Commentarii in Evangelium Joannis
- 10.34.1
καὶ ὁ μὲν παρὰ τῷ Ἰωάννῃ Ἰησοῦς γινώσκεται παρὰ τοῖς Φαρισαίοις βαπτίζων, ἐν τοῖς μαθηταῖς αὐτοῦ βαπτίζων, μετὰ καὶ τῶν ἄλλων ἐξαιρέτων καὶ τοῦτο ποιῶν· ὁ δὲ παρὰ τοῖς τρισὶν Ἰησοῦς οὐδαμῶς βαπτίζει.
- 10.35.1
ἔτι δὲ καὶ ὁ βαπτιστὴς Ἰωάννης μέχρι πολλοῦ παρὰ τῷ ὁμωνύμῳ εὐαγγελιστῇ διαρκεῖ μὴ βεβλημένος εἰς φυλακήν· ὁ δὲ παρὰ τῷ Ματθαίῳ σχεδὸν Ἰησοῦ πειραζομένου εἰς τὴν φυλακὴν παραδίδοται· δι ὃν καὶ ἀναχωρεῖ ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, περιϊστάμενος τὸ γενέσθαι ἐν τῇ φυλακῇ· ἀλλ’ οὐδὲ εὑρίσκεται παρὰ τῷ Ἰωάννῃ ὁ βαπτιστὴς παραδιδόμενος εἰς φυλακήν.
- 10.36.1
τίς δ' οὕτως σοφὸς καὶ ἐπὶ τοσοῦτον ἱκανὸς ὡς πάντα τὸν Ἰησοῦν ἀπὸ τῶν τεσσάρων εὐαγγελιστῶν μαθεῖν, καὶ ἔκαστον ἰδίᾳ χωρῆσαι νοῆσαι, καὶ πάσας αὐτοῦ τὰς καθ ἕκαστον τόπον ἰδεῖν ἐπιδημίας καὶ λόγους καὶ ἔργα;
- 10.37.1
Κατὰ μέντοι γε τὸν προκείμενον τόπον ἀκολούθως νομίζομεν τῇ ἕκτῃ ἡμέρᾳ τὸν σωτῆρα, ὅτε γεγένηται ἡ κατὰ τὸν γάμον οἰκονομία ἐν Κανᾷ τῆς Γαλιλαίας, καταβεβηκέναι ἅμα τῇ μητρὶ καὶ τοῖς ἀδεφοῖς καὶ τοῖς μαθηταῖς εἶς τὴν Καφαρναούμ, ὅπερ ἑρμηνεύεται ἀγρος >παρακλήσεως<.
- 10.38.1
ἐχρῆν γὰρ μετὰ τὴν έν τῷ οἴνῳ εὐωχίαν καὶ εἰς τῆς >παρακλήσεως ἅμα τῇ μητρὶ καὶ τοῖς μαθηταῖς ἐληλυθέναι τὸν σωτῆρα, παρακαλέσοντα ἐπὶ τοῖς ἐν τῷ † πλήθει ἀγρῷ ἐσομένοις καρποῖς τοὺς μαθητευομένους καὶ τὴν συνειληφυῖαν αὐτὸν ψυχὴν ἐκ τοῦ ἁγίου πνεύματος, ἢ τοὺς ἐκεῖ ὠφελημένους.
- 10.39.1
Ζητητέον μέντοι γε, διὰ τί εἰς μὲν τὸν γάμον οὐ καλοῦνται οἱ ἀδελφοὶ αὐτοῦ ἀλλ’ οὐδὲ ἦσαν ἐκεῖ, οὐ γὰρ εἴρηται), εἰς δὲ τὴν Καφαρναοὺμ καταβαίνουσιν μετ' αὐτοῦ καὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν μαθητῶν. ἔτι δὲ ἐξεταστέον, διὰ τί νῦν οὐκ εἰσέρχονται εἰς τὴν Καφαρναοὺμ μηδὲ ἀναβαίνουσιν εἰς αὐτήν, ἀλλὰ καταβαίνουσιν.
- 10.40.1
ὅρα οὖν εἰ ἐνταῦθα τοὺς ἀδελφοὺς ἀντὶ τῶν συγκαταβεβηκυιῶν αὐτῷ δυ- νάμεων ἐκληπτέον , οὐ καλουμένων εἰς τὸν γάμον καθ’ ἃς εἴπαμεν διηγήσεις, κατωτέρω δὲ ἐν ὑποδεεστέροις τῶν χρηματιζόντων μαθητῶν τοῦ χριστοῦ καὶ ἀλλοειδῶς ὠφελημένων· ὅτι εἰ καλεῖται μήτηρ αὐτοῦ, εἰσί τινες καρποφοφοῦντς, πρὸς οὓς αὐτός τε καταβαίνει ὁ κύριος σὺν τοῖς ὑπηρέταις τοῦ λόγου καὶ μαθηταῖς, τοὺς τοιούτους ὠφελῶν, καὶ τῆς μητρὸς αὐτῷ συμπαρούσης.
- 10.41.1
Ἐοίκασίν γε οἱ καλούμενοι Καφαρναοὺμ μὴ χωρεῖν τὴν ἐπιπλεῖον διατριβὴν παρ’ αὐτοῖς τοῦ Ἰησοῦ καὶ τῶν συγκαταβαινόντων αὐτῷ· ὅθεν μένουσι μὲν παρ’ αὐτοῖς, οὐ μὴν πολλὰς ἡμέρας· τὸν γὰρ Περὶ τῶν πλειόνων δογμάτων φωτισμὸν ὁ τῆς κατωτέρω παρακλήσεως >ἀγρὸς< οὐ χωρεῖ, ὀλιγωτέρων τυγχάνων δεκτικός.
- 10.42.1
παραθετέον δὲ πρὸς τὸ θεωρῆσαι διαφορὰς τῶν ἐπιπλεῖον ἢ ἔλαττον δεχομένων τὸν Ἰησοῦν σοῦν τώ »Ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας« τὸ ἐν τώ κατὰ Ματθαῖο τῷ ἀναστάντι ἐκ νεκρῶν μεμαθητευμένοις λεγόμενον καὶ ἀποστελλομένοις μαθητεῦσαι πάντα τὰ ἔθην οὕτως ἔχον· »Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ ἀιῶνος«. τοῖς μὲν γὰρ πάντα ὅσα ἐνδέχεται φύσιν ἀνθρωπίνην γνῶναι ἔτι ἐνταῦθα τυγχάνουσαν εἰσομένοις λέγεται δεικτικῶς τὸ »Ἰδοὺ ἐγώ με θ’ ὑμῶν »εἰμι«· καὶ περὶ πάσης τῆς ἐν τοῖς θεωρησομένοις ἀνατολῆς ἡμέρας πλείονας ποιούσης τοῖς μακαριωτάτοις τὸ »Πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«. περὶ δὲ τῶν ἐν Καφαρναύμ, πρὸς οὓς ὡς ὑποδεεστέρους καταβαίνουσιν οὐ μόνον ὁ Ἰησοῦς ἀλλὰ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταί· »Ἐκεῖ ἔμειναν οὐ πολ- »λὰς ἡμέρας«.
- 10.43.1
Χ. Εἰκὸς δὲ οὐκ ἀλόγως ζητήσειν τινὰς εἰ μετὰ πάσαςσ τὰς ἡμέρας τούτου τοῦ αἰῶνος οὐκέτι ἔσται ὁ εἰπών· »Ἰδοὺ ἐγὼ μεθ’ » μετὰ τῶν χωρησάντων αὐτὸν »ἕως τῆς συντελείας τοῦ αἰῶ- »νος«· τὸ γὰρ »ἕως« οἱονεὶ περιγραφήν τινα δηλοῖ χρόνου.
- 10.44.1
λεκτέον δὲ καὶ πρὸς τοῦτο, ὅτι οὐ ταὐτόν έστιν τὸ »Μεθ' ὑμῶν εἰμι« τῷ »Ἐν ὑμῖν x003E;. τάχα οὖν κυριώτερον λέγοιμεν ἂν οὐκ »ἐν« μαθητευομένοις εἶναι τὸν σωτῆρα, ἀλλὰ »μετ'« αὐτῶν ὅσον τώ νώ οὐκ ἐφθακόσιν ἐπὶ τὴν τοῦ αἰῶνος συντέλειαν.
