Ancient Textssearch the texts themselves, not just their titles

← All works

Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,232 sections

  1. 28.3.19.1

    ὡς γὰρ τούτῳ εἶπεν ὁ θεὸς καὶ »ἐγενήθησαν, »ἐνετείλατο καὶ ἐκτίσθησαν«, οὕτως τῷ πιστῷ εἶπεν μὲν Χριστός, πεποίηκεν δὲ οὗτος· καὶ ἐνετείλατο ὁ υἱὸς τοῦ θεοῦ, οὗτος δὲ τὴν ἐντολὴν πεπλήρωκεν, μηδὲν ὑπερθέμενος μηδὲ ζημιώσας ἑαυτὸν παρακοῇ τοῦ μεταξὺ τῆς προστάξεως καὶ τοῦ ἔργου χρόνου· νομιστέον γὰρ τῷ ὕστερον ποιοῦντι τὸ προστεταγμένον παρακοῆς χρόνον εἶναι περὶ τῆς ἐντολῆς τὸν τῆς ἀναβολῆς.

  2. 28.3.20.1

    διὰ τοῦτο δὲ καὶ ὁ ἐν τῇ παραβολῇ τοῦ εὐαγγελίου προσταχθεὶς ὑπὸ τοῦ πατρὸς πορευθῆναι εἰς τὸν ἀγρὸν καὶ ἐργάσασθαι, μὴ παραχρῆμα ποιήσας ἀλλ’ ὅτε ὕστερον μεταμεληθεὶς ἀπῆλθεν, οὐκ ἐποίησεν τὸ θέλημα τοῦ πατρὸς ἐν τῷ πρὸ τῆς μεταμελείας χρόνῳ.

  3. 28.3.21.1

    διόπερ μνημονευτέον τοῦ »Μὴ ἀνάμενε »ἐπιστρέψαι πρὸς κύριον, μηδὲ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας« καὶ τοῦ »Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε καὶ αὔριον δώσω, δυνατοῦ σου »ὄντος εὖ ποιεῖν«.

  4. 28.3.22.1

    χρὴ τοίνυν κατηγορίαν νομίζειν εἶναι τῆς Μάρθας βραδύτερον γεγραμμένον τὸ »Ἦραν οὖν τὸν λίθον«, δέον ἑξῆς αὐτὸ εἰρῆσθαι τῷ »Λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον«.

  5. 28.4.23.1

    Περὶ τῶν ὀφθαλμῶν Ἰησοῦ καὶ τῆς σχέσεως αὐτῶν πρός τινας ἐπιμελῶς τηρητέον καὶ ἐξεταστέον· οἷον ἐν μὲν τῷ κατὰ Λουκᾶν, ὅτε ἔμελλεν λέγειν τοὺς μακαρισμοὺς καὶ τὴν ἑξῆς αὐτοῖς διδασκαλίαν· »Ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ »ἔλεγεν«· νυνὶ δὲ »Ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἄνω καὶ εἶπεν«.

  6. 28.4.24.1

    διδασκόμεθα γὰρ ἀπὸ μὲν τοῦ προτέρου ὅτι μὴ κάτω εἰσὶν οἱ τοῦ Ἰησοῦ μαθηταί· διόπερ ἐπαίρονται οἱ ὀφθαλμοὶ τοῦ διδασκάλου εἰς αὐτούς, οἷς ἄξιον ἦν ἐπᾶραι αὐτὸν τοὺς ἑαυτοῦ ὀφθαλμούς· διὰ δὲ τοῦ νῦν ἐξεταζομένου ὅτι μετέθηκεν ἑαυτοῦ τὸ διανοητικὸν ἀπὸ τῆς | πρὸς τοὺς κάτω ὁμιλίας καὶ ἀνήγαγεν καὶ ὕψωσεν προσάγων αὐτὸ τῇ πρὸς τὸν ὑπεράνω πάντων πατέρα εὐχῇ.

  7. 28.4.25.1

    ἀλλὰ καὶ εἴπερ μιμητὴς Χριστοῦ ἐστι Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, ἀνάγκη τὸν κατὰ ζῆλον καὶ μίμησιν τῆς Χριστοῦ εὐχῆς εὐξόμενον, ἄραντα τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἄνω καὶ ἀναβιβάσαντα αὐτοὺς ἀπὸ τῶν τῇδε πραγμάτων καὶ μνήμης καὶ ἐννοιῶν καὶ λογισμῶν, οὕτως εἰπεῖν τῷ θεῷ τοὺς λόγους τῆς εὐχῆς τοὺς περὶ μεγάλων καὶ ἐπουρανίων μεγάλους καὶ ἐπουρανίους.

  8. 28.4.26.1

    εἰ δέ τις πρὸς ταῦτα ἀνθυποίσει τὸν μηδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θελήσαντα τελώνην καὶ τύψαντα ἑαυτοῦ τὸ στῆθος καὶ εἰπόντα· »Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ«, λεκτέον πρὸς αὐτὸν ὅτι ὥσπερ οὐ πᾶσιν οὐδὲ ἀεὶ παραληπτέον τὴν κατὰ θεὸν λύπην μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργαζομένην, ἀλλ’ ἢ μόνῳ καὶ παντὶ τῷ ἄξια τοιαύτης λύπης ποιήσαντι καὶ μεταγινώσκοντι ἐπ’ αὐτοῖς, καὶ παραληπτέον γε αὐτὴν σὺν μέτρῳ καὶ μὴ περισσήν, ἵνα μὴ τῇ πε ρισσοτέρᾳ λύπῃ καταποθῇ ὑπὸ τοῦ Σατανᾶ, οὕτως μήποτε οὐ παντὶ καθήκει μηδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θέλειν, ὡς οὐδὲ ἑστάναι μακρόθεν.

  9. 28.4.27.1

    ἕκαστος δὲ ἑαυτὸν περὶ τῶν τοιούτων κρινέτω, καὶ »δοκιμαζέτω ἄνθρωπος ἑαυτόν, καὶ οὕτως« οὐ μόνον »ἐκ τοῦ ἄρτου »ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω«, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπαράτω καὶ αἰρέτω αὐτοὺς ἄνω κατὰ τὴν εὐχὴν, ὑποτάσσων ἑαυτὸν θεῷ καὶ ταπεινῶν ἑαυτὸν ἐκείνῳ λεγέτω.

  10. 28.4.28.1

    καὶ εἰ νομίζομεν τῷ ὀπωσποτοῦν βιοῦντι καθήκειν ὁμοίως τῷ τελώνῃ μηδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θέλειν, ὥρα λέγειν ὁμοίως τῷ μὴ ἐπᾶραι θέλειν τοὺς ὀφθαλμοὺς καὶ ἀπὸ μακρόθεν τοῦ ἱεροῦ ἑστάναι δεῖν.

  11. 28.4.29.1

    ἱερὸν δὲ ποῖον ἂν εἴη ἢ 〈ἡ〉 ἐκκλησία τοῦ ζῶντος θεοῦ; ἥτις καὶ οἶκος θεοῦ παρὰ τῷ Παύλῳ ὀνομάζεται λέγοντι· »Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς »δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, »στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας«.

  12. 28.4.30.1

    ὥσπερ 〈οὖν〉 οὐ παντὶ καθήκει μὴ χρῆσθαι τῷ ἄρτῳ καὶ μὴ πίνειν ἐκ τοῦ ποτηρίου καὶ [μὴ] πόρρω εἶναι τοῦ οἴκου τοῦ θεοῦ καὶ τῆς ἐκκλησίας· οὕτως οὐ παντὶ καθήκει τὸ μὴ θέλειν ἐπᾶραι τοὺς ὀφθαλμούς.

  13. 28.4.31.1

    ἁμαρτάνει δὲ εἴ τις καθήκοντος αὐτῷ ἐπαίρειν τοὺς ὀφθαλμοὺς μὴ ἐπαίρει, καὶ εἴ τις καθήκοντος μὴ ἐπαίρειν ἐπαίρει.

  14. 28.4.32.1

    ὁ μὲν οὖν κατὰ τὸ εὐαγγέλιον τελώνης οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι, καθηκόντως ποιῶν· ἐπάραι δ’ ἂν αὐτοὺς εὐλόγως ὁ παρὼν τῷ Ἰησοῦ μαθητής, πρὸς ὃν καὶ ἐντολὴ δίδοται ἡ λέγουσα· »Ἐπάρατε | τοὺς ὀφθαλμοὺς »ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν »ἤδη«.

