Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
- 28.24.219.1
τούτοις δὲ μυστικῶς προφητευομένοις ἐν ἑκατοστῷ ἕκτῳ Ψαλμῷ ἐπιφέρεται· »Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσουσιν τὰ ἐλέη τοῦ »κυρίου;«
- 28.24.220.1
ἐλεοῦντος γὰρ τοῦ κυρίου τοὺς ἀπὸ τῶν ἐθνῶν ὁ σοφὸς ταῦτα φυλάξει, συνιεὶς τὰ ἐλέη τοῦ κυρίου.
- 28.24.221.1
οὐκοῦν Ἰησοῦς οὐκέτι »παρρησίᾳ περιπατεῖ ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς »τὴν χώραν« τοῦ ὅλου κόσμου, »ἐγγὺς τῆς ἐρήμου« ἐκκλησίας, εἰς Ἐφραῒμ τὴν ›καρποφοροῦσαν‹ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.
- 28.24.222.1
καὶ ἔστιν μέχρι τοῦ δεῦρο μετὰ τῶν μαθητῶν αὐτοῦ Ἰησοῦς ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν· πάρεστιν γὰρ τῇ ›καρποφορίᾳ‹.
- 28.24.223.1
καὶ ἐπὶ τῇ γενέσει γε τοῦ Ἐφραῒμ τούτου εἴποι ἂν ὁ γεννήσας αὐτὸν σιτομέτρης ἡμῶν κύριος, ὁ ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· »Ηὔξησέν με ὁ θεὸς ἐν τῇ γῇ τῆς ταπεινώσεώς μου«.
- 28.25.224.1
(20) Οὐ τὸ αὐτὸ νομιστέον εἶναι πάσχα τοῦ κυρίου καὶ πάσχα τῶν Ἰουδαίων· τὸ μὲν γὰρ κατὰ τὸν νόμον πάσχα ἐστὶν τοῦ κυρίου, τὸ δὲ τῶν παρανόμων πάσχα τῶν Ἰουδαίων.
- 28.25.225.1
διὸ παρατηρητέον πότε λέγεται κυρίου τὸ πάσχα | καὶ ἄλλαι ἡμέραι, καὶ πότε οὐ τοῦ κυρίου ἀλλὰ τῶν ἐλεγχομένων ἐπὶ ἁμαρτίαις.
- 28.25.226.1
οἷον ἐν μὲν τῇ Ἐξόδῳ γέγραπται μεθ’ ἕτερα κατὰ τὴν πρώτην περὶ πάσχα ἐντολήν· »Καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν κυρίου«, καὶ κατὰ τὴν δευτέραν· »Ἐὰν λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν· Τίς ἡ »λατρεία αὕτη ὑμῖν; καὶ ἐρεῖτε· Θυσία τὸ πάσχα τοῦ κυρίου, ὡς »ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ«.
- 28.25.227.1
ἐν δὲ τῷ Ἡσαΐᾳ οὐχ ἑαυτοῦ ἀλλὰ τῶν ἁμαρτανόντων φησὶν εἶναι ὁ κύριος τὰς νουμηνίας καὶ τὰ σάββατα καὶ νηστείαν καὶ ἀργίαν καὶ ἑορτάς.
- 28.25.228.1
εἰ δὲ τὰς ἑορτάς, δῆλον ὅτι καὶ τὸ πάσχα· μία γὰρ αὕτη τῶν ἑορτῶν ἐστιν. γέγραπται δὲ οὕτως· »Τὰς νουμηνίας ὑμῶν καὶ »τὰ σάββατα ὑμῶν καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν [ἢ] »καὶ ἀργίαν, καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ »ψυχή μου«. καὶ ἔν τινι δὲ τῶν δώδεκα γέγραπται· »Μεμίσηκα, »ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν«.
- 28.25.229.1
καὶ κατὰ τὴν ἐκκειμένην τοίνυν λέξιν τὸ πάσχα οὐ ›τοῦ κυρίου‹ ἀλλὰ ›τῶν Ἰουδαίων‹ ἦν· ὁ γὰρ σωτὴρ ἡμῶν ἐν αὐτῷ ἐπεβουλεύετο.
- 28.25.230.1
καὶ διὰ τοῦτο αὐτῶν οἶμαι τὸ πάσχα εἰρῆσθαι αὐτοῖς προφητικῶς τῷ »Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς »ὑμῶν«· ἔργον γὰρ οὐχ ἑορτῆς θεοῦ, ἀλλ’ ἐναγὲς ἐν αὐτῷ πεποιήκασιν τὸν Ἰησοῦν ἀποκτείναντες.
- 28.25.231.1
πλὴν πρὸ τοῦ πάσχα τῶν Ἰουδαίων τούτου πολλοὶ ἀνέβησαν εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας, ἵνα ἁγνίσωσιν ἑαυτούς.
- 28.25.232.1
προλαβὼν δ’ ἂν εἴποιμι ὅτι οὐκ ἐνόουν οἱ πολλοὶ πῶς ἂν ἁγνίσαιεν ἑαυτούς· διόπερ δοκοῦντες ἑαυτῶν πάσχα λατρείαν προσφέρειν τῷ θεῷ, τοσοῦτον ἐδέησαν τοῦ ἁγνίσαι ἑαυτοὺς ὥστε ἐναγέστεροι γενέσθαι οὗ ἦσαν ἐναγεῖς πρὶν ἁγνίσωσιν ἑαυτούς. εἶπον γὰρ τῷ Πιλάτῳ οἱ παραδιδόντες αὐτῷ τὸν Ἰησοῦν Ἰουδαῖοι· »Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα«· δι’ οὓς ἔλεγεν τῷ σωτῆρι· »Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ σὸν ἔθνος καὶ οἱ ἀρχιερεῖς παρέδωκάν »σε ἐμοῖ«.
- 28.25.233.1
καὶ οἱ λέγοντές γε ἀναβεβηκέναι ἵνα ἁγνίσωσιν ἑαυτοὺς ἐκραύγασαν λέγοντες τῷ Πιλάτῳ· »Μὴ τοῦτον ἀπολύσῃς ἀλλὰ τὸν »Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής«.
- 28.25.234.1
καὶ πάλιν· »Ἀπεκρίθησαν »οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει »ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν«· καὶ πάλιν· »Οἱ Ἰουδαῖοι »ἐκραύγαζον λέγοντες πρὸς τὸν Πιλᾶτον· Ἐὰν τοῦτον ἀπολύσῃς, »οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει »τῷ Καίσαρι«. καὶ πάλιν· »Ἐκραύγασαν οἱ Ἰουδαῖοι· Ἆρον, ἆρον, »σταύρωσον αὐτόν«.
- 28.25.235.1
καὶ οἱ ἀναβεβηκότες γε πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτοὺς ἔλεγον ἐν αὐτῷ τῷ πάσχα· »Οὐκ ἔχομεν βασιλέα »εἰ μὴ Καίσαρα«. ὅπερ δὲ πρὸς τοὺς μαθητὰς εἶπεν | προφητεύων ὁ σωτὴρ καὶ λέγων· »Ἔρχεται ὥρα ὅτε πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξει »λατρείαν προσφέρειν τῷ θεῷ«· τοῦτο ἀπ’ αὐτοῦ ἀρξάμενον πεπλήρωται.