- 10.45.1
ἐπὰν δὲ τὴν] τοῦ κόσμου σταυρωθέντος αὐτοῖς τὴν συντέλειαν αὐτοῦ ἐνστᾶσαν τὸ ὅσον ἐπὶ τῇ αὐτῶν παρασκευῇ θεωρήσωσιν, τότε οὐκέτι μετ' αὐτῶν ἀλλὰ ἐν αὐ- τοῖς γενομένου τοῦ Ἰησοῦ ἐροῦσιν τὸ »Οὐκέτι ζώ ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ »Χριστός« καὶ τὸ »Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ«.
- 10.46.1
ταῦτα δὲ λέγομεν τηρουμένης πως ἰδίᾳ καὶ τῆς παριστάσης ἐκδοχῆς τὸ »πάσας τὰς ἡμέρας« λέγεσθαι τὰς »ἕως συντελείας τοῦ »αἰῶονς« κατὰ τὰ ἐφικτὰ τῇ ἀνθρωπίνῃ φύσει καταλαβεῖν ἔτι ἐνταῦθα τυγχανούσῃ· εστιν γὰρ καὶ ἐκείνης τῆς ερμηνείας τηρουμένης ἐπιστῆσαι τῷ »ἐγώ«, ὅνα ὁ μὲν ἕως τῆς συντελείας μετὰ τῶν ἀποστελλομένων μαθητεύειν πάντα τὰ ἔθνη ᾐ ὁ κενώσας ἑαυτὸν καὶ τὴν τοῦ δούλου μορφὴν λαβών· ὡσπερεὶ δὲ τούτου ἕτερος ἐν τῇ
- 10.47.1
καταστάσει ὢν τῇ πρὸ τοῦ κενῶσαι ἑαυτὸν μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος γένμηται μετὰ τούτων, ἕως ὑπὸ τοῦ πατρὸς »τεθῶσι« πάντες »οἱ ἐχθροὶ »αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ«, μετὰ ταῦτα, ὅτε παραδίδωσιν ὁ υἱὸς τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, τοῦ πατρὸς ἐροῦντος αὐτοῖς τὸ »Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι«· πότερον δὲ πάσας ἡμέρας ἕως τοῦδε τοῦ χρόνου, ἢ ἁπλῶς πάσας τὰς ἡμέρας, ἢ οὐδὲ πάσας ἀλλὰ πᾶσαν, ἐνέσται σκοπεῖν τῷ βουλομένῳ. νῦν γὰρ ἡμᾶς οὐκ ἀπαιτεῖ τὰ προκείμενα ἐπὶ τοσοῦτον παρεκβῆναι τοῦ λόγου.
- 10.48.1
Ὁ μέντοι γε Ἡρακλέων τὸ »Μετὰ τοῦτο κατέβη εἰς » Καφαρναοὺμ αὐτὸς« διηγούμενος ἄλλης πάλιν οἰκονομίας ἀρχήν φησι δηλοῦσθαι, οὐκ ἀργῶς τοῦ >Κατέβη< εἰρημένου· καί φησι τὴν Καφαρναοὺμ σημαίνειν ταῦτα τὰ ἔσχατα τοῦ κόσμου, ταῦτα τὰ ὑλικὰ εἰς ἃ κατῆλθεν· καὶ διὰ τὸ ἀνοίκειον, φησίν, εἶναι τὸν τόπον οὐδὲ πεποιηκώς τι λέγεται ἐν αὐτῇ ἢ λελαληκώς.
- 10.49.1
εἰ μὲν οὐν μηδὲ ἐν τοῖς λοιποῖς εὐαγγελίοις πεποιηκώς τι ἢ λελαληκὼς ἐν τῇ Καφαρναοῦμ ὁ κύριος ἡμῶν ἀνεγέγραπτο, τάχα ἂν ἐδιστάξαμεν περὶ τοῦ παραδέξασθαι αὐτοῦ τὴν ἑρημνείαν.
- 10.50.1
νυνὶ δὲ ὁ μὲν Ματθαῖος καταλιπόντα φησὶ τὸν κύριον ἠμῶν τὴν Ναζαρὰ ἐλθόντα κατῳκηκέναι εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν , καὶ ἀπὸ τότε ἀρχὴν τοῦ κηρύσσειν πεποιῆσθαι λέγοντα·
- 10.51.1
»Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία »τῶν οὐρανῶν«. ὁ δὲ Μάρκος ἀπὸ τοῦ πρὸς τὸν διάβολον πειρασμοῦ, μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἀπαγγέλλει ἡμῖν εἰς τὴν Γαλιλαίαν κηρύσσοντα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐληλυθέναι τὸν κύριον· καὶ μετὰ τὴν εἰς ἀποστολὴν ἐκλογὴν τῶν τεσσάρων ἁλιέων »εἰσπορεύονται εἰς Καφαρναούμ· καὶ εὐθὺς τοῖς σάββασιν »ἐδίδασκεν εἰς τὴν συναγωγήν, καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ
- 10.52.1
»αὐτοῦ«. ἀλλὰ καὶ πρᾶξιν αὐτοῦ ἀναγράφει γεγενημένην ἐν Καφαρναούμ· »Εὐθύς«, γάρ φησιν, ἐν τῇ συναγωγῇ αὐτῶν ἦν »ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραζε λέγων· Ἔα. τί »ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἠλθες ἀπολέσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ υἱός τοῦ θεοῦ.
- 10.53.1
καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγ(ον· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ«· ὅτε ἔσπάραξεν »αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ »αὐτοῦ· καὶ ἐθαμβήθησαν ἅπαντες«. καὶ ἡ πενθερὰ Σίμωνος τοῦ πυρετοῦ ἀπαλλάσσεται ἐν τῇ Καφαρναόυμ.
- 10.54.1
πρὸς τούτοις ὁ Μάρκος φησὶν ἑσπέρας γεγενημένης ἐν τῇ Καφαρναοὺμ τεθεραπεῦσθαι »πάντας τοὺς κακώς ἔχοντας καὶ διαμονιζομένους«.
- 10.55.1
καὶ ὁ Λουκᾶς γε τὰ παραπλήσια τῷ Μάρκῳ ἀπαγγέλλει περὶ τῆς Καφαρναοὺμ λέγων· »Καὶ ἦλθεν εἰς Καφαρναούμ, πόλιν τῆς »Γαλιλαίας, καὶ ἠν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν καὶ ἐξε- πλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἠν ὁ λόγος αὐτοῦ.
- 10.56.1
καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκα- »θάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ »Ναζαρηνέ; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ. τότε καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς μέσον ἐξῆλθεν ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν«.
- 10.57.1
καὶ μετὰ ταῦτα ἀπαγγέλλει ὡς Ἀναστὰς ὁ κύριος ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. καὶ ἐπιτιμήσας τῷ ἐν τῇ πενθερᾷ αὐτοῦ πυρετῷ ἀπήλλαξεν αὐτὴν τῆς νόσου· μεθ' ἣν θεραπευθεῖσαν »Δῦντος, φησί, τοῦ ἡλίου »πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἠγον αὐτοὺς πρὸς »αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶς ἐθεράπευεν αὐτούς. ἐξήρχοντο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κραυγάζοντα καὶ λέγοντα ὄτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ· καὶ ἐπιτιμῶν οὐκ εἴα »αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν Χριστὸν αὐτὸν εἶναι«.
- 10.58.1
ταῦτα δὲ πάντα περὶ τῶν ἐν Καφαρναοὺμ τώ σωτῆρι εἰρημένων καὶ πεπραγμένων παρεστήσαμεν ὑπὲρ τοῦ ἐλέγξαι τὴν Ἡρακλέωνοςἑρμηνείαν λέγοντος· Διὰ τοῦτο οὐδὲ πεποιηκώς τι λέγεται ἐν αὐτῇ ἢ λελαληκώς.
- 10.59.1
ἢ γὰρ δύο ἐπινοίας διδότω καὶ αὐτὸς τῆς Καφαρναοὺμ καὶ παρι- στάτ(ο καὶ πεισάτω ποίας· ἢ τοῦτο ποιῆσαι μὴ δυνάμενος ἀφιστάσθω τοῦ λέγειν τὸν σωτῆρα μάτην τινὶ τόπῳ ἐπιδεδημηκέναι.
- 10.60.1
Καὶ ἡμεῖς δὲ θεοῦ διδόντος γενόμενοι κατὰ τὰ τοιαῦτα χωρία τῆς συναναγνώσεως ὅπου δόξαι ὂν μηδὲν [ἂν] ἠνυκέναι χωρίοις τισίν, πειρασόμεθα τὸ μὴ μάταιον τῆς ἐπιδημίας αὐτοῦ τρανῶσαι.
