Commentarii in Evangelium Joannis
- 6.244.1
μὴ συνιεὶς τοίνυν τὸ τοῦ Ἰορδάνου | Ιμέγα μυστήριον ὁ Ναιμάν φησιν· »Ἰδοὺ δὴ ἔλεγον ὅτι πάν- »κυρίου ἐξελύσεται πρὸς μὲ καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι »κυρίου θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ »ἀποσυνάξει τὸ λεπρόν«. τὸ γὰρ ἐπιθεῖναι τὴν χεῖρα λέπρᾳ καὶ καθαρίσαι μόνου τοῦ κυρίου μου Ἰησοῦ ἔργον ἦν, οὐ μόνον ἐιπόντος τῷ μετὰ πίστεως ἀξιώσαντι «Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι« τὸ »Θέλω, καθαρίσθητι«· πρὸς γὰρ τῷ λόγῳ καὶ ἥψατο αὐτοῦ, καὶ ἐκαθαρίσθη ἀπὸ τῆς λέπρας αὐτοῦ.
- 6.245.1
ἔτι δὴ πλανώμενος ὁ Ναιμὰν καὶ οὐχ ὁρῶν ὅσον ἀπολείπονται οἱ ἕτεροι τοῦ Ἰορδάνου ποταμοὶ πρὸς θεραπείαν τῶν πεπονθότων, ἐπαινεῖ τοὺς τῆς Δαμασκοῦ ποταμόυς, Ἀβανὰ καὶ Φαρφά, λέγων· »Οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφά, »ποταμοὶ Δαμασκοῦ , ὑπὲρ πάντα τὰ ὔδατα Ἰσραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι;« ὥσπερ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς ὁ πατήρ, οὕτως ἐν ποταμοῖς οὐδεὶς ἀγαθὸς εἰ μὴ ὁ Ἰορδάνης καὶ λέπρας ἀναλλάξαι δυνάμενος τὸν μετὰ πίστεως τὴν ψυχὴν λουόμενον εἰς τὸν Ἰησοῦν.
- 6.246.1
οἶμαι δὲ διὰ τοῦτον κλαίειν ἀναγεγράφθαι παρὰ τοῖς Βαβυλῶνος ποταμοῖς καθεζομένους τοὺς μνησθέντας τῆς Σιώρ· ἄλλων γὰρ ὑδάτων γευσάμενοι μετὰ τὸν ἄγιον Ἰορδάνην οἱ διὰ τὴν κακίαν αἰχμαλωτευθέντες εἰς ὑπόμνησιν καὶ πόθον ἔρχονται τοῦ οἰκείου καὶ σωτηρίου ποταμοῦ. διόπερ ἐπὶ τῶν ποταμῶν Βαβυλῶνός φασιν· »Ἐκεῖ ἐκαθίσαμεν«, δηλονότι διὰ τὸ μὴ δύνασθαι στῆναι, »καὶ ἐκλαύσαμεν«.
- 6.247.1
καὶ ὁ Ἱερεμίας δὲ ἐπιπλήσσει τοῖς θέλουσιν Αἰγύπτιον ὕδωρ πιεῖν καὶ καταλείπουσιν τὸ ἐξ οὐρανοῦ καταβαῖνον καὶ ἐπώνυμον Τῆς τυγχάνον, τὸν Ἰορδάνην, λέγων· »Τί σοι καὶ τῇ ὁδῷ Αἰγύτου τοῦ πιεῖν ὕδωρ Γηῶν, καὶ τοῦ πιεῖν »ὕδωρ ποταμῶν«; ἢ ὡς τὸ Ἑβραϊκὸν ἔχει » τοῦ πιεῖν ὕδωρ Σιώρ«· περὶ οὗ οὐ νῦν πρόκειται λέγειν.
- 6.248.1
Ὅτι δὲ οὐ περὶ αἰσθητῶν ποταμῶν ὁ προηγούμενος λόγος ἐστὶν τῷ ἐν ταῖς θεοπνεύστοις γραφαῖς λαλοῦντι πνεύματι καὶ ἀπὸ τῶν ἐν τῷ Ἐζεκιὴλ ἐπὶ Φαραώ, βασιλέα Αἰγύπτου, προφητεουμένων ἔστιν ἰδεῖν οὕτως ἐχόντων· »Ἰδού, ἔγὼ ἐπὶ σὲ Φαραώ, βασιλεῦ »Αἰγύπτου, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ πο- »ταμῶν αὐτοῦ, λέγοντα· Ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα »αὐτούς. καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου, καὶ προσκολ- »λήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάζω σε ἐκ μέσου τοῦ ποταμοῦ σου καὶ πάντας τοὺς ἰχθύας τοῦ »καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ιχθύας τοῦ ποταμοῦ· »ἐπὶ † προσώπου τοῦ πεδίου σου πέσῃ καὶ οὐ μὴ συναχθῇς καὶ οὐ »μὴ περισταλῇς«.
- 6.249.1
ποῖος γὰρ σωματικὸς δράκων έν τῷ σωματικῷ τῆς Αἰγύπτου ποταμῷ ὀφθεὶς ἱστόρηταί ποτε; ἀλλὰ μήποτε χωρίον ἐστὶν τοῦ ἑχθροῦ ἡμῶν δράκοντος ὁ τῆς Αἰγύπτου ποταμὸς ὁ παιδίον ἀποκτεῖναι Μωσέα δυνηθείς. ὥσπερ δὲ δράκων έν τῷ Αἰγυπτίῳ ἐστὶν ποταμῷ, οὕτως ὁ θεὸς ἐν τῷ εὐφραίνοντι τὴν πόλιν τοῦ θεοῦ ποταμῷ· ὁ πατὴρ γὰρ ἐν τῷ υἱῷ.
- 6.250.1
διὰ τοῦτο οἱ γινόμενοι ἐν αὐτῷ ἐπὶ τῷ λούσασθαι, τὸν ὀνειδισμὸν ἀποτίθενται τῆς Αἰγύπτου, καὶ ἐπιτηδειότεροι πρὸς τὸ ἀναλαμβάνεσθαι γίνονται, καὶ ἀπὸ τῆς μιαρωτάτης λέπρας καθαρίζονται, καὶ διπλασιασμὸν χωροῦσιν χαρισμάτων, καὶ ἕτοιμοι πρὸς πνεύματος ἁγίου παραδοχὴν γίνονται, ἄλλῳ ποταμῷ οὐκ ἐφιπταμένης τῆς πνευματικῆς περιστερᾶς.
- 6.251.1
διόπερ θεοπρεπέστερον νοήσαντες τὸν Ἰορδάνην καὶ τὸ έν αὐτῶ λουτρὸν κοὶ τὸν Ἰησοῦν ἐν αὐτῷ λουόμενον καὶ τὸν τῆς κατασκευῆς , ὅσον δεόμεθα τῆς τοιαύτης ὠφελείας ἀπὸ τοῦ ποταμοῦ ἀρυσώμεθα.
- 6.251.2
Ι, 29 Τῇ ἐπαύριον βλέΠει τὸν Ἰησοῦν ἐρχόμενον Πρὸς ἀυτόν.
- 6.252.1
Πρότερον ἡ μήτηρ τοῦ Ἰησοῦ ἅμα τῷ συλλαβεῖν αὐτὸν τῇ μητρὶ τοῦ Ἰωάννου καὶ αὐτῇ ἐγκύμονι τυγχανούσῃ ἐπεδήμει, ὅτε ὁ μορφούμενος τῷ μορφουμένῳ ἀκριβέστερον τὴν μόρφωσιν χαρίζεται, σύμμορφον ἐνεργῶν αὐτὸν γενέσθαι τῇ δόξῃ αὐτοῦ, ὥστε διὰ τὸ κοινὸν τῆς μορφῆς Ἰωάννην τε Χριστὸν ὑπονοεῖσθαι τυγχάνειν, καὶ Ἰησοῦν Ἰωάννην ἀναστάντα ἐκ νεκρῶν νομίζεσθαι παρὰ τοῖς μὴ δια- κρίνουσι τὴν εἰκόνα ἀπὸ τοῦ κατὰ τὴν εἰκόνα· νῦν δὲ ὁ Ἰησοῦς μετὰ τὰ προεξετασθέντα μαρτύρια Ἰωάννου περὶ αὐτοῦ αὐτὸς βλέπεται ὑπὸ τοῦ βαπτιστοῦ ἐρχόμενος πρὸς αὐτόν.
- 6.253.1
παρατηρητέον δὲ ὅτι ἐκεῖ μὲν διὰ τὴν τοῦ Μαρίας ἀσπασμοῦ φωνὴν ἐληλυθυῖαν εἰς τὰ ὠτα τῆς Ἐλισάβετ, σκιρτᾷ τὸ βρέφος Ἰωάννης ἐν τῇ κοιλίᾳ τῆς μητρός, τότε, ὡς ἀπὸ τῆς φωνῆς, λαμβανούσης πνεῦμα ἅγιον· »Ἐγένετο »φησίν, ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ »Ἐλισάβετ καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν«· ἐνθάδε · »Βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε »ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«· ἀκοῇ δὲ τῇ περὶ τῶν κρειττόνων πρότερόν τις παιδεύεται καὶ μετὰ ταῦτα αὐτόπτης αὐτῶν γίωεται.
- 6.254.1
ὅτι μέντοι γε εἰς τὴν μόρφωσιν ὠφέληται ὁ Ἰωάννης ἀπὸ τοῦ ἔτι μορφουμένου, τοῦ κυρίου, † γενομένου ἐν τῇ μητρὶ πρὸς τὴν Ἐλισάβετ, τῷ κεκρατηκότι τῶν εἰρημένων περὶ τοῦ φωνὴν μὲν εἶναι τὸν Ἰωάννην, λόγον δὲ τὸν Ἰησοῦν δὴλον ἔσται· μεγάλη γὰρ φωνὴ γίνεται ἐν τῇ Ἐλισάβετ πληρωθείσῃ πνεύματος ἁγίου διὰ τὸν ἀσπασμὸν τῆς Μαρίας, ὡς αὐτὴ ἡ λέξις παρίστησιν οὕτως ἔχουσα· Καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ«, (δηλονότι ἡ »καὶ εἶπεν«.
- 6.255.1
ἡ γὰρ φωνὴ τοῦ ἀσπασμοῦ τῆς Μαρίας γενομένη έν τοῖς ὠσὶν τῆς Ἐλισάβετ ἐπλήρωσεν τὸν Ἰωάννην ἑαυτῆς· διόπερ σκιρτᾷ ὁ Ἰωάννης καὶ οἱονεὶ στόμα τοῦ υἱοῦ καὶ προφῆτις ἡ μήτηρ γίνεται ἀναφωνοῦσα κραυγῇ μεγάλῃ καὶ λέγουσα· »Εὐλογημένη σὺ ἐν »γυναιξὶν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου«.
