῶν, ἀνθρώπῳ πένητι καὶ ἀσήμῳ κατὰ τὸν βίον, ὁ τὴν ἑκούσιον δι’ ἡμᾶς ὑπομείνας πτωχείαν, ἵν ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ μάθωμεν τοῖς ταπεινοῖς συνεπάγεσθαι καὶ μὴ κατεπάρεσθαι τῶν ἐν ἐνδείᾳ καὶ θλίψει. ὑποδεξόμεθα τοίνυν καὶ ἡμεῖς τὸν Ἰησοῦν. ὅταν γὰρ εἰσβάλῃ καὶ ἐν ἡμῖν ἔχωμεν αὐτὸν εἰς νοῦν καὶ καρδίαν, τότε τῶν ἐκτόπων ἡδονῶν τὴν πύρωσιν ἀποσβέσει. ἐγείρει δὲ καὶ εὐρρώστους ἀποφαίνει, πνευματικῶς δηλονότι, ὥστε καὶ ὑπηρετεῖν αὐτῷ, τουτέστι, τὰ αὐτῷ δοκοῦντα πληροῦν.
- 9.4
Τοῦ ἁγίου Τίτου Βοστρῶν. Οὐκέτι γὰρ b τῶν ἰαθέντων ἀπὸ ποικίλων ἀσθενειῶν, καὶ ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ περὶ Πέτρου καὶ Ἀνδρέα καὶ Ἰακὼβ καὶ Ἰωάννου. Τὸ “ὑπῆρχον ἁλιεῖς,“ καὶ τὸ “ἐκολύθουν τῷ Χριστῷ“ προεγράφη.
- 9.5
Περὶ δὲ τῆς ἄγρας τῶν ἰχθύων λέγει ὁ ἅγιος Κύριλλος ὁ Ἀλεξανδρείας — Διὰ τῶν ἁλιευτικῶν αὐτοῦ ἐπιτηδευμάτων, ἁλιεύει τοὺς μαθητὰς, ὅπως μάθωσιν ἐκ τούτου ὅτι πανσθενὲς ἔχει τὸ θέλημα, καὶ τοῖς θεοπρεπεστάτοις αὐτοῦ νεύμασιν ἡ κτίσις ὑπηρετεῖ· καὶ ἵνα διὰ πράγματος ἐναργοῦς, καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος τοῦ παραδόξως τετελεσμένου πληροφορηθῶσιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτοῖς, οὐδὲ ἄκαρπος ἡ σπουδὴ ἔσται αὐτοῖς, ἣν ἃν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυσταγωγίας τὸ δίκτυον ἁπλώσαντες, ἀλλ’ ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξωσιν.
- 10.1
Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.
- 10.2
Κυρίλλου Ἀλεξανδρείασ. Ἄθρει δέ μοι πάλιν, τὴν ὠφέλειαν ἡ τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐπαφὴ, ἐλαύνει γὰρ καὶ ποικίλας νόσους καὶ δαιμονίων ὄχλον, καὶ τὴν τοῦ διαβόλου δύνα. μιν καταστρέφει.
- 10.3
Καίτοι γὰρ λόγῳ καὶ νεύματι πληροῦν δυνάμενος τὰς τερα- τουργίας, ἵνα τῶν ἀναγκαίων διδάξῃ, καὶ τὰς χεῖρας ἐπιφέρει τοῖς οὖσιν ἐν ἀρρωστίαις. Ἔδει γὰρ, ἔδει μαθεῖν ἡμᾶς, ὅτι τῆς τοῦ λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν ἰδίαν ἐποιήσατο, θεοπρεπῆ τὴν δύναμιν ἐμφυτεύσας αὐτῇ. οὐκοῦν ἁπτέσθω καὶ ἡμῶν, μᾶλλον δὲ ἡμεῖς αὐτοῦ διὰ τῆς μυστικῆς εὐλογίας, ἵνα καὶ ἡμᾶς ἐλευθερώσῃ ψυχικῶν ἀρρωστημάτων καὶ τῆς τῶν δαιμονίων ἐφόδου καὶ πλεονεξίας.
- 10.4
Τοῦ ἁγίου Τίτου. Φυγαδεύει νοσήματα, ἀσέβειαν δαίμονας ἀποσοβεῖ, πάντα τὰ κακὰ ἐκβάλλει, εἰσάγει δὲ εἰς τὴν οἰκουμένην τὴν ἀλήθειαν, ἐξουσίαν θεοπρεπῆ.
- 11.1
Περὶ τῆς ἄγρας τῶν ἰχθύων.