- 10.61.1
Ἔτι δὲ ὁ Ματθαῖος εἰσελθόντος τοῦ κυρίου εἰς τὴν Καφαφναούμ φησι τὸν ἑκατόνταρχον αὐτῷ προσεληλυθέναι λέγοντα· »Ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος‘, καὶ ἀκηκοέναι μεθ’ ἕτερα εἰρημένα τῷ κυρίῳ παρ' αὐτοῦ τὸ »Ὕπαγε, »καὶ ὡς ἐπίστευσας γενηθήτω σοι«. καὶ τὰ περὶ τῆς Πέτρου πενθερᾶς συμφώνως τοῖς ἄλλοις δυσὶν καὶ αὐτὸς παρέστησεν.
- 10.62.1
Ἡγοῦμαι δὲ εἶναι φιλότιμον καὶ πρέπον τῷ ἐν Χριστῷ φιλομαθεῖ συναγαγεῖν ἀπὸ τῶν τεσσάρων εὐαγγελίων πάντα τὰ περὶ τῆς καφαρναοὺμ ἀναγεγραμμένα καὶ τοὺς έν αὐτῇ λόγους καὶ ἐργα τοῦ κυρίου, καὶ ὁσάκις εἰς αὐτὴν ἐπιδεδήμηκε, καὶ πότε μὲν λέγεται καταβεβηκέναι εἰς αὐτήν, πότε δὲ εἰσεληλυθέναι, καὶ πόθεν. ταῦτα γὰρ ἀλλήλοις συντεθέντα οὐκ ἐάσει ἡμᾶς διαπεσεῖν εἰς τὴν περὶ τῆς Καφαρναοὺμ ἐκδοχήν.
- 10.63.1
πλὴν ἐι καὶ νοσοῦντες ἐκεῖ θεραπεύονται καὶ ἄλλαι δυνάμεις ἐκεῖ γίνονται, τό τε κηρύσσειν »Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν‘ ἐκεῖθεν ἄρχεται, ἔοικεν εἶναι σύμβολον, ὡς κατὰ τὰς ἀρχὰς ὑπεδειξάμεθα, ὑποδεεστέρου τινὸς χωρίου , τάχα διὰ τὸν Ἰησοῦν γινομένου παρακαλέσαντα ἐφ’ οἷς ἐδίδαξεν καὶ πεποίηκεν ἐκεῖ τοῦ τόπου χωρίου · ἴσμεν γὰρ καὶ τόπων ὀνόματα ἐπώνυμα, τυγχάνοντα τ οῖς κατὰ τὸν Ἰησοῦν πράγμασιν· ὥσπερ τὰ Γέργεσα ἔνθα παρεκάλεσαν ἀυτὸν μεταβῆναι ἐκ τῶν ὁρίων ἀυτῶν οἱ τῶν χοίρων πολῖται, ἑρμηνεύεται παροικία .
- 10.64.1
ἔτι δὲ καὶ τοῦτο περὶ τῆς Καφαρναοὺμ τετηρήκαμεν, ὅτι οὐ μόνον ἐν αὐτῇ κηρύσσειν τὸ »Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν« ἤρξατο, ἀλλὰ καὶ κατὰ τρεῖς εὐαγγελιστὰς τὰς πρώτας δυνάμεις ἐκεῖ πεποίηκεν.
- 10.65.1
οὐδεὶς δὲ τῶν τριῶν ἐφ’ οἷς πρῶτον ἀνέγραψεν παραδόξοις ἐν τῇ Καφαρναοὺμ γεγενημένοις τὴν τοῦ μαθητοῦ Ἰωάννου ἐπὶ τῷ πρώτῳ ἔργῳ σημείωσιν πεποίηται λέγοντος· »Ταύτην ἀρχὴν τῶν σημείων ἐποίησεν ὁ Ἰη- σοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας«.
- 10.66.1
οὐ γὰρ ἦν ἀρχὴ τῶν σημείων τὸ ἐν Καφαρναούμ, τῷ προηγούμενον μὲν σημείων εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ τὴν εὐφροσύνην· διὰ δὲ τὰ τοῖς ἀνθρώποις συμβεβηκότα περιστατικὰ οὐχ οὕτως τῇ θεραπείᾳ ἐπιδεικνυμένου τοῦ λόγου τὸ ἴδιον κάλλος ἐν τῷ θεραπεύειν τοὺς πεπονθότας, ὅσον ἐν τῷ εὐφραίνειν τῷ νηφαλίῳ πόματι τοὺς διᾶ τὸ ὑγιαίνειν καὶ εὐωχίᾳ σχολάζειν δυναμένους.
- 10.66.2
ΙI, 13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων.
- 10.67.1
Τὴν τοῦ σοφωτάτου Ἰωάννου ἐξετάξων ἀκρίβειαν κατ' ἐμαυτὸν ἐξήτουν τί βούλεται αὐτῷ ἡ προσθήκη »Των Ἰουδαίων«. ποίου γὰρ ἄλλου ἔθνους ἐστὶν ἑορτὴ τὸ πάσχα; διόπερ αὔταρκες ἠν, εἰ εἶπεν »Καὶ ἦν ἐγγὺς τὸ πάσχα«.
- 10.68.1
μήποτε δέ, ἐπεὶ τὸ μέν τί ἐστιν πάσχα ἀνθρώπινον, τῶν μὴ κατὰ βούλησιν τῆς γραφῆς ἐπιτελούντων αὐτό, τὸ δέ τι θεῖον τὸ ἀληθές, πνεύματι καὶ ὀληθείᾳ ἐνεργούμενον ὑπὸ τῶν πνεύματι καὶ ἀληθείᾳ προσκυνούντων τὸν θεόν, ἀντιδιέσταλται πρὸς τὸ θεῖον τὸ λεγόμενον τῶν Ἰουδαίων«.
- 10.69.1
ἀκούσωμεν γοῦν τοῦ κυρίου νομοθετοῦντος τὸ πάσχα, τί φησιν ὅτε καὶ πρῶτον ὠνόμασται ἐν τῇ γραφῇ· Καὶ εἶπε κύριος πρὸς Μωϋσῆς καὶ Ἀαρὼν ἐν γῇ »Αἰγύπτου λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶν τοῦ ἐνιαυτοῦ.
- 10.70.1
λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν »Ἰσραὴλ λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρό- »βατον κατ' οἴκους πατριῶν«· καὶ μετ' ὀλίγα, ἐν οἷς οὐδέπω τὸ πάσχα ὀνομαστὶ εἴρητο, ἐπιφέρει· »Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες »ὑμῶν περιεζωσμέναι καὶ τὰ ὐποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν καὶ »αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς.
- 10.71.1
»πάσχα ἐστὶν τοῦ κυρίους. οὐ γάρ φησι »Πάσχα ἐστὶν ὑμῶν( καὶ μετ' ὀλίγα δεύτερον οὕτως ὀνομάζει τὴν ἑορτὴν· »Καὶ ἔσται ἐὰν »λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν· Τίς ἡ λατρεία αὕτη; καὶ ἐρεῖτε αὐ- »τοῖς· Θυσία τὸ πάσχα τοῦ κυρίου, ὡς ἐσκέπασεν τοὺς οἴκους τῶν »υἱῶν Ἰσραήλ«. καὶ πάλιν δὲ μετ’ ὀλίγα· »Εἶπεν δὲ κύριος πρὸς Μωϋσῆς καὶ Ἀαρὼν λέγων· Οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς ἀλλο- »γενὴς οὐκ ἔδεται ἀπ’ αὐτοῦ«.
- 10.72.1
καὶ πάλιν μετ' ὀλίγα· » Ἐὰν δέ τις Ι προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος καὶ ποιῇ τὸ πάσχα κυρίου, περι- »τεμεῖται αὐτοῦ πᾶν ἀρσενικόν«.
- 10.73.1
παρατηρητέον γὰρ ὅτι ἐν τῇ νομο- θεσίᾳ οὐδαμοῦ λέγεται »Πάσχα ὑμῶν«, ἀλλ' ἅπαξ μὲν ἐν οἷς προεθέμεθα χωρὶς πάσης προσθήκης, τρὶς δὲ »Τὸ πάσχα τοῦ κυρίου«. πρὸς δὲ τὸ παραδέξασθαι τοῦθ' οὕτως ἔχειν περὶ τῆς διαφοφᾶς τοῦ »πάσχα »κυρίου« καὶ πάσχα Ἰουδαίων«, ἴδωμεν καὶ τὰ ἐν τῷ Ἡσαΐᾳ τοῦτον τὸν τρόπον εἰρημένα· »Τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ »ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ αργείαν καὶ τὰς νουμη- »νίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου«.
