Ancient Textssearch the texts themselves, not just their titles

← All works

Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,232 sections

  1. 28.14.119.1

    ὁ δὲ Ἰωάννης φησὶν ὅτι »Ἄγουσι τὸν »Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον«.

  2. 28.14.120.1

    ταῦτα δὲ ἐπὶ πλεῖον ἐξεθέμεθα ὑπὲρ τοῦ διὰ πολλῶν ἁπάντων τῶν εὐαγγελιστῶν μαρτυριῶν παραστῆσαι τὴν χύσιν τῆς τοῦ Καϊάφα κακίας, καὶ ὅτι κατὰ τοῦ Ἰησοῦ ἀγωνιζόμενος οὐδὲν ἧττον προεφήτευσεν· ὅτι μὲν οὖν προεφήτευσεν, σαφῶς ἐδίδαξεν ἡμᾶς ὁ Ἰωάννης.

  3. 28.15.121.1

    (13) Ζητήσεις δὲ εἰ πάντως, εἴ τις προφητεύει, ἐκ πνεύματος ἁγίου προφητεύει, κἄν τισιν φαίνηται μηδεμιᾶς ζητήσεως ἔχεσθαι τὸ λεγόμενον.

  4. 28.15.122.1

    πῶς δὲ οὐ ζητήσεως ἄξιόν ἐστιν, εἴγε Δαβὶδ μετὰ τὴν ἐπὶ τοῦ Οὐρίου ἁμαρτίαν εὐλαβούμενος ἀφαιρεθῆναι ἀπ’ αὐτοῦ τὸ ἅγιον πνεῦμά φησι· » Τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ »ἐμοῦ«; εἰ δέ τις προσίεται καὶ τὸ »Ἅγιον γὰρ πνεῦμα παιδείας »φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων« σαφῶς δόξει παρίστασθαι ὅτι φεύγει ἀπὸ τῆς δεδολιωμένης ψυχῆς, κἂν πρότερον τύχῃ πρὸ δόλου καὶ ἁμαρτίας γενόμενον ἐκεῖ, τὸ ἅγιον πνεῦμα.

  5. 28.15.123.1

    οὕτω δὲ ζητήσεως ἄξιόν ἐστιν τὸ περὶ τοῦ ἁγίου πνεύματος εἰ δύναται εἶναι καὶ ἐν ἁμαρτωλῷ ψυχῇ, ὥστ’ ἄν τινα εἰπεῖν ὅτι εἴπερ » Οὐδεὶς δύναται εἰπεῖν Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι »ἁγίῳ«· πολλοὶ δὲ καὶ τῶν ἁμαρτωλῶν διάκεινται πρὸς τὸν Ἰησοῦν ὡς πρὸς κύριον, καὶ ἐν αὐτοῖς ἂν εἴη τὸ ἅγιον πνεῦμα.

  6. 28.15.124.1

    καὶ τάχα ἐπεὶ οἱ μετὰ τὸ τυχεῖν αὐτοῦ ἁμαρτάνοντες οὐκ ἂν τυγχάνοιεν ἀφέσεως, διὰ τοῦτο λέγεται περὶ τῶν πρὸ τοῦ ἁγίου πνεύματός τινι ἡμαρτημένων τὸ »Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς »υἱοἷς τῶν ἀνθρώπων«· περὶ δὲ τῶν μετὰ τὸ τυχεῖν ἁγίου πνεύματος ἐπταικότων τὸ

  7. 28.15.125.1

    »Ὁ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσας οὐκ »ἔχει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«. βλασφημεῖ γὰρ ἔργοις καὶ λόγοις ἁμαρτίας εἰς τὸ παρὸν πνεῦμα ἅγιον ὁ καὶ παρόντος αὐτοῦ ἐν τῇ ψυχῇ ἁμαρτάνων.

  8. 28.15.126.1

    οὕτω δέ τις φήσει εἰρῆσθαι καὶ τὸ ἐν τῇ πρὸς Ἑβραίους τοῦτον ἀναγεγραμμένον τὸν τρόπον· »Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς »δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου, »καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, »καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, »ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας«. πρόσχες γὰρ ἐν τούτοις τὸ » Μετόχους γενηθέντας πνεύματος ἁγίου«.

  9. 28.15.127.1

    εἰς δὲ τὸ ἐναντίον, ὡς, εἰ καὶ προεφήτευσεν ὁ Καϊάφας, οὐδὲν ἧττον οὐκ ἦν πνεῦμα ἅγιον ἐν αὐτῷ, λεχθείη ἂν τὸ » Οὔπω γὰρ ἦν πνεῦμα. »ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη«.

  10. 28.15.128.1

    καὶ εἴπερ οὐκ ἦν πνεῦμα οὐδὲ ἐν τοῖς ἀποστόλοις πρὸ τοῦ Ἰησοῦν δοξασθῆναι, πόσῳ πλέον οὐκ ἦν ἐν τῷ Καϊάφᾳ; ἀναστὰς δὲ ὁ σωτὴρ »ἐνεφύσησεν« τοῖς μαθηταῖς »καὶ λέγει »αὐτοῖς·

  11. 28.15.129.1

    Λάβετε πνεῦμα ἅγιον« καὶ τὰ ἑξῆς· τολμηρῶς μὲν οὖν τις παραθήσεται τὰ λεχθησόμενα πρὸς τὸ μὴ ἀπὸ ἁγίου πνεύματος προπεφητευκέναι τὸν Καϊάφαν· ὁμῶς δ’ οὖν ἐρεῖ ὅτι δύναται καὶ πονηρὰ πνεύματα μαρτυρεῖν τῷ Ἰησοῦ καὶ προφητεύειν περὶ αὐτοῦ ἢ μαρτυρεῖν αὐτῷ, ὥσπερ τὸ λέγον· »Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ »θεοὺ« καὶ τὰ παρακαλοῦντα αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν καὶ λέγοντα· »Ἦλθες ἀπολέσαι ἡμᾶς;«

  12. 28.16.130.1

    Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων γέγραπται ταῦτα· »Ἐγένετο πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ »ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν »παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη. αὕτη κατακολουθήσασα »Παύλῳ καὶ ἡμῖν † ἔκραξεν λέγουσα ὅτι Οὗτοι οἱ ἄνθρωποι δοῦλοι »τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν »σωτηρίας«.

  13. 28.16.131.1

    φήσει οὖν ὁ τούτοις συγχρώμενος ὅτι οὐδὲν ἀποδεῖ προφητείας ὁ τοῦ πύθωνος λόγος, μαρτυρῶν τοῖς ἀποστόλοις καὶ προτρέπων ὡς ἐπὶ ὁδὸν σωτηρίας καταγγελλομένην πιστεύειν τοὺς ἀκούσαντας.

