Commentarii in Evangelium Joannis
- 6.146.1
Ταῦτα δὲ πάντα εἰ καὶ μετὰ παρεκβάσεως ἡμῖν εἰρῆσθαι παρατιθεμένοις καὶ τὰ ἀπὸ τῶν λοιπῶν εὐαγγελίων, οὐκ ἄκαιρα δὲ ἐμοὶ φαίνεται οὐδὲ ἀλλότρια τῆς ἐνεστηκυίας σκέψεως. Φαρισαῖοι γάρ ἀποστέλλουσιν πρὸς τὸν Ἰωάννην μετὰ τοὺς ἀπὸ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας πεμφθέντας ἐρωτῆσαι αὐτὸν ὅστις εἴη, ἐξετάζοντες· »Τί »οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας ὁ προφήτης«; καὶ ἐξετάσαντες ἐνταῦθα, ἑξῆς παραγινόμενοι βαπτισόμενοι, ὡς ὁ Ματθαῖος ἀναγράφει, ἀκούουσιν δὴ τὰ ἁρμόζοντα αὐτῶν τῇ ἀλαζονείᾳ καὶ ὑποκρίσει.
- 6.147.1
ἐπεὶ δὲ ὅμοια ἦν τὰ τούτοις εἰρημένα τοῖς λεγομένοις πρὸς τοὺς ὄχλους, ἐχρῆν τὴν τῶν ῥητῶν σύγκρισιν καὶ σαφήνειαν ποιήσασθαι· ὡν γινομένων πλείονα ἀπῄτησεν ἡμᾶς ἡ ἀκολουθία θεωρῆσαι. ἔτι δὲ καὶ ταῦτα τοῖς εἰρημένοις δεόντως προσθήσομεν· δύο τάγματα πεμπόντων παρὰ τῷ Ἰωάννῃ ἀναγέγραπται, ἓν μὲν Ἰουδαίων τῶν ἀπὸ Ἱεροσολύμων ἀποστελλόντων ἱερεῖς καὶ Λεύΐτας, ἕτερον δὲ Φαρισαίων ἐπαπορούντων διὰ τί βαπτίζει.
- 6.148.1
καὶ ἀποδεδώκαμεν ὅτι μετὰ τὴν πεῦσιν οἱ Φαρισαῖοι παραγίνονται βαπτισόμενοι. μήποτ οὖν πρὸ τούτων οἱ πρὸ τούτων ἀποστείλαντες ἀπὸ Ἱεροσολύμων Ἰουδαῖοι παραδεξάμενοι τοὺς Ἰωάννου λόγους, ἅτε πρότεροι τῶν Φαρισαίων πέμψαντες, καὶ πρότεροι ἔρχονται.
- 6.149.1
Ἱεροσόλυμα γὰρ, πᾶσα Ἰουδαία καὶ ἀκολούθως πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου ἐβαπτίζοντο έν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν, ἢ ὡς ὁ † Λουκᾶς φησιν· »Ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ »Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο »αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογούμενοι τὰς ἁρμαρτίας αὐτῶν‘ οὔτε μέντοι Ματθαῖος τοὺς Φαρισαίους καὶ Σαδουκαίους, πρὸς οὕς λέγεται» Γεννήματα ἐχιδνῶν‘, οὔτε Λουκᾶς τοὺς ὄχλους τὴν αὐτὴν ἐπίπληξιν ἐπίπληξιν εἰσάγουσιν ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν.
- 6.150.1
Ἄξιον δὲ ἐπαπορῆσαι πῶς πάσης τῆς Ἱεροσολυμιτῶν πόλεως καὶ πάσης τῆς Ἰουδαίας καὶ πάσης τῆς περιχώρου τοῦ Ἰορδάνου βαπτιζομένων ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου ὁ σωτήρ φησιν· »Ἐλήλυθεν Ἰωάννης ὁ βαπτιστὴς μήτε ἐσθίων μήτε πίνων καὶ λέγετε· Δαιμόνιον ἔχει«· καὶ πρὸς τοὺς πυθομένους »Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα »ποιεῖς«; λέγει· »Κἀγὼ ἐρωτήσω ὑμᾶς ἕνα λόγον, ὃν ἐὰν εἴπητέ μοι, »κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσεᾳ ταῦτα ποιῶ· Τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἠν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων«; ὅτε καὶ διαλογιζόμενοί φασιν· »Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;«·
- 6.151.1
λύεται δὲ τὸ ἀπορηθὲν οὕτως· Φαρισαῖοι , ὡς προτετηρήκαμεν, οἱ ἀκούσαντες Γεννήματα ἐχιδνῶν«, οὐ πεπιστευκότες αὐτῷ παραγίνονται ἐπὶ τὸ βάπτισμα, εἰκὸς ὅτι τὸν ὄχλον φοβούμενοι καὶ κατὰ τὴν πρὸς ἐκείνους ὑπόκρισιν ἀξιοῦντες λούσασθαι, ἵνα μὴ δοκοῖεν ἐναντιοῦσθαι τοῖς τοιούτοις.