- 10.74.1
οὐκ ἴδια γὰρ ἑαυτοῦ φησιν ὁ κύριος τὰ ὑπὸ τῶν ἁμαρτανόντων ἐπιτελούμενα, ὑπὸ τῆς ψυχῆς αὐτοῦ, εἴ τίς ποτέ έστιν, μισούμενα, οὔτε τὰς νουμηνίας οὔτε τὰ σάββατα οὔτε ἡμέραν μεγάλην οὔτε νηστείαν οὔτε τὰς ἑορτάς.
- 10.75.1
ἐν μέντοι γε τῇ νομοθεσίᾳ τῆς Ἐξόδου περὶ σαββάτου ταῦτα λέγεται· »Εἶπεν δὲ Μωϋσῆς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμα ὅ ἐλάλησεν κύριος· »Σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ«. καὶ μετ' ὀλίγα· »Εἶπεν δὲ »Μωϋσῆς· Φάγετε, σήμερον γάρ ἐστιν σάββατα τῷ κυρίῳ«.
- 10.76.1
καὶ ἐν Ἀριθμοῖς πρὸ τούτων ἐφ’ ἑκάστῃ ἑορτῇ θυσιῶν, ὡς ἑορτῆς οὔσης κατὰ τὸν νόμον τοῦ ἐνδελεχισμοῦ καὶ ἑκάστης ἡμέρας, ταῦτα γέγραπται· Καὶ ἐλάλησεν κύριος πρὸς Μωϋσῆν· Ἀπάγγειλαι τοῖς υἱοῖς Ἰσραὴλ »καὶ ἐρεῖς πρὸς αὐτοῦς λέγων· Τὰ δῶρά μου, δόματά μου, καρπώματά μου εἰς ὀρμὴν εὐωδίας διατηρήσετε προσφέρειν μοι ἐν ταῖς ἑορταῖς »μου. καὶ ἐρεῖς πρὸς αὐτούς· Ταῦτα τὰ καρπώματα, ὅσα προσάξετε »τῷ κυρίῳ((. ἰδίας γὰρ ἑορτὰς ὠνόμασεν καὶ οὐ τῶν νομοθετουμένων τὰς ἐκκειμένας έν τῇ γραφῇ, καὶ δῶρα αὐτοῦ καὶ δόματα αὐτοῦ.
- 10.77.1
Ὅμοιον δέ τι τούτοις ἐστὶν καὶ περὶ τοῦ λαοῦ ἐν τῇ Εξόδῳ ἀναγεγραμμένον , ὅστις ὑπὸ τοῦ θεοῦ ἴδιος εἶναι λέγεται ὅτε μὴ ἁμαρτάνει· ἀποκηρύττων δὲ αὐτὸν ἐν τῇ μοσχοποιΐᾳ »λαὸν Μωϋ- »σέως« ὠνόμασεν· πρὸς μὲν γὰρ τὸν Φαραὼ »Ἐρεῖς, φησί, Τάδε »λέγει κύριος· Ἐξαπόστειλον τὸν λαόν μου ἕνα λατρεύσῃ μοι ἐν τῇ
- 10.78.1
»ἐρήμῳ. ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἀπο- »στέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου »καὶ ἐπὶ τοὺς οἴκους σου κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίας, καὶ εἰς τὴν γῆν ἐφ' ἡς εἰσιν ἐπ' αὐτῆς.
- 10.79.1
»καὶ παραδοξάσω τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσέμ, ἐφ' ἡς ὁ λαός μου »ἔπεστιν ἐπ' αὐτῆς, ἔφ' † ᾧ οὐκ ἔσται κυνόμυια, ἕνα εἴδῃς ὅτι ἐγώ εἰμι »κύριος ὁ κύριος πάσης τῆς γῆς. καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ »λαον«. πρὸς δὲ τὸν Μωϋσέα ἐλάλησεν κύριος λέγων »Βάδιξε, κατά- »βηθι τὸ τάχος· ἀνόμησεν γὰρ ὁ λαός σου οὕς ἐξήγαγες ἐκ γῆς Αἰ- »γύπτου«.
- 10.80.1
ὥσπερ οὖν ὁ λαὸς μὴ ἁμαρτάνων μὲν τοῦ θεοῦ ἐστιν, ἁμαρτάνων δὲ οὐκέτι λέγεται εἶναι αὐτοῦ· οὕτω καὶ αἱ ἑορταί, ὅτε μὲν μισοῦνται ὑπὸ τῆς τοῦ κυρίου ψυχῆς, τῶν ἁμαρτανόντων εἰσὶν ἑορταί, ὅτε δὲ ὑπὸ τοῦ κυρίου νομοθετοῦνται, κυρίου εἶναι προσαγορεύονται.
- 10.81.1
τῶν δὲ ἑορτῶν μία ἐστὶν καὶ τὸ πάσχα, ὅπερ ἐν τῇ προκειμένῃ τοῦ εὐαγγελίου γραφῇ οὐ τοῦ κυρίου ἀλλὰ τῶν Ἰουδαίων εἶναι λέγεται· καὶ ἀλλαχοῦ δέ· »Αὑται, φησίν, αἱ ἑορταὶ κυρίου ὃς καλέσετε αὐτὰς κλητὰς ἁγίας«.
- 10.82.1
ἀπὸ μὲν οὐν τῆς τοῦ κυρίου φωνῆς οὐκ ἔστιν ἀντιλέγειν οἷς παρεστήσαμεν. πιθανῶς δέ τις ἀπὸ τοῦ ἀποστόλου ζητήσει ἐν τῇ πρὸς Κορινθίους ἀναγράφοντος· »Καὶ γὰρ »τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός«· οὐ γάρ φησιν »Τὸ πάσχα κυρίου »ἐτύθη Χριστός‘.
- 10.83.1
καὶ πρὸς τοῦτο δὲ λεκτέον ἤτοι ὅτι ἁπλούστερον πάσχα ἡμῶν τυθὲν τὸ δι’ ἡμᾶς τυθὲν εἴρηκεν, ἢ ὅτι πᾶσα ἑοτὴ ἀληθῶς κυρίου, ὧν μία ἐστὶν τὸ πάσχα, οὐκ έν τούτῳ τῷ αἰῶνι οὐδὲ ἐπὶ γῆς ἀλλ’ ἐν τῷ μέλλοντι καὶ ἐν οὐρανοῖς, ἐνστάσης τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτελεσθήσεται.
- 10.84.1
καὶ περὶ ἐκείνων γε τῶν ἑορτῶν ὁ μὲν εἷς τῶν ιβ΄ προφητῶν φησι »Τί ποιήσετε ἐν ἡμέραις πανηγύρεως καὶ ἐν ἡμέραις ἑορτῆς τοῦ κυρίου;« ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους· »Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ »ἐπουρανίᾳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων »ἀπογεγραμμένων ἐν οὐρανοῖς«· καὶ ἐν τῇ πρὸς Κολασσαεῖς· »Μὴ »οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει †καὶ έν πόσει, ἢ ἐν μέρει ἑορτῆς »ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων«.
- 10.85.1
Τίνα δὲ τρόπον ἐν τοῖς ἐπουρανίοις, ὡς σκιὰ παρὰ τοῖς σωματικοῖς Ἰουδαίοις ἦν, ἑορτάσομεν, ὑπὸ τὸν ἀληθῆ πρότερον παιδαγωγούμενοι νόμον παρὰ ἐπιτρόποις καὶ οἰκονόμοις ἕως τὸ ἐκεῖ πλήρωμα τοῦ χρόνου ἐνστῇ καὶ τὴν τελειότητα τοῦ υἱοῦ τοῦ θεοῦ χωρήσωμεν, ἔργον σοφίας τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης ἔστιν φανερῶσαι, καὶ τὰ περὶ βρωμάτων νομοθετούμενα, σύμβολα τῶν ἐκεῖ μελλόντων τρέφειν καὶ ἰσχυροποιεῖν ἡμῶν τὴν ψυχὴν τυγχάνοντα, θεωρεῖν.
- 10.86.1
εἰκὸς δὲ φαντασιωθέντα τινὰ τὸ πέλαγος τῶν τοσούτων νοημάτων καὶ βουλόμενον † σῶσαι πῶς ἡ κατὰ τόπον λατρεία ὑπόδειγμα καὶ σκιά ἐστιν τῶν ἐπουρανίων, τά τε θύματα καὶ τὸ πρόβατον νοῆσαι βουλόμενον, προσκόψαι καὶ τῷ ἀποστόλῳ ἐπᾶραι μὲν ἠμῶν τὸ φρόνημα βουληθέντι ἀπὸ τῶν γηίνων περὶ τοῦ νόμου δογμάτων οὐ πάνυ δὲ παραστήσαντι πῶς ταῦτα μέλλει γίνεσθαι.
