Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
- 20.37.341.1
δῆλον οὖν ὅτι κυριώτατα καὶ τελειότατα εἰπόντος τοῦ Ἰησοῦ· »Ἐγὼ δαιμόνιον »οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου« οἱ μιμηταὶ αὐτοῦ, ἕκαστος κατὰ δύναμιν, πάντα ἰσχύσας ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ Ἰησοῦ, καὶ αὐτὸς ἐρεῖ τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν »πατέρα μου«. τίς δὲ νεκροῖς συνὼν καὶ ἐν τάφοις οἰκῶν δυνηθείη ἂν εἰπεῖν τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«;
- 20.37.342.1
ἢ τίς ἄλλο τι παρὰ τὸν θεὸν καὶ τὸν λόγον αὐτοῦ καὶ τὰ ὑπὸ τοῦ λόγου προστασσόμενα τιμῶν, ἑτέρῳ τὴν τιμὴν διδούς, δέον »τῷ τὴν τιμὴν« ἀποδιδόναι αὐτήν, εἴποι ἂν ὡς Ἰησοῦ μαθητής· »Ἀλλὰ τιμῶ τὸν πατέρα μου«;
- 20.37.343.1
ἑξῆς ἐστιν τούτοις τὸ »Καὶ ὑμεῖς ἀτιμάζετέ με« εἰρημένον πρὸς τοὺς ἀτιμάσαντας αὐτὸν καὶ εἰπόντας αὐτῷ τὸ »Οὐ καλῶς λέγομεν ἡμεῖς »ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;« οἰηθέντας τὸ κακῶς εἰρημένον καλῶς λελαληκέναι· κακῶς γὰρ νοοῦντες Σαμαρείτην καὶ δαιμόνιον ἔχοντα τὸν σωτῆρα ἀπεφήναντο.
- 20.37.344.1
νομιστέον δὲ τὸ » Καὶ »ὑμεῖς ἀτιμάζετέ με« οὐχὶ καὶ ἐκείνοις μόνοις εἰρῆσθαι τότε ἀλλὰ καὶ τοῖς ἀεὶ ἀτιμάζουσι, δι’ ὧν πράττουσι παρὰ τὸν ὀρθὸν λόγον τὸν τοῦ θεοῦ, καὶ ἀτιμάζουσιν δι’ ὧν ἀδικοῦσιν τὸν χριστόν, ὅς ἐστιν δικαιοσύνη, καὶ ἀτιμάζουσιν δι’ ὧν κατὰ ἀδυναμίαν καὶ ἀσθένειαν ἐπιτελοῦσιν τὴν τοῦ θεοῦ δύναμιν, ἥτις ἐστὶν ὁ σωτήρ· » Χριστὸς γὰρ θεοῦ δύναμις«.
- 20.37.345.1
καὶ παντὶ δὲ τῷ ἐξουδενοῦντι σοφίαν λεχθείη ἂν τὸ »Ὑμεῖς ἀτιμάζετέ με«, ἐπείπερ Χριστὸς καὶ σοφία ἐστίν.
- 20.37.346.1
ἀλλὰ καὶ εἰ δέον τὸ ἐξ αὐτοῦ τινα μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, ὥστ’ ἂν εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο· » Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός«, καὶ δέον ἀναλαβεῖν τὴν ὑπερέχουσαν θεοῦ πάντα νοῦν εἰρήνην, φρουροῦσαν τὴν καρδίαν καὶ τὰ νοήματα τοῦ ἀνειληφότος αὐτήν.
- 20.37.347.1
εἰ δὲ πολεμικός τις εἴη καὶ δάκνων καὶ καταιτιώμενος καὶ κατεσθίων τὸν πλησίον καὶ πεπληρωμένος τῆς ἐν τῷ ἡγεμονικῷ ἑαυτοῦ στάσεως τῶν παθῶν, καὶ τούτῳ ἂν λεχθείη τὸ »Ὑμεῖς ἀτιμάζετέ με«. Χριστὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.
- 20.37.348.1
ἔτι δὲ ἐπείπερ »Πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ »φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς«, φῶς δέ ἐστιν ὁ εἰπών· »Ἐγώ »εἰμι τὸ φῶς τοῦ κόσμου«, δῆλον ὅτι 〈ὁ〉 φαῦλα πράσσων, ἀτιμάζων τὸ φῶς ἀτιμάζει Χριστόν, καὶ αὐτὸς | ἀκουσόμενος τὸ » Καὶ ὑμεῖς »ἀτιμάζετέ με«.
- 20.37.349.1
καὶ τί με δεῖ ἐπὶ πλέον μηκύνειν τὸν λόγον, ἀναπτύσσοντα καὶ δεικνύντα τίνες εἰσὶν οἱ ἐλεγχόμενοι ὑπὸ τοῦ Ἰησοῦ καὶ ἀκούοντες ὑπ’ αὐτοῦ τὸ »Ὑμεῖς ἀτιμάζετέ με«, σαφῶν ὄντων ἐκ τῶν ἀποδεδομένων καὶ τῶν δυναμένων τούτοις ἀκολούθως αὐτοῖς συνάπτεσθαι;
- 20.38.350.1
(30) Μετὰ ταῦτα ἴδωμεν, τί ἐστιν τὸ »Ἐγὼ δὲ οὐ »ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων«. ζητεῖ ὁ θεός, δοὺς ἡμῖν τὸν υἱὸν ἑαυτοῦ, ἐν ἑκάστῳ τῶν εἰληφότων αὐτὸν τὴν δόξαν τοῦ χριστοῦ· ἥντινα εὑρήσει μὲν ἐν τοῖς ἐπιμελουμένοις ἑαυτῶν, καὶ ἐξεργαζομένοις τὰς ἐγκαταφυτευθείσας ἐπ’ ἀρετῇ ἀφορμάς· οὐχ εὑρήσει δὲ ἐν τοῖς μὴ τοιούτοις, καὶ μὴ εὑρίσκων κρινεῖ ἐκείνους ἐν οἷς οὐχ εὑρίσκει τὴν δόξαν τοῦ υἱοῦ ἑαυτοῦ, πρὸς οὓς ἐρεῖ· » Διὰ »ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν«.
- 20.38.351.1
ἐπαπορήσαι δ’ ἄν τις διὰ τὸ »Ἔστιν ὁ ζητῶν καὶ κρίνων«, εἰ χρὴ τοῦτο ἀναφέρειν ἐπὶ τὸν θεόν, σαφῶς τοῦ σωτῆρος εἰρηκότος· »Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν »τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα«.
- 20.38.352.1
ἀλλ’ ὅρα εἰ δύνασαι πρὸς τοῦτο χρήσασθαι τῷ »Οὐ δύναμαι ἐγὼ »ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ »δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ »πέμψαντός με«.
- 20.38.353.1
εἰ γὰρ καθὼς ἀκούει ὁ σωτὴρ ἡμῶν ἀπὸ τοῦ πατρὸς οὕτως κρίνει, ζητῶν οὐ τὸ ἴδιον θέλημα ἀλλὰ τοῦ πέμψαντος αὐτὸν πατρός, καὶ διὰ τοῦτο δικαία ἐστὶν ἡ κρίσις αὐτοῦ, μήποτε κυριώτερον ἡ κρίσις ἣν κρίνει ὁ ἀκούων οὐκ ἔστιν τοῦ ἀκούοντος ἀλλὰ τοῦ λέγοντος ἀκούοντι.