  14. 28.16.132.1

    ἐπεὶ δὲ καὶ τὰ τοῦ Βαλαὰμ παρεθέμεθα, πρόσχες εἰ δύναται καὶ περὶ αὐτοῦ λέγεσθαι ὅτι οὐ θεόθεν ἐλάλησεν ἀλλ’ ἀπὸ ἀγγέλου· »Ἔστη, γάρ φησιν, ὁ ἄγγελος τοῦ θεοῦ ἐν τῇ ὁδῷ ἐνδιαβάλλειν »αὐτόν. καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ καὶ οἱ δύο παῖδες »αὐτοῦ μετ’ αὐτοῦ. καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ »ἀνθεστηκότα ἐν τῇ ὁδῷ, καὶ τὴν ῥομφαίαν αὐτοῦ ἐσπασμένην ἐν τῇ »χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπο|ρεύετο εἰς »τὸ πεδίον. καὶ ἐπάταξεν Βαλαὰμ τὴν ὄνον ἐν τῇ ῥάβδῳ τοῦ »εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ· καὶ ἔστη ὁ ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξι »τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν«. εἶτα μετ’ ὀλίγα·

  15. 28.16.133.1

    »Ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ συνεκάθισεν ὑποκάτω »Βαλαάμ«. καὶ πάλιν μετ’ ὀλίγα· »Εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ· Διατί »ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς »διαβολήν σου, ὅτι οὐκ εὐθεῖα ἡ ὁδός σου ἐναντίον μου· καὶ ἰδοῦσά με »ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τοῦτο τρίτον· καὶ εἰ μὴ ἐξέκλινεν ἀπ’ »ἐμοῦ, νῦν σὲ μὲν ἂν ἀπέκτεινα ἐκείνην δ’ ἂν περιεποιησάμην. καὶ »εἶπεν Βαλαὰμ τῷ ἀγγέλῳ· Κύριε, ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι »σὺ ἀνθέστηκας εἰς συνάντησίν μοι ἐν τῇ ὁδῷ· καὶ νῦν εἰ μή σοι »ἀρέσκει, ἀποστραφήσομαι. καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς »Βαλαάμ· Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα ὃ »ἐὰν εἴπω πρὸς σὲ τοῦτο φυλάξῃ λαλῆσαι«.

  16. 28.16.134.1

    παρατήρει γὰρ ὅτι ἄγγελός ἐστιν ὁ λέγων· »Τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σὲ τοῦτο »φυλάξῃ λαλῆσαι«.

  17. 28.16.135.1

    ἀλλὰ φήσεις ὅτι μετ’ ὀλίγα ἐφάνη ὁ θεὸς τῷ Βαλαὰμ καὶ εἶπεν πρὸς αὐτὸν Βαλαάμ· » Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα »καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. καὶ ἐνέβαλεν ὁ »θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν· Ἐπιστραφεὶς πρὸς »Βαλαὰμ οὕτω λαλήσεις.«

  18. 28.16.136.1

    καὶ σὺ δὲ πρόσχες πῶς ἀμφότερα ἀληθῆ ἐστὶν καὶ τὸ ὑπὸ τοῦ ἀγγέλου λεγόμενον ἐν τῷ »Ὃ ἐὰν εἴπω πρὸς »σὲ τοῦτο φυλάξῃ λαλῆσαι«· καὶ τὸ ὑπὸ τῆς γραφῆς ἀπαγγελλόμενον ὅτι »Ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν«.

  19. 28.16.137.1

    τὸ δὲ »Ἐγενήθη πνεῦμα θεοῦ ἐπ’ αὐτῷ« ὠβελίσαμεν, μήτε αὐτὸ μήτε παραπλήσιόν τι αὐτῷ εὑρόντες ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν.

  20. 28.16.138.1

    πάλιν τε αὖ μετ’ ὀλίγα· »Συνήντησεν, φησίν, ὁ θεὸς τῷ Βαλαὰμ καὶ »ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν· Ἀποστράφηθι πρὸς »Βαλαὰκ καὶ τάδε λαλήσεις«.

  21. 28.17.139.1

    Εἰς ταῦτα δὲ πάντα ὁ ἀποτολμῶν φήσει ὅτι καὶ ἐπὶ τοῦ Σαοὺλ εἴρηται· »Πνεῦμα θεοῦ πονηρὸν »ἔπνιγεν αὐτόν«. ἀλλὰ καὶ πνεῦμα ψευδὲς ἐξελθὸν γέγονεν ἐν στόματι πάντων τῶν προφητῶν τοῦ Ἀχαάβ, εἰπόντος κυρίου· »Τίς »ἀπατήσει τὸν Ἀχαάβ«; καὶ ἐξελθόντος πνεύματος ψευδοῦς καὶ εἰπόντος· »Ἐγὼ ἀπατήσω«.

  22. 28.17.140.1

    Ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἐζητήσθω, δυναμένου τινὸς ἀφ’ ἑαυτοῦ τὰ ἀκόλουθα τοῖς ἐκτεθεῖσιν ῥητοῖς σκοπῆσαι περὶ τοῦ πῶς προεφήτευσεν ὁ Καϊάφας. μήποτε δὲ καὶ ταῦτα εἰς τὴν προφητείαν αὐτοῦ λεκτέον, ὅτι ἐπεὶ μὴ ἅγιος ἦν, εἰ καὶ προεφήτευσεν, ⟨ἀλλ’ οὐκ ἀπὸ πνεύματος ἁγίου προεφήτευσεν⟩.

  23. 28.17.141.1

    ὥσπερ δὲ ζητήσεως ἄξιόν ἐστιν πῶς προεφήτευσεν Καϊάφας, οὕτως καὶ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ζητήσεις πῶς προεφήτευσαν οἱ ἄγγελοι τοῦ Σαοὺλ σταλέντες ἐπὶ τὸν Δαβίδ, καὶ μετ’ αὐτοὺς ὁ Σαούλ.

  24. 28.17.142.1

    γέγραπται γάρ· » Καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· Ἰδοὺ Δαβὶδ εἰς Αὐὼθ ἐν Ῥαμά. »καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαβίδ, καὶ εἴδοσαν τὴν »ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ’ »αὐτῶν.

  25. 28.17.143.1

    καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους Σαοὺλ πνεῦμα κυρίου καὶ »προεφήτευσαν καὶ αὐτοί. καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ἀπέστειλεν »ἀγγέλους ἑτέρους καὶ προεφήτευσαν καὶ αὐτοί.

  26. 28.17.144.1

    καὶ ἐθυμώθη ὀργῇ »Σαούλ, καὶ ἐπορεύθη εἰς Ἀρμαθαῒμ καὶ ἔρχεται ἕως τοῦ φρέατος »τοῦ μεγάλου καὶ ἐν τῇ ὁδῷ ἐς Σωφεῖν, καὶ ἐπηρώτησεν καὶ εἶπεν· »Ποῦ Σαμουὴλ καὶ Δαβίδ; καὶ εἶπον· Ἰδοῦ εἰς Αὐὼθ Ῥαμὰ.

  27. 28.17.145.1

    καὶ »ἐπορεύθη ἐκεῖθεν εἰς Αὐὼθ Ῥαμὰ· καὶ ἐγενήθη ἐπ’ αὐτὸν πνεῦμα »θεοῦ, καὶ ἐπορεύετο πορευόμενος καὶ προφητεύων ἕως ἐλθὼν εἰς »Αὐὼθ Ῥαμὰ. καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ προεφήτευσεν »ἐνώπιον Σαμουὴλ, καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ »ὅλην τὴν νύκτα. διὰ τοῦτο ἔλεγον· Εἰ καὶ Σαοὺλ ἐν προφήταις«;

  28. 28.17.146.1

    ἀναγκαίως δὲ νομίζω καὶ ταῦτα παρατεθεῖσθαι ὑπὲρ τοῦ φανῆναι πῶς ἁμαρτωλοὶ προφητεύουσιν, καὶ πότερον ἐξ ἁγίου πνεύματος ἢ ἀπὸ ἄλλης δυνάμεως, ὅσον γε ἐπὶ τῷ μαρτυρεῖν τῇ ἀληθείᾳ μὴ ψευδομένης.