  15. 28.4.33.1

    καὶ ὁ προφήτης δέ φησιν· »Ἐπάρατε εἰς ὕψος τοὺς »ὀφθαλμοὺς ὑμῶν«· ἀλλὰ καὶ ἐν ἑκατοστῷ εἰκοστῷ δευτέρῳ ψαλμῷ, ὄντι ᾠδῇ τῶν ἀναβαθμῶν τετάρτῃ, ὡς καθηκόντως ἐπάρας τοὺς ὀφθαλμοὺς πρὸς θεόν φησιν ὁ προφήτης· »Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς »μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων »εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας »τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν »ἡμῶν ἕως οὗ οἰκτειρήσῃ ἡμᾶς«.

  16. 28.5.34.1

    Εἰ δὲ καὶ σαφέστερον χρὴ παραστῆσαι τίνι μὲν ἤδη καθήκει μιμεῖσθαι τὸν Ἰησοῦν, ἄραντι τοὺς ὀφθαλμοὺς ἄνω, ἐν τῷ καὶ αὐτὸν ἐπαίρειν ἑαυτοῦ τοὺς ὀφθαλμούς, καὶ τίνι τοῦτο μὲν οὐ καθήκει, ὁμοίως δὲ τῷ τελώνῃ οὐ μόνον μακρόθεν ἑστάναι τοῦ ἱεροῦ ἁλλὰ καὶ μὴ θέλειν ἐπᾶραι τοὺς ὀφθαλμούς, παραθησόμεθα ἐκ τοῦ Δανιὴλ τὰ περὶ τῶν ἐρασθέντων τῆς Σουσάννας ἀνόμων πρεσβυτέρων οὕτως ἔχοντα· » Καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ »ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ »μνημονεύειν κριμάτων δικαίων«, καὶ τὰ περὶ τῆς Σουσάννας τοῦτον εἰρημένα τὸν τρόπον· »Ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν, »ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ κυρίῳ«. παρατήρει γὰρ ἐν τούτοις ὅτι οἱ μὲν διαστρέψαντες τὸν ἑαυτῶν νοῦν ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανόν, ἡ δὲ πεποιθυῖα ἐπὶ τῷ κυρίῳ ἀκολούθως τῷ πεποιθέναι ἐπὶ τῷ κυρίῳ ἀνέβλεψεν εἰς τὸν οὐρανόν.

  17. 28.5.35.1

    ἔπρεπεν τοίνυν τῇ μὲν ἐπὶ τῇ περὶ τῆς σωφροσύνης παρρησίᾳ μελλούσῃ εὔχεσθαι ἀναβλέπειν εἰς τὸν οὐρανὸν καὶ αἴρειν τοὺς ὀφθαλμοὺς ἄνω· τοῖς δὲ πρεσβυτέροις (εἰ καθ’ ὑπόθεσιν μετὰ τὸ διαστρέψαι τὸν ἑαυτῶν νοῦν καὶ ἐκκλῖναι τοὺς ὀφθαλμοὺς ἑαυτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων, μετενόουν, πεῖραν μὲν προσαγαγόντες τῇ γυναικὶ μὴ τυχόντες δὲ τοῦ ἐπιθυμουμένου, καὶ μετὰ τοῦτο εὔχοντο), καὶ μὴ θέλειν τοὺς ὀφθαλμοὺς ἐπᾶραι ἢ καὶ πόρρωθεν ὁμοίως τῷ τελώνῃ ἑστηκέναι καὶ τύπτειν ἑαυτῶν τὰ στήθη καὶ λέγειν· »Ὁ θεός, ἱλάσθητί μοι τῷ »ἀμαρτωλῷ«.

  18. 28.5.36.1

    τοῦ δὲ αἴροντος τοὺς ὀφθαλμοὺς ἄνω καὶ ἐπαίροντος αὐτοὺς καθηκόντως εἰς οὐρανὸν 〈ἂν〉 εἴη † καθῆκον καὶ τὸ ἐπαίρειν ὁσίους χεῖρας, μάλιστα ὅτε χωρὶς ὀργῆς καὶ διαλογισμοῦ ἀναπέμπει τὴν εὐχήν.

  19. 28.5.37.1

    οὕτω γὰρ καὶ τῶν ὀφθαλμῶν αἰρομένων ἄνω διὰ τῆς ἐννοίας καὶ | τῆς θεωρίας, καὶ τῶν χειρῶν ἐπαιρομένων ἐν πράξεσιν ἐπαιρούσαις καὶ ὑψούσαις τὴν ψυχήν, ὡς ἐπῆρεν Μωσῆς τὰς χεῖρας, ὥστ’ ἂν εἰπεῖν· »Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή«· Ἀμαληκῖται μὲν καὶ πάντες οἱ ἀόρατοι ἐχθροὶ ἡττηθήσονται, οἱ ἐν ἡμῖν δὲ Ἰσραηλῖται λογισμοὶ νικήσουσιν.

  20. 28.5.38.1

    τοσαῦτα καὶ εἰς τὸ »Ὁ Ἰησοῦς »ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν« κατὰ τοῦτο φανέντα ἡμῖν ἀκόλουθα.

  21. 28.6.39.1

    (5) Εἴπερ τοῖς ἀξίοις τῶν ἐν σαρκὶ ζώντων καὶ μὴ κατὰ σάρκα στρατευομένων εὐχομένοις τοιαύτη τις λέγεται ὑπὸ θεοῦ περὶ τῆς εὐχῆς αὐτῶν ἐπαγγελία· » Καὶ ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ »πάρειμι«· τί χρὴ νομίζειν ἐπὶ τοῦ σωτῆρος καὶ κυρίου ἢ ›Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοὺ πάρειμι‹; ἅμα γὰρ »ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ »εἶπεν«.

  22. 28.6.40.1

    τί δὲ εἶπεν; εἰ οἷόν τέ ἐστιν ὡς ἐν τοιούτοις στοχάσασθαι ἀκολούθως τῷ »Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοῦ πάρειμι«, ἂν εἴη πλεῖον [ᾖ] 〈τὸ〉 πρὸς τὸν σωτῆρα λεγόμενον παρὰ τὸ ἐν τῇ πρὸς τοὺς δικαίους ἐπαγγελίᾳ γεγραμμένον· »Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι«. τί οὖν εἶπεν;

  23. 28.6.41.1

    προέθετο μὲν εἰπεῖν εὐχήν· προλαβόντος δὲ τὴν εὐχὴν αὐτοῦ τοῦ εἰπόντος ἂν αὐτῷ· »Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοὺ πάρειμι« ἀντὶ τῆς κατὰ πρόθεσιν ἂν λεχθείσης εὐχῆς λέγει τὴν ἐπὶ τῷ προλαβόντι τὴν εὐχὴν εὐχαριστίαν· καὶ ὡς ἐπακουσθεὶς ἐφ’ οἷς ἐνενόησεν μέν, οὐ προήνεγκεν δὲ ἐν τῷ εὔχεσθαι, φησί· »Πάτερ, »εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου«.

  24. 28.6.42.1

    ἔμελλεν οὖν εὔχεσθαι περὶ τῆς Λαζάρου ἀναστάσεως, καὶ προλαβὼν αὐτοῦ τὴν εὐχὴν ὁ μόνος ἀγαθὸς θεὸς καὶ πατὴρ ἤκουσεν τῶν μελλόντων λέγεσθαι ἐν τῇ εὐχῇ, ἐφ’ οἷς ἐν ἐπηκόῳ τοῦ περιεστηκότος αὐτὸν ὄχλου ἀναπέμπει ἀντὶ εὐχῆς εὐχαριστίαν ὁ σωτήρ, δύο ἅμα ποιῶν, καὶ εὐχαριστῶν ἐφ’ οἷς ἔτυχεν περὶ τοῦ Λαζάρου, καὶ πιστοποιῶν τὸν περιεστηκότα αὐτὸν ὄχλον· ἐβούλετο γὰρ αὐτοὺς παραδέξασθαι ὡς ἄρα ἀπὸ θεοῦ ἀπεσταλμένος τῷ βίῳ ἐπιδεδήμηκεν.

  25. 28.6.43.1

    ἔγνω δὲ ἐπακουσθείς, ἐπείπερ πνεύματι εἶδεν ὅτι ἀπεκατέστη ἡ τοῦ Λαζάρου ψυχὴ ἐπὶ τὸ σῶμα αὐτοῦ, ἀναπεμφθεῖσα ἀπὸ τοῦ χωρίου τῶν ψυχῶν.

  26. 28.6.44.1

    οὐ γὰρ νομιστέον ὅτι ἡ ψυχὴ τοῦ Λαζάρου παρῆν τῷ σώματι μετὰ τὴν ἔξοδον, καὶ ὡς παροῦσα ταχέως ἤκουσεν κράξαντος Ἰησοῦ καὶ εἰπόντος· »Λάζαρε, »δεῦρο ἔξω«. ἢ εἴπερ τις τοῦτο περὶ τῆς Λαζάρου ψυχῆς ὑπολαμβάνει | καὶ προσίεται τὸ περὶ τῆς ἀπαλλαγείσης ψυχῆς σώματος ἄτοπον, ὡς παρακαθεζομένης τῷ νεκρῷ, λεγέτω πῶς ἠκούσθη ὁ Ἰησοῦς ἀπὸ τοῦ πατρός, μένοντος ἔτι νεκροῦ τοῦ Λαζάρου σώματος, καὶ τῆς ψυχῆς κεχωρισμένης μέν, ὡς οἰηθείη ἄν τις τῶν τοῦτο λεγόντων, παρακαθεζομένης δὲ τῷ σώματι.

  27. 28.6.45.1

    ἵνα γὰρ τοῦτο συγχωρηθῇ, οὐκ ἂν ἠκοῦσθαι εἴποιμεν τὸν Ἰησοῦν μέλλοντα ἀκούεσθαι ὅτε ἡ ψυχὴ ἐνοικίζετο τῷ σώματι· τὸ παραπλήσιον δ’ οἶμαι γεγονέναι καὶ ὅτε τὴν τοῦ ἀρχισυναγώγου ἀνέστησεν θυγατέρα, περὶ τούτου εὐξάμενος· ᾔτησεν γὰρ ἐπανελθεῖν τὴν ψυχὴν καὶ ἐνοικισθῆναι πάλιν τῷ σώματι.

  28. 28.6.46.1

    εἰ δὲ καὶ περὶ τοῦ ἐκκομιζομένου υἱοῦ τῆς χήρας τὸ ὅμοιόν ἐστιν ἢ μή, καὶ αὐτὸς ζητήσεις, ἵν’ εὕρῃς τὸ ἀκόλουθον τοῖς κατὰ τοὺς τόπους ὅλους· ἡμῖν γὰρ οὐ καθήκει τηλικαύτας ποιεῖσθαι παρεκβάσεις.

  29. 28.6.47.1

    τάχα δὲ καὶ εἶδεν ὁ τηλικοῦτος Ἰησοῦς καὶ τὴν ψυχὴν αὐτὴν τοῦ Λαζάρου, ἤτοι ἀγομένην ὑπὸ τῶν τεταγμένων ἐπὶ τούτοις ἢ ὑπ’ αὐτοῦ τοῦ πατρικοῦ βουλήματος ἐπακούσαντος τῷ Ἰησοῦ, καὶ ἰδὼν αὐτὴν εἰσιοῦσαν διὰ τοῦ τόπου, ὅθεν ἤρθη ὁ λίθος, εἶπεν· »Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου«.

  30. 28.6.48.1

    ἀλλ’ ἐπεὶ πρὸ τούτου καὶ περὶ ἄλλων μυρίων ᾔτησεν καὶ ἔτυχεν, διὰ τοῦτο οὐ μόνον ἐπὶ τῷ Λαζάρῳ ἀλλὰ καὶ ἐπὶ τοῖς προτέροις εὐχαριστεῖ, φάσκων ἐπὶ μὲν τῷ Λαζάρῳ· »Πάτερ, εὐχαριστῶ σοι ὅτι »ἤκουσάς μου«· ἐπὶ δὲ τοῖς προτέροις· »Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ »μου ἀκούεις«, καὶ τοῦτο πᾶν, φησίν, εἶπον »διὰ τὸν περιεστῶτα »ὄχλον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«. ταῦτα μὲν ὡς πρὸς τὸ ῥητὸν καὶ τὴν ἀνάστασιν τοῦ Λαζάρου ἀποδεδώκαμεν.

  31. 28.6.49.1

    Ἡ δὲ κατὰ τὸν τόπον ἀναγωγὴ ἐκ τῶν προαποδεδομένων οὐ δυσχερής· ᾔτησεν γὰρ τὸν μετὰ τὴν πρὸς αὐτὸν φιλίαν ἡμαρτηκότα καὶ νεκρὸν γενόμενον τῷ θεῷ δυνάμει θείᾳ παλινδρομῆσαι ἐπὶ τὴν ζωήν, καὶ ἔτυχεν, καὶ εἶδεν ἐν τῷ τοιούτῳ ζωτικὰ κινήματα, ἐφ’ οἷς εὐχαριστεῖ τῷ πατρί.

  32. 28.6.50.1

    περιέστηκεν δὲ ὄχλος τὸν τοιοῦτον νεκρὸν μηδέπω πιστευόντων ὅτι Ἰησοῦν ἀπέστειλεν ὁ θεὸς καὶ ὅτι ὁ λόγος οὗτος θεόθεν ἀνθρώποις ἐπιδεδήμηκεν. καὶ περιεστώς γε οὗτος 〈ὁ〉 ὄχλος ἐθαύμασεν ὅτι δυσώδης ἀπὸ τῶν πρὸς θάνατον ἁμαρτημάτων τις γεγενημένος καὶ ἀποθανὼν τῇ ἀρετῇ ἐπαλινδρόμησεν ἐπ’ αὐτήν· καὶ θαυμάσας πιστεύσαι ἄν ποτε τῷ ζωοποιήσαντι αὐτὸν λόγῳ, ὡς θεόθεν ἀνθρώποις ἐπιδημήσαντι.

  33. 28.7.51.1

    (6) Ὁ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ ἔτι μέλλων εὔχεσθαι ἐπηκούσθη, καὶ ἀντὶ εὐχῆς εὐχαρίστησεν, κατανοήσας τὴν Λαζάρου ψυχὴν εἰσελθοῦσαν εἰς τὸ σῶμα καὶ δεομένην τῆς ἀπὸ προστάξεως Ἰησοῦ γενησομένης αὐτῷ εὐτονίας πρὸς τὸ ἐξελθεῖν ἀπὸ τοῦ μνημείου.

  34. 28.7.52.1

    διὸ μετὰ τὴν πρὸς τὸν πατέρα εὐχαριστίαν μεγάλῃ ἐχρήσατο φωνῇ, δύναμιν ἐντιθείσῃ τῷ Λαζάρῳ, μεγάλης χρῄζοντι ὡς οὐδέπω γενομένῳ ὀξυηκόῳ τῆς προκαλουμένης αὐτὸν ἔξω τοῦ μνημείου κραυγῆς.

  35. 28.7.53.1

    καὶ τοῦτο δὲ νομιστέον ἄξιον εἶναι τοῦ Ἰησοῦ ἔργον, τὸ μὴ μόνον εὔξασθαι ἵνα ζήσῃ ὁ νεκρός, ἀλλὰ καὶ ἐμβοῆσαι αὐτῷ καὶ καλέσαι τὸν ἔνδον τοῦ σπηλαίου καὶ τοῦ μνημείου ἐπὶ τὰ ἔξω αὐτοῦ.