- 6.256.1
ἤδη οὐν δύναται δῆλος ἠμῖν γίνεσθαι καὶ ἡ μετὰ σπουδῆς πορεία τῆς Μαρίας ἐις τὴν ὀρεινὴν καὶ ἡ ἔισοδος εἰς τὸν οἶκον Ζαχαρίου καὶ ὁ ἀσπασμός, ὃν ἀσπάζεται τὴν Ἐλισάβετ· ἵνα γὰρ μεταδῷ ἀφ' ἡς ἔχει ἐξ οὑ συνεἰληφεν δυνάμεως τῷ Ἰωάννῃ ἔτι έν τῇ μήτρᾳ τυγχάνοντι τῆς μητρὸς ἡ Μαριὰμ καὶ αὐτῷ μεταδώσοντι τῇ μητρί, ἀφ’ ἧς ἔλαβεν χάριτος προφητικῆς, ταῦτα πάντα γίνεται.
- 6.257.1
καὶ εὐλογώτατά γε ἐν τῇ ὀρεινῇ αἱ τοιαῦται οἰκονομίαι ἐπιτελοῦνται, οὐδενὸς μεγάλου χωρουμένου ὑπὸ τῶν διὰ τὴν ταπεινότητα κοιλάδων κληθησομένων. καὶ ἐνθάδε ὑπὸ μετὰ τὰς Ἰωάννου μαρτυρίας, πρώτην μὲν τὴν ὑπὸ κεκραγότος λεγομένην καὶ θεολογοῦντος, δευτέραν δὲ πρὸς τοὺς ἱερεῖς καὶ Λευ·ίτας τοὺς ἀπὸ Ἱεροσολύμων ὑπὸ Ἰουδαίων ἀπεσταλμένους, καὶ τρίτην τὴν πρὸς τοὺς ἐκ τῶν Φαρισαίων πικρότερον ἐρωτήσαντας, Ἰησοῦς ἤδη βλέπεται ὑπὸ τοῦ μαρτυρήσαντος, ἐρχόμενος πρὸς αὐτὸν ἔτι προκόπτοντα καὶ βελτίονα γινόμενον· ἡς προκοπῆς καὶ βελτιώσεως σύμβολον ἡ ὠνομασμένη αὔριον· οἱονεὶ γὰρ ἐν ἑξῆς φωτισμῷ καὶ δευτέρᾳ ἡμέρᾳ παρὰ τὰ πρότερον ὁ Ἰησοῦς ἔρχεται, οὐ μόνον γινωσκόμενος ὡς μέσος ἑστηκὼς καὶ τῶν οὐκ εἰδότων, ἀλλ' ἤδη καὶ ὁρώμενος ἤκων τῷ ταῦτα πρότερον ἀποφηναμένῳ.
- 6.258.1
πρώτῃ οὖν ἡμέρᾳ αἱ μαρτυρίαι γίνονται, καὶ δευτέρᾳ Ἰησοῦς πρὸς Ἰωάννην ἔρχεται· τρίτῃ δὲ ἑστὼς ὁ Ἰωάννης μετὰ δύο μαθητῶν, ἐνιδὼν Ἰησοῦ περιπατοῦντι εἰπὼν τὸ »Ἴδε ὁ ἀμνὸς τοῦ προτρέπει προτρέπει τοὺς παρόντας ἀκολουθῆσαι τῷ υἱῷ τοῦ θεοῦ. καὶ τετάρτῃ θελήσας ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν ὁ ἐξελθὼν ζητῆσαι τὸ ἀπολωλὸς »εὑρίσκει Φίλιππον καὶ λέγει »αὐτῷ·
- 6.259.1
Ἀκολούθει μοι« τρί τῃ δὲ ἀπὸ τῆς τετάρτης, ἥτις ἐστὶν ἕκτη τῶν ἀρχῆθεν ἡμῖν κατειλεγμένων, ὁ γάμος γίνεται ἐν Κανᾷ τῆς Γαλιλαίας, περὶ οὗ εἰσόμεθα γενόμενοι κατὰ τὸν τόπον. παρατηρητέον δὲ καὶ τοῦτο, ὅτι ἡ διαφέρουσα Μαρία πρὸς τὴν ὑποδεεστέραν Ἐλισάβετ ἔρχεται καὶ ὁ υἱὸς τοῦ θεοῦ πρὸς τὸν βαπτιστήν , δἰ ὧν εἰς τὸ ἄοκνον πρὸς τὸ ὠφελεῖν τοὺς ἥττονας καὶ μετριότητα ὠφελούμεθα.
- 6.260.1
Ἐπεὶ δὲ παρὰ τῷ μαθητῇ Ἰωάννῃ πόθεν πρὸς τὸν βαπτιστὴν ὁ σωτὴρ ἔρχεται οὐ λέγεται, τοῦτο μανθάνομεν ἀπὸ τῶν Ματθαίου γράψαντος· »Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλι- »λαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ’ αὐ- »τοῦ«.
- 6.261.1
ὁ δὲ Μάρκος καὶ τὸν τόπον τῆς Γαλιλαίας προσέθηκεν εἰπών· Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἠλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου( Λουκᾶς δὲ τὸν μὲν τόπον ἀπεσιώπησεν , ὅθεν Ἰησοῦς ἔρχεται,
- 6.262.1
παραχωρήσας τοῖς εἰρηκόσιν τὸν λόγον, ὅπερ δὲ ἀπ’ ἐκείνων οὐ μεμαθήκαμεν αὐτὸς ἡμᾶς διδάσκει, ὡς ἄρα μετὰ τὸ βάπτισμα αὐτῷ προσευχομένῳ ἀνεῴχθη ὁ οὐρανός, καὶ κατέβη τὸ ἅγιον πνεῦμα σωματικῷ εἴδει ὡς περιστερά.
- 6.263.1
πάλιν τὸ Ἰωάννην διακεκωλυκέωαι τὸν κύριον λέγοντα τῷ σωτῆρι· »Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ »ἔρχῃ πρός με;« τῷ Ματθαίῳ εἰρηκότι οὐδεὶς προσέθηκεν , ἕνα μὴ ταὐτολογῶσιν. καὶ τὸ ὑπὸ τοῦ κυρίου δὲ πρὸς αὐτὸν εἰρημένον· »Αφες ἄρτι, οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην« μόνος ἀνέγραψεν ὁ Ματθαῖος.
- 6.263.2
Ι, 29 Καὶ λέγει Ἴδε ὁ ἁμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν του κοσμου.
- 6.264.1
Πέντε ζῴων προσφερομένων ἐπὶ τὸ θυσιαστήριον, τριῶν μὲν χερσαίων πτηνῶν δὲ δύο, ἄξιόν μοι ζητεῖν φαίνεται τί δήποτε ὑπὸ τοῦ Ἰωάννου ὁ σωτὴρ »ἀμνὸς« λέγεται καὶ οὐδὲν τῶν λοιπῶν, ἀλλὰ καὶ ἐπὶ τῶν χερσαίων καθ’ ἕκαστον τριῶν ἡλικιῶν προσαγομένων, ἀπὸ τοῦ γένους τῶν προβάτων τὸν ἀμνὸν ὠνόμασεν· πέντε δὲ ζῷα ταῦτά ἐστιν· μόσχος, πρόβατον, αἴξ, τρυγών, περιστερά.
- 6.265.1
καὶ τρεῖς ἡλικίαι ἑκάστου τῶν χερσαίων αὑται· μόσχος, βοῦς, μοσχάριον· κριός, ἀμνός, ἀρνίον· τράγος, αἴξ, ἕριφος πτηνῶν δέ, περιστερῶν μὲν ζεῦγος νεοσσῶν μόνοιν, τρυγόνων ζεῦγος τέλειον. ζητητέον οὖν τῷ βουλομένῳ ἀκριβῶς τὸν περὶ τῶν θυσιῶν πνευματικὸν καταλαβεῖν λόγον τίνων ἐπουρανίων ὑποδείγματι καὶ σκιᾷ ταῦτ' ἐγίνετο, καὶ ἕκαστον τῶν ζῴων ἐπὶ τίνι νομοθετεῖ ὁ λόγος θύεσθαι· καὶ ἰδίᾳ συνακτέον τὰ περὶ τοῦ ἀμνοῦ.
- 6.266.1
ὅτι δὲ ὁ περὶ τῶν θυσιῶν λόγος περί τινων οὐρανίων μυστηρίων νοεῖσθαι ὁφείλει φησί που ὁ ἀπόστολος· »Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων«· καὶ πάλιν· θ’ »Ἀνάγκη αὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς »τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ »ταύτας«.
- 6.267.1
τὸ δὲ καθ’ ἕν δυνηθῆναι τούτων εὑρόντα ἐκλαβεῖν τὴν διὰ Ἰησοῦ Χριστοῦ γεγενημένην τοῦ πνευματικοῦ νόμου ἀλήθειαν, σφόδρα μεῖζον τυγχάνον τῆς ἀνθρωπινης φύσεως, οὐδενὸς ἄλλου ἔργον ἢ τοῦ τελείου ἐστίν, τοῦ »διὰ τὴν ἕξιν τὰ αἰσθητήραι γεγυμνα- »σμένα« ἔχοντος πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ, δυναμένου ἀπὸ διαθέσεως ἀληθευούσης εἰπεῖν· »Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις«. καὶ ἀληθῶς ἐπὶ τούτων ἔντιν εἰπεῖν καὶ τῶν τούτοις παραπλησίων· »Ἣν οὐδεὶς τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος ἔγνωκεν«.
- 6.268.1
Πλὴν τὸν ἀμνὸν ἐν ταῖς θυσίαις τοῦ ἐνδελεχισμοῦ εὑρίσκομεν προσφερόμενον. οὕτω δὲ γέγραπται· Καὶ ταῦτά ἐστιν »ἂ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο »τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ. τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωί, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιή- σεις τὸ δειλινόν. καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομ- »μένῳ τῷ τετάρτῳ τοῦ εἴν·
- 6.269.1
καὶ σπονδὴν τὸ τέταρτον τοῦ x003E; οἴνου »τῷ ἀμνῷ τῷ ἑνί. καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινὸν κατὰ τὴν θυσίαν τὴν πρώτην καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ, ποιήσεις ὀσμὴν »εὐωδίας κάρπωμα κυρίῳ, θυσίαν ἐνδελεχισμοῦ εἰς τὰς γενεὰς ὑμῶν ἐπὶ θύραις τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου, ἐν οἱς γνωσθή- »σομαί σοι ἐκεῖ ὥστε λαλῆσαί σοι. καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς Ἰσραὴλ »καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου«. ποία δὲ ἑτέρα θυσία δύναται ἐνδελεχισμοῦ εἶναι τῷ λογικῷ νοητὴ ἢ λόγος ἀκμάζων,
- 6.270.1
λόγος »ἀμνὸς« συμβολικῶς καλούμενος ἅμα τῷ φωτίζεσθαι τὴν ψυχὴν καταπεμπόμενος (αὕτη γὰρ ἂν εἴη ἡ ἑωθινὴ ἐνδελεχισμοῦ θυσία) καὶ πάλιν ἐπὶ τέλει τῆς τοῦ νοῦ ἐν τοῖς θειοτέροις διατριβῆς ἀναφερόμενος; οὐ γὰρ ἀεὶ δύναται διαρκεῖν τὸ εἶναι ἐν τοῖς κρείττοσιν , ὅσον κεκλήρωται ἡ ψυχὴ συνεζεῦχθαι τῷ γηίνῳ καὶ βαροῦντι σώματι.
- 6.271.1
ἐὰν δέ τις ζητῇ τί ἐν τοῖς μεταξὺ τῆς ἕω καὶ ἑσπέρας ποιήσει ὁ ἀγιος, μεταφερέτω ἀπὸ τῶν κατὰ τὴν λατρείαν τὸν λόγον, ἔπειτα καὶ έν τούτοις ἀκολουθείτω. καὶ γὰρ ἐκεῖ οἱ ἱερεῖς ἀρχὴν μὲν τῶν θυσιῶν προσφέρουσιν τὴν τοῦ ἐνδελεχισμοῦ, ἑξῆς δὲ πρὸ τῆς ἑσπερινῆς τοῦ ἐνδελεχισμοῦ τὰς κατὰ τὸν νόμον λοιπάς, οἷον περὶ πλημμελείας ἢ ἀκουσίων ἢ σωτηρίου ἢ εὐχῆς ἢ ζηλοτυπίας ἢ σαββάτου ἢ νουμηνίας καὶ τῶν λοιπῶν, ἂ μακρὸν ἂν εἴη ἐπὶ τοῦ παρόντος λέγειν.
- 6.272.1
οὕτω τοίνυν καὶ ἡμεῖς ἀπὸ τοῦ περὶ τῆς εἰκόνος λόγου πεποιημένοι τὴν ἀρχὴν τῆς ἀναφορᾶς, ὅς ἐστιν ὁ χριστός, διαλαμβάνειν περὶ πολλῶν καὶ ὠφελιμωτάτων δυνησόμεθα. καὶ πάλιν ἐν τοῖς περὶ Χριστοῦ καταλήξαντες ἐπὶ τὴν οἱονεὶ ἑσπέραν φθάσομεν καὶ νύκτα, ἐρχόμενοι καὶ ἐπὶ τὰ σωματικά.
- 6.273.1
Ἐὰν δὲ τὸν λόγον ἐξετάζωμεν τὸν περὶ τοῦ δεικνυμένου Ἰησοῦ ὑπὸ τοῦ Ἰωάννου κατὰ τὸ »Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ »ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«. ἱστάμενοι ἐπ' αὐτὴν τὴν οἰκονομίαν τῆς σωματικῆς τοῦ υἱοῦ τοῦ θεοῦ εἰς τὸν τῶν ἀνθρώποων βίον ἐπι- δημίας, τὸν ἀμνὸν οὐκ ἄλλον τοῦ ἀνθρώπου ὑποληψόμεθα· οὗτος γὰρ »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ »κείραντος αὐτὸν ἄφωνος«, λέγων· »Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον Μοῦ θύεσθαι«.
- 6.274.1
διόπερ καὶ ἐν τῇ Ἀποκαλύψει ἀρνίον ὁρᾶται »ἑστηκὸς »ὡς ἐσφαγμένον«. οὑτος δὴ ὁ ἀμνὸς σφαγεὶς καθάρσιον γεγένηται κατά τινας ἀπορρήτους λόγους τοῦ ὅλου κόσμου, ὑπὲρ οὗ κατὰ τὴν τοῦ πατρὸς φιλανθρωπίαν καὶ τὴν σφαγὴν ἀνεδέξατο, ὠνούμενος τῷ ἑαυτοῦ αἵματι ἀπὸ τοῦ ταῖς ἁμαρτίαις ἡμᾶς πιπρασκομένους ἀγοράσαντος.
- 6.275.1
ὁ δὲ προσαγαγὼν τοῦτον τὸν ἀμνὸν ἐπὶ τὴν θυσίαν ὁ ἐν τῷ ἀνθρώπῳ ἡν θεός, μέγας ἀρχιερεύς, ὅστις τοῦτο δηλοῖ διὰ τοῦ »Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυ- »τοῦ. ἐξουσίαν ἔχω θεῖναι *, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν‘.
- 6.276.1
Καὶ ταύτῃ <τῇ> θυσίᾳ συγγενεῖς εἰσιν αἱ λοιπαί, σύμβολόν εἰσιν αἱ νομικαί. λοιπαὶ δὲ καὶ συγγενεῖς ταύτῃ τῇ θυσίᾳ θυσίαι αἱ ἐκχύσεις εἶναί μοι φαίνονται τοῦ τῶν γενναίων μαρτύρων αἵματος, οὐ μάτην ὁρωμένων ἑστάναι ὑπὸ τοῦ μαθητοῦ Ἰωάννου παρὰ τῷ οὐρανίῳ θυσιαστηρίῳ »Τίς δὲ σοφὸς καὶ συνήσει ταῦτα; ἢ »συνετὸς καὶ ἐπιγνώσεται αὐτά;«
- 6.277.1
πρὸς δὲ τὸ θεωρητικώτερον κἂν ἐπὶ ποσὸν παραδέφασθαι τὸν περὶ τῶν τοιούτων θυσιῶν λόγον, καθαιρουσῶν τοὺς ὑπὲρ ὡν προσάγονται, κατανοητέον τὸν λόγον τῆς ὁλοκαυτουμένης θυγατρὸς Ἰεφθάε, διὰ ταύτην τὴν εὐχὴν τοὺς υἱοὺς Ἀμμών, ἡ συνηυδόκησεν καὶ ἡ ὁλοκατουμένη, λέγουσα πρὸς τὸν πατέρα εἰπόντα »Ἀνέῳξα τὸ στόμα μου κατὰ σοῦ πρὸς κύριον‘, »Καὶ εἰ ἀνέῳξας τὸ στόμα σου κατ' ἐμοῦ πρὸς κύριον, ποίει τὴν »εὐχήν σου((.
- 6.278.1
ἔμξασις μὲν οὖν πολλῆς ὠμότητος διὰ τούτων παρεισ x003E; ᾡ τοιαῦται ὑπὲρ σωτηρίας ἀνθρώπων ἐπιτελοῦνται θυσίαι. μεγαλοφυεστέρου δὲ νοῦ καὶ βλέποντος πρὸς τὸ τὰ λεγόμενα κατὰ τῆς προνοίας λύειν χρῄζομεν, ἕν ἅμα περὶ πάντων ὡς ἀπορρητοτέρων ὄντων καὶ ὑπὲρ ἀνθρωπίνην φύσιν ἀπολογώμεθα· Μεγάλαι γὰρ αἱ κρίσεις τοῦ θεοῦ καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαί- »δευτοι ψυχαὶ ἐπλανήθησαν«.
- 6.279.1
μεμαρτύρηται δὲ καὶ παρὰ τοῖς ἔθνεσιν ὅτι πολλοί τινες, λοιμικῶν ἐνσκηψάντων νοσημάτων, ἑαυτοὺς σφάγια ὑπὲρ τοῦ κοινοῦ παραδεδώκασιν. καὶ παραδέχεται ταῦθ’ οὕτως γεγονέναι οὐκ ἀλόγως πιστεύσας ταῖς ἱστορίαις ὁ πιστὸς Κλήμης, ὑπὸ Παύλου μαρτυρούμενος λέγοντος· »Μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν »συνεργὼν μου, ὡν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς«.
- 6.280.1
τὴν ὁμοίαν δὲ ἔχει ἀπέμφασιν παρὰ τῷ θέλοντι τῶν τοὺς πολλοὺς λανθανόντων μυστηρίων κατηγορεῖν καὶ τὰ περὶ τῶν μαρτύρων προστεταγμένα· εὐδοκοῦντος τοῦ θεοῦ μᾶλλον ἡμᾶς ἀναδέξασθαι πάσας χαλεπωτάτας αἰκίας ἐν τῷ ὁμολογεῖν αὐτοῦ τὴν θειότητα, ἤπερ ἀπαλλαγῆναι τῶν τοσούτων νομιζομένων κακῶν πρὸς βραχὺν χρόνον, λόγῳ συνπεριενεχθέντας τῷ θελήματι τῶν ἐχθρῶν τῆς ἀληθείας.
- 6.281.1
κατάλυσιν οὖν νομιστέον γίνεσθαι δυνάμεων κακοποιῶν διὰ τοῦ θανάτου τῶν ἁγίων μαρτύρων, οἷον τῆς ὑπομονῆς αὐτῶν καὶ τῆς ὁμολογίας τῆς μέχρι θανάτου καὶ τῆς εἰς τὸ εὐσεβὲς προθυμίας ἀμβλυνούσης τὸ ὀξὺ τῆς ἐκείνων κατὰ τοῦ πάσχοντος ἐπιβουλῆς, ὥστε ἀμβλυνομένης καὶ ἀτονησάσης τῆς δυνάμεως αὐτῶν καὶ ἑτέρους πλείονας τῶν νενικημένων ἀνίεσθαι ἐλευθερουμένους τοῦ βάρους, τοῦ βάρους, οὑ αἱ πονηραὶ δυνάμεις ἐπικείμεναι ἐφόρτιζον καὶ ἔβλαπτον.
- 6.282.1
ἀλλὰ καὶ οἱ παθόντες ἄν, μὴ ἀτονησάντων τῶν ἐνεργησάντων εἰς ἑτέρους τὰ χείρονα, οὐκέτι περιπέπτουσιν τῷ πάθει, νικήσαντος τοῦ τὴν τοιαύτην θυσίαν προσαγαγόντος τήνδε τὴν ἀντικειμένην δύναμιν, ὡς εἰ ἀπὸ μέρους ἐχρησάμην εἰκόνι χρησίμῳ πρὸς τὰ προκείμενα τοιαύτῃ· ὅτι ὁ ἀναιρῶν ἰοβόλον ἢ κατακοιμίζων ἐπῳδῇ ἢ δυνάμει τινὶ κενῶν αὐτὸ τοῦ ἰοῦ πολλοὺς εὐεργετεῖ τῶν ὕστερον πεισομένων τι ἀπ' αὐτοῦ, εἰ μὴ ἀνῄρητο ἢ κατακεκοίμιστο ἢ τοῦ ἰοῦ κεκένωτο.
- 6.283.1
εἰ δὲ καὶ τῶν δηχθέντων τινὶ φανερὸν γένοιτο περὶ τῆς ἐπὶ τῷ δηγματι βλάβης ἀπαλλαγῆς, εἰ ἐνατενίσαι ἀποθανόντι τῷ βλάψαντι, ἢ ἐπιβαίῃ νεκροῦ, ἢ ἐφάψαιτο τεθνηκότος, ἢ γεύσαιτο μέρους τοῦδε, γένοιτ' ἂν καὶ τῷ προπεπονθότι ἴασις καὶ εὐεργεσία ἀπὸ τοῦ τὸ βλάψαν ἀνῃρηκότος. τοιοῦτόν τι δὴ νοητέον τῷ θανάτῳ τῶν εὐσεβεστάτων μαρτύρων γίνεσθαι, πολλῶν ἀφάτῳ τινὶ δυνάμει ὠφελουμένων ἀπὸ τοῦ θανάτου αὐτῶν.
- 6.284.1
Προσδιετρίψαμεν δὲ ὑπὲρ τοῦ τὸ ἐξαίρετον ἰδεῖν τοῦ ὡς προβάτου ἐπὶ σφαγὴν ἀχθέντος καὶ ὡς ἀμνοῦ ἐνώπιον τοῦ κείραντος ἀφώνου, τῷ περὶ τῶν μαρτύρων λόγῳ καὶ τῷ ὑπὲρ τῶν τεθνηκότων διὰ λοιμικὰ καταστήματα διηγήματι. εἰ γὰρ τάδε μὲν ὑπὸ Ἑλλήνων οὐ μάτην ἱστόρηται, τάδε δὲ καλῶς περὶ τῶν εἴρηται περικαθαρμάτων τοῦ κόσμου γινομένων, καὶ »πάντων »περίψημα« λεγομένων διὰ ταῦτα τῶν ἀποστόλων, τί ὑποληπτέον καὶ πηλίκον περὶ τοῦ ἀμνοῦ τοῦ θεοῦ διὰ τοῦτο θυομένου, ἵνα ἄρῃ ἁμαρτίαν οὐκ ὀλίγων, ἀλλ' ὅλου τοῦ κόσμου, ὑπὲρ οὗ καὶ πέπονθεν;
- 6.285.1
κἂν γάρ »τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν »Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, »οὐκ † ἐπὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου«· ἐπεὶ σωτήρ ἐστιν πάντων ἀνθρώπων, μάλιστα πιστῶν« ὁ »ἐξαλείψας »τὸ καθ’ ἡμῶν χειρόγραφον« τῷ ἑαυτοῦ αἴματι καὶ ἄρας αὐτὸ ἐκ τοῦ μέσου, ἵνα μηδὲ ἔχην κἂν ἀπαληλειμμένων τῶν ἁμαρτημάτων εὑρίσκηται, καὶ »προσηλώσας τῷ σταυρῷ«. ὃς »ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ »τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ θριαμβεύσας« ἐν τῷ ξύλῳ.
- 6.286.1
καὶ θαρρεῖν γοῦν θλιβόμενοι ἐν τῷ κόσμῳ διδασκόμεθα, τὴν αἰτίαν τοῦ θαρρεῖν μανθάνοντες ταύτην εἶναι, τὸ νενικῆσθαι τὸν κόσμον καὶ δηλονότι ὑποτετάχθαι τῷ νικήσαντι αὐτόν. διὰ τοῦτο πάντα τὰ ἔθνη ἀνεθέντα ἀπὸ τῶν πρότερον ἐπικρατούντων δουλεύουσιν αὐτῷ, ὅτι »ἐρρύσατο πτωχὸν ἐκ δυνάστου« διὰ τοῦ ἰδίου πάθους »καὶ πένητα, »ᾧ οὐχ ὑπῆρχεν βοηθός«.
- 6.287.1
οὗτος δὴ ὁ σωτὴρ ταπεινώσας συκοφάντην διὰ τοῦ ἑαυτὸν τεταπεινωκέναι, συνπαραμένει τῷ νοητῷ ἡλίῳ πρὸ τῆς λαμπροτάτης ἐκκλησίας, τροπικώτερον σελήνης λεγομένης, τυγχάνων γενεῶν γενεαῖς. ἀνελὼν δὲ διὰ τοῦ πάθους τοὺς πολεμίους ὁ έν πολέμῳ δυνατὸς καὶ κραταιὸς κύριος καθαρσίου δεόμενος τοῦ ἀπὸ μόνου τοῦ πατρὸς αὐτῷ δοθῆναι ἐπὶ τοῖς ἀνδραγαθήμασιν δυναμένου, κωλύει αὐτοῦ ἅψασθαι τὴν Μαρίαν λέγων· »Μή μου ἅπτου, οὔπω »γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα · ἀλλὰ πορεύου καὶ εἰπὲ τοῖς »ἀδελφοῖς μου· Πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν«.
- 6.288.1
Ὅτε δὲ πορεύεται νικηφόρος καὶ τροπαιοφόρος μετὰ τοῦ ἐκ νεκρῶν ἀναστάντος σώματος πῶς γὰρ ἄλλως δεῖ νοεῖν τὸ »Οὔπω »ἀναβέβηκα πρὸς τὸν πατέρα μου;« καὶ τὸ » Πορεύομαι δὲ πρὸς τὸν »πατέρα μου«;) τότε αἱ μέν τινες λέγουσιν δυνάμεις· »Τίς οὗτος ὁ »παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἱματίων ἐκ Βοσόρ, οὕτως ὡραῖος;« οἱ δὲ προπέμποντες αὐτὸν τοῖς ἐπὶ τῶν οὐρανίων πυλῶν τεταγμένοις φασὶν τὸ » Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης«.
- 6.289.1
ἔτι δὲ πυνθάνονται οἱονεί, εἰ δεῖ οὕτως εἰπεῖν, ᾑμαγμένην αὐτοῦ βλέποντες τὴν δεφιὰν καὶ πεπληρωμένον πεπληρωμένον τῶν ἀπὸ τῆς ἀριστείας ἔργων· »Διὰ τί σου »ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀποπάτημα ληνοῦ πλή- ρους καταπεπατημένης;« ὅτε καὶ ἀποκρίνεται· »Κατέθηλασα αὐτούς«.
- 6.290.1
ἀληθῶς γὰρ ἐπὶ τούτοις δεδέηται τοῦ πλύναι »ἐν οἴνῳ τὴν στολὴν »αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ«. τὰς γὰρ ἀσθενείας ἡμῶν λαβὼν καὶ τὰς νόσους βαστάξας, παντός τε τοῦ κόσμου ἄρας τὴν ἁμαρτίαν καὶ τοὺς τοσούτους εὐεργετήσας, τάχα τότε βάπτισμα εἴληφεν τὸ παντὸς τοῦ ὑπονοηθέντος ὂν παρὰ τοῖς ἀνθρώποις μεῖζον, περὶ οὗ οἶμαι αὐτὸν εἰρηκέναι· Βάπτισμα δὲ »ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ;«
- 6.291.1
ἴνα γὰρ τολμηρότερον βασανίζων τὸν λόγον στῶ πρὸς τὰ ὑπὸ τῶν πλείστων ὑπονοούμενα, λεγέτωσαν ἡμῖν οἱ τὸ βάπτισμα τὸ μέγιστον, ὑπὲρ ὃ ἄλλο οὐκ ἕστι νοῆσαι βάπτισμα, νομίσαντες αὐτοῦ εἶναι τὸ μαρτύριον, τί δήποτε μετὰ τοῦτο λέγει τῇ Μαριάμ· »Μή μου ἅπτου«; ἐχρῆν γὰρ μᾶλλον ἑαυτὸν ἐμπαρέχειν τῇ ἁφῇ, ἅτε τὸ τέλειον βάπτισμα διὰ τοῦ μυστηρίου τοῦ πάθους εἰληφότα.
- 6.292.1
Ἀλλ' ἐπεί, ὡς προείπομεν, τὰ κατὰ τῶν ἀντικειμένων ἀνδραγαθήματα πεποιηκὼς ἐδεῖτο τοῦ πλύναι »ἐν οἴνῳ τὴν στολὴν »αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ«, ἀνῄει πρὸς τὸν γεωργὸν τῆς ἀληθινῆς ἀμπέλου πατέρα, ἴν’ ἐκεῖ ἀποπλυνάμενος μετὰ τὸ ἀναβῆναι εἰς ὕψος, αἰχμαλωτεύσας τὴν αἰχμαλωσίαν, καταβῇ φέρων τὰ ποικίλα χαρίσματα, τὰς διαμεμερισμένας τοῖς ἀποστόλοις γλώσσας ὡσεὶ πυρὸς καὶ τοὺς παρεσομένους έν πάσῃ πράξει ἁγίους ἀγγέλους καὶ ῥυσομένους αὐτούς.
- 6.293.1
πρὸ γὰρ τούτων τῶν οἰ κονομιῶν ἅτε μηδέπω κακαθαρμένοι οὐκ ἐχώρουν ἀγγέλων παρ' αὐτοῖς ἐπιδημίαν, τάχα οὐδ’ αὐτῶν βουλομένων πω τοῖς μὴ εὐτρεπισμένοις καὶ κεκαθαρμένοις ὑπὸ τοῦ Ἰησοῦ παρεἶναι.
- 6.294.1
τῆς γὰρ Ἰησοῦ μόνου φιλανθρωπίας ἠν μετὰ ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίειν καὶ πίνειν, καὶ παρέχειν ἑαυτοῦ τοὺς πόδας τοῖς δαδρύοις τῆς μετανοούσης ἁμαρτωλοῦ, καὶ μέχρι θανάτου καταβαίνειν ὑπὲρ ἀσεβῶν, οὐχ ἁρπαγμὸν ἡγουμένου τὸ εἶναι ἵσα θεῷ, καὶ κενοῦν ἑαυτὸν τὴν τοῦ δούλου λαμβάνοντος μορφήν.
- 6.295.1
ταῦτα δὲ πάντα ἐπιτελῶν μᾶλλον τὸ θέλημα τοῦ πατρὸς τοῦ παραδόντος αὐτὸν ὑπὲρ ἀσεβῶν ἐπετέλει Τιπερ τὸ ἑαυτοῦ· ὁ μὲν γὰρ πατὴρ ἀγαθός, ὁ δὲ σωτὴρ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. πάντα δὲ τὸν κόσμον εὐεργετῶν, ἐπεὶ θεὸς ἐν Χριστῷ κόσμον καταλλάσσει ἑαυτῷ, πρότερον διὰ τὴν κακίαν ἐχθρὸν γεγενημένον, ὁδῷ καὶ τάξει τὰ εὐεργετούμενα εὐεργετεῖ, οὐκ ἀθρόως λαμβάνοων ὑποπόδιον τῶν ποδῶν πάντας τοὺς ἐχθρούς· λέγει γὰρ αὐτῷ ὁ πατὴρ τῷ κυρίῳ ἑκάστου ἡμῶν· »Κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ »τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«.
- 6.296.1
καὶ ταῦτα γίνεται ἕως ὁ ἔσχατος ἐχθρός, ὁ θάνατος, ὑπ’ αὐτοῦ καταργηθῇ. ἐὰν δὲ τὸ ὑποτάσσεσθαι τῷ χριστῷ νοήσωμεν ὅ τί ποτ' ἔστιν μάλιστ' ἐκ τοῦ »Ὅταν δὲ αὐτῷ † πάντα ὑποταγῇ, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται »τῷ ὑποτάξαντι αὐτῷ † πάντα«, ἀξίως τῆς ἀγαθότητος τοῦ τῶν ὅλων θεοῦ νοήσωμεν τὸν ἀμνὸν τοῦ θεοῦ αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου.
- 6.297.1
Οὐ πάντων δὲ ἡ ἁμαρτία ὑπὸ τοῦ ἀμνοῦ αἴρεται, μὴ ἀλγούντοων μηδὲ βασανιζομένων ἕως ἀρθῇ. ἄκανθαι γὰρ οὐ μόνον ἐνσπαρεῖσαι ἀλλὰ καὶ ἐπιπολὺ ῥιζωθεῖ ἐν ταῖς χερσὶν παντὸς διὰ τὴν κακίαν μεθυσθέντος καὶ τὸ νήφειν ἀπολωλεκότος κατὰ τὸ ἐν Παροιμίαις εἰρημένον· »Ἄκανθαι φύονται έν χειρὶ τοῦ μεθύσου», ὅσον πόνον ἐνεργάσονται τῷ τὰ τοιαῦτα φυτὰ εἰς τὸ ἑαυτοῦ σῶμα τῆς ψυχῆς παραδεξαμένῳ τί δεῖ καὶ λέγειν; κατατμηθῆναι γαρ ὑπὸ τοῦ τομωτέρου πάσης μαχαίρας διστόμου λόγου ζῶντος θεοῦ καὶ ἐνεργοῦς καὶ καυστικωτέρου παντὸς πυρὸς ἀνάγκη τὸν ἐπὶ τοσοῦτον εἰς βάθος τῆς ἑαυτοῦ ψυχῆς τὴν κακίαν χωρήσαντα, ὡς γενέσθαι αὐτὸν γῆν ἀκανθοφόρον.
- 6.298.1
καὶ δεήσει ἐπὶ τὴν τοιαύτην ψυχὴν πεμφθῆναι τὸ εὑρίσκον τὰς ἀκάνθας πῦρ, καὶ μέχρι αὐτῶν στησόμενον διὰ τὴν ἑαυτοῦ θειότητα καὶ οὐ προσεμπρῆσον ἅλωνας ἢ στάχυας πεδίων. τοῦ αἴροντος δὲ τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ διὰ σφαγῆς ἀρχομένου ὁδοὶ τυγχάνουσιν πλείονες, ὡν αἱ μὲν σαφεῖς εἶναι τοῖς πολλοῖς δύνανται, αἱ δὲ τοὺς τοσούτους λανθάνουσαι τοῖς τῆς θείας σοφίας ἀξιουμένοις, οἷς μόνοις εἰσὶν γνώριμοι.
- 6.299.1
τί γὰρ δεῖ λέγειν, δι' ὅσων ὁδῶν τις ἐπὶ τὸ πιστεύειν ἔρχεται ἐν ἀνθρώποις, ἔτι ἐν τῷ τοιούτῳ σώματι παρὸν ἑκάστῳ καθ' αὑτὸν ἐπισκοπεῖν; πλὴν μία τῶν ὁδῶν ἐστιν τοῦ πιστεύειν καὶ αἴρεσθαι τὴν ἁμαρτίαν διὰ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ νόσων χαλεπωτάτων καὶ μαλακιῶν ἐπιπονωτάτων. τίς οὖν οἶδεν καὶ τὰ μετὰ ταῦτα;
- 6.300.1
ἀναγκαῖον δὲ ἠν ὑπὲρ τοῦ μὴ ἀναιρεθῆναι τὸν δοκοῦντα τῇ ἐξετάσει τοῦ λόγου παρακολουθεῖν τοῦ λέγοντος· »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«· ἐπιπλεῖον περὶ τούτων διαλαβεὶν, ἱν εἰδότες ὅτι καὶ θυμῷ θεοῦ ἔστιν ἐλεγχθῆναι καὶ ὀργῇ θεοῦ παιδευθῆναι, διὰ τὸ εἰς ὑπερβολὴν φιλάνθρωπον οὐδένα πάντη ἀνέλεγκτον καὶ ἀπαίδευτον ἐῶντος, πάντα ποιήσωμεν εἰς τὸ μὴ δεηθῆναι ἐλέγχων καὶ τῆς διὰ τῶν ἐπιπονωτάτων παιδείας.
- 6.301.1
Ἐπισκεπτέον δὲ τῷ ἐντυγχάνοντι τὰ έν τοῖς προτέροις ἡμῖν εἰρημένα μετὰ παραθέσεως πλειόνων παραδειγμάτων περὶ τοῦ τί σημαίνεται κατὰ τὴν γραφὴν ἐκ τῆς »Κόσμος« φωνῆς· οὐ γὰρ εὔλογον ἡγησάμην παλιλλογεῖν. οὐκ ἀγνοοῦμεν δέ τινα κόσμον ἐξειληφέναι τὴν ἐκκλησίαν μόνην, κόσμον κόσμον τοῦ κόσμου, ἐπεὶ καὶ φῶς λέγεται τοῦ κόσμου· »Ὑμεῖς γάρ ἐστε, φησί, τὸ φῶς τοῦ κόσμου·« κόσμος δὲ τοῦ κόσμου ἡ ἐκκλησία, κόσμου αὐτῆς γινομένου Χριστοῦ, τοῦ πρώτου φωτὸς τοῦ κόσμου.
- 6.302.1
κατανοητέον δὲ εἰ μὴ τοῦ αὐτοῦ κόσμου φῶς εἶναι λέγεται ὁ χριστὸς καὶ οἱ μαθηταὶ αὐτοῦ· ἀλλ' ὅτε μὲν Χριστὸς φῶς τοῦ κόσμου ἐστίν, τάχα τῆς ἐκκλησίας ἐστὶ φῶς· ὅτε δὲ οἱ μαθηταὶ αὐτοῦ φῶς τοῦκόσμου, μήποτε τῶν παρακαλουμένων εἰσὶ φῶς, ἑτέρων ὄντων παρὰ τὴν ἐκκλησίαν, ὥσπερ τῷ Παύλῳ περὶ τούτων εἴρηται ἐν τῷ προοιμίῳ τῆς προτέρας πρὸς Κορινθίους ἐπιστολῆς στολῆς γράφοντι· »Τῇ ἐκκλησίᾳ τοῦ θεοῦ σὺν πᾶσι τοῖς ἐπικαλου- »μένοις τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ«· ἐάν οὐν τις τοῦ κόσμου φῶς λέγεσθαι τὴν ἐκκλησίαν, οἱονεὶ τοῦ λοιποῦ γένους τῶν ἀνθρώπων καὶ τῶν ἀπίστων, εἰ μὲν προφητικῶς τοῦτο διὰ τὸν περὶ τέλους λόγον ἐκλήψεται, τάχε ἔχει χώραν τὸ λεγόμενον· εἰ δὲ ὡς ἤδη γινόμενον , ἐπεὶ τὸ φῶς τινος φωτίζει ἐκεῖνο, οὑ ἐστι φῶς, δεικνύτωσαν πῶς τὸ λοιπὸν γένος φωτίζεται ὑπὸ τῆς παρεπιδημούσης τῷ κόσμῳ ἐκκλησίας.
- 6.303.1
εἰ δὲ τοῦτο δεικνύναι οὐ δύνανται, ἐπιστησάτωσαν μήποτε ὑγιῶς ἐξειλήφαμεν φῶς μὲν εἶναι τὴν ἐκκλησίαν, κόσμον δὲ τοὺς ἐπικαλουμένους. ἡ δὲ δὲ φωνή, κειμένη ἐν τῷ κατὰ Ματθαῖον, τῷ ἐπιμελέστατα ἐρευνῶντι τὰς γραφὰς παραστήσει τὴν διήγησιν· »Ὑμεὶς, γάρ φησιν, ἐστὲ τὸ ἅλα τῆς γῆς«· τάχα τῆς γῆς τῶν λοιπῶν ἀνθρώπων νοουμένων, ὧν ἅλας εἰσὶν οἱ πεπιστευκότες, αἴτιοι τοῦ τηρεῖσθαι τὸν κόσμον διὰ τοῦ πιστεύειν τυγχάνοντες· τότε γὰρ ἡ συντέλεια ἔσται ἐὰν τὸ ἄλα μωρανθῇ« καὶ μηκέτι ᾐ τὸ ἁλίζον καὶ συντηροῦν τὴν γῆν, ἐπεὶ σαφὲς ὅτι ἐὰν πληθυνθῇ ἡ ἀνομία, καὶ ψυγῇ ἡ ἀγάπη ἐπὶ τῆς γῆς ὡς καὶ αὐτὸν τὸν σωτῆρα διστακτικὴν προενέγκασθαι περὶ τῶν ἐν τῇ ἐπιδημίᾳ ἑαυτοῦ φωνὴν λέγοντα· »Πλῆν ὁ υἹὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν »ἐπὶ τῆς γῆς;«) τότε συντέλεια ἔσται τοῦ πρὸ αἰῶνος.
- 6.304.1
λεγέσθω τοίνυν ἡ ἐκκλησία κόσμος ὅτε ὑπὸ τοῦ σωτῆρος φωτίζεται· ἡμεῖς δὲ ζητοῦμεν εἰ κατὰ τὸ »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν »τοῦ κόσμου« κόσμον νοητέον ὑγιῶς τὴν ἐκκλησίαν, περικλειομένου τοῦ αἴρεσθαι τὴν ἁμαρτίαν εἰς μόνην τὴν ἐκκλησίαν.
- 6.305.1
πῶς γὰρ τὸ ἐν τῇ ἐπιστολῇ ὑπὸ τοῦ αὐτοῦ μαθητοῦ εἰρημένον περὶ τοῦ σωτῆρος ἱλασμοῦ περὶ τῶν ἁμαρτιῶν τυγχάνοντος διηγησόμεθα οὕτως ἔχον· Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν »Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ »περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου«; καὶ τὸ παρὰ τῷ Παύλῳ δὲ τούτω νομίζω εἶναι παραπλήσιον οὕτως ἔχον· »Ὅς έστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν«.
- 6.306.1
Πάλιν ἐν τῷ τόπῳ ὁ Ἡρακλέων γενόμενος χωρὶς πάσης κατασκευῆς καὶ παραθέσεως μαρτυριῶν ἀποφαίνεται ὅτι τὸ μὲν »Ἀμνὸς τοῦ θεοῦ« ὡς προφήτης φησὶν ὁ Ἰωάννης, τὸ δὲ »Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου« ὡς περισσότερον προφήτου. καὶ οἴεται τὸ μὲν πρότερον περὶ τοῦ σώματος αὐτοῦ λέγεσθαι, τὸ δὲ δεύτερον περὶ τοῦ ἐν τῷ σώματι, τῷ τὸν ἀμνὸν ατελῆ εἶναι ἐν τῷ τῶν προβάτων γένει,
- 6.307.1
οὕτω δὲ καὶ τὸ σῶμα παραθέσει τοῦ ἐνοικοῦντος αὐτῷ. τὸ δὲ τέλειον εἰ ἐβούλετο, φησί, τῷ σώματι μαρτυρῆσαι, κριὸν εἶπεν ἂν τὸ μέλλον θύεσθαι. οὐχ ἡγοῦμαι δὲ εἶναι ἀναγκαῖον μετὰ τηλικαύτας γεγενημένας ἐξετάσεις τευταζειν περὶ τὸν τόπον, ἀγωνιζομένους πρὸς τὰ εὐτελῶς ὑπὸ τοῦ Ἡρακλέωνος εἰρημένα. μόνον δὲ τοῦτο ἐπισημειωτέον, ὅτι ὥσπερ μόγις ἐχώρησεν ὁ κόσμος τὸν κενώσαντα ἑαυτόν, οὕτως ἀμνοῦ καὶ οὐ κριοῦ ἐδεήθη, ἵνα ἀρθῇ αὐτοῦ ἡ ἁμαρτία.
- 6.307.2
* * * ** * * ** * * ** * * ** * * ** * * * * * * ** * * ** * * ** * * ** * * ** * * * * * * ** * * ** * * ** * * ** * * *
- 10.1.1
* * * * ἐν αὐτῇ ἀναγεγραμμένοι ἀριθμοὶ κατά τινα ἀναλογίαν ἁρμόζουσαν ἑκάστῳ πράγματι γραφῆς ἠξιώθησαν. ἐξεταστέον δέ, μήποτε μία τῶν βίβλων Μωσέως ἐπιγεγραμμένη Ἀριθμοί ἐξαιρέτως τὸν περὶ ἀριθμῶν τοῖς τὰ τοιαῦτα ἐξιχνεύειν δυναμένοις διδάσκει λόγον.
- 10.2.1
Ταῦτα δέ μοι ἐν ἀρχῇ τοῦ δεκάτου τόμου λέγεται πρὸς σέ, πολλαχοῦ ὁρῶντι τῆς γραφῆς διαφερούσης προνομίας τετευχότα τὸν σέκα ἀριθμόν, ὡς ἔνεστι καὶ σοὶ ἐπιμελῶς κατανοεῖν, ἐλπίζοντί τε λήψεσθαι ἀπὸ θεοῦ πλέον τι καὶ εἰς τοῦτον τὸν τόμον· ὅπερ ἴνα ὑπαρχθῇ κατὰ δύναμιν ἐμπαρέχειν ἑαυτοὺς τῷ δωρεῖσθαι τὰ κάλλιστα βουλομένῳ θεῷ πειρώμεθα.
- 10.3.1
Ἀρκτέον δὲ τοῦ βιβλίου ἐντεῦθεν· »Μετὰ τοῦτο κατέβη εἰς κα- »φαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταί, καὶ ἐκεῖ † ἔμεινεν οὐ πολλὰς ἡμέρας καὶ οἱ λοιποὶ τρεῖς γράψαντες τὰ εὐαγγέλια μετὰ τὸν πρὸς τὸν διάβολον ἀγῶνα τοῦ κυρίου εἰς τὴν Γαλιλαίαν φασὶν αὐτὸν ἀνακεχωρηκέναι.
- 10.4.1
Ματθαῖος δὲ καὶ Λουκᾶς πρότερον γενόμενον ἐν Ναζάροις μετὰ ταῦτα καταλελοιπότα αὐτὰ ἐλθόντα κατῳκηκέναι εἰς Καφαρναούμ. ὁ δὲ Ματθαῖος καὶ Μάρκος καὶ αἰτίαν τινὰ λέγουσι τοῦ αὐτὸν ἐκεῖθεν ἀνακεχωρηκέναι τὸ ἀκηκοέναι, ὅτι Ἰωάννης παρεδόδη.
- 10.5.1
Ἔχει δὲ οὕτως τὰ ῥητὰ τοῦ μὲν Ματθαίου· »Τότε ἀφίησιν »αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. »ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν καὶ καταλιπὼν τὴν † Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν »παραθαλασσίαν, έν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ. ἴνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαϊου τοῦ προφήτου, λέγοντος· Γὴ Ζαβουλών«· καὶ μετὰ τὰ ἐν τῷ Ἡσαΐᾳ ῥητὰ λέγει· »Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κη- ρύσσειν καὶ λέγειν· Τι Μετανοεῖτε, ἤγγικε † γὰρ ἡ βασιλεία τῶν οὐρανῶν‘.
- 10.6.1
ὁ δὲ Μάρκος Καὶ ἦν«, φησίν, »ἐν τῇ ἐρήμῳ τεσσερά- »κοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ καὶ ἠν μετὰ τῶν θηρίων »καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάν- »νην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ »θεοῦ, ὄτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγεικεν ἡ βασιλεία τοῦ θεοῦ·
- 10.7.1
»μετανοεῖτε καὶ πιστεύετε τῷ εὐαγγελίῳ«. ἔπειτα διηγησάμενος καὶ περὶ Ἀνδρέου καὶ Πέτρου, Ἰακώβου τε καὶ Ἰωάννου, ἀναγράφει ταῦτα· »Καὶ εἰσπορευόμενος εἰς Καφαρναοὺμ καὶ εὐθέως τοῖς σάββασιν ἐδί- »δασκεν εἰς τὴν συναγωγήν«.
- 10.8.1
ὁ δὲ Λουκᾶς· Καὶ συντελέσας, φησί, τὸν πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ' αὐτοῦ ἄχρι καιροῦ. καὶ ὑπέ- »στρεψεν ὁ Ἰησοῦς έν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. καὶ αὐτὸς »ἐδίδδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων. καὶ »ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς »αὐτῷ ἐν τῇ
- 10.9.1
ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν( παραστήσας δὲ τὰ ἐν Ναζροῖς αὐτῷ εἰρημένα, καὶ τὸν κατ' αὐτοῦ θυμὸν τῶν ἐν τῇ συναγωγῇ, ἐκβαλλόντων »αὐητὸν ἔξω τῆς πόλεως« καὶ ἀγαγόντων »ἕως ὀφρύος τοῦ ὄρους, ἐφ' οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, ὥστε »κατακρημνίσαι αὐτόν« καὶ ὡς »διελθὼν διὰ μέσου αὐτῶν« ὁ κύριος »ἐπορεύετο«, ἐπισυνάπτει ταῦτα· »Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ »πόλιν τῆς Γαλιλαίας καὶ ἦν διδάσκων αὐτοὺς έν τοῖς σάββασιν«.
- 10.10.1
ΙΙΙ. * * * <Παραστατέον δὲ> τὴν περὶ τούτων ἀλήθειαν ἀποκεῖ σθαι ἐν τοῖς νοητοῖς, <διὰ τὸ πολλοὺς> μὴ λυομένης τῆς διαφωνίας ἀφεῖσθαι τῆς περὶ τῶν εὐαγγελίων πίστεως, ὡς οὐκ ἀληθῶν οὐδὲ θειοτέρῳ πνεύματι γεγραμμένων ἢ ἐπιτετευγμένως ἀπομνγμονευθέντῶν· ἑκατέρως γὰρ λέγετᾳι συντετάχθαι ἡ τούτων γραφή. λεγέτωσαν γὰρ ἡμῖν οἱ παραδεχόμενοι τὰ τέσσαρα εὐαγγέλια, καὶ τὴν δοκοῦσαν διαφωνίαν οἰόμενοι μὴ λύεσθαι διὰ τῆς ἀναγωγῆς πρὸς ταῖς προειρημέναις ἡμῖν ἐπαπορήσεσιν περὶ τῶν τεσσεράκοντα τοῦ πειρασμοῦ ἡμερῶν οὐδαμῶς δυναμένων χώραν ἔχειν παρὰ τῷ Ἰωάννῃ, πότε γέγονεν έν τῇ Καφαρναοὺμ ὁ κύριος· εἰ γὰρ μετὰ τὰς ἕξ τοῦ ὅτε ἐβαπτίσθη ἡμέρας, τῇ ἕκτῃ γενομένης τῆς κατὰ τὸν ἐν Κανᾷ τῆς Γαλιλαίας γάμον οἰκονομίας, δῆλον ὅτι οὔτε πεπείρασται οὔτε ἐν Ναζαροῖς ἐγένετο οὔτε Ἰωάννης πω παρεδέδοτο.
- 10.11.1
μετὰ οὐν τὴν Κα- φαρναούμ, ἔνθα ἔμεινεν οὐ πολλὰς ἡμέρας, τοῦ πάσχα τῶν Ἰουδαίων ἐγγὺς ὄντος ἀνέβη εἰς Ἱερσόλυμα, ὅτε ἐκβάλλει ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ ἑκχέει τῶν κερματιστῶν τὰ κέρματα.
- 10.12.1
ἔοικεν δὲ ἐν τοῖς Ἱεροσολύμοις ὁ τῶν Φαρισαίων ἄρχων Νικόδημος νυκτὸς πρὸς αὐτὸν ἀρχῶν] ἐληλυθέναι, καὶ ἀκηκοέναι ταῦτα ἃ ἔξεστιν ἐκ τοῦ εὐαγγελίου λαβεῖν. »Μετὰ δὲ ταῦτα ἠλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐ- τῶν καὶ ἐβάπτιζεν· καθ' ὃν καιρὸν ἦν καὶ Ἰωάννης βαπτίζων ἐν »Αἰνὼν ἐγγὺς τοῦ Σαλίμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάν· »νης«· ὅτε καὶ ἐγένετο ζήτησις ἐκ τῶν μαθητῶν Ἱωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ, καὶ ἠλθον πρὸς τὸν Ἰωάννην‘, λέγοντες περὶ τοῦ σωτῆρος τὸ » Ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν‘· ἀκηκόασιν ἀπὸ τοῦ βαπτιστοῦ λόγους, οὓς ἔστιν ἀπ’ αὐτῆς τῆς γραφῆς ἀκριβέστερον λαβεῖν.
- 10.13.1
εἰ δὲ πυνθανομένοις ἡμῖν περὶ τοῦ πότε γέγονε πρῶτον ἐν τῇ Καφαρναοὺμ ὁ χριστός, τῇ λέξει Ματθαίου καὶ τῶν λοιπῶν δύο ἀκολουθοῦντες φήσουσιν μετὰ τὸν πειρασμόν, ὅτε καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν, πῶς ἕμα ἀληθῆ εἶναι ἐροῦσιν τό τε παρὰ τῷ Ματθαίῳ καὶ Μαρκῳ εἰρημένον, ὡς διὰ τὸ ἀκηκοέναι αὐτὸν περὶ τοῦ Ἰωάννου παραδοθέντος εἰς τὴν Γαλιλαίαν αναχωρήαντος, καὶ τὸ παρὰ τῷ Ἰωάννῃ μετὰ καὶ ἄλλας οἰκονομίας πρὸς τῇ ἐν Καφαρναοὺμ μονῇ κείμενον, καὶ τὴν εἰς Ἱεροσόλυμα ἄνοδον, τήν τε εἰς Ιουδαίαν ἐκεῖθεν κάθοδον, ὅτε οὔπω βεβλημένος ἦν εἰς φυλακὴν ὁ Ἰωάννης, ἀλλ' ἐβάπτιζεν ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλίμ;
- 10.14.1
καὶ ἐπὶ ἄλλων δὲ πλειόνων εἵ τις ἐπιμελῶς ἐξετάζοι τὰ εὐαγγέλια περὶ τῆς κατὰ τὴν ἱστορίαν ἀσυμφωνίας, ἥντινα καθ’ ἔκαστον πειρασόμεθα κατὰ τὸ δυνατὸν παραστῆσαι, σκοτοδεινιάσας ἤτοι ἀποστήσεται τοῦ κυροῦν ὡς ἀληθῶς τὰ εὐαγγέλια, καὶ ἀποκληρωτικῶς ἑνὶ αὐτῶν προσθήσεται, μὴ τολμῶν πάντη ἀθετεῖν τὴν περὶ τοῦ κυρίου ἡμῶν πίστιν, ἢ προσιέμενος τὰ τέσσαρα εἶναι <ἐρεῖ τ'> ἀληθὲς αὐτῶν οὐκ ἐν τοῖς σωματικοῖς χαρακτῆρσιν.
- 10.15.1
Ὑπὲρ δὲ τοῦ ποσὴν ἐπίνοιαν τοῦ βουλήματος τῶν εὐαγ- γελίων περὶ τῶν τοιούτων λαβεῖν, καὶ τοῦτο ἡμῖν λεκτέον. ἔστω τισὶ προκείμενον βλέπουσι τῷ πνεύματι τὸν θεὸν καὶ τοὺς τούτου πρὸς τοὺς ἁγίους λόγους, τήν τε παρουσίαν, ἣν πάρεστιν αὐτοῖς ἐξαιρέτοις καιροῖς τῆς προκοπῆς αὐτῶν ἐπιφαινόμενος, πλέοσιν οὖσιν τὸν ἀριθμὸν καὶ ἐν διαφόροις τόποις, οὐχ ὁμοεδεῖς τε πάντη εὐεργεσίας εὐεργετουμένοις, ἑκάστῳ ἰδίᾳ ἀπαγγεῖλαι ἃ βλέπει τῷ πνεύματι περὶ τοῦ θεοῦ καὶ τῶν λόγων αὐτοῦ, τῶν τε πρὸς τοὺς ἀγίους ἐμφανειῶν, ὥστε τόνδε μὲν περὶ τῶνδε τῷδε τῲ δικαίῳ κατὰ τόνδε τὸν τόπον λεγομένων ὑπὸ θεοῦ καὶ πραττομένων ἀπαγγελλειν, τόνδε δὲ περὶ τῶν ἑτέρῳ χρησμῳδουμένων καὶ ἐπιτελουμένων, καὶ ἄλλον περί τινος τρίτου παρὰ τοὺς προειρημένους δύο θέλειν ἡμᾶς διδάσκειν· ἔστω δέ τις καὶ τέταρτος τὸ ἀνάλογον τοῖς τρισὶν περί τινος ποιῶν· συμφερέσθωσαν δὲ οἱ τέσσαρες οὑτοι περί τινων ὑπὸ τοῦ πνεύματος αὐτοῖς ὑποβαλλομένων ἀλλήλοις, καὶ περὶ ετέρων ἐν ὀλίγῳ παραλλαττέτωσαν, ὥστε εἶναι τοιαύτας αὐτῶν τὰς διηγήσεις· ὤφθη ὁ θεὸς τῷδε κατὰ τόνδε τὸν καιρὸν ἐν τῷ τῷ τόπῳ , καὶ τάδε αὐτῷ πεποίηκεν οὑτωσί, αὐτῷ ἐπιφαινόμενος τοιῷδε τῷ σχήματι, καὶ ἐχειραγώγησεν εἰς τόνδε τὸν τόπον, ἔνθα πεποίηκεν τάδε.
- 10.16.1
ὁ κατὰ τὸν αὐτὸν τοῖς εἰρημένοις γεγονέναι παρὰ τῷ προτέρῳ χρόνον ἔν τινι πόλει ἀπαγγελλέτω τὸν θεὸν ὦφθαι, ᾡ καὶ αὐτὸς νοεῖ, τινὶ δευτέρῳ ὄντι ἐν πολὺ ἀπεσχοινισμένᾳ τόπῳ παρὰ τὸν τόπον τὸν τοῦ προτέρου, καὶ ἑτέρους λόγους ἀναγραφέτω κατὰ τὸν αὐτὸν καιρὸν εἰρὴσθαι ᾡ κατὰ τὴν ὑπόθεσιν εἰλήφαμεν δευτέρῳ. τὰ δὲ παραπλήσια περὶ τοῦ τρίτου καὶ τοῦ τετάρτου νοητέον.
- 10.17.1
συμφερέσθωσαν δέ, ὡς προειρήκαμεν, οὗτοι τὰ ἀληθῆ ἀπαγγέλλοντες περὶ τοῦ θεοῦ καὶ τῶν πρός τινας εὐεργεσιῶν αὐτοῦ ἀλλήλοις ἐπί τινων ἀπαγγελλομένων ὑπ' αὐτῶν διηγήσεων. δέξει τοίνυν τῷ ἱστορίαν εἶναι νομίζοντι τὴν τούτων γραφήν, ἣ διὰ εἰκόνς ἱστορικῆς πρόσθοιτ' ἂν παραστῆσαι τὰ πράγματα, καὶ τὸν θεὸν ὑπολαμβάνοντι κατὰ περιγραφὴν εἶναι ἐν τόπῳ, μὴ δυνάμενον ἐν τῷ αὐτῷ πλείονας ἑαυτοῦ ἐμποιῆσαι φαντασίας πλείοσιν ἐν πλείοσιν τόποις καὶ πλείονα ἅμα λέγειν, ἀδύνατον εἶναι ἀληθεύειν οὓς ὑπεθέμην τέσσαρας, τῷ ἀδύνατον εἶναι ἐν τῷδέ τινι τῷ τεταγμένῳ καιρῷ τὸν θεὸν εῖναι, ἅτε καὶ κατὰ περιγραφὴν αὐτὸν νενοημένον ἐν τόπῳ εἶναι, καὶ τῷδε καὶ τῷδε λέγειν τάδε καὶ τάδε, καὶ ποιεῖν τάδε καὶ τὰ τούτοις ἐναντία, καὶ φέρε εἰπεῖν καθε- ζόμενον ἅμα καὶ ἑστῶτα εἶναι, εἰ ὁ μὲν τῷδε τῷ καιρῷ λέγοι αὐτὸν ἑστῶτα τάδε τινὰ εἰρηκέναι ἢ πεποιηκέναι ἐν τῷδε τῷ τόπῳ, ὁ δὲ καθεζόμενον.
- 10.18.1
Ὥσπερ οὖν ἐπὶ τούτων, ὧν ὑπεθέμην, ἐκληφθεὶς ὁ νοῦς τῶν ἱστορικῶν, χαρακτῆρι βουληθέντων ἡμᾶς διδάξαι τὰ ὑπὸ τοῦ νοῦ αὐτῶν τεθεωρημένα, οὐδεμίαν ἂν εὑρεθείη ἔχων διαφωνίαν, εἰ οἱ τέσσαρες εἶεν σοφοί· οὕτω νοητέον καὶ ἐπὶ τῶν τεσσάρων ἔχειν εὐαγγελιστῶν καταχρησαμένων μὲν πολλοῖς τῶν κατὰ τὸ τεράστιον καὶ παραδοξότατον τῆς δυνάμεως Ἰησοῦ πεπραγμένοις δὲ καὶ ἐΜ’ ὅπου καὶ προσυφανάντων τῇ γραφῇ μετὰ λέξεως ὡσπερεὶ αἰσθητὸν τὸ καθαρῶς νοητῶς αὐτοῖς τετρανωμένον.
- 10.19.1
οὐ καταγινώσκω δέ που καὶ τὸ ἱστορίαν τὴν ἱστορίαν ἑτέρως γενόμενον πρὸς τὸ χρήσιμον τοῦ τού μυστικοῦ σκοποῦ μετατιθέναι πως αὐτούς, ὥστε εἰπεῖν ἐν τώδε τῷδε τῷ τόπῳ γενόμενον ὡς έν ἑτέρῳ, ἢ τὸ ἐν τῷδε τῷ καιρῷ ὡς ἐν ἄλλῳ, καὶ τὸ οὑτωσὶ ἀπαγγελλόμενον μετά τινος παραλλαγῆς αὐτοὺς πεποιηκέναι.
- 10.20.1
προέκειτο γὰρ αὐτοῖς ὅπου μὲν ἐνεχώρει ἀληθεύειν πνευματικῶς ἅμα καὶ σωματικῶς, ὅπου δὲ μὴ ἐνεδέχετο ἀμφοτέρως, προκρίνειν τὸ πνευματικὸν τοῦ σωματικοῦ, σωζομένου μολλάκις τοῦ ἀληθοῦς πνευματικοῦ ἐν τῷ σωματικῷ ὡς ἂν εἴποι τις, ψεύδει· ὡς εἰ καὶ ἀπὸ τῆς ἱστορίας λέγοιμεν ὅτι ὁ Ἰακὼβ φάσκων τῷ Ἰσαάκ· »Ἐγὼ Ἠσαῦ ὁ πρωτότοκός σου υἱός« κατὰ μὲν τὸ πνευματικὸν ἠλήθευεν μεταλαβὼν τῶν πρωτοτοκίων ἤδη ἐν τῷ ἀδελφῷ παραπολλυμένων, καὶ διὰ τῆς στολῆς τῶν τε ἐριφίων δερμάτων τὸν ἔξωθεν χαρακτῆρα τοῦ Ἠσαῦ ἀναλαβὼν καὶ γενόμενος χωρὶς τῆς αἰνούσης τὸν θεὸν φωνῆς Ἠσαῦ, ἵνα χώραν λάβῃ πρὸς τὸ εὐλογηθῆναι ὕστερον ὁ Ἠσαῦ. τάχα γὰρ εἰ μὴ ηὐλόγητο Ἰακὼβ ὡς Ἠσαῦ, οὐκ ἂν οὐδὲ Ἠσαῦ καθ' ἑαυτὸν δέξασθαι τὴν εὐλογίαν οἷός τε ἠν.
- 10.21.1
καὶ ὁ Ἰησοῦς τοίνυν πολλά ἐστιν ταῖς ἐπινοίαις, ὧν ἐπινοιῶν εἰκὸς τοὺς εὐαγγελιστὰς διαφόρους ἐννοίας λαμβάνοντας, ἐσθ' ὅτε καὶ συμφερομένους ἀλλήλοις περί τινων ἀναγεγραφέναι τὰ εὐαγγέλια· οἷον ἀληθὲς εἰπεῖν τὰ ὡς πρὸς τὴν λέξιν ἀντικείμενα περὶ τοῦ κυρίου ἡμῶν, ὅτι »γέγονεν ἐκ Δαβίδ«, καὶ »οὐ γέγονεν ἐκ Δαβίδ«.
- 10.22.1
ἀληθὲς μὲν γὰρ τὸ Γέγονεν ἐκ Δαβίδ«, ὡς καὶ ὁ ἀπόστολός φησι· Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα«, εἰ τὸ σωματικὸν αὐτοῦ ἐκλάβοιμεν· ψευδὲς δὲ αὐτὸ τοῦτο, εἰ ἐπὶ τῆς θειοτέρας δυνάμεως ἀκούοιμεν τὸ γεγονέναι αὐτὸν ἐκ σπέρματος Δαβίδ· ὡρίσθη γὰρ υἱὸς θεοῦ ἐν δυνάμει.
- 10.23.1
Καὶ τάχα διὰ τοῦτο αἱ ἅγιαι προφητεῖαι ὅπου μὲν δοῦλον, ὅπου δὲ υἱὸν αὐτὸν ἀναγορεύουσιν· δοῦλον μὲν διὰ τὴν »δούλου μορ- »φὴν« καὶ τὸν »ἐκ σπέρματος Δαβίδ«, υἱὸν δὲ κατὰ τὴν πρωτότοκον αὐτοῦ δύναμιν. οὕτως αὐτὸν ἀληθὲς εἰπεῖν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον· ἄνθρωπον μὲν κατὰ τὸ θανάτου δεκτικόν, οὐκ ἄνθρωπον δὲ κατὰ τὸ ἀνθρώπου θειότερον.
- 10.24.1
ἐγὼ δ᾿ οἶμαι καὶ τὸν Μαρκίωνα παρεκδεξάμενον ὑγιεῖς λόγους, ἀθετοῦντα αὐτοῦ τὴν ἐκ Μαρίας γένεσιν κατὰ τὴν θείαν αὐτοῦ φύσιν, ἀποφήνασθαι ὡς ἄρα οὐκ ἐγεννήθη ἐκ Μαρίας, καὶ διὰ τοῦτο τετολμηκέναι περιγράψαι τούτους τοὺς τόπους ἀπὸ τοῦ εὐαγγελίου· ᾧ παραπλήσιον πεπονθέναι φαίνονται οἱ ἀναιροῦντες αὐτοῦ τὴν ἀνθρωπότητα, καὶ μόνην αὐτοῦ τὴν θεότητα παρασεξάμενοι, οἵ τε τούτοις ἐναντίοι καὶ τὴν θεότητα αὐτοῦ περιγράψαντες, τὸν δὲ ἄνθρωπον ὡς ἅγιον καὶ δικαιότατον πάντων ἀνθρώπων ὁμολογήσαντες.
- 10.25.1
καὶ οἱ τὴν δόκησιν δὲ εἰσάγοντες, τὸν ταπεινώσαντα αὑτὸν »μέχρι θανάτου« καὶ ὑπήκοον γενόμενον μέχρι σταυροῦ μὴ νοήσαντες, μόνον δὲ τὸ ἀπαθὲς καὶ τὸ κρεῖττον παντὸς τοιούτου συμπτώματος φαντασθέντες, ἀποστερεῖν ἡμᾶς τὸ ὄσον ἐφ᾿ ἑαυτοῖς θέλουσιν τοῦ πάντων ἀνθρώπων δικαιοτάτου ἀνθρώπου, οὐ δυναμένους δι᾿ ἐκείνου σώζεσθαι.
- 10.26.1
ὡς γὰρ »δι᾿ ἑνὸς ἀνθρώπου« »ὁ »θάνατος«, οὕτως καὶ δι᾿ ἑνὸς ἀνθρώπου ἡ τῆς ζωῆς δικαίωσις· οὐκ ἂν χωρὶς τοῦ ἀνθρώπου χωρησάντων ἡμῶν τὴν ἀπὸ τοῦ λόγου ὠφέλειαν, μένοντος ὁποῖος ἦν τὴν ἀρχὴν πρὸς τὸν πατέρα θεοῦ, καὶ μὴ ἀναλαβόντος ἄνθρωπον, τὸν πάντων πρῶτον καὶ πάντων τιμιώτερον καὶ πάντων μᾶλλον καθαρώτερον αὐτὸν χωρῆσαι δυνάμενον· μεθ ὃν καὶ ἡμεῖς δέξασθαι οἷοί τε αὐτὸν ἐσόμεθα, ἕκαστος τοσοῦτον καὶ τοιοῦτον, ὁποίαν αὐτῷ ποιοῦμεν καὶ πηλίκην χώραν ἐν τῇ ψυχῇ
- 10.27.1
ἡμῶν. ταῦτα δέ μοι πάντα εἴρηται τὰς ἐμφαινομένας διαφωνίας τῶν εὐαγγελίων <συμφώνους> παραστῆσαι θέλοντι ὁδῷ τῆς πνευματικῆς ἐκδοχῆς.
- 10.28.1
Εἰς δὲ τὸν αὐτὸν τόπον καὶ τοιούτῳ παραδείγματι χρηστέον, ὅτι Παῦλος ὁ μὲν σαρκικὸς πεπρᾶσθαι λέγει ὑπὸ τὴν ἁμαρ- τίαν, καὶ οὐδὲν ἀνακρίνειν οἷός τε ἦν, »ὁ δὲ πνευματικὸς ἀνακρίνει »πάντα«, καὶ »ὑπ' οὐδενὸς ἀνακρίνεται«. καὶ τοῦ μὲν σαρκικοῦ εἰσιν φωναί· »Οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ«· τοῦ δὲ πνευματικοῦ· »ὃ θέλω πράσσω, καὶ ὃ μισῶ οὐ ποιῶ«. ἀλλὰ καὶ ὁ ἁρπαγεὶς »ἔως τρίτου οὐρανῦ« καὶ ἀκούσας »ἄρρητα ῥήματα« ἕτερος ἦν παρὰ τὸν λέγοντα· »Περὶ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ »δὲ ἐμαυτοῦ οὐ καυχήσομαι«.
- 10.29.1
εἰ δὲ καὶ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος γίνεται, ἕνα Ἰουδαίους κερδήσῃ, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, > κερδήσῃ, τοῖς τε ἀνόμοις ὡς ἄνομος, »μὴ ὢν »ἄνομος θεοῦ ἀλλ' ἔννομος Χριστοῦ«, ἴνα κερδήσῃ τοὺς ἀνόμους, καὶ τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ, δῆλον ὅτι ἐξεταστέον αὐτοῦ τοὺς λόγους, ἰδίᾳ μὲν τοὺς Ἰουόαίους,ἰόίᾳ δὲ ὅτε ἐστὶν ὡς ὑπὸ νόμον, καὶ ἄλλοτε ὅτε ἐστὶν ὡς ἄνομος, ἔσθ' ὅτε δὲ ὅτε γίνεται ἀσθενής.
- 10.30.1
οἷον ἃ λέγει »κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν«, ἀσθενὴς ὢν λέγει· »Τίς, γάρ φησιν, ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; ὅτε δὲ ξύρεται καὶ προσφορὰν προσφέρει ἢ τὸν Τιμόθεον περιτέμνει, Ἰουδαῖος γίνεται· ὅτε δὲ Ἀθηναίοις φησίν· »Εὗρον βωμὸν ἐν ᾡ »ἐγέγραπτο Ἀγνώστῳ θεῷ· ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ »καταγγέλλω ὑμῖν«· καὶ τὸ »Ὠς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν »εἰρήκασιν· Τοῦ γὰρ καὶ γένος ἐσμέν«, τοῖς ἀνόμοις ὡς ἄνομος γίνεται, εὐσέβειαν μαρτυρῶν τοῖς ἀσεβεστάτοις καὶ τῷ εἰπόντι· »Ἐκ Διὸς ἀρχώμεθα · τοῦ γὰρ καὶ γένος ἐσμέν« καταχρησάμενος πρὸς ὃ ἐβούλετο. τάχα δ' ἔσθ' ὅΠου τοῖς μὴ Ἰουδαίοις μὲν ὑπὸ νόμον ὑπὸ νόμον γίνεται.
- 10.31.1
Ταῦτα δὲ οὐ μόνον εἰς τὰ περὶ τοῦ σωτῆρος χρήσιμα ἡμῖν ἐστιν τὰ παραδείγματα, ἀλλὰ καὶ εἰς τά περὶ τῶν μαθητῶν, περὶ ὡν καὶ αὐτῶν ἐστίν τις κατὰ τὸ ῥητὸν διαφωνία. τάχα γὰρ τῇ ἐπινοίᾳ εὑρισκόμενος ὑπὸ τοῦ ἰδίου ἀδελφοῦ Σίμων Ἀνδρέου καὶ ἀκούων »Σὺ κληθήσῃ Κηφᾶς«, ἕτερός ἐστιν παρὰ τὸν ὁρώμενον ἅμα τῷ ἀδελφῷ ὑπὸ τοῦ περιπατοῦντος παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας Ἰησοῦ, καὶ ἀκούοντα ἅμα ἐκείνῳ τῷ Ἀνδρέᾳ· »Δεῦτε ὀπίσω »μον καὶ ποιήσω ὑμᾶς ἀνθρώπων«.
- 10.32.1
ἔπρεπεν γὰρ τῷ θεῷ] λογικώτερον ἀπαγγέλλοντι περὶ τοῦ γενομένου σαρκὸς λόγου καὶ τὴν γένεσιν διὰ τοῦτο μὴ ἀναγράψαντι τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου, μηδὲ τὸν παρὰ τῇ θαλάσσῃ εὑρημένον καὶ ἐκεῖθεν καλούμενον εἰπεῖν, ἀλλὰ τὸν εὐρισκόμενον ὑπὸ τοῦ ἀδελφοῦ, μείναντος παρὰ τῷ Ἰησοῦ τῇ δεκάτῃ ὥρᾳ, καὶ διὰ τὸ οὕτως εὑρίσκεσθαι εὐθέως λαμβάνοντα τὸ »Κηφᾶς«.
- 10.33.1
ὁ γὰρ ὁρώμενος ὑπὸ τοῦ περιπατοῦντος παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας μόλις ποτὲ καὶ ὕστερον λαμβάνει τὸ Νυ εἶ Πέτρος, »καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν«.
← Previous · Next → — showing 801–900 of 2,967
First Thousand Years of Greek. CTS URN tlg2042.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.