- 11.2
Κυρίλλου Ἀλεξανδρείασ. Θαυμάσωμεν τῆς οἰκονομίας τὸ εὔτεχνον, τὸ ἐπὶ τῇ γε θήρᾳ τῶν τεθηρηκότων τὴν ὑπ’ οὐρανόν· φημὶ δὴ τῶν ἁγίων Ἀποστόλων, οἳ καὶ ἁλιεύειν εἰδότες, ὑπὸ Χριστοῦ γεγόνασι λίνον, ἵνα καὶ αὐτοὶ τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων σαγήνην χαλάσαντες, προσκομίσωσιν αὐτῷ τοὺς κατὰ πᾶσαν τὴν γῆν. καὶ γοῦν ἔφη που δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύ- “σωσιν αὐτοὺς, καὶ μετὰ ταῦτα, ἀποστελῶ πολλοὺς θηρευτὰς, “καὶ θηρεύσωσιν αὐτούς.” καὶ τοὺς μὲν ἁλιεῖς τοὺς ἁγίους Ἀποστόλους φησὶ, θηρευτὰς δὲ τοὺς κατὰ καιροὺς τῶν ἁγίων ἐκκλησιῶν. ἡγουμένους τε καὶ μυσταγωγούς. Ἐπειδὴ γὰρ ἀρκούντως τοῖς ὄχλοις διείλεκται, τρέπεται πάλιν πρὸς τὴν συνήθη μεγαλουργίαν, καὶ διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων ἁλιεύει τοὺς μαθητάς.
- 11.3
Τίτου ἐπισκόπου Βοστρῶν, “ἐπιστάτα δι’ “ὄλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν.“ πολλοὶ προφῆται ἦλθον, καὶ ἔμεινεν ἄπιστος ὁ κόσμος. Διὰ τοῦτο ἔλεγεν ὁ Παῦλος, “ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὡς ἐν ἡμέρᾳ “εὐσχημόνως περιτατήσωμεν”’ πολλὰ ἔκαμον οἱ προφῆται, καὶ Ἰουδαῖοι ἔμειναν ἄπιστοι. Ti ἄν τις εἴποι περὶ τῶν ἄλλων ἐθνῶν ; Διὰ τοῦτο ἔλεγεν ὁ Σωτῆρ’, “ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς “τὸν κόπον αὐτῶν εἰσεληλύθατε.”
- 11.4
Κυρίλλου Ἀλεξλνδρείασ. Προσέταξε γὰρ τοῖς περὶ Σίμωνα, βραχὺ τῆς γῆς ἀποφέρεσθαι, καὶ καθεῖναι πρὸς ἄγραν τὸ δίκτυον. οἱ δὲ δι’ ὅλης μὲν ἔφασκον κοπιᾶσαι νυκτὸς, λαβεῖν δὲ μηδέν· πλὴν ἐν ὀνόματι Χριστοῦ καθῆκαν τὸ λίνον, καὶ μεστὸν εἶχον εὐθὺς τῶν τεθηρευμένων, ἵνα διὰ πράγματος ἐναργοῦς καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος τοῦ παραδόξως τετελεσμένου, πληροφορηθῶσιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτῶν, οὔτε ἄκαρπος ἡ σπουδὴ, ἣν ἂν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυσταγωγίας λίνον ἁπλώσαντες, ἀλλ’ ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξωσι. πλὴν ἐκεῖνο ἄθρει, οὐ γὰρ ἰσχῦσαν ἀνελκύσαι τὸ λίνον Σίμων τε καὶ οἱ σὺν αὐτῷ· κατένευσάν, φησι, τοῖς μετόχοις, δῆλον δὲ ὅτι διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων, ὥστε συλλαβέσθαι αὐτοῖς καὶ συνδιασῶσαι τὴν ἄγραν. Πολλοὶ γὰρ τοῖς τῶν ἁγίων Ἀποστόλων συνήραντο καὶ συναίρονται πόνοις, καὶ πρό γε τῶν ἄλλων οἱ τὰς ἱερὰς ἡμῖν τῶν ἁγίων Εὐαγγελιστῶν ἀνερευνῶντες γραφὰς, καὶ μετ’ ἐκείνους ἕτεροι ποιμένες καὶ διδάσκαλοι καὶ λαῶν ἡγούμενοι, καὶ τῶν τῆς ἀληθείας πραγμάτων ἐπιστήμονες. Ἀναφέρεται γὰρ ἔτι τὸ λίνον, πληροῦντος αὐτὸ τοῦ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν τῆς ἐν βυθοῖς θαλάσσης κατὰ τὸ γεγραμμένον, τουτ- έστι τοῦ ἐν ζάλῃ καὶ κύμασιν, ἐν τοῖς κοσμικοῖς.
- 11.5
Περὶ τοῦ λεπροῦ καὶ ἐπὶ τοῦ παραλυτικοῦ καὶ περὶ τοῦ τελώνου ἕως περὶ τῶν ἀσκῶν τῶν παλαιῶν καὶ τῶν νέων, προεγράφη.
- 12.1
Περὶ τοῦ λεπροῦ.
- 12.2
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας.
- 12.3
Κυρίλλου Ἀλεξλνδρείασ. Ἐπαίνου παντὸς ἀξία τοῦ προσ- ἐλθόντος ἡ πίστις· μεμαρτύρηκε γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν τῷ Ἐμμανουὴλ, καὶ διὰ νευμάτων θεοπρεπῶν ἐλευθεροῦσθαι καίτοι τὸ πάθος οὐκ ἰάσιμον· οὐ γὰρ οἶδεν ἡ λέπρα ταῖς ἰατρῶν ἐμπειρίαις παραχωρεῖν, ἀλλὰ τεθέαμαι, φησὶν, ἐλαυνομένους ἐν ἐξουσίᾳ θεοπρεπεῖ τοὺς ἀκαθάρτους δαίμονας νοσημάτων πολλῶν ἀπαλλαττομένους, καὶ συνῆκα ὡς θείᾳ τινὶ καὶ ἀμάχῳ χειρὶ τὰ τοιαῦτα γίνεσθαι. ὁρῶ δὲ πρὸς τοῦτο χρηστὸν ὄντα καὶ ἑτοιμότατα κατοικτείροντα τοὺς προσιόντας αὐτῷ. Τί τοίνυν τὸ κωλῦον ἐλεεῖσθαι κἀμέ; καὶ τι πρὸς ταῦτα Χριστός; ἐβεβαίου ἐν αὐτῷ τὴν πίστιν, καὶ τὴν ἐπ’ αὐτῷ δὴ τούτῳ πληροφορίαν ἐργάζεται. δέχεται γὰρ τὴν αἴτησιν, καὶ ὁμολογεῖ τὸ δύνασθαι, καὶ φησὶ, “θέλω καθαρίσθητι·” χαρίζεται δὲ αὐτῷ καὶ ἁφὴν τῆς ἁγίας αὐτοῦ καὶ πενεστάτης χειρὸς, καὶ εὐθέως ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ τὸ πάθος ἦν ἐκ ποδῶν.
- 12.4
Τοῦ αὐτοῦ. Τί δήποτε ἵνα μάθωσιν ἐντεῦθεν οἱ τὴν τῶν ἰαμάτων χάριν παρὰ Θεοῦ δεχόμενοι; μὴ τὰς παρὰ τῶν θεραπευομένων εὐφημίας αἰτεῖν, μήτε μὴν τοῦ παρά τινων ἐπαίνου, ἵνα μὴ εἰς ὑπεροψίαν ἐκπέσοιεν, τὸ πάντων τῶν κακῶν αἴσχιστον πάθος, καὶ κἄ ἕτερον δὲ τρόπον, καὶ σιωπῶντος τοῦ λεπροῦ ἤρκει καὶ αὐτὴ τοῦ πράγματος ἡ φωνὴ, πρὸς τὸ ἀπαγγεῖλαι πᾶσι τοῖς εἰδόσιν αὐτὸν τὴν τοῦ θεραπεύσαντος δύναμιν.
- 12.5
Τοῦ αὐτοῦ. οἰκονομικῶς φησι προσάγειν τὸ δῶρον τῷ λεπρῷ κατὰ τὸν Μωϋσέως νόμον τοῖς ἱερεῦσιν· ἤθελε μὲν ὁμολογουμένως μεταστῆσαι τὴν σκιὰν καὶ μεταπλᾶσαι τοὺς τύπους εἰς πνευματικὴν λατρείαν· ἀλλ’ ἐπειδὴ μήπω πιστεύσαντες πρὸς αὐτὸν Ἰουδαῖοι προσέκειντο ταῖς Μωϋσέως ἐντολαῖς, ὡς ἔτι τῶν ἀρχαίων ἐθνῶν ἰσχυόντων, ἐπιτρέπει τῷ λεπρῷ τοῦτο ποιεῖν εἰς μαρτυρίαν αὐτοῖς. Καὶ μετ’ ὀλίγα — Καὶ ἐξ αὐτοῦ δὲ τοῦ θεραπεῦσαι τὸν λεπρὸν ἔξεστιν ἰδεῖν καὶ μάλα σαφῶς ἐν ἀπαρακλήτοις ὑπεροχαῖς πρὸς τὸν Μωϋσέως νόμον, ὄντα Χριστόν· ἐλεπρώθη μὲν γὰρ ἡ Μαριὰμ, ἀδελφὴ δὲ Μωϋσέως αὕτη· κατελάλησε γὰρ αὐτοῦ, καὶ κατεδάκνετο μὲν γὰρ λίαν ἐπὶ τοῦ Μωϋσέως, ἐπειδὴ οὐκ ἦν ἱκανὸς ἀποστῆσαι τοῦ γυναίου τὴν νόσον, προσέπιπτε τῷ Θεῷ λέγων, ὁ Θεὸς δεόμαί σου, ἴασαι αὐτήν.
- 12.6
Πρόσσχες τοίνυν ἀκριβῶς· αἴτησις ἦν ἐκεῖ διὰ προσευχῆς, τῆς ἄνωθεν ἡμερότητος ἠξίου τυχεῖν· ὁ δέ γε τῶν ὅλων Σωτῆρ’ μετ’ ἐξουσίας ἔφη τῆς θεοπρεποῦς, “θέλω καθαρίσθητι·” οὐκοῦν μαρτύριον ἦν τοῖς ἱερεῦσιν ἡ τῆς λέπρας ἀποβολὴ, καὶ ἦν ἐντεῦθεν εἰδέναι τοὺς τὴν κρείττονα ψῆφον ἀπονέμοντας τῷ Μωϋσεῖ, ὅτι τῆς ἀληθείας ἔξω βαδιοῦσιν. Ἔδει γὰρ, ἔδει Μωϋσέα θαυμάζειν μὲν ὡς νόμου διάκονον καὶ χάριτος ὑπουργὸν, λαληθείσης δι’ Ἀγγέλων, ὑπερθαυμάζειν δὲ τὸν Ἐμμανουὴλ καὶ δοξολογεῖν αὐτὸν ὡς Υἱὸν ἀληθῆ τοῦ Θεοῦ καὶ Πατρός.
- 12.7
Τοῦ ἁγίου Τίτου Βοστρῶν. “Εἰς μαρτύριον αὐτοῖς,” εἰς μαρτύριον τὸ θεραπεύεσθαι, ἵνα πληρώσῃ τὸν νόμον· οὐ γὰρ ἦλθε καταλῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. αἱρερετικοὶ τὸ “εἰς μαρτύριον” εἰς ὕβριν κατὰ τοῦ νόμου λαμβάνουσιν, οὐ συνίεντες οἱ ἀνόητοι ὅτι τὸ “εἰς μαρτύριον” εἰς ἀπόδειξιν λέγεται· ὅπου γὰρ μαρτυρία, πρόφασίς ἐστιν ἀμφιβαλλομένου 1 πράγματος.
- 13.1
Περὶ τοῦ παραλυτικοῦ
- 13.2
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμέρων καὶ αὐτὸς ἦν διδά- σκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι.
- 13.3
Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον, οὐκ εὐαριθμήτου πληθύος τῶν γραμματέων καὶ Φαρισαίων συνειλεγμένης, γενέσθαι τῶν ἔτι μάλιστα θεοπρεπεστάτων εἰς ὄνησιν αὐτοῦ, μικρὰ γὰρ ἐφρόνουν περὶ αὐτοῦ· ᾠκονομήθη τι πάλιν τῶν τεθαυμασμένων· ἔρριπτο μὲν γὰρ ἐπὶ κλίνης παράλυτος ἀνὴρ, ἀνιάτῳ νόσῳ κεκρατημένος. Ἐπεὶ δὲ ἀσθενοῦσι πρὸς τὸ συμβᾶν, ἡ τῶν ἰατρῶν ἠλέγχετο τέχνη, πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανῶν ἰατρὸν παρὰ τῶν οἰκείων ἐπεκομίζετο. Ἐπειδὴ δὲ ἦν ἐν ὄψει λοιπὸν τοῦ θεραπεύειν ἰσχύοντος, δεκτὴ μὲν αὐτοῦ γέγονεν ἡ πίστις. ὅτι δέ ἐστιν ἁμαρτίας ἀναιρετικὴ, διαδείκνυσιν εὐθὺς ὁ Χριστὸς, ἐπινεῖ γὰρ τῷ κειμένῳ λέγων, “ἄνθρωπε, ἀφέωνταί “σοι αἱ ἁμαρτίαι σου·” ἀλλ’ ὥς γε οἶμαι, πρὸς τούτοις ἐρεῖ τις εὐθὺς ἀπαλλαγῆναι τῆς νόσου ἐβούλετο· καὶ πῶς ἄφεσιν τῆς ἁμαρτίας αὐτῷ Χριστὸς ἐπηγγέλλετο; ἵνα μάθῃς ὅτι σεσιγημενως καὶ ἀψοφητὶ Θεὸς κατασκάπτεται τὰ ἀνθρώπινα, καὶ ἐφορᾷ τῆς ἑκάστου ζωῆς τὴν ὁδόν· οὕτω καὶ γέγραπται· “ἐνώπιον “γάρ γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς πάσας τὰς “τροχίας αὐτοῦ σκοπεύει.” ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι, διασμήχει πολλάκις ἐξ ἁμαρτιῶν τοὺς ἐνειλημμένους, ἀρρωστίαν ἐμβαλὼν τῷ σώματι· οὕτω γάρ πού φησι διὰ φωνῆς Ἱερεμίου, “πόνῳ καὶ μάστιγι παιδευθήσῃ Ἱερου- “σαλήμ.” Ἔφη δέ που καὶ ὁ Παροιμιαστής· “υἱὲ, μὴ ὀλιγώρει “παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ “ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα- “δέχεται.” Καλῶς οὖν ἄρα Χριστὸς τὴν τοῦ νοσεῖν ἀφορμὴν, καὶ οἷον τοῦ πάθους τὴν ῥίζαν, τουτέστι, τὴν ἁμαρτίαν, προαποκείρειν ἐπαγγέλλεται. Ἐξαιρεθείσης γὰρ ταύτης, δι’ ἣν καὶ τὸ πάθος, ἔδει πάντως αὐτὴν συναναιρεθῆναι τὴν νόσον· ὁ μὲν οὖν τῶν ὅλων Σωτῆρ’ καὶ Κύριος, θεοπρεπεστάτην ἔχων τὴν ἐξουσίαν, τὴν τῶν ἁμαρτιῶν ἄφεσιν ἐπηγγέλλετο. θορυβεῖ δὲ πάλιν ὁ λόγος τὸ δυσπειθὲς καὶ βάσκανον τῶν Φαρισαίων ἐργαστήριον.
- 13.4
Τίτου τοῦ Βοστρῶν. Θαυμάσαι ἐστὶ τοὺς κομίσαντας παράλυτον, πῶς μὴ δυνηθέντες διὰ τῆς θύρας εἰσελθεῖν, ἀνεκόμισαν αὐτὸν ἐπὶ τὸ δῶμα, ὡς γὰρ ξένῳ καὶ καινῷ ἐπιχειρῆσαι πράγματι· ἀνασπάσαντες γὰρ τὸν κέραμον, μετεκίνησαν τὴν ἀποκειμένην ὕλην. καὶ ὅμως τούτων γενομένων, καὶ ὁ Ἰησοῦς ἐμακροθύμει, καὶ οἱ παρόντες ἐσιώπων, τὴν ἔκβασιν βουλόμενοι θεωρῆσαι, καὶ ἰδεῖν τι λαλεῖ καὶ τί ποιεῖ. Ἀναστομέσαντες τοίνυν τὸ δωμάτιον, χαλῶσι τὸν κράββατον, καὶ φέρουσι μέσον τὸν παραλελυμένον. Ο δὲ Κύριος, φησιν, ἰδὼν τὴν πίστιν αὐτῶν, οὐ τὴν πίστιν τοῦ παραλελυμένου, ἀλλὰ τὴν πίστιν τῶν καλῶς φιλοτιμησάντων, ὥστε ἄλλον δι’ ἄλλων πίστιν θεραπεύεται. Εἴποι δ’ ἄν τις ὕπαιθρον εἶναι τόπον, εἰς ὃν διὰ τῶν κεράμων κατεβίβασαν τὴν κλίνην τοῦ παραλύτου, μηδὲν παντελῶς τῆς στέγης ἀνατρέψαντες.
- 13.5
Κυρίλλου Ἀλεξανδρείασ. “Τίς οὗτος,” φησὶν, “ὃς λαλεῖ “βλασφημίαν;” ἀλλ’ οὐκ ἃν ἔφης, ὦ Φαρισαῖε, τουτὶ περὶ αὐτοῦ, εἰ τὰς θείας ἐπίστασο γραφάς· εἶτα προφητικῶν λόγων, εἰ τὸ σεπτὸν καὶ μετὰ τῆς ἐνανθρωπήσεως συνῆκας μυστήριον. βλασφημίας δὲ ἐγκλήματι περιβάλλουσι, τὴν ἐσχάτην αὐτῶν καθορίζοντες δίκην, καὶ θάνατον καταψηφιζόμενοι. τὸν γὰρ εἰπόντα δυσφημίαν κατὰ τοῦ Θεοῦ, θάνατον ὑπομένειν προσέταττε νόμος, ἐπειδὴ δὲ τοῦτο τετολμήκασι, διαδείκνυσιν εὐθὺς ὅτι Θεὸς ἔστιν, ἵνα πάλιν οὐ φορητῶς δυσσεβοῦντας ἐλέγξῃ. “Τί “γάρ,” γάρ,” φησὶ, “διαλογίζεσθε διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;” οὐκοῦν ὅταν λέγῃς, ὦ Φαρισαῖε, “τίς δύναται ἁμαρτίας ἀφιέναι, εἰ μὴ εἷς “ὁ Θεός;“ἐρῶ σοι κἀγὼ, τίς δύναται καρδίαν εἰδέναι, καὶ τοὺς ἐν τῶ βάθει τῆς διανοίας λογισμοὺς καθορᾷν, εἰ μὴ μόνος ὁ Θεός; Αὐτὸς γάρ πού φησι διὰ φωνῆς προφητῶν, “ὅτι ἐγὼ Κύριος “ἐτάζων καρδίαν καὶ δοκιμάζων νεφρούς·” ἔφη δέ που καὶ Δαβὶδ περί τε αὐτοῦ καὶ ἡμῶν, “ὁ πλάσας κατὰ μόνας τὰς καρδίας “αὐτῶν·” οὐκοῦν ὁ εἰδὼς καρδίαν καὶ νεφροὺς ὡς Θεὸς, οὗτος ἀφίησι καὶ ἁμαρτίαν ὡς Θεός.
- 14.1
Περὶ τοῦ Λευἶ.
- 14.2
Καὶ μετὰ ταῦτα ἐξῆλθε, καὶ ἐθεάσατο τελώνην, ὀνόματι Λευΐν.
- 14.3
Τοῦ αὐτοῦ. Τελένης ἦν ὁ Λευΐ b, ἀνὴρ ἄπληστος εἰς φιλοκερδίαν, ἀχάλινος εἰς πλεονεξίαν, τῶν οὐδὲν προσηκόντων αὐτῷ ἄδικος ἐραστής· τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ἀλλ’ ἐξ αὐτῶν ἡρπάζετο τῶν τῆς ἀδικίας ἐργαστηρίων, καὶ σέσωσται παραδόξως, κεκληκότος αὐτὸν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἔφη γὰρ αὐτῷ, “ἀκολούθει μοι.” ὁ δὲ πάντα ἀφεὶς ἠκολούθησεν αὐτῷ. Ὁρᾷς ὡς ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος, “ὅτι Χριστὸς “ἦλθεν εἰς τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι.” ὁρᾷς ὡς σαρκωθεὶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰ σκεύη τοῦ διαβόλου μετέστησεν εἰς ἑαυτόν; καὶ σέσωσται μὲν ὁ Λευΐ c, ἡμῖν δὲ τὸ πρᾶγμα χρηστὰς ἐποίησε τὰς ἐλπίδας· ὅτι γὰρ σώζει τὸ μετανοεῖν, ἐξ αὐτοῦ τοῦ γεγονότος δεδιδάγμεθα· πιστεύσεται δὲ αὐτὸς ὁ τῶν ὅλων δεσπότης Θεὸς διὰ φωνῆς προφήτου λέγων d, “ἐπιστράφητε πρός με “καὶ σωθήσεσθε, οἱ ἀπ’ ἐσχάτου τῆς γῆς.” Ἀλλ’ εἰσί τινες οἱ τῆς θείας γαληνότητος ἐπιχειροῦντες ἀποστερεῖν τοὺς ταῖς ἁμαρτίαις ἐνειλημμένους· οὐ γὰρ παραδέχονται μετάνοιαν, ἀλλ’ οἱον ἐπιτιμῶσι τῷ σώζοντι, ζητοῦντι τὰ ἑαυτοῦ καὶ πανταχόθεν συλλέγοντι τὸ ἐσκορπισμένον, καὶ οὐκ ἀκούουσι λέγοντος τοῦ Σωτῆρος, “οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. “οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.”
- 14.4
Τοῦ αὐτοῦ. Ὁ γὰρ τῶν ὅλων Σωτῆρ’, ἅτε δὴ ἰατρὸς ὑπάρχων πνευμάτων, οὐκ ἀποφοιτᾷ τῶν δεομένων αὐτοῦ, καὶ ὡς διασμῆξαι δυνάμενος τοῖς οὔπω κεκαθαρμένοις οἰκονομικῶς συνηυλίζετο· ἴδωμεν δὲ, ὦ Φαρισαῖε, τοῦ σοῦ φρονήματος τὴν ἀτροπίαν, ὁποίων σοι γέγονεν αἰτιαμάτων πρόξενος ἡ κατὰ τῶν ἐν ἁμαρτίαις ὀφρύς· αὐτὸν λάβωμεν ἐξηγητὴν, τὸν πάντα εἰδότα Χριστόν. Ἔφη γὰρ οὕτω· “ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς “Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης· ἀλλ’ ὁ μὲν Φαρισαῖος στὰς “προσηύχετο λέγων, Ὁ Θεὸς, εὐχαριστῶ σοι,” καὶ τὰ ἑξῆς.
- 14.5
Περὶ δὲ τοῦ εἰπεῖν τὸν Εὐαγγελιστὴν ἐν σαββάτῳ δευτεροπρώτῳ, ὁ ἅγιος Ἰσίδωρος ὁ Πηλουσιώτης οὕτω λέγει, “ὅτι δευ- “τερόπρωτον εἴρηται, ἐπειδὴ δεύτερον μὲν ἦν τοῦ Πάσχα, πρῶτον “δὲ τῶν ἀζύμων.” Εἰ δὲ σάββατον εἴρηται, μὴ θαυμάσῃς, σάββατον πᾶσαν ἑορτὴν καλοῦσι, καὶ διὰ τοῦτο εἴρηται σάββατα σαββάτων.
- 14.6
Κυρίλλου Ἀλεξανδρείασ. ταῦτα πεπραχὼς ὁ Δαβὶδ παρά γε τὸ τῷ νόμῳ δοκοῦν, τοῦ παντὸς παρ’ ὑμῖν ἀξιοῦται θαύματος, ὀρθῶς καὶ δικαίως· καὶ γὰρ ἦν ἀληθῶς ἅγιος καὶ προφήτης· οὐκοῦν τοῦ διὰ Μωϋσέως νόμου φάσκοντος ἐναργῶς, “κρῖμα “δίκαιον κρίνετε,” καὶ “οὐ λήψῃ πρόσωπον ἐν κρίσει, πῶς τοὺς ἐμοὺς κατακρίνετε μαθητάς; καὶ εἰς δεῦρο θαυμάζοντες ὡς ἅγιον καὶ προφήτην τὸν μακάριον Δαυίδ· καίτοι τὴν Μωῦσέως ἐντολὴν οὐ τετηρήκατε.
- 14.7
Τίτου ἐπισκόπου Βοστρῶν. Οὐδεὶς καλεῖται υἱὸς ἀλλ’ Ἰησοῦς μόνον ἑαυτὸν οὕτω καλεῖ· ἐπειδὴ Υἱὸς ὣν Θεοῦ, παραδόξως κατηξίωσεν υἱὸς ἀνθρώπου δι’ ἀνθρώπους κληθῆναι· ἑαυτὸν οὖν καὶ κύριον τοῦ σαββάτου, ὡς δημιουργὸν καὶ ποιητὴν καὶ νομοθέτην τοῦ σαββάτου ἐκάλεσεν.
- 15.1
Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα.
- 15.2
Ἐπερωτήσω ὑμᾶς τί ἔξεστι τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι;
- 15.3
Τίτου ἐπισκόπου Βοστρῶν. Σοφωτάτη λίαν ἡ πεῦσις, ταῖς ἐκείνων ἀβελτηρίαις ἡ πρότασις· εἰ μὲν γὰρ ἔξεστιν ἀγαθοποιεῖν ἐν σαββάτῳ καὶ τὸ κωλῦον οὐδὲν ἐλεεῖσθαι παρὰ Θεοῦ τοὺς κάμνοντας, παῦσαι συλλέγων τὰς κατὰ Χριστοῦ συκοφαντίας, τὰς ἀφορμὰς, καὶ τῇ σαυτοῦ κεφαλῇ καταχέων τὴν δίκην, ἣν ἐπήρτησεν ὁ Πατὴρ τοῖς ἀτιμάζουσι τὸν Ἰησοῦν· ἤκουσας λέγοντος περὶ αὐτοῦ διὰ φωνῆς τοῦ Δαβὶδ, “καὶ “συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, καὶ τοὺς “μισοῦντας αὐτὸν τροπώσομεν.“ Εἰ δὲ οὐκ ἔξεστιν εὖ ποιεῖν ἐν σαββάτῳ, κεκώλυκεν ὁ νόμος σώζεσθαι ψυχήν· γέγονε τοῦ νομοθέτου κατήγορος, διαβέβληκεν ἐντολὴν, ἐφ’ ᾗ καὶ τεθαύμασται ἡ διὰ Μωϋσέως διακονία. ἀλλ’ οὐχ ἑαυτῷ, φησιν, ὁ τῶν ὅλων Θεὸς τὸν ἐπὶ τῷ σαββάτῳ τέθεικε νόμον· ἡμῖν δὲ μᾶλλον τοῖς ὑπέχουσιν αὐτῷ τὸν αὐχένα· καλῶς ἔφης ἐπαινῶν τοὺς λόγους· οὐκοῦν ἀνάγκης καὶ νόμου τὸ θεῖον ἐλεύθερον· πῶς οὖν αἰτιᾷ καὶ ἐν σαββάτῳ Χριστὸν ἐλεεῖν ἐθέλοντα καὶ εὐεργετοῦντα ψυχήν; ὅταν δὲ καὶ τὸν ἐπὶ τῷ σαββάτῳ τέθεικε νόμον, πολυπραγμονεῖν μέλλομεν, ἐλεημοσύνης ἕνεκα παρὰ Θεοῦ διωρισμένον εὑρήσωμεν. Ἐκέλευσε γὰρ ἀργεῖν ἐν σαββάτῳ, καὶ μηδενὸς τὸ σύμπαν ἅπτεσθαι πόνου, ἀνίεσθαι δὲ μᾶλλον καὶ αὐτοῖς ὁμοῦ τοῖς ἀλόγοις τῶν ζώων. Ἔφη γὰρ, “ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου.” ὁ δὲ βοῦν ἐλεῶν, καὶ τὰ ἕτερα τῶν κτηνῶν—
- 16.1
Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς.
- 16.2
Εἰπὼν ὁ Εὐαγγελιστὴς “ὅτι ἐγένετο ἐν ταῖς ἡμέραις ταύταις, “ἐξῆλθεν ὁ Ἰησοῦς προσεύξασθαι εἰς τὸ ὄρος,” καὶ τὰ ἑξῆς. Εδειξε διὰ τούτου, καθὼς ὁ ἅγιος Κύριλλός φησιν, ὅτι πάντα πρὸς οἰκοδομὴν ἡμετέραν, καὶ εἰς ὄνησιν τῶν πιστευόντων εἰς αὐτὸν εἰργάζετο ὁ Χριστὸς, καὶ πνευματικῆς πολιτείας τρόπον τινὰ τὸ καθ’ ἑαυτὸν ἀναθεὶς, ἀληθινὴν ἤθελεν ἀποφαίνειν προσκυνητικὴν, καὶ ὅτι τὰς πρὸς Θεὸν ἱκετείας λάθρα καὶ κεκρυμμένως, καὶ οὐδενὸς ὁρῶντος προσήκει ποιεῖν. τοῦτο γὰρ δηλοῖ τὸ εἰς ὄρος κατὰ μόνας καὶ ὡς ἐν σχολῇ προσεύχεσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν, καθὼς καὶ έδιδαξεν ἡμᾶς, εἰπὼν, “σὺ δὲ, ὅταν προσεύχῃ, “εἴσελθε εἰς τὸ ταμιεῖόν σου,” καὶ τὰ ἑξῆς. Καὶ γὰρ ἀφιλοδόξως καὶ ὁσίους ἐπαίροντας χεῖρας προσεύχεσθαι δεῖ, ὥσπερ εἰς τὸ τῆς θεοπτίας ὕψος ἀποπηδῶντος τοῦ νοῦ, καὶ ἀποφοιτῶντος μὲν θορύβου παντὸς, ἀποτρέχοντος δὲ καὶ μερίμνης κοσμικῆς. δεῖ δὲ τοῦτο δρᾷν, οὐκ ἁψικόρως καὶ ἀδρανῆ ἔχοντας ὀλιγοψυχίαν, εὐτόνως δὲ μᾶλλον καὶ ἐν σπουδῇ, καὶ οὐκ ἀθαύμαστον ἔχοντας τὴν ὑπομονὴν, καὶ ἐν δευτέρῳ τὰς ἐν χερσὶν ἐργασίας τιθεμένους. Ἀκηκόαμεν γὰρ, ὅτι οὐ χαλεπῶς ηὔχετο ὁ Χριστὸς, ἀλλ’ ὅτι διενυκτέρευε τοῦτο δρῶν. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς, καὶ περὶ τῶν μακαρισμῶν προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
← Previous · Next → — showing 201–300 of 721
First Thousand Years of Greek. CTS URN tlg4102.tlg004.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.