  36. 28.7.54.1

    χρὴ δὲ εἰδέναι ὅτι εἰσίν τινες καὶ νῦν Λάζαροι, μετὰ τὴν φιλίαν Ἰησοῦ ἀσθενήσαντες καὶ ἀποθανόντες καὶ ἐν μνημείῳ καὶ νεκρῶν χώρᾳ μείναντες μετὰ νεκρῶν νεκροί, καὶ μετὰ τοῦτο τῇ εὐχῇ τοῦ Ἰησοῦ ζωοποιηθέντες καὶ ἀπὸ τοῦ μνημείου ἐπὶ τὰ ἔξω αὐτοῦ ὑπὸ Ἰησοῦ τῇ μεγάλῃ αὐτοῦ φωνῇ καλούμενοι· ᾧ ὁ πειθόμενος ἐξέρχεται, τοὺς ἀξίους τῆς νεκρότητος δεσμοὺς ἐκ τῶν προτέρων ἁμαρτημάτων περικείμενος καὶ τὴν ὄψιν περιδεδεμένος ἔτι, καὶ μήτε βλέπων μήτε πορευθῆναι δυνάμενος μήτε τι ἐνεργῆσαι διὰ τοὺς τῆς νεκρότητος δεσμούς, ἕως Ἰησοῦς κελεύσῃ τοῖς λῦσαι αὐτὸν δυναμένοις καὶ ἀφιέναι αὐτὸν ἀπιέναι. καὶ πειράσθω γε πᾶς ὁ δυνάμενος λέγειν· »Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος »χριστοῦ;« τοιοῦτος γενέσθαι, ἵνα [μὲν] αὐτῷ Χριστὸς φωνῇ μεγάλῃ εἴπῃ κραυγάσας τῷ μετὰ τὸ ἀποθανεῖν † κιρήσαντι μέν, οὐκ ὀξέως δέ, καὶ διὰ τοῦτο δεομένῳ τῆς Ἰησοῦ κραυγῆς τὸ »Λάζαρε, δεῦρο »ἔξω«.

  37. 28.7.55.1

    καὶ νόμισον εἶναι ἐν ᾅδου μετὰ τῶν σκιῶν καὶ τῶν νεκρῶν καὶ ἐν χώρᾳ νεκρῶν ἢ μνημείοις τὸν μετὰ τὸ λαβεῖν ἐπίγνωσιν ἀληθείας καὶ φωτισθέντα, γευσάμενόν τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μέτοχον γενόμενον πνεύματος ἁγίου καὶ καλὸν γευσάμενον θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, ἀποστατήσαντα τοῦ χριστοῦ καὶ ἐπὶ τὸν ἐθνικὸν παλινδρομήσαντα βίον.

  38. 28.7.56.1

    ἐπὰν οὖν περὶ τοῦ τοιούτου ἐλθὼν αὐτοῦ εἰς τὸ μνημεῖον καὶ ἔξω αὐτοῦ στὰς ὁ Ἰησοῦς εὔξηται καὶ | ἐπακουσθῇ, αἰτήσας ἐγγενέσθαι δύναμιν τῇ φωνῇ καὶ τοῖς λόγοις αὐτοῦ, φωνῇ μεγάλῃ κραυγάζει, ἐπὶ τὰ ἔξω τοῦ τῶν ἐθνικῶν. βίου καὶ τοῦ μνημείου αὐτῶν καὶ τοῦ σπηλαίου καλῶν γενόμενον οὕτω φίλον.

  39. 28.7.57.1

    ὅτε ἔστιν ἰδεῖν τὸν ἀκολουθοῦντα τῷ Ἰησοῦ τίνα τρόπον ὁ τοιοῦτος ἐξέρχεται μὲν διὰ τὴν Ἰησοῦ φωνήν, ἔτι δὲ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων δεδεμένος καὶ ἐσφιγμένος, διὰ μὲν τὴν μετάνοιαν καὶ τὸ ἀκηκοέναι τῆς Ἰησοῦ φωνῆς ζῶν, διὰ δὲ τὸ μηδέπω ἀπολελύσθαι τῶν τῆς ἁμαρτίας δεσμῶν μηδὲ ἤδη δύνασθαι ἐλευθέροις ἐπιβαίνειν τοῖς ποσίν, ἀλλὰ μηδὲ ἐνεργεῖν ἀπολελυμένως τὰ διαφέροντα, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας δεσμοῖς νεκρῶν κειρίαις.

  40. 28.7.58.1

    καὶ ὁ τοιοῦτός γε διὰ τὴν ἐγγενομένην αὐτῷ νεκρότητα πρὸς τοῖς ἐπὶ τῶν χειρῶν καὶ τῶν ποδῶν δεσμοῖς καὶ τὴν ὄψιν τῇ ἀγνοίᾳ κεκάλυπται καὶ περιδέδεται.

  41. 28.7.59.1

    εἴτ’ ἐπεὶ † μὴ μόνον ζῆσαι αὐτὸν βεβούληται ὁ Ἰησοῦς καὶ ἐν τῷ μνημείῳ μένειν, ἐπὶ τὰ ἔξω τοῦ μνημείου οὗτος ἐλθὼν δέδεται, καθὼς προείρηται, τῆς ζωῆς· καὶ τῷ ἐξεληλυθέναι ἀπὸ τοῦ μνημείου μὴ δύνασθαι, ὅσον δέδεται, λέγει τοῖς δυναμένοις ὑπηρετήσασθαι αὐτῷ ὁ Ἰησοῦς· »Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν« νομίζω ὅτι μὴ συγκαταθέμενος μὲν τῷ περὶ τῆς ἐπιστροφῆς μετὰ τὸ ἡμαρτηκέναι λόγῳ· ἔτι δὲ ἀτονῶν κατ’ αὐτὸν βιοῦν, τῷ κατέχεσθαι αὐτοῦ τὰς τῆς ψυχῆς πορευτικὰς καὶ δραστικὰς καὶ θεωρητικὰς δυνάμεις, ὁ τοιοῦτος ἐξῆλθεν ἀπὸ τοῦ μνημείου· καὶ ἔτι ἐστὶν δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιδέδεται.

  42. 28.7.60.1

    ἀλλ’ ἐπὰν εἰπόντος Ἰησοῦ τοῖς λῦσαι αὐτὸν δυναμένοις, διὰ τὴν πρόσταξιν ὡς δεσπότου τοῦ χριστοῦ, τὸ »Λύσατε αὐτὸν καὶ »ἄφετε αὐτὸν ὑπάγειν« λυθῇ τοὺς πόδας καὶ τὰς χεῖρας, καὶ ἀποθῆται τὸ ἐπικείμενον αὐτοῦ τῇ ὄψει κάλυμμα ἀφαιρεθέν, πορεύεται τοιαύτην πορείαν, ὥστε φθάσαι αὐτὸν ἐπὶ τὸ ἕνα καὶ αὐτὸν γενέσθαι τῶν συνανακειμένων τῷ Ἰησοῦ.

  43. 28.8.61.1

    (7) Μετὰ τοῦτο διὰ τὸ »Ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος »τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις« λεκτέον ὅτι διαφορά ἐστι καὶ τῶν δεδεμένων τοὺς πόδας καὶ τὰς χεῖρας, ⟨καὶ οὐ⟩ ταὐτόν ἐστιν τὴν ἀρχὴν τοῦ δεδέσθαι ἐκ τοῦ νενεκρῶσθαι εἰληφέναι, ὥστε καὶ τοὺς δεσμοὺς ἐπιφέρεσθαι τὸ ὄνομα τῆς νεκρότητος (νῦν γὰρ αἱ κειρίαι νεκρῶν εἰσιν δεσμοί), τῷ 〈τὸ〉 δεδέσθαι κρίσει κυρίου γενέσθαι, τοῦ εἰσελθόντος θεάσασθαι τοὺς ἀνακειμένους καὶ ἰδόντος τὸν μὴ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ περὶ αὐτοῦ εἰπόντος· »Δήσαντες »αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ | »ἐξώτερον«.

  44. 28.8.62.1

    ἔστιν δέ τι ἐν τῷ τόπῳ δεόμενον διακρίσεως, ἐν τῷ » Καὶ »ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο« καὶ ἐν τῷ κάλυμμα ἐπικεῖσθαι τῷ προσώπῳ Μωσέως, ἡνίκα ἐλάλει τῷ λαῷ· τὸ μὲν γὰρ ἐπικείμενον τῇ ὄψει τοῦ Λαζάρου σουδάριον ἐκάλυπτεν αὐτοῦ νενεκρωμένας τὰς ὁράσεις· τὸ δὲ Μωσέως κάλυμμα κατ’ οἰκονομίαν ἦν τῷ προσώπῳ αὐτοῦ περικείμενον διὰ τοὺς μὴ χωροῦντας ἀπὸ τοῦ λαοῦ ἐνορᾶν τῇ δόξῃ αὐτοῦ.

  45. 28.8.63.1

    ζητήσεις δὲ περὶ τοῦ 〈μὴ〉 ἐνδεδυμένου ἔνδυμα γάμου, περὶ οὗ εἴρηται· »Δήσαντες αὐτὸν ποδῶν καὶ χειρῶν, »ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον« πότερον εἰσαεὶ μένει δεδεμένος καὶ ἐν τῷ ἐξωτέρω σκότῳ (οὐ γὰρ πρόσκειται τὸ »Εἰς τὸν αἰῶνα« ἢ » Εἰς τοὺς αἰῶνας«), ἢ λυθήσεταί ποτε.

  46. 28.8.64.1

    οὐ γὰρ ἐμφαίνεται ἐκ τῆς περὶ αὐτοῦ λέξεως τινὰ περὶ ἀπολύσεως ἐσομένης γεγραμμένα περὶ αὐτοῦ.

  47. 28.8.65.1

    οὐ δοκεῖ δέ μοι ἀσφαλὲς εἶναι μὴ καταλαβόντα ὁτιποτοῦν, μάλιστα τῷ μὴ γεγράφθαι περὶ αὐτοῦ, ἀποφήνασθαι.

  48. 28.8.66.1

    ζητήσεις δὲ διὰ τὸ »Λέγει Ἰησοῦς αὐτοῖς· Λύσατε αὐτόν« τίσιν αὐτοῖς; οὔτε γὰρ ὅτι μαθηταῖς ἀναγέγραπται οὐθ’ ὅτι τῷ περιεστῶτι ὄχλῳ, ἀλλ’ οὐδὲ ὅτι τοῖς μετὰ τῆς Μαρίας οὖσιν Ἰουδαίοις καὶ παραμυθουμένοις αὐτήν· ὑπονοήσαι δ’ ἄν τις διὰ τὸ »Ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ« καὶ διὰ τὴν κατὰ τὸν τόπον ἀναγωγήν, ὅτι μήποτε κἀκείνοις δύναται εἰρῆσθαι τὸ »Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν«.

  49. 28.9.67.1

    (8) Ἔτι ζητῶ εἰ πεπλήρωκεν ὁ Ἰησοῦς τὸ ἐπιφερόμενον τῷ »Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται«, τὸ »Ἀλλὰ πορεύομαι, ἵνα »ἐξυπνίσω αὐτόν«.

  50. 28.9.68.1

    ἐφίστημι οὖν μήποτε ἐν τῷ εἰρηκέναι αὐτὸν φωνῇ μεγάλῃ κραυγάσαντα· »Λάζαρε, δεῦρο ἔξω« (ἡ γὰρ μεγάλη φωνὴ καὶ ἡ κραυγὴ οὐκ ἂν ἀτόπως λέγοιτο ἐξυπνικέναι αὐτόν) καὶ ἤδη δύνασθαι ἀποφήνασθαι ἐν τούτῳ μᾶλλον πεπληρῶσθαι τὸ »Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν«, ἤπερ ἐν τῷ τῆς εὐχῆς τοῦ υἱοῦ ἀκούσαντος τὸν πατέρα πεποιηκέναι τὴν Λαζάρου ψυχὴν ἐπανελθεῖν ἐπὶ τὸ ἐν τῷ μνημείῳ ἀποκείμενον αὐτοῦ σῶμα·

  51. 28.9.69.1

    εἴποι γὰρ ἄν τις ὅτι ὁ μὲν ἀκούσας εὐξαμένου τοῦ υἱοῦ πατὴρ ἐκ νεκρῶν τὸν Λάζαρον ἀνέστησεν· ὁ δὲ εἰπὼν φωνῇ μεγάλῃ καὶ κραυγάσας· » Λάζαρε, δεῦρο »ἔξω« ἐπλήρωσεν ὃ προεπηγγείλατο· »Ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω »αὐτόν.«

  52. 28.9.70.1

    καὶ ὁ τοῦτό γε κατασκευάζων, διαφορὰν διδοὺς τοῦ » Λάζαρος »ὁ φίλος ἡμῶν κεκοίμηται« καὶ τοῦ »Λάζαρος ἀπέθανεν«, ἐρεῖ ὅτι πρὸς μὲν τὸ » Κεκοίμηται« ἐπηγγείλατο εἰπών· »Ἀλλὰ πορεύομαι »ἵνα ἐξυπνίσω | αὐτόν«· πρὸς δὲ τὸ »Ἀπέθανεν« οὐκ ἀποδέδωκεν τὸ ›Πορεύομαι, ἵνα ἀναστήσω αὐτὸν ἐκ νεκρῶν‹.

  53. 28.9.71.1

    ἀλλὰ ὁ λύων τὴν ἐν τούτοις δοκοῦσαν εἶναι διαφορὰν καὶ διδοὺς τὴν τοῦ Λαζάρου ἐκ νεκρῶν ἀνάστασιν κοινὸν ἔργον γεγονέναι υἱοῦ τοῦ εὐξαμένου καὶ πατρὸς τοῦ ἐπακούσαντος χρήσεται καὶ τῷ εἰρημένῳ ὑπὸ τοῦ κυρίου πρὸς τὴν Μάρθαν λέγοντος· »Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ »ζωή«, παραθήσεται δὲ καὶ τὸ »Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς »νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ.«

  54. 28.10.72.1

    (9) Καὶ τίνα γε οὐκ ἂν κινήσαι πρὸς τὸ πιστεῦσαι τῷ τοῦ Ἰησοῦ κηρύγματι καὶ ἀληθῶς, ὡσπερεὶ ἐκ νεκρότητος καὶ δυσωδίας, τῶν πάνυ ὑπὸ τῆς κακίας καταβεβαπτισμένων, ἀκροτάτῃ μεταβολῇ ἀποσεισαμένων τῇ προστάξει καὶ συνεργείᾳ τοῦ λόγου οὐ μόνον τὴν ἀπὸ τῆς ἁμαρτίας πολλὴν δυσωδίαν ἀλλὰ καὶ τοὺς κατέχοντας δεσμοὺς τὴν πορευτικὴν καὶ τὴν δραστικὴν τῆς ψυχῆς δύναμιν, ἔτι δὲ χωρὶς τούτων καὶ τὴν θεωρητικήν;

  55. 28.10.73.1

    καταπλαγέντες γὰρ οἱ ἰδόντες τὸν Ἰησοῦν ἐν τοῖς τοιούτοις τοσοῦτον δεδυνημένον, οἱ αὐχοῦντες μὲν περὶ λόγον ἀσχολεῖσθαι θεοῦ, τὸ πλήρωμα δὲ τοῦ λόγου μηδέπω παραδεξάμενοι, καὶ πιστεύσαιεν ἂν μάλιστα ὅσοι ἐληλύθασιν ὡς ἐπὶ νεκρῷ καὶ πάντη ἀπεγνωσμένῳ καὶ αὐτοὶ ἀπογνόντες τὸν τοιοῦτον, παραμυθήσασθαι τὴν ἐπὶ τῇ ἐκπτώσει τοῦ ἀδελφοῦ ὀδυνωμένην· δι’ οὓς τάχα πλέον ἢ διὰ τὸν ταῦτα παθόντα ἐλθὼν ἐπὶ τὸ σπήλαιον τοῦ νεκροῦ »Ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ »σοι, ὅτι ἤκουσάς μου.

  56. 28.10.74.1

    ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις«. ὅτι γὰρ διὰ τούτους μᾶλλον ἢ τὸν Λάζαρον ταύτην ἀνεφθέγξατο πρὸς τὸν πατέρα τὴν εὐχαριστίαν δῆλον ἐκ τοῦ »Ἀλλὰ διὰ τὸν ὄχλον τὸν »περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«.

  57. 28.10.75.1

    ἐπραγματεύσατο οὖν περὶ τοῦ Λαζάρου διὰ τὸν περιεστῶτα ὄχλον, ἵν’ οἱ πολλοὶ τῶν Ἰουδαίων ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν πιστεύσωσιν εἰς αὐτόν.

  58. 28.11.76.1

    (10) Ἀλλὰ ἄκουε καὶ περὶ τούτων, μὴ μόνον σωματικώτερον· »Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ »εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς«.

  59. 28.11.77.1

    ἔχει μέν τι ἡ λέξις ἀμφίβολον, πότερον οἱ ἀπελθόντες πρὸς τοὺς Φαρισαίους καὶ εἰπόντες αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς ἀπὸ τῶν πολλῶν Ἰουδαίων ἦσαν, τῶν θεασαμένων ἃ ἐποίησεν καὶ πιστευσάντων εἰς αὐτόν, βουλόμενοι καὶ τοὺς ἐχθρῶς διακειμένους πρὸς αὐτὸν δυσωπῆσαι διὰ τῆς περὶ τοῦ Λαζάρου ἀπαγγελίας· ἢ οἱ λοιποὶ παρὰ τοὺς πολλοὺς καὶ πιστεύσαντας, ὡς μὴ κινηθέντες ἐκ τοῦ γενομένου εἰς τὴν περὶ Ἰησοῦ πίστιν, ὅτι τὸ ὅσον ἐφ’ ἑαυτοῖς καὶ πρὸς * κατ’ αὐτοῦ τοὺς Φαρισαίους τὸν ἐν αὐτοῖς πονηρὸν ζῆλον ἐγείροντες διὰ τῆς περὶ τοῦ Λαζάρου ἀπαγγελίας.

  60. 28.11.78.1

    καὶ δοκεῖ μοι τοῦτο μᾶλλον βούλεσθαι σημαίνειν ὁ εὐαγγελιστής.

  61. 28.11.79.1

    διὸ καὶ ἐπιφέρεται τὸ »Συνήγαγον οὖν οἱ ἀρχιερεῖς »καὶ οἱ Φαρισαίοι« καὶ τὰ ἑξῆς. πολλοὺς μὲν οὖν εἶπεν τοὺς διὰ τὸ θεάσασθαι τὰ περὶ τὸν Λάζαρον πιστεύσαντας· ὡσπερεὶ δὲ ὀλιγωτέρους ἔφησεν εἶναι τοὺς μὴ τοιούτους, εἰπών· »Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον« καὶ τὰ ἑξῆς.

  62. 28.11.80.1

    πρόσχες δὲ καὶ τοῖς λεχθησομένοις εἰ δύναται ἡμᾶς κινῆσαι πρὸς συγκατάθεσιν, ἐπεὶ μὴ εἴρηται μέν· πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων τῶν ἐλθόντων πρὸς τὴν Μαριὰμ καὶ θεασαμένων ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· γέγραπται δέ· »Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων »οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ἐπίστευσαν εἰς »αὐτόν«.

  63. 28.11.81.1

    καὶ μάλιστα διὰ τὴν ἀναγωγὴν κινοῦμαι μήποτε πάντες οἱ θεασάμενοι, τουτέστιν θεωρήσαντες καὶ συνέντες ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν· οἱ μέντοι γε ἀπελθόντες πρὸς τοὺς Φαρισαίους καὶ εἰπόντες αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς ἐπεὶ μὴ μεμαρτύρηνται ὅτι ἐθεάσαντο, μήποτε τὸ ἐν ἐπαίνῳ λεγόμενον περὶ τῶν πιστευσάντων οὐκ ἔσχον, τὸ ›Ἐθεάσαντο‹.

  64. 28.11.82.1

    ἐδύνατο γάρ, εἴπερ καὶ οὗτοι ἐθεάσαντο, γεγράφθαι ὅτι τινὲς ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐθεάσαντο πεποιηκότα τὸν Ἰησοῦν, ἢ ἃ ἐθεάσαντο καὶ ἐποίησεν ὁ Ἰησοῦς.

  65. 28.11.83.1

    νυνὶ δὲ τὸ ›Ἐθεάσαντο‹ ἐπὶ τούτων μὲν οὐδαμῶς εἴρηται, ἐπὶ δὲ τῶν πιστευσάντων, οἵτινες καὶ ἐλθόντες ἦσαν πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς· δι’ οὓς, οἶμαι, καὶ εἶπε τὸ »Ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα »εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«.

  66. 28.11.84.1

    ἅμα δὲ καὶ περὶ τούτου πρόσχες εἰ δύνασαι τοὺς ἐλθόντας πρὸς τὴν Μαριὰμ καὶ θεασαμένους ἃ ἐποίησεν ὁ Ἰησοῦς καὶ πιστεύσαντας εἰς αὐτὸν μόνους λέγειν, ἅτε καὶ πολλοὺς ὄντας, ὅτι οὗτοι ἦσαν ὁ περιεστὼς τὸν Ἰησοῦν ὄχλος, δι’ ὃν εἶπεν τὸ »Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς »μου· ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις«.

  67. 28.11.85.1

    εἰ γὰρ ταῦτα »διὰ »τὸν ὄχλον ⟨τὸν⟩ περιεστῶτα« εἶπεν, ἵνα πιστεύσωσιν ὅτι ὁ πατὴρ αὐτὸν ἀπέστειλεν, καὶ λέγων διὰ τοῦτο εἶπεν, ἵνα ὁ περιεστὼς ὄχλος πιστεύσῃ· οὐκ ἂν δὲ μὴ πιστεύσοντός τινος ἐξ αὐτῶν τῷ πατρὶ ἔλεγεν, ὡσεί τις τῶν τὰ μέλλον|τα ἀγνοούντων ἀνθρώπων, »ἀλλὰ »διὰ τὸν ὄχλον τὸν περιεστῶτα, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστει»ἀπέστειλας«· μήποτε οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν καὶ πιστεύσαντες εἰς αὐτόν, μόνοι ἦσαν ὁ περιεστὼς τὸν Ἰησοῦν ὄχλος· οἱ δὲ λοιποὶ οὔτε ἐθεάσαντο, ἃ ἐποίησεν, οὔτε περιειστήκεισαν αὐτόν.

  68. 28.12.86.1

    (11) Ὡς πρὸς τὸ ῥητὸν οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἑώρων ὅτι διὰ τὸ μέγεθος ὧν πεποιήκει τεραστίων δυνάμεων ὁ Ἰησοῦς δυνατὸν ἦν καὶ πάντα τὸν λαὸν τῶν Ἰουδαίων ὑπαχθῆναι τῇ εἰς αὐτὸν πίστει καὶ ὑπαχθέντα καταφρονῆσαι τῆς ἐν τῷ τόπῳ σωματικῆς λευϊτικῆς καὶ ἱερατικῆς λατρείας, ὥστ’ ἂν πρόφασιν τὸ τοιοῦτον γενέσθαι τοῦ, ἅτε μὴ περιεπόντων τὸν τόπον Ἰουδαίων, Ῥωμαίοις ὑπὸ τοῦ σωτῆρος γενέσθαι καὶ τὸν νομιζόμενον παρ’ ἐκείνοις ἱερὸν τόπον καὶ πᾶν τὸ ἔθνος Ἰουδαίων, οὐκέτι παντὶ τρόπῳ τηρεῖν ἐθελόντων τὴν περὶ τοῦ Ἰουδαίους ἑαυτοὺς εἶναι ὁμολογίαν.

  69. 28.12.87.1

    εἶτ’ ἐπεὶ πάντων προέκρινον τὴν λατρείαν καὶ τὸν τόπον καὶ τὴν τοῦ ἔθνους σύστασιν τῶν νομισθέντων ἂν εἶναι κρειττόνων παρὰ ταῦτα, διὰ τοῦτο σκοποῦσιν κατὰ τοῦ Ἰησοῦ ἵνα αὐτὸν μὴ ἐάσωσιν ζῆν.

  70. 28.12.88.1

    ὡς δ’ αὕτως οἶμαι καὶ ἐπὶ καθαιρέσει τῆς δόξης αὐτοῦ εἰρηκέναι τὸ »Οὗτος ὁ ἄνθρωπος«· ἠπίστουν γὰρ τοῖς καὶ ἀνωτέρω εἰρημένοις περὶ τοῦ θεὸν αὐτὸν εἶναι, ἡνίκα λιθάζειν αὐτὸν ἐβούλοντο ὡς περὶ βλασφημίας, λέγοντες αὐτῷ ὅτι »Σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν »θεόν«, ὅτε κατὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἀπεκρίνατο, διδάσκων ὅτι πᾶς πρὸς ὃν ὁ λόγος τοῦ θεοῦ ἐγένετο θεὸς λέγεται ὑπὸ τοῦ θεοῦ, μὴ δυναμένης λυθῆναι καὶ καταλυθῆναι τῆς τοῦτο ἀποφηναμένης προφητικῆς γραφῆς.

  71. 28.12.89.1

    ἔστιν δὲ ἐκ τῶν λεγομένων ἀπὸ τῶν Φαρισαίων καὶ τῶν ἀρχιερέων κατανοῆσαι αὐτῶν καὶ τὸ τῆς κακίας ἀνομολογούμενον καὶ τυφλόν· ἀνομολογούμενον μέν, ὅτι ἐμαρτύρουν αὐτῷ καὶ πολλὰ πεποιηκέναι σημεῖα καὶ δύνασθαι τῷ τοσαῦτα σημεῖα πεποιηκότι ἐπιβουλεῦσαι, ὡς μηδὲν ὑπὲρ ἑαυτοῦ ἐν τῷ ἐπιβουλεύεσθαι δυναμένῳ· τυφλὸν δὲ οὐδὲν ἧττον καὶ αὐτὸ τοῦτο | ἦν· κατὰ γὰρ τὸν πολλὰ ποιοῦντα σημεῖα ἦν τὸ κρείττον’ εἶναι τῆς ἐπιβουλῆς τῶν ἀφιέναι αὐτὸν μὴ θελόντων· εἰ μὴ ἄρα καὶ ἐπίστευον ὅτι ποιεῖ σημεῖα, καὶ ὑπενόουν αὐτὰ μὴ ἀπὸ θείας γίνεσθαι δυνάμεως· ὥστε διὰ τοῦτο μὴ πάντα αὐτὸν δυνηθῆναι, μηδὲ αὑτὸν ῥύσασθαι ἀπὸ τῆς ἐξ ἐκείνων ἐπιβουλῆς.

  72. 28.12.90.1

    ἐκεῖνοι μὲν οὖν ἐσκόπουν μὴ ἀφιέναι αὐτόν, οἰόμενοι διὰ τοῦτο ἐμποδίσειν τοῖς πιστεύουσιν εἰς αὐτὸν καὶ Ῥωμαίοις, μέλλουσιν αἴρειν αὐτῶν τὸν τόπον καὶ τὸ ἔθνος.

  73. 28.12.91.1

    ἀλλ’ ἐπεὶ »Κύριος διασκεδάζει βουλὰς ἐθνῶν καὶ ἀθετεῖ »λογισμοὺς λαῶν«, οὐδὲν ἧττον καὶ οὐκ ἀφῆκαν αὐτόν, καὶ ὁ θεὸς αὐτὸν ἀνέστησεν καὶ ἀφῆκεν καὶ πάντα τὰ ἔθνη ἐδούλευσαν αὐτῷ καὶ ἐλθόντες οἱ Ῥωμαῖοι ἦραν αὐτῶν τὸν τόπον.

  74. 28.12.92.1

    ποῦ γὰρ ὅ φασιν ἐκεῖνοι ἁγίασμα; ἦραν δὲ καὶ τὸ ἔθνος, ἐκβάλλοντες αὐτοὺς ἀπὸ τοῦ τόπου καὶ μόγις ἐπιτρέψαντες αὐτοῖς εἶναι ὅπου βούλονται καὶ ἐν τῇ διασπορᾷ.

  75. 28.12.93.1

    Εἰ δὲ χρὴ τολμῆσαι καὶ εἰς ἀναγωγὴν τῶν κατὰ τὰ ῥήματα ταῦτα, φήσομεν ὅτι τὸν τόπον τῶν ἐκ περιτομῆς ἔλαβον τὰ ἔθνη· »Τῷ γὰρ ἐκείνων παραπτώματι σωτηρία γέγονεν τοῖς ἔθνεσιν, εἰς »τὸ παραζηλῶσαι αὐτούς«· εἰς δὲ τὰ ἔθνη Ῥωμαῖοι παρελήφθησαν, ἀπὸ τῶν βασιλευόντων οἱ βασιλευόμενοι ὀνομασθέντες.

  76. 28.12.94.1

    καὶ τὸ ἔθνος δὲ ὑπὸ τῶν ἐξ ἐθνῶν ἤρθη· γέγονεν γὰρ ὁ λαὸς οὐ λαός, καὶ οἱ ἐξ Ἰσραὴλ οὐκέτι εἰσὶν Ἰσραήλ, καὶ τὸ σπέρμα οὐκ ἔφθασεν ἐπὶ τὸ γενέσθαι αὐτοὺς τέκνα· καὶ τούτων αἴτιον τὰ πολλὰ τοῦ Ἰησοῦ σημεῖα, καὶ ὅτι ἀφῆκεν αὐτὸν ὁ πατήρ, κρείττονα γενόμενον τῆς τῶν ἀρχιερέων καὶ Φαρισαίων συνεδρευσάντων κατ’ αὐτοῦ ἐπιβουλῆς.

  77. 28.12.95.1

    ἀρχιερεῖς δὲ καὶ πᾶσα ἡ σωματικὴ ἐν Ἰουδαίοις λατρεία Φαρισαῖοί τε καὶ πᾶσα ἡ κατὰ τὸ γράμμα τοῦ νόμου διδασκαλία ἐπιβουλεύει Ἰησοῦ, τῇ ἀληθείᾳ, καὶ βούλεται ὁ τύπος, ἵνα ὑφεστήκῃ, ἐμποδίζειν τῇ φανερώσει τῆς ἀληθείας, καὶ ὥσπερ ἡ σὰρξ [καὶ] κατὰ τοῦτο ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος.

  78. 28.12.96.1

    ἀλλ’ ἰσχυρότερον ὂν τὸ ἐπιθυμοῦν κατὰ τῆς σαρκὸς πνεῦμα καὶ ἡ ἀληθὴς τοῦ σωτῆρος ἡμῶν ἀρχιερωσύνη καὶ ἡ πνευματικὴ αὐτοῦ διδασκαλία διαλύει τὸ τῶν κατ’ αὐτοῦ βουλευομένων ἀρχιερέων καὶ Φαρισαίων συνέδριον.

  79. 28.12.97.1

    ταῦτα δὲ ὑποληπτέον καὶ νῦν γίνεσθαι, ὅπερ ἔστιν ἰδεῖν ἐν τοῖς διὰ τῆς τοῦ σωματικοῦ | Ἰουδαϊσμοῦ συστάσεως [καὶ] καταλύειν ἐθέλουσιν τὴν πνευματικὴν Χριστοῦ διδασκαλίαν.

  80. 28.13.98.1

    (12) Οὐχὶ εἴ τις προφητεύει, προφήτης ἐστὶν ἐκεῖνος. ὁ γοῦν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν μὲν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν, οὐ μὴν καὶ προφήτης ἦν.

  81. 28.13.99.1

    εἰ δὲ καὶ Βαλαὰμ προεφήτευσεν τὰ ἐν τοῖς Ἀριθμοῖς ἀναγεγραμμένα φάσκων· »Τὸ ῥῆμα »ὃ ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω«, καὶ εἰπὼν τὰ ἀπὸ τοῦ· »Ἐκ Μεσοποταμίας μετεπέμψατό με« καὶ τὰ ἑξῆς, σαφὲς ὅτι προφήτης οὐκ ἦν· μάντις γὰρ εἶναι ἀναγέγραπται.

  82. 28.13.100.1

    εἴ τις μὲν οὖν προφήτης ἐστίν, πάντως προφητεύει· εἰ δέ τις προφητεύει, οὐ πάντως ἐστὶν προφήτης.

  83. 28.13.101.1

    ὡς εἰ καὶ ἐπὶ ἑτέρου τινὸς τῶν κρειττόνων τοιοῦτον ἔλεγον· εἰ μέν τίς ἐστιν δίκαιος, τὸ δίκαιον διώκει·

  84. 28.13.102.1

    οὐ μὴν εἴ τις τὸ δίκαιον διώκει, δίκαιός ἐστιν ἐκεῖνος· ὅπερ συνήσεις ἐπιστήσας τῷ »Δικαίως τὸ δίκαιον διώξῃ«, εἴπερ μὴ μάτην τὸ »Δικαίως« προτέτακται τοῦ »Τὸ δίκαιον διώξῃ«. δυνατὸν γάρ, οἶμαι, τὸ δίκαιον διώκειν ἀλλ’ οὐ δικαίως· καὶ γὰρ οἱ ποιοῦντες πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ἔργον καθ’ αὑτὸ καθῆκον, φέρε εἰπεῖν, εἰς πένητας, δίκαιον μέν τι πεποιήκασιν, οὐ μὴν ἀπὸ ἕξεως δικαιοσύνης ἀλλ’ ἀπὸ κενοδοξίας.

  85. 28.13.103.1

    οἶμαι δ’ ὅτι ἀνάλογον τῷ »Δικαίως τὸ δίκαιον διώξῃ« λέγοιτ’ ἄν· ›σωφρόνως τὸ σῶφρον διώξῃ‹· καὶ ›ἀνδρείως |τὸ ἀνδρεῖον διώξῃ‹ καὶ ›σοφῶς τὸ σοφὸν διώξῃ‹ καὶ τὰ ἀνὰ λόγον ἐπὶ τῶν λοιπῶν ἀρετῶν.

  86. 28.13.104.1

    ταῦτα δ’ εἴπομεν ὑπὲρ τοῦ παραβαλεῖν ὅμοιόν τι τῷ προφητεύειν μέν τινα, οὐ μὴν προφήτην εἶναι.

  87. 28.13.105.1

    διὰ τοῦτο δ’ οἶμαι συνεχῶς ἐν ταῖς προφητείαις περὶ τῶν προφητῶν λέγεται τὸ »Εἶπεν Ἱερεμίας ὁ προφήτης« καὶ εἴ τι τούτοις ὅμοιον· οἱ δὲ περὶ τὰ ὀνόματα δεινοί φασιν ὅτι οὐχὶ εἴ τις | ἰατρικόν τι ἐποίησεν ἢ τῶν πρὸς ὑγιείαν συμβαλλομένων ἕν, ἰατρός ἐστιν ἐκεῖνος, οὐδὲ εἴ τις οἰκοδομικόν τι πεποίηκεν, οἰκοδόμος ἐστὶν ἐκεῖνος.

  88. 28.13.106.1

    ἐκ δὲ τῶν περὶ τὸν Καϊάφαν ἀναγεγραμμένων, προφητεύσαντα περὶ τοῦ σωτῆρος, ἔστιν ⟨σαφηνίσαι〉 ὅτι καὶ μοχθηρὰ ψυχὴ ἐπιδέχεταί ποτε τὸ προφητεύειν.

  89. 28.13.107.1

    κατηγορεῖται γὰρ ἡ τοῦ Καϊάφα μοχθηρία, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου ὅτε ὁ σωτὴρ ἡμῶν τὴν ἐν τῷ πάσχειν ὑπὲρ ἀνθρώπων ἐπιτελεῖ οἰκονομίαν, ὑπὸ τῶν εὐαγγελιστῶν· Ματθαῖος μὲν γάρ φησι· »Τότε πορευθεὶς εἷς τῶν »δώδεκα, λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν· Τί »θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν »αὐτῷ τριάκοντα ἀργύρια«· καὶ μετ’ ὀλίγα· »Ἰδοὺ Ἰούδας, φησίν, εἷς »τῶν δώδεκα ἦλθεν, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν »καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοὺ«.

  90. 28.14.108.1

    Ἐν τούτοις μὲν οὖν νοοῦμεν εἶναι καὶ τὸν Καϊάφαν τοῖς ἀρχιερεῦσιν, ἐπεὶ μεμαρτύρηται ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου. σαφῶς δὲ μετὰ ταῦτα ὁ Ματθαῖός φησιν· »Οἱ δὲ κρατήσαντες τὸν »Ἰησοῦν ἀπήγαγον πρὸς τὸν Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ »γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν«· καὶ μετ’ ὀλίγα ἐπιφέρει·

  91. 28.14.109.1

    »Ὁ δὲ ἀρχιερεὺς καὶ τὸ συνέδριον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ »Ἰησοῦ, ὅπως θανατώσουσιν αὐτόν· καὶ οὐχ εὗρον, πολλῶν »προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο εἶπον· »Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν »ἡμερῶν οἰκοδομῆσαι. καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν »ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ Ἰησοῦς ἐσιώπα. »καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ »ζῶντος ἵνα ἡμῖν εἴπῃς· εἶ σὺ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ; λέγει αὐτῷ »ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν »τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον »ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ »ἱμάτια αὐτοῦ λέγων· Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν »μαρτύρων; ἰδοὺ νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ. τί ὑμῖν δοκεῖ; οἱ »δὲ ἀποκριθέντες εἶπον· Ἔνοχος θανάτου ἐστίν«. εἶτα πάλιν μεθ’ ἕτερα·

  92. 28.14.110.1

    »Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ »πρεσβυτέρων οὐδὲν ἀπεκρίνετο«.

  93. 28.14.111.1

    καὶ | πάλιν μετ’ ὀλίγα· »Οἱ δὲ »ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται »τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν«.

  94. 28.14.112.1

    εἶτα μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος πορευομένων Μαρίας τῆς Μαγδαληνῆς καὶ τῆς ἄλλης Μαρίας· »Ἰδοῦ τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν »ἀνήγγειλαν τοῖς ἀρχιερεῦσιν πάντα τὰ γενόμενα. καὶ συναχθέντες »μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ »ἔδωκαν τοῖς στρατιώταις λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ »ἐλθόντες νυκτὸς ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· κἂν ἀκουσθῇ »τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους »ποιήσομεν«.

  95. 28.14.113.1

    Λουκᾶς δὲ ἀνέγραψεν ὅτι »Εἰσῆλθεν Σατανᾶς εἰς Ἰούδαν »ἐπικαλούμενον Ἰσκαριώθ, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, καὶ »ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσι καὶ στρατηγοῖς, ὅπως αὐτὸν »παραδῷ αὐτοῖς«. εἶτα μετ’ ὀλίγα· »Εἶπεν, φησίν, ὁ Ἰησοῦς πρὸς »τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ »καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ »ξύλων;« καὶ μετ’ ὀλίγα· »Συλλαβόντες αὐτὸν ἦγον καὶ εἰσήγαγον »εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως«· καὶ ἔτι μετ’ ὀλίγα· » Εἱστήκεισαν οἱ »ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ«.

  96. 28.14.114.1

    καὶ πάλιν μετ’ ὀλίγα· »Ὡς ἡμέρα ἐγένετο, συνήχθη τὸ πρεσβυτέριον τοῦ »λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ »συνέδριον αὐτῶν«.

  97. 28.14.115.1

    Ὁ δὲ Μάρκος φησὶν ὅτι »Ἰούδας Ἰσκαριώτης, εἷς τῶν δώδεκα, »προσῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτόν. οἱ δὲ »ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι«·

  98. 28.14.116.1

    καὶ μετ’ ὀλίγα· »Ἔτι τοῦ Ἰησοῦ λαλοῦντος παραγίνεται Ἰούδας Ἰσκαριώτης, »εἷς τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ »ξύλων παρὰ τῶν γραμματέων καὶ τῶν Φαρισαίων καὶ »πρεσβυτέρων»· καὶ μετ’ ὀλίγα· »Ἀπήγαγον τὸν Ἰησοῦν πρὸς Καϊάφαν τὸν »ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ γραμματεῖς καὶ »πρεσβυτέροι«.

  99. 28.14.117.1

    εἶτα πάλιν μετ’ ὀλίγα· »Ἀναστὰς ὁ ἀρχιερεὺς »ἐπηρώτησεν »ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου »καταμαρτυροῦσιν; ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ »ἀρχιερεὺς ἐπηρώτησεν αὐτὸν ἐκ δευτέρου λέγων· Σὺ εἶ ὁ χριστὸς ὁ »υἱὸς τοῦ εὐλογητοῦ; | ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτῷ· Σὺ εἶπας »ὅτι ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ »δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ »οὐρανοῦ. ὁ δὲ ἀρχιερεὺς διαρρήξας εὐθέως τοὺς χιτῶνας αὐτοὺ«.

  100. 28.14.118.1

    εἶτα μετ’ ὀλίγα· »Πρωῒ συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς μετὰ τῶν »πρεσβυτέρων καὶ τῶν γραμματέων καὶ ὅλον τὸ συνέδριον, καὶ »δήσαντες τὸν Ἰησοῦν ἀπήγαγον εἰς τὴν αὐλὴν καὶ παρέδωκαν »Πιλάτῳ«. εἶτα μετ’ ὀλίγα· » »Κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, »αὐτὸς δὲ οὐδὲν ἀπεκρίνετο«.

← Previous · Next → — showing 601700 of 1,232

First Thousand Years of Greek. CTS URN tlg2042.tlg079.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.