Catena In Lucam
- 31.3
Τοῦ αὐτοῦ. Διὰ τὴν σὴν ἀπιστίαν οὐκ ἐνήργηκεν ἡ χάρις· ὅτι γὰρ χρὴ μετὰ πίστεως προσιέναι Χριστῷ καὶ τοῖς παρ’ αὐτοῦ τὴν τοῦ θεραπεύειν δύνασθαι καταπλουτήσασι χάριν, αὐτὸς ἡμᾶς ἐδίδαξε πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ, ταύτης ἕνεκα τῆς αἰτίας κατενόησε δικαίως αὐτοῦ Χριστὸς λέγων, “ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως τίνος ἔσομαι πρὸς ὑμᾶς “καὶ ἀνέξομαι ὑμῶν.” ἄπιστον δὲ γενεὰν ἐκεῖνόν που πάντως καὶ τοὺς ὁμογνώμονας εἰκότως ἀπεκάλει, καὶ διεστραμμένον, καὶ κατ’ οὐδένα τρόπον ὀρθοποδεῖν εἰδότα. περὶ τῶν τοιούτων φησὶ τὸ γράμμὰ τὸ ἱερὸν, “ ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ “ αὐτῶν.” Καὶ μετ’ ὀλίγα — Ἔδει μὲν οὖν τὸν τοῦ δαιμονῶντος πατρὸς λυπούμενον ἀπελθεῖν, καὶ οὐ τετυχηκότα τῆς φιλοτιμίας· ἀλλ’ ἵνα μή τις οἴεται καὶ αὐτὸν ἀτονῆσαι Χριστὸν πρὸς τὴν τοῦ παραδόξου κατορθῶσιν, ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι, καὶ παραχρῆμα τοῦ νοσεῖν ἀπηλλάττετο, καὶ ἀποδέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ· οὐ γὰρ ἢν ἔτι τοῦ πατρὸς, ἀλλὰ τοῦ κρατοῦντος πνεύ- πνεύματος. Ἐπειδὴ δὲ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν ἰδίου πατρὸς, Χριστοῦ δὲ τὸ δῶρον.
- 32.1
Περὶ τῶν διαλογιζομένων τις μείζων.
- 32.2
Κυρίλλου Ἀλεξανδρείασ. Πάθος δὴ οὖν διακένου δόξης εἰσδεδράμηκε τινὰ τῶν ἁγίων Ἀποστόλων· τὸ γὰρ ὅλως διαλογίζεσθαι τὸ τίς ἃν εἴη μείζων αὐτῶν, φειλονεικοῦντος τουτέστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμήσαντος· ἀλλ’ ὁ τὰ πάντα εἰδὼς Χριστὸς ὁ Θεὸς ἡμῶν, τὸν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ διαλογισμὸν, ὥσπερ τινὰ πικρίαν ἄνω φύουσαν κατὰ τὸ γεγραμμένον, πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυνθῆναι, ἐκ ῥίζης αὐτῆς ἀναβαθρεύει τὸ κακόν· ἀρχόμενα γὰρ ἐν ἡμῖν τὰ πάθη νικᾷ ῥᾳδίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι. Πῶς οὖν ἄρα τὸ φιλόδοξον πάθος ἀποκείρει ὁ πνευμάτων ἰατρός ; ἐπελάβετο τὸ παιδίον καὶ ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ. ὠφελείας δὲ χάριν ἐποιεῖτο τὸ χρῆμα, καὶ αὐτοῖς τοῖς ἁγίοις Ἀποστόλοις, καὶ ἡμῖν δὲ τοῖς μετ’ ἐκείνους. Παραβόσκεται γὰρ ἡ τοιάδε νόσος, ὡς ἐπίπαν πάντας ἀνθρώπους, εἴπερ ἃν ε-ι’εν ἐν ὑπεροχῇ τῇ κατά τινων. τίνος οὖν ἆρα τύπον καὶ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον ; ἀπονήρου τε καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπήλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνώθευτον τὴν καρδίαν, καὶ ἔστιν ἐν ἁπλότητι διαλογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδεν ὑπεροχῆς τρόπον. Ε-ι’τά φησιν, “ ὅτι ὃς ἂν δέξηται τὸ παιδίον “ τοῦτο ἐπὶ τῷ ὀνόματι μου,” καὶ τὰ ἑξῆς, τοῦτο ἔστιν, ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὕτος ἔσται μέγας, τὸν μετριόφρονα λέγων καὶ οὐδὲν ὑψηλὸν περὶ αὐτοῦ λογιζόμενον δι’ εὐλάβειαν· γέγραπται γὰρ “ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ “ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.”
- 33.1
Περὶ τοῦ μὴ ἐπιτρεπομένου ὀκολουθεῖυ.
- 33.2
Εἰπὼν δὲ ὁ Εὐαγγελιστὴς περὶ Ἰωάννου τοῦ ἀδελφοῦ Ἰακώβου, ὅτι πρὸς τὸν Κύριον εἶπεν “ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ “ὀνόματι σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύσαμεν αὐτὸν,” οὐχ ὡς φθονησάντων τῶν Ἀποστόλων τοῦτό φησιν, ἀλλ’ ὡς ἀξιούντων μαθεῖν. Εἰ δὲ ἑτέροις ἔξεστι τοῦτο δρᾷν, διὸ καὶ αὐτὸς διδάσκων αὐτοὺς ἀνταπεκρίθη, μὴ κωλύετε τὸν συντρίβοντα τὸν Σατανᾶν ἐν τῷ ὀνόματι μου, οὐ γάρ ἐστι καθ’ ὑμῶν, φησὶν, ὁ τοιοῦτος. ὅστις δὲ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστι τῶν ἀγαπώντων με, οἵτινες τὰ εἰς δόξαν μου πληροῦν θέλουσι, τῇ παρ’ ἐμοῦ χάριτι στεφανούμενοι.
- 33.3
Τί ἔστιν ὅπερ φησὶν, ὅτι “ἐγένετο ἐν τῷ συμπληροῦσθαι τὰς “ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ;” ὅτι ἐνστάντος τοῦ καιροῦ κἀς ὃν ἔδει λοιπὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομείναντα πάθος, ἀναβῆναι μὲν εἰς τὸν οὐρανὸν, συνεδρεῦσαι δὲ τῷ Θεῷ καὶ Πατρὶ, ἔκρινεν ἀνελθεῖν εἰς Ἱεροσόλυμα, οὐκέτι ὧδε κἀκεῖσε περιερχόμενος, οὐδὲ περιοδεύων κώμας καὶ πόλεις. τοῦτο γὰρ δηλοῖ τὸ “ἐστήριξε τὸ “πρόσωπον αὐτοῦ.” Ἐκπέμπει ἀπὸ προσώπου αὐτοῦ τοὺς μαθητὰς, οὐκ ἀγνοῶν ὡς οὐκ ἔσονται δεκτοὶ παρὰ τῶν Σαμαρειτῶν, προκαταγγέλλονες αὐτὸν ἐπὶ τῷ καταλῦσαι παρ’ αὐτοῖς, ἀλλ’ ἵνα κἀκείνοις πᾶσαν ἀφορμὴν προφάσεως ἐκκόψῃ, καὶ τοῖς μαθηταῖς ὠφελείας γένηται πρόξενος. Ἐπειδὴ γὰρ ἀνέβαινεν εἰς Ἱεροσόλυμα, τὸν τοῦ πάθους καιρὸν ἤδη ἔχων γείτονα, καὶ ἔμελλε τῆς Ιουδαίων ἀνέχεσθαι παροινίας, ἵνα μὴ σκανδαλισθῶσιν ὅτ’ ἃν παθόντα ἴδωσιν, ἀνεξίκακοι δὲ μᾶλλον καὶ αὐτοὶ γένωνται, κἂν ὑβρί- ζωσί τινες ἣ ἀποδιώκουσι, προγύμνασμα τοῦ πράγματος τὴν ἐκ τῶν Σαμαρειτῶν ὕβριν ἐποιήσατο, ὡσανεὶ λέγων αὐτοῖς· εἰ γὰρ καὶ οὐκ ἐδέξαντο ὑμᾶς, ὑμεῖς τοῖς ἐμοῖς τοῦ δεσπότου ἴχνεσιν ἐξακολουθήσαντες, διακαρτερήσατε ἁγιοπρεπῶς, ὅθεν καὶ εἰπόντων ἐκ τῶν μαθητῶν, “Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ “οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;“ἐπετίμησεν αὐτοῖς, περιστέλλων θεοπρεπῶς τὴν ὀξυθυμίαν, καὶ πείθων ἀνεξικακεῖν, οὐ μόνον τότε, ἀλλὰ καὶ εἰς τὰ μετὰ ταῦτα, ἡνίκα τὴν ὑπ’ οὐρανὸν διερχόμενοι, ἔμελλον ἀνοσίοις τισὶ περιπίπτειν ἀνδράσιν, οὐκ ἀνεχομένων τοῦ θείου κηρύγματος. εἰδέναι γὰρ χρὴ, ὅτι ὡς μήπω τῆς νέας κεκρατηκότες χάριτος, ἀλλ’ ἔτι τῆς προτέρας ἐχόμενοι συνηθείας, τοῦτο εἶπον n, τὸν Ἠλίαν ἀφορῶντες τὸν πυρὶ καταφλέξαντα δὶς τοὺς πεντήκοντα καὶ τοὺς ἡγουμένους ἀυτῶν·
- 33.4
Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
- 33.5
Ο δὲ εἰπὼν, “ἀκολουθήσω σοι, Κύριε,” πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοὺς ἐν τῷ οἴκῳ μου, ἀξιοζήλωτον μὲν ὑπόσχεσιν ἐνεδείξατο, κατὰ παντὸς ἐπαίνου μεστήν· τὸ δέ γε ζητεῖν ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκον αὐτοῦ, διαδείκνυσιν ὅτι μεμέρισται πὼς τῇ διανοίᾳ· τὸ γὰρ ὅλως προσανακαινοῦσθαι θέλειν τοῖς κατὰ γένος οἰκείοις τοῖς μὴ ἀποδεξαμένοις, ἐσθ’ ὅτε τὸν ἐπὶ τούτω τῶ πράγματι σκοπεῖν, οὐ βεβηκότος ἐστὶ λογισμοῦ· διὸ καί φησι πρὸς αὐτὸν, “οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς “εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.” Ὥσπερ γὰρ ὁ γηπόνος τῆς διὰ τῶν ἀρότρων ἀνατομῆς ἀρξάμενος, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον τῷ παντὶ πόνῳ, οὐχ ὄψεται τοῖς ἀστάχυ- σιν κομῶσαν τὴν γῆν, προσοφλήσει δὲ τοῖς ὁρῶσι καὶ γέλωτα, οὕτως εἴ τις ἕλοιτο μὲν ἀκολουθῆσαι Χριστῷ τῷ Θεῷ, οὐκ ἀποτάσσεται δὲ τοῖς ἐν τῷ κόσμῳ πράγμασι, καὶ τοῖς κατὰ σάρκα οἰκείοις, καὶ μάλιστα τοῖς μὴ τὸν σκοπὸν ἀποδεχομένοις αὐτοῦ, οὐδαμῶς οὗτος κατορθώσει τοῖς ἐφ’ ἅπασι ο τοῖς ἐπαινουμένοις ἀγαθὴν εὐτολμίαν, οὐδὲ εὔθετος ἔσται εἰς τὴν τοῦ Θεοῦ βασιλείαν. ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα, διότι πρόθυμός ἐστιν ἐπακολουθεῖν, ὀπίσω δὲ βλέπει, διότι μελλήσεως καὶ ἀναβολῆς ποιεῖται πρόφασιν τὴν πρὸς τοὺς οἰκείους διάλεξιν· ἀλλ’ οὐ τοιούτους ὄντας εὑρήσεις τοὺς ἁγίους Ἀποστόλους. Ἄμα γὰρ ἤκουσαν τοῦ του Χριστοῦ λέγοντος πρὸς αὐτοὺς, “δεῦτε ὀπίσω μου,” εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ. τοιούτους οὖν προσήκει τυγχάνειν τοὺς ἀκολουθεῖν ἐθελήσαντας τῷ Θεῷ.
- 34.1
Περὶ τῶν ἀναδειχθέντων ο΄.
- 34.2
Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑβδομηκοντα.
- 34.3
Τίτου Βοστρῶν. τούτου ὁ τύπος ἐν τοῖς Μωϋσέως ἐγράφετο λόγοις· Θεοῦ γὰρ προστάττοντος, ἑβδομήκοντα ἐπελέξατο, ἐπηφίει δὲ τοῖς ἐξειλεγμένοις τὸ Πνεῦμα Θεοῦ· καὶ καθ’ ἕτερον δὲ τρόπον, τούς τε δύο καὶ δέκα μαθητὰς καὶ αὐτοὺς δὲ τοὺς ἑβδομήκοντα, διὰ τῆς τοῦ νόμου σκιᾶς σημαινομένους εὑρήσομεν· γέγραπται γὰρ οὕτως ἐν τῇ ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ· “ἦλ- “θον,” φησὶν, “εἰς Αἰλὰμ,” ἑρμηνεύεται δὲ εἰς ἀνάβασιν, ἤγουν εἰς αὔξησιν, “καὶ ἦσαν ἐκεῖ,” φησὶν, “δώδεκα ὑδάτων πηγαὶ, “καὶ ἑβδομήκοντα στελέχη φοινίκων.” ἀναβαίνοντες γὰρ εἰς τελειοτέραν σύνεσιν, καὶ εἰς αὔξησιν ἀνατρέχοντες τὴν πνευματικὴν τὰς δυοκαίδεκα πηγὰς εὑρήσομεν, τουτέστι, τοὺς ἁγίους Ἀποστόλους, καὶ τὰ ἑβδομήκοντα τῶν φοινίκων στελέχη τοὺς ἀναδειχθέντας δηλονότι παρὰ Χριστοῦ· ἀρυόμενοι γὰρ ὡς ἐκ πηγῶν ἁγίων ἐκ τῶν τοῦ Σωτῆρος ἡμῶν μαθητῶν παντὸς εἴδησιν ἀγαθοῦ.
- 34.4
Κυρίλλου Ἀλεξανδρείασ. Καὶ ἐπειδὴ πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐτὸν πιστευόντων ἡ πληθὺς, ἐσαγηνεύετο γὰρ οὐ μόνον ὁ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι· διὰ τοῦτο ἀνεδείχθησαν παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πρὸς τοῖς δύο καὶ δέκα καὶ ἕτεροι ἑβδομήκοντα. Τὰ ἀκόλουθα τούτων οἷον “ὁ μὲν “θερισμὸς πολὺς,” καὶ τὰ ἑξῆς. καὶ “μὴ μεταβαίνετε ἐξ οἰκίας “εἰς οἰκίαν,” ὅπερ ῥεμβασμὸν δηλοῖ, καὶ μισθὸν αἰτούντων καὶ διαβολῆς ἐστι τεκμήριον. Προεγράφετο εἰς τὸ κατὰ Ματθαῖον. Ἔτι δὲ καὶ τὰ τούτων ἀκόλουθα ἕως ὧδε· “ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν “ἀποστείλαντά με.”
- 34.5
Ἔλεγεν οὖν πρὸς αὐτοὺς, ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.
- 34.6
Τίτου Βοστρῶν. Ὠσπερ γὰρ ἀγροὶ κομῶντες πλουσίως εὐρεῖς τε καὶ μακροὶ πολλοὺς ζητοῦσι τοὺς θεριστὰς, οὕτως ἡ σύμπασα γῆ, ἤτοι τῶν μελλόντων πιστεύειν εἰς Χριστὸν ἡ πληθὺς, πολλή τις οὖσα καὶ ἀναρίθμητος, οὐκ ὀλίγων ἐδεῖτο μυσταγωγῶν. ἐβάδιζον οὖν ἀνὰ δύο πεμπόμενοι κατὰ πόλεις καὶ κώμας, μονονουχὶ βοῶντες τὸ διὰ τῆς Ἰωάννου φωνῆς, “ἑτοιμάσατε ὁδὸν “Κυρίου.” πλὴν ἐκεῖνο ἄθρει· εἰπὼν γὰρ τὸ “δεήθητε τοῦ Κυρίου “τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ,” τοῦτο πέπραχεν αὐτὸς καίτοι τοῦ θερισμοῦ Κύριος, τουτέστι τῶν ἐπὶ τῆς γῆς· τίς ἂν εἴη παρὰ τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεόν; “αὐτοῦ γὰρ ἡ σύμπασα γῆ καὶ τὸ πλήρωμα αὐτῆς,” καθὰ γέγραπται· εἶτα πῶς μόνως πρέποντος τῷ ἐπὶ πάντων Θεῷ τοῦ ἐκβαλεῖν τοὺς ἐργάτας τούτους ἀνέδειξεν ὁ Χριστός· αὐτὸς ἄρα ἐστὶν ὁ τοῦ θερισμοῦ δεσπότης, καὶ δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ κατάρχει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ. ἴδια δὲ πάντα ἐστὶν αὐτοῦ, καὶ οὐδέν ἐστιν ὣν ἂν ἔχειν ὁ Πατὴρ λέγοιτο, ἃ μή ἐστι καὶ τοῦ Τὶοῦ Τοῦ αὐτοῦ. Προλέγει δὲ αὐτοῖς καὶ τὸν διωγμὸν, ἵνα ἐνέγκωσι τῇ πείρᾳ τὰς συνθήκας, μὴ βαστάζετε βαλάντιον, μὴ βαρεῖτε ἀργυρίῳ τὸν ὦμον· ἀρκεῖ γὰρ ὑμῖν βεβαρῆσθαι τῇ φροντίδι τοῦ λόγου τὴν διάνοιαν· μὴ ἐν τῷ βαλαντίῳ τὴν ἐλπίδα τοῦ ἄρτου ἔχετε, ἀλλ’ ἐν τῷ πέμψαντι τίθεσθε τὴν φροντίδα· μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε, μὴ τοῦτο ἐμπόδιον τοῦ κηρύγματος γένηται ὁμιλίας ἐν μέσῳ παραπιπτούσης καὶ βραδυτῆτος προφάσει, μηδεμία τις διαβολικὴ κακουργία ὑμᾶς ἀποσπάσῃ· οὐ γὰρ κατ’ ἀποκλήρωσιν δώσετε τὴν προσηγορίαν, ἀλλ’ ὑμεῖς μὲν τὸν λόγον δώσετε, ὅπου δὲ ᾖ ἄξιον ἐπαναπαύσεται τὸ πρᾶγμα. Εἰ δὲ μὴ, ἐφ’ ὑμᾶς ἀνακάμψει· οὐ γὰρ ἁπλῶς ῥίπτεται, ἀλλὰ κρίσει τῇ ἐμῇ βάλλεται.
- 34.7
Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. τοῦτο γὰρ ῥεμβομένων καὶ μισθὸν αἰτούντων, καὶ ἀστασίας ἔργον, καὶ διαβολῆς τεκμήριον· βεβηκότες δὲ γίνεσθε καὶ ἀμετακινητοι τον νοῦν.
- 34.8
Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν.
- 34.9
Ωριγένουε. Τῶν γὰρ ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς ἃν εἰς ὑμᾶς ἐπανέλθῃ. παρατήρει ὅτι αἱ μὴ παραδεχόμεναι τοὺς Ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις, ἔχουσι πλατείας ἀνάλογον· τὸ “πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἄγουσα εἰς τὴν “ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς.” 2 Λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῆ ἡμέρᾳ ἐκείνῃ ἀνεκτό- τερον ἔσται.
- 34.10
Τίτου βοστρῶν. Ἐπειδὴ εἰς Σοδόμα οὐκ ἀπεστάλησαν Ἀπόστολοι, ἐὰν τοίνυν μὴ δέξωνται ὑμᾶς τοὺς Ἀποστόλους, χείρους ἔσονται οὗτοι ἐκείνων.
- 34.11
Οὐαί σοι Χοραζὶν, οὐαί σοι Βηθσαΐδα, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο, καὶ τ. ἑ.
- 34.12
Οὗτοι οἱ τόποι Ἰουδαικοὶ ἐτύγχανον, Τύρος δὲ καὶ Σιδῶν Ἑλληνικοί. Σημαίνει τοίνυν ὁ Κύριος, ὅτι εἰ ἐν τοῖς ἔθνεσιν ἐγένοντο αἱ δυνάμεις, ῥᾷον ἃν ἐπίστευον ἤπερ ὑμεῖς· ἐλέγχει τοίνυν τὰς Ἰουδαικὰς πόλεις, καὶ ἀντιπαρατίθησι τῶν Ἑλληνικῶν πόλεων τὰς χείρους. καὶ γὰρ οὕτως ἔχει, τὰ ἔθνη ῥᾳδίως ἐπίστευσαν· Ιουδαῖοι δὲ ἔμειναν ἄπιστοι, καίπερ πολλὴν ἐσχηκότες τοῦ λόγου τὴν ἐπιμέλειαν. Μῆ λυπεῖσθε ὅταν ἀπειθῶσιν ὑμῖν, μηδὲ λέγετε τί ὑπάγομεν ὑβρισθῆναι; οὐδεὶς ἡμῶν ἀνέχεται· ὁ ἀκούων ὑμῖν ἐμοῦ ἀκούει, οὔτε ἂν πιστεύσῃ τις, ὑμεῖς ἐστε δυσωποῦντες, οὔτε ἐὰν ἀντιλέγωσιν, ὑμεῖς ἐστε οἱ ἐνεδρεύοντες, χρήσατέ μοι τὴν γλῶτταν, ἐγὼ παρέχω τὴν χάριν, ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· εἰς ἐμὲ γὰρ ἀνατρέχει ἡ ὑμετέρα ὕβρις.
- 34.13
Προείρηται ὅτι ἀπέστειλε τοὺς ἑβδομήκοντα· διὸ νῦν λέγει ὅτι ὑπέστρεψαν μετὰ χαρᾶς, ὡς ἐπακολουθησάσης τῷ λόγῳ τῆς θεοσεβείας· ἔλεγον γὰρ, “Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται “ἡμῖν ἐν τῷ ὀνόματι σου.” οὐχ οὕτω δὲ χαίροντες ὅτι μᾶλλον γεγόνασι τοῦ θείου κηρύγματος διάκονοι, τοῦτο τοῦτο καὶ ὅτι ἠξίωνται γερῶν Ἀποστολικῶν, ἀλλ’ ὅτι σημείων γεγόνασιν ἀποτελεσταί. Ὅπερ δὲ, φησὶν ὁ Χριστὸς πρὸς αὐτοὺς, “ὅτι ἐθεώρουν “τὸν Σατανᾶν, ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ,” τοῦτο δηλοῖ, ὅτι εἰ ὁ ἄρχων αὐτῶν κατέπεσεν, οἱ δοῦλοι τί προσδοκῶσι δύνασθαι δρᾶσαι· λέγει δὲ ἑωρακέναι, ἐπειδὴ ἄλλος οὐ δύναται ἰδεῖν ἣ ὁ κριτὴς ὁ ἀόρατος· ὡς ἀστραπὴν δὲ εἶπεν, ὅτι λαμπρὸς ἦν τὴν φύσιν, εἰ καὶ σκοτοειδὴς γέγονε τὴν προαίρεσιν· ὃ γὰρ ἐποίησεν ὁ Θεὸς, τοῦτο καλόν. Διὸ μὴ θαυμάζετε, φησὶ, μηδὲ μέγα φρονεῖτε· ἐγὼ γὰρ δέδωκα ὑμῖν τὴν ἐξουσίαν.
- 34.14
Εστι δὲ καὶ οὕτω λαβεῖν περὶ τούτου κατὰ τὸν ἅγιον Κύριλλον, ὅτι ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ εἶδε πεσόντα τὸν διάβολον, τουτέστιν, ἐξ ὕψους εἰς γῆν κατενηνεγμένον, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος πολλῆς εἰς ἐσχάτην ἀσθένειαν. Πρὸ μὲν γὰρ τῆς τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιδημίας κατεκράτησε τῆς ὑπ’ οὐρανόν· προσεκυνήθη σχεδὸν παρὰ πάντων· ναοὶ πανταχοῦ καὶ βωμοὶ καὶ θυσίαι. ἐπειδὴ δὲ καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, πέπτωκεν ἐκεῖνος ὡς ἀστραπὴ, ὁ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους, ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων αὐτὸν·
- 34.15
Καὶ ὄφεις δὲ καὶ σκορπίους αὐτὸ τοῦτο δηλοῖ ὡς περὶ αὐτοῦ τε τοῦ διαβόλου εἰρημένον καὶ τῶν δαιμόνων αὐτοῦ, οἵτινες σὺν αὐτῷ καταπατοῦνται ὑπὸ τῶν δούλων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὴν τοιαύτην ἐξουσίαν λαμβάνοντες ὑπ’ αὐτοῦ.
- 34.16
Τὸ δὲ, “μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται,” τοῦτο σημαίνει, ἵνα μὴ κενοδοξίαν ἐκ τούτου κτήσονται. Καὶ γὰρ ἄλλοι εἰσὶ, φησὶν, οἱ ἐκ τούτου εὐεργετούμενοι, οἱ τῆς ἰάσεως δηλονότι καταξιούμενοι· ἀλλὰ μᾶλλον ἐν τούτῳ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς, οὐ διὰ μέλανος, ἀλλὰ διὰ μνήμης καὶ χάριτος καὶ δόξης Θεοῦ. καὶ ὁ μὲν διάβολος ἄνωθεν καταπίπτει, οἱ δὲ ἄνθρωποι κάτω ὄντες ἄνω γράφονται. αὕτη τοίνυν ἐστὶν ἡ ἀληθινὴ χαρὰ, τὸ ἄνω γράφεσθαι. γράφεται δὲ ἕκαστος ὅσον ἐὰν κάμῃ τῷ τε ἀξιώματι, καὶ τῇ τῆς ἐνεργείας χάριτι.
- 34.17
Τὰ ἀκόλουθα τούτῳ οἷον, “αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ “πνεύματι ὁ Ἰησοῦς.“ Καὶ “μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.” καὶ περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ, ἕως “καὶ τὸν πλησίον σου ὡς ἑαυτόν·” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
- 34.18
Ὠριγένουσ. Οὐ μακρὰν τὸ “ πάντα μοι παρεδόθη ὑπὸ τοῦ “ Πατρός μου” ἐστὶ, καὶ τὸ “ ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἔπι γῆς. καὶ δία τοῦτο αὐτῷ δίδοται πάσα ἐξουσία, ινα εἰρηνοποιήσῃ διὰ τοῦ σταυροῦ αὐτοῦ· εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. οὐδέπω μὲν οὖν τὰ πάντα εἰρηνοποίησεν, ὡς δῆλον ἔστι ἐκ τοῦ τὸν ἀπὸ τῆς κακίας ὑπάρχειν πόλεμον· ἔσται δὲ πάντως ἡ τελεία εἰρήνη. δικαιότατα δὲ πάντα παραδέδωκεν αὐτῷ ὁ Πατήρ· ἐπεὶ καὶ αὐτὸς ὁ Υἱὸς παρεδόθη ὑπὲρ πάντων, ὅς ἐστι Πατὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν, καὶ “ἱλασμός “ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν,” οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. παρεδόθη δὲ καθὸ γέγονεν ἄνθρω- πος, “ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ “ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται “ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρὸς, ἀμήν.”
- 34.19
Τίτου Βοστρῶν. Ἀποκάλυψίς ἐστι μετάδοσις γνώσεως πρὸς τὸ μέτρον τῆς ἑκάστου φύσεως τε καὶ δυνάμεως, καὶ ὅπου μὲν ὁμοία φύσις, ἐκεῖ γνῶσις ἄνευ διδασκαλίας· ἐνταῦθα δὲ ἐξ ἀπο- καλύψεως μάθησις. ἐπιτήρει τοίνυν, πῶς ἐνταῦθα μὲν ἐκ χάριτος, ἐκεῖ δὲ ἐκ φύσεως.
- 35.1
Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ.
- 35.2
Καὶ ἰδοὺ νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν.
- 35.3
Επαινεθεὶς ὑπὸ τοῦ Σωτῆρος ὁ νομικὸς, τὴν ἀλαζονείαν ἐξέρρηξεν, οὐδένα εἶναι πλησίον αὐτοῦ τιθέμενος, ὡς οὐδενὸς ὄντος αὐτοῦ κατὰ τὴν δικαιοσύνην ἐφαμίλλου. τοῦτο γὰρ ἐδείκνυτο ὁ Εὐαγγελιστὴς εἰπὼν, “ὁ δὲ θέλων δικαιῶσαι αὐτὸν πρὸς τὸν Ἰησοῦν “εἶπε, τίς ἐστί μου πλησίον;” ὁ νομικὸς πλησίον μόνον εἶναι τὸν δίκαιον τῷ δικαίῳ, τὸν ὑψηλὸν τῷ ὑψηλῷ, κατ’ ἀρετὴν, φημί. οὐ γὰρ τῇ οὐσίᾳ μιᾷ οὔσῃ τὸ ὑψηλὸν ἔκρινεν, ἀλλ’ ἢ τοῖς ἀξιώμασιν, ἢ ταῖς πράξεσι· διὸ θέλων αὐτὸν δικαιῶσαι, τουτέστι δίκαιον ἀποδεῖξαι, ὡς ὑψηλὸς εἴη κατὰ τὴν ἀρετὴν, ἢ μέγας κατὰ τὸ διδάσκαλον εἶναι, φησὶ θυοτ;καὶ τίς ἐστί μου "πλησίον;" δεῖξόν μοι τὸν οὕτω μέγαν· ὁ δὲ Σωτὴρ ἅτε δὴ ποιητὴς, μικρὸν γὰρ καὶ μέγαν αὐτὸς ἐποίησεν, οὐ ταῖς πράξεσιν οὐδὲ τοῖς ἀξιώμασιν, ἀλλὰ τῇ φύσει ὡρίσατο τὸν πλησίον, μονονουχὶ λέγων, οὔπω σοι τέως λέγει ὅτι οὐδὲν τῶν ἄλλων διενήνοχεν, ἵνα μὴ οἱ ὄντως φιλάρετοι νομίσωσι μὴ χρεωστεῖν τοῖς πέλας τὴν ἀγάπην, δόγμα τὸν σὸν ἔλεγχον νομίσαντες εἶναι, ἀλλὰ καὶ εἰ οὕτως ἔχει· δεδόσθω γὰρ σπουδὰς τοῦ δεομένου γενέσθαι πλησίον, οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ διαθέσει, καὶ τῇ εἰς αὐτὸν ἐπιμελείᾳ· διὰ γὰρ τοῦτο καὶ τὸν Σαμαρείτην σοι ἐχαρακτήρισα· τὸ γὰρ πλησίον τῇ φύσει κρίνεται οὐ τῇ ἀρετῇ, οὐ τῇ οὐσίᾳ, οὐ τῷ ἀξιώματι, ἀλλὰ τῇ συμπαθείᾳ καὶ τῷ τρόπῳ τῆς θεραπείας· ἐκεῖνον οὖν ἡγοῦ μάλιστα πλησίον εἶναι τὸν δεόμενον, καὶ αὐτεπάγγελτος ἐπὶ τὴν βοήθειαν βάδιζε.
- 36.1
Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς.
- 36.2
"Ἄνθρωπός τις κατέβαινε ἀπὸ Ἱερουσαλὴμ," τὴν ἄνωθεν κάθοδον τοῦ ἀνθρώπου αἰνιττόμενος τοῦτό φησιν, ἥτις διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἀπὸ τῆς ὑψηλῆς καὶ ἀστασιάστου καὶ θείας τοῦ παραδείσου διατριβῆς, Ἱερουσαλὴμ εὐκαίρως ὀνομασθείσης, ὅπερ εἰρήνην σημαίνει Θεοῦ, πρὸς τὴν Ἱεριχὼ τὴν κοίλην καὶ χθαμαλὴν, καὶ τῷ καύματι πνιγηρὰν κατωλίσθησε. δηλοῖ δὲ τὴν ἐμπαθῆ τοῦδε τοῦ κόσμου ζωὴν χωρίζουσαν Θεοῦ· λῃστὰς δὲ λέγει τὸ τῶν ἀγρίων δαιμόνων σύστημα, οἵτινες τῶν τῆς ἀρετῆς ἱματίων, ἀνδρίαν φημὶ, καὶ σωφροσύνην καὶ τὰ ὅμοια, ἐκδύσαντες αὐτὸν, τὰ τῆς ἁμαρτίας τραύματα καταλιπόντες ἐν αὐτῷ, ἀπῆλθον θέντες ἡμιθανῆ· καὶ γὰρ οὐκ ἔστι τούτοις ὅλως εὐχέρεια τοῦ πλήττειν, εἰ μὴ προλαβόντες συλήσωσι τὰ τῶν ἀρετῶν περιβόλαια, ὅθεν μετὰ τοῦτο πλήττουσιν ἀφειδῶς καὶ μέχρι θανάτου. οὐ γὰρ τὴν ἀρετὴν ἐκδύσαι σπουδάζωσι μόνον, ἀλλὰ καὶ τῆς ἡμετέρας ἐρῶσιν ἀπωλείας. Ἐπειδὴ δὲ τῆς Λευϊτικῆς ἱερωσύνης ὀνόματός ἐστιν εἰσηγητὴς, διὰ τοῦ ἱερέως καὶ τοῦ Λευΐτου τὴν ἀνωφελῆ τοῦ νόμου σημαίνει πάροδον· οὐδὲ γὰρ τὰς πληγὰς τοῦ παραπεπτωκότος εἰς τοὺς λῃστὰς ἐθεράπευσεν· “ἀδύνατον γὰρ “αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας,” καὶ ἐπεῖδε μὲν, ἠτόνησε δὲ, καὶ πρὸς τελείαν θεραπείαν οὐκ ἤρκεσεν, οὔτε κείμενον ἀνέστησε· τὸ γὰρ “ἀντιπαρῆλθε” δηλοῖ ὅτι οὐ παρώδευσε καταλείψας ἀθέατον, ἀλλ’ ἔστη καὶ ἐθεάσατο, καὶ θεραπεῦσαι διενοήθη καὶ ἐφήψατο· πρὸς δὲ τὴν θεραπείαν ἀδυνατήσας, τῇ τῶν πληγῶν ἤτοι τῶν παθῶν ἐπικρατείᾳ νικηθεὶς, εἰς τοὐπίσω πάλιν ἀπέδραμε· τοῦτο γὰρ τὸ “ἀντιπαρῆλθεν” ἐνδείκνυται.
- 36.3
Ἀλλ’ ὁ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς ἀπαρχῆς τοῦ φυράματος περιθέμενος, ἐν ᾗ παντὸς ἦν ἔθνους τὸ μέρος, Ἰουδαίου τε καὶ Σαμαρείτου καὶ Ἕλληνος, καὶ πάντων ἅπαξ ἀνθρώπων, τοῦτον μετὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὑποζύγιον, τῷ τόπῳ τῆς τοῦ ἀνθρώπου κακώσεως ἐπιστὰς, τῶν τραυμάτων ἐθεράπευσε. καὶ γὰρ ὥδευσεν ἀληθῶς, οὐ παρώδευσεν· αὐτὸ τοῦτο πρόφασιν ὁδοῦ ποιησάμενος τὸ ἡμᾶς ἐπισκέψασθαι, δι’ οὓς καὶ κατῆλθεν ἐπὶ τῆς γῆς, δι’ οὓς καὶ κατέλυσεν· οὐ γὰρ ὤφθη μόνον, ἀλλὰ καὶ συνανεστράφη τοῖς ἀνθρώποις, κατὰ ἀλήθειαν χωρὶς τροπῆς καὶ φαντασίας γενόμενος ἄνθρωπος· τοῦτο γὰρ ἴδιον ἰατρῶν γυησίων καὶ φιλοστόργων τὸ συναναστρέφεσθαι τοῖς ἀρρωστοῦσι, καὶ μὴ ἀφίστασθαι πρὶν ἃν ὑγιαίνωσιν. ὅθεν καὶ οἶνον τοῖς ἕλκεσιν ἐπαντλῶν τὸν διδασκαλικὸν λόγον καὶ ἐπιστύφοντα, ἐλαίῳ τοῦτον ἐκέρασεν· οὐ γὰρ οἷόν τε ἦν ἄκρατον αὐτὸν ἐνεγκεῖν· οὐ γὰρ ὑπέμεινε τὴν ὑπερβάλλουσαν στῦψιν τὸ τῶν τραυμάτων χαλεπὸν καὶ ἀνίατον· ὅθεν διὰ τοῦτο ἁμαρτωλοῖς καὶ τελώναις συνανεκλίνετο. ἐπὶ τὸ ἴδιον δὲ ὑποζύγιον ἀνεβίβασεν· ἐν ἑαυτῷ γὰρ ἡμᾶς φέρει, ὅτι ἐσμὲν μέλη τοῦ σώματος αὐτοῦ· εἰς πανδοχεῖον δὲ ἀπήγαγε, τουτέστιν εἰς τὴν Ἐκκλησίαν τὴν πάντων γενομένην δεκτικὴν καὶ χωρητικήν· οὐκέτι γὰρ κατὰ τὸ στενὸν τῆς νομικῆς σκιᾶς καὶ τῆς ἐν τύποις λατρείας ἀκούσομεν, οὐκ εἰσελεύσεται Ἀμμωνίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, ἀλλὰ τοῦτο ἀκούσομεν, “πορευ- “θέντες μαθητεύσατε πάντα τὰ ἔθνη” καὶ τὰ ἑξῆς, καὶ ὅτι “ἐν παντὶ “ἔθνει ὁ Φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ “ἐστι.” Πῶς δὲ ἀπαγαγὼν μειζόνως ἐπιμελείας ἠξίωσεν; ἐπειδὴ τῆς Ἐκκλησίας συλλεγείσης ἐκ τῶν τῇ πολυθεΐᾳ νενεκρωμένων ἐθνῶν, αὐτὸς ἢν ὁ Χριστὸς ἐν αὐτῇ, κατὰ τὸ γεγραμμένον, οἰκῶν καὶ περιπατῶν καὶ πᾶσαν πνευματικὴν δωρούμενος χάριν.
- 36.4
Ἐπέχουσι δὲ τοῦ πανδόχου τύπον οἱ Ἀπόστολοι καὶ οἱ μετ’ αὐτοὺς ποιμένες καὶ διδάσκαλοι, οἷς εἰς οὐρανοὺς ἀνιὼν ἔδωκεν ὁ δεσπότης Χριστὸς δύο δηνάρια, προνοεῖν ἐπιμελῶς τοῦ ἠῤῥωστηκότος ἐγκελευσάμενος, καὶ προσθεὶς “ὡς ἐάν τι προσδαπανήσῃς, “ἐγὼ ἐν τῷ ἐπανέρχεσθαι με ἀποδώσω σοι·” δύο δὲ δηνάρια τὰς δύο διαθήκας φησὶ, παλαιὰν καὶ καινὴν, ἀμφοτέρας οὔσας τοῦ Θεοῦ, καὶ μίαν εἰκόνα τοῦ ἄνω καὶ ἑνὸς βασιλέως φερούσας, ὡς τὰ δηνάρια, καὶ τὸν αὐτὸν βασιλικὸν χαρακτῆρα ταῖς καρδίαις ἡμῶν διὰ τῶν ἱερῶν λογίων ἐνσφραγιζομένας καὶ ἐντυπουμένας. ἃ δὴ λαβόντες οἱ τῶν ἁγιωτάτων ἐκκλησιῶν ποιμένες, καὶ μετὰ πόνων καὶ ἱδρώτων ταῖς διδασκαλίαις πλατύναντες, καὶ οἴκοθεν προσδαπανήσαντες· τοιοῦτον γὰρ ὑπάρχει τὸ νοητὸν ἀργύριον, ἐπανερχομένῳ τῷ δεσπότῃ κατὰ τὴν τελευταίαν ἡμέραν ἐροῦσιν ἕκαστος, Κύριε, δύο δηνάριαδ έδωκάς μοι· ἰδοὺ προσδαπανήσας οἴκοθεν, ἄλλα δύο ἐκέρδησα· καὶ γὰρ τὸ ποίμνιον ηὔξησα. οἷς ἀποκριθεὶς ἐρεῖ “εὐ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, καὶ τὰ ἑξῆς.
- 36.5
Εἶτα ἐρωτήσαντος τοῦ δεσπότου Χριστοῦ τὸν νομικὸν, “τίνα “τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος “εἰς τοὺς λῃστάς;” κἀκείνου ἀποκριθέντος, ὅτι “ὁ ποιήσας τὸ “ἔλεος μετ’ αὐτοῦ,” ἀποκριθεὶς εἶπε, “πορεύου καὶ σὺ καὶ ποίει “ὁμοίως,” ὡσανεὶ ἔλεγεν αὐτῷ· ἀνόνητον γὰρ τῆς ἱερωσύνης ἀξίωμα τοῖς λαχοῦσιν αὐτὸ, καὶ τοῖς δοκοῦσιν εἶναι νομομαθέσι, τὸ ὠνομᾶσθαι νομομαθεῖς, εἰ μὴ δι’ αὐτῶν εὐδοκιμοῦσι τῶν ἔργων· ἰδοὺ γὰρ παραπέπλεκται τῆς ἀγάπης ὁ στέφανος τῷ τὸν πλησίον.
- 37.1
Περὶ Μάρθας καὶ Μυρίας.
- 37.2
Μέγα μὲν τὸ τῆς φιλοξενίας κατόρθωμα, ὅπερ ἡ Μάρθα ἔχουσα τὸν Κύριον ὑπεδέξατο, ὑψηλότερον ὅπερ ἡ Μαρία πεποίηκε, καθὼς ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰασοῦς ὁ Χριστὸς ἐμαρτύρησε. παρακαθέζουσα γὰρ πρὸς τοὺς πόδας αὐτοῦ, καὶ τῶν λόγων αὐτοῦ ἀκούουσα ἀπεδέχθη μειζόνως ὑπὲρ τὴν Μάρθαν. πρὸς ἐκείνην μὲν γάρ φησι, “Μάρθα, Μάρθα, μεριμνᾷς,” καὶ τὰ ἑξῆς. Οὐδὲ γὰρ διὰ τοῦτο πάρεσμεν, ἵνα περὶ τοῖς βρώμασι τὴν κοιλίαν θρέψωμεν· καὶ δι’ ὀλίγων γὰρ ἡ χρεία γίνεται· περὶ δὲ ταύτης ἔΦη, “Μαρία γὰρ “τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ “αὐτῆς.” τίς δὲ ἦν ἡ μερίς; ἀκοὴ λόγων ἀληθείας, καὶ θεωρίας μυστηρίων, καὶ τὴν μὲν οὐκ ἀπέστρεψεν, ἀφ’ ὧν ἐποίει, τὴν δὲ προσεδέξατο, ἐφ’ οἷς προσεῖχε. σκοπήσας μὲν τοίνυν τὰς δύο μερίδας διὰ τῶν δύο γυναικῶν, εἰσάγομεν, τὴν μὲν σωματικωτέραν διακονίαν ἐλάττω· χρησιμωτάτη γὰρ καὶ αὕτη· τὴν δὲ ἀναβεβηκυῖαν καὶ πνευματικωτέραν· καὶ ἕκαστος ἡμῶν ὃ θέλει ἐκλέξεται. ὁ βουλόμενος διακονεῖν τοῖς πτωχοῖς καὶ θεραπεύειν νοσοῦντας, διὰ Μάρθας τὸν κανόνα τοῦτον λαβεῖν· ὃ γὰρ ἂν ποιήσῃ τις εἰς δοῦλον Χριστοῦ, εἰς Χριστὸν ἀνατρέχει τὸ γινόμενον· ὁ δὲ θέλων τὴν Μαρίαν ζηλῶσαι τὴν καταλελοιπυῖαν τοῦ σώματος τὴν διακονίαν, ἀναβᾶσαν δὲ εἰς τὴν θεωρίαν τῶν πνευματικῶν μαθημάτων, γνησίως μετελθέτω τὸ πρᾶγμα. ὀνίνησι δὲ καὶ τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος διὰ τούτων οὐ μετρίως, ἵν εἰδεῖεν ὅπως τε καὶ τίνα τρόπον ταῖς τῶν δεχομένων αὐτοὺς οἰκίαις ἐνδιαιτᾶσθαι χρὴ, ἡνίκα τὴν ὑπ’ οὐρανὸν περιέρχονται, τὸ θεῖον κήρυγμα καταγγέλλοντες.
- 37.3
Περὶ προσευχῆς καὶ περὶ τοῦ “πατὲρ ἡμῶν” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
- 38.1
Περὶ προσευχῆς.
- 38.2
Λέγει δὲ τὸ “τὶς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς “αὐτὸν μεσονυκτίου” καὶ τὰ ἑξῆς, ὡς ἐν τρόπῳ παραβολῆς, ἵνα μὴ ἁψικόρως τὴν προσευχὴν ποιώμεθα, ἢ καὶ ὡς μὴ ἀκουσθέντες ἐκ πρώτης εὐχῆς καὶ δευτέρας, ἀνακόπτωμεν τὰς ἱκετείας, ὡς οὐδὲν ἐχούσας τὸ τελοῦν εἰς ὄνησιν· ἀσυνέτως τοῦτο καθ’ ἑαυτοὺς λογιζόμενοι, ὅτι προσῆλθον πολλάκις, ἐδάκρυσα, ἐδεήθην καὶ οὐ προσεδέχθην· οὐ γὰρ ἐκβέβηκέ τι πρὸς πέρας τῶν αἰτηθέντων παρ’ ἐμοῦ. χρὴ δὲ μᾶλλον ἐκεῖνο λογίζεσθαι ἡμᾶς, ὅτι οἶδε τὰ καθ’ ἡμᾶς ὁ τῶν ὅλων δεσπότης· καὶ πάντες ἐπέκεινα τῶν ἡμετέρων μέτρων αἰτοῦμεν. ταῦτα οὖν καὶ τὰ τούτοις ὅμοια ἐνθυμούμενοι, ἐμμένωμεν προσκαρτεροῦντες τῇ προσευχῇ· καὶ γὰρ τὰ ἀνιδρωτὶ πορισθέντα καὶ ἐξ ἑτοίμου ληφθέντα καταφρονεῖσθαι φίλει. εἰπὼν γὰρ “ζητεῖτε,” τὸ πονεῖν ἐπιτάττει, πόνῳ γὰρ ἀεί πὼς εὑρίσκεται τὸ ζητούμενον. ὁ κρούων τῇ χειρὶ προσαράττει τὴν θύραν, ἵνα τὴν τῶν κρουσμάτων ὄχλησιν οὐκ ἐνεγκὼν τῆς ἑστίας δεσπότης, ἀνοίξῃ καὶ οὐχ ἑκών· μάθωμεν τοίνυν ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων τοῦ χρησίμου τὴν θήραν, καὶ κρούσωμεν καὶ ὀχλήσωμεν ζητοῦντες, καὶ ἐπιτύχωμεν·
- 38.3
Τὸ δὲ “πορεύσεται μεσονυκτίως” περὶ τῶν εἰς τὰ ἔσχατα τοῦ βίου πρὸς συναίσθησιν ἐρχομένων τῶν οἰκείων ἁμαρτημάτων καὶ τῇ πίστει προστρέχουσι, τοῦτό φησιν ὁ φιλάνθρωπος· ὁ δὲ φίλος ὁ τῆς οἰκίας κύριος, ὁ Θεὸς ἡμῶν καὶ Σωτῆρ’ Ἰησοῦς, ὁ πάντας φιλῶν, καὶ τοὺς μή πὼς πεπιστευκότας αὐτῷ, καὶ διψῶν τὴν σωτηρίαν αὐτῶν· τρεῖς δὲ ἄρτους ὠνόμασε, τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Ἅγιον Πνεῦμα, πίστιν αἰνιττόμενος, ἥ τις ἐστὶν ὁμολογία τῆς παναγίου καὶ ὁμοουσίου, καὶ ζωοποιοῦ Τριάδος. ὁ δὲ φίλος ὁ παραγενόμενος ἐξ ὁδοῦ καὶ ἐπιξενωθεὶς αὐτῷ, νοηθείη ἃν εἰκότως ὁ Ἄγγελος, ἤγουν οἱ Ἄγγελοι οἱ παραγενόμενοι πρὸς τὴν ἐσχάτην τοῦ βίου ὥραν παραλαβεῖν ἡμᾶς· φιλοῦσι γὰρ ἡμᾶς καὶ αὐτοὶ, τὴν ἡμετέραν σωτηρίαν εὐφροσύνην ποιούμενοι, ὡς ὁ Κύριος Φησιν, “ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ τὰ ἑξῆς. τὰ δὲ παιδία τὰ ἐπὶ τῆς κλίνης ἀναπαυόμενα τοὺς τραφέντας ὡς τὰ παιδία καὶ παραπεπιστευκότας ἐν ἁπλῇ καρδίᾳ τῷ Εὐαγγελίῳ παρίστησι, καὶ ἠξιωμένους τῷ Κυρίῳ συναναπαύεσθαι, ὡς καὶ περὶ τούτου αὐτὸς ὁ Σωτῆρ’ λέγει, “ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι “καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ” καὶ τὰ ἑξῆς. “Ἀναίδειαν” ἐνταῦθα λέγει τὴν μεθ’ ἐπιμονῆς ἐπιτεταμένην προσευχήν.
- 38.4
Τὁ δὲ, τίς ἐξ ὑμῶν τὸν πατέρα, ἐὰν αἰτήσῃ ἄρτον, καὶ τὰ ἑξῆς, καὶ περὶ τοῦ ἔχοντος δαιμόνιον κωφὸν, καὶ περὶ τῶν λεγόντων ὅτι ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια, καὶ “ὅταν τὸ ἀκάθαρτον “πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου,” καὶ τὰ ἑξῆς, ἕως “καὶ ἔσονται ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
- 39.1
Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν.
- 39.2
Τίτου Βοστρῦν. Βοστρῶν. Κωφὸν καλεῖ, τὸ τὸ μὴ ἀκουσθῆναι λόγον Θεοῦ· δαίμονες γὰρ πονηρότατοι περιελόντες τὸ εὐήκοον τῆς τῶν ἀνθρώπων προαιρέσεως, ἐπήρωσαν ἡμῶν τὴν ἀκοὴν τῆς ψυχῆς· διὰ τοῦτο Χριστὸς παρεγένετο, ἵνα ἐκβάλῃ τὸ δαιμόνιον τὸ κωφὸν, καὶ ἀκούσωμεν λόγον ἀληθείας· οὐδὲ γὰρ ἐκεῖνος ἦν ὁ δαιμονιζόμενος κωφὸς, ἀλλ’ ὁ εἷς ἐτύγχανε δεῖγμα τῶν πάντων· τὸν δὲ ἕνα θεραπεύει, ἵνα καθολικὸν γεῦμα παράσχῃ τῆς οἰκουμενικῆς σωτηρίας, καὶ ὅταν εἷς ἐκ γενετῆς τυΦλὸς σωματικῶς εὐεργετεῖται, πάντες πνευματικῶς εὐαγγελιζόμεθα· καὶ ὅταν εἷς παραλυτικὸς βαδίσῃ, εἷς μὲν διὰ ποδῶν παρ’ ἐλπίδα τρέχει, ὁ δὲ κόσμος ἅμα τῷ ἑνὶ, διὰ τῷ τῆς πίστεως αἰνίγματι τρέχει τὸν δρόμον τῆς ἀληθείας, ἀλλ’ οἱ πονηροὶ μετέθηκαν τὴν εὐεργεσίας εἰς γοητείαν, τῆς ἰδίας ὑποψίας ὄντες αὐτοὶ μαθηταί.
- 39.3
Κυρίλλου Ἀλεξανδρείασ. ΚωΦὸν ἐν τούτοις ὠνομάσθαι φαμέν· τούτου καθαρισθέντος, καὶ τελεσθέντος τοῦ θαύματος, κατεκρότει μὲν ἡ πληθὺς ταῖς εὐφημίαις αὐτὸν, καὶ δόξῃ θεοπρεπεῖ στεφανοῦν ἠπείγετο τὸν θαυματουργόν· τινὲς δὲ, φησὶν, ἐξ αὐτῶν, οὗτοι τε ἦσαν γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπονοίᾳ καὶ φθόνῳ μεθύοντες τὴν καρδίαν, προσθήκην τῇ νόσῳ τὸ θαῦμα πεποίηνται, ἀφιστάντες γὰρ αὐτοῦ τὰ θεοπρεπῶς εἰργασμένα, τῷ διαβόλῳ προσνενέμηκαν τὸ n πάντα δύνασθαι κατορθοῦν, δι’ αὐτοῦ γὰρ αὐτὸν ἐκβάλλειν ἔφασαν τὰ δαιμόνια. Ἀκύλ. ο Ἵστησι μὲν γὰρ βασιλείας τῶν ὑπὸ χεῖρα γνήσιον, ἵστησι δὲ οἴκους, τὸ κατὰ μηδένα τρόπον ἀντιφέρεσθαί τινας ἀλλήλοις τῶν ἐν αὐτῶ. ἔστησε δ᾿ ἂν καὶ τὴν τοῦ Βεελζεβοὺλ βασιλείαν, τὸ μὴ αὐτὸν ἑαυτῷ δρᾷν ἐθέλειν τὰ ἐναντία. Πῶς οὖν ἐκβάλλει Σατανᾶς τὸν Σατανᾶν; οὐκοῦν οὐχ ἑκόντα τῶν ἀνθρώπων ἐκπέμπονται τὰ δαιμόνια, οὐ γὰρ μάχεται, φησὶν, ὁ Σατανᾶς ἑαυτῷ, οὐκ ἐπιπλήττει τοῖς ἑαυτοῦ δορυφόροις. Συγκροτεῖ δὲ μᾶλλον τὴν ἑαυτοῦ βασιλείαν· λείπεται τοίνυν ἐννοεῖν, ὅτι δύναμις θεία συντρίβει τὸν Σατανᾶν.
- 39.4
Τίτου Βοστρῶν. Ἰουδαῖοι καὶ ἐξ Ἰουδαίων κατὰ οἱ μακάριοι μαθηταί· οὗτοι τὴν κατὰ πνευμάτων ἀκαθάρτων ἐξουσίαν ἔσχηκας ἱν παρὰ Χριστοῦ, καὶ δὴ καὶ ἀπήλλαττον τοὺς ἐνισχημένους, ἐπιφωνοῦντες αὐτοῖς τὸ “ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ.”
- 39.5
Ὅτε τοίνυν, φησὶν, οἱ ἐξ ὑμῶν γεγονότες υἱοὶ ἐν ὀνόματι μου τὸν Βεελζεβοὺλ θριαμβεύουσιν p, ἐπιπλήττοντες αὐτοῦ τοὺς δορυφόρους, καὶ ἀμελλητὶ τῶν ἐχόντων αὐτοὺς ἐκπέμποντες, πῶς οὐκ ἐναργὴς δυσφημία, πολὺ τὸ ἀμαθὲς ἔχουσα συμπεπλεγμένον τῷ λέγειν, ἐμὲ δανείζεσθαι δύναμιν, τὴν παράκλησιν τε τοῦ Βεελζεβούλ. κατακριθήσεσθε τοίνυν, φησὶν, ὑπὸ τῆς πίστεως τῶν ἐξ ὑμῶν γεγονότων υἱῶν, εἴπερ αὐτοὶ μὲν τὴν παρ’ ἐμοῦ λαβόντες ἐξουσίαν καὶ δύναμιν, παραλύουσι τὸν Σατανᾶν, καὶ οὐκ ἑκόντες τῶν ἐχόντων αὐτὸν ἐκπέμποντες· ὑμεῖς δὲ λέγετε ταῖς ἐκείνου δυνάμεσι κεχρημένον ἐνεργεῖν ἐμὲ τὰς θεοσημείας. Ἐπειδὴ δὲ τοῦτο μὲν οὐκ ἀληθὲς, ἕωλον δὲ μᾶλλόν ἐστι καὶ κατεψευσμένον καὶ συκοφαντίας ἔχον γραφὴν, πρόδηλον ὅτι ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· δάκτυλον Θεοῦ τὸ‘ Ἄγ’ ἴον Πνεῦμά φησι.
- 39.6
Κυρίλλου Ἀλεξανδρείασ. Ἐγὼ μὲν γὰρ ἐπεδήμησα, ἵνα πάντας ἐξέλωμεν τῶν τοῦ διαβόλου χειρῶν, ἵνα αἰχμαλώτους ὄντας ἐλευθερώσω, καὶ φωτίσω ἐσκοτισμένους, καὶ πεσόντας ἀναστήσω, καὶ συντεθραυσμένους ἰάσωμαι, ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα παρ’ ἐκείνου δηλονότι, συναγάγω εἰς ζωήν. ὁ δέ γε Σατανᾶς μὴ ὣν μετ’ ἐμοῦ ἐπιχειρεῖ σκορπίζειν ἃ συνῆξα καὶ ἔσωσα. Πῶς οὖν ὁ μαχόμενος ταῖς ἐμαῖς οἰκονομίαις δίδωσι μοι δύναμιν καθ’ ἑαυτοῦ; ἀρ᾿ οὐκ εὔηθες τὸ οἴεσθαι γε τοιοῦτόν τι γεγενῆσθαι; πόθεν οὖν ἄρα συμβέβηκε τοῖς Ἰουδαίων δήμοις τὸ κατολισθεῖν εἰς τοσαύτας ἐννοίας περὶ Χριστοῦ, αὐτὸς διεσάφησεν εἰπὼν, ὅτι “ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου,” καὶ τὰ ἑξῆς.
- 39.7
Ὠριγένουσ. Τί ἐστι τὸ διέρχεσθαι τὸ πνεῦμα τὸ πονηρὸν “ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκων;” ἄνυδροι τόποι οἱ ἐξ ἐθνῶν τὸ πρότερον, νυνὶ δὲ πεπλήρωται ὕδατος θείου, καὶ οὐκέτι παρέχουσαν ἀνάπαυσιν αὐτοῖς· ποιεῖται τοίνυν ἐπιστροφὴν πρὸς τὸ πρότερον αὐτοῦ δοχεῖον τοῦ ἐξ Ἰσραὴλ, καὶ ὡς εὗρεν αὐτοὺς οὐκέτι θεῖον ἔχοντας ἐν αὐτοῖς οὐδὲν, ἀλλ’ ἐρήμους ὄντας καὶ σχολάζοντας αὐτῷ πρὸς ἐνοίκησιν, κατῳκήσατο δηλαδὴ μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως. τοῦτο γὰρ φαίνεται δηλοῦν, “ἑπτὰ λέγων ἕτερα πνεύματα μετ’ αὐτοῦ,” καθάπερ εἴωθεν ἐπὶ πλήθους ὀνομάζειν ἡ θεία γραφὴ τὸν τοσοῦτον ἀριθμῷ, ἐπειδὰν λέγῃ, “ὅτι “στεῖρα ἔτεκεν ἑπτὰ, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν.” οὐδὲ γὰρ τὸ πνεῦμα τὸ ἀκάθαρτον ὁποῖον ἔσχον ἐν Αἰγύπτῳ, τοιοῦτον ἔχουσιν οἱ εἰς τὸν Υἱὸν μου ἀπιστήσαντες· πεπλήρωται καὶ ἄλλων πονηρῶν, καὶ γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων· χείρονα γὰρ τῶν ἐν Αἰγύπτῳ νῦν πάσχουσιν, ἐπειδήπερ εἰς Ἰησοῦν Χριστὸν οὐ πεπιστεύκασιν, ἀλλὰ τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπέκτειναν, ὅθεν ἐστερήθησαν τῆς ζωῆς· καὶ οὐκέτι λέγει ἐν αὐτοῖς προφήτης, τάδε λέγει Κύριος, οὐκ ἔστι σημεῖον ἐν αὐτοῖς, οὐκέτι πέρας, οὐκέτι σημεῖον ἐπιφανείας καὶ παρουσίας τοῦ Θεοῦ. μεταβέβηκε γὰρ τὰ ἀγαθὰ ἐφ’ ἡμᾶς τοὺς ἐξ ἐνθῶν, τοῦτον Ἰησοῦ λόγον εἰρηκότος, “ἀρθήσεται ἀπ’ αὐτῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ “δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.”
- 40.1
Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φωνήν.
- 40.2
Διὰ τι τῆς γυναικὸς εἰπούσης, “μακαρία ἡ κοιλία ἡ βαστά- “σασά σε,” καὶ τὰ ἑξῆς, αὐτὸς Χριστὸς ὁ δεσπότης εἶπε, “με- “νοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ Φυλάσ- “σοντες αὐτὸν;” ἁρμοδίως πρὸς τὸν καιρὸν τοῦτό φησιν· ἐπειδὴ γὰρ οἱ τῶν θείων λόγων ἀνήκοοι τοὺς ὑπηκόους τούτων κατέκριναν, αὐτὸς τὸ ἐναντίον ποιῶν, μᾶλλον μακαρίζει τούτους· λοιπὸν δὲ καὶ διὰ τὸν ἰαθέντα κωφὸν, ἵνα καὶ αὐτὸς ἀκούσας μάθῃ, καὶ μαθὼν πιστεύσῃ, καὶ πιστεύσας ἐργάσηται, καὶ ἐργασμένος στεφανωθῇ καὶ δοξασθῇ μετὰ πάντων τῶν φυλασσόντων τὰς δεσποτικὰς ἐντολάς. ἅπερ εἶπεν ὁ δεσπότης Χριστὸς, “ὅτι ἡ γενεὰ αὕτη πονηρά ἐστιν,” ἕως “ἔσται Φωτεινὸν ὄλον” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
- 41.1
Περὶ τῶν αἰτούντων σημεῖον.
- 41.2
Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτὸν τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον κ. τ. ἑ.
- 41.3
Λύχνον ἔχοντες ἐν αὐτοῖς οἱ ἄνθρωποι τὴν νοερὰν δύναμιν, ὐκ εἰς τὸ ἐμφανὲς ἄγουσι ταύτην, ἀλλ’ εἰς τὸ ἀφανὲς κρύπτουσι τὸ μὴ ζητεῖν τὴν ἔκλαμψιν τοῦ νοῦ, ἀλλὰ τὴν ἔξωθεν καὶ ματαίαν λαμπρότητα. αὕτη γὰρ γίνεται περὶ τὸν νοῦν σκότος, εἰς πονηρίαν αὐτὸν ἐκκαλουμένη, οἷα δὴ καὶ ἡ περὶ τοὺς Φαρισαίους δόξα παρὰ τῷ πλήθει φθονερῷ καὶ κακοήθως κατὰ τοῦ τιμώμενον παρασκευάζουσα, καὶ προσάγειν διὰ στόματος λόγους ἀσεβεῖς καὶ συκοΦαντικούς. οὕτω γὰρ ἔνδοθεν καὶ ἀπὸ καρδίας ἐρχόμενον τὸ σκότος, ὅλον τὸ σῶμα πληροῖ, οὐ μόνον τὸ στόμα λόγων ἐμπιπλῶσα τῶν μὴ δικαίων, ἀλλὰ καὶ χεῖρας ἐπὶ μιαιφονίαν ἐγείρουσα· ὃ δὴ καὶ πράττουσι μικρὸν ὕστερον, ἀπὸ τοῦ φθόνου πρὸς τὸν φόνον ἐγειρόμενοι. ἐξὸν οὖν ὑμῖν, φησὶ, καθαρὸν κατασκευάζειν τὸν νοῦν, καὶ διὰ τούτου καταλαμπρύνειν ἑαυτῶν τούς τε λόγους καὶ τὰς πράξεις, ὑμεῖς δὲ τοὐναντίον, ὅθεν χρὴ προάγειν Φῶς, ἐντεῦθεν προάγεται σκότος.
- 42.1
Περὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν.
- 42.2
Τίνος ἕνεκεν πονηρῶν καὶ βεβήλων ὄντων τῶν Φαρισαίων καὶ βασκάνων καὶ ἀλαζόνων, κληθεὶς παρ’ ἑνὸς ἐξ αὐτῶν Χριστὸς ὁ Θεὸς ἡμῶν οὐ παρῃτήσατο, ἀλλ’ εἰσελθὼν ἀνεκλίθη; οὐχ ὡς ἀγνοῶν τὴν ἐνοῦσαν αὐτοῖς σκαιότητα ὁ πάντα εἰδὼς τοῦτο πεποίηκεν, ἀλλὰ νουθετῆσαι τούτους ἐπειγόμενος, μυσταγωγίας πρόΦανσιν τὸ πρᾶγμα ποιούμενος.
- 42.3
Ἐσκανδαλίσθη δὲ ὁ Φαρισαῖος, ὅτι οὐ πρὸ τοῦ ἀρίστου ἐβαπτίσθη, ἀσυνέτως σφόδρα, τοῦτο γὰρ ἐποίουν ἐκεῖνοι, ῥύπου παντὸς ἑαυτοὺς, ὡς ἐνόμιζον, ἀπαλλάττοντες, ὅπερ οὐδαμοῦ προσέταξε Μωϋσῆς τοῦτο ποιεῖν.
- 42.4
Μόνη γὰρ διὰ τῶν ὑδάτων ἀπόνιψις χρειωδεστάτη λίαν ἐστὶ, τοῖς ῥυπῶσι σωματικῶς, ἀκαθαρσίαν δὲ τὴν εἰς νοῦν καὶ καρδίαν ἀπαλλάξαι οὐ δύναται. Τὰ τούτων ἀκόλουθα, οἷόν ἐστιν, ἐστιν, ὁ Κύριος, “ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου,” ἕως “τὸ “γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
- 42.5
Κυρίλλου Ἀλεξανδρείασ. Ἐξῆν μὲν γὰρ καὶ ἑτέροις χρήσασθαι τὸν Κύριον, νουθετεῖν ἐθέλοντα τὸν ἀσύνετον Φαρισαῖον, ἐπιδράττεται καὶ τοῦ καιροῦ καὶ οἷον ἐκ τῶν ὄντων ἐν χερσὶν ἐξυΦαίνει τὴν μυσταγωγίαν· ὡς γὰρ ἐν καιρῷ τροφῆς καὶ τραπέζης ἐναργὲς ὑπόδειγμα δέχεται τὸ ποτήριον καὶ τὸν πίνακα, καὶ διαδείκνυσιν ὅτι καθαροὺς καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς εἰλικρινῶς λατρεύοντας τῷ Θεῷ, καὶ οὐ δήπου μόνης ἐξ ἀκαθαρσίας σωματικῆς· ἀλλὰ γὰρ καὶ τῆς εἰς νοῦν ἔσω κεκρυμμένης, καθάπερ ἀμέλει καὶ τὰ ταῖς τραπέζαις ἐξυπηρετοῦντα τῶν σκευῶν καὶ τῶν ἔξωθεν ἐλευθεροῦσθαι ῥύπων, εὖ ἃν ἔχοι, καὶ προσέτι τοῦτο τῶν ἔσω. Ὁ γὰρ ποιήσας τὸ ἔξωθεν φησὶ, καὶ τὰ ἄνωθεν ἐποίησε, τουτέστιν ὁ τὸ σῶμα κτίσας, καὶ ψυχὴν εἰργάσατο. χρὴ τοιγαροῦν ἐν ὅσῳ τὰ ποιήματα τοῦ φιλαρέτου Θεοῦ σύνδρομον ἔχει τὴν ἀποκάθαρσιν r, ἀλλ’ ἦν ἀληθὲς τοῦτο τοῖς γραμματεῦσι τε καὶ Φαρισαίοις· μέχρι γὰρ μόνου τοῦ δοκεῖν εἶναι καθαροὺς αὐτοὺς πάντα δρᾷν ἐσπούδαζον, “τάΦοις κεκονιαμένοις προσεοικότες” κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος Φωνὴν, “ἔξωθεν μὲν ὡραῖοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν καὶ “πάσης ἀκαθαρσίας.” Ἀλλ᾿ οὐ τοιούτους ἡμᾶς εἶναι βούλεται Χριστός· ἁγίους δὲ καὶ ἀμώμους ψυχῇ s τε καὶ σώματι.
- 42.6
Ἅ γὰρ ἔδει μάλιστα κατορθοῦν, ταῦτα παρέντες ὡς ἕωλα, τουτέστι τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ, μόνας ἐκείνας ἀκριβῶς ἐτήρουν τὰς ἐντολὰς, ἤγουν τηρεῖσθαι προσέταττον παρὰ τὸν ὑπὸ χεῖρα λαὸν, αἳ πλείστας αὐτοῖς λημμάτων ὁδοὶ ἦσαν καὶ ἀφορμαὶ, ὥστε μηδὲ τὰ τῶν λαχάνων λεπτὰ καὶ οὐδενὸς ἄξια λόγου παρατρέχειν αὐτούς· ἔργον δὲ ἀγάπης τῆς εἰς Θεὸν, τὸ κατὰ μηδένα τρόπον προσκρούειν αὐτῷ, δεδιέναι δὲ τοῦ παντὸς νόμου παράβασιν, κρίσεως δὲ ἡ δικαιοκρισία καὶ τὸ φροντίδος ἴσης ἀξιοῦν τὰ τεθεσπισμένα, καὶ μὴ ῥᾳθυμεῖν μὲν τῶν ἀναγκαίων·
- 42.7
μόνοις δὲ τοῖς ἐπικερδέσιν ἀκριβῶς ὁρᾷν, ἀλλὰ προσκλινῆ ποιεῖσθαι τὴν ψῆφον τὴν ἐφ’ ἑκάστῳ πράγματι· τὸ γὰρ ἄδικα κρίνειν οὐκ ἀγάπην τὴν εἰς ἀδελφοὺς τηρούντων ἐστί· τὰ τοίνυν ἀναγκαῖα καὶ συνεκτικὰ μὴ τηροῦντες τοῦ νόμου, τὰς δεκάτας λαμβάνειν ἐσπούδαζον καὶ τῶν εὐτελεστάτων.
- 42.8
Τὸ γὰρ ἀσπασμοὺς ζητεῖν παρὰ πάντων τῶν ἐν ἀγορᾷ, καὶ τὸ προσεδρεύειν ἐν συλλόγοις περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες, μνημάτων ἀδήλων οὐδὲν διαφέρουσι· ἃ διαπρέπει μὲν τοῖς ἔξωθεν κόσμοις, μεστὰ δέ εἰσι πάσης ἀκαθαρσίας. ἐνταῦθά μοι βλέπε διαβεβλημένην ἐσχάτως τὴν ὑπόκρισιν τὸ πρὸς ἀρέσκειαν ἀνθρώπων ἅπαντα διαπράττεσθαι. Διὰ τοῦτό φησιν ὁ μακάριος Παῦλος, “εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.”
- 43.1
Περὶ τοῦ ταλανισμοῦ τῶν νομικῶν.
- 43.2
Δυσφόρητον μὲν ἀεί πὼς ἐστὶν ἀνθρώπῳ παντὶ τὸ ἐλέγχεσθαι, πλὴν οὐκ ἀνόνητον τοῖς ἐπιεικέσι, μεθίστησι γὰρ αὐτοὺς ἐπὶ τὸ ἄμεινον. ἄθρει τοῦτο πεπονθότας τοὺς παρά γε τοῖς Ἰουδαίοις ὠνομασμένους νομικούς. ὁ μὲν γὰρ τῶν ὅλων Σωτῆρ’ ἐπετίμα τοῖς Φαρισαίοις, ὡς ἔξω τρέχουσι τῆς εὐθείας ὁδοῦ· πρὸς ταῦτα δὲ τὸ τῶν ἀνοσίων νομικῶν ἐχαλέπαινε στῖφος. ἑαυτοὺς γὰρ ὑποφέρουσι τοῖς ἐγκλήμασι, καὶ καθ’ ἑαυτῶν εἰρῆσθαι νομίζουσιν, ἃ πρὸς ἐκείνους ἔφη Χριστός· ἀλλ’ ἦν δήπου κρεῖττον, ἀγαπῆσαι μὲν τὸν ἔλεγχον, αἰτῆσαι δὲ τῶν ἀρρωστημάτων τὴν λύσιν, καὶ μὴ ὕβριν ἀμαθῶς τὸν ἔλεγχον ὀνομάζειν, ἐπωφελῆ ὄντα καὶ χρήσιμον. Τί οὖν πρὸς ταῦτα Χριστός; ἐπιτείνει τὸν ἔλεγχον καὶ τὴν εἰκαίαν αὐτῶν ὀφρὺν καταφέρει λέγων, “καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί.”
- 43.3
Περὶ δὲ τοῦ Ζαχαρίου, οὗ εἶπεν ὁ Κύριος ὅτι μεταξὺ τοῦ θυσιαστηρίου τοῦ ναοῦ ἐσφάγη, ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης Φησὶν, ὅτι ὁ πατήρ ἐστι τοῦ προδρόμου· καὶ ἐπειδὴ οὐκ ἀπεχώρισε τὴν παναγίαν θεοτόκον Μαρίαν, καὶ μετὰ τὸν ἄφθορον τόκον, τοῦ ταῖς παρθένοις ἀποκεκληρωμένου τόπου ἐν τῷ ναῷ, ἦν δὲ οὗτος ὁ τόπος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἐμαρτύρει δὲ καὶ βασιλέα τῆς κτίσεως εἶναι τὸν εἰς γέννησιν ἀνθρωπίνην οἰκονομικῶς ἐξ αὐτῆς κατὰ ἀλήθειαν προσελθόντα, φόβῳ τοῦ μὴ γενέσθαι βασιλεῖ ὑποχειρίους, διὰ τοῦτο τὸν ἱερέα μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου κατέσφαξαν.
- 43.4
Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως.
- 43.5
Κυρίλλου Ἀλεξανδρείασ. “Κλεῖδα γνώσεως” καὶ εἶναι Φαμὲν τὸν νόμον καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς αὐτόν. ἦν μὲν γὰρ ὁ νόμος ἐν σκιᾷ καὶ τύπῳ, πλὴν οἱ τύποι διαμορφοῦσι τὴν ἀλήθειαν καὶ γράφουσιν αἱ σκιαὶ πολυτρόπως ἡμῖν τὸ Χριστοῦ μυστήριον. μόνος ἐσφάζετο κατὰ τὸν τοῦ Μωϋσέως νόμον· ἤσθιον τῶν κρεῶν αὐτοῦ, καὶ ἔχριον τῷ αἵματι τὰς φλιὰς, καὶ νενικήκασι τὸν ὀλοθρευτὴν, ἀλλ’ αἷμα προβάτου κοινοῦ οὐκ ἃν ἴσχυσεν ἀνατρέψαι θάνατον. ἐμορφοῦτο δὴ οὖν ὡς ἐν ἀμνῷ Χριστὸς, τὴν ὑπὲρ τῆς τοῦ κοινοῦ ζωῆς ὑπομένων σΦαγὴν, καὶ σώζων αἵματι τῷ ἰδίῳ τοὺς μετέχοντας αὐτοῦ. πλεῖστα δ’ ἄν τις πρὸς τοῦτο λέγοιτο, δι’ ὧν ἔνεστιν ἰδεῖν τὸ Χριστοῦ μυστήριον διὰ τῆς τοῦ νόμου σκιᾶς γραφόμενον· ἔφη δέ που καὶ αὐτὸς τοῖς Ἰουδαίοις προλαλῶν, ὅτι “ὁ κατηγορῶν “ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε· εἰ γὰρ ἐπιστεύετε Μωϋ- “σεῖ, ἐπιστεύετε ἃν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.” καὶ πάλιν, “ἐρευνᾶτε τὰς γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν “αἰώνιον ἔχειν, καὶ αὐτᾶι εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.” καὶ “οὐ θέλετε ἐλθεῖν πρός με·” ἅπας γὰρ ὁ λόγος τῆς θεοπνεύστου γραφῆς εἰς αὐτὸν ὁρᾷ, καὶ ἐπ’ αὐτῷ συντείνεται.
- 43.6
Επειδὴ οὖν τοὺς καλουμένους νομικοὺς, ἅτε δὴ τὸν Μωϋσέως πολυπραγμονοῦντας νόμον, καὶ τὰς τῶν ἁγίων προφητῶν οὐκ ἠγνοηκότας Φωνὰς, ἀνοίγει τρόπον τινὰ τοῖς Ἰουδαίων δήμοις τὰς τῆς γνώσεως θύρας. παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ἀποφέρει δὲ εἰς ἐπίγνωσιν αὐτοῦ καὶ τὰ τῶν ἁγίων προΦητῶν εὐσεβῆ κηρύγματα. ἀλλὰ τοῦτο μὲν οὐ πεπράχασιν οἱ καλούμενοι νομικοὶ, ἐκ δὲ τῶν ἐναντίων ἦραν τὴν κλεῖδα τῆς γνώσεως, ἵνα τὴν διὰ νόμου χειραγωγίαν ἐννοῇς ἤτοι τὴν πίστιν, δῆλον δ᾿ ὅτι τὴν εἰς Χριστὸν, προσγίνεται γὰρ διὰ τῆς πίστεως τῆς ἀληθείας ἡ γνῶσις· καὶ γοῦν ὁ προφήτης Ἡσαΐας οὕτω που Φησί· “καὶ ἐὰν πιστεύητε, “οὐδ’ οὐ μὴ συνῆτε,” χωρὶς γὰρ πίστεως ἀδύνατον εὐαρεστῆσαί ποτε. ἦραν τοίνυν τὴν κλεῖδα τῆς γνώσεως οἱ καλούμενοι νομικοί· οὐ γὰρ εἴων πιστεῦσαι τινας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, εἰ καὶ τεθαυματούργηκε πολυτρόπως· οἱ δὲ καίτοι θαυμάσαι δέον, ἐπὶ τούτοις αὐτὸν διέσυρον τὰς θεοσημείας καὶ τοὺς ὑπὸ χεῖρα λαοὺς σκανδαλίζοντες ἔφασκον, “οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ “ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.”
- 43.7
Ὁρᾷς ἐν τούτοις τὴν κλεῖδα τῆς γνώσεως αἴροντας· ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς, φανερὸν καθέστη τοῖς ἀκροωμένοις τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον· οἱ δὲ ταύτας αὐτοῦ τὰς μυσταγωγίας οὐκ ἀμωμήτους ἀΦέντες ἁλίσκονται. προσεφώνουν γὰρ τοῖς ὄχλοις, δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ; ἦραν οὖν κατὰ τὸ ἀληθὲς τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ δὲ οὐκ εἰσῆλθον, κεκωλύκασι δὲ καὶ ἑτέρους.
- 44.1
Περὶ τῆς ζύμης τῶν Φαρισαίων.
- 44.2
Κυρίλλου Ἀλεξανδρείασ. Ἅπας γὰρ ἡμῶν λόγος ἔργον ἐν ἡμέρᾳ κρίσεως ἔσται φανερὸν, περιττὴ τοιγαροῦν ἡ ὑπόκρισις, δεῖ δὴ ἀληθινοὺς ἡμᾶς ὁρᾶσθαι προσκυνητάς.
- 44.3
Τοῦ Αὐτοῦ. Εἰς πνευματικὴν εὐανδρίαν ἀλείφει τοὺς αὐτόν· λέγω γὰρ ὑμῖν, φησὶ, τοῖς φίλοις μου, οὐχ ἅπασιν ἁπλῶς πρέποι ἃν, ὡς ἔοικεν, ὁ περὶ τούτων λόγος, ἐκείνοις δὲ μᾶλλον οἱς ἃν ἐνυπάρχων ὁρῷτο τὸ ἐξ ὅλης καρδίας ἀγαπᾷν αὐτὸν, οἷς καὶ ἁρμόζει λέγειν, “τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ “Χριστοῦ; θλίψις ἣ στενοχωρία, ἣ λιμὸς, ἣ διωγμὸς, ἣ γυμνότης, “ἣ μάχαιρα;” οἱ γὰρ μὴ τοιοῦτοι, εὐπαρακόμιστοι λίαν εἰσὶ, καὶ πρὸς ἀποστασίαν ἑτοιμότεροι.
- 44.4
Καὶ μετ’ ὀλίγα — Προσενθυμεῖσθαι δὲ τούτοις κἀκεῖνο προσήκει· εὑρίσκονται γὰρ διὰ πόνων οἱ στέφανοι, καὶ ἄνθρωποι μὲν μέχρι σώματος ἐκτείνουσι τὰς ὀργὰς, καὶ πέρας αὐτοῖς τῆς καθ’ ἡμᾶς ἐπιβουλῆς ὁ τῆς σαρκὸς θάνατος, Θεοῦ δὲ κολάζοντος οὐ μέχρι μόνης σαρκὸς ἡ ζημία στήσεται, ἀλλὰ καὶ αὐτὴ συνυποφέρεται ταῖς οἰκείαις ἡ ἀθλία ψυχή· οὐκοῦν εἰσίτω μᾶλλον ὁ μετ’ εὐκλείας θάνατος, εἰς ἀρχὰς ἡμᾶς ἀναφέρων ἀτελευτήτου ζωῆς.
- 44.5
Τοῦ Αὐτοῦ. Ὁρᾷς ὅσην ποιεῖται τὴν πρόνοιαν αὐτόν· εἰ γὰρ μέχρι τῶν οὕτω εὐτελεστάτων ἐκτείνεται, καὶ οἷον κάτεισιν ἐπὶ τὰ πάντων μικρότατα τῶν ζώων, πῶς ἃν ἐπιλάθοιτο τῶν ἀγαπώντων αὐτόν; οὔγε τοσαύτην αὐτῶν ποιεῖται πρόνοιαν, ὡς ἕκαστα τῶν κατ’ αὐτοὺς εἰδέναι λεπτῶς, καὶ οἷον ἠριθμημένας ἔχειν αὐτῶν τὰς τρίχας; ἣ γὰρ οὐκ ἐάσει πεσεῖν εἰς πειρασμὸν, ἣ γοῦν οἰκονομικῶς, ἵνα παθόντες εὐδοκιμήσωμεν, εἰς παγίδα πεσεῖν ἐπιτρέψας, χορηγήσει πάντως καὶ τὸ δύνασθαι διενεγκεῖν.
- 45.1
Περὶ τοῦ θέλοντος μερίσασθαι τὴν κληρονομίαν.
- 45.2
Διὰ τι πρὸς τὸν εἰπόντα αὐτῷ, “διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ “μου, μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν,” ἀποκριθεὶς εἶπεν, “ἄνθρωπε, τίς με κατέστησεν ἄρχοντα ἣ μεριστὴν ἐΦ᾿ ὑμᾶς;” ἐπειδήπερ ἐκεῖνος καταλιπὼν αὐτὸν τὰ χρήσιμα καὶ πρὸς σωτηρίαν ψυχῆς συντείνοντα, περὶ γηίνων τε καὶ προσκαίρων πραγμάτων, ἐζήτει μεριστὴν αὐτὸν γενέσθαι, τούτου χάριν ὡς ὀχληρὸν καὶ οὐδὲν ἐθέλοντα μαθεῖν ὣν ἐχρῆν εἰδέναι, πράως ἀποπέμπεται, καὶ ὡς σμικρόψυχος περὶ τὴν αἴτησιν γενόμενος τῆς αὐτοῦ μικροπρεπείας· πείθων διὰ τούτων αὐτόν τε καὶ τοὺς τότε καὶ νῦν ἀκούοντας, παντὸς μὲν ἀποφοιτᾷν γηίνου τε καὶ προσκαίρου πράγματος, μὴ Φιλονεικοῦντας ἀδελΦοῖς, εἴκοντας μᾶλλον αὐτοῖς, κἂν εἰ βούλωνται πλεονεκτεῖν· ἀπὸ γὰρ τοῦ “αἴροντος,” Φησι, “τὰ σὰ μὴ ἀπαίτει·” ζητεῖτε δὲ μᾶλλον τὰ ὅσαπερ ἐστὶ χρήσιμα καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ψυχῆς· διὸ καὶ ἐπήγαγε λέγων, “ὁρᾶτε καὶ φυλάσσεσθε, ἀπὸ πάσης πλεονεξίας,” καὶ τὰ ἑξῆς· ὡς βόθρον τινὰ διαβολικὸν παραινῶν ἡμῖν ταύτην ἀποφεύγειν, καὶ δὴ καὶ εἰδωλολατρίαν ὁ σοφὸς ὀνομάζει Παῦλος, ὡς μόνως τάχα που πρέπουσαν τοῖς οὐκ εἰδόσι Θεὸν, ἣ καὶ ἰσοστάθμως ἔχουσαν εἰς βεβήλωσιν τὸ λατρεύειν τινὰς ξύλοις τε καὶ λίθοις.
- 46.1
Περὶ τοῦ οὗ ηὐφόρησεν ἡ χώρα πλουσίου.
- 46.2
Πῶς δὲ οὐκ ἔστι ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐκ τῶν “ ὑπαρχόντων αὐτοῦ,” διὰ τὸ μὴ πλούτῳ συνεκτείνεσθαι τὸ τῆς ζωῆς μέτρον, καθὼς ἡμῖν σαφῶς τε καὶ ἐναργῶς ὑπέδειξεν αὐτὸς ὁ δεσπότης Χριστὸς, τὴν τοῖς προειρημένοις συνεζευγμένην παραβολὴν εὖ μάλιστα συντέθεικεν. “Ἀνθρώπου γάρ τινος,” φησὶ, “πλουσίου εὐφόρησεν ἡ χώρα,” καὶ τὰ ἑξῆς.
- 46.3
Χρὴ δὲ σκοπῆσαι ἡμᾶς ἀκριβῶς τὸ τοῦ λόγου εὔτεχνον, ὅτι οὐχ ἓν ἡμῖν εὐφορῆσαν εἰσέδειξε χωρίον, ἀλλ’ ὅλην, ἔφη, χώραν εὔκαρπον γενέσθαι τῷ κεκτημένῳ, ἵνα μάθωμεν τοῦ πειθοὺς τὸ βάθος· καὶ γὰρ ὅταν οὕτω πολλοῖς περιχεόμενος ἀγαθοῖς στενοχωρεῖται πεφροντικὼς, “τι γὰρ ποιήσω;” Φησὶ, διὸ καὶ ἐσκέπτετο μόνος ἀπολαύειν τῶν προσόντων αὐτῷ, οὐχ ὁρῶν πρὸς τὸ μέλλον, οὐκ ἀναβλέπων πρὸς τὸν Θεὸν, οὐκ ἐρῶν φιλοπτωχίας, καὶ τῶν ἐντεῦθεν αὐχημάτων ἐφιέμενος, ἀλλὰ καὶ τὸ ἔτι τούτου παραλογώτερον, ἑαυτῷ μῆκος ὁρίζει ζωῆς, ὥσπερ ἐκ γῆς καὶ τοῦτο θερίσας· “ἐρῶ γὰρ,” Φησὶ, “τῇ ψυχῇ μου, ψυχὴ, ἔχεις πολλὰ “ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· φάγε, πίε, εὐφραίνου· διὸ καὶ “Θεὸς εἰπεν αὐτῷ, ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαι- “τοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; ἀληθὲς οὑν, ὅτι “οὐκ ἐν τῷ περισσεύειν τινὶ ἔσται ἡ ζωὴ αὐτοῦ ἐκ τῶν ὑπαρχόντων αὐτῷ. διὸ τὸ ἐπαγόμενον ὅτι οὕτως ο θησαυρίζων ἑαυτῷ καὶ μὴ “εἰς Θεὸν πλουτῶν” Φοβηθέντες, μηδὲ εἰς ἔννοιαν τοῦ πλουτεῖν ἔλθωμεν· τρισμακάριος γὰρ καὶ ἐν ἐλπίσι λαμπραῖς ὁ κατὰ Θεὸν πλουτῶν.
- 46.4
ἈΦρων δὲ δικαίως ἐκλήθη, ἐπειδὴ πᾶς ἄφρων τοιοῦτος καὶ μάταιος, καθὼς καὶ ὁ ψαλμῳδὸς Φησὶ, “πλὴν μάτην πᾶς ἄνθρω- “πος θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.” Τὰ ἀκόλουθα τούτων, οἷον “μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον, ἕως “καὶ ταῦτα πάντα προσ- “τεθήσεται ὑμῖν.”
- 46.5
Κυρίλλου Ἀλεξανδρείασ. Ὡς ἀπό γε τῶν πτηνῶν καὶ ἐν ἀγροῖς ἀνθῶν ἱδρυμένην καὶ ἀκατάσειστον ἐργάζεταί σοι πίστιν, ἐνδοιάζειν δὲ ὅλως οὐκ ἐφίησιν ἡμᾶς, ὅτι πάντη τε καὶ πάντως τὴν παρ’ αὐτοῦ χαρίζεται φειδῶ, τὸ ἀνενδεὲς ἐφ’ ἅπασι διδούς· “κατα- “νοήσατε,” λέγων “τὰ κρίνα, πῶς αὐξάνει,” καὶ τὰ ἑξῆς. Ἀληθὲς δὲ τοῦτο· τὰ γὰρ τῶν χρημάτων ἄνθη ποικίλα τε ὄντα καὶ πολυειδῆ ἐν κρίνοις μὲν καὶ ἐν ἑτέροις τισὶ τῶν Φυομένων ἐν ἀγροῖς ἀξιοθαύμαστόν ἐστι τὴν ὥραν· πρὸς δὲ μίμησιν τὴν αὐτῶν ὑποβαλλόμενον τὸ τεχνουργούμενον λείπεται πάντως ἐκείνων, καὶ μόλις ἔρχεταί πὼς τῆς ἀληθείας ἐγγύς. Εἰ τοίνυν τοὐθ’ οὕτως ἔχει, πῶς οὐκ ἀληθὲς ὅτι οὐδὲ Σολομῶν, καίτοι Φιλότιμος, οὕτω γεγονὼς, ἐν ὅλῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Ἀπόχρη τοιγαροῦν τοῖς σοφοῖς τὸ χρείας ἕνεκα καὶ μόνης εὐσχήμονα καὶ εὐπόριστον ἔχειν τὴν στολὴν, καὶ σιτίων λιτότητα μὴ ὑπεραίρουσαν τὸ ἀρκοῦν· ἀρκέσει δὲ τοῖς ἁγίοις ἡ ἐν Χριστῷ τροφὴ, ἡ πνευματικὴ δηλονότι καὶ θεία καὶ νοητὴ, καὶ ἡ μετὰ ταῦτα δόξα.
- 46.6
“Μὴ Φοβοῦ τὸ μικρὸν ποίμνιον” ἀντὶ τοῦ μὴ ἀπιστήσῃς εἴρηται, μικρὸν δὲ ποίμνιον ὀνομάζει, ἣ ἐπειδὴ παράκειται μικρότης ἐν τῷ κόσμῳ τούτῳ τοῖς ἑκουσίως ἀκτήμοσι καὶ ἀχρημάτοις, ἢ διὰ τὸ ἡττᾶσθαι τῆς τῶν Ἀγγέλων πληθύος ἀμετρήτου οὔσης, καὶ ἀσυγκρίτως πλεονεκτούσης τὰ καθ’ ἡμᾶς. εἰπὼν γὰρ ἐν τῇ τῶν ἑκατὸν προβάτων παραβολῇ, ὅτι χαίρει ἐπὶ τῷ ἑνὶ μᾶλλον τῷ πλανηθέντι καὶ εὑρεθέντι ἢ ἐπὶ τοῖς ἐννενηκονταεννέα τοῖς μὴ πεπλανημένοις, ἔδειξεν ὅτι ὡς ἓν ἐν τοῖς ἑκατὸν, τὸ ἐπὶ γῆς ἐστι ποίμνιον πρὸς τὰς ἀμετρήτους τῶν ἄνω πνευμάτων ἀγέλας. ἀλλ’ εἰ καὶ οὕτω μικρόν ἐστι, Φησὶν, ἡ τοῦ Θεοῦ ἀγαθότης ἡ a πάντα λόγον ὑπερεκτείνουσα, δέδωκε καὶ αὐτῷ τῶν ὑπερκειμένων πνευμάτων τὸν κλῆρον, τουτέστι τὴν τῶν οὐρανῶν βασιλείαν· ὁ οὖν τὰ οὕτω μεγάλα καὶ ἐξαίρετα διδοὺς, πῶς ὀκνήσει πλουσίως τὰ ἐπὶ γῆς παρέχειν ἡμῖν ἀγαθά· προδήλως ἐκπληρούντων ἡμῶν τὸ ἐπαγόμενον· Φησὶ γὰρ, “πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε “ἐλεημοσύνην,” καὶ τὰ ἑξῆς· ἅπερ προεγράφη εἰς τὸ κατὰ Ματθαῖον, ἕως “ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.”
- 46.7
Εἰπὼν ὅτι “ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, οὐ τὴν τοῦ σώματος ὀσφὺν διεζωσμένην ἡμᾶς ἔχειν παρακελεύεται, ἀλλὰ τὸ τῆς διανοίας ἕτοιμον εἰς Φιλεργίαν τοῖς ἐφ’ ἅπασι δηλονότι τοῖς ἐπαινουμένοις.
- 46.8
Οἱ δὲ λύχνοι τὴν τοῦ νοῦ ἐγρήγορσιν καὶ Φαιδρότητα νοητὴν ἐπιδηλοῦσιν, ἵνα ἀρετὴν ἀσκοῦντες, καὶ τὸν προΦορητικὸν καὶ τὸν ἐνδιάθετον λόγον διὰ παντὸς ἀστράπτοντα ἔν τε τῇ ψυχῇ, ἔν τε τῇ γλώττῃ ἔχοντες, δι’ ἀμφοτέρων ἐκλάμπωμεν. ὁ μὲν γὰρ ἔνδον ἡμᾶς φωτίζει, ὁ δὲ ἔξω τοὺς ἄλλους· διόπερ ὁ διδασκαλικὸς λύχνος ψυχούσθω καὶ ἀρδευέσθω καὶ τρεΦέσθω ὑπὸ τῆς πρακτικῆς ἀρετῆς, ἵνα μὴ σκοτεινὸς ᾖ καὶ ἀλαμπής.
- 46.9
Γάμους δὲ ὀνομάζει, διὰ τὸ μηδὲν ὅλως κατηφὲς ἢ λυπηρὸν ὑπάρχειν παρὰ τῇ θείᾳ καὶ ἀκηράτῳ Φύσει, ἵνα ἐλθόντος, Φησὶ, δῆλον δὲ ὅτι ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, ἀθρόως καὶ ἀδοκήτως καθάπερ ἀώρως τῶν νυκτῶν ἐΦιστάμενος, ὅπερ σημαίνει τὸ ἄδηλον τῆς παρουσίας αὐτοῦ, οὓς ἂν παρεσκευασμένους εὕρῃ καὶ ἑτοίμους, εἴτε ἐν τῇ δευτέρᾳ, εἴτε ἐν τῇ τρίτῃ φυλακῇ τῆς νυκτὸς, τὴν παρουσίαν αὐτοῦ ἀναμένοντας, καὶ διὰ τοῦτο πᾶσαν ἀρετὴν ἐργαζομένους, “μακάριοί εἰσι, φησὶν, οἱ δοῦλοι ἐκεῖνοι, περιζώ- “σεται γὰρ καὶ διακονήσει αὐτοῖς.” τουτέστιν ὅτι τοῖς ἴσοις ἡμᾶς ἀνταμείψεται καὶ οἷον κάμνοντας ἀνακτήσεται, τρυφὰς ἡμῖν παραθεὶς τὰς πνευματικὰς, καὶ πολυτελεστάτην, δαψιλῆ, ποικίλην, ἀμφιλαφῆ τῶν ἑαυτοῦ χαρισμάτων ἁπλώσει τράπεζαν. Νομίσωμεν δὲ τοὺς μὲν τῆς πρώτης φυλακῆς τοὺς ἐπιμελέστερον βιοῦντας, καὶ παρὰ τοὺς ἄλλους ἀγρύπνως διακειμένους περὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν, καὶ διὰ τοῦτο πρώτης τάξεως ἐπειλημμένους· τοὺς δὲ τῆς δευτέρας, τοὺς ὑποβεβηκότας· τοὺς δὲ τῆς τρίτης, τοὺς τούτων καταδεεστέρους.
- 46.10
Τινὲς δὲ πρώτην καὶ δευτέραν Φυλακὴν καὶ τρίτην τὸ διάφορον τῶν ἡλικιῶν ἐξηγήσαντο, πρώτην μὲν, καθ’ ἣν παῖδές ἐσμεν ἄνηβοι, δευτέραν δὲ, καθ’ ἣν νεανίαι, καὶ τρίτην, καθ’ ἣν πρεσβύται· τὸ δὲ, εἰ ἤδει ὁ οἰκοδεσπότης, καὶ τὰ ἑξῆς, ἕως μετὰ τῶν ἀπίστων θήσει, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Εἰς τὰ μικρὰ εἰς τὴν ἑρμηνείαν τοῦ σχολίου. ὨΡΙΓΈΝΟΥΣ. Ἔστιν ὕπνος καὶ ἐγρήγορσις, ὥσπερ ἐπὶ τοῦ ἔξω ἀνθρώπου καὶ ἐπὶ τοῦ ἔσω· ἀπαιτούμεθα τοίνυν ἐγρηγορέναι, καθά Φησιν ὁ Σωτήρ· “γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε “εἰς πειρασμόν.” Καὶ μετ’ ὀλίγα — Πλὴν τὰ πολλὰ ἢ κατὰ πάντα ἐν τῷ βίε τούτῳ ἀγρυπνητέον ἐστι, πῇ μὲν διὰ τὸ ἐΦε- δρεύειν τοὺς πολεμίους ὄντας, “οὐχ αἷμα καὶ σάρκα, ἀλλ’ ἐξουσίας “καὶ κοσμοκράτορας τοῦ κόσμου τούτου, καὶ πνευματικὰ b τῆς “πονηρίας,” ἵν ἐκ τοῦ ἐγρηγορέναι σωζώμεθα, ὥσπερ δορκαὶ ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος, καὶ “ἵνα τὰς ὀσφύας “περιζωσάμενοι καὶ τοὺς λύχνους ἀναπτομένους ἔχοντες, ὅμοια “γενώμεθα ἀνθρώποις προσδεχομένοις τὸν Κύριον ἑαυτῶν, ἵνα “ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωμεν αὐτῷ.” ΕΞ ἀνεπιγράφου. Διχοτομίαν φησὶ τοῦ κακοῦ δούλου διαιρεθῆναι τὸ ἐπισυμβεβηκὸς αὐτῷ, καὶ διακοπῆναι ἀπ’ αὐτοῦ μετὰ μεγάλων καὶ σΦοδρῶν ἀλγηδόνων· ἀτελὴς γὰρ εὑρεθήσεται ὁ τοιοῦτος, ἄνευ θείου Πνεύματος, σὰρξ ὢν καὶ οὐ πνεῦμα. ἐπεὶ τότε ἐσμὲν ἐν πνεύματι κατὰ τὸν Ἀπόστολον, ὅταν Πνεῦμα Θεοῦ ἐστιν ἐν ἡμῖν. μέρος δὲ ἀτελὲς ἀπολειφθεὶς ἔσται μετὰ τῶν ἀπίστων, ὡς ἂν οὐδὲν τῆς πίστεως ἀπολαύσας εἰς σωτηρίαν, ἀλλὰ σὺν τῷ ἀπίστῳ κόσμῳ κατακριθεὶς, καὶ τοσούτῳ γε μείζων ἡ κόλασις, ὅσῳ πλεῖον ἡ χάρις.
- 46.11
Ἐλθὼν οὖν ὁ Κύριος τὸν τοιοῦτον διχοτομητὸν c τῷ ζῶντι ἑαυτοῦ λόγῳ καὶ ἐνεργεῖ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὡς μὴ γενομένους ὁλοκλήρους πνεύματι καὶ ψυχῇ καὶ σώματι, ὁποῖοι εἰσιν οἱ ἁγιαζόμενοι ὁλοτελεῖς, ὧν ὁλόκληρον τὸ πνεῦμα καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τηρεῖται τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἵνα δὲ σαΦέστερον ἴδῃς, πρόσεχε πῶς ἃν νοηθείη ἐκ τοῦ διικνεῖσθαι τὸν ζῶντα τοῦ Θεοῦ λόγον ἐπιμερισμὸν ψυχῆς καὶ πνεύματος, ὅντινα ἐπιμερισμὸν ψυχῆς καὶ πνεύματος οἱ μὲν οὖν διχοτομούμενοι πείσονται, οἱ δὲ πιστοὶ καὶ Φρόνιμοι οἰκονόμοι οὐ πείσονται. ὁ λόγος γὰρ ἐν αὐτοῖς ποιήσας τὰ ἀμΦότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τοὺς δύο ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξας αὐτοὺς τῶ Θεῶ.
- 46.12
Διὰ ποίαν αἰτίαν “ὁ δοῦλος ὁ μὴ γνοὺς τὸ θέλημα τοῦ Κυρίου “αὐτοῦ, καὶ ποιήσας ἄξια πληγῶν,” ὑπέχει λόγον; διότι μὴ ἠθέλησεν εἰδέναι, δυνάμενος μαθεῖν· εἰ δὲ ὁ μὴ γνοὺς ὅλος οὐκ ἄμοιρος ὀργῆς ἔσται, ὅτι μὴ εἰδὼς κατημέλησε τοῦ μαθεῖν, ποῖος ἀπαλλάξει λόγος τοῦ χρῆναι πολλὰς ὑπομεῖναι πληγὰς, τὸν εἰδότα καὶ ῥᾳθυμήσαντα.
- 46.13
Εἰπὼν δὲ ὅτι “παντὶ ᾧ ἐδόθη πολὺ, πολὺ ζητηθήσεται παρ’ “αὐτοῦ,” ἔδειξεν ὅτι φορτικώτερον τῶν διδασκόντων τὸ κρίμα. Ποῖα δὲ ταῦτά ἐστιν ἃ ζητηθήσεται παρ’ αὐτῶν; τὸ ἐν πίστει ὀρθὸν, τὸ ἀπλανὲς εἰς μυσταγωγίας, τὸ βεβηκὸς ἐν ἐλπίδι, τὸ ἀκατάσειστον ἐν ὑπομονῇ, τὸ ἄθραυστον ἐν ἰσχύι τῇ πνευματικῇ, τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πρόθυμόν τε καὶ εὐσθενὲς, ὥστε καὶ ἑτέροις ὑποτύπωσιν εἶναι πολιτείας ἀγγελικῆς. Τὸ “πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον ἕως καὶ “τὸ ἔσχατον λεπτὸν ἀποδῷς.”
- 46.14
ἘΞ ἀνεπιγράφου. Τοῦτο τὸ πῦρ ἔχοντες οἱ περὶ Κλεώπαν ἐν ἑαυτοῖς ἔλεγον, “οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ἐν τῇ “ὁδῷ, καὶ ὡς ἐλάλησεν ἡμῖν, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραΦάς.”
- 46.15
Τοῦ Χρυσοστόμου. “Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,” τὴν γῆν τὴν ὑφ’ ὑμετέροις ποσὶ πατουμένην, ἀλλ’ ἐπὶ τὴν γῆν τὴν ὑφ’ ἐμαῖς χερσὶ πεπλασμένην, ἐπειδήπερ ὁ διάβολος ταῖς τῶν ἀνθρώπων καρδίαις ἀκάνθας καὶ τριβόλους ἐνέσπειρεν ἁμαρτημάτων· “πῦρ ἦλθον ἐπιβαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήΦθη; δεῖ γάρ με καθαρίσαι τὴν ἐμὴν γῆν δεῖ μετὰ τοῦ διαβόλου πικροΦόρα καὶ βλαβοποιὰ βλαστήματα πυρὶ ἐξαναλῶσαι, ἵνα καθαρῶ τῇ ψυχῇ καθαρὸν τὸν οὐράνιον σπόρον ἐν οὐρανῷ. “Οὐκ ἦλθον γὰρ βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν,” ἐὰν μὴ χαλάσω τῷ ἐχθρῷ ὑμῶν μάχαιραν, ὑμῖν οὐκ ἔσται εἰρήνη.
- 46.16
Κυρίλλου Ἀλεξανδρείασ. Καίτοι Χριστὸς ἐστὶν ἡ ἡμῶν κατὰ τὰς γραφάς. Πῶς οὖν, ἔφη, οὐκ ἦλθον εἰρήνην δοῦναι ἐπὶ τῆς γῆς; ὅτι χρῆμα μὲν ἡ εἰρήνη καλὸν καὶ ὄντως ἀγαθὸν, ἀλλ’ οὐ πᾶσα πάντως εἰρήνη τὸ ἀκατάψεκτον ἔχει, ἀλλ’ ἐστὶν ἐπισφαλὴς πολλάκις καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποκομίζουσα. Ἀλυσιτελὴς γὰρ ἡ πρὸς τοὺς ἑτερόφρονας εἰρήνη, κάταγε τὸ τὰ ἴσα φρονεῖν ἐκείνοις. Διὰ τοῦτο γὰρ καὶ τῶν ἐπὶ γῆς Φίλτρων οἱ πιστοὶ ἀΦίστανται καὶ συγγενεῖς ἀγνοοῦσι, καὶ πατὴρ υἱοῦ Φιλίαν ἀναίνεται a, καὶ υἱὸς πατρὸς τιμὴν ἀγνοεῖ, καὶ μήτηρ θυγατρὸς Φίλτρον ἀπώσατο.
- 47.1
Περὶ τῶν Γαλιλαίων καὶ τῶν ἐν τῷ Σιλωάμ.
- 47.2
Περὶ τῶν Γαλιλαίων ὧν ἀπήγγειλαν τῷ Χριστῷ ὅτι τὸ αἱμα αὐτῶν ὁ Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν, χρὴ γινώσκειν ὅτι οὗτοι εἰσιν οἱ τοῖς δόγμασιν ἐξακολουθήσαντες Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων μέμνηται. ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ ὁ Ἰώσηππος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαγγέλλων πολλὴν πρόΦασιν δῆθεν εὐσεβείας. κύριον γὰρ μηδὲ μέχρι στόματος, ἔφασκε, μὴ δεῖν τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ ΦιλοΦροσύνην· οὕτω δὲ μήτε τὸν βασιλεύοντα. ὅθεν καὶ πολλοὶ γε αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον, χαλεπωτάταις αἰκίαις ὑπεβάλλοντο, οἱ καὶ ἐδίδασκον μηδὲν παρὰ τὰ διατεταγμένα ἐν τῷ Μωϋσέως νομοθεσίας ἀναφέρεσθαι τῷ Θεῷ. Διόπερ καὶ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίγνεσθαι περὶ τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους θυσίας. εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον κελεῦσαι παρ’ αὐταῖς αἷς ἐδόκουν κατὰ τὸν νόμον προσΦέρειν θυσίαις αὐτοὺς ἀναιρεθῆναι, ὥστε ἀναμιχθῆναι ταῖς προσΦερομέναις θυσίαις τὸ αἷμα τῶν προσΦερόντων. ταῦτα οὖν ἐπείπερ ἐδόκει ὑπὲρ εὐσεβείας γίνεσθαι, ἀπήγγελον τῷ Σωτήρι’, βουλόμενοι τὸ ἐπὶ τούτοις ἀρέσκον αὐτῷ μαθεῖν· καὶ γὰρ ἐνόμιζόν τινες ἀπὸ τοῦ λαοῦ δικαιότατα κατὰ τὰς ἁμαρτίας αὐτῶν ταῦτα πεπονθέναι τοὺς ἀναιρεθέντας, ἅτε στάσιν κινήσαντας τὰς τῷ λαῷ, καὶ ἐπὶ τὸ μισεῖν ἐρεθίσαντας τοὺς ἄρχοντας κατὰ τῶν ὑπηκόων· διὸ αὐτὸς τὸ μὲν εἶναι αὐτοὺς ἁμαρτωλοὺς τίθησιν, οὐ μήν φησι ταῦτα αὐτοὺς πεπονθέναι, ὡς τῶν μὴ πεπονθότων χείρονας.
- 47.3
Εἰτα ἐπὶ τούτοις φησὶν, ὅσον ἐπὶ τῷ ῥήματι, ἀποτρέπων τῆς ἐμφυλίου στάσεως προφάσει εὐσεβείας ἀναπτομένους τοὺς ἀπὸ τοῦ λαοῦ, τὸ “ἐὰν μὴ μετανοήσητε,” τουτέστιν, ἐὰν μὴ μεταβάλητε τοῦ στασιάζειν καὶ ἀνθίστασθαι τοῖς ἄρχουσιν, ὅπερ οὐ κατὰ βούλημα ποιεῖ τοῦ Θεοῦ, πάντες ὁμοίως ἀπολεῖσθε, καὶ τὸ ὑμέτερον αἷμα ἀναμιχθήσεται ὑμετέραις θυσίαις.
- 47.4
Ὁ πύργος ὁ πεσὼν ἐν τῷ Σιλοὰμ οὐχ ὡς ἁμαρτωλοτέρους πάντων ὄντας τοὺς δέκα καὶ ὀκτὼ κατέχωσεν, καθὼς καὶ αὐτός Φησιν ὁ Κύριος, ἀλλὰ δι’ ὀλίγων ὑπόδειγμα τοῖς οἰκοῦσι τὴν Ἱερουσαλὴμ γέγονε. καὶ ὁ μὲν εἷς πύργος παραβάλλεται ὅλῃ τῇ πόλει, ἵνα τὸ μέρος ἐκφοβήσῃ τὸ ὅλον, οἱ δέκα καὶ ὀκτὼ τῷ λαῷ τῆς πόλεως· ὅθεν ἐπείπερ τοὺς οἰκήτορας τὰ τῆς ἀπιστίας ἐνέμεινε, καὶ αὐτοὶ σὺν αὐτῇ μικρὸν ὕστερον τοῖς αὐτοῖς περιέπεσαν οἷς περ ὁ πύργος καὶ οἱ δέκα καὶ ὀκτὼ, ὅτε τὴν Ἱερουσαλὴμ ὁ Τίτος κατέστρεψεν καὶ πολὺν λαὸν ἐθανάτωσε.
- 47.5
Ἡ τῆς συκῆς παραβολὴ τὴν ἀκαρπίαν ἐλέγχει τῆς Ἱερουσαλὴμ διὰ Μωϋσέως, διὰ τῶν προφητῶν, δι’ ἑαυτοῦ.
- 47.6
Ισίδωρου Πηλουσιώτου. Ἡ Εὐαγγελικὴ συκῆ ἐστὶ, ὁ δὲ οἰκοδεσπότης ὁ Θεὸς καὶ Πατὴρ, ὁ δὲ ἀμπελουργὸς ὁ Υἱὸς τοῦ Θεοῦ, Φιλοπονῆσαι καὶ ἐκκαθᾶραι τὸν ἀμπελῶνα ἡμῶν ἐνδημήσας, ἐκκοπῆναι δὲ παρὰ τοῦ οἰκοδεσπότου κελευσθεῖσαν τὴν συκῆν ὡς ἄκαρπον, ἐΦ᾿ αὕτην Φησι καὶ τοῦτο τὸ ἕτερον· εἰ διὰ νόμου καὶ προφητῶν οὐκ ἐβελτιώθησαν καὶ μετανοίας καρποὺς οὐκ ἀπέδωκαν, καὶ] τοῖς ἐμοῖς ἀρδευθῶσι δόγμασι καὶ παθήμασι· κἂν μὲν ποιήσωσι καρπὸν εὐπειθείας· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψῃς αὐτὴν, εἰς τὸν ἄλλον αἰῶνα τῆς τῶν δικαίων μερίδος, ἐκτεμὼν αὐτούς· ἔστι δὲ ἡ πρώτη ἀθέτησις τῆς ἐντολῆς, ἡ παράβασις ἡ ἀπὸ τοῦ ξύλου, τοῦ ἐν μέσῳ τοῦ παραδείσου προστάττουσα μὴ γεύεσθαι· ἡ δὲ δευτέρα, ἡ ἐν τῷ νόμῳ δυσσέβεια ἡ πρὸς τὸν μόσχον· ἡ δὲ τρίτη ἀσέβεια ἡ ἐν τῇ χάριτι τυγχάνει παραίτησις, “οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα,” καὶ τὸν Κύριον τῆς δόξης ἀπαρνουμένων.
- 47.7
Κόπρια δὲ λέγει τὰ δάκρυα, καὶ τοὺς στεναγμοὺς, καὶ τὰς χαμευνίας, καὶ τὰς ἀγρυπνίας, καὶ τῆξιν ψυχῆς καὶ σώματος, τὴν δι’ ἐξαγορεύσεως καὶ ἀτιμοτέρας ἀγωγῆς ἐπανόρθωσιν, ὡς ὁ θεολόγος λέγει Γρηγόριος.
- 48.1
Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας.
← Previous · Next → — showing 401–500 of 721
First Thousand Years of Greek. CTS URN tlg4102.tlg004.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.