- 6.152.1
φρονοῦντες γοῦν αὐτὸν ἀπ' ἀνθρώπων ἔχειν καὶ οὐκ ἀπ' οὐρανοῦ τὸ βαπτίζειν, διὰ τὸν ὄχλον, μήποτε λιθασθῶσιν, φοβοῦνται ὅπερ ὑπολαμβάνουσιν εἰπεῖν· ὥστε οὐκ ἐναντιοῦται τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα πρὸς τοὺς Φαρισαίους τοῖς ἀναγεγραμμένοις ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ πλήθους τῶν παρὰ τῷ Ἰωάννῃ βαπτισαμένων. τοῦ θράσους δὲ τῶν Φαρισαίων ἦν δαιμόνιον ἔχειν λέγειν τὸν Ἰωάννην, καὶ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων τὰς δυνάμεις φάσκειν τὸν Ἰησοῦν πεποιηκέναι.
- 6.152.2
Ι, 26-7 Ἀπεκρίνατο αὐ τοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βᾳπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, οπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
- 6.153.1
Ὁ μὲν Ἡρακλέων οἴεται ὅτι ἀποκρίνεται ὁ Ιωαννης τοῖς ἐκ τῶν Φαρισαίων πεμφθεῖσιν, οὐ πρὸς ὃ ἐκεῖνοι ἐπηρώτων ἀλλ' ὃ αὐτὸς ἐβούλετο , ἑαυτὸν λανθάνων ὅτι κατηγορεῖ τοῦ προφήτου ἀμαθίας, εἴγε ἄλλο ἐρωτώμενος περὶ ἄλλου ἀποκρίνεται· χρὴ γὰρ καὶ τοῦτο φυλάττεσθαι ὡς ἐν κοινολογίᾳ ἁμάρτημα τυγχάνον.
- 6.154.1
Ἡμεῖς δέ φαμεν ὅτι μάλιστα πρὸς ἔπος ἐστὶν ἡ ἀπόκρισις· πρὸς γὰρ τὸ »Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστός;« τί ἄλλο ἐχρῆν εἰπεῖν ἢ τὸ παραστῆσαι παραστῆσαι βάπτισμα σωματικώτερον τυγχάνον; »Ἐγὼ, γάρ φησιν, βαπτίζω ἐν ὕδατι«. καὶ τοῦτο εἰπῶν πρὸς τὸ Τί »οὐν βαπτίζεις;« πρὸς τὸ δεύτερον »Εἰ σὺ οὐκ εἶ ὁ χριστός‘ δοξολογίαν περὶ τῆς προηγουμένης οὐσίας Χριστοῦ διηγεῖται, ὅτι δύναμιν τοσαύτην ἔχει ὡς καὶ ἀόρατος εἶναι τῇ θειότητι αὐτοῦ, παρὼν παντὶ ἀνθρώπῳ παντὶ δὲ καὶ ὅλῳ τῶ κόσμῳ συμπαρεκτεινόμενος· ὅπερ δηλοῦται διὰ τοῦ »Μέσος ὑμῶν ἕστηκεν‘.
- 6.155.1
καὶ ἐπεὶ οὐδὲν οἱ προσδοκῶντες Χριστοῦ ἐπιδημίαν Φαρισαῖοι τηλικοῦτον περὶ αὐτοῦ ἑώρων, ἄνθρωπον τέλειον ἅγιον μόνον ὑπολαμβάνοντες αὐτὸν εἶναι, ἐμμελῶς ἐλέγχει τὴν περὶ τῆς ὑπεροχῆς αὐτοῦ Φαρισαίων ἄγνοιαν, προστιθεὶς τῷ »Μέσος ὑμῶν ἕστηκεν« τὸ »Ὃν ὑμεῖς οὐκ οἴδατε«.
- 6.156.1
καὶ ἵνα μή τις ὑπολάβῃ ἕτερον εἶναι τὸν ἀόρατον καὶ διήκοντα ἐπὶ πάντα ἄνθρωπον ἢ] καὶ ἐπὶ ὅλον τὸν κόσμον, παρὰ τὸν ἐνανθρωπήσαντα καὶ ἐπὶ τῆς γῆς ὀφθέντα καὶ τοῖς ἀνθρώποις συναναστραφέντα, συνάπτει τῷ »Μέσος ὑμῶν ὅστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε« τὸ »Ὀπίσω μου ἐρχό- »μενος«· τοῦτ' ἔστιν μετ’ ἐμὲ φανερωθησόμενος.
- 6.157.1
οὗ καὶ τὴν ὑπερβάλλουσαν ὑπεροχὴν συνιεὶς παρὰ τὴν ἑαυτοῦ φύσιν, ἀμφιβλλομένην ὑπό τινων μήποτ’ ἄρ’ αὐτὸς εἴη Χριστός, ὅσον ἀπολείπεται τῆς τοῦ χριστοῦ μεγαλειότητος παραστῆσαι βουλόμενος, ἵνα μή τις εἰς αὐτὸν λογίσηται ὑπὲρ ὃ βλέπει ἢ ἀκούει ἐξ αὐτοῦ, λέγει καὶ τὸ »Οὗ οὐκ »εἰμὶ ἐγὼ ἄξιος ἕνα λύσω αὐτοῦ τὸν ἰμάντα τοῦ ὑποδήματος«, αἰνιττόμενος τὸ οὐχ ἱκανὸς εἶναι τὸν περὶ τῆς ἐνσωματώσεως αὐτοῦ λόγον, οἱονεὶ δεδεμένον καὶ κεκρυμμένον τοῖς μὴ νοοῦσιν, λῦσαι καὶ σαφηνίσαι, ὥστε ἄξιόν τι τῆς τοσαύτης ἐπιδημίας εἰς [οὕτω] βραχύτατα συνεσταλμένης εἰπεῖν.