- 10.87.1
ἐὰν δὲ καὶ ἑορταί, ὡν μία τὸ πάσχα ἐστίν, καὶ ἐπὶ τὸν μέλλοντα ἀνάγωνται αἰῶνα, ἔτι μᾶλλον ἐπισκοπητέον πῶς καὶ νῦν »τὸ πάσχα ἠμῶν ἐτύθη Χριστὸς‘ καὶ μετὰ ταῦτα τυθήσεται.
- 10.88.1
Ὀλίγα δὲ εἰς τὴν ἐπαπόρησιν τῶν δογμάτων παραθετέον ἡμῖν, ἱδίας δεομένων πραγματείας ἐξαιρέτου καὶ πολυβίβλου, παντός τε τοῦ κατὰ τὸν νόμον μυστικοῦ λόγου, καὶ ἰδίᾳ τῶν κατὰ τὰς ἑορτὰς καὶ ἔτι ἰδικώτερον περὶ τοῦ πάσχα.
- 10.89.1
Ἰουδαίων μὲν οὐν τὸ πάσχα πρόβατόν ἐστιν θυόμενον, λαμβανόμενον ἑκάστῳ κατ' οἴκους πατριῶν καὶ ἐπιτελούμενον μυριάσιν σφαζομέναις ἀμνῶν καὶ ἐρίφων, πλείοσιν κατὰ τὴν ἀναλογίαν τοῦ ἀριθμοῦ τῶν οἴκων τοῦ λαοῦ· τὸ »δὲ ἡμῶν πάσχα ἐτύθη Χριστός«.
- 10.90.1
καὶ πάλιν ἐκείνων μέν ἐστιν τὰ ἄζυμα ἀφανιζομένης πάσης ζύμης ἐκ τῶν οἰκων αὐτῶν· ἡμεῖς δὲ ἑορτάζομεν οὐ «ζύμῃ παλαιᾷ« οὐδὲ ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' »ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας( «.
- 10.91.1
δέ ἐστί τι τρίτον παρὰ τὰ εἰρημένα δύο τὸ πάσχα τοῦ κυρίου καὶ ἀζύμων ἑορτή, ἀκριβέστερον ἐξεταστέον διὰ τὸ ὑποδείγματι καὶ σκιᾷ λατρεύειν ἐκείνους τῶν ἐπουρανίων ἐκείνων, καὶ οὐ μόνον βρώματα καὶ πόματα καὶ νεομηνίας καὶ σάββατα ἀλλὰ καὶ τὰς ἑορτὰς σκιὰν εἶναι τῶν μελλόντων.
- 10.92.1
πρῶτον δὴ τοῦ ἀποστόλου λέγοντος· »Τὸ πάσχα ἡμῶν ἔτύθη Χριστός« ἐπαπορήσει τις πρὸς αὐτὸν ταῦτα· εἰ τύπος ἐστὶν τῆς Χριστοῦ θύσεως τὸ παρὰ Ἰουδαίοις πρόβατον, ἤτοι ἐχρῆν ὲν καὶ μὴ πολλὰ θύεσθαι παρ’ αὐτοῖς πρόβατα, ὥσπερ εἷς ἐστιν ὁ χριστός, ἢ πολλῶν θυομένων προβάτων οἱονεὶ πολλοὺς Χριστοὺς θυομένους ἀκολούθως τῷ τύπῳ ζητητέον.
- 10.93.1
ἵνα δὲ τοῦτο παραπεμψώμεθα, πῶς τὸ θυόμενον πρόβατον Χριστοῦ περιέχει εἰκόνα, τοῦ μὲν προβάτου ὑπὸ τῶν τηρούντων τὸν νόμον θυομένου, Χριστοῦ δὲ ὑπὸ τῶν παραβαινόντων αὐτὸν ἀναιρουμένου; ἔτι δὲ πῶς ἐπὶ Χριστοῦ τὸ »Φάγονται τὰ κρέα ταύτῃ τῇ νυκτὶ ὀπτὰ »πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται«; ἑρμηνευτέον καὶ τὸ »Οὐκ »ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ’ ἢ ὀπτὰ πυρί· κεφαλὴν σὺν τοῖς ποσὶν καὶ τοῖς ἔνδοσθίος· οὐκ ἀπολείψετε ἀπ »αὐτῶν ἕως πρωί; καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ’ αὐτῶν· τά δὲ κατα- Λειπόμενα ἀπ’ αὐτῶν ἕως πρωὶ· κατακαύσετε«.
- 10.94.1
ἔοικεν δὲ τῷ »Ὀστοῦν »οὐ συντρίψετε ἀπ' αὐτοῦ‘ ὁ Ἰωάννης ἐν τῷ εὐαγγελίῳ κεχρῆσθαι ὡς ἀναφερομένῳ ἐπὶ τὴν περὶ τὸν σωτῆρα οἰκονομίαν, καὶ ὅτε ἐν τῷ νόμῳ κελεύονται τὸ πρόβατον ἐσθίοντες ὀστοῦν αὐτοῦ μὴ συντρίβειν.
- 10.95.1
λέγει δὲ οὕτως· »Ἠλθον οὐν οἱ στρατιῶται, καὶ τοῦ μὲν »πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συνσταυρωθέντος »αὐτῷ· ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη. ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ τὴν »πλευρὰν αὐτοῦ ἔνυξεν· καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. καὶ ὁ »ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία· καὶ »ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύητε. ἐγένετο γὰρ »ταῦτα ἴνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται«.
- 10.96.1
Καὶ ἄλλα δὲ μυρία παρὰ ταῦτά ἐστιν τὰ πρὸς τὴν τοῦ ἀποστόλου λέξιν ἀναζητηθησόμενα καὶ περὶ τοῦ πάσχα καὶ ἀζύμων ἐξετασθησόμενα, δεόμενα δέ, ὡς προειρήκαμεν, προηγουμένης συγγραφῆς.
- 10.97.1
νῦν δὲ ὡς ἐν ἐπιτομῇ ειὰ τὴν προκειμένην λέξιν ταῦτα παραθέμενοι, τὰ φαινόμενα ὡς ἐν βραχέσιν οὕτω λύειν πειρασόμεθα, ὑπομνησθέντες καὶ τοῦ »Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ »αἰρων τὴν ἁμαρτίαν τοῦ κόσμου«, ἐπεὶ καὶ ἐν τῷ πάσχα »Ἀπὸ τῶν »ἀμνῶν, φησί, καὶ τῶν ἐρίφων λήψεσθε«.
- 10.98.1
δόξει γὰρ καὶ ὁ εὐαγγελιστὴς συνᾴδων τῷ Παύλῳ τοιαύταις ἐνέχεσθαι τῶν ἐξητασμένων ἀπορίαις.
- 10.99.1
λεκτέον δὲ ὅτι εἰ ὁ λόγος γέγονε σὰρξ καί φησιν ὁ κύριος· »Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ »τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἶμα ἔχει ζωὴν ἀιώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ »ἐσχάτῃ ἡμέρᾳ· ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά »μου ἀληθής ἐστιν πόσις. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ«, μήποτε αὕτη ἐστὶν ἡ σὰρξ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ, καὶ τοῦτ' ἔστιν τὸ αἷμα ἀφ’ οὗ τιθέναι δεῖ ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις, ἐν οἷς ἐσθίομεν τὸ πάσχα, καὶ ἀπὸ τῶν τοῦ ἀμνοῦ τούτου δεῖ φαγεῖν κρεῶν ἐν τῷ τοῦ κόσμου χρόνῳ, ὅς ἐστιν νύξ· ὀπτὰ δὲ τὰ κρέα πυρὶ βρωτέον μετὰ τοῦ ἀπὸ ἀξύμων ἄρτου· ὁ γὰρ τοῦ θεοῦ λόγος οὐ μόνον ἐστὶ σάρξ· φησὶ γοῦν· »Ἐγώ εἰμι ὁ ἄρτος »τῆς ζωῆς« καὶ »Οὑτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων »ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν »ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει »εἰς τὸν αἰῶνα«.
- 10.100.1
οὐκ ἀγνοητέον μέντοι γε ὅτι πᾶσα τροφὴ καταχρηστικώτερον ἄρτος λέγεται, ὡς ἐπὶ Μωϋσέως ἐν τῷ Δευτερονομίῳ γέγραπται· »Τεσσεράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ »ἔπιεν«· ἀντὶ τοῦ· οὔτε ξηρᾶς οὔτε ὑγρᾶς μετείληφεν τροφῆς.
- 10.101.1
τοῦτο δέ μοι τετήρηται διὰ τὸ καὶ ἐν τῷ κατὰ Ἰωάννην λέγεσθαι· »Καὶ ὁ »ἄρτος δέ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς«.
- 10.102.1
ἤτοι δὲ διὲ τὰς ἐπὶ τοῖς ἁμαρτήμασιν ἡμῶν μετανοίας τὴν κατὰ θεὸν λύπην λυπόύμενοι, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἡμῖν ἐργαζομένην, ἐπὶ πικρίδων ἐσθίομεν τὰ κρέα τοῦ ἀμνοῦ καὶ τὰ ἄζυμα, ἢ διὰ τὰς βασάνους ζητοῦντες καὶ τρεφόμενοι ἀπὸ τῶν εὑρισκομένων τῆς ἀληθείας θεωρημάτων.
- 10.103.1
Οὐκ ὠμὴν οὖν βρωτέον τὴν σάρκα τοῦ ἀμνοῦ, ὥσπερ ποιοῦσιν οἱ τῆς λέξεως δοῦλοι τρόπον ἀλόγων ζῴων καὶ ἀποτεθηριωμένων, πρὸς τοὺς ἀληθῶς λογικοὺς διὰ τοῦ συνιέναι βούλεσθαι τὰ πνευματικὰ λόγου, μεταλαμβάνοντες θηρίων ἀπηγριωμένων.
- 10.104.1
φιλοτιμητέον δὲ τώ εἰς ἔψησιν μεταλαμβάνοντι τὸ ὠμὸν τῆς γραφῆς μὴ ἐπὶ τὸ πλαδαρώτερον καὶ ὑδαρέστερον καὶ ἐκλελυμένον μεταλαμβάνειν τὰ γεγραμμένα, ὅπερ ποιοῦσιν οἱ »κνηθόμενοι τὴν ἀκοὴν καὶ ἀπὸ μὲν τῆς ἀληθείας« ἀποστρέφοντες αὐτήν, ἐπὶ δὲ τὸ ἀνειμένον καὶ ὑδαρέστερον τῆς πολιτείας μεταλαμβάνοντες τὰς κατ’ αὐτοὺς ἀναγωγάς.
- 10.105.1
ἡμεῖς δὲ τῷ ζέοντι πνεύματι, καὶ τοῖς διδομένοις ὑπὸ θεοῦ διαπύροις λόγοις, ὁποίους Ἱερεμίας εἰλήφει ἀπὸ τοῦ λέγοντος πρὸς αὐτόν· »Ἰδοὺ »δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ«, ὀπτὰ ποιήσωμεν τὰ κρέα τοῦ ἀμνοῦ, ὥστε τοὺς μεταλαμβάνοντας αὐτῶν λέγειν, Χριστοῦ έν ἡμῖν λαλοῦντος, ὅτι »Ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν τῇ ὁδῷ, »ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς«. † εἰς δὲ τὸ τοιοῦτον ἡμᾶς ζητῆσαι πυρὶ ὀπτῆσαι δὲ ἤξει † τὰ τοῦ ἀμνοῦ κρέα, παραθετέον τὴν ὁμολογίαν οὗ ἐπεπόνθει ἐπὶ τοῖς λόγοις τοῦ θεοῦ πάθους Ἱερεμίας λέγων· »Καὶ ἐγένετο ὡς πῦρ καιόμενον, φλέγον έν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν‘.
- 10.106.1
ἀρκτέον ἀρκτέον ἐν τῷ ἐσθίειν ἀπὸ τῆς κεφαλῆς, τουτέστιν τῶν κορυφαιοτάτων καὶ ἀρχικῶν δουμάτων περὶ τῶν ἐπουρανίων, καὶ καταληκτέον ἐπὶ τοὺς πόδας, τὰ ἔσχατα τῶν μαθημάτων τὰ ζητοῦντα περὶ τῆς τελευταίας ἐν τοῖς οὐσιν φύσεως, ἤτοι τῶν ὑλικωτέρων ἢ τῶν καταχθονίων ἢ τῶν πονηρῶν πνευμάτων καὶ ἀκαθάρτων δαιμονίων.
- 10.107.1
ὁ γὰρ περὶ αὐτῶν λόγος, ἕτερος ὢν αὐτῶν, ἐναποκείμενος τοῖς μυστηρίοις τῆς γραφῆς δύναται τροπικώτερον »πόδες« ὠνομάσθαι τοῦ ἀμνοῦ. καὶ τῶν ἐνδοσθίων δὲ καὶ ἐσωτερικῶν καὶ ἀποκεκρυμμένων οὐκ ἀφεκτέον· ὡς ἑνὶ δὲ σώματι τῇ ἑπάσῃ προσελθετέον γραφῇ, καὶ τὰς ἐν τῇ ἁρμονίᾳ τῆς πάσης συνθέσεως αὐτῆς εὐτονωτάτας καὶ στερροτάτας συνοχὰς οὐ συντριπτέον οὐδὲ διακοπτέον, ὅπερ πεποιήκασιν οἱ τὴν ἑνότητα τοῦ ἐν πάσαις ταῖς γραφαῖς πνεύματος τὸ ὅσον ἐπ’ αὐτοῖς συντρίβοντες.
- 10.108.1
αὕτη μέντοι γε ἡ ἀπὸ τοῦ ἀμνοῦ προειρημένη προφητεία τὴν νύκτα μόνην ἡμᾶς τρεφέτω τοῦ ἐν τῷ βίῳ σκότους· ἕως γὰρ τῆς ἀνατολῆς τῆς ἡμέρας τῶν μετὰ τὸν βίον τοῦτον οὐδὲν καταλειπτέον ἔσται ἡμῖν τῆς ἐπὶ τοῦ παρόντος μόνου χρησίμου ἡμῖν οὕτω τροφῆς.
- 10.109.1
παρελθούσης γὰρ τῆς νυκτὸς καὶ ἐπελθούσης τῆς μετὰ ταῦτα ἡμέρας, τὸν μηδαμῶς ἀπὸ τῶν παλαιοτέρων καὶ κάτωθεν ζυμούντων ἄζυμον ἔχοντες ἄρτον φαγόμεθα, χρήσιμον ἡμῖν ἐσόμενον, ἕως δοθῇ τὸ μετὰ τὸν ἄζυμον μάννα, ἡ ἀγγελικὴ καὶ μὴ ἀνθρωπίνη τροφή. ἑκάστῳ τοίνυν ἡμῶν θυέσθω Ι τὸ πρόβατον ἐν παντὶ οἴκῳ πατριᾶς ἡμῶν, καὶ δυνατὸν ἔστω τόνδε μέν τινα παρανομεῖν μὴ θύοντα τὸ πρόβατον, τόνδε > πᾶσαν φυλάττειν τὴν ἐντολὴν θύοντα καὶ περιέψοντα καὶ ὀστέον αὐτοῦ μὴ συντρίβοντα.
- 10.110.1
καὶ οὕτως ὡς ἐν βραχέσι, συμφώνως τῇ ἀποστολικῇ ἐκόοχῇ καὶ τῷ ἐν τῷ εὐαγγελίῳ ἀμνῷ ἀποδιδόσθω τὸ τυθὲν πάσχα Χριστός. οὐ γὰρ νομιστέον τὰ ἱστορικὰ ἱστορικῶν εἶναι τύπους καὶ τὰ σωματικὰ σωματικῶν, ἀλλὰ τὰ σωματικὰ πνευματικῶν καὶ τά ἱστορικὰ νοητῶν.
- 10.111.1
ἀναβῆναι τῷ λόγῳ καὶ ἐπὶ τὸ τρίτον πάσχα ἐπιτελεσθησόμενον ἐν μυριάσιν ἀγγέλων πανηγύρει ἐπι]τελειοτήτῃ κοὶ μακαριωτάτῃ ἐξόδῳ , νῦν οὐκ ἔστιν ἀναγκαῖον, καὶ τούτων ἐπιπλεῖον καὶ περισσότερον παρ’ ὅ ἀπῄτει τὸ ἀνάγνωσμα εἰρημένων ἡμῖν.
- 10.112.1
Οὐκ ἀζήτητον δὲ οὐδὲ ἐατέον πῶς Μὺς ἦν τὸ πάσχα »τῶν Ἰουδαίων«, ὅτε ἦν ὁ κύριος ἅμα τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς καὶ τοῖς μαθηταῖς ἐν τῇ Καφαρναούμ.
- 10.113.1
ἐν μὲν οὖν τῷ κατὰ Ματ- θαῖον, ἀφεθεὶς ὑπὸ τοῦ διαβόλου, τῶν ἀγγέλων προσελθόντων καὶ διακονούντων αὐτῷ, ἀκούσας Ἰωάννην παραδεδόσθαι »ἀνεχώρησεν εἰς »τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς »Καφαρναούμ«. ἔπειτα ἀρξάμενος κηρύσσειν καὶ ἐκλεξάμενος τοὺς τέσσαρας ἁλιεῖς ἀποστόλους, διδάξας τε ἐν ταῖς συναγωγαῖς ὅπλης τῆς Γαλιλαίας καὶ θεραπεύσας τοὺς προσενεχθέντας αὐτῷ ἀνέρχεται εἰς τὸ ὄρος καὶ λέγει τοὺς μακαρισμοὺς καὶ τὰ ἐχόμενα αὐτῶν· τελέσας δὲ ἐκείνην τὴν διδασκαλίαν, καταβὰς ἐκ τοῦ ὄρους ἐσέρχεταί εἰς Καφαρναοὺμ δεύτερον, κἀκεῖθεν δὲ ἐμβὰς εἰς πλοῖον περᾷ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν· παρακληθείς τε μεταβῆναι ἀπὸ τῶν ὁρίων αὐτῶν, »ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἠλθεν εἰς τὴν ἰδίαν πόλιν«. ἔνθα θεραπείας ἐπιτελέσας τινὰς »περιῆγεν τὰς πόλεις πάσας καὶ τὰς »κώμας, διδάσκων έν ταῖς συναγωγαῖς αὐτῶν«·
- 10.114.1
καὶ ἄλλα δὲ πλεῖστα μετὰ ταῦτα γίνεται πρὶν ἐπισημειώσασθαι τὸν Ματθαῖον τὸν τοῦ πάσχα καιρόν. καὶ παρὰ τοῖς λοιποῖς δὲ εὐαγγελισταῖς μετὰ τὴν ἐν τῇ Καφαρναοὺμ διατριβὴν οὐχ εὑρίσκεται ἐγγὺς τὸ πάσχα εἶναι λεγόμενον.
- 10.115.1
σῶσαι τὸ βούλημα τῶν ἀνδρῶν ἔστιν ἐννοήσαντα περὶ τῆς Καφαρναοὺμ εἰρημένα ἡμῖν ἐν τοῖς πρὸ τούτω ν. † ἐνδιατριβὴ πλησίον τυγχάνει τοῦ τῶν Ἰουδαίων πάσχα, ὀλίγῳ βελτιουμένη παρ’ αὐτὸ καὶ κρείττων αὐτοῦ τυγχάνουσα, καὶ μάλιστα ἐπεὶ ἐν τώ πάσχα τῶν Ἰουδαίων εὑρίσκονται ἐν τῷ ἱερῷ οἱ πωλοῦντες τοὺς βόας καὶ τὰ πρόβατα καὶ τὰς περιστεράς· δι' οὓς ἔτι μᾶλλον πρόκειται μὴ τοῦ κυρίου ἀλλὰ τῶν Ἰουδαίων εἶναι τὸ πάσχα· ὡς γαρ ο οἶκος του πατρος γέγονεν οἰκὸς ἐμπορίου παρα τοῖς μη αγιαζουσιν αὐτόν, οὕτω καὶ τὸ πάσχα κυρίου ἀνθρώπινον καὶ Ἰουδαϊκὸν πάσχα παρὰ τοῖς ταπεινότερον καὶ σωματικώτερον αὐτὸ αὐτὸ ἐκδεξαμένοις.
- 10.116.1
εὐκαιρότερον δὲ έν ἄλλοις ἔσται ἰδεῖν καὶ τὰ περὶ τοῦ χρόνου τοῦ πάσχα, περὶ τὴν ἐαρινὴν ἰσημερίαν γινομένου, καὶ εἴ τι ἔντερον ἀπαιτεῖ τὸ πρόβλημα ἐπεξεργάσασθαι.
- 10.117.1
Ὁ μέντοι γε Ἡρακλέων· Αὕτη, φησίν φησίν, ἡ μεγάλη ἑορτὴ τοῦ γὰρ πάθους τοῦ σωτῆρος τύπος ἦν, ὅτε οὐ μόνον ἀνῃρεῖτο τὸ πρόβατον , ἀλλὰ καὶ ἀνάπαυσιν παρεῖχεν ἐσθιόμενον , καὶ θυόμενον μὲν τὸ πάθος τοῦ τὸ ἐν κόσμῳ ἐσήμαινεν, ἐσθιόμενον δὲ τὴν ἀνάπαυσιν τὴν ἐν γάμω.
- 10.118.1
παρεθέμεθα δὲ αὐτοῦ τὴν λέξιν, λέξιν, τὸ ὡς ἐν τηλικούτοις ἐναστρέφειν τὸν ἄνδρα παρερριμμένως καὶ ὑδαρῶς μετὰ μηδενὸς κατασκευαστικοῦ θεωρήσαντες μᾶλλον αὐτοῦ καταφρονησωμεν.
- 10.118.2
II, 14-17 Καὶ ἀνέβη Ἱεροσόλυμα Ἰησοῦς, καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, 15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπίζας ἀνέστρεψεν, 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἇρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πάτρός μου οἶκον ἐμΠορίου. 17 τότε ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
- 10.119.1
. Σημειωτέον ὅτι ὁ μὲν Ἰωάννης δεύτερον ἔργον τοῦ Ἰησοῦ ἀναγράφει τὸ περὶ τῶν ἐν τῷ ἱερῷ εὑρεθέντων ὑπ' αὐτοῦ πωλούντων βόας καὶ πρόβατα καὶ περιστεράς, οἱ δὲ λοιποὶ σχεθὸν πρὸς τῷ τέλει ἐπὶ τῆς κατὰ τὸ πάθος οἰκονομίας τὸ παραπλήσιον ποιοῦσιν· ὁ μὲν Ματθαῖος οὕτως·
- 10.120.1
»Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱε »ροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; οἱ δὲ » ὄχλοι ἔλεγον· Οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναςαρὲτ τῆς »Γαλιλαίας. καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐξέβαλλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας »τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς »περιστεράς. καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσ »ευχῇς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν«. ὁ δὲ Μάρκος· »Καὶ ὲ́ρχονται εἰς Ἱεροσόλυμα.
- 10.121.1
καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν »ἤρξατο ἐκβαλεῖν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ »τὰς τραπέζας τῶν κολλυβιστῶν ἀνέστρεψεν καὶ τὰς καθέδρας τῶν »πωλούντων τὰς περιστεράς, καὶ οὐκ ἤφιεν ἕνα τις διενέγκῃ σκεῦος »διὰ τοῦ ἱεροῦ· καὶ ἐδίδασκε καὶ ελεγεν αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ »οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν;
- 10.122.1
ὑμεῖς δὲ »πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν( ὁ δὲ Λουκᾶς· Καὶ ὡς ἤγγι »σεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτήν, λέγων ὅτι Εἰ ἔγνως ἐν τῇ » ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλ . »μῶν σου. ὅτι ἤξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περικυκλώσουσιν καὶ σε πάντοθεν, καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου, καὶ οὐκ ἀφή- »σουσι λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ’ ὡν οὐκ ἔγνως τὸν καιρὸν τῆς »ἐπισκοπῆς σου. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς »πωλοῦντας λέγων αὐτοῖς· Γέγραπται· Καὶ ἔσται ὁ οἰκος μου οἶκος προσευχῆς, ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν«.
- 10.123.1
Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον ὅτι τοῖς εἰρημένοις παρὰ τοῖς τρισὶν ἐπὶ τῇ εἰς Ἱεροσόλυμα ἀνόδῳ τοῦ κυρίου, καθ' ἥν ταῦτα πεποίηκεν ἐν τῷ ἱερῷ, τὰ παραπλήσια ἀνέγραψεν ὁ Ἰωάννης μετὰ πολλὰ γεγονέναι τὰ ἑτέραν αὐτοῦ παρὰ <ταύ>την ἐπιδημίαν τοῖς Ἱεροσολύμοις.
- 10.124.1
οὕτω δὲ κατανοητέον τὰ εἰρημένα, κοὶ πρῶτόν γε τὰ Ματθαίῳ λεγόμενα· »Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἠλθεν εἰς » Βηθσφαγῆ πρὸς τὸ ὅρος τῶν ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητάς, λέγων αὐτοῖς· Πορεύεσθε εἰς τὴν κόμην τὴν κατέναντι »ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ' αὐτῆς· »λύσαντες ἀγάγετέ μοι. καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί † ποιεῖτε; ἐρεῖτε ὅτι Ὁ »κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀποστέλλει αὐτούς. τοῦτο δὲ »γέγονεν ἕνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε »τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταιδ πραΰς καὶ ἐπιβεβηκὼς »ἐπὶ ὄνον καὶ πῶλον ὑποζυγίου. πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπ' αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ »ὁδῷ. * * * οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ ἀκολουθοῦντες ἔχρα- »ξαν· Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυ- »ρίου· Ὡσαννὰ έν τοῖς ὐψίστοις«.
- 10.125.1
ἑξῆς δὲδ τούτων έστίν· »Καὶ εἰσελ- »θόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις«· ἅτινα παρεθέμεθα ἐν τοῖς πρὸ τούτων.
- 10.126.1
δεύτερα δὲ τὰ Μάρκου· Καὶ ὅτε ἐγγί »ζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν »ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς Ὑπά »γετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι »εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν ὐδεὶς οὔπω ἀνθρώπων ἐκά »θισδεν· λύσατε αὐτὸν καὶ φέρετε. καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ εὐθὺς αὐτὸν ἀπο- »στέλλει ὧδε. καὶ ἀπῆλθον καὶ εὑρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. καί τινες τῶν ἐκεῖ ἐστῶ- »των ἔλεγον αὐτοῖς’ Τί ποιεῖτε λύοντες τὸν πῶλον; οἱ οἱ εἶπαν αὐ »τοῖς καθὼς εἶπεν Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. καὶ φέρουσι τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν. » ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν ἔστρωσαν εἰς τὴν ὀδόν. καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον· Ὡσαννá· εὐλογη »μένος ὁ ἐρχόμενος ἐν όνόματι κυρίου· εὐλογημένη ἡ ἐρχομένη ἡ] βα- »σιλεία τοῦ πατρὸς ἡμῶν Δαβίδ· ὡσαννὰ ἐν τοῖς ὑφίστοις. »εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα »ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν‘. εἶτα μετὰ τὴν τῆς ξηραινομένης συκῆς οἰκονομίαν »Ἔρχονται εἰς Ἱεροσό »λυμα. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας« καὶ τὰ ἑξῆς * * τῷ Λουκᾶ τοῦτον τὸν τρόπον·
- 10.127.1
» Καὶ ἐγένετο ὡς ἤγγισεν »εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιών, »ἀπέστειλεν δύο τῶν μαθητῶν λέγων· Ὑπάγετε εἰς τὴν κατέναντι »κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, λύσαντες αὐτὸν ἀγάγετε. καὶ ἐάν τις »ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν »ἔχει. ἀπιόντες δὲ οἱ μαθηταὶ εὗρον ὡς εἶπεν αὐτοῖς. λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; οἱ δὲ εἶπαν ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. καὶ ἤγαγον »αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν »πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· πορευομένου δὲ αὐτοῦ ὑπεστρών »νυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς »τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἀπαντᾶν πλῆθος τῶν »μαθητῶν χαίροντες καὶ αἰνοῦντες τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πα- »σῶν ὡνδ εἶδον δυνάμεως, λέγοντες· Εὐλογημένος ὁ βασιλεὺς ἐν ὀνό »ματι κυρίου· ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτί »μησον τοῖς μαθηταῖς σου. καὶ ἀποκριθεὶς εἶπεν· Λέγω ὑμῖν ὅτι ἐὰν »οὑτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτήν‘ καὶ τὰ ἑξῆς, ἅπερ παρεθέμεθα.
- 10.128.1
μέντοι γε Ἰωάννης μετὰ πλεῖστα ὅσα τοῦ »Kαὶ ἀνέβη »εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας »[τοὺς] βόας καὶ πρόβατα» ἑτέραν διηγούμενος ἄνοδον τοῦ κυρίου εἰς Ἱεροσόλυμα, ταῦτά φησι μετὰ τὸ πρὸ ἕξ ἡμερῶν τοῦ πάσχα ἐν Βηθανίᾳ δεῖπνον, έν ᾧ ἡ Μάρθα διηκόνει καὶ ὁ Λάςαρος ἀνέκειτο· »Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι »ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαία τῶν φοινίκων καὶ »ἐξῆλθον εἰς ἀπάντησιν αὐτῷ, καὶ ἔκραζον· Ὡσαννά· εὐλογημένος έν »ὀνόματι κυρίου ὁ βασιλεὺς τοῦ Ἰσραήλ. εὑρὼν δὲ ὁ Ἰησοῦς όνάριον »ἐκάθισεν ἐπ' αὐτό, καθώς ἐστι γεγραμμένον· Μὴ φοβοῦ, θυγάτηρ »Σιών· ἰδου ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου«.
- 10.129.1
Ταῦτα δὲ νομίςω , εἰ καὶ ἐπιπλεῖον τῆς λεξεως παρείμην τῶν εὐαγγελιστῶν, ἀναγκαίως πεποιηκέναι ὑπὲρ τοῦ παραστῆσαι τὴν κατὰ τὸ ῥητὸν διαφωνίαν· τῶν μὲν τριῶν ἐν μιᾷ τῇ ἀυτῇ εἰς Ἱεροσόλυμα ἐπιδημίᾳ τοῦ κυρίου λεγόντων τὰ νομιζόμενα παρὰ τοῖς πολλοῖς τὰ αὐτὰ εἶναι καὶ τῷ Ἰωάννῃ γεγραμμένα· τοῦ δὲ Ἰωάννου ἐν δυσὶν ὑπὸ πολλῶν πράξεων διϊσταμέναις μεταξὺ δηλουμένων καὶ εἰς διαφόρους τόπους ἐπιδημιῶν τοῦ κυρίου εἰς Ἱεροσόλυμα ἀνόδοις ἀπαγγέλλοντος γεγονέναι τὰ ἐκκείμενα.
- 10.130.1
ἐγὼ μὲν οὖν ὑπολαμβάνω ἀδύνατον εἶναι τοῖς μηδὲν πέρα τῆς ἱστορίας ἐν τούτοις ἐκδεχομένοις παραστῆσαι τὴν δοκοῦσαν διαφωνίαν σύμφωνον ὑπάρχειν. εἰ δὲ τις οἴεται μὴ ὑγιῶς ἡμᾶς ἐπειληφέναι, συνετῶς ἀντιγραψάτω τῇ τοιαύτῃ ἡμῶν ἀποφάσει.
- 10.131.1
ΧΧΙΙΙ. Τὰ δὲ κινοῦντα ἡμᾶς εἰς τὴν περὶ τούτων συμφωνίαν, αἰτήσαντες τὸν διδόντα παντὶ τῷ αἰτοῦντι καὶ ὀξέως ζητεῖν ἀγωνιζομένῳ, κρούοντές τε ὑπὲρ τοῦ ἀνοιχθῆναι ἡμῖν ταῖς τῆς γνώσεως κλειοὶν τὰ κεκρυμμένα τῆς γραφῆς, τὸν αὐτὸν κατὰ τὴν διδομένην ἡμῖν δύναμιν ἐκθησόμεθα τρόπον. καὶ πρῶτόν γε ἴδωμεν τὴν τοῦ Ἰωάννου λέξιν ἀρχομένην ἀπὸ τοῦ »Καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ »Ἰησοῦς«. Ἱεροσόλυνα τοίνυν ἐστίν, ὡς αὐτὸς ἐν τῷ κατὰ Ματθαῖον διδάσκει ὁ κύριος, »τοῦ μεγάλου βασιλέως πόλις«, οὐκ έν κοιλάδι ἢ κάτω που κειμένη, ἀλλ’ ἐν ὑψηλῷ ὄρει ᾠκοδομημένη, καὶ » Ὄρη κύκλῳ »αὐτῆς«, «ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό«· καὶ »Ἐκεῖ ἀνέβησαν αἰ φυλαὶ κυρίου, μαρτύριον τῷ Ἰσραήλ«.
← Previous · Next → — showing 901–1000 of 2,967
First Thousand Years of Greek. CTS URN tlg2042.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.