- 20.38.354.1
κἂν λέγῃ δὲ ὅτι »Ἡ κρίσις »ἡ ἐμὴ δικαία ἐστίν«, ἄκουε ἐν τῷ αὐτῷ εὐαγγελίῳ λεγομένου τοῦ »Πάντα τὰ ἐμὰ σά ἐστιν«. εἰ γὰρ ἀληθὲς ὑπὸ τοῦ σωτῆρος εἰρημένον τὸ »Πάντα τὰ ἐμὰ σά ἐστι«, δῆλον ὅτι καὶ αὐτὴ ἡ κρίσις περὶ ἧς φησιν· »Ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν« τοῦ πατρός ἐστιν κρίσις.
- 20.38.355.1
εἰ δὲ τοῦ πατρός ἐστιν κρίσις, δύναται λελύσθαι τὸ ἐπηπορημένον περὶ 〈τοῦ〉 »Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ »κρίνων«.
- 20.38.356.1
ἔχει δέ τινα καὶ ἀτυφίας ἔμφασιν πρεπούσης τῷ σωτῆρι τὸ λεγόμενον ἐν τῷ »Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου«· οὐδὲ γὰρ πάνυ ἔπρεπεν αὐτὸν τὴν ἑαυτοῦ δόξαν ἀπαιτεῖν καὶ ἐπὶ τούτῳ κρίνειν τοὺς μὴ ἀποδεδωκότας αὐτήν, ἀλλ’ ἐχρῆν τὸν πατέρα δόξαν δεδωκότα τῷ υἱῷ ἀπαιτεῖν αὐτὴν ἀπὸ τῶν ἀποστερούντων καὶ κρίνειν αὐτοὺς ἐπὶ ταύτῃ.
- 20.38.357.1
τάχα δὲ καὶ ὁ σωτήρ, μιμητὴς ὢν τοῦ πατρός, ζητεῖ τὴν δόξαν τοῦ θεοῦ ἀπὸ τῶν μανθανόντων τὰ περὶ θεοῦ· καὶ εἰ μὴ εὕροι τὴν τοῦ πατρὸς δόξαν ἔν τισιν, κρίναι ἂν ἐκείνους, ὡς ἐξουσίαν λαβὼν κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.
- 20.38.358.1
Ὁ μέντοι γε Ἡρακλέων τὸ »Ἔστιν ὁ ζητῶν καὶ κρίνων« οὐκ ἀνα|φέρει ἐπὶ τὸν πατέρα, τοιαῦτα λέγων· ὁ ζητῶν καὶ κρίνων ἐστὶν ὁ ἐκδικῶν με, ὁ ὑπηρέτης ὁ εἰς τοῦτο τεταγμένος, ὁ μὴ εἰκῇ τὴν μάχαιραν φορῶν, ὁ ἔκδικος τοῦ βασιλέως· Μωσῆς δέ ἐστιν οὗτος, καθ’ ἃ προείρηκεν αὐτοῖς λέγων· » Εἰς ὃν ὑμεῖς ἠλπίσατε «.
- 20.38.359.1
εἶτ’ ἐπιφέρει ὅτι ὁ κρίνων καὶ κολάζων ἐστὶν Μωσῆς, τουτέστιν αὐτὸς ὁ νομοθέτης.
- 20.38.360.1
καὶ μετὰ τοῦτο πρὸς ἑαυτὸν ἐπαπορεῖ ὁ Ἡρακλέων λέγων· πῶς οὖν οὐ λέγει τὴν κρίσιν πᾶσαν παραδεδόσθαι αὐτῷ;
- 20.38.361.1
καὶ νομίζων λύειν τὴν ἀνθυποφορὰν ταῦτά φησιν· καλῶς λέγει· ὁ γὰρ κριτὴς ὡς ὑπηρέτης τὸ θέλημα τούτου ποιῶν κρίνει, ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων φαίνεται γινόμενον.
- 20.38.362.1
πῶς δὲ ἄλλῳ τινὶ ἀνατίθησι τὴν κρίσιν ὡς ὑποδεεστέρῳ τοῦ σωτῆρος, καθ’ ὃ νομίζει, τῷ δημιουργῷ, οὐδ’ οὕτω ἀποδεῖξαι δύναται, σαφῶς γεγραμμένου τοῦ »Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν »δέδωκεν τῷ υἱῷ«· καὶ τοῦ »Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν »ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν«.
- 20.39.363.1
(31) Ὥσπερ ἐστίν τις ζωὴ ἀδιάφορος, ἡ μήτε ἀγαθὸν μήτε κακὸν τυγχάνουσα, καθ’ ἣν λέγομεν ζῆν καὶ τοὺς ἀσεβεῖς καὶ τὰ ἄλογα ζῷα· καὶ ἑτέρα διάφορος ἀλλὰ ἀγαθόν, περὶ ἧς φησιν ὁ Παῦλος· »Ἡ ζωὴ † ἡμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ«· καὶ αὐτὸς ὁ κύριος ἡμῶν περὶ ἑαυτοῦ· »Ἐγώ εἰμι ἡ ζωή«, οὕτως τὸν μὲν ἐναντίον τῇ ἀδιαφόρῳ ζωῇ θάνατον ἀδιάφορον ἐρεῖς· τὸν δὲ ἐχθρὸν τῷ εἰπόντι· »Ἐγώ εἰμι ἡ ζωή« πονηρόν τινα καὶ χαλε πὸν θάνατον, ὃν ὁ ἀποθνήσκων ἐστὶν ἐν τῷ θανάτῳ· περὶ οὗ γέγραπται· » Εσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος«.
- 20.39.364.1
καὶ περὶ τούτου γε τοῦ θανάτου νομιστέον λέγειν τὸν ἀπόστολον ταῦτα· »Διὰ »τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον »εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας »ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον· ἄχρι γὰρ »νόμου ἡ ἁμαρτία ἦν ἐν κόσμῳ (ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ »ὄντος νόμου), ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως »καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως »Ἀδάμ«· καὶ μετ’ ὀλίγα· »Εἰ γὰρ ἐν ἑνὸς παραπτώματι ὁ θάνατος »ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς »χάριτος καὶ τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν »διὰ τοῦ ἑνὸς Χριστοῦ Ἰησοῦ«.
- 20.39.365.1
τίς γάρ ἐστιν ὁ διὰ τῆς ἁμαρτίας θάνατος εἰς τὸν κόσμον εἰσελθών, ἢ ὁ ἔσχατος ἐχθρὸς Χριστοῦ καταργηθησόμενος; καὶ τίς ὁ εἰς πάντας ἀνθρώπους θάνατος διελθών, τῷ πάντας ἡμαρτηκέναι, ἢ αὐτὸς | οὗτος ὃς καὶ ἐβασίλευσεν ἀπὸ Ἀδὰμ μέχρι Μωσέως;
- 20.39.366.1
Μωσῆς δέ, τουτέστιν ὁ νόμος, ἦν μέχρι τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐπιδημίας, καὶ ἐβασίλευσέν γε ἐν ἑνὸς παραπτώματι διὰ τοῦ ἑνός, ἕως οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δικαιοσύνης λαβόντες ἐν ζωῇ βασιλεύσωσι διὰ τοῦ ἑνὸς Χριστοῦ Ἰησοῦ.
- 20.39.367.1
τοῦτον οὖν τὸν θάνατον οὐ θεωρήσει εἰς τὸν αἰῶνα ὁ τὸν λόγον τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως τηρήσας, πεφυκότα κωλύειν θεωρεῖσθαι τὸν θάνατον.
- 20.39.368.1
οὕτω δὲ ἀκουστέον τοῦ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς »τὸν αἰῶνα«, ὡς εἰ χαρισάμενος ὁ ταῦτα λέγων φῶς τοῖς ἀκούουσιν ἔφασκεν αὐτοῖς· ἐάν τις τὸ ἐμὸν τοῦτο τηρήσῃ φῶς, σκότος οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
- 20.39.369.1
ἀδύνατον γὰρ γενέσθαι σκότος τῷ τηροῦντι τὸ φῶς· εἰ μέντοι γε ἀπολέσαι τις τοῦτο τὸ φῶς, ἕπεται τῷ ἀπολωλεκότι εὐθέως ἰδεῖν τὸ σκότος. οὕτω τοίνυν καὶ ἐν τῷ λόγῳ ἐν ἀρχῇ πρὸς τὸν θεὸν γέγονεν ἡ ζωή.
- 20.39.370.1
διόπερ ἡ ἀρχή (τουτέστιν ἡ σοφία ἡ λέγουσα· »Ὁ θεὸς ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα »αὐτοῦ«) περὶ τοῦ ἐν αὐτῇ λόγου, ἐν ᾧ γέγονεν ἡ ζωή, διδάξει καὶ φήσει· »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ »εἰς τὸν αἰῶνα«· ἅμα γὰρ τηρήσει τις τὸν λόγον καὶ τὴν ἀχώριστον αὐτοῦ γενομένην ἐν αὐτῷ ζωήν, ἥτις ἅμα καὶ φῶς ἐστιν τῶν ἀνθρώπων, τὸ ἐν τῇ σκοτίᾳ φαῖνον καὶ μὴ καταλαμβανόμενον ὑπ’ αὐτῆς.
- 20.39.371.1
ἐὰν οὖν οἱονεὶ πυνθανόμενος ὁ προφήτης λέγῃ· » Τίς ἐστιν ὁ ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;« ἀποκρινούμεθα μαθόντες ἀπὸ τοῦ σωτῆρος ἡμῶν καὶ ἐροῦμεν ὅτι ὁ ἄνθρωπός ἐστιν »ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον«, ὃς τηρεῖ τὸν λόγον τοῦ εἰπόντος· »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς »τὸν αἰῶνα«.
- 20.39.372.1
Ἅμα δὲ ἐν τῷ τόπῳ ζητῶ μήποτε τὸ »Εἰς τὸν αἰῶνα« ἀπὸ κοινοῦ ληπτέον, ὥστ’ ἂν εἶναι τοιοῦτον τὸ ὅλον· ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ εἰς τὸν αἰῶνα, θάνατον οὐ μὴ θεωρήσῃ.
- 20.39.373.1
καὶ γὰρ ἔοικεν ἐπὶ τοσοῦτόν τις μὴ θεωρεῖν τὸν θάνατον, ὅσον τηρεῖ τὸν τοῦ Ἰησοῦ λόγον· ἅμα γάρ τις ἀπώλεσεν αὐτὸν καὶ θάνατον ἐθεώρησεν.
- 20.39.374.1
Εἰ δὲ καὶ ἀνατρέχειν τις δύναται ἐπὶ τοὺς βαθυτέρους λόγους καὶ νοεῖν πῶς ὑπὸ ἀνθρώπου λέγοιτ’ ἂν τὸ »Εἰς χοῦν θανάτου »κατήγαγές με«, καὶ ὑπὸ Παύλου· »Τίς με ῥύσεται ἐκ τοῦ σώματος »τοῦ θανάτου τούτου;« θεωρήσει τίνα τρόπον ὅσον μὲν ἐτηρεῖτο ὁ λόγος, θάνατος οὐκ ἐθεωρεῖτο τῷ τηροῦντι αὐτόν· ὅτε δέ τις καμὼν ἐν τῇ προσοχῇ καὶ τηρήσει τοῦ λόγου ἢ ἀπροσεκτήσας περὶ τὸ τηρεῖν οὐκέτι αὐτὸν τετήρηκεν, τότε τὸν θάνατον ἐθεώρησεν | οὐ παρ’ ἄλλον ἢ παρ’ ἑαυτόν.
- 20.39.375.1
καὶ νομιστέον γε τοῦτο δόγμα εἶναι καὶ νόμον αἰώνιον, ἀεὶ ἂν ἡμῖν λεχθησομένου παραλαβοῦσι τὸν λόγον τοῦ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ ὄψεται εἰς »τὸν αἰῶνα«.
- 20.39.376.1
ὥσπερ δέ, ἵν’ οὕτως ὀνομάσω, ἐπιπλεῖον θεωρηθὲν τὸ σκότος ἀφανίζει τὰς ὄψεις τοῦ θεωρήσαντος, οὕτως θεωρηθεὶς ὁ θάνατος ὑπὸ τοῦ τὸν λόγον μὴ τηρήσαντος θανατοῖ καὶ νεκροῖ τὴν θεωρήσασαν αὐτὸν ὄψιν καὶ ἀποτυφλοῖ, ὡς διὰ τοῦτο δεηθῆναι τοῦ ἀνοίγοντος ὀφθαλμοὺς τυφλῶν.
- 20.39.377.1
καὶ οἶμαί γε διὰ τοῦτο οἱ τυφλοί, ὧν σύμβολον ἦσαν οἱ ἐν τῷ εὐαγγελίῳ τυφλοί, τὰς ὄψεις ἀπολωλέκασιν, ἐπείπερ τὸν λόγον μὴ τηρήσαντες τὸν θάνατον ἐθεώρησαν.
- 20.40.378.1
(32) Οἱ μὲν πολλοὶ καὶ τῶν σοφῶν πᾶν γένος ἁμαρτήματος, οὗ ἐν εἴδει ἐστὶν καὶ τὸ ἐν λόγῳ ἁμάρτημα, οὐκ ἄλλοθεν ἢ ἀπὸ κριμάτων μοχθηρῶν οἴονται γίνεσθαι· οἱ δὲ ταῖς ἁγίαις γραφαῖς ὡς θείαις πεπιστευκότες διαλαμβάνουσιν περὶ τῶν παρὰ τὸν ὀρθὸν λόγον ὑπ’ ἀνθρώπων πραττομένων, ὡς οὐ χωρὶς δαιμονίων ἢ ὁποιωνδήποτε δυνάμεων ἀντικειμένων τῶν τοιούτων ἐπιτελουμένων.
- 20.40.379.1
καὶ οἱ Ἰουδαῖοι τοίνυν δαιμονίου ἐνεργείᾳ ὑπελάμβανον εἰρηκέναι τὸν Ἰησοῦν τὸ »Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, »θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα«.
- 20.40.380.1
καὶ τοῦτ’ ἐπεπόνθεισαν μήτε τὸν λόγον τηρήσαντες μήτε τοῦ λεγομένου τὴν δύναμιν θεωρήσαντες· ὁ μὲν γὰρ θάνατόν τινα ἐχθρὸν τῷ λόγῳ ἐπιστάμενος, ὃν ἀποθνή σκουσιν οἱ ἁμαρτάνοντες, τοῦτον ἔφασκεν μὴ θεωρεῖσθαι εἰς τὸν αἰῶνα ὑπὸ τοῦ τὸν λόγον αὐτοῦ τηρήσαντος· οἱ δὲ περὶ τοῦ κοινοτέρου θανάτου νομίσαντες εἶναι τὸ λεγόμενον παραπαίειν ᾤοντο τὸν λέγοντα, ἀποθανόντος Ἀβραὰμ καὶ τῶν προφητῶν, μὴ ἀποθανεῖσθαι εἰς τὸν αἰῶνα πάντα τὸν τηρήσαντα αὐτοῦ τὸν λόγον.
- 20.41.381.1
(33) Εἰ κατὰ τὴν ἁπλουστέραν ἐκδοχήν, ὡς καὶ αὐτοὶ ἀποδεδώκαμεν, δοκεῖ εἶναι σαφὲς τὸ τῆς ὑπολήψεως τῶν Ἰουδαίων. ἀποκριναμένων πρὸς τὸν τοῦ σωτῆρος λόγον περὶ τοῦ Ἀβραὰμ καὶ τῶν προφητῶν ὡς ἀποτεθνηκότων, οὐδὲν ἧττον οὐκ ἀπαρασήμαντον τὴν ἐξέτασιν μετὰ συγκρίσεως τῆς πρὸς ἕτερα παρα|πλήσια ἐατέον.
- 20.41.382.1
ἀρα γὰρ ᾤοντο σὺν οὐδενὶ λόγῳ τὸν σωτῆρα εἰρηκέναι τὸ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν »αἰῶνα«, καὶ διὰ τοῦτο σαφές τι πρὸς τὸν λόγον αὐτοῦ ἀπεκρίναντο;
- 20.41.383.1
ἢ ἐνόησαν οὐ περὶ τοῦ κοινοτέρου θανάτου αὐτὸν λελαληκέναι, καὶ διαλαμβάνοντες περὶ Ἀβραὰμ καὶ τῶν προφητῶν, ὡς καὶ αὐτῶν ἐν τῷ χείρονι θανάτῳ γεγενημένων ποτέ, τὸν λόγον αὐτοῦ μὴ παραδεξάμενοι μηδὲ ὑπολαμβάνοντες αὐτὸν εἶναι τηλικοῦτον ὁποῖον ἐπηγγείλατο ὁ λέγων, φασίν·
- 20.41.384.1
»Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον »ἔχεις«; τὸ δ’ ὅμοιον καὶ ἐπ’ ἄλλων αὐτοῦ λόγων καὶ τῶν πρὸς αὐτοὺς ἀποκρίσεων ἐπὶ πλειόνων ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν· οἷον ἐπὶ τῆς Σαμαρείτιδος, ὅτι εἰπὼν αὐτῇ ὁ Ἰησοῦς· »⟨Δός μοι⟩ πιεῖν« μεθ’ ἕτερα προσέθηκεν τοιαῦτα· »Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, »καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ »ἔδωκεν ⟨ἄν⟩ σοι ὕδωρ ζῶν.
- 20.41.385.1
καὶ λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε »ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ »τὸ ζῶν;« καὶ πάλιν· » Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ »μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν«.
- 20.41.386.1
οὐ γὰρ πιθανὸν ἦν περὶ αἰσθητοῦ ὕδατος ἀποκρίνεσθαι αὐτῷ τὴν Σαμαρεῖτιν, καὶ ᾐτηκέναι αὐτὸν σωματικὸν ὕδωρ ἐπὶ τῷ μηκέτι διψῆσαι μηδὲ διέρχεσθαι ἀντλεῖν ἀπὸ τῆς τοῦ Ἰακὼβ αἰσθητῆς πηγῆς.
- 20.41.387.1
ἀλλὰ καὶ εἰπόντος τοῦ κυρίου· »Ὁ ἄρτος, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου »ζωῆς«· ὅτε »ἐμάχοντο πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς »δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν;« ἀπεδείκνυμεν ὅτι οὐκ ἂν τοσοῦτον ἀνόητοι ἦσαν οἱ ἀκούοντες ὡς ὑπολαμβάνειν ὅτι προκαλεῖται ὁ λέγων τοὺς ἀκροατὰς εἰς τὸ προσελθεῖν καὶ ἐμφαγεῖν τῶν σαρκῶν αὐτοῦ.
- 20.42.388.1
Καὶ εἰκός γε, ὅτι ἔλεγον οἱ Ἰουδαῖοι ἐπὶ τῶν νῦν ἡμῖν ἐξεταζομένων ῥητῶν τὸ »Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται«, μεμαθηκότες τίνα τρόπον »δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν »κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς »πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον«, ἔβλεπον δὲ καὶ ὅτι »ἐβασίλευσεν ὁ θάνατος ἐπὶ τοὺς ἁμαρτήσαντας »ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ«, καὶ ἦν αὐτοῖς ὁ λόγος περὶ τοῦ διὰ τὴν ἁμαρτίαν θανάτου εἰς πάντας ἀνθρώπους διεληλυθότος ἐπὶ τῷ πάντας ἡμαρτηκέναι.
- 20.42.389.1
περὶ τούτων δὲ μεμαθηκότες τὰ ἑξῆς, ἅτε μὴ παραδεξάμενοι τοὺς Ἰησοῦ λόγους, οὐκ ᾔδεισαν, καὶ ὅτι »οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα«.
- 20.42.390.1
ἀλλ’ οὐδὲ συλλογίζεσθαί πως ἐδύναντο ὅτι »εἰ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ »πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ »ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ | εἰς τοὺς πολλοὺς »ἐπερίσσευσεν«.
- 20.42.391.1
οὐ συνίεσαν δὲ καὶ πῶς οὐκ ἦν τὸ δώρημα ὅμοιον τῷ δι’ ἑνὸς ἁμαρτήσαντος θανάτῳ· οὐδὲ γὰρ ἐπεπαίδευντό πω ὅτι τὸ χάρισμα ἐκ πολλῶν παραπτωμάτων ἐγίνετο εἰς δικαίωμα.
- 20.42.392.1
ἀλλ’ οὐδὲ ἔβλεπον ὅτι »Οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς »λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοὺ«.
- 20.42.393.1
καὶ ἐνενόουν μὲν τὸν θάνατον Ἀβραὰμ καὶ τῶν προφητῶν, ἀκούοντες ὅτι καὶ Σαμουὴλ, ὡς διὰ τὸν θάνατον ὑπὸ γῆν ὤν, ὑπὸ ἐγγαστριμύθου ἀνήγετο, θεοὺς οἰομένης κάτω που εἶναι τῆς γῆς καὶ λεγούσης· »Θεοὺς ἐγὼ εἶδον ἀναβαίνοντας ἀπὸ τῆς γῆς«· τὴν δὲ ζωὴν τοῦ Ἀβραὰμ καὶ τῶν προφητῶν οὐ κατειλήφασιν, οὐδ’ ὅτι ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ἦν οὐ νεκρῶν αὐτῶν ἀλλὰ ζώντων· καὶ ὡς ὑπολαμβάνοντες [τε] νεκροὺς εἶναι τοὺς προφήτας ᾠκοδόμουν αὐτῶν τοὺς τάφους, καὶ διὰ τοῦτο ταλανιζόμενοι.
- 20.42.394.1
εἰ καὶ ἀπέθανεν οὖν Ἀβραάμ, ἀλλ’ ἔζησεν καὶ οὐκέτι τὸν θάνατον ἐθεώρει ἀφ’ οὗ ἰδὼν τὴν Ἰησοῦ ἡμέραν ἠγαλλιάσατο καὶ ἐχάρη.
- 20.42.395.1
οἶμαι δὲ καὶ διὰ τοῦτο πρὸς τὸ »Ἀβραὰμ ἀπέθανεν« εἰρῆσθαι ὑπὸ τοῦ σω τῆρος, διδάσκοντος ὅτι Ἀβραὰμ ἔξη, τὸ »Ἀβραὰμ ὁ πατὴρ ὑμῶν »ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ ἴδεν καὶ ἐχάρη«.
- 20.42.396.1
εἰ ⟨δὲ⟩ μὴ βούλεταί τις οὕτως ἔχειν τὰ περὶ τοῦ Ἀβραάμ, λεγέτω ἡμῖν, πότερόν ποτε ὁ ἰδὼν τὴν τοῦ σωτῆρος ἡμῶν ἡμέραν καὶ ἐπὶ τούτῳ ἀγαλλιασάμενος καὶ χαρεὶς ἔτι θεωρεῖ τὸν θάνατον, ἢ ἰδὼν τὴν ἡμέραν τοῦ σωτῆρος καὶ ἀγαλλιασάμενος καὶ χαρείς, ἀξιωθεὶς τοιαύτης ὄψεως ὡς ἄξιος αὐτῆς, ὕστερον ἐστέρηται οὗ ἐθεώρησεν.
- 20.42.397.1
εἰ γὰρ ἑκάτερον τούτων ἄτοπόν ἐστιν, ἰδὼν τὴν ἡμέραν Ἰησοῦ Ἀβραὰμ ἅμα τῷ ἰδεῖν ἤκουσεν καὶ τὸν λόγον αὐτοῦ καὶ ἐτήρησεν καὶ οὐκέτι θάνατον θεωρεῖ· καὶ οὐχ ὑγιῶς ἔλεγον, ὡσπερεὶ ἔτι ἐν θανάτῳ τυγχάνοντος αὐτοῦ, οἱ Ἰουδαῖοι τὸ »Ἀβραὰμ ἀπέθανεν«.
- 20.42.398.1
τὸ δ’ ὅμοιον ἐρεῖς καὶ περὶ τῶν προφητῶν. εἰ γὰρ ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, καὶ ἔστιν ὥσπερ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ οὕτως καὶ τῶν λοιπῶν προφητῶν θεός, ζῶσιν καὶ οἱ προφῆται. καὶ γὰρ ἐτήρησαν τὸν λόγον τοῦ υἱοῦ τοῦ θεοῦ, ὅτε λόγος κυρίου ἐγένετο πρὸς Ὠσηέ, ἢ λόγος ἐγένετο πρὸς Ἰερεμίαν, ἢ λόγος ἐγένετο [τὸ] πρὸς Ἡσαΐαν· οὐ γὰρ ἄλλος λόγος θεοῦ ἐγένετο πρός τινα τούτων, ἀλλ’ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν υἱὸς αὐτοῦ θεὸς λόγος.
- 20.42.399.1
καὶ τοῦτον, εἰ καί τις ἄλλος, καὶ οἱ προφῆται τετηρήκασιν καὶ ἐξ οὗ εἰλήφασιν τὸν λόγον θάνατον οὐκέτι ἐθεώρησαν.
- 20.42.400.1
ὁμοίως τοίνυν ψεῦδος τῷ· »Νῦν ἐγνώ|καμεν ὅτι δαιμόνιον ἔχεις« τὸ »Ἀβραὰμ »ἀπέθανεν καὶ οἱ προφῆται« εἰρημένον ὑπὸ τῶν Ἰουδαίων· οὔτε γὰρ ἔγνωσαν δαιμόνιον ἔχειν τὸν ἐπιτάσσοντα δαιμονίοις (οὐδεὶς γὰρ γινώσκει τὸ μὴ ὑπάρχον), οὔτε Ἀβραὰμ καὶ οἱ προφῆται ἐν θανάτῳ ἔτι ἦσαν, ὅτε ἔλεγον οἱ Ἰουδαῖοι τὸ »Ἀβραὰμ ἀπέθανεν καὶ οἱ »προφῆται«.
- 20.43.401.1
Μετὰ ταῦτα ζητοῦμεν τί δήποτε, τοῦ σωτῆρος εἰρηκότος περὶ παντὸς τοῦ τηροῦντος αὐτοῦ τὸν λόγον ὅτι » Θάνατον οὐ θεωρήσει εἰς τὸν αἰῶνα«, οἱ Ἰουδαῖοι μετὰ τὰ προεξετασθέντα, δέον αὐτοὺς καταλλήλως τῷ »Θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα« εἰρηκέναι· » Καὶ σὺ λέγεις· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον »οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα«· οἱ δὲ οὐ τοῦτο, ἀλλὰ τὸ μὴ εἰρημένον ὑπὸ τοῦ σωτῆρός φασιν· οὐ γὰρ εἶπεν· ›ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θανάτου οὐ μὴ γεύσηται εἰς τὸν αἰῶνα‹, ὅπερ οὗτοι προφέρονται ὡς ὑπὸ τοῦ κυρίου ἡμῶν εἰρημένον.
- 20.43.402.1
καὶ ὅρα εἰ μὴ τῷ εἶναι διαφορὰν τοῦ μὴ θεωρεῖν θάνατον καὶ τοῦ μὴ γεύεσθαι θανάτου ὑπὸ τῶν λοιπῶν ἅμα εὐαγγελιστῶν εἴρηται περὶ τοῦ μὴ γεύεσθαι θανάτου τοὺς ἐγγὺς τοῦ Ἰησοῦ ἑστῶτας, ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοῦ, τοῦ μὲν Ματθαίου· »Ἀμήν, ἀμὴν λέγω ὑμῖν, εἰσίν τινες τῶν ὧδε ἑστώτων »οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ »ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοὺ«·
- 20.43.403.1
τοῦ δὲ Μάρκου· »Ἀμήν, »ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ἑστηκότων ὧδε οἵτινες οὐ μὴ »γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ »ἐληλυθυῖαν ἐν δυνάμει«·
- 20.43.404.1
τοῦ δὲ Λουκᾶ· »Ἀληθῶς εἰσίν τινες τῶν ὧδε »ἑστώτων οἵτινες οὐ γεύσονται θανάτου, ἕως ἂν ἴδωσιν τὸν υἱὸν »τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ«.
- 20.43.405.1
ὥσπερ γὰρ ἐπὶ τοῦ σώματος διάφοροι αἰσθήσεις εἰσὶν γεῦσις καὶ ὅρασις, οὕτως κατὰ τὰς λεγομένας ὑπὸ τοῦ Σολομῶντος θείας αἰσθήσεις ἄλλη μέν τις ἂν εἴη 〈ἡ〉 ὁρατικὴ τῆς ψυχῆς δύναμις καὶ θεωρητική, ἄλλη δὲ ἡ γευστικὴ καὶ ἀντιληπτικὴ τῆς ποιότητος τῶν νοητῶν τροφῶν.
- 20.43.406.1
καὶ ἐπεὶ ὁ κύριος, καθ’ ὃ μὲν ἄρτος ἐστὶν ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς, γευστός ἐστιν, τρόφιμος ὢν τῇ ψυχῇ, καθ’ ὃ δὲ σοφία ἐστίν, ὁρατός ἐστιν, ἧς τοῦ κάλλους ἐραστὴς ὁμολογεῖ εἶναι ὁ λέγων· »Ἐραστὴς ἐγενόμην »τοῦ κάλλους αὐτῆς«, καὶ προστάσσει ἡμῖν τὸ »Ἐράσθητι αὐτῆς, καὶ »τηρήσει σε«, διὰ τοῦτο ἐν Ψαλμοῖς εἴρηται τὸ » Γεύσασθε καὶ ἴδετε »ὅτι χρηστὸς ὁ κύριος«.
- 20.43.407.1
ὥσπερ δὲ ὁ κύριος γευστὸς καὶ ὁρατός, οὕτως καὶ ὁ ἐχθρὸς αὐτοῦ θάνατος γευστός ἐστι καὶ ὁ|ρατός.
- 20.43.408.1
καὶ τὸ μὲν γευστὸν αὐτοῦ παρίστησιν τὸ » Εἰσίν τινες τῶν ὧδε ἑστώτων »οἵτινες οὐ μὴ γεύσωνται θανάτου« καὶ τὰ ἑξῆς· τὸ δὲ ὁρατὸν τὸ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν »αἰῶνα«.
- 20.43.409.1
γεύεται δὲ θανάτου, καὶ οὐ γεύεται μόνον ἀλλὰ καὶ ἐμφορεῖται ὡς τροφῆς τοῦ θανάτου ὁ προφερόμενος τὰ ἐναντία τοῖς ῥήμασιν τῆς αἰωνίου ζωῆς.
- 20.43.410.1
καὶ ἐπαγγελία ἐστὶν μὴ γεύσεσθαι θανάτου τινὰ τῶν ἑστώτων ἐν τῷ δεικνυμένῳ ὑπὸ τοῦ Ἰησοῦ νοητῷ τόπῳ· παρατήρει γὰρ ὅτι οἱ τρεῖς τὸ » Εἰσί τινες τῶν ὧδε ἑστώτων« ἢ »Εἰσίν τινες τῶν ἑστηκότων ὧδε«, ἅμα εἰρήκασιν περὶ ὧν καὶ ἀνέγραψαν ὅτι »Οὐ γεύσονται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ »ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοὺ« ἢ »Ἐν τῇ δόξῃ αὐτοῦ« ἢ »Ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει«.
- 20.43.411.1
καὶ ἐπεὶ ὡς δυνατοῦ ὄντος τοῦ τὸν ἑστηκότα πεσεῖν εἴρηται· »Ὁ »δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ«, διὰ τοῦτο οὐ περὶ πάντων τῶν ἑστηκότων ἀλλὰ περί τινων ἀναγέγραπται τὸ »Ἀμὴν λέγω ὑμῖν· »εἰσίν τινες τῶν ὧδε ἑστώτων«.
- 20.43.412.1
ἑστὼς μὲν οὖν τις οὐ γεύεται θα νάτου, τηρῶν τὸ ἑστηκέναι· τὸν δὲ λόγον παραλαβὼν καὶ τηρῶν θάνατον οὐ θεωρήσει.
- 20.44.413.1
Εἴπερ οὖν διαφορά τίς ἐστιν τοῦ γεύσασθαι θανάτου καὶ τοῦ θεωρεῖν τὸν θάνατον, ὡς οὐ συνετοὶ ἀκροαταὶ οἱ Ἰουδαῖοι συγχέοντες τὸν τοῦ κυρίου λόγον, ἀντὶ τοῦ » Θάνατον οὐ θεωρήσει« εἰρήκασιν· » Οὐ μὴ γεύσηται θανάτου« ἐπὶ τὴν ὑποδεεστέραν αἴσθησιν καταπεσόντες τῷ λόγῳ. ζητήσεις δὲ εἰ ὥσπερ ἔστιν θεωρεῖν θάνατον καὶ γεύεσθαι θανάτου, οὕτως καὶ κατὰ τὰ λοιπὰ αἰσθητήρια ἤτοι ἀκούειν θανάτου ἢ ὀσφραίνεσθαι θανάτου ἢ ἅπτεσθαι θανάτου· εἰ γὰρ αἱ χεῖρες τῶν ἀποστόλων ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς, μή τι αἱ χεῖρες τῶν ψευδαποστόλων καὶ ἐργατῶν δολίων, μετασχηματιζομένων εἰς ἀγγέλους δικαιοσύνης, ψηλαφῶσιν περὶ τοῦ λόγου τοῦ θανάτου· καὶ εἰ τὰ πρόβατα Χριστοῦ ἀκούει τῆς φωνῆς αὐτοῦ, μήποτε τὰ μὴ αὐτοῦ πρόβατα, πρὸς οὓς λέγοι ἄν· » Ὑμεῖς οὐκ »ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν«, ἀκούει τῆς φωνῆς τοῦ θανάτου.
- 20.44.414.1
ὅρα ⟨δὲ⟩ εἰ μὴ ὀσμὴ θανάτου ἐστὶν ἐν τοῖς ἀπὸ τῆς ἁμαρτίας μώλωψιν, περὶ ὧν εἴρηται· »Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές »μου« καὶ ὀσμὴ θανάτου ἐν τῷ Λαζάρῳ πρὶν ἀναστῆναι ἐκ νεκρῶν, ᾗς μὴ βουλόμενοι ὀσφραίνεσθαι οἱ ἀπόστολοι ἔλεγον τῷ σωτῆρι τὸ » Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν«.
- 20.44.415.1
εἰς δὲ τὸ περὶ τῆς νοητῆς ὀσμῆς θανάτου ἢ ὀσμῆς ζωῆς παρατηρεῖν δεήσει | τὸ ἀποστολικὸν οὕτως ἔχον· »Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν παντὶ τόπῳ, ἐν »τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ ἐκ θανάτου »εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν«. εὐωδία μὲν γὰρ Χριστοῦ εἰσιν καὶ οὐδαμῶς δυσωδία ἐν παντὶ τόπῳ οἱ ἐν Χριστῷ ἄνθρωποι.
- 20.44.416.1
ἀλλ’ [ἐπεὶ] ὥσπερ ἡ σωματικὴ εὐωδία τινὰ τῶν ζῴων λέγεται ἀναιρεῖν, οὕτως διὰ τὴν προγενομένην κακίαν καὶ ἡ Χριστοῦ εὐωδία γένοιτο ἄν τισιν τοῖς ἐκ θανάτου εἰς θάνατον αὐτῶν, τοῖς ⟨δὲ⟩ ἐκ ζωῆς ἀποβαίνει εἰς ζωήν.
- 20.44.417.1
ταῦτα παρακείμενα ἡμῖν ἔδοξεν εἶναι τῇ ἐξετάσει τοῦ γεύεσθαι θανάτου καὶ τοῦ θεωρεῖν ἢ μὴ θεωρεῖν τὸν θάνατον.
- 20.44.418.1
μετὰ ταῦτα μὴ θεωροῦντες ὅσῳ ὑπερέχει Χριστὸς τῶν πατριαρχῶν καὶ τῶν προφητῶν, ἀλλὰ μηδὲ πιστεύοντες Χριστὸν εἶναι τὸν τηλικαῦτα διδάσκοντα, ἐπαποροῦσιν λέγοντες· »Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν;«
- 20.44.419.1
οὐχ ὁρῶσιν δὲ ὅτι οὐ μόνον ⟨μείζων⟩ τοῦ Ἀβραὰμ ἀλλὰ καὶ παντὸς ἐν γεννητοῖς γυναικῶν ὁ ἐκ τῆς παρθένου γεγεννημένος, καὶ τῶν προφητῶν πάντων ὁ προφητευόμενος ὑπ’ αὐτῶν, καὶ τῶν ἀποθανόντων ὁ ζωοποιήσας αὐτούς, οὐχ ἑαυτὸν ποιήσας τοιοῦτον ἀλλ’ ἀπὸ τοῦ πατρὸς λαβών.
- 20.44.420.1
»Ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω »καὶ τῷ υἱῷ ζωὴν ἔδωκεν ἔχειν ἐν ἑαυτῷ«, οὐ δυναμένῳ ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲ ἕν, καὶ ζητοῦντι τὸ θέλημα οὐ τὸ ἑαυτοῦ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντος αὐτόν. καὶ τὸ » Τίνα οὖν σεαυτὸν ποιεῖς;« μὴ τεθεωρηκότων ἦν φωνὴ ὅτι οὐχ ἑαυτὸν ὁ Ἰησοῦς πεποίηκεν ὅπερ ἐστίν.
- 20.44.421.1
διόπερ καὶ πρὸς τοῦτο δοκεῖ μοι ἀποκρίνεσθαι, διδάσκων τίς αὐτὸν ἐποίησεν ὅπερ ἦν, τὸ »Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου »οὐδέν ἐστιν· ἔστιν ὁ πατὴρ ὁ δοξάζων με.«
- 20.44.422.1
Καὶ ταῦτα δέ, αὐτάρκη περιγραφὴν εἰληφότος τοῦ εἰκοστοῦ τῶν εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἐξηγητικῶν τόμου, τὴν περιγραφὴν ἐνταῦθα εἰληφέτω, ἵνα θεοῦ ἀποκαλύπτοντος ἡμῖν τὰ ἑξῆς θεωρήσωμεν ἐν τῷ μετὰ ταῦτα ἀπὸ τοῦ »Ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ »δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν«.
- 28.1.1.1
Οἱ φύσεις ἀριθμῶν ἐρευνήσαντες πρῶτον μὲν τέλειον τὸν ἓξ εἰρήκασιν, τοῖς ἑαυτοῦ μέρεσιν ἰσούμενον, ἔκ τε τῆς συνθέσεως τοῦ ἀπὸ μονάδος διπλασιαζομένου, ἑνὸς καὶ δύο, ὃ ἐστὶ τρία, ἀριθμὸς πρῶτος, καὶ τοῦ ἐφ’ ὃν ἔφθασεν ὁ διπλασιασμός, λέγω δὲ τοῦ δύο· γενόμενος γὰρ ὁ δύο ἐπὶ τὸν τρία πεποίηκεν τὸν | ἕξ.
- 28.1.2.1
δεύτερον δὲ τέλειόν φασιν εἶναι τὸν εἴκοσι καὶ ὀκτώ, συνιστάμενον ἔκ τε τοῦ συνθέτου τῶν ἀπὸ μονάδος διπλασιαζομένων, ἕως γένηται πρῶτος ἀριθμός, καὶ τοῦ ἐφ’ ὃν ἔφθασεν ὁ διπλασιασμός. τέσσαρα μὲν γάρ ἐστιν ὁ ἀπὸ μονάδος διπλασιαζόμενος ἐν τῷ ἕν δύο τέσσαρα.
- 28.1.3.1
ἑπτὰ δὴ τούτων σύνθεσις, καὶ αὐτὸς πρῶτος ἀριθμὸς ὑπὸ μονάδος μόνης μετρούμενος· γινόμενος δὲ ὁ τέσσαρα ἐπὶ τὸν ἑπτὰ πεποίηκεν τὸν εἴκοσι καὶ ὀκτώ, καὶ αὐτὸν τοῖς ἑαυτοῦ μέρεσιν ἴσον.
- 28.1.4.1
Διὰ τοῦτο δ’ οἶμαι † ῥᾴδιον διαλαμβάνεται ἀπὸ τοῦ παιδευθέντος »πάσῃ σοφίᾳ [καὶ] Αἰγυπτίων« Μωσέως εἰς τὴν τῆς σκηνῆς τοῦ μαρτυρίου κατασκευήν· αἱ γὰρ αὐλαῖαι εἴκοσι καὶ ὀκτὼ πηχῶν τὸ μῆκός εἰσιν.
- 28.1.5.1
καὶ ἐχρῆν γε τὴν εἰς δόξαν θεοῦ κατασκευαζομένην σκηνὴν τοῦ μαρτυρίου μετὰ τῶν ἐξαιρέτων ἀριθμῶν ἔχειν καὶ τὸν εἴκοσι καὶ ὀκτώ.
- 28.1.6.1
ἐφ’ ὅν, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε, φθάσαντες τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν (οὗτος γὰρ ἔσται, θεοῦ χαριζομένου, εἰκοστὸς ὄγδοος εἰς τὸ εὐαγγέλιον τόμος), ἐπικαλεσάμενοι τὸν τέλειον καὶ τελειότητος χορηγὸν θεὸν διὰ τοῦ τελείου ἀρχιερέως ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵν’ ἡμῶν τὸν νοῦν δῷ εὑρεῖν τὴν περὶ τῶν ἐξετασθησομένων ἀλήθειαν καὶ κατασκευὴν αὐτῶν, [καὶ] οὕτως ὁδεύσωμεν καὶ ἐπὶ τὰ ἑξῆς.
- 28.2.7.1
Ἐπείπερ ἐνθάδε μὲν τὸν ἐπικείμενον τῷ σπηλαίῳ λίθον οὐκ αὐτὸς ὁ Ἰησοῦς αἴρει ἀλλὰ λέγει· »Ἄρατε τὸν λίθον«, ἐν δὲ τῇ Γενέσει, ἡνίκα » λίθος ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος, καὶ συνήγοντο »ἐκεῖ πάντα τὰ ποίμνια, καὶ ἀπεκύλιον λίθον ἀπὸ τοῦ στόματος τοῦ »φρέατος, καὶ συνήγοντο καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων »τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ« καὶ τῷ μηδέπω τοῦτο γεγονέναι διὰ τὸ μὴ συνῆχθαι τὰ κτήνη, ὁ Ἰακὼβ ἰδὼν »Ῥαχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ »πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, προσελθὼν αὐτὸς »ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότισεν »τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ«, βουλόμεθα ἀμφοτέρους τοὺς λίθους ἀλλήλοις συνεξετάσαι, ἵνα τὸ εὔλογον κατανοήσωμεν τοῦ ἐνθάδε μὲν μὴ αὐτὸν τὸν Ἰησοῦν ἠρκέναι τὸν λίθον ἀπὸ τοῦ σπηλαίου, ἀλλ’ εἰρηκέναι· »Ἄρατε τὸν λίθον«, ἐν δὲ τῇ Γενέσει αὐτὸν τὸν Ἰακὼβ ἀποκεκυλικέναι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος.
- 28.2.8.1
καὶ πρόσχες εἰ δυνάμεθα λέγειν ὅτι τοῦ μὲν ἐπὶ τῷ σπηλαίῳ λίθου, | ἐπεὶ τὸ σπήλαιον μνημεῖον ἦν, οὐκ ἐχρῆν αὐτὸν ἅψασθαι τὸν Ἰησοῦν, ἀλλὰ προστάξαι μόνον τοῖς ἐπιτηδείοις πρὸς τὸ ἔργον ἆραι τὸν λίθον, τοῦ δὲ ἐπικειμένου τῷ στόματι τοῦ φρέατος καὶ ἐμποδίζοντος τοῦ πίνειν τὰ πρόβατα, ἀφ’ ὧν ἔμελλεν γενέσθαι τὰ ἐπίσημα καὶ ἡ μερὶς τοῦ Ἰακώβ, αὐτὸν ἔδει λαβέσθαι τὸν Ἰακώβ, καὶ προσελθόντα τῷ λίθῳ ἀποκυλίσαι αὐτὸν ἀπὸ τοῦ στόματος τοῦ φρέατος, ἵνα ποτισθῇ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.
- 28.2.9.1
καὶ ἔδει γὲ ἐπὶ μὲν τοῦ φρέατος αὐτὸν προσελθεῖν τὸν Ιακώβ. ἔξω δὲ τοῦ σπηλαίου στῆναι τὸν Ἰησοῦν.
- 28.2.10.1
εἰ δὲ δύνασαι, ἐπίστησον τί δήποτε ἐπὶ μὲν τοῦ σπηλαίου οὐ κεκύλισται ὁ ἐπικείμενος αὐτῷ λίθος ἀλλὰ αἴρεται, ἐπὶ δὲ τοῦ φρέατος οὐ παντελῶς αἴρεται ἀλλὰ μόνον ἀποκυλίεται· ἐχρῆν πάντη μὲν ἀρθῆναι τὸν ἐπὶ τοῦ μνημείου λίθον καὶ μὴ πάλιν κυλισθῆναι· τὸν δὲ ἐπὶ τοῦ φρέατος ἀποκυλισθῆναι μόνον.
- 28.2.11.1
προείρηται γάρ, ὅτι ἀπε * * * * * * * * * * * * * * *
- 28.2.12.1
δόξαν θεοῦ, νοήσαντες τὸ μέγεθος τῆς εἰς δικαιοσύνην λογιζομένης πίστεως πιστεύσωμεν.
- 28.2.13.1
εἰ δέ τις οὐδέπω εἶδεν τὴν δόξαν θεοῦ τῶν οἰομένων πεπιστευκέναι, μανθανέτω ὅτι ἐλέγχεται δι’ ὧν οὐδέπω εἶδεν τὴν δόξαν τοῦ θεοῦ μὴ πεπιστευκώς· ἀψευδὴς γὰρ ὁ μὴ Μάρθᾳ μόνῃ ἀλλὰ καὶ παντί τῳ λέγων τὸ »Ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν »τοῦ θεοῦ«.
- 28.3.14.1
Ἡ βραδυτὴς τοῦ ἀρθῆναι τὸν ἐπικείμενον τῷ σπηλαίῳ λίθον ἀπὸ τῆς ἀδελφῆς τοῦ τετελευτηκότος γεγένηται· οἱονεὶ γὰρ ἐνεπόδισεν οἷς προσέταξεν ὁ Ἰησοῦς εἰπών· »Ἄρατε τὸν λίθον« φήσασα· »Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν«.
- 28.3.15.1
καὶ εἰ μὴ κεκόλουστό γε ἡ τῆς Μάρθας ἀπιστία εἰπόντος αὐτῇ τοῦ | Ἰησοῦ· » Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;« οὐκ ἂν οἱ ἀκούσαντες· »Ἄρατε »τὸν λίθον« ἧραν τὸν λίθον.
- 28.3.16.1
φέρε γὰρ καθ’ ὑπόθεσιν εἰπόντος τοῦ Ἰησοῦ· »Ἄρατε τὸν λίθον« μὴ ἀποκεκρίσθαι τὴν ἀδελφὴν τοῦ τετελευτηκότος μηδὲ εἰρηκέναι· »Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν«· τί οὖν ἠκολούθησεν ἂν τούτῳ γεγράφθαι ἢ τοῦτο· »Λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον· »ἦραν οὖν τὸν λίθον«;
- 28.3.17.1
νυνὶ δὲ μεταξὺ τοῦ »Ἄρατε τὸν λίθον« καὶ τοῦ »Ἦραν οὐν τὸν λίθον« τὰ εἰρημένα ὑπὸ τῆς ἀδελφῆς τοῦ τετελευτηκότος ἐνεπόδισεν τῷ ἀρθῆναι τὸν λίθον. καὶ οὐκ ἂν οὐδὲ τὴν ἀρχὴν κἂν βράδιον ἤρθη, εἰ μὴ ἀποκριθεὶς ὁ Ἰησοῦς πρὸς τὴν ἐκείνης ἀπιστίαν εἰρήκει τὸ » Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν »τοῦ θεοῦ;« καλὸν οὖν τὸ μηδὲν γενέσθαι μεταξὺ τῆς Ἰησοῦ προστάξεως καὶ τοῦ ἀπὸ τῶν προστασσομένων, περὶ ὧν Ἰησοῦς ἐκέλευσεν, ἔργου.
- 28.3.18.1
καὶ οἶμαί γε ἁρμόσειν τῷ τοιούτῳ τὸ εἰπεῖν ὅτι μιμητὴς γέγονεν Χριστοῦ.
← Previous · Next → — showing 501–600 of 1,232
First Thousand Years of Greek. CTS URN tlg2042.tlg079.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.