  29. 28.17.147.1

    πάλιν τε αὖ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν εὑρίσκονται οἱ τῶν εἰδώλων μάντεις ὑποδεικνύντες τὰ περὶ τῆς κιβωτοῦ, καὶ ὅτι ἐπὰν βόες πρωτοτοκεύουσαι τὴν ὁδὸν Ἰησοῦ τοῦ Βεθσαμυσαίου πορευθῶσιν, σημαίνουσιν ἀπὸ θεοῦ γεγονέναι τὴν πληγὴν τοῖς Φιλιστιαίοις.

  30. 28.17.148.1

    οὐδὲ τὰ περὶ τὴν ἐγγαστρίμυθον καὶ τὸν Σαμουὴλ ἐν τοῖς τόποις τούτοις παρασιωπητέον, ἀφ’ ὧν ἔμαθεν ὁ Σαούλ, ὅτι τῇ ἑξῆς ἔμελλεν ἅμα τοῖς υἱοῖς ἀναιρεθήσεσθαι ἡμέρᾳ.

  31. 28.17.149.1

    τὸ δὲ ἀκριβὲς ἐν τοῖς τόποις ὄψεται ὁ δυνάμενος διαλαβεῖν περὶ διαφόρων δυνάμεων, χειρόνων καὶ κρειττόνων, εἰ δὲ καὶ εἶέν τινες μεταξύ, καὶ περὶ τούτων.

  32. 28.17.150.1

    πάλιν τε αὖ ὁ βουλόμενος ἀπὸ χείρονος δυνάμεως προπεφητευκέναι τὸν Καϊάφαν φήσει ὅτι οὐδὲν παράδοξόν ἐστιν πονηρὰν δύναμιν ταῦτα εἰρηκέναι, ὅπου γε οὐ πάντη ἀγνοῶν καὶ ὁ διάβολος εὑρίσκεται τὸν Ἰησοῦν υἱὸν ὄντα θεοῦ ἐν τοῖς ἀναγρα φεῖσιν ὑπὸ τῶν εὐαγγελιστῶν εἰρῆσθαι | ὑπ’ αὐτοῦ πρὸς τὸν κύριον.

  33. 28.17.151.1

    φήσει δὲ ὅτι καὶ πονηρία τις ἔκκειται τῇ ἐνεργούσῃ δυνάμει ταῦτα προφητεύεσθαι περὶ τοῦ σωτῆρος· σκοπὸς γὰρ ἦν αὐτῇ οὐ τὸ πιστοποιῆσαι τοὺς ἀκροωμένους ἀλλ’ ἐρεθίσαι τοὺς ἐν τῷ συνεδρίῳ ἀρχιερεῖς καὶ Φαρισαίους κατὰ τοῦ Ἰησοῦ ἵνα αὐτὸν ἀποκτείνωσιν, ὅπερ οὐκ ἦν κατὰ τὸ ἅγιον πνεῦμα ἐνεργῆσαι.

  34. 28.18.152.1

    (14) Ὅρα γὰρ εἰ μὴ παροξῦναι βούλεται τοὺς ἀκροωμένους εἴτε ὁ Καϊάφας εἴτε τὸ ἐνεργοῦν αὐτὸν προφητεύειν πρὸς τὸ ἀποκτεῖναι τὸν Ἰησοῦν διὰ τοῦ »Ὑμεῖς οὐκ οἴδατε οὐδὲ λογίζεσθε »ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ »μὴ ὅλον τὸ ἔθνος ἀπόληται«.

  35. 28.18.153.1

    ἀρά γε ὁ λέγων· »Συμφέρει ἡμῖν« ὅπερ μέρος ἦν τῆς προφητείας αὐτοῦ, ἀληθεύει ἢ ψεύδεται; εἰ μὲν γὰρ ἀληθεύει, σώζεται ὁ Καϊάφας καὶ οἱ ἐν τῷ συνεδρίῳ κατὰ τοῦ Ἰησοῦ ἀγωνιζόμενοι, ἀποθανόντος τοῦ Ἰησοῦ ὑπὲρ τοῦ λαοῦ, καὶ τυγχάνουσι τοῦ συμφέροντος· εἰ δὲ ἄτοπον φάσκειν τὸν Καϊάφαν καὶ τοὺς ἐν τῷ κατὰ τοῦ Ἰησοῦ συνεδρίῳ σώζεσθαι καὶ τοῦ συμφέροντος τετευχέναι ἀποθανόντος τοῦ Ἰησοῦ, δῆλον ὅτι οὐχ ἅγιον πνεῦμα ἦν τὸ ταῦτα ἐνεργῆσαν λέγεσθαι· ἅγιον γὰρ πνεῦμα οὐ ψεύδεται.

  36. 28.18.154.1

    ὁ δὲ βουλόμενος ἀληθεύειν καὶ ἐν τούτῳ τὸ ἐνεργοῦν τὸν Καϊάφαν, λέγω δὲ τῷ φάσκειν· » Συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος »ἀποθάνῃ ὑπὲρ τοῦ λαοὺ«, βαθύτερον ἐξακούσεται τοῦ »Συμφέρει »ἡμῖν« διὰ τὸν περὶ τέλους λόγον, καὶ συγχρήσεται τῷ »Ὅπως »χάριτι (ἢ· χωρὶς) θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου«, καὶ ἐπιστήσει »τῷ »Ὑπὲρ παντός« καὶ τῷ » Χωρὶς θεοῦ ὑπὲρ παντός«.

  37. 28.18.155.1

    συγχρήσεται δὲ καὶ τῷ »Ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα »πιστῶν«· ὅτι δὲ οὗτός ἐστιν » ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν »ἁμαρτίαν τοῦ κόσμου«, ἰδίως ἀκούων τοῦ αἴρεσθαι τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ οὐχὶ μέρους αὐτοῦ.

  38. 28.18.156.1

    ὁ δὲ λέγων ἀληθὲς εἶναι τὸ »Συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ« φήσει καὶ ὅλα τὰ κατὰ τὸν τόπον προφητείαν εἶναι ἀληθῆ, ἀρχομένην ἀπὸ τοῦ »Ὑμεῖς οὐκ »οἴδατε οὐδέν«· οὐδὲν γὰρ ᾔδεισαν οἱ τὸν Ἰησοῦν μὴ γνωρίζοντες Φαρισαῖοι καὶ ἀρχιερεῖς, ὄντα ἀλήθειαν καὶ σοφίαν καὶ δικαιοσύνην καὶ εἰρήνην.

  39. 28.18.157.1

    »Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν«. ἀλλὰ καὶ οὐκ ἐλογίζοντο οὗτοι οἱ μηδὲν εἰδότες τίνα τρόπον συνέφερεν καὶ αὐτοῖς ἵνα ὁ εἷς οὗτος, καθ’ ὃ ἄνθρωπός ἐστιν, ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ· ἄνθρωπος γάρ ἐστιν ἀποθανὼν Ἰησοῦς.

  40. 28.18.158.1

    διὸ καὶ αὐτός φησι· »Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελά»ληκα«.

  41. 28.18.159.1

    καὶ ἐπεὶ ἄνθρωπος μέν ἐστιν ὁ ἀποθανών, | οὐκ ἦν δὲ ἄνθρωπος ἡ ἀλήθεια καὶ ἡ σοφία καὶ εἰρήνη καὶ δικαιοσύνη, καὶ περὶ οὗ γέγραπται· »Θεὸς ἦν ὁ λόγος«· οὐκ ἀπέθανεν ὁ θεὸς λόγος καὶ ἡ ἀλήθεια καὶ ἡ σοφία καὶ ἡ δικαιοσύνη· ἀνεπίδεκτος γὰρ ἡ εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, ὁ πρωτότοκος πάσης κτίσεως, θανάτου.

  42. 28.18.160.1

    ὑπὲρ τοῦ λαοῦ δὲ ἀπέθανεν οὗτος ὁ ἄνθρωπος, τὸ πάντων ζῴων καθαρώτερον, ὅστις τὰς ἁμαρτίας ἡμῶν ἦρεν καὶ τὰς ἀσθενείας, ἅτε δυνάμενος πᾶσαν τὴν ὅλου τοῦ κόσμου ἁμαρτίαν εἰς ἑαυτὸν ἀναλαβὼν λῦσαι καὶ ἐξαναλῶσαι καὶ ἐξαφανίσαι, ἐπεὶ μὴ ἁμαρτίαν ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, οὐδὲ ἔγνω ἁμαρτίαν.

  43. 28.18.161.1

    κατὰ τοῦτο δ’ οἶμαι καὶ τὸν Παῦλον εἰρηκέναι οὕτως· »Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, »ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ«· ἁμαρτίαν γὰρ αὐτὸν ἐποίησεν, μὴ γνόντα ἁμαρτίαν, τῷ μηδὲν αὐτὸν ἡμαρτηκότα τὰς πάντων ἁμαρτίας ἀνειληφέναι, καὶ εἰ δεῖ τολμήσαντα εἰπεῖν, πολλῷ μᾶλλον τῶν ἀποστόλων αὐτοῦ περικάθαρμα αὐτὸν τοῦ κόσμου γεγονέναι καὶ πάντων περίψημα, τῶν εἰπόντων· »Ὡς περικαθάρματα »τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι«.

  44. 28.19.162.1

    Περὶ δὲ τοῦ πολλάκις ἐπικρατούντων τινῶν χαλεπῶν ἐν τῷ τῶν ἀνθρώπων γένει, οἷον λοιμῶν ἢ ἐπιβλαβῶν νηνεμιῶν ἢ λιμῶν, λύεσθαι τὰ τοιαῦτα, οἱονεὶ καταργουμένου τοῦ ἐνεργοῦντος αὐτὰ πονηροῦ πνεύματος, διὰ τὸ ἑαυτόν τινα ὑπὲρ τοῦ κοινοῦ διδόναι, πολλαὶ φέρονται Ἑλλήνων καὶ βαρβάρων ἱστορίαι, τὴν περὶ τοῦ τοιούτου ἔννοιαν οὐκ ἀποπτυόντων οὐδὲ ἀποδοκιμαζόντων. πότερον μὲν οὖν ἀληθῆ ἐστιν τὰ τοιαῦτα, ἢ μή, οὐ τοῦ παρόντος ἐστὶν καιροῦ μετ’ ἐξετάσεως διαλαβεῖν.

  45. 28.19.163.1

    πλὴν ὁ δυνάμενος ὑπὲρ ὅλου 〈τοῦ〉 κόσμου, ἵνα πᾶς ὁ κόσμος καθαρθῇ, ἀναδέξασθαι ἐπὶ καθαρσίῳ αὐτοῦ ἀπολομένου ἂν εἰ μὴ ἀνεδέξατο τὸ ὑπὲρ αὐτοῦ ἀποθανεῖν, οὔτε ἱστόρηται πώποτε οὔτε ἱστορηθῆναι δύναται, μόνου Ἰησοῦ τὸ πάντων τῆς ἁμαρτίας φορτίον ἐν τῷ ὑπὲρ τῶν ὅλων χωρὶς θεοῦ σταυρῷ ἀναλαβεῖν εἰς ἑαυτόν, καὶ βαστάσαι τῇ μεγάλῃ αὐτοῦ ἰσχύϊ δεδυνημένου.

  46. 28.19.164.1

    καὶ γὰρ οὗτος μόνος ἐπιστήμων ἦν τοῦ φέρειν μαλακίαν, ὥς φησιν ὁ προφήτης Ἡσαΐας λέγων· »Ἄνθρωπος ἐν πληγῇ »ὢν καὶ εἰδὼς φέρειν μαλακίαν«.

  47. 28.19.165.1

    καὶ οὗτός γε τὰς ἁμαρτίας ἡμῶν ἔλαβεν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, καὶ ἡ ὀφειλομένη ἡμῖν εἰς τὸ παιδευθῆναι καὶ εἰρήνην ἀναλαβεῖν κόλασις | ἐπ’ αὐτὸν γεγένηται.

  48. 28.19.166.1

    οὕτω γὰρ ἀκούω τοῦ[τω]· »Παιδεία εἰρήνης ἡμῶν ἐπ’ »αὐτόν«. τάχα δὲ καὶ ἐπεὶ »τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν«, εἴποιμεν ἂν οἱ ἰαθέντες ἐκ τοῦ σταυροῦ ἐλθόντος αὐτῷ τοῦ μώλωπος τὸ »Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου »Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ«. τοῦτον τὸν Ἰησοῦν παρέδωκεν ὁ πατὴρ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ δι’ αὐτὰς »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ »κείραντος ἄφωνος«.

  49. 28.19.167.1

    τούτου ἐν τῇ ταπεινώσει, ἣν »ἐταπείνωσεν »ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ«, ῾η κρίσις ἤρθη· οὕτω γὰρ ἀκούω τοῦ· »Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐ»τοῦ ἤρθη«· ὡς εἶναι τὰ ἑξῆς Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις ἤρθη. οὗτος δὲ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τοῦ θεοῦ ἤχθη εἰς θάνατον.

  50. 28.19.168.1

    οὐκοῦν ἀπέθανεν ὁ ἄνθρωπος οὗτος ὑπὲρ τοῦ λαοῦ, καὶ διὰ τοῦτον οὐχὶ ὅλον τὸ ἔθνος ἀπώλετο.

  51. 28.19.169.1

    καὶ ἐπίστησον εἰ δύνασαι τὸ μὲν ὄνομα τοῦ ›λαοὺ‹ λαβεῖν εἰς τοὺς ἐκ περιτομῆς, τὸ δὲ τοῦ ›ἔθνους‹ εἰς τοὺς λοιπούς.

  52. 28.19.170.1

    ἀπέθανεν γὰρ οὗτος ὁ ἄνθρωπος οὐ μόνον ὑπὲρ τοῦ λαοῦ, ἀλλ’ ἵνα καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, ὡς εἰ ἔλεγεν τὸ χρηματίζον ἔθνος καὶ πάντες οἱ ἐθνικοὶ ἀπόλωνται.

  53. 28.20.171.1

    (15) Ἑξῆς τούτῳ ἐστὶν τὸ » Τοῦτο ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν«. ἐφ’ οὗ μανθάνειν οἶμαι ἡμᾶς ὅτι τινὰ μὲν οἱ ἄνθρωποι ἀφ’ ἑαυτῶν λέγομεν, μηδεμιᾶς ἡμᾶς ἐνεργούσης εἰς τὸ λέγειν δυνάμεως, ἕτερα δὲ ὡσπερεὶ ὑπηχούσης καὶ ὑποβαλλούσης δυνάμεώς τινος ἡμῖν τὰ λεγόμενα, κἂν μὴ τέλεον ἐξιστώμεθα καὶ ἀπαρακολουθήτως ἔχωμεν ἑαυτοῖς, ἀλλὰ δοκῶμεν παρακολουθεῖν οἷς λέγομεν.

  54. 28.20.172.1

    ἐνδέχεται δὲ παρακολουθοῦντας ἡμᾶς ἑαυτοῖς ᾗ λέγομεν, μὴ παρακολουθεῖν τῷ βουλήματι τῶν λεγομένων· ὥσπερ νῦν Καϊάφας ὁ ἀρχιερεὺς καὶ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν καὶ οὗ εἶπεν τὸν νοῦν ὡς προφητείας λεγομένης οὐκ ἐδέχετο.

  55. 28.20.173.1

    καὶ παρὰ Παύλῳ δὲ νομοδιδάσκαλοί τινές εἰσιν »μὴ »νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται«.

  56. 28.20.174.1

    ἀλλ’ οὐχ ὁ σοφὸς τοιοῦτος, περὶ οὗ φησὶν ἐν Παροιμίαις ὁ Σολομῶν· »Σοφὸς »νοήσει τὰ ἀπὸ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν φορέσει »ἐπιγνωμοσύνην«.

  57. 28.20.175.1

    δοκεῖ δέ μοι ὅτι καὶ περίστασις αἰτία ποτὲ γίνεται τοῦ προφητεύειν, ὥσπερ καὶ νῦν τῷ Καϊάφᾳ τὸ εἶναι αὐτὸν ἀρχιερέα τοῦ ἐνιαυτοῦ ἐκείνου, ⟨ᾧ⟩ ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ λαοῦ | ἵνα μὴ ὅλον τὸ ἔθνος ἀπόληται· ὄντων γὰρ καὶ ἄλλων ἀρχιερέων, ὡς δῆλον ἐξ ὧν προπαρεθέμεθα, οὐδεὶς προφητεύει ἢ ὁ τοῦ ἐνιαυτοῦ ᾧ ἔμελλεν πάσχειν ὁ Ἰησοῦς ἀρχιερεύς.

  58. 28.20.176.1

    περίστασις δὲ προφητεύειν πεποίηκεν καὶ τοὺς Σαοὺλ ἀγγέλους, πεμφθέντας ἐπὶ τὸν Δαβίδ, καὶ αὐτὸν τὸν Σαούλ· οἱονεὶ γὰρ τὸ ζητεῖν αὐτοὺς τὸν Δαβὶδ αἴτιον γέγονεν προφητείας, ἀλλὰ τοιαύτης, ὁποία ἀναγέγραπται.

  59. 28.20.177.1

    ἀλλὰ καὶ Βαλαὰμ οὐκ ἂν ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν τὸ »Ἐκ Μεσοποταμίας μετεπέμψατό με« καὶ τὰ ἑξῆς· μὴ ἰδὼν τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα· καὶ ἀεὶ ἄλλο μέρος στρατοπέδου βλέπων ἀπὸ τῆς καινότητος τοῦ βλεπομένου ἐκινεῖτο πρὸς τὸ λέγειν περὶ τοῦ Ἰσραήλ.

  60. 28.21.178.1

    (16) Ἔμελλε τοίνυν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, ὅπερ ἕτερον ἦν τῶν διεσκορπισμένων τέκνων θεοῦ, ὡς δῆλον ἐκ τοῦ »Ἰησοῦς ἔμελλεν ἀποθνήσκειν, οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ »ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν«.

  61. 28.21.179.1

    τίνα δὲ τὰ παρὰ τὸ ἔθνος διεσκορπισμένα τέκνα θεοῦ νῦν καιρὸς ἤδη ζητεῖν. περὶ τούτων δὴ οἱ μὲν τὰς φύσεις εἰσάγοντες τοὺς κατ’ αὐτοὺς πνευματικοὺς φήσουσιν εἶναι τὰ τέκνα τοῦ θεοῦ, πνευματικῶς οὐκ ἀνακρίναντες πάντα· τοῦτο γὰρ ἀκολουθεῖ λέγειν τοῖς φύσεις εἶναι οἰομένοις, καὶ παρὰ τὸ τοῦ ἀποστόλου βούλημα ἐννοεῖν τοὺς πνευματικούς, διδάσκοντος ὅτι »Ὁ πνευματικὸς ἀνακρίνει »πάντα, καὶ ὑπ’ οὐδενὸς ἀνακρίνεται«.

  62. 28.21.180.1

    τούτῳ δὲ ἀκολουθεῖ τὸν μὴ ἀνακρίνοντα πάντα μὴ εἶναι πνευματικόν, ἢ μηδέπω εἶναι πνευματικόν.

  63. 28.21.181.1

    ἀλλὰ καὶ εἴ τις ὑπό τινος ἀνακρίνεται, ἐπεὶ ὁ πνευματικὸς ὑπ’ οὐδενὸς ἀνακρίνεται, οὐκ ἔστιν πνευματικός, ἢ οὐκ ἔστιν πω πνευματικός.

  64. 28.21.182.1

    μήποτ’ οὖν βέλτιον λέγειν ὅτι γίνεταί τις πνευματικός, οὐ πρότερον ὤν, ὅστις ἤδη καὶ κυρίως ἐστὶν υἱὸς θεοῦ.

  65. 28.21.183.1

    τίνα οὖν ἐστιν τὰ λεγόμενα νῦν τέκνα θεοῦ, εἰ μή εἰσιν οἱ κατὰ τοὺς εἰσά γοντας τὰς φύσεις ›πνευματικοί‹, ὥρα σκοπεῖν· καὶ ὅρα εἰ τέκνα θεοῦ διεσκορπισμένα ἕτερα παρὰ τὸ ἔθνος δύνασαι νοεῖν τοὺς ἤδη, ὅτε ταῦτα ἐλέγετο, δικαίους ἐν θεῷ, εἴτε προκεκοιμημένους πατριάρχας ἢ προφήτας ἤ τινας ἄλλους ἐκλεκτοὺς τοῦ θεοῦ, εἴτε καὶ τοὺς ἤδη τότε ἰσχύοντας· ὡς γὰρ ὑπαρχόντων, τῶν ἰσχυόντων καὶ μηδὲ νοσούντων φησίν· »Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ »κακῶς ἔχοντες«, καὶ ὡς ὄντων δικαίων λέγει· »Οὐκ ἐλήλυθα »καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν«.

  66. 28.21.184.1

    ἔμελλεν οὖν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ μὲν τοῦ ἔθνους ἵνα μὴ ἀπόληται, ὑπὲρ δὲ τῶν | τέκνων τοῦ θεοῦ ὄντων ἐν διασκορπισμῷ, ἵνα συναχθῶσιν εἰς ἓ〈ν καὶ ἐν αὐ〉τῷ γενήσωνται μία ποίμνη, εἷς ποιμήν· ὅτε οἶμαι πληροῦσθαι τὴν τοῦ σωτῆρος εὐχὴν λέγοντος· »Ὡς ἐγὼ καὶ σὺ »ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὠσιν«.

  67. 28.21.185.1

    εἰ δέ τι καὶ βαθύτερόν ἐστιν περὶ Ἰσραὴλ οὐ φύσεως ἀλλὰ γένους εἰπεῖν, περὶ οὗ γέγραπται· »Υἱὸς πρωτότοκός μου Ἰσραήλ ἐστιν«, γενομένου ἐν διασκορπισμῷ, καὶ αὐτὸς ἐπιστήσεις, ὡς εἶναι τούτους τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα, ὑπὲρ ὧν ἔμελλεν ἀποθνήσκειν Ἰησοῦς, ἵνα αὐτὰ συναγάγῃ εἰς ἕν.

  68. 28.22.186.1

    (17) Οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συναγαγόντες συνέδριον καὶ σκεψάμενοι περὶ τοῦ σωτῆρος ἡμῶν τί αὐτῷ ποιητέον αὐτοῖς, Καϊάφα τοῦ ἀρχιερέως τὰ προεκτεθειμένα ⟨εἰπόντος,⟩ ὑπὸ τῶν λόγων αὐτοῦ παροξυνθέντες συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν τὸν κύριον.

  69. 28.22.187.1

    διόπερ ζητήσεις ἀπὸ ποίου πνεύματος προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ πότερον τὸ ἅγιον πνεῦμα καὶ ἐν τοιούτῳ ἐνήργησεν καὶ αἴτιον γεγένηται τῆς κατὰ τοῦ Ἰησοῦ συμβουλῆς, ἢ οὐκ ἐκεῖνο μὲν οὖν, ἄλλο δὲ τὸ δυνάμενον καὶ ἐν τῷ ἀσεβεῖ λαλῆσαι καὶ τοὺς ὁμοίους ἐκείνῳ κατὰ τοῦ Ἰησοῦ κινῆσαι οὐδὲν ἧττον καὶ ἑώρα τι εἰς τὸν Ἰησοῦν, ὡς κατὰ δύναμιν προεξητάσαμεν.

  70. 28.22.188.1

    ὁ μέντοι βουλόμενος ἀπολογεῖσθαι περὶ τοῦ ἁγίου πνεύματος δοκοῦντος αἰτίου γεγονέναι ἵνα συμβουλεύσωνται ἀποκτεῖναι τὸν Ἰησοῦν ἐκ τῶν λόγων κινηθέντες τοῦ Καϊάφα οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι φησὶν ὅτι οὐκ ἀλλότριόν ἐστιν τὸ τοιοῦτο ἔργον τῆς ἁγιότητος, ἐπεὶ μηδὲ Ἰησοῦς ἀνάξιον ἑαυτοῦ πεποίηκεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐλθὼν τῶν ἐν τῷ Ἰσραὴλ καὶ φάσκων· »Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ »βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται«.

  71. 28.22.189.1

    ὡς γὰρ δεόμεθα λόγου σοφίας εἰς τὸ ἀπολογήσασθαι πῶς ὁ ὁμολογῶν εἰς κρῖμα τῷ κόσμῳ τούτῳ ἐπιδεδημηκέναι οὐκ ἀνάξιον ἑαυτοῦ πεποί ηκεν, οὕτως καὶ εἰς τὸ ἐκ τῶν διὰ τοῦ Καϊάφα λόγων τοῦ ἁγίου πνεύματος συμβεβουλεῦσθαι τοὺς ἀρχιερεῖς καὶ τοὺς Φαρισαίους ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν. περὶ μὲν οὖν τοῦ·

  72. 28.22.190.1

    »Εἰς κρἰμα ἐγὼ εἰς »τὸν κόσμον τοῦτον ἦλθον«, ὅσα δεδυνήμεθα ἐν τοῖς εἰς τὸν τόπον ἐξηγητικοῖς εἰρήκαμεν· περὶ δὲ τοῦ νῦν προκειμένου τοιαῦτα ἂν λέγοιτο, ὅτι ὥσπερ τὸν ἱερὸν νοῦν τῶν γραφῶν, ἐπὶ ὠφελείᾳ λεγόμενον τῶν ζητούντων ὑπ’ αὐτοῦ ὠφεληθῆναι, οἱ ἐπὶ τὸ χεῖρον παρεκδε|χόμενοι, ὥστε καὶ ἀφορμὰς ἔχειν δοκεῖν πρὸς κατασκευὴν ἀσεβοῦς διδασκαλίας τῶν ἀδικίαν εἰς τὸ ὕψος λαλούντων, συκοφαντοῦσιν, οὕτως τὴν περὶ τοῦ σωτῆρος ἡμῶν ὑπὸ τοῦ Καϊάφα γενομένην προφητείαν ἀληθεύουσαν ἐν τῷ συμφέρειν ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, οὐχ ὑγιῶς ἀκούσαντες οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἀλλὰ ἄλλον νοῦν νομίσαντες εἶναι καὶ βούλημα τῆς τοῦ Καϊάφα συμβουλῆς, ἀπ’ ἐκείνης συνεβουλεύσαντο τῆς ἡμέρας ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν.

  73. 28.22.191.1

    ταῦτα δέ φημι κατὰ τὸ ἀκόλουθον τῇ περὶ τοῦ ἄγιον εἶναι πνεῦμα τὸ διὰ τοῦ Καϊάφα προφητεῦσαν ἐκδοχῇ, οὐ πάντως 〈συν〉ιστὰς τοῦθ’ οὕτως ἔχειν, ἀλλὰ καταλιπὼν καὶ τοῖς ἐντυγχάνουσιν κρίνειν ὁπότερον χρὴ παραδέξασθαι περὶ τοῦ Καϊάφα, καὶ ὡς † ὑπὸ πόδας τοῦ πνεύματος κεκινημένου.

  74. 28.23.192.1

    (18) Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἀναγεγράφθαι νομίζω βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς ἀπὸ τοῦ θερμότερον καὶ ἀλογιστότερον ἐπιπηδᾶν τῷ [ἐν τῷ] ἕως θανάτου ἀγωνίζεσθαι περὶ τῆς ἀληθείας καὶ μαρτυρεῖν.

  75. 28.23.193.1

    καλὸν μὲν γὰρ ἐμπεσόντα τὸν περὶ τοῦ ὁμολογεῖν τὸν Ἰησοῦν ἀγῶνα μὴ ἀναδύεσθαι τὴν ὁμολογίαν, μηδὲ μέλλειν περὶ τὸ ὑπεραποθανεῖν τῆς ἀληθείας.

  76. 28.23.194.1

    οὐκ ἔλαττον δὲ τούτου καλὸν καὶ τὸ μὴ διδόναι ἀφορμὴν τῷ τηλικούτῳ πειρασμῷ, ἀλλὰ παντὶ τρόπῳ περιῒστασθαι αὐτόν, οὐ μόνον διὰ τὸ περὶ τῆς ἐν αὐτῷ ἐκβάσεως ἄδηλον ἡμῖν, ἀλλὰ καὶ ἵνα μὴ ἡμεῖς πρόφασις γενώμεθα τοῦ ἁμαρτωλοτέροις γενέσθαι καὶ ἀσεβεστέροις τοῖς οὐκ ἂν μὲν τῷ ἔργῳ τοῦ ἡμῶν ἐκκεχύσθαι τὸ αἶμα γενομένοις ἐνόχοις, εἰ τὰ παρ’ ἑαυτοὺς ποιοῦντες ἐξεκλίνομεν τοὺς μέχρι θανάτου ἡμῖν ἐπιβουλεύοντας, ἐσομένοις δὲ ἐν πλείονι καὶ βαρυτέρᾳ κολάσει παρ’ ἡμᾶς εἰ φιλαυτοῦντες καὶ μὴ καὶ τὰ ἐκείνων σκοποῦντες ἐπιδιδῴημεν αὑτοὺς τῷ ἀναιρεῖσθαι, οὐ τῆς ἀνάγκης εἰς τοῦτο καταλαβούσης.

  77. 28.23.195.1

    εἴπερ γὰρ καὶ ὁ πρόφασίς τινι γενόμενος ἁμαρτίας τῷ αὐτὸς ἐπὶ ταύτην κεκινηκέναι τὸν ἁμαρτάνοντα τίσει δίκας ἐπὶ τοῖς δι’ αὐτὸν ἀνθρώπων τινὶ ἡμαρτημένοις, πῶς οὐχὶ καὶ ὁ παρὸν ἐκκλῖναι, ἵνα μὴ ὁ δεῖνα προδότης χριστιανοῦ γένηται καὶ ἐπίβουλος τῆς κατὰ τὸν Ἰησοῦν θεοσεβείας, μὴ ἐκκλίνας μὲν καὶ προσπαροξύνας δὲ οὐχὶ καὶ περὶ τῆς ἐκείνου ἁμαρτίας δώσει λόγον, κἂν τὸ ὅσον ἐπὶ τῇ εἰς τὸ μαρτυρεῖν προθυμίᾳ καὶ τῇ εἰς τοῦτο ἀνδρείᾳ τιμῆς καὶ ἀποδοχῆς ἄξιος ᾖ παρὰ τῷ εὐσεβουμένῳ θεῷ καὶ ὁμολογουμένῳ ὑπ’ αὐτοῦ σωτῆρι;

  78. 28.23.196.1

    ὅτι δὲ | ἡμῶν ἕνεκεν τὰ τοιαῦτα γέγραπται, ἵν’ ἡμεῖς, παράδειγμα ἔχοντες τὸν Ἰησοῦν, καὶ ἐν τοῖς τοιούτοις αὐτοῦ μιμηταὶ γινώμεθα, παραστήσει ἡ λέγουσα γραφή· »Ἐζήτουν οὖν αὐτὸν »πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω »ἐληλύθει ἡ ὥρα αὐτοῦ«.

  79. 28.23.197.1

    ὡς γάρ, κατὰ τὸ ῥητὸν τοῦτο, διὰ τοῦτο οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα παρόντα καὶ μὴ φεύγοντα, ἐπεὶ μήπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, οὕτως καὶ χωρὶς τοῦ ἀναχωρεῖν, ἐν τῷ καιρῷ τοῦ μηδέπω αὐτοῦ ἐφεστηκέναι τὴν ὥραν, οὐκ κατεσχέθημεν ἂν ἡμεῖς.

  80. 28.23.198.1

    διόπερ ἀκουστέον οὐ μόνον τοῦ »Ἐὰν »διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν« καὶ τῶν ἑξῆς, ἀλλὰ καὶ ὅτι ἡνίκα συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι,

  81. 28.23.199.1

    τὸ εὐλόγιστον τηρῶν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ’ οὐδὲ εἰς ἄλλην πόλιν ἀνεχώρησεν ὄχλων πεπληρωμένην, ἀλλά τινα ἀνακεχωρηκυῖαν.

  82. 28.23.200.1

    γέγραπται γάρ· » Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς »Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, »εἰς Ἐφραῒμ λεγομένην πόλιν«.

  83. 28.23.201.1

    καὶ οὐ μόνος γε ἐκεῖ ἀπελήλυθεν, ἀλλὰ μηδεμίαν ἀφορμὴν διδοὺς τοῖς ζητοῦσιν αὐτὸν καὶ τοὺς μαθητὰς μεθ’ ἑαυτοῦ παρείληφεν καὶ »ἐκεῖ ἔμεινεν μετὰ τῶν »μαθητῶν«.

  84. 28.23.202.1

    τοιοῦτόν ἐστιν καὶ τὸ ἐν τῷ κατὰ Ματθαῖον γεγραμμένον, ὅτε »Ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν »Γαλιλαίαν· καὶ καταλιπὼν τὴν Ναζαρέθ, ἐλθὼν κατῴκησεν εἰς »Καφαρναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ«, καὶ ἐπὶ τὸν καιρὸν δὲ φθάσας τοῦ συλληφθῆναι, ἐτήρησεν ὑπὲρ τοῦ μὴ παρ’ ἑαυτὸν τοῦτο παθεῖν μήτε ἐν Ἱεροσολύμοις εὐρεθῆναι μήτε ἐν τῷ ἱερῷ, ἔνθα ἐδίδασκεν πολλάκις, μήτε ἐν ἄλλῳ τοιούτῳ τόπῳ· »Ἐξῆλθεν γὰρ σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν »Κεδρών, ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ »αὐτοῦ«.

  85. 28.23.203.1

    οὕτω δὲ ἀνεχώρει κατ’ ἐκεῖνο καιροῦ καὶ οὐκ ἐδημοσίευεν, ὡς δεῖσθαι τοὺς ἀρχιερεῖς καὶ τοὺς Φαρισαίους, βουλομένους αὐτὸν συλλαβεῖν, τοῦ Ἰούδα, διὰ τὸ μεμαθητεῦσθαι αὐτῷ περιεργαζομένου καὶ τοὺς τόπους τῆς ἀναχωρήσεως αὐτοῦ.

  86. 28.23.204.1

    διὸ τότε »Ἰούδας λαβὼν »σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται »ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων«.

  87. 28.23.205.1

    κατὰ τοῦτον δὲ τὸν τόπον τοῦ εὐαγγελίου δηλοῦται ὅτι εἰ μὲν ἐβούλετο μὴ ἁλῶναι, οὐκ ἂν κατεσχέθη· κατεσχέθη δὲ ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπή κοος τοῖς κα|τέχουσιν καὶ μέχρι τοῦ σταυροῦ.

  88. 28.23.206.1

    ὁπότε γοῦν ἐξῆλθεν, καὶ λέγει τοῖς ἐλθοῦσιν εἰς τὸν κῆπον· » Τίνα ζητεῖτε; ἀπεκρίθησαν »αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον«· καὶ ὡς μὲν »εἶπεν αὐτοῖς· Ἐγώ »εἰμι, [δυνάμεως] ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί«.

  89. 28.23.207.1

    εἶτα μετὰ τοῦτο, ὅτι ἐβουλήθη ἀναδέξασθαι τὴν ἐν τῷ πάθει οἰκονομίαν, πάλιν ἠρώτησεν αὐτούς· » Τίνα ζητεῖτε; οἱ δὲ εἶπον· Ἰησοῦν τὸν »Ναζωραῖον«.

  90. 28.23.208.1

    καὶ μετ’ ὀλίγα· »Ἡ σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ »ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν« ἑκόντα, »καὶ ἔδησαν »αὐτὸν« παρέχοντα ἑαυτὸν τοῖς δεσμοῖς· εἰ γὰρ μὴ ἐβούλετο παθεῖν, εἶπεν ἂν πάλιν· »Ἐγώ εἰμι«· καὶ ἀπῆλθον ἂν οἱ τοσοῦτοι εἰς τὰ ὀπίσω καὶ πάντες ἔπεσον ἂν χαμαί.

  91. 28.23.209.1

    ὥσπερ δὲ διὰ τῶν τοιούτων διδάσκει ἡμᾶς ἐν διωγμοῖς καὶ ταῖς καθ’ ἡμῶν ἐπιβουλαῖς ἀναχωρεῖν, οὕτως ἐν ἄλλοις εὕροις ἂν καὶ ἀπὸ τῶν νομιζομένων εἶναι ἐν κόσμῳ καλῶν ἀναχωροῦντα, ἵνα καὶ διὰ τούτων διδάξῃ φεύγειν τὰ ἐν κόσμῳ ἀξιώματα καὶ τὰς ἐν αὐτῷ ὑπεροχάς.

  92. 28.23.210.1

    Ἰησοῦς γάρ ποτε »γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτόν, ἵνα ποιήσωσιν »βασιλέα, ἀνεχώρησεν εἰς τὸ ὄρος«· ἀλλ’ οὐ μετὰ τῶν μαθητῶν, ἀλλὰ μόνος, μὴ παρέχων μηδὲ τούτοις ἀφορμὴν φιλοῦσιν αὐτὸν καὶ βουληθεῖσιν ἂν μετὰ τῶν θελόντων ποιῆσαι αὐτὸν βασιλέα, ἵν’ ἤδη γένηται καὶ κοσμικῶς αὐτῶν βασιλεύς.

  93. 28.24.211.1

    (19) Ταῦτα μὲν εἰς τὸ ῥητὸν καὶ τὴν ἀπὸ τοῦ εὐαγγελικοῦ γράμματος περὶ ἀναχωρήσεως διδασκαλίαν. εἰς δὲ τὴν ἀναγωγὴν λεχθείη ἂν τοιαῦτα, ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει ὅτε ὁ λόγος τοῦ θεοῦ διὰ προφητῶν αὐτοῖς ἐνεπολιτεύετο· Ἰησοῦ γὰρ ἦν παρρησία ἡ » Τάδε λέγει κύριος«· ἀλλὰ νῦν οὐκέτι παρρησίᾳ ἐν τοῖς Ἰουδαίοις Ἰησοῦς περιπατεῖ, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν, καὶ οὐκ ἔστιν θεοῦ λόγος ἐν Ἰουδαίοις, καὶ ἀπελθὼν ἐκεῖθεν (λέγω δὲ ἀπὸ τῶν Ἰουδαίων) εἰς τὴν ἐγγὺς τῆς ἐρήμου ἦλθεν χώραν, περὶ ἧς λέγεται· »Πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον »ἢ τῆς ἐχούσης τὸν ἄνδρα«, καὶ πρὸς ἣν εἴρηται· » Εὐφράνθητι »στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα«.

  94. 28.24.212.1

    ἔστιν δὲ ἡ ἐγγὺς τῆς ἐρήμου πόλις Ἐφραῒμ, εἰς ἣν ἦλθεν Ἰησοῦς, οὐκέτι παρρησίᾳ περιπατῶν ἐν τοῖς Ἰουδαίοις.

  95. 28.24.213.1

    ἑρμηνεύεται δὲ Ἐφραῒμ ›καρποφορία‹, ἀδελφὸς ὢν Μανασσῆ, πρεσβυτέρου τοῦ ›ἀπὸ λήθης‹ λαοῦ.

  96. 28.24.214.1

    μετὰ γὰρ τὸν ›ἀπὸ λήθης‹ λαὸν καταλειφθέντα γεγέννηται ἡ ἐξ ἐθνῶν ›καρποφορία‹, ὅτε ποταμοὺς μὲν τοὺς ἐν τῷ Ἰσραὴλ »ἔθετο« ὁ θεὸς »εἰς ἔρημον καὶ διεξόδους« τῶν ἐκεῖ »ὑδάτων εἰς »δίψαν« καὶ | »γῆν αὐτῶν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν »κατοικούντων ἐν αὐτῇ«· ἀπὸ δὲ τῶν ἐθνῶν »ἔρημον ἔθετο εἰς λίμνας »ὑδάτων«, καὶ »γῆν ἄνυδρον αὐτῶν γῆν εἰς διεξόδους ὑδάτων«.

  97. 28.24.215.1

    καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας, τὴν ἐκκλησίαν· ἔνθα ἔσπειρεν ἀγροὺς κατὰ τὸν πεσόντα σπόρον ἐπὶ τὴν καλὴν καὶ ἀγαθὴν γῆν καὶ ποιοῦσαν ἑκατονταπλασίονα, καὶ ἐφύτευσεν ἀμπελῶνας· κλήματα γάρ εἰσιν οἱ κυρίου μαθηταί, οἵτινες καὶ »ἐποίησαν καρπὸν γεννήματος· καὶ εὐλόγησεν αὐτοὺς καὶ »ἐπληθύνθησαν σφόδρα«.

  98. 28.24.216.1

    ἀλλ’ οὐδὲ τοὺς ἐν τούτοις ἀλογωτέρους μικροὺς εἶναι ἐλογίσατο ὁ ἀνθρώπους καὶ κτήνη σώζων κύριος· γέγραπται γάρ· »Καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν«.

  99. 28.24.217.1

    καὶ οἱ μὲν Ἰουδαῖοι »ὠλιγώθησαν καὶ ἐκακώθησαν [καὶ] ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης· »καὶ ἐξεχύθη ἐξουδένωσις ἐπὶ« τοὺς διὰ τὸν Ἀβραὰμ »ἄρχοντας, καὶ »ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχὶ ἐν ὁδῷ«.

  100. 28.24.218.1

    μετ’ ἐκείνους δὲ ὁ θεὸς »ἐβοήθησεν τῷ ἀπὸ τῶν ἐθνῶν πένητι λαῷ ἐκ πτωχείας καὶ »ἔθετο ὡς πρόβατα πατριάν«, οὓς ὄψονται εὐθεῖς ἄγγελοι καὶ »εὐ»εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς«.

← Previous · Next → — showing 701800 of 1,232

First Thousand Years of Greek. CTS URN tlg2042.tlg079.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.