- 6.158.1
Οἰκ ἄκαιρον δὲ ἐξετάζουσιν ἡμῖν τὸ »Ἐγὼ βαπτίζω »ἐν ὕδατι«« τὰς ὁμοίας τῶν εὐαγγελιστῶν παραθέσθαι περὶ τούτου λέξεις καὶ συγκρῖναι τῇ προκειμένῃ.
- 6.159.1
φησὶ τοίνυν ὁ Ματθαῖος· »Ἰδὼν πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπ- »τισμα«, μετὰ τὰ ἐπιπληκτικὰ περὶ ὡν ἐξητάσαμεν· »Ἐγὼ μὲν ὑμᾶς ἐν »ὕδατι βαπτίζω εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότε- »ρός μού ἐστιν, οὑ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἀγίῳ καὶ πυρί«· σύμφωνον τῷ κατὰ Ιωάννην λόγῳ τὴν ὁμολογίαν τοῦ ἐν υδατι βαπτίμαστος πρὸς τοὺς πεμφθέντας ἐκ τῶν Φαρισαίων λέγοντι.
- 6.160.1
ὁ δὲ Μάρκος· »Ἐκήρυσσεν, »φησίν, Ἰωάννης λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. ἐγὼ »ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ«· πρὸς πλείονας καὶ πάντας τοὺς ἀκούοντας διδάσκων ταῦτα κεκηρῦχθαι.
- 6.161.1
ὁ δὲ Λουκᾶς φησιν ὅτι »Προσδοκῶντος τοῦ λαοῦ καὶ διαλογι- »ζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε »αὐτὸς εἴη ὁ χριστός, ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης· Ἐγὼ μὲν »ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί«
- 6.162.1
Ἔχοντες τοίνυν τὰς ὁμοίας λέξεις τῶν τεσσάρων, φέρε κατὰ τὸ δυνατὸν ἴδωμεν ἰδίᾳ τὸν νοῦν ἑκάστης καὶ τὰς διαφοράς, ἀρξάμενοι ἀπὸ τοῦ Ματθαίου, ὃς καὶ παραδέδοται πρῶτος τῶν λοιπῶν τοῖς Ἑβραίοις ἐκδεδωκέναι τὸ εὐαγγέλιον, τοῖς ἐκ περιτομῆς πιστεύουσιν. »Ἐγὼ μέν, φησίν, ὑμᾶς ἐν ὕδατι βαπτίζω εἰς μετάνοιαν‘· οἱονεὶ καθαίρων καὶ ἀποτρεπόμενος ἀπὸ τῶν χειρόνων καὶ ἐπὶ μετάνοιαν παρακαλῶν· »Ἑτοιμάσαι γὰρ κυρίῳ λαὸν κατε- »σκευασμένον« ἐγὼ ἐλήλυθα, καὶ χώραν διὰ τοῦ βαπτίσματος τῆς μετανοίας εὐτρεπίσαι τῷ μετ' ἐμὲ ἥξοντι, καὶ διὰ τοῦτο ἰσχυρότερον πολλῷ τῆς ἐμῆς δυνάμεως καὶ κρεῖττον ὐμᾶς ὠφελήσοντι· οὐ σωματικὸν γὰρ τὸ ἐκείνου βάπτισμα, τὸν μετανοοῦντα πληροῦντος ἁγίου πνεύματος καὶ θειοτέρου πυρὸς πᾶν ὑλικὸν ἀφανίζοντος καὶ πᾶν γεῶδες ἐξαναλίσκοντος, οὐ μόνον ἀπὸ τοῦ χωρήσαντος αὐτὸ ἀλλὰ καὶ ἀπὸ τοῦ τῶν ἐχόντων ἀκούοντος.
- 6.163.1
τοσοῦτον δέ ἐστιν ἐμοῦ ἰσχυρότερος ὁ μετ' ἐμὲ ἐρχόμενος, ὡς μηδὲ τὰ τῆς περιβολῆς τῶν περὶ αὐτὸν δυνάμεων ἐσχάτων, οὐχὶ γυμνῶν ἐκκειμένων, ὥστε καὶ τοῦς τυχόντας νοεῖν αὐτὰ δύνασθαι, ἱκανόν με τυγχάνειν βαστάσαι, μηδὲ ταῦτα ὑπομένοντα φέρειν.