- 28.25.236.1
οἱ γὰρ ἀξιώσαντες αὐτὸν ἀποθανεῖν ἐδόκουν λατρείαν προσφέρειν τῷ θεῷ, καὶ ἀναβεβήκεισαν εἰς Ἱεροσόλυμα πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
- 28.25.237.1
ὁ δὲ ἀληθὴς ἁγνισμὸς οὐ πρὸ τοῦ πάσχα ἦν ἀλλ’ ἐν τῷ πάσχα, ὅτε Ἰησοῦς ἀπέθανεν ὑπὲρ τῶν ἁγνιζομένων ὡς ἀμνὸς θεοῦ, καὶ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου.
- 28.25.238.1
καὶ ἐζήτουν γε οὗτοι οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα ὠφεληθῶσιν, ἀλλ’ ἵνα αὐτὸν ἀποκτείνωσιν πρὸς οὓς εἶπεν ἄν· »Νῦν δὲ ζητεῖτέ με »ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα ἀπὸ »τοῦ θεοὺ«.
- 28.25.239.1
καὶ ἐν αὐτῷ γε τῷ ἱερῷ ἑστηκότες ἔλεγον πρὸς ἀλλήλους περὶ τοῦ Ἰησοῦ· »Τί δοκεῖ ὑμίν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν »ἑορτήν;«
- 28.25.240.1
ἀλλ’ οὐχ ὅπου οὗτοι ἑστήκεισαν ἑόρταζεν Ἰησοῦς, ἀλλ’ εἰς τὸ μέγα ἀνάγαιον, τὸ σεσαρωμένον καὶ κεκοσμημένον, ὅπου ἐπιθυμίᾳ ἐπεθύμησεν τὸ πάσχα μετὰ τῶν μαθητῶν φαγεῖν πρὸ τοῦ παθεῖν.
- 28.25.241.1
εἴποις δ’ ἂν ὅτι καὶ νῦν ἑστήκασιν ἐν τῷ ἱερῷ ζητοῦντες τὸν Ἰησοῦν, ἐπερειδόμενοι μὲν ὡς ἱεραῖς ταῖς γραφαῖς, διὰ δὲ τὸ ἀγνοεῖν τὸν ἐληλυθότα ζητοῦντες τοῦτον μὲν κακολογεῖν, ἕτερον δὲ τούτου Χριστὸν ὁμολογεῖν.
- 28.25.242.1
πρόσχες δὲ εἰ δύνασαι καὶ ἄλλους Ἰουδαίους λέγειν ἀναβαίνοντας εἰς Ἱεροσόλυμα καὶ ἐρχομένους εἰς τὴν πόλιν τοῦ θεοῦ ἀπὸ τῆς ἔξω Ἱεροσολύμων χώρας, καὶ ἐρχομένους ἵνα ἁγνίσαντες ἑαυτοὺς δυνηθῶσιν, ἡνίκα ἂν τὸ πάσχα τυθῇ Χριστός, ἑορτάζειν μὴ »ζύμῃ παλαιᾷ«, μὴ »ζύμῃ κακίας καὶ πονηρίας, »ἁλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας«.
- 28.25.243.1
καὶ οἱ τοιοῦτοί γε ζητήσουσιν τὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἑστηκότες τῶν γραφῶν καὶ ἐπαπορήσουσιν πρὸς ἀλλήλους, εἰ ἐλεύσεται εἰς τὴν ἑορτὴν Ἰησοῦς.
- 28.26.244.1
(21) Ὅρα πῶς μεμαρτύρηται ἀνακεχωρηκέναι, ἵνα καὶ ἡμεῖς γινώσκωμεν ἐν καιρῷ τὸ τοιοῦτο ποιεῖν. καὶ πρόσχες γε ὅτι οὐκ ᾔδεισαν ὅπου ἐστὶν οὔτε οἱ ἀρχιερεῖς οὔτε οἱ Φαρισαῖοι, καὶ μὴ εἰδότες διδόασιν ἐντολάς, ἵνα ἐάν τις γνῷ ποῦ ἐστὶν μηνύσῃ αὐτοῖς καὶ συλλάβωσιν αὐτόν.
- 28.26.245.1
καὶ ἄλλως δὲ φήσεις ὅτι οἱ ἐπιβουλεύοντες τῷ Ἰησοῦ οὐκ οἴδασιν ποῦ ἐστιν.
- 28.26.246.1
διὸ διδόασιν ἑτέρας παρὰ τὰς τοῦ θεοῦ ἐντολάς, »διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων«.
- 28.26.247.1
καί εἰσιν αὐτῶν αἱ ἐντολαὶ ⟨ἃς⟩ διδόασιν Φαρισαῖοι καὶ ἀρχιερεῖς, τῶν σωματικῶν τυγχάνοντες Ἰουδαίων, κατὰ τοῦ Ἰησοῦ· βούλονται γάρ τινας μηνῦσαι αὐτοῖς τὸν Ἰησοῦν, ἵνα αὐτὸν ὑποχείριον λαβόντες προδῶσιν.
- 28.26.248.1
καὶ φήσεις πάντα τὸν περιεργαζόμενον τὰ περὶ τὸν χριστιανισμὸν ἐπὶ τῷ αὐτὸν ἀνα|τρέπειν καὶ κατηγορεῖν Φαρισαῖόν τινα εἶναι καὶ οὐκ ἀγαθὸν ἀρχιερέα, ἄλλων λόγων διδόντα ἐντολάς, οἷς οἴεται διδάξειν αὑτὸν τὰ περὶ τὸν Ἰησοῦν, ἵνα μηνυθέντα αὐτὸν αὐτῷ πιάσῃ καὶ ὑβρίσας ἀποκτείνῃ.
- 28.26.249.1
Ἀλλὰ γὰρ αὐτάρκη περιγραφὴν εἰληφότος καὶ τοῦ ὀγδόου καὶ εἰκοστοῦ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν τόμου, αὐτοῦ καταπαύσωμεν τὸν λόγον, ἐν τῷ ἐνάτῳ καὶ εἰκοστῷ, θεοῦ διδόντος, ἀρξόμενοι τῶν ἑξῆς.
- 32.1.1.1
Ἀπὸ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ εὐοδούμενοι ἐρχώμεθα τὴν μεγάλην τοῦ εὐαγγελίου ὁδὸν καὶ ζῶσαν ἡμῖν, εἰ καὶ γνωσθείη καὶ ὁδευθείη ὑφ’ ἡμῶν, ⟨ὡς⟩ φθάσαι αὐτῆς καὶ ἐπὶ τὸ τέλος.
- 32.1.2.1
νῦν μέντοι γε οἱονεὶ δευτέρας καὶ τριακοστῆς παρεμβολῆς ἐν τοῖς λεχθησομένοις ἐπιβῆναι πειρώμεθα· καὶ παρείη γε ἡμῖν ὁ στύλος τῆς φωτεινῆς νεφέλης Ἰησοῦ, προάγων ἡμᾶς ὅτε δεῖ, καὶ ἱστὰς ὅτε χρή, ἕως ὅλον καὶ τῇ ὑπαγορεύσει τῶν εἰς τὸ εὐαγγέλιον, ἱερὲ ἀδελφὲ ⟨καὶ θεοῦ⟩ ἄνθρωπε Ἀμβρόσιε, διεξέλθωμεν τὸ εὐαγγέλιον, μὴ ἐκκακοῦντες ἀπὸ τοῦ μακροῦ τῆς ὁδοιπορίας μηδὲ ἀποκάμνοντες διὰ τὴν ἡμε τέραν ἀσθένειαν, ἀλλ’ ἐκβιαζόμενοι κατ’ ἴχνη βαίνειν τοῦ στύλου τῆς ἀληθείας.
- 32.1.3.1
πότερον δὲ βούλεται τὸν νοῦν ἡμῶν τελέσαι διὰ τῶν ὑπαγορεύσεων τὴν ὁδοιπορίαν τῆς ὅλου τοῦ κατὰ τὸν Ἰωάννην εὐαγγελίου γραφῆς ἢ μή, αὐτὸς ἂν εἰδείη ὁ θεός.
- 32.1.4.1
μόνον καὶ ἐνδημοῦντες ἐν τῷ σώματι καὶ ἐκδημοῦντες αὐτοῦ ἐπὶ τῷ ἐνδημῆσαι πρὸς τὸν κύριον ἔξω τοῦ εὐαγγελίου μὴ βαίνοιμεν, ἵνα καὶ τῶν τοὺς μακαρισμοὺς φερόντων ἔργων καὶ λόγων ἐν τῷ παραδείσῳ τῆς τρυφῆς τοῦ θεοῦ ἀπολαύσωμεν.
- 32.2.5.1
Ἐν ταῖς εἰς τὸ κατὰ Λουκᾶν ὁμιλίαις συνεκρίναμεν ἀλλήλαις τὰς παραβολάς, καὶ ἐζητήσαμεν τί μὲν σημαίνει τὸ κατὰ τὰς θείας γραφὰς ἄριστον, τί δὲ παρίστησιν τὸ κατ’ αὐτὰς δεῖπνον.
- 32.2.6.1
καὶ νῦν τοίνυν λελέχθω, ὅτι ἄριστον μέν ἐστιν ἡ πρώτη καὶ πρὸ τῆς συντελείας τῆς ἐν τῷ βίῳ τούτῳ ἡμέρας πνευματικῆς τοῖς εἰσαγομένοις | ἁρμόζουσα τροφή· δεῖπνον δὲ ἡ τελευταία καὶ τοῖς ἤδη ἐπὶ πλεῖον προκεκοφόσι παρατιθεμένη κατὰ λόγον.
- 32.2.7.1
καὶ ἄλλως δ’ εἴποι ἄν τις ἄριστον μὲν εἶναι τὸν νοῦν τῶν παλαιῶν γραμμάτων, δεῖπνον δὲ τὰ ἐναποκεκρυμμένα τῇ καινῇ διαθήκῃ μυστήρια.
- 32.2.8.1
ταῦτα δὲ ἐν προοιμίῳ λέλεκται ἐξετάζοντι πῶς γινομένου δείπνου ἐγείρεται ὁ Ἰησοῦς ἐκ τοῦ δείπνου, καὶ βαλὼν ὕδωρ εἰς τὸν νιπτῆρα ἄρχεται τοὺς τῶν μαθητῶν νίπτειν πόδας.
- 32.2.9.1
οἶμαι γὰρ ὅτι οἱ μετὰ τοῦ Ἰησοῦ δειπνοῦντες καὶ ἐν τῇ ἐπὶ τέλει τοῦ βίου τούτου ἡμέρᾳ μεταλαμβάνοντες σὺν αὐτῷ τροφῆς δέονται μὲν καθαρσίου τινός, οὐ μὴν περί τι τῶν πρώτων τοῦ τῆς ψυχῆς, ἵν’ οὕτως ὀνομάσω, σώματος, ἀλλ’. ὡς ἂν εἴποι τις, χρῄζουσιν ἀποπλύνασθαι τὰ τελευταῖα καὶ τὰ ἔσχατα καὶ τῇ γῇ ἀναγκαίως ὁμιλοῦντα.
- 32.2.10.1
καὶ τοῦτο τὸ καθάρσιον πρῶτον μὲν ὑπ’ οὐδενὸς ἢ τοῦ Ἰησοῦ μόνου γενέσθαι δύναται, δεύτερον δὲ [καὶ τὸ] ὑπὸ τῶν μαθητῶν αὐτοῦ, πρὸς οὓς εἶπεν· »Καὶ »ὑμεῖς ὀφείλετε τοὺς πόδας ἀλλήλων νίπτειν· ὑπόδειγμα γὰρ ἔδωκα »ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε«.
- 32.2.11.1
καὶ ὁ εὐαγγελιστής γε ἐν τούτοις μοι δοκεῖ διεγείρων ἡμῶν τὸν νοῦν ἐπὶ τὸ νοητὸν τῶν κατὰ τὸν τόπον μὴ τετηρηκέναι μὲν σωματικὴν περὶ τοῦ νίψασθαι τὴν ἀκολουθίαν, ὅτε πρὸ τοῦ δείπνου καὶ τῆς ἐπὶ τὸ δειπνεῖν ἀνακλίσεως οἱ δεόμενοι τοῦ νίψασθαι τοὺς πόδας νίπτονται· ὑπερβὰς δὲ τὸν καιρὸν ἐκεῖνον τῷ λόγῳ ἤδη ἀνακλιθέντα τὸν Ἰησοῦν ἐπὶ τὸ δειπνεῖν ἐγηγερκέναι ἐκ τοῦ δείπνου, ἵνα δειπνησάντων ἄρξηται νίπτειν τοὺς πόδας τῶν μαθητῶν ὁ διδάσκαλος καὶ ὁ κύριος.
- 32.2.12.1
πρὸ μὲν γὰρ τοῦ δείπνου ἦσαν λελουμένοι, καὶ γενόμενοι ὅλοι καθαροὶ κατὰ τὸ »Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς »πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν« καὶ τὰ ἑξῆς· μετὰ δὲ τὸ λουτρὸν ἐκεῖνο ἐδεήθησαν δευτέρου ὕδατος εἰς μόνους τοὺς πόδας, τουτέστιν τὰ κατωτάτω τοῦ σώματος.
- 32.2.13.1
ἀδύνατον γὰρ οἶμαι μηδὲν ῥυπωθῆναι τῆς ψυχῆς μηδὲ τὰ τελευταῖα καὶ τὰ κατωτάτω αὐτῆς, κἂν ὡς ἐν ἀνθρώποις τέλειός τις εἶναι δοκῇ.
- 32.2.14.1
οἱ μὲν οὖν πολλοὶ καὶ μετὰ τὸ λουτρὸν κονιορτοῦ τῶν ἁμαρτημάτων πληροῦνται κατὰ τὴν κεφαλὴν ἢ ὀλίγῳ ταύτης κατω τέρω· οἱ δὲ γνησίως τῷ Ἰησοῦ μαθητευθέντες, ὡς φθάσαι καὶ ἐπὶ τὸ συνδειπνεῖν αὐτῷ, μόνους τοὺς πόδας δεομένους ἔχουσιν τῆς ὑπὸ τοῦ λόγου νίψεως.
- 32.2.15.1
ἐνορῶν δὲ διαφοραῖς ἁμαρτημάτων καὶ κατανοῶν τὰ ὡς μὲν πρὸς τὸ ἀκριβὲς καὶ τὸ ἐρρωμένον τοῦ λόγου ἁμαρτήματα, | πρὸς δὲ τοὺς πολλοὺς οὐδὲ νομιζόμενα εἶναι ἁμαρτήματα, ὄψει τίνα ἐστὶν ἐφ’ οἷς δέονται οἱ πόδες τοῦ νίψασθαι ὑπὸ τοῦ Ἰησοῦ.
- 32.2.16.1
καὶ εἴπερ τοιαῦτά ἐστιν τὰ κατὰ τοὺς πόδας μολύσματα, τί ποιήσωμεν οἱ μηδέποτε ἐπὶ τὸ μετὰ τοῦ Ἰησοῦ δεῖπνον ἐφθακότες, μηδὲ τοὺς πόδας μόνους μεμολυμμένοι; λέγοντος Ἰησοῦ τῷ μὴ εἰδότι τότε Πέτρῳ, ἀλλὰ γνωσομένῳ μετὰ ταῦτα τὸ μυστήριον τῆς νίψεως τῶν ὑπὸ Ἰησοῦ καθαριζομένων ποδῶν τὸ »Ἐὰν μὴ νίψω »σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«.
- 32.2.17.1
ὅπερ ζητήσεις τί δηλοῖ· πότερον ὅτι οὐδ’ ὅλως ἔχεις μέρος ἐὰν μὴ νίψω σε ἀγαθόν, ἢ οὐ μετ’ ἐμοῦ μὲν τοῦ διδασκάλου καὶ κυρίου μετὰ τῶν ἐλαττόνων δέ μου, ἐν οἷς εἰσιν οἱ μετὰ τὸ λούσασθαι μήτε δειπνήσαντες τὸ μετ’ ἐμοῦ δεῖπνον μήτε νιψάμενοι ὑπ’ ἐμοῦ τοὺς πόδας, ἢ δειπνήσαντες μέν, οὐ νιψάμενοι δέ.
- 32.2.18.1
ἐγὼ 〈δ’〉 ἐφίστημι διὰ τὸ »Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τὴν θύραν »καὶ κρούω· ἐάν τις ἀνοίξῃ μοι τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν »καὶ δειπνήσω μετ’ αὐτοῦ, καὶ αὐτὸς μετ’ ἐμοῦ«, μήποτε ὁ Ἰησοῦς οὔτε ἀριστᾷ μετά τινος (οὐ γὰρ δεῖται εἰσαγωγῆς καὶ πρώτων μαθημάτων), οὔτε ἀριστᾷ τις μετ’ αὐτοῦ, ἀλλ’ ὁ μετ’ αὐτοῦ ἐσθίων δειπνεῖ μόνον· »Πλεῖον, γάρ φησι, Σολομῶντος ὧδε«, περὶ οὗ γέγραπται· » Καὶ ἦν τὸ ἄριστον Σαλομὼν τόδε«, ὃ κατείλεκται ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν.
- 32.2.19.1
καὶ τοῦτο δὲ τολμήσας εἴποιμ’ ἂν ὡς ἀκόλουθον τῷ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«, ὅτι οὐκ ἔνιψεν τοὺς πόδας τοῦ Ἰούδα, 〈ὅτι〉 ἤδη εἰς τὴν καρδίαν βεβλήκει ὁ διάβολος, ἵνα τὸν διδάσκαλον καὶ κύριον παραδῷ, εὑρὼν αὐτὸν οὐκ ἐνδεδυμένον τὴν πανοπλίαν τοῦ θεοῦ καὶ οὐκ ἔχοντα τὸν τῆς πίστεως θυρεόν, ᾧ δύναταί τις πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.
- 32.2.20.1
γεγραμμένου γὰρ τοῦ » Τοῦ διαβόλου ἤδη βεβληκότος« ἀκούω ὡς καὶ ἐν ἑβδόμῳ Ψαλμῷ τῆς γραφῆς περὶ τούτου διδασκούσης, ὡς τοξότου καὶ βέλη πεπυρωμένα ἐξεργαζομένου τοῖς μὴ πάσῃ φυλακῇ τηροῦσι τὴν ἑαυτῶν καρδίαν.
- 32.2.21.1
ἔχει δὲ οὕτως ἡ τοῦ Ψαλμοῦ λέξις· »Ἐὰν μὴ ἐπιστραφῆτε, . τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον »αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτό· καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη »θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. ἰδοὺ ὠδίνησεν »ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν«.
- 32.2.22.1
πᾶς μὲν οὖν ὁμολογήσει τὸ »Ἰδοὺ ᾠδίνησεν ἀδικίαν, συνέλαβεν πόνον καὶ ἔτεκεν »ἀνομίαν«, δύνασθαι ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον· ἄτοπον δὲ μὴ ὁμοίως τούτῳ καὶ αὐτὰ νομίζειν λέγεσθαι· »Ἐὰν μὴ ἐπιστραφῆτε, »τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ »ἡτοίμασεν αὐτό· καὶ | ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου«· σκεύη γὰρ θανάτου ἄλλος οὐδεὶς ἐν τῷ τόξῳ ἑαυτοῦ ᾧ ἐνέτεινεν ἡτοίμασεν ἢ οὗ τῷ φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.
- 32.2.23.1
ἀπὸ τούτων τοίνυν τῶν βελῶν, ἃ τοῖς καιομένοις ἐξειργάσατο ὁ διάβολος, ἐνέβαλεν εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἤδη βεβλημένου 〈ἐν〉 τῷ δείπνῳ οὐχ ὥστε δὲ ἀρέσεσθαι αὐτῷ, ἐπείπερ ἡ τοῦ δείπνου τούτου τροφὴ καὶ ὁ οἶνος ὁ ἐν αὐτῷ οὐκ ἐδύνατο γενέσθαι ἐν καρδίᾳ ὑπὸ τοῦ διαβόλου βεβλημένῃ βέλει περὶ τοῦ προδοθῆναι τὸν τάχα ἑστιάτορα, ἐπεὶ μὴ σαφῶς ἐν τούτοις φαίνεται τίς ἦν, ὑφ’ οὗ τὸ δεῖπνον ἐγίνετο, ὡς ἐν τοῖς πρὸ τούτων· »Ἐποίησαν, φησίν, »αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ »τῶν ἀνακειμένων σὺν αὐτῷ«.
- 32.2.24.1
ἐπὶ μὲν οὖν τοῦ Ἰούδα γέγραπται τὸ » Τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ »αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης«· τούτῳ δὲ ἀκολούθως λέγοις ἂν περὶ ἑκάστου τῶν ὑπὸ τοῦ διαβόλου εἰς τὴν καρδίαν τετρωμένων· τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα πορνεύσηται, τοῦ δεῖνα, καὶ ἵνα ἀποστερήσῃ, τοῦ δεῖνα, καὶ ἵνα δοξομανῶν εἰδωλο λατρείαν ἀναδέξηται τὴν τῶν δοκούντων εἶναι ἐπ’ ἀξιώματος, τοῦ δεῖνα, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν ἁμαρτημάτων ἅπερ ὁ διάβολος βάλλει εἰς τὴν γυμνὴν τοῦ θυρεοῦ τῆς πίστεως καρδίαν· ἐν ᾧ θυρεῷ πίστεως δύναταί τις οὐχ ἓν οὐδὲ δύο ἀλλὰ καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ πεπυρωμένα σβέσαι.
- 32.3.25.1
Ἐγγιζούσης τοίνυν τῆς κατὰ τὸ πάθος οἰκονομίας, ἐφ’ ὃ ἔμελλεν αὐτὸν παραδιδόναι Ἰούδας Σίμωνος Ἰσκαριώτης τετρωμένος ὑπὸ τοῦ διαβόλου, δείπνου ἤδη γινομένου· » Εἰδώς, φησίν, ὁ Ἰησοῦς, »ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ »ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου«.
- 32.3.26.1
οὐκοῦν τὰ μὴ πρότερον ὄντα ἐν ταῖς χερσὶν τοῦ Ἰησοῦ δίδοται ὑπὸ τοῦ πατρὸς εἰς τὰς χεῖρας αὐτοῦ, καὶ οὐ τινὰ μὲν τινὰ δ’ οὔ, ἀλλὰ πάντα· ὅπερ πνεύματι καὶ ὁ Δαβὶδ βλέπων φησὶ τὸ »Εἶπεν ὁ κύριος »τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου »ὑποπόδιον τῶν ποδῶν σου«.
- 32.3.27.1
καὶ γὰρ οἱ ἐχθροὶ τοῦ Ἰησοῦ μέρος τι τῶν πάντων ἦσαν οὓς ᾔδει, ὅσον ἐπὶ τῇ προγνώσει, δεδόσθαι ἀπὸ τοῦ πατρὸς αὐτῷ ὁ Ἰησοῦς. ἵνα δὲ σαφέστερον θεωρήσωμεν τί ἔστιν τὸ »Πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας«, προσχῶμεν τῷ »Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως »καὶ ἐν τῷ † κυρίῳ πάντες ζωοποιηθήσονται«.
- 32.3.28.1
ἀλλ’ εἰ καὶ πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται, οὐ συγχεῖται ἡ δικαιοσύνῃ τοῦ θεοῦ καὶ τὸ κατ’ ἀξίαν ἕκαστον οἰκονομεῖσθαι· ὅπερ δηλοῦται ἐπιφερομένου τῷ »Οὕ»τως ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται« τοῦ »Ἕκαστος δὲ ἐν »τῷ ἰδίῳ τάγματι«.
- 32.3.29.1
πάλιν τε αὖ τὰ διάφορα νοήσεις τάγματα τῶν ἐν Χριστῷ ζωοποιηθησομένων ὅτε πληροῦται τὸ »Πάντα ἔδωκεν »αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας«, ἐπιστήσας τῷ »Ἀπαρχὴ Χριστός, »ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος«, ὅπερ τέλος μετὰ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐνστήσεται, ὅτε »Παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί«, πρότερον καταργήσας »πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν«.
- 32.3.30.1
ταῦτα δ’ οἶμαι ἐστὶν πρὸς ἃ ἡ πάλη, ἵνα μηκέτι ῃ ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, πρὸς ἃ ἡ πάλη, καὶ διὰ τοῦτο μηκέτι ὑπάρχῃ πάλη, καταργηθείσης πάσης ἀρχῆς τε καὶ ἐξουσίας καὶ δυνάμεως.
- 32.3.31.1
κινεῖ δέ με εἰς τὸ τὴν καταργουμένην »πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν« εἶναι τὰ πρὸς ἃ ἡ πάλη τὸ ἐπιφερόμενον παρὰ τῷ Παύλῳ τούτοις τὸ »Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ »〈τοὺς〉 πόδας αὐτοῦ«. εἶτα· »Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ »θάνατος«.
- 32.3.32.1
καὶ συνάδει γε τῷ »Πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς »χεῖρας αὐτοῦ«, ὅπερ σαφέστερον ἐκτιθέμενός φησιν ὁ ἀπόστολος· »Ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ »ὑποτάξαντος αὐτῷ τὰ πάντα«.
- 32.3.33.1
εἰ δὲ ἅπαντα ὑποτέτακται, καὶ τοῦτο δῆλον, ὅτι »ὑποτέτακται πάντα ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ »πάντα«· καὶ οὗτος περὶ οὗ γέγραπται· »Ἐνώπιον κυρίου »παντοκράτορος ἐτραχηλίασεν«, τῶν ὑποτασσομένων αὐτῷ ἔσται, νικηθεὶς ἐπὶ τῷ εἶξαι τῷ λόγῳ καὶ ὑποταγῆναι τῇ εἰκόνι τοῦ θεοῦ, καὶ γενέσθαι ὑποπόδιον τῶν Χριστοῦ ποδῶν.
- 32.3.34.1
τὴν τοίνυν οἰκονομίαν βλέπων ἐπὶ τὸ χρηστὸν τέλος ὁδεύουσαν ἤδη διὰ τὸ »Τοῦ διαβόλου »ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος »Ἰσκαριώτης· ᾔδει ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατήρ«, καὶ ἔδωκεν εἰς τὰς χωρούσας τὰ πάντα χεῖρας, ἵνα ᾖ τὰ πάντα αὐτῷ ὑποχείρια, ἢ πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, τουτέστιν εἰς τὰς πράξεις αὐτοῦ καὶ τὰ ἀνδραγαθήματα· » Ὁ πατήρ μου, γάρ φησιν, »ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι«.
- 32.3.35.1
διὰ τὰ ἐξελθόντα δὲ ἀπὸ τοῦ θεοῦ ἐξῆλθεν ἀπὸ τοῦ θεοῦ, ἔξω γενομένου τοῦ θεοῦ καὶ τοῦ μὴ βουληθέντος προηγουμένως ἐξελθεῖν ἀπὸ | τοῦ πατρός, 〈ἵνα〉 ἔλθῃ τὰ ἐξελθόντα εἰς τὰς χεῖρας ὁδῷ καὶ τάξει τοῦ Ἰησοῦ, καὶ οἰκονομηθῇ πρὸς τὸν θεὸν ὑπάγειν ἀκολουθοῦντα αὐτῷ, διὰ τὸ ἀκολουθεῖν αὐτῷ ἐσόμενα πρὸς τὸν θεόν.
- 32.3.36.1
Πέτρῳ μὲν οὖν εἴρηταί ποτε· »Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν 〈ἀκολουθῆσαι〉, ἀκο»λουθήσεις δὲ ὕστερον« (ἔτι γὰρ εἶχεν ὁ Πέτρος τὸ μὴ ἐπιτρέπον αὐτῷ ἀκολουθεῖν τῷ λόγῳ ἤδη τότε)·
- 32.3.37.1
τὸ δ’ ὅμοιον [εἶναι] νοεῖν σε δεῖ, ἀλλὰ κατά τινα δικαίαν ἀναλογίαν, λεχθησόμενον πρὸς ἕκαστον τῶν πάντων ὃ ἔδωκεν τῷ υἱῷ ὁ πατὴρ εἰς τὰς χεῖρας· ἑκάστῳ μὲν γὰρ τῶν πάντων λεχθήσεται τὸ »Ἀκολουθήσεις δέ μοι ὕστερον«.
- 32.3.38.1
ἀλλ’ εἰ μὴ ἅμα ἀκολουθήσουσιν, οὐκ ἐπὶ τὸν αὐτὸν ἀναφέρεται καιρὸν τὸ ἑκάστῳ τῶν ἀκολουθησόντων αὐτῷ ἁρμόζον τὸ ὕστερον ἐν τῷ »Ἀκολουθήσεις δὲ ὕστερον«.
- 32.3.39.1
καὶ τοῦτό μοι νόει καὶ περὶ πάντων τῶν καταργουμένων, εἴτε ὅταν καταργήσῃ πᾶσαν ἀρχήν, εἴτε πᾶσαν ἐξουσίαν, εἴτε πᾶσαν δύναμιν, καὶ ἀπαξαπλῶς· »Ἄχρι οὗ θῇ πάντας »τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ· ἔσχατος ἐχθρὸς »καταργηθήσεται ὁ θάνατος«.
- 32.3.40.1
»Εἰδὼς οὖν ὁ Ἰησοῦς ὅτι πάντα ἔδωκεν »αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς »τὸν θεὸν ὑπάγει«, καὶ εἰδὼς † ὅσον ἐφ’ οἷς κεκινήμεθα, ὡς διηγησάμεθα παριστάντες τὸ φανὲν ἡμῖν εἰς τὸ »Ἀπὸ τοῦ θεοῦ ἐξῆλθεν« καὶ εἰς τὸ »Πρὸς τὸν θεὸν ὑπάγει«, »ἐγείρεται, φησίν, ἐκ τοῦ »οδείπνου«, ὅπερ μετὰ τοῦτο κατανοήσωμεν μετὰ τῶν ἑξῆς.
- 32.3.41.1
καὶ ὅρα εἰ δύνασαι ἐν τούτοις λέγειν ὅτι ἀπεριστάτως μὲν αὐτὸν εὔφρανεν τὸ μετὰ τῶν μαθητῶν δειπνεῖν· περιστατικῶς δὲ καὶ ἀναγκαίως διὰ τοὺς μαθητὰς ἀπὸ τοῦ δείπνου ἐγείρεται, καὶ ἐπὶ ποσὸν τοῦ δειπνεῖν παύεται, ἕως τοὺς τῶν μαθητῶν καθαρίσῃ πόδας, οὐ δυναμένων ἔχειν μέρος μετ’ αὐτοῦ, ἐὰν μὴ αὐτὸς αὐτοὺς νίψῃ.
- 32.4.42.1
Τί οὖν λέγεται μετὰ τὸ »Ἐγείρεται ἐκ τοῦ δείπνου« κατανοήσωμεν. »Τίθησιν, φησί, τὰ ἱμάτια, καὶ λαβὼν λέντιον »διεζώσατο«.
- 32.4.43.1
καὶ ἐν τούτοις δὲ εἴποιμεν ἂν τοῖς μὴ βουλομένοις ἀπὸ τῶν ῥητῶν ἀναβαίνειν καὶ νοητῶς νοεῖν τὰ παρατιθέμενα ἐν τούτοις τῆς ψυχῆς βρώματα· τί γὰρ ἐλύπει ἐνδεδυμένον αὐτὸν νίψαι τοὺς πόδας τῶν μαθητῶν;
- 32.4.44.1
ἀλλὰ μή πως ἐὰν ἴδωμεν ἀξίως τοῦ Ἰησοῦ τὰ ἐνδύματα αὐτοῦ, ἃ περιέκειτο δειπνῶν καὶ εὐφραινόμενος μετὰ τῶν μαθητῶν, ἐννοήσωμεν τίνα κόσμον περίκειται ὁ γενόμενος σὰρξ λόγος.
- 32.4.45.1
τοῦτον δὲ ἔν τινι ὑφάσματι λέξεων πρὸς λέξεις καὶ φωνῶν πρὸς φωνὰς συνεστηκότα ἀποτίθεται, καὶ γυμνότερος μετὰ δουλικοῦ σχήματος, ὅπερ δηλοῦται διὰ τοῦ » Λαβὼν λέντιον διεζώσατο«, γίνεται, ἵνα καὶ μὴ πάντη γυμνὸς ᾖ καὶ μετὰ τὸ νίψαι οἰκειοτέρῳ ὑφάσματι ἀπομάξῃ τοὺς τῶν μαθητῶν πόσας.
- 32.4.46.1
καὶ ὄρα ἐν τούτοις| πῶς ἑαυτὸν σμικρύνει ὁ μέγας καὶ δεδοξασμένος λόγος γενόμενος σάρξ, ἵνα νίψῃ τοὺς πόδας τῶν μαθητῶν· »Βάλλει, γάρ φησιν, ὕδωρ εἰς τὸν »νιπτῆρα«.
- 32.4.47.1
Ἀβραὰμ μὲν οὖν ἡνίκα »Ἀναβλέψας τοῖς ὀφθαλμοῖς »αὐτοῦ εἶδεν, καὶ ἰδοὺ ἄνδρες ἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν »προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ »προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου«· οὐκ αὐτὸς λαμβάνει ὕδωρ οὐδὲ ἐπαγγέλλεται νίπτειν τοὺς πόδας αὐτῶν ὡς ξένων ἐλθόντων πρὸς αὐτόν, ἀλλά φησι· » Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας »ὑμῶν«.
- 32.4.48.1
ἀλλ’ οὐδὲ Ἰωσὴῳ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας τῶν ἕνδεκα ἀδελφῶν, ἀλλ’ ὁ ἐπὶ τοῦ οἴκου Ἰωσὴφ ἄνθρωπος »ἐξήγαγεν »πρὸς αὐτοὺς τὸν Συμεών, καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας »αὐτῶν«.
- 32.4.49.1
ὁ δὲ εἰπών· »Ἥλθον οὐχ ὡς ὁ ἀνακείμενος ἀλλ’ ὡς ὁ »διακονῶν« καὶ δικαίως λέγων τὸ »Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός »εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ«, αὐτὸς βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα ᾔδει γὰρ ὅτι οὐδεὶς οὕτω δύναται νίψαι τοὺς πόδας τῶν μαθητῶν, ὡς διὰ τὸ νίψασθαι ἔχειν αὐτοὺς τὴν μερίδα μετ’ αὐτοῦ, ὡς αὐτός·
- 32.4.50.1
τὸ δὲ ὕδωρ, κατ’ ἐμέ, τοιόσδε λόγος ἦν, νίπτων τοὺς πόδας τῶν μαθητῶν, ἐλθόντας ἐπὶ τὸν ὑπὸ τοῦ Ἰησοῦ παρατιθέμενον αὐτοῖς νιπτῆρα.
- 32.4.51.1
εἶτα ζητῶ τί δήποτε οὐ γέγραπται μὲν τὸ ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν‹, λέλεκται δὲ τὸ »Καὶ ἤρξατο νίπτειν τοὺς »πόδας τῶν μαθητῶν«.
- 32.4.52.1
ἆρα γὰρ συνήθειά ἐστιν τοιαύτη τῶν γραφῶν, καθ’ ἣν δοκεῖ μὴ εὐλόγως, ὡς πρὸς τὴν τῶν πολλῶν συνήθειαν, προτάσσεσθαι τὸ » Ηρξατο«; ἢ τότε μὲν »Ἠρξατο νίπτειν τοὺς »πόδας τῶν μαθητῶν« ὁ Ἰησοῦς, οὐ μὴν ἐπαύσατο τότε νίψας αὐτῶν τοὺς πόδας;
- 32.4.53.1
ὕστερον γὰρ ἔνιψε καὶ ἐτέλεσε τὸ νίπτειν, ἐπεὶ ἐμολύνθησαν κατὰ τὸ » Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν »τῇ νυκτὶ ταύτῃ«, καὶ τὸ πρὸς Πέτρον λεγόμενον τὸ »Οὐ μὴ »φῶνήσει ἀλέκτωρ, ἕως ἂν ἀρνήσῃ με τρίς«.
- 32.4.54.1
τούτων γὰρ γενομένων τῶν ἁμαρτημάτων, νίψεως πάλιν ἐδέοντο οἱ μολυνθέντες τῶν μαθητῶν πόδες, οὓς ἤρξατο νίπτειν ἡνίκα ἐγείρεται ἐκ τοῦ δείπνου. συνετέλεσεν 〈δὲ〉 τὸ νίπτειν καθαρίσας αὐτοὺς οὐκέτι μολυνθησομένους.
- 32.4.55.1
οὕτω δὲ καὶ τό〈τε〉 μὲν ἤρξατο ἐκμάσσειν τοὺς πόδας τῶν μαθητῶν, συνετέλεσεν δὲ ἐκμάσσων, ὅτε συνετέλεσεν καὶ νίπτων.
- 32.5.56.1
Τοῖς νῦν ὑπὸ τοῦ Πέτρου λεγομένοις ἐν καιρῷ χρησόμεθα παραδείγματος ἕνεκεν, εἴ που δέοι, ὅτι ἐστὶν δυνατόν τινα κατὰ πρόθεσιν βελτίστην λέγειν διὰ τὸ ἀνεπίστημον τὰ μηδαμῶς ἑαυτῷ συμφέροντα.
- 32.5.57.1
εἰ γὰρ συμφέρον μὲν ἦν πρὸς τὸ ἔχειν μέρος μετὰ τοῦ Ἰησοῦ τὸ νίψασθαι τοὺς πόδας ὑπ’ αὐτοῦ, Πέτρος δὲ μὴ ἐπιστάμενος, ὅτι συμφέρον τοῦτο ἦν, πρότερον μὲν εἶπεν οἱονεὶ ἐπαπορῶν δυσωπητικῶς τὸ »Κύριε, σύ μου νίπτεις τοὺς πόδας;« δεύτερον δὲ τὸ » Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα«, καὶ τὰ λεγόμενα κωλυτικὰ ἦν ἔργου τοῦ φέροντος αὐτὸν ἐπὶ τὸ ἔχειν μετὰ τοῦ σωτῆρος τὸ μέρος, δῆλον ὅτι εἰ καὶ ὑγιεῖ προθέσει καὶ σεβασμίῳ πρὸς τὸν διδάσκαλον τοῦτο ἔλεγεν, ἐπιβλαβῶς ἑαυτῷ ἔλεγεν.
- 32.5.58.1
τοῦ δὲ τοιούτου εἴδους τῶν ἁμαρτημάτων ὁ βίος πεπλήρωται τῶν ἐν τῷ πιστεύειν προτιθεμένων μὲν τὰ κρείττονα, διὰ δὲ ἄγνοιαν τὰ ἐπὶ τὸ ἐναντίον φέροντα λεγόντων ἢ καὶ πραττόντων.
- 32.5.59.1
καὶ τοιοῦτοί γέ εἰσιν οἱ τὸ »Μὴ ἅψῃ, μὴ γεύσῃ, μὴ θίγῃς« φάσκοντες περὶ πάντων τῶν εἰς φθορὰν καὶ ἀπόχρησιν τῶν ἀνθρώπων, κατά τινα πολὺ τῆς θείας ὑποβεβηκυῖαν τῆς »Ὡς ἄνθρωπος ἀποθάνῃ« διδασκαλίαν.
- 32.5.60.1
τί δὲ 〈δεῖ〉 περὶ τῶν ἐν ταῖς αἱρέσεσιν κλυδωνιζομένων καὶ περιφερομένων παντὶ ἀνέμῳ ἐπὶ τὴν κυβείαν τῶν ἀνθρώπων λέγειν, διαλαλούντων 〈ὡς〉 σωτήρια τὰ ὀλέθρια καὶ ὡς ἐπὶ σεβασμῷ τοῦ Ἰησοῦ τὰ ψευδῆ περὶ αὐτοῦ δοξαζόντων;
- 32.5.61.1
πολλάκις δὲ τὸν Πέτρον τοιοῦτον ἡ γραφὴ ἐσημειώσατο, θερμότερον εἰς τὸ ἐπαγγέλλεσθαι τὰ φαινόμενα αὐτῷ κρείττονα· καθάπερ καὶ ἐν τῷ ἀνεξετάστως εἰρημένῳ καὶ ἀθετητικῶς τῆς Ἰησοῦ περὶ τῶν μαθητῶν προφητείας εἰπόντος· »Πάντες »ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ« , καὶ τὴν αἰτίαν παριστάντος ἐν τῷ » Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ »διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης«. ἀνεξετάστως γὰρ πρὸς τοῦτο καὶ ἀθετητικῶς τῆς Ἰησοῦ ἀποφάσεως εἶπεν τὸ » Εἰ καὶ πάντες »σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐ σκανδαλισθήσομαι« .
- 32.5.62.1
καὶ τοῦτο ἔτι τότε προπετὲς ὄν ἐν τῇ | ψυχῇ αὐτοῦ αἴτιον οἶμαι γέγονεν τοῦ ὑπὲρ τὸ μέτρον τοῦ τῶν λοιπῶν σκανδαλισμοῦ ἡμαρτηκέναι αὐτόν, ἀρνησάμενον τὸν Ἰησοῦν τρὶς πρὶν ἀλεκτοροφωνίας.
- 32.5.63.1
διόπερ ἐπιστήσας τῇ τοιαύτῃ προτέρᾳ ἑαυτοῦ προπετείᾳ ὠφελήθη καὶ τὰ μέγιστα, ὡς γένεσθαι στιβαρώτατος καὶ μακροθυμότατος· ὅπερ δηλοῦται Παύλου μὲν εἰπόντος αὐτῷ »ἔμπροσθεν πάντων· Εἰ σὺ Ἰουδαῖος »ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῆς, πῶς τὰ ἔθνη ἀναγκάζεις »ἰουδαΐζειν;« καὶ τὰ ἑξῆς· τοῦ δὲ μετὰ στίβους σιωπήσαντος καὶ τὸ κατὰ τὸν τόπον εὔλογον ἀνεξικακώτατα μὴ παραστήσαντος, περὶ οὗ ἐν τῇ πρὸς Γαλάτας οἰκειότερόν τις διαλήψεται.
- 32.5.64.1
καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων τὸ καθεστηκὸς αὐτοῦ, τὴν αὐτὴν εἰκόνα μεταμορφωθέντος, τοῖς ἑκάστῳ ἐφιστᾶσι καὶ προσέχουοι φανεῖται.
- 32.6.65.1
Καὶ ἐνθάδε τοίνυν ἐγερθέντι τῷ Ἰησοῦ ἐκ τοῦ δείπνου καὶ θέντι τὰ ἱμάτια καὶ διαζωσαμένῳ ὃ εἴληφεν λέντιον, καὶ βάλλοντι ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἀρξαμένῳ τοὺς πόδας νίπτειν τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἣν διεζωσμένος, πάντες μὲν παρεῖχον τοὺς πόδας, ἀκολούθως τῇ περὶ τοῦ Ἰησοῦ προλήψει θεωροῦντες ὅτι οὐκ ἂν ὁ τηλικοῦτος ἀλόγως καί, ὡς ἂν οἱ πολλοὶ λέγοιεν, βαρεῖν τοὺς μαθητὰς θέλων, νίπτοι αὐτῶν τοὺς πόδας, ἀλλά τι χρήσιμον ἐπιτελῶν ὃ περιέμενον γνώσεσθαι ὕστερον, ἐννοοῦντες μήποτε σύμβολόν τινος ταῦτα πράττοιτο· μόνος δὲ ὁ Πέτρος τῷ προχειροτέρῳ ἐνιδὼν καὶ οὐδένα ἕτερον λογισμὸν ἐκείνῳ παρατιθείς, ὡς σέβων τὸν Ἰησοῦν οὐ παρεῖχεν αὐτοῦ εἰς τὸ νίψασθαι τοὺς πόδας, ἀλλὰ πρότερον μὲν δυσωπεῖν αὐτὸν ἐπειρᾶτο ἐν τῷ » Κύριε, σύ »μου νίπτεις τοὺς πόδας;« μετὰ δὲ τοῦτο δέον αὐτὸν πεισθῆναι τὸ »Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἴδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα«, φησὶ τὸ »Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα«.
- 32.6.66.1
ἄλλως δὲ τῶν λοιπῶν μαθητῶν ἐμπιστευσάντων ἑαυτοὺς τῷ Ἰησοῦ καὶ περὶ μηδενὸς ἀντιλεγόντων αὐτῷ, οὗτος δι’ ὧν λέγει, εἰ καὶ ὑγιῶς ἔδοξεν προτίθεσθαι, οὐ μόνον τοῦ Ἰησοῦ κατηγορεῖ, ὡς ἀλόγως ἀρξαμένου νίπτειν τοὺς τῶν μαθητῶν πόδας, ἀλλὰ καὶ τῶν συμφοιτητῶν.
- 32.6.67.1
εἰ γὰρ αὐτὸς μέν, ὡς ᾠήθη, τὸ καθῆκον ἐν τῷ κωλύειν ἐθέλειν ἐποίησεν, ἐκεῖνοι δὲ μὴ ἑωράκασιν αὐτό, κατηγόρησεν ἐκείνων, παρὰ τὸ καθῆκον ἑαυτῶν τοὺς πόδας ἐμπαρεσχηκότων τῷ Ἰησοῦ· καὶ εἰ ἐφρόνει τε τῷ εὐλόγῳ μὴ δεῖν ἀντιλέγειν καὶ εὔλογον ἐνόμιζεν εἶναι τὸ γινόμενον ἐν τῷ νίπτεσθαι τοὺς πόδας τῶν μαθητῶν ὑπὸ τοῦ Ἰη σοῦ, οὐκ ἂν ἀντέλεγεν | τῷ γινομένῳ.
- 32.6.68.1
φαίνεται οὑν ἀκρίτως μὴ εὔλογον νενομικέναι εἶναι τὸ περὶ τοῦ νίψαι τοὺς πόδας τῶν μαθητῶν τοῦ Ἰησοῦ βούλημα. εἰ δὲ χρὴ μέχρι τῶν ἐλαχίστων εἶναι νομιζομένων ἐρευνᾶν τὴν γραφήν, ζητήσαι τις ἂν τί δήποτε, πρώτου κατειλεγμένου τοῦ Πέτρου εἰς τὸν ἀριθμὸν τῶν δώδεκα, τάχα ὡς τῶν λοιπῶν τιμιωτέρου, ἐπεὶ καὶ ὁ ἀληθῶς πάντων ἔσχατος Ἰούδας ἦν. ὑπὸ τῆς μοχθηρᾶς διαθέσεως ἐπὶ τὰ τελευταῖα ἀνταπερριμμένος, ὁ Ἰησοῦς ἀρξάμενος νίπτ̇ειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος, οὐκ ἀπὸ Πέτρου ἤρξατο.
- 32.6.69.1
καὶ λεκτέον πρὸς τοῦτο ὅτι ὥσπερ ἰατρὸς πλείοσιν ἀρρώστοις κατὰ τὴν ἰατρικὴν διακονούμενος, ἀπὸ τῶν κατεπειγόντων καὶ χείρονα πεπονθότων τὴν ἀρχὴν ποιεῖται τῆς θεραπείας, οὕτως ὁ ἐρρυπωμένους τοὺς πόδας νίπτων τῶν μαθητῶν ἄρχεται ἁπὸ τῶν μᾶλλον ἐρρυπωμένων, καὶ τάχα ἐπὶ τελευταῖον ἦλθεν τὸν Πέτρον, ὡς ἔλαττον πάντων δεόμενον τῆς νίψεως τῶν ποδῶν.
← Previous · Next → — showing 801–900 of 1,232
First Thousand Years of Greek. CTS URN tlg2042.tlg079.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.