Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
- 20.27.241.1
μέχρι γοῦν τοῦ »Ἰδού, τόπος παρ’ ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας« Μωσῆς οὐδέπω εἱστήκει ἐπὶ τῆς πέτρας. καὶ εἴ | τίς γε ἐπιμελέστερον ἐνίδοι τῇ ἀνθρωπίνῃ φύσει, οὐκ εὐχερῶς δυναμένῃ καθαρεύειν ἀπὸ ψευδῶν δογμάτων, ὄψεται ὅτι ὥσπερ »πᾶς ἄνθρωπος ψεύστης«, οὕτως πᾶς ἄνθρωπος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ.
- 20.27.242.1
εἰ γάρ τίς ἐστιν οὐ ψεύστης ἔτι ἢ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, ὁ τοιοῦτος οὐκ ἔστιν ἄνθρωπος, ὥστ’ ἂν εἰπεῖν αὐτῷ καὶ τοῖς ὁμοίοις αὐτῷ τὸν θεόν· »Ἐγὼ εἶπα, θεοί »ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«, οὐκ ἐπενεχθησομένου αὐτῷ τοῦ »Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε«-
- 20.27.243.1
εἴ τις οὖν καὶ ἄλλος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, δῆλον ὅτι καὶ ὁ διάβολος ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος, καὶ ἡ αἰτία γε τοῦ μὴ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ τοῦτον εἴρηται τὸν τρόπον· »Ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ«.
- 20.27.244.1
διὰ τοῦτο δ’ οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ, ἐπείπερ ἠπάτηται καὶ ψευδῆ ὑπολαμβάνει καὶ ἠπάτηται αὐτὸς ὑφ’ ἑαυτοῦ, τούτων χείρων εἶναι λογισθεὶς τῶν λοιπῶν ἀπατωμένων, ὅτι ἐκεῖνοι μὲν ὑπὸ τούτου ἀπατῶνται, αὐτὸς δὲ ἑαυτῷ δημιουργός ἐστιν τῆς ἀπάτης.
- 20.28.245.1
Ἄξιον δὲ ζητῆσαι πῶς λέγεται τὸ »Ἀλήθεια οὐκ ἔστιν ἐν »αὐτῷ«, οἷον πότερόν ποτε οὐδὲν ἀληθὲς ἔχει δόγμα, ἀλλὰ πάντα ὅσα ποτὲ δοξάζει ψευδῆ ἐστιν· ἢ ὅτι οὐ μετέχει Χριστοῦ, ὡς οἱ Χριστοῦ μέτοχοι μετέχουσιν τοῦ εἰπόντος· »Ἐγώ εἰμι ἡ ἀλήθεια«.
- 20.28.246.1
οἱ γὰρ μετέχοντες αὐτοῦ μετέχουσιν αὐτοῦ καὶ καθ’ ὅ ἐστιν ἀλήθεια, καὶ διὰ τοῦτο ἀλήθειά ἐστιν ἐν αὐτοῖς. καὶ τρίτον δ’ ἂν ἐν τῷ τόπῳ τοιοῦτον προσαπορηθείη, ἐπιστησόντων τινῶν εἰ χρὴ λέγειν μὴ εἶναι ἀλήθειαν ἐν τῷ ὁτιποτοῦν ψεῦδος ὑπολαμβάνοντι, κἂν μετὰ πολλῶν ἀληθῶν τοῦτο νομίζῃ.
- 20.28.247.1
ὡς γὰρ ψεῦδος τὸ ἐκ μυρίων ὅσων ἀληθῶν καὶ ἑνὸς ψεύδους συμπεπλεγμένου, οὕτως ἐν τῷ δοξάζοντι μετὰ πολλῶν ἀληθῶν ἓν ψεῦδος οἱονεὶ τὸ τοιοῦτόν ἐστιν συμπεπλεγμένον, ὥστ’ ἂν εἰπεῖν ὅτι ἐν τῷδε οὐκ ἔστιν ἀλήθεια. δείκνυμι δὲ τὸν μετὰ πολλῶν ἀληθῶν ἓν ψεῦδος ὑπολαμβάνοντα.
- 20.28.248.1
καὶ τὰ τρία γε δόξει ἔχειν λόγον, τινὸς μὲν φήσοντος κατὰ τοῦτο εἰρῆσθαι τὸ »Οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ«, ἐπεὶ οὐ μετέχει Χριστοῦ; ᾧ γε καὶ προσπολεμεῖ· ἑτέρου δέ, ἐπείπερ οὐδὲν ἀληθὲς φρονεῖ ἀλλ’ ἐν πᾶσιν διέψευσται, καὶ διὰ τοῦτό ἐστιν διάβολος καὶ πονηρὸς καὶ χείρων παντὸς οὑτινοσοῦν πταίοντος, ὅτι τάχα ἐν μὲν τοῖς πολλοῖς ἐστίν τι καὶ ἀληθὲς μετὰ πολλῶν ὧν σφάλλονται, ἐν δὲ τούτῳ οὐδὲν ἀληθές.
- 20.28.249.1
καὶ τρίτος δέ τις συναγορεύσει τῷ λοιπῷ λέγων ἀμήχανον εἶναι λογικόν τι τυγχάνον ζῷον περὶ πάντων ψευδοδοξεῖν καὶ περὶ μηδενὸς κἂν ἀσθενῶς τὸ ἀληθὲς ὑπολαμβάνειν.
- 20.28.250.1
πάντως γοῦν κἂν τοῦτο ἔχῃ ὁ διάβολος δόγμα ἀληθὲς περὶ αὑτοῦ ἐννοῶν ὅτι λογικός | ἐστιν, καὶ ὅτι τὸ τοιόνδε μὲν ἄνθρωπός ἐστιν, τὸ τοιόνδε δὲ ἄγγελος, καὶ τὸ τοιὸν μὲν σῶμα, καὶ ποιὸν σῶμα, ἄλλο δέ τι ἕτερον σώματος.
- 20.28.251.1
ἀλλ’ ἵνα καὶ τὸ τελευταῖον μὴ λέγῃ καὶ μὴ ἐννοῇ, ἀλλά γε αὐτάρκη τὰ πρῶτα πρὸς τὸ μὴ ἂν δύνασθαι εἶναι ἀληθὲς περὶ αὐτοῦ τὸ ὅτι οὐδὲν ἀληθὲς φρονεῖ.
- 20.28.252.1
Ἡμεῖς μὲν οὖν τοῦ »Ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν« ἀκούομεν οὐχ ὡς φύσιν τοιαύτην ἐμφαίνοντος, οὐδὲ τὸ ἀδύνατον περὶ τοῦ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ παριστάντος· ὁ δὲ Ἡρακλέων εἰς ταῦτά φησι τὸ Οὐ γὰρ ἐκ τῆς ἀληθείας ἡ φύσις ἐστὶν αὐτοῦ, ἀλλ’ ἐκ τοῦ ἐναντίου τῇ ἀληθείᾳ, ἐκ πλάνης καὶ ἀγνοίας.
- 20.28.253.1
διό, φησίν, οὔτε στῆναι ἐν ἀληθείᾳ οὔτε σχεῖν ἐν αὑτῷ ἀλήθειαν δύναται, ἐκ τῆς αὑτοῦ φύσεως ἴδιον ἔχων τὸ ψεῦδος, φυσικῶς μὴ δυνάμενός ποτε ἀλήθειαν εἰπεῖν· λέγει δ’ ὅτι οὐ μόνος αὐτὸς ψεύστης ἐστίν, ἀλλὰ καὶ ὁ πατὴρ αὐτοῦ, ἰδίως πατὴρ αὐτοῦ‹ ἐκλαμβάνων τὴν φύσιν αὐτοῦ, ἐπείπερ ἐκ πλάνης καὶ ψεύσματος συνέστη.
- 20.28.254.1
ταῦτα δὲ ὅλα ῥύεται τὸν διάβολον παντὸς ψόγου καὶ ἐγκλήματος καὶ μέμψεως· οὐδεὶς γὰρ εὐλόγως ἂν ψέξαι ἢ ἐγκαλέσαι ἢ μέμψαιτο τῷ μὴ πεφυκότι πρὸς τὰ κρείττονα. ἀτυχὴς οὖν μᾶλλον ἢ ψεκτὸς ὁ διάβολος κατὰ τὸν Ἡρακλέωνά ἐστιν. ἰστέον μέντοι γε ὅτι ὥσπερ ὁ διάβολος ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ, οὕτως καὶ οἱ ἐκ πατρὸς τοῦ διαβόλου ὄντες ἐν τῇ ἀληθείᾳ οὐχ ἑστήκασιν, ὅτι ἀλήθεια οὐκ ἔστιν ⟨ἐν⟩ αὐτοῖς.
- 20.28.255.1
πάντες δὲ τοιοῦτοι οἱ ἔτι ποιοῦντες ἁμαρτίας, κἂν λέγωσιν εἶναι Χριστοῦ· »Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν »ἐκ τοῦ διαβόλου γεγέννηται«.
- 20.29.256.1
(23) Προλαβόντες μὲν εἰς τὸ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ« ἐμνημονεύσαμεν τοῦ ῥητοῦ καὶ τὰ ὑποπεσόντα ἡμῖν εἰς αὐτὸ εἰρήκαμεν, ζητοῦντες τί τὸ ψεῦδος καὶ τὸν πατέρα αὐτοῦ· συνεξεταζέσθω δὲ καὶ τὰ λεχθησόμενα νῦν ἐκείνοις.
- 20.29.257.1
πᾶν πνεῦμα πονηρὸν καὶ ἀπατηλὸν νομίζω εἶναι ψεῦδος, καὶ ἕκαστον τούτων ὅταν λαλῇ, ἐκ τῶν ἰδίων καὶ μηδαμῶς ἐκ τῶν τοῦ θεοῦ λαλεῖν· τούτων δὲ ὁ ψεύστης πατήρ, ὁ διάβολος, ἐστίν·
- 20.29.258.1
πόθεν δὲ ἐκινήθημεν εἰς τὸ πᾶν χεῖρον πνεῦμα ψευδὲς εἰπεῖν νῦν παραθησόμεθα· γέγραπται ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ὡς ἄρα εἶπεν Μιχαίας κληθεὶς ὑπὸ τοῦ Ἀχαὰβ εἰς τὸ προφητεῦσαι περὶ τοῦ πότερον αὐτῷ καθήκει πορευθῆναι εἰς Ῥαμμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπισχεῖν, τὸ » Εἶδον »θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατεία τοῦ »οὐρανοῦ ἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ.
- 20.29.259.1
»καὶ εἶπεν· Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται »καὶ πεσεῖται ἐν Ῥαμμὼθ Γαλαάδ; καὶ εἶπεν οὗτος 〈οὕτως〉 [ἐν σοί.] »καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν· Ἐγὼ »ἀπατήσω αὐτόν.
- 20.29.260.1
καὶ εἶπεν πρὸς αὐτὸν κύριος· Ἐν τίνι; καὶ εἶπεν· »Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν »προφητῶν σου τούτων.«
- 20.29.261.1
καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων ὁ αὐτὸς Μι|χαίας πρὸς τὸν Ἀχαάβ φησι καὶ τὸν Ἰωσαφάτ· »Ἀκούσατε »λόγον κυρίου. εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ »πᾶσα δύναμις τοῦ οὐρανοῦ ἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ »ἀριστερῶν αὐτοῦ. καὶ εἶπεν κύριος· Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα »Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥαμμὼθ Γαλαάδ; καὶ εἶπεν· »οὗτος οὕτως. καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ »εἶπεν· Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν κύριος· Ἐν τίνι; καὶ εἶπεν· »Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν »προφητῶν αὐτοῦ«.
- 20.29.262.1
σαφῶς οὖν διὰ τούτων δηλοῦται ὅτι 〈εἰ〉 πνεῦμά τί ἐστιν τὸ ψευδὲς πνεῦμα, πάντα ὅμοια εἴη ἂν ψευδῆ πνεύματα 〈τὰ〉 ἀπὸ τοῦ ψεύστου πατρὸς εἰληφότα τὸ εἶναι ψευδῆ πνεύματα, κατὰ τὸ ψεῦδος καὶ τὴν κακίαν, καὶ οὐχ ὅτι τὸ κατ’ οὐσίαν.
- 20.29.263.1
τὸ μὲν οὖν ἅγιον πνεῦμα ἢ ἀγγελικὸν πνεῦμα, ὅταν λαλῇ, οὐκ ἐκ τῶν ἰδίων λαλεῖ, ἀλλὰ ἀπὸ τοῦ λόγου τῆς ἀληθείας καὶ τῆς σοφίας· ὅπερ δηλοῦται καὶ ἐν τῷ κατὰ Ἰωάννην, ἔνθα περὶ τοῦ παρακλήτου διδάσκει καί φησιν· » Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«.
- 20.29.264.1
τὸ μέντοι ψεῦδος ὅταν λαλῇ, ἐκ τῶν ἰδίων λαλεῖ· ἐκ τῶν ἰδίων ἐλάλησεν καὶ τὸ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ψευδὲς πνεῦμα ἀπατῶν τὸν Ἀχαάβ.
- 20.29.265.1
πλὴν παρατήρει ὅτι 〈τὸ〉 ›ψεύστης‹· ὄνομα ὁμοίως τέτακται ἐπί τε τοῦ γεννήσαντος τὸ ψεῦδος διαβόλου καὶ ἐπὶ τοῦ ἀνθρώπου· ἐνθάδε μὲν γὰρ 〈οὐ〉 περὶ τοῦ ἀνθρώπου λέγεται τὸ »Ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ«, ἐν δὲ Ψαλμοῖς τὸ »Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος »ψεύστης.
- 20.29.266.1
ταῦτα δὲ παρεθέμεθα ἵνα πάσῃ δυνάμει φεύγωμεν τὸ εἶναι ἄνθρωποι καὶ σπεύδωμεν γενέσθαι ›θεοί‹, ἐπείπερ ὅσον ἐσμὲν ἄνθρωποι, ψεῦσται ἐσμέν, ὡς καὶ ὁ πατὴρ τοῦ ψεύδους ψεύστης ἐστίν.
- 20.29.267.1
ὅμοιον δέ ἐστιν τὸ μετέχειν ἡμᾶς ἑνὸς καὶ τοῦ αὐτοῦ ὀνόματος καὶ τοῦ σημαινομένου ὑπὸ τοῦ ὀνόματος πράγματος· ἡμᾶς λέγω, ἐὰν ἔτι μένωμεν ἄνθρωποι, καὶ τὸν διάβολον, ὃς ψεύστης εἴρηται.
- 20.30.268.1
(24) Εἰ μεμνήμεθα πρὸς τίνας ἐστὶν ὁ λόγος, οτι πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, ἐπαγγελίαν λαμβάνοντας ὅτι ἐὰν μένωσιν ἐν τῷ λόγῳ τοῦ Ἰησοῦ τότε ἀληθῶς αὐτοῦ εἰσι μαθηταὶ καὶ γνώσονται τὴν ἀλήθειαν ἐλευθεροῦσαν αὐτούς, ἐπαπορήσομεν πῶς τοῖς τοιούτοις φησίν· »Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι«.
- 20.30.269.1
καὶ ἐπίστησον εἰ δύναταί τις τῷ αὐτῷ κατά τινα μὲν ἐπίνοιαν πιστεύειν, κατὰ δὲ ἑτέραν μὴ πιστεύειν· οἷον παραδείγματος ἕνεκεν. οἱ πιστεύοντες μὲν εἰς τὸν ἐπὶ Ποντίου Πιλάτου Ἰησοῦν ἐσταυρωμένον ἐν τῇ Ἰουδαίᾳ, μὴ πιστεύοντες δὲ εἰς τὸν γεγεννημένον ἐκ Μαρίας τῆς παρθένου, οὗτοι εἰς τὸν αὐτὸν πιστεύουσι καὶ οὐ πιστεύουσι.
- 20.30.270.1
καὶ πάλιν οἱ πιστεύοντες μὲν εἰς τὸν ποιήσαντα ἐν τῇ Ἰουδαίᾳ τὰ ἀναγεγραμμένα τέρατα καὶ σημεῖα Ἰησοῦν, μὴ πιστεύοντες δὲ εἰς τὸν υἱὸν τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰς τὸν 〈αὐτὸν〉 πιστεύουσι καὶ οὐ | πιστεύουσι.
- 20.30.271.1
πάλιν τε αὖ οἱ πιστεύοντες μὲν εἰς τὸν πατέρα Ἰησοῦ Χριστοῦ, μὴ πιστεύοντες δὲ εἰς τὸν δημιουργὸν καὶ ποιητὴν τοῦδε 〈τοῦ〉 παντός, οὗτοι εἰς τὸν αὐτὸν πιστεύουσι καὶ οὐ πιστεύουσιν.
- 20.30.272.1
ἀλλὰ καὶ οἱ πιστεύοντες μὲν εἰς τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, μὴ πιστεύοντες δὲ εἰς τὸν πατέρα Ἰησοῦ τοῦ ἐσταυρωμένου ἐπὶ Ποντίου Πιλάτου, εἰς τὸν θεὸν πιστεύουσιν καὶ οὐ πιστεύουσιν.
- 20.30.273.1
ἵν’ οὖν μὴ παρὰ πόδας ἐναντίωμα ᾖ ὡς μὴ συνεωρακότος τοῦ γράφοντος τὸ εὐαγγέλιον τὸ τοιοῦτον, φήσεις ὅτι ὁ λέγων πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους τὸ »Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, »οὐ πιστεύετέ μοι«, πιστεύουσιν κατά τινα ἐπίνοιαν καὶ καθ’ ἑτέραν μὴ πιστεύουσιν ταῦτα ἔφασκεν.
- 20.30.274.1
καὶ εἰκὸς ὅτι ἐπίστευον μὲν αὐτῷ κατὰ τὸ ὁρατὸν διὰ τὰ τεράστια, οὐκ ἐπίστευον δὲ τοῖς βαθύτερον ὑπ’ αὐτοῦ λεγομένοις· καὶ ἁρμόζει γε τῷ » Γνώσεσθε τὴν ἀλήθειαν« λεγομένῳ μὴ ἐγνωκόσι τὴν ἀλήθειαν τὸ »Ὅτι τὴν ἀλήθειαν λέγω, οὐ »πιστεύετέ μοι«, ὡς εἰ ἔλεγεν· καθ’ ὃ μὲν τεράστια ποιῶ πιστεύετέ μοι, καθ’ ὃ δὲ τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι.
- 20.30.275.1
τοῦτο δ’ ἂν καὶ νῦν ἐπὶ πολλῶν ἴδοις, θαυμαζόντων μὲν τὸν Ἰησοῦν ἐπὰν ἐνορῶσιν τῇ περὶ αὐτοῦ ἱστορίᾳ, μηκέτι δὲ πιστευόντων ἐπὰν βαθύτερος καὶ μείζων τῆς ἕξεως αὐτῶν αὐτοῖς ἀναπτύσσηται λόγος, ἀλλ’ ὑποπτευόντων αὐτὸν εἶναι ψευδῆ. διόπερ προσέχωμεν μήποτε καὶ ἡμῖν εἴπῃ ὁ λόγος· »Ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι«.
- 20.31.276.1
(25) Ὁ λόγος, ἐπὰν τρανῶς αὑτοῦ παριστάνῃ τὸ βούλημα ὡς μηδαμῶς ἀντιλέγειν δύνασθαί τινα τῶν ἀκουόντων, καὶ ταῦτα ἂν λέγοι δυσωπῶν τοὺς μὴ συγκατατιθεμένους· ὅτι εἰ μὴ ἐλέγχετε τὰ λεγόμενα ἡμαρτημένα, ἀπαιτοῖσθε ἂν εὐλόγως ἤδη τὴν συγκατάθεσιν.
- 20.31.277.1
ἔχει δὲ καὶ κατὰ τὸ ῥητὸν παρρησίαν τοῦ σωτῆρος ἡ λέξις, μηδενὸς μὲν ἀνθρώπου δυνηθέντος εἰπεῖν μετὰ πεποιθήσεως τῆς ἐπὶ τῷ μὴ ἡμαρτηκέναι τὸ » Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;« μόνου δὲ τοῦ κυρίου ἡμῶν, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, πεπειρασμένος »κατὰ πάντα »καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας«, ταῦτα πρὸς πάντας τοὺς πώποτε ἐγνωκότας αὐτὸν εἰπεῖν δυναμένου.
- 20.31.278.1
ἀκούω δὲ τοῦ » Τίς ἐξ ὑμῶν« λεγομένου οὐ πρὸς τοὺς παρόντας μόνον ἀλλὰ καὶ πρὸς ὅλον τὸ τῶν ἀνθρώπων γένος, ὡς εἰ οὕτως ἐσαφηνίζετο· τίς ἐκ τοῦ γένους ὑμῶν; ἤ τίς ὁποιοσδήποτε ἄνθρωπος ἐλέγξαι μὲ δυνήσεται περὶ ἁμαρτίας;
- 20.31.279.1
ἀλλ’ εὖ οἶδ’ ὅτι οὐδείς. κατὰ τὸ δυνατὸν δὲ ἀνθρωπίνῃ φύσει διὰ τὸ » Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ« παντὶ τρόπῳ φιλοτιμητέον τοιαύτην ἀναλαβεῖν καθαροῦ συνειδότος παρρησίαν πρὸς πάντας ἀνθρώπους, ὥστ’ ἂν εἰπεῖν ἡμᾶς περὶ τῶν ἑξῆς καὶ μετὰ | τὴν ἀρχὴν τῆς πίστεως χρόνων πρὸς ἕκαστον τῶν ἡμᾶς γινωσκόντων τὸ » Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;« εἰ καὶ μὴ δυνατὸν τοῦτο ἐξ οὗ τὸν λόγον συμπεπληρώκαμεν εἰπεῖν.
- 20.31.280.1
Τοῦτο δὲ οὐ πρὸς ἀνθρώπους μόνον ἂν εἶπεν ὁ σωτὴρ ἀλλὰ καὶ πρὸς τὸν διάβολον καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις, μηδὲν ἐχούσας εἰπεῖν εἰς ἔλεγχον τὸν περὶ ἁμαρτίας αὐτοῦ.
- 20.31.281.1
καὶ τοῦτό γε ἀκόλουθόν ἐστιν τῷ »Ἕρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν«.
- 20.31.282.1
δυνατὸν δὲ καὶ ἡμῖν ἐκ πολλῆς ἐπιμελείας τὴν ἀπό τινος ἀναλαβεῖν χρόνου παρρησίαν πρὸς τὸ εἰπεῖν ἡμᾶς τῷ ζητοῦντι καθ’ ἡμῶν ἀφορμὴν διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ παρὰ τὸν τῆς ἐξόδου καιρόν· » Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;«
- 20.32.283.1
(26) Ἄξιον ἰδεῖν τί ὑποφαίνεται ἐκ τοῦ πύσματος. τοῦτο δὲ ὀψόμεθα εἰ καὶ ἐκεῖνοι πρὸς οὓς ὁ λόγος οὐκ ἀπεκρίναντο τὴν δέουσαν ἀπόκρισιν ἐξενεγκόντες.
- 20.32.284.1
εἴποι γὰρ ἄν τις· διὰ τοῦτο οὐ πιστεύομεν, ἐπεὶ οὐ θεωροῦμεν τίνα τρόπον ὃ λέγει ἐστὶν ἀλήθεια· οὐ θεωροῦμεν δὲ τῷ μηδέπω κεκαθάρθαι ἡμῶν τὰς τῇ φύσει διορατικὰς τῆς ἀληθείας ὄψεις· καὶ ἐπεὶ τοιοῦτοί ἐσμεν, οὔκ ἐσμεν ἐκ τοῦ θεοῦ· εἰ οὐδέπω ἐσμὲν ἐκ τοῦ θεοῦ, ἀλλὰ καὶ αἱ τῆς ἀληθείας ὄψεις θεωρητικαὶ οὐκ εἰσὶν κεκαθαρμέναι, τῷ ἐπικεκαλύφθαι ἢ πεπαχύνθαι ἢ τεθολῶσθαι αὐτὰς ὑπὸ τῆς κακίας.
- 20.32.285.1
κατανοοῦντες δὲ τί τὸ κυρίως πιστεύειν καθ’ ὃ »Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός »ἐστιν, ἐκ τοῦ θεοῦ γεγέννηται«, καὶ αἰσθανόμενοι ὅσῳ τοῦ οὕτως πιστεύειν ἀπολειπόμεθα, ταῦτα ἀποκρινώμεθα, παρακαλοῦντες τὸν τῶν τῆς ψυχῆς ὄψεων ἰατρὸν τῇ ἑαυτοῦ σοφίᾳ καὶ φιλανθρωπίᾳ πάντα ποιῆσαι τὰ ὑπὲρ τοῦ ἀποκαλυφθῆναι τοὺς ὀφθαλμοὺς ἡμῶν, ἔτι κεκαλυμμένους ὑπὸ τῆς διὰ τὴν κακίαν ἀτιμίας ἡμῶν, κατὰ τὸ εἰρημένον που· »Ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν«· ἐπακούσεται γὰρ ἡμῶν ὁμολογούντων τὰ αἴτια τοῦ μηδέπω ἡμᾶς πιστεύειν, καὶ ὡς κακῶς ἔχουσιν καὶ χρῄζουσιν ἰατροῦ βοηθῶν συνεργήσει πρὸς τὸ χωρῆσαι ἡμᾶς τὸ εἰς τὸ πιστεύειν χάρισμα, τρίτον παρὰ τῷ Παύλῳ ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τεταγμένον μετὰ τὸν τῆς σοφίας λόγον καὶ τὸν τῆς συνέσεως λόγον, οἷς ἐπιφέρει· »Ἑτέρῳ πίστις ἐν »τῷ αὐτῷ πνεύματι«· περὶ οὗ χαρίσματος καὶ ἐν ἄλλοις φησίν· »Ὅτι »ἀπὸ θεοῦ ὑμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν ἀλλὰ »καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν«.
- 20.32.286.1
καὶ ἀπὸ τῆς ἐνεργείας δὲ ἐπιστήσαντι σαφὲς ἔσται ὅτι οὐχ ἡ τυχοῦσα δωρεά ἐστιν τοῦ θεοῦ, πλειόνων δογμάτων διαφόρων ὑπὸ πολλῶν κηρυσσομένων τῶν διδάσκειν τὰ ἀληθῆ ἐπαγγελλομένων, τὸ μηδενὶ ἢ μόνῳ τῷ ἀληθεῖ πιστεῦσαι· τοῦτο γὰρ | ἤδη καὶ δοκίμου τραπεζίτου ἔργον τυγχάνει, ὃν τέλειον ὀνομάζων οὐκ ἂν ἁμάρτοις, ἅτε καὶ ἐν τῇ πρὸς Ἑβραίους γεγραμμένου τοῦ » Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ »αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ«.
- 20.33.287.1
(27) Δοκοῦσιν οἱ τὴν περὶ διαφόρων φύσεων εἰσάγοντες μυθοποιΐαν καὶ λέγοντες εἶναι φύσει καὶ ἐκ πρώτης κατασκευῆς υἱοὺς θεοῦ, μόνον διὰ τὸ πρὸς θεὸν συγγενὲς δεκτικοὺς τῶν τοῦ θεοῦ ῥημάτων, καὶ ἐντεῦθεν ἀποδεικνύναι τὸ προκείμενον αὐτοῖς.
- 20.33.288.1
συναρπάζουσίν γέ τοι καὶ ἀπὸ τούτου τοῦ ῥητοῦ, προσδιατρίβοντες αὐτῷ, τοὺς ἀκρίτους καὶ μὴ δυναμένους πρὸς τὴν πιθανότητα τῆς χρήσεως τοῦ ῥητοῦ ἀπαντᾶν, μηδὲ βλέποντας αὐτοῦ τὴν λύσιν οὕτως ἔχουσαν· εἴπερ ὅσοι ἔλαβον »τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον »ἐρχόμενον εἰς τὸν κόσμον«, οὐ τῷ εἶναι [καὶ] ἐκ τοῦ θεοῦ εἰλήφασιν αὐτό (εἰ γὰρ τῷ εἶναι ἐκ τοῦ θεοῦ εἰλήφεισαν αὐτό, οὐκ ἂν περὶ αὐτῶν ἀναγέγραπτο· »Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα »θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ«), δῆλον ὅτι οἱ μὴ ὄντες ἐκ τοῦ θεοῦ, πρὶν μὲν λαβεῖν τὸ 〈φῶς τὸ〉 ἀληθινόν, οὐδὲ ἐξουσίαν πως ἔχουσιν τοῦ τέκνα θεοῦ γενέσθαι· ἐπὰν δὲ λάβωσιν αὐτό, τέκνα μὲν οὐδέπω γίνονται θεοῦ, ἀλλ’ ἐξουσίαν λαμβάνουσιν διὰ τοῦ εἰληφέναι τὸ φῶς γενέσθαι τέκνα θεοῦ. τότε γενόμενοι ἐκ τοῦ θεοῦ καὶ τὰ ῥήματα ἀκούουσιν αὐτοῦ, οὐκέτι ἁπλούστερον πιστεύοντες μόνον ἀλλ’ ἤδη καὶ διορατικώτερον κατανοοῦντες τὰ τῆς θεοσεβείας πράγματα.
- 20.33.289.1
οἱ 〈δὲ〉 μὴ τοιοῦτοι φιλοτιμησάμενοι εἶναι τέκνα μὲν οὐ γίνονται θεοῦ, οὐδὲ ἐκ τοῦ θεοῦ, καὶ διὰ τοῦτο οὐκ ἀκούουσιν τὰ ῥήματα αὐτοῦ οὐδὲ συνιᾶσιν τοῦ βουλήματος αὐτῶν· μένουσιν δὲ ἐν τῇ πρὸ τῶν τέκνων τοῦ θεοῦ καταστάσει τῶν πεπιστευκότων μόνον, δοῦλοι θεοῦ τῷ εἰληφέναι τὸ τῆς δουλείας εἰς φόβον πνεῦμα καὶ μὴ ἐσπουδακέναι προβῆναι καὶ προκόψαι ὥστε καὶ τὸ τῆς υἱοθεσίας χωρῆσαι, ἐν ᾧ κράζουσιν οἱ ἔχοντες αὐτό· »Ἀββᾶ, ὁ πατήρ«.
- 20.33.290.1
ὅτι γὰρ καθόλου οὐδεὶς ἀνθρώπων ἀρχῆθεν υἱός ἐστιν θεοῦ, δῆλον μὲν καὶ ἐκ τοῦ »Ἤμεθα τέκνα φύσει ὀργῆς« [ὑπὸ] Παύλου καὶ περὶ ἑαυτοῦ τοῦτο εἰρηκότος· σαφὲς δὲ καὶ ἐκ τοῦ »Ἐγὼ δὲ λέγω ὑμῖν· »Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων »ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς«.
- 20.33.291.1
εἰ γὰρ Παῦλος »φύσει ὀργῆς υἱός«, τίς ὑπὲρ Παῦλον, ὅσον ἐπὶ τῇ κατασκευῇ, οὐκ ὀργῆς υἱὸς πρὸ τοῦ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ πρὸ τοῦ τέκνον γενέσθαι θεοῦ;
- 20.33.292.1
καὶ εἰ οὐκ ἄλλως γίνεταί τις υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς ἢ ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς ἑαυτοῦ | καὶ προσεύχεσθαι ὑπὲρ τῶν διωκόντων αὐτόν, δῆλον ὅτι οὐδεὶς τῷ φύσει εἶναι ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, ἀλλὰ τῷ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ κεχρῆσθαι εἰς δέον τῇ ἐξουσίᾳ, καὶ τῷ ἠγαπηκέναι τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων γενόμενος υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός.
- 20.33.293.1
τότε ἐστὶ καὶ ἐκ τοῦ θεοῦ, καὶ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, συνιεὶς αὐτῶν καὶ ἐπιστήμην αὐτῶν ἀναλαμβάνων· ὅπερ ἴδιον οὐ δούλων ἀλλὰ τέκνων ἐστὶν θεοῦ, τῶν πᾶσαν μὲν καταργησάντων * * γένεσιν, τὴν δὲ ἀπὸ θεοῦ ἀνειληφότων διὰ »τοῦ τῆς υἱοθεσίας πνεύματος«.
- 20.33.294.1
ἅμα δὲ ἐπιμελέστερον κατανοητέον πῶς δεῖ δέχεσθαι τὸ »Τὰ ῥήματα »τοῦ θεοῦ ἀκούει«, ᾧ ὅμοιόν ἐστιν καὶ τὸ »Τὰ ἐμὰ πρόβατα τῆς »ἐμῆς φωνῆς ἀκούουσι«.
- 20.33.295.1
εἰ γὰρ ἐπὶ ψιλῆς συγκαταθέσεως τὸ ἀκούειν λάβοιμεν, καὶ οἱ ψυχικοὶ πρὸς χρόνον πιστεύοντες ἔσονται ἐκ τοῦ θεοῦ, μεμαρτυρημένοι ὑπὸ τοῦ λόγου ὅτι πρὸς καιρόν τινες πιστεύουσιν.
- 20.33.296.1
εἰ δὲ καὶ τὸ »Ἀκούει« ἐκλάβοιμεν ἐπὶ τοῦ τηρεῖν τὰς ἐντολάς, δῆλον ὅτι κἂν ἐν ἑνὶ ἁμαρτάνων οὐκ ἔσται υἱὸς θεοῦ· ὅπερ ἡμᾶς μὲν οὐ θλίψει τοὺς λέγοντας ἐκ μεταβολῆς γίνεσθαί τινα υἱὸν θεοῦ, ἐκείνους δέ, μὴ πάνυ δεῖξαι δυναμένους ἀναμαρτήτους ἑαυτοὺς καὶ τοὺς ἐν τοῖς αὐτοῖς μαθήμασι.
- 20.33.297.1
εἰ δὲ τὸ »Ἀκούει« λαμβάνοιμεν ἐπὶ τοῦ συνιέναι καὶ νοεῖν, δεικνύτωσάν τινα πάντων ἀκούοντα οὕτως τῶν τῆς καινῆς διαθήκης λόγων, ἵνα ἐκεῖνον εἴπωμεν υἱὸν θεοῦ, εἰ μὴ ἐπιδέχοιτο ἀνατροπὴν εἰς τὰ ἅγια γράμματα ἡ ἐκδοχὴ αὐτοῦ· ἡμεῖς γὰρ καὶ κατὰ ταῦτα μέγαν τινὰ καὶ θαυμαστὸν εἶναι φανταζόμενοι τὸν ἤδη υἱὸν θεοῦ, οὐκ ἐλεγχθησόμεθα ἀναξίως τῶν ἐκ τοῦ θεοῦ ἐξειληφότες τὸ »Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ »ῥήματα τοῦ θεοῦ ἀκούει«.
- 20.34.298.1
Ἤδη δὲ καὶ ἐκ τῶν ἐναντίων παράδοξον ἄν τι φανὲν ἀποδειχθῆναι δυνατὸν ἔσται. τί δὲ τὸ παράδοξον ἢ τὸ εἶναί τινα ἑτέρου υἱοῦ θεοῦ μᾶλλον υἱὸν θεοῦ, καὶ διπλασιόνως ἕτερον ἑτέρου εἶναι υἱὸν θεοῦ;
- 20.34.299.1
πῶς δὲ τοῦτο ἀπὸ τοῦ ἐναντίου δείκνυται οὕτω παραστήσομεν· ἐν τῷ κατὰ Ματθαῖον ὁ πρὸς τοὺς γραμματεῖς καὶ Φαρισαίους δεύτερος ταλανισμὸς οὕτως ἔχει· »Οὐαὶ ὑμῖν, γραμματεῖς »καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν »ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν »γεέννης διπλότερον ὑμῶν«.
- 20.34.300.1
οὐκοῦν κατὰ τοῦτο οὔτε φύσει υἱοὶ γεέννης εἰσίν τινες, οὔτε ἐπ’ ἴσης οἱ τῆς γεέννης υἱοὶ υἱοί εἰσιν αὐτῆς, εἴγε ἕτερος ἑτέρου διπλότερος υἱός ἐστιν αὐτῆς.
- 20.34.301.1
εἰ δὲ ἕτερος ἑτέρου διπλότερός ἐστιν υἱὸς τῆς γεέννης, διὰ τί οὐχὶ καὶ τῆς ἀπωλείας καὶ τοῦ θανάτου καὶ τοῦ σκότου καὶ τῶν λοιπῶν, | ὧν οἱ διαφόρως ἁμαρτάνοντές εἰσιν υἱοί;
- 20.34.302.1
εἰ δὲ ἐπὶ τούτων, διὰ τί καὶ οὐχὶ υἱοὶ φωτὸς διπλότεροι ἕτεροι ἑτέρων ἔσονται καὶ υἱοὶ ζωῆς καὶ υἱοὶ σοφίας, οὕτω δὲ υἱοὶ θεοῦ;
- 20.34.303.1
εἰ δὲ διπλασιόνως ἕτερος παρ’ ἕτερον υἱὸς γίνεται θεοῦ, διὰ τί οὐχὶ καὶ πολλαπλασιόνως καὶ τοσαυταπλασιόνως ὁποσαπλασιόνως ἄξιον νοεῖν εἶναι τὸν πρωτότοκον πάσης κτίσεως υἱὸν τοῦ θεοῦ παρὰ τοὺς λοιποὺς υἱοὺς τοῦ θεοῦ καὶ τοὺς μηκέτι πνεῦμα δουλείας ἔχοντας εἰς φόβον, ἀλλ’ εἰληφότας πνεῦμα υἱοθεσίας;
- 20.34.304.1
τάχα οὖν οὕτως πλειόνων ὄντων τῶν ῥημάτων τοῦ θεοῦ, οὐ μόνον τῶν ἀναγεγραμμένων ἀλλὰ καὶ τῶν ἀρρήτων, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, καὶ τούτων περὶ ὧν φησὶν ὁ Ἰωάννης· »Οὐδ’ »αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία«· πᾶς μὲν οἱωντινωνοῦν ῥημάτων ἀκούων τοῦ θεοῦ ἤδη ἐστὶν ἐκ τοῦ θεοῦ· ὅσῳ δὲ πλειόνων ἀκούει ῥημάτων τοῦ θεοῦ, τοσαυταπλειόνως γενήσεται ἐκ τοῦ θεοῦ· ὡς, εἰ δεῖ οὕτως ὀνομάσαι, πάντων ἀκούσας τις τῶν ῥημάτων τοῦ θεοῦ, ἐάν γε τοῦτο φθάνῃ ἐπί τινα τῶν λαμβανόντων τὸ τῆς υἱοθεσίας πνεῦμα, τελείως καὶ ἀνυπερβλήτως γίνεται υἱὸς θεοῦ, καὶ πάντη καὶ ἐξ ὅλων καὶ ὅλος ἐκ τοῦ θεοῦ.
- 20.34.305.1
εὐγνωμονέστερον δὲ ἀκουστέον τοῦ ›ἐξ ὅλων καὶ ὅλος‹, ἀνάλογον ὅλοις τοῖς δόγμασι καὶ πάσῃ τῇ γνώσει καὶ πᾶσι τοῖς μυστηρίοις, ὥστ’ ἂν εἰπεῖν ὅλον καὶ ἐξ ὅλων γεγονέναι ἐκ τοῦ θεοῦ τὸν εἰδότα πάντα τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν, καὶ μετὰ τούτων τὰ τῆς τελείας ἀγάπης κατορθωκότα.
- 20.34.306.1
ὅρα δὲ εἰ δυνατὸν ἀκολούθως τῷ »’Ἐκ μέρους »γινώσκομεν καὶ ἐκ μέρους προφητεύομενς εἰπεῖν ἂν τὸν τοιοῦτον· ›καὶ ἐκ μέρους ἐσμὲν υἱοὶ τοῦ θεοῦ‹ καὶ πάλιν· »ὅταν ἔλθῃ τὸ τέλειον, »καὶ τὸ ἐκ μέρους καταργηθῇ«, [καὶ] τὸ τέλειον τοῦ γενέσθαι υἱὸς θεοῦ ἐλεύσεται, καταργοῦν τὸ ἐκ μέρους γεγονέναι υἱόν τινα τοῦ θεοῦ·
- 20.34.307.1
μὴ ἀζήτητον δὲ ἐάσθω καὶ τὸ περὶ τοῦ πότερόν ποτε δυνατὸν ἐκ μέρους μὲν εἶναι υἱὸν τῆς διαφερούσης μερίδος τῆς περὶ τὰ θεῖα, ἐκ μέρους δὲ τῆς ἐναντίας, ἢ τοῦτο ἀμήχανον οὕτως ἔχειν· ᾧ συνεξετάσεις πῶς λέγονται υἱοὶ πολλοὶ ἑνὸς πατρός, πότερον διὰ τοὺς προγόνους καὶ τοὺς ἐξ ἐκείνων, ἢ κατὰ ταύτην τὴν ὑπόνοιαν.
- 20.34.308.1
λαβόντες οὖν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, πάντα πράττωμεν ἵνα γενώμεθα ἐκ τοῦ θεοῦ καὶ τὰ ῥήματα αὐτοῦ ἀκούσωμεν, καὶ προκόπτωμεν κἂν τῷ εἶναι ἐκ τοῦ θεοῦ, ἵνα προκόπτωμεν καὶ ἐν τῷ ἀκούειν ῥημάτων τοῦ θεοῦ, πλείονα ἐκ τούτων ἀεὶ τρανοῦντες, ἕως πάντα χωρήσωμεν τὰ ῥήματα τοῦ θεοῦ, ἢ ὅσα γε ἐνδέχεται χωρῆσαι καὶ νῦν καὶ μετὰ ταῦτα τοὺς ἀξιουμένους τοῦ τῆς υἱοθεσίας πνεύματος.
- 20.34.309.1
ὁσάκις δὲ ῥημάτων λεγομένων τοῦ θεοῦ οὐκ ἀκούομεν, τοῦτ’ ἔστιν οὐ συνίεμεν αὐτῶν, τοσαυτάκις νομιστέον ἐλέγχεσθαι ὡς οὐκ ὄντας ἐκ τοῦ θεοῦ. διὰ τοῦτο γὰρ οὐκ ἀκούει ὁ μὴ ἀκούων ῥημάτων θεοῦ, ἐπείπερ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν, καὶ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν παρ’ ἑαυτόν· καίτοι γε ἔσθ’ ὅτε λαβὼν ἤδη ἐξουσίαν τέκνον θεοῦ γενέσθαι, καὶ δυνάμενος ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων γενέσθαι υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός.
- 20.35.310.1
(28) Εἰκὸς ὅτι ταῦτα πολλάκις κατὰ τὸ σιωπώμενον πρὸς ἀλλήλους ἔλεγον περὶ τοῦ σωτῆρός τινες, Σαμαρείτην μὲν αὐτὸν ὀνομάζοντες ὡς παραχαράσσοντα ⟨τὰ⟩ Ἰουδαϊκὰ παραπλησίως τοῖς Σαμαρείταις· »Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις«, ἐν πολλοῖς διαφωνοῦντες δόγμασιν παρ’ ἐκείνους.
- 20.35.311.1
ἄξιον δὲ ἔστιν ζητῆσαι πῶς Σαμαρειτῶν τὸν μέλλοντα αἰῶνα ἀρνουμένων καὶ μηδὲ τὴν τῆς ψυχῆς ἐπιδιαμονὴν προσιεμένων, τὸν σωτῆρα ⟨Σαμαρείτην⟩ ἐτόλμησαν εἰπεῖν, περὶ ἀναστάσεως καὶ κρίσεως πλεῖστα ὅσα διδάξαντα.
- 20.35.312.1
ἀλλὰ μήποτε ὡς λοιδοροῦντες αὐτὸν τοῦτο λέγουσιν καὶ οὐ πάντως τὰ αὐτὰ ἐκείνοις δογματίζοντα. εἰκὸς δὲ ὅτι τινὲς καὶ ᾤοντο αὐτὸν μὴ ἀπὸ διαθέσεως τὰ περὶ μέλλοντος αἰῶνος καὶ τὰ περὶ κρίσεως καὶ ἀναστάσεως διδάσκειν, διακείμενον μὲν Σαμαρειτικῶς, ὡς μηδενὸς μετὰ τὸν βίον ἀποκειμένου τοῖς ἀνθρώποις, προσποιήσεως δὲ ἕνεκεν κατὰ τὸ ἔνδοξον καὶ ἀρέσκον τοῖς Ἰουδαίοις τὰ περὶ ἀναστάσεως καὶ τῆς αἰωνίου ζωῆς προφερόμενον·
- 20.35.313.1
καὶ δαιμόνιον δὲ ἔχειν ἔλεγον αὐτὸν διὰ τοὺς ὑπὲρ ἄνθρωπον αὐτοῦ λόγους, δι’ ὧν πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, καὶ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι, καὶ αὐτὸς εἶναι ὁ τῆς ζωῆς ἄρτος πολλῷ κρείττων τοῦ μάννα, ὡς τὸν φαγόντα τοῦτον τὸν ἄρτον ζήσεσθαι εἰς τὸν αἰῶνα, καὶ ἄλλα μυρία ὧν πεπλήρωται τὰ εὐαγγέλια.
- 20.35.314.1
δύναται δὲ καὶ διὰ τὴν περὶ τὸν Βεελζεβοὺλ ὑπόνοιαν αὐτῶν εἰρῆσθαι· »Σὺ δαιμόνιον ἔχεις«, ἐπείπερ τινὲς »ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων« ἐνόμιζον αὐτὸν »ἐκβάλλειν τὰ δαιμονία«, οἱονεὶ ἔχοντα ἐν ἑαυτῷ τὸν Βεελζεβούλ.
- 20.35.315.1
οἱ μὲν οὖν ἐχθροὶ εἴσονταί τι λέγοντες αὐτὸν δαιμόνιον ἔχειν· ἡμεῖς δὲ αὐτῷ πειθόμεθα φάσκοντι· »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«· οὐδὲ γὰρ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι ἢ ταῦτα τὰ σημεῖα ποιεῖν ἃ καὶ ἀναγέγραπται, ὧν καὶ ἴχνη καὶ λείμματα ἐν ταῖς ἐκκλησίαις ὀνόματι Ἰησοῦ μέχρι νῦν γίνεται.
- 20.35.316.1
μετὰ ταῦτα ζητήσαι τις ἂν τί δήποτε δύο δυσφημίας αὐτῷ προσαψάντων, τήν τε »Σαμαρείτης εἶ συ« καὶ | τὴν »Δαιμόνιον ἔχεις« τῶν ἀποκριθέντων αὐτῷ Ἰουδαίων, οὐκ ἐκείνων τῶν πεπιστευκότων αὐτῷ, οὐχὶ πρὸς τὰς δύο ἀποκρίνεται, ἀλλὰ πρὸς μόνην τὴν »Δαιμόνιον ἔχεις« εἰπών· »Ἐγὼ »δαιμόνιον οὐκ ἔχω«.
- 20.35.317.1
Καὶ ὅρα εἰ δύναται πρὸς τοῦτο γενέσθαι τὸ τῆς ἐν τῷ κατὰ Λουκᾱν εὐαγγελίῳ παραβολῆς περὶ τοῦ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνοντος καὶ ἐμπεσόντος εἰς τοὺς λῃστάς, ὅντινα ὁ μὲν ἱερεὺς ἀντιπαρῆλθεν καὶ ὁ Λευίτης, ὁ δὲ ὁδεύων Σαμαρείτης ἐλθὼν κατ’ αὐτὸν καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον.
- 20.35.318.1
ἐὰν γὰρ δυνηθῇ τις διαλαμβάνων περὶ τῆς παραβολῆς δεῖξαι ἐπὶ μηδένα ἢ ἐπὶ τὸν σωτῆρα ἀναφέρεσθαι τὰ περὶ τοῦ Σαμαρείτου, ὃς τὸν ἡμιθανῆ καὶ ἐμπεσόντα εἰς τοὺς λῃστὰς ἰάσατο, παραστήσει καὶ διὰ τί οὐκ ἠρνήσατο εἶναι Σαμαρείτης.
- 20.35.319.1
ἄλλος δὲ δὴ τὴν παρὰ Παύλῳ διαφορὰν Ἰουδαίων καὶ τῶν ὑπὸ νόμον θεωρήσας, καὶ ἀναγαγὼν τοὺς ὑπὸ νόμον εἰς τοὺς Σαμαρείτας, καὶ μᾶλλον Παύλου καταλαβὼν τὸν σωτῆρα τοῖς πᾶσιν πάντα γενόμενον ἵνα τοὺς πάντας κερδήσῃ, ἐρεῖ διὰ τὸ τοῖς ὑπὸ νόμον αὐτὸν γεγονέναι ὡς ὑπὸ νόμον, οἱονεὶ καὶ Σαμαρείτην γεγονέναι, καὶ κατὰ τοῦτο μὴ ἠρνῆσθαι τὸ εἶναι Σαμαρείτης.
- 20.35.320.1
καὶ τρίτος δέ τις τὴν ἑρμηνείαν τοῦ Σαμαρείτου ἐκλαβών, σημαίνοντος ›τὸν φύλακα‹, φήσει ὅτι εἰ καὶ κατ’ ἄλλο ἔλεγον Σαμαρείτην αὐτὸν οἱ Ἰουδαῖοι, αὐτὸς τὸ σημαινόμενον ἀπὸ τοῦ ὀνό ματος ἐκλαβὼν οὐκ ἠρνήσατο αὐτό, εἰδὼς ὅτι φύλαξ ἐστὶν τῶν ἀνθρωπίνων ψυχῶν καὶ περὶ οὗ εἴρηται ⟨τὸ⟩ »Ἰδοὺ οὐ νυστάξει οὐδὲ »ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ«· καὶ τὸ »Φυλάσσων τὰ νήπια »ὁ κύριος«.
- 20.35.321.1
›σωμὴρ‹ μέντοι γε Ἑβραῖοι λέγουσι τὸν ›φύλακα‹, οὕτω δὲ καὶ τοὺς Σαμαρεῖς πρῶτον ὠνομάσθαι παραδιδόασι διὰ τὸ ὑπὸ ⟨τοῦ⟩ τῶν Ἀσσυρίων βασιλέως φύλακας αὐτοὺς πεπέμφθαι τῆς γῆς τοῦ Ἰσραὴλ μετὰ τὴν αἰχμαλωσίαν, τοῦ ἑτέρου παρὰ τὸν Ἰούδαν Ἰσραὴλ διὰ τὰς πολλὰς ἁμαρτίας αἰχμαλωτευθέντος εἰς τοὺς Ἀσσυρίους.
- 20.36.322.1
(29) Εἰ τὸ πεφυτευμένον ξύλον »παρὰ τὰς διεξόδους »τῶν ὑδάτων« τοιοῦτόν ἐστιν, ὡς τὸν καρπὸν αὐτοῦ διδόναι »ἐν »καιρῷ αὐτοὺ« καὶ μηδὲ φύλλον αὐτοῦ ἀπορρεῖν ἀλλὰ πάντα ὅσα ἂν ποιῇ κατευοδοῦσθαι, τί νομιστέον περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἢ ὅτι αὐτὸς ὢν τὸ ξύλον τῆς ζωῆς κατὰ τὸ εἶναι σοφία καὶ τὴν σοφίαν εἶναι »ξύλον ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς«, καὶ καρποφορεῖ καὶ τὰ ἕτερα παρὰ τοὺς καρποὺς φύλλα τοιαῦτα ἔχει ὡς μηδὲ ἓν αὐτῶν ἀπορρεῖν;
- 20.36.323.1
διὰ τοῦτο οὐδένα τοῦ Ἰησοῦ λόγον, | καὶ ταῦτα ἀναγραφῆς ἀξιωθέντα ὑπὸ τῶν ἁγίων μαθητῶν αὐτοῦ, ὡς ἔτυχεν ἐκδεκτέον· ἀλλὰ πᾶσαν βάσανον καὶ τοῖς νομιζομένοις εἶναι σαφέσιν προσακτέον, οὐκ ἀπογινώσκοντα ὅτι καὶ περὶ τὸν ἀνυπονόητον καὶ ἁπλοῦν εἶναι νομισθέντα λόγον αὐτοῦ εὑρεθήσεται τοῖς ὀρθῶς ζητοῦσιν ἄξιόν τι τοῦ ἱεροῦ στόματος ἐκείνου.
- 20.36.324.1
εἰ δέ που μὴ εὑρίσκομεν, ἡμᾶς καὶ οὐ τὸν λόγον τοῦ Ἰησοῦ αἰτιατέον ὡς οὐ πνέοντα τῶν ἐκ πληρώματος μεστῶν ἀληθείας καὶ σοφίας δογμάτων.
- 20.36.325.1
Ταῦτα δέ μοι εἴρηται βουλομένῳ ἐξετάσαι τὸ »Ἐγὼ δαιμόνιον »οὐκ ἔχω«, δι’ οὗ διδασκόμεθα πάντες οἱ τῷ εὐαγγελίῳ ἐντυγχάνοντες πρᾶγμα ὃ οὐχὶ ᾔδειμεν καὶ πρὶν ἐντυχεῖν τῷ εὐαγγελίῳ. τί δὲ τοῦτό ἐστιν ἤδη κατανοητέον.
- 20.36.326.1
ἀρέσκει κατὰ τὰς γραφὰς τοὺς ἁμαρτάνον τας τὰ πολλὰ ποιεῖν παρὰ τὸν λόγον οὐ δι’ ἄλλο ἢ τῷ δεκτικοὺς αὐτοὺς γεγονέναι ἐνεργείας πονηροῦ πνεύματος ἢ θελήματος ἀκαθάρτου δαιμονίου.
- 20.36.327.1
οὐκ ὤκνησαν οὖν καὶ τὰ νομισθέντα ἂν ἐλάχιστα εἶναι τῶν ἁμαρτημάτων δαιμονίοις προσάψαι οἱ φήσαντες τὴν ὀξυχολίαν δαιμόνιον εἶναι, ὁμοίως δὲ καὶ τὴν καταλαλιάν.
- 20.36.328.1
εἰκὸς δὲ καὶ ἄλλα μυρία δαιμονίων φαντασιούντων ἡμᾶς καὶ ἐνεργούντων κατὰ τὸ ἐκείνων θέλημα ποιεῖν· καὶ ἔστιν ἐν ἀνθρώποις ὥσπερ οὐδεὶς »καθαρὸς ἀπὸ ῥύπου«, καὶ οὐδεὶς »δίκαιος ἐπὶ τῆς γῆς ὃς »ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται«, οὕτω καὶ οὐδεὶς ἀεὶ ἀπὸ δαιμονίων καθαρεύσας καὶ μηδέποτε γενόμενος τῆς ἀπὸ τούτων ἐνεργείας ἀνεπίδεκτος.
- 20.36.329.1
διόπερ ἀλληγοροῦντες τὰς ἐν τῷ εὐαγγελίῳ θεραπείας, ἐν αἷς εἰσιν καὶ τῶν δαιμονίων ἀπελάσεις, ἐροῦμεν πάντων ἀεὶ ἀπελαύνεσθαι τοὺς δαίμονας ὑπὸ Ἰησοῦ τῶν παρὰ τὸ τεθεραπεῦσθαι ὑπὸ τοῦ λόγου μηκέτι παραδεχομένων τὰς τῶν δαιμόνων ἐνεργείας.
- 20.36.330.1
μόνου τοίνυν νομίζω εἶναι Ἰησοῦ φωνήν, τοῦ μόνου ἀπεκδυσαμένου τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ δειγματίσαντος ἐν παρρησίᾳ καὶ θριαμβεύσαντος ἐν ξύλῳ, τρόπαιον κατὰ πάσης ἀντικειμένης δυνάμεως τὸν σταυρὸν στήσαντος, ὥσπερ τὸ »Ἔρχεται »ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν«, οὕτως καὶ τὸ ›ἐγὼ δαιμόνιον οὔτε ἔσχον οὔτε ἔχω οὔτε ἕξω‹.
- 20.36.331.1
τὴν δὲ φωνὴν δυνάμεθα μὲν καὶ ἡμεῖς προενέγκασθαι καὶ λέγειν· » Δαιμόνιον »οὐκ ἔχω«, ἀλλ’ ἐλεγχθησόμεθα ὁμοίως τοῖς ἀρνησαμένοις περὶ τοῦ δαιμονᾶν καὶ ἐν αὐτοῖς τοῖς πράγμασιν ἀποδειχθεῖσιν ὅτι ἐψεύσαντο.
- 20.36.332.1
ἢ οὐκ ἔλεγχος τοῦ δαιμονᾶν ἡμᾶς ὅταν μεμηνότων κατάστασιν ἔχοντες βοῶμεν, ἀπὸ θυμοῦ καὶ ὀργῆς φλεγόμενοι, ἢ λελυττηκότες, καὶ ὡσπερεὶ χρεμετί|ζοντες κἀν ταῖς ἰδίαις γαμεταῖς δίκην ἵππων θηλυμανῶν ἐπιβαίνωμεν, ἐκβάλλοντες τοὺς περὶ ἀπαθείας λόγους θεοῦ εἰς τὰ ὀπίσω;
- 20.36.333.1
ἀλλὰ κἂν ταπεινοὶ καὶ συννεφεῖς ὑπὸ τῆς λύπης καθελκόμενοι καὶ τὸ ἴδιον τῶν λογικῶν γαῦρον ἀπολέσαντες ἐπιλανθανώμεθα τοῦ ἄνευ θεοῦ στρούθιον μὴ πίπτειν εἰς παγίδα καὶ τοῦ δίκαια εἶναι τὰ περὶ ἑνὸς ἑκάστου τῶν συμβαινόντων ἀνθρώποις κρίματα, τί φήσομεν ἢ ὅτι καὶ τοῦ δαιμονίου ἡμᾶς νικήσαντος καὶ τὸ ἡγεμονικὸν ἡμῶν θολώσαντος ταῦτα πάσχομεν;
- 20.36.334.1
ἀλλὰ καὶ φόβοι τῶν οὐ φοβερῶν καὶ περιχάρειαι ἐπὶ τοῖς μηδενὸς ἀξίοις τίνων ἂν εἴη ἐνεργήματα ἢ δαιμόνων πληρωσάντων τοὺς μὴ δυναμένους μετὰ ἀληθείας λέγειν· »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«;
- 20.36.335.1
ἀλλ’ εἰκός τινα τοὺς ἁγίους πατριάρχας, ἢ τὸν ἱερὸν θεράποντα ἢ τοὺς θαυμασίους προ φήτας ἢ τοὺς δυνατωτάτους τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἀποστόλους φέροντα εἰς τὴν ἐξέτασιν δυσωπήσειν ἡμᾶς, ὡς ἄρα καὶ οὗτοι εἴποιεν ἂν ὁμοίως τῷ Ἰησοῦ τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«. πρὸς οὓς ἔστιν εἰπεῖν· ἆρα καὶ οὗτοί ποτε ἥμαρτον, ἢ ψεῦδος τὸ »Πάντες »γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ«, καὶ οὐκ ἀληθὲς τὸ » Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου« οὐδὲ τεθεωρημένως εἴρηται τὸ »Οὐκ ἔστιν δίκαιος ἐπὶ γῆς ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται«; ἀλλὰ σαφὲς ὅτι ἀληθεῖς αἱ πᾶσαι γραφαὶ καὶ οὐκ ἀεὶ οὐδὲ ἐξ ἀρχῆς ἐδύναντο λέγειν οὐδ’ οἱ μεταβάλλοντες ἐπὶ τὸν κατὰ ἀρετὴν βίον τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«, ἀλλ’ ἡ μόνου τοῦ κατὰ τὸν σωτῆρα νοουμένου ἀνθρώπου ἀρχῆθεν ἦν φωνή, διὰ τοῦτο κυριώτατα καὶ ἀληθέστατα μόνου τὸν πατέρα τιμήσαντος· οὐδεὶς γὰρ τιμῶν τι τῶν μὴ τιμωμένων ὑπὸ θεοῦ, τιμᾷ τὸν ἀτιμάζοντα τὰ ὑπ’ αὐτοῦ τιμώμενα.
- 20.36.336.1
πῶς γὰρ λεκτέον ὅτι τιμᾷ τὸν πατέρα ὁ μηδὲ τὴν ἀρχὴν τὸ πνεῦμα τῆς υἱοθεσίας λαβών;
- 20.36.337.1
οὐδεὶς δὲ ἔχει τὸ πνεῦμα τῆς υἱοθεσίας ἁμαρτάνων· ὁ γὰρ ἐκ τοῦ θεοῦ γεγεννημένος οὐχ ἁμαρτάνει. καὶ πῶς τιμᾷ τὸν πατέρα ὁ τιμῶν δόξαν τὴν παρὰ ἀνθρώπων ἢ ἀργύριον ἢ τὸν χοϊκὸν πλοῦτον ἢ τὸ ἐκ σαρκῶν καὶ αἱμάτων κάλλος ἢ ἁπαξαπλῶς τι τῶν οἰκείων τῇ ὕλῃ καὶ τῇ φθορᾷ;
- 20.37.338.1
Δῆλον οὖν πῶς τοῦ σωτῆρός ἐστιν φωνὴ τὸ »Τιμῶ »τὸν πατέρα«, ἥντινα, ὅση δύναμις, φιλοτιμητέον συμμαρτυρούσης ἡμῖν τῆς συνειδήσεως ἐν πνεύματι ἁγίῳ εἰπεῖν, ἀποδιδοῦσι »τῷ τὴν »τιμὴν τὴν τιμήν«, καὶ μὴ ἑτέρῳ ἀπονέμουσιν αὐτήν.
- 20.37.339.1
καὶ καλῶς γε ὁ ἐλθόντος τοῦ πληρώματος τοῦ χρόνου ἀπεσταλμένος ὑπὸ τοῦ θεοῦ γενέσθαι ἐκ γυναικὸς καὶ γενέσθαι ὑπὸ τὸν νόμον, ὡς ὑπὸ τὸν λέγοντα νόμον τυγχάνων τὸ »Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα »εὖ σοι γένηται«, οὐδένα ἄλλον ἔχων πατέρα ἢ τὸν ἐν τοῖς οὐρανοῖς θεόν φησιν· »Ἀλλὰ τιμῶ | τὸν πατέρα μου«.
- 20.37.340.1
ἐροῦμεν δὲ καὶ ἡμεῖς ταύτην τὴν φωνήν, νοήσαντες τὸ τῆς παλιγγενεσίας λουτρὸν καὶ λουσάμενοι κατ’ αὐτὸ ἐπὶ τῷ γενέσθαι υἱοὶ θεοῦ καὶ μηκέτι καλοῦντες πατέρα ἐπὶ τῆς γῆς τῷ υἱοὶ γεγονέναι τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς καὶ ἀδελφοὶ τοῦ εἰπόντος· »Πορεύομαι πρὸς τὸν πατέρα »μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν«.
← Previous · Next → — showing 401–500 of 1,232
First Thousand Years of Greek. CTS URN tlg2042.tlg079.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.