- 6.164.1
οὐκ οἶδα δὲ ὁπότερον εἴπω, πότερον τὴν πολλήν μου ἀσθένιαν, τὰ εὐτελῇ τοῦ χριστοῦ συγκρίσει τῶν περὶ ἑαυτὸν μειζόνων φέρειν μὴ δυναμένην, ἢ δὴ τὴν ἐκείνου ὑπερβάλλουσὰν καὶ μείζονα παντὸς τοῦ κόσμου θειότητα· εἴγε ἐγώ, ὁ τηλικαύτην χωρήσας χάριν ὡς καὶ προφητείας ἠξιῶσθαί με, προλεγούσης τὰ περὶ τῆς εἰς τὸν βίον τῶν ἀνθρώπων ἐπιδημίας μου ἐν τῷ »Ἐγὼ »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ‘ καὶ »Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου«· ἐγὼ, οὑ τὴν γένεσιν »Γαβριὴλ ὁ παρεστη- »κὼς ἐνώπιον τοῦ θεοῦ« παραδόξως εὐηγγελίσατο ἐν γήρᾳ γεγεννημένου τῷ πατρί μου, ἐγώ, ἐφ' οὑ τῷ ὀνόματι Ζαχαρίας αμα ἀπέλαβεν τὴν φωνὴν καὶ τὸ προφητεύειν δι' αὐτῆς, ἐγώ, ὁ ὑπὸ τοῦ κυρίου μου μαρτυρούμενος ὡς ἄρα μείζων ἐν γεννητοῖς γυναικῶν ἐμοῦ οὐδεὶς τυγχάνει, οὐδὲ τὰ ὑποδήματα βαστάσαι ἱκανός· εἰ δὴ γὰρ μηδὲ τὰ ὑποδήματα, τί λεκτέον περὶ τῶν ἐνδυμάτων αὐτοῦ; τίς οὑτος, ὃς ὁλόκληρον αὐτοῦ τὸ ἱμάτιον τηρῆσαι δυνήσεται; τίς, ὃς νοήσει τὸν ἐκ τῶν ἄνωθεν χιτῶνα ἄραφον διὰ τὸ δι’ ὅλου ὑφαντὸν τυγχάνειν καταλαβεῖν ὃν ἔχει λόγον;
- 6.165.1
Παρατηρητέον δὲ ὅτι τῶν τεσσάρων εἰρηκότων τὸ ἐν ὕδατι ὁμολγεῖν Ἰωάννην ἐληλυθέναι βαπτίζειν, μόνος Ματθαῖος τούτῳ προστέθεικεν τὸ »Εἰς μετάνοιαν‘ διδάσκων τὴν ἀπὸ τοῦ βαπτίσματος ὠφέλειαν ἔχεσθαι τῆς προαιρέσεως τοῦ βαπτιζομένου, τῷ μετανοοῦντι μὲν ἐγγινομένην , μὴ οὕτω δὲ προσιόντι εἰς κρίμα χαλεπώτερον ἐσομένην.
- 6.166.1
χρὴ δὲ εἰδέναι ὅτι ὥσπερ αἱ κατὰ τὰς γεγενημένας ὑπὸ τοῦ σωτῆρος θεραπείας τεράστιοι δυνάμεις, σύμβολα τυγχάνουσαι τῶν ἀεὶ λόγῳ τοῦ θεοῦ ἀπαλλαττομένων πάσης νόσου καὶ μαλακίας, οὐδὲν ἡττον καὶ σωματικῶς γενόμεναι ὤνησαν εἰς πίστιν προσκαλε- σάμεναι τοὺς εὐεργετηθέντας, οὕτως καὶ τὸ διὰ τοῦ ὕδατος λουτρόν, σύμβολον τυγχάνον καθαρσίου ψυχῆς πάντα ῥύπον τὸν ἀπὸ κακίας ἀποπλυνομένης , οὐδὲν ἧττον καὶ καθ’ αὑτὸ τῷ ἐμπαρέχοντι ἑαυτὸν τῇ θειότητι τῆς δυνάμεως τῶν τῆς προσκυνητῆς τριάδος ἐπικλήσεών ἐστιν ἡ χαρισμάτων θείων ἀρχὴ καὶ πηγή· »διαιρέσεις γὰρ χαρισμά- »των εἰσίν«.
- 6.167.1
μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ ἐν ταῖς τῶν ἀποστόλων Πράξεσιν ἀναγεγραμμένη ἱστορία περὶ τοῦ οὕτως ἐναργῶς τότε τὸ πνεῦμα τοῖς βαπτιζομένοις ἐπιδεδημηκέναι , προευτρεπίσαντος αὐτῷ τοῦ ὕδατος τοῖς γνησίως προσιοῦσιν ὁδόν, ὡς καὶ τὸν μάγον Σίμωνα καταπλαγέντα θέλειν μὲν τὴν χάριν ταύτην ἀπὸ τοῦ Πέτρου λαβεῖν, ἐθέλειν δὲ τὸ δικαιότατον διὰ τοῦ μαμωνᾶ τῆς ἀδικίας.
- 6.168.1
καὶ τοῦτο δὲ παρασημειωτέον, ὅτι τὸ Ἰωάννου βάπτισμα ὐποδεέστερον ἐτύγχανεν τοῦ βαπτίσματος Ἰησοῦ, διδομένου διὰ τῶν μαθητῶν αὐτοῦ. οἱ γοῦν ἐν ταῖς Πράξεσιν βεβαπτισμένοι εἰς τὸ Ἰωάννου βάπτισμα, μηδὲ εἰ πνεῦμα ἅγιόν ἐστιν ἀκούσαντες, βαπτίζονται δεύτερον ὑπὸ τοῦ ἀποστόλου.
- 6.169.1
τὸ γὰρ τῆς ἀναγεννήσεως οὐ παρὰ τῷ Ἰωάννῃ ἀλλὰ παρὰ τῷ Ἰησοῦ τῶν τῶν μαθητῶν αὐτοῦ ἐγίνετο, καὶ παλιγγενεσίας ὀνομαζόμενον λουτρὸν μετὰ ἀνακαινώσεως γινόμενον πνεύματος, τοῦ καὶ νῦν ἐπιφερομένου, ἐπειδὴ παρὰ θεοῦ ἐστιν, ἐπάνω τοῦ ὕδατος, ἀλλ’ οὐ πᾶσιν μετὰ τὸ ὕδωρ ἐγγινομένου. καὶ ταῦτα μὲν εἰς τὴν ἐξέτασιν τῶν ἐν τῶ κατὰ Ματθαῖον.
- 6.170.1
Ἤδη δὲ καὶ τὰ Μάρκου κατανοήσωμεν, ὃς ἀνέγραψεν κηρύσσοντα τὸν Ἰωάννην ταῦτα μὲν εἰρηκέναι κατὰ τὸ »Ἔρχεται »ὁ ἰσχρότερός μου ὀπίσω μου«· ἰσοδυναμεῖ γὰρ ταῦτα τῷ »Ὁ ὀπίσω »μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν«· οὐκέτι δὲ τὰ αὐτὰ έν τῷ » Οὐκ εἰμὶ κύψας κύψ·ας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ«.
- 6.171.1
ἕτερον μὲν γὰρ τὸ βαστάζειν τὰ ὐποδήματα, δηλονότι ἤδη λελυμένα ἀπὸ τῶν τοῦ ὑποδεδεμένου ποδῶν, ἕτερον δὲ τὸ κύψαντα λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων. καὶ ἀκόλουθόν γε μηδενὸς σφαλλομένου τῶν εὐαγγελιστῶν μηδὲ ψευδομένου, ὡς εἴποιεν ἂν οἱ πιστεύοντες, ἀμφότερα κατὰ διαφόρους καιροὺς εἰρηκίναι τὸν βαπτιστὴν καθ’ ἕτερον καὶ ἕτερον νοῦν κινούμενον.
- 6.172.1
οὐ γὰρ περὶ τῶν αὐτῶν, ὡς οἴονταί τινες, οἱ ἀπομνηονεύοντες διαφόρως ἠνέχθησαν μὴ ἀκριβοῦντες τῇ μνήμῃ ἕκαστον τῶν εἰρημένων ἢ γεγενημένων. μέγα μὲν οὖν τὸ βαστάσαι τοῦ Ἰησοῦ τὰ ὑποδήματα, μέγα δὲ καὶ τὸ ἐπὶ τὰ σωματικὰ αὐτοῦ κάτω που γεγενημένα κύψαντα, ὑπὲρ τοῦ τὴν εἰκόνα κάτω θεάσασθαι, λῦσαι ἕκαστον τῶν περὶ τοῦ μυστηρίου τῆς ἐνσωματώσεως ἀσαφῶν, οἱονεὶ τὸν ἱμάντα τῶν ὑποδημάτων τυγχάνοντα.
- 6.173.1
εἷς γὰρ ὁ τῆς ἀσαφείας δεσμός, ὥσπερ καὶ μία ἡ τῆς γνώσεως κλείς, ἅτινα οὐδὲ ὁ μείζων ἐν γεννητοῖς γυναικῶν καθ’ αὑτὸν ἱκανὸς λῦσαι ἢ ἀνοῖξαι, τοῦ δήσαντος καὶ κλείσαντος μόνου δωρουμένου οἷς βούλεται τὸ λῦσαι καὶ ἀνοῖξαι τὸν ἱμάντα τῶν ὑποδημάτων καὶ τὰ κεκλεισμένα.
- 6.174.1
Εἰ δὲ μυστικὸς ὁ περὶ τῶν ὑποδημάτων τόπος, οὐδὲ τοῦτο παρελθετέον. οἶμαι τοίνυν τὴν μὲν ἐνανθρώπησιν, ὅτε σάρκα καὶ ὀστέα ἀναλαμβάνει ὁ τοῦ θεοῦ υἱός, τὸ ἕτερον εἶναι τῶν ὑποδημάτων, τὴν δὲ εἰς ᾅδου κατάβασιν, ὅστις ποτέ ἐστιν ὁ ᾅδης, καὶ τὴν εἰς φυλακὴν μετὰ τοῦ] πνεύματος πορείαν τὸ λοιπόν.
- 6.175.1
περὶ τῆς εἰς ᾅδου καταβάσεως τὸ »Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν »ᾅδην« ἐν πεντεκαιδεκάτῳ ψαλμῷ εἴρηται· καὶ περὶ τῆς ἐν φυλακῇ πορείας μετὰ πνεύματος παρὰ τῷ Πέτρῳ έν τῇ καθολικῇ ἐπιστολῇ· »Θανατωθείς, γάρ φησι, σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι· ἐν ᾧ καὶ »τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασίν ποτε »ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶς κατασκευ- »ζομέηνς κιβωτοῦ«.
- 6.176.1
ὁ τοίνυν κατ’ ἀξίαν ἀμοτέρων τῶν ἐπιδημιῶν τοὺς λόγους παραστῆσαι δυνάμενος, τὸν ἱμάντα λύειν τῶν Ἰησοῦ ἱκανός ἐστιν ὑποδημάτων, καὶ αὐτὸς τῷ νοὶ· κύπτων καὶ συγκαταβαίνων τῷ καταβεβηκότι εἰς ᾅδου, κοὶ ἀπὸ οὐρανοῦ καὶ τῶν περὶ τῆς θεότητος Χριστοῦ μυστηρίων καταβαίνων ἐπὶ τὴν ἀναγκαίως γεγενημένην παρ' ἡμῖν αὐτοῦ ἐπιδημίαν , ὅτε τὸν ἄνθρωπον ὑπεδήσατο.
- 6.177.1
ὁ δὲ τὸν ἄνθρωπον ὑποδησάμενος καὶ τὸν νεκρὸν ὑπεδήσατο· »Εἰς τοῦτο γὰρ Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, ἕνα καὶ νεκρῶν καὶ ζώντων »κυριεύσῃ«· καὶ διὰ τοῦτο ζῶντα καὶ νεκρὸν ὑπεδήσατο, τοῦτ' ἔστι τὸν ἐν γῇ καὶ τὸν ἐν ᾅδου, »ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ‘.
- 6.178.1
τίς οὐν ἄρα ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν τοιούτων ὑποδημάτων, καὶ λύσας μὴ ἐᾶσαι ἀλλὰ κατὰ δευτέραν ἱκανότητα ἀναλαβεῖν αὐτὰ καὶ βαστάσαι διὰ τοῦ έν τῇ μνήμῃ περιφέρειν τὰ νενοημένα;
- 6.179.1
μὴ ἀνεξέταστον δὲ ἐάσθω τὸ χωρὶς τοῦ » Κύψας« ὁμοίως παρὰ τῷ Λουκᾷ καὶ Ἰωάννῃ εἰρημένον. καὶ τάχα ἐνδέχεται μὲν κύψαντα λῦσαι κατὰ τὸ προειρημένον· δυνατὸν δὲ κοὶ τὸ ἀνάστημα τοῦ ἀπὸ τοῦ λόγου ἐπάρματος φυλάττοντα εὑρεῖν τὴν λύσιν τῶν ἐν τῷ ζητεῖσθαι δεδεμένων ὑποδημάτων, ἕνα ταῦτά τις λύσας τὸν χωρὶς τῶν ὑποδημάτων ἴδῃ λόγον γυμνὸν τῶν ὑποδεεστέρων καθ' αὑτὸν, υἱὸν τοῦ θεοῦ.
- 6.180.1
Οὐ ταὐτὸν δὲ τὸ μὴ εἶναι »ἱκανὸν« τῷ μὴ εἶναι ἄξιον‘ ἀναγράφει ὁ Ἰωάννης. δυνατὸν γὰρ μὴ ὄντα ἄξιον γενέσθαι ἱκανόν· δυνατὸν δὲ καὶ ἄξιον ὄντα μηδέπω εἶναι ἱκανόν.
- 6.181.1
εἰ γὰρ καὶ πρὸς τὸ συμφέρον δίδοται τὰ χαρίσματα, καὶ οὐ μόνον »κατὰ« τὴν ἀναλογίαν τῆς πίστεως«, φιλανθρώπου ἂν εἴη θεοῦ ἔργον, ποροορωμένου βλάβην ἀπὸ οἰήματος ἐπακολουθήσοντος ἢ φυσιώσεως, τὸ καὶ τῷ ἀξίῳ ποτὲ μὴ διδόναι τὴν ἱκανότητα· οἰκεῖον δὲ τῆς χρηστότητος τοῦ θεοῦ νικᾶν ἐν τῷ εὐεργετεῖν τὸν εὐεργετούμενον, προλαμβάνοντα τὸν ἐσόμενον ἄξιον, καὶ πρὶν γένηται ἄξιος κοσμοῦντα αὐτὸν τῇ ἱκανότητι, ἵνα μετὰ τὴν ἱκανότητα ἔλθῃ ἐπὶ τὸ γενέσθαι ἄξιος, καὶ μὴ πάντως ἀπὸ τοῦ εἶναι ἄξιος, φθάνων τὸν δωρούμενον καὶ προλαβὼν αὐτοῦ τὰς χάριτας, ἔλθῃ ἐπὶ τὸ γενέσθαι ἱκανός.
- 6.182.1
ὁ τοίνυν Ἰωάννης φησὶ παρὰ μὲν τοῖς τρισὶν οὐκ εἶναι » ἱκανός«, παρὰ δὲ τῷ Ἰωάννῃ οὐκ εἶναι »ἄξιος«. οὐκ ἀποκλείεται δὲ ὅς γε ἔλεγεν οὐδέπω ὢν ἱκανὸς γεγονέναι ἱκανός, εἰ καὶ μὴ ἄξιός πω ἦν· καὶ πάλιν ὅς γε ἔλεγεν οὐκ εἶναι ἄξιος, οὐκ ὢν ἄξιος ἐφθακέναι ἐπὶ τὸ γεγονέναι ἄξιος.
- 6.183.1
εἰ μὴ ἄρα τις ἐρεῖ, ἐπὶ τὸ κατ’ ἀξίαν τῆς λύσεως καὶ βαστάξεως μὴ χωροῦσαν τὴν θνητὴν φύσιν † ἥκειν ποτὲ ἀληθευόμενον ἔχειν τὸ μηδέποτε γενέσθαι ἱκανὸν λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων καὶ ἄξιον τοῦ αὐτοῦ. ὅσα δὲ ἐὰν χωρήσωμεν, ἔτι ὑπολείπεται τὰ μηδέπω νενοημένα, ἐπεὶ »Ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται« κατὰ τὴν Ἰησοῦ υἱοῦ Σειρὰχ Σοφίαν.
- 6.184.1
Ἔτι περὶ τῶν ὑποδημάτων τῶν παρὰ τοῖς τρισὶν οὕτως ὀνομασθέντων εὐαγγελισταῖς διαλάβωμεν, συγκρίνοντες ἐκεῖνα τῷ παρὰ τῷ μαθητῇ Ἰωάννῃ ἑνικῶς ὀνομασθέντι· »Οὑκ εἰμί, γάρ »φησιν, ἐγὼ ἄξιος ἴνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος«.
- 6.185.1
τάχα οὖν νικώμενος ὑπὸ τῆς τοῦ θεοῦ χάριτος δωρεὰν εἰληφεν, μηδέπω τὸ ὅσον ἐφ’ ἑαυτῷ ἄξιος ὢν λῦσαι τὸν ἱμάντα τοῦ ἑτέρου τῶν ὑποδημάτων , νοήσας αὐτοῦ τὴν ἐν ἀνθρώποις ἐπιδημίαν, περὶ ἡς καὶ μαρτυρεῖ· ἐπεὶ δὲ ἔλειπεν αὐτῷ ἡ περὶ τῶν ἑξῆς κατάληψις, οὐκ εἰδότι πότερον Ἰησοῦς ἐστιν ὁ κἀκεὶ ἐρχόμενος, ὅπου ἀπὸ τῆς φυλακῆς γίνεσθαι ἕμελλεν ἀποκεφαλισθείς, ἢ ἕτερον προσδοκᾶν ἐχρῆν, διὰ τοῦτο τὴν σαφέστερον ὕστερον ἐπαπόρησιν ἡμῖν δηλουμένην καὶ νῦν αἰνιττόμενος φησὶ τὸ »Οὐκ εἰμὶ ἐγὼ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν »ἱμάντα τοῦ ὑποδήματος«.
- 6.186.1
ὁ δὲ οἰόμενος περιεργότερον τοῦτο εἰρῆσθαι εἰς ταὐτὸν συνάξει τὸ τῶν ὑποδημάτων καὶ τοῦ ὑποδήματος, ἵνα οἱονεὶ λέγῃ· Οὐδαμῶς ἄξιός εἰμι λῦσαι τὸν ἱμάντα οὐδὲ κατὰ τὴν ἀρχήν, κἂν τοῦ ἑνὸς ὑποδήματος· ἢ καὶ οὕτως δυνατὸν εἰς ὲν συνάγεσθαι τὰ παρὰ τοῖς τέσσαρσιν εἰρημένα.
- 6.187.1
εἰ γὰρ ὁ Ἰωάννης συνίει μὲν τὰ περὶ τῆς ἐνταῦθα αὐτοῦ ἐπιδημίας, ἐνηπόρει δὲ περὶ τῶν ἐξῆς, ἀληθεύει λέγων καὶ τὸ μὴ εἶναι ἱκανὸν λύειν τὸν ἱμάντα τῶν ὑποδημάτων, οὐ γὰρ λύει ἀμφότερα λύσας τοῦ ἑνός, ἀληθεύει δὲ λέγων καὶ τὸν ἱμάντα τοῦ ὑποδήματος, ἐπεί, ὡς προείρηται, ἔτι διαπορεῖ περὶ τοῦ πότερον αὐτός έστιν ἐρχόμενος ἢ ἕτερος, ὁ κἀκεὶ προσδοχητέος.
- 6.188.1
Καὶ περὶ δὲ τοῦ Μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς »οὐκ οἴδατε« ταῦτα διαληπτέον περὶ τοῦ υἱοῦ τοῦ θεοῦ. τοῦ λόγου, δἰ οὑ τὰ πάντα γέγονεν , ὑφεστηκότος οὐσιωδῶς κατὰ τὸ ὑποκείμενον, τοῦ αὐτοῦ ὄντος τῇ σοφίᾳ. οὑτος γὰρ δἰ ὅλης πεφοίτηκεν τῆς κτίσεως, ἵνα ἀεὶ τὰ γινόμενα δι' αὐτοῦ γίνηται, καὶ περὶ παντὸς οὑτινοσοῦν ἀεὶ ἀληθὲς ᾐ τὸ »Πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς »αὐτοῦ ἐγένετο οὐδὲ ἕν«,
- 6.189.1
καὶ τὸ »Πάντα έν σοφίᾳ ἐποίησας( εἰ δὲ δι' ὅλης τῆς κτίσεως πεφοίτηκεν, δῆλον ὅτι καὶ τῶν πυνθανομένων » Τί οὐν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προ- »φήτης;« »μέσος« ἕστηκεν ὁ αὐτὸς καὶ βέβαιος ὢν λόγος, ὑπὸ τοῦ πατρὸς ἐστηριγμένος πανταχοῦ· ἢ τὸ » Μέσος ὑμῶν ἕστηκεν« ἀκουέσθω οτι υμων των ανθρωπων διὰ τὸ εἰναι ὑμᾶς λογικοὺς μέσος ὑμῶν ἑστώς, τῷ τοῦ παντὸς σώματος έν μέσῳ εῖναι τὸ ἡγεμονικὸν ἀποδείκνυσθαι, κατὰ τὰς γραφὰς ἐν τῇ καρδίᾳ τυγχάνον.
- 6.190.1
οἱ τοίνυν ἔχοντες τὸν λόγον ἐν μέσῳ ἑαυτῶν, μὴ διαλαμβάνοντες δὲ περὶ τῆς φύσεως αὐτοῦ, μηδὲ ἀπὸ ποίας πηγῆς κοὶ ἀρχῆς ἐλήλυθεν, μηδ' ὅπως ποτὲ συνέστη ἐν αὐτοῖς, οὑτοι μέσον αὐτὸν ἔχοντες οὐκ ἴσασιν. ὁ δὲ Ἰωάννης αὐτὸν οἶδεν. τὸ γὰρ »Ὃν ὑμεῖς οὐκ οἰδατε« ὀνειδιστικῶς λεγόμενον πρὸς τοὺς Φαρισαίους, ἐμφαίνει τὸν λόγον τῷ ἐπιμελῶς ἐγνωκέναι τὸ ὑπ' ἐκείνων ἀγνοούμενον.
- 6.191.1
δι' ὃ καὶ γινώσκων αὐτὸν ὁ βαπτιστὴς οἶδεν ὀπίσω αὐτοῦ ἐρχόμενον τὸν ἐν μέσῳ τυγχάνοντα, τοῦτ' ἔστιν μετ' αὐτὸν καὶ τὴν ὑπ’ αὐτοῦ ἐν τῷ βαπτίσματι διδασκαλίαν ἐπιδημοῦντα τοῖς κατὰ λόγον ἀπολουσαμένοις. οὐ ταὐτὸν δὲ σημαίνεται ἐκ τῆς »ὀπίσω« φωνῆς ἐνθάδε, καὶ ὅταν ὁ Ἰησοῦς πέμπῃ ἡμᾶς ὀπίσω ἑαυτοῦ.
- 6.192.1
ἐκεῖ μὲν μὰρ ἴνα κατ’ ἴχην βαίνοντες αὐτοῦ φθάσωμεν πρὸς τὸν πατέρα, ὀπίσω αὐτοῦ γίνεσθαι κελευόμεθα· ἐνθάδε δὲ ἴνα δηλωθῇ τὸ μετὰ τὰς Ἰωάννου διδασκαλίας (ἐπεὶ οὗτος »ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ«) τοῖς προευτρεπισαμένοις ἐπιδημεῖν προκεκαθαρμένοις διὰ τῶν ἡττόνων καὶ τὸν τέλειον λόγον.
- 6.193.1
προηγουμένως μὲν οὐν ἕστηκεν ὁ πατὴρ ἄτρεπτος καὶ ἀναλλοίωτος ὤν· ἕστηκεν δὲ καὶ ὁ λόγος αὐτοῦ ἀεὶ ἐν τῷ σώζειν, κἂν γένηται σάρξ, κἂν μέσος ᾖ ἀνθρώπων, οὐ καταλαμβανόμενος ἀλλ’ οὐδὲ βλεπόμενος. ἕστηκεν δὲ καὶ διδάσκων, προκαλούμενος πάντας ἐπὶ τὸ πίνειν ἀπὸ τῆς ἀφθόνου πηγῆς αὐτοῦ· » Εἱστήκει γὰρ ὁ Ἰησοῦς καὶ ἔκραζε λέγων· »Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς ἐμὲ καὶ πινέτω«.
- 6.194.1
Τό) Ὁ δὲ Ἡρακλέων τὸ »Μέσος ὑμῶν στήκει« φησὶν ἀντὶ τοῦ Ἤδη πάρεστιν καὶ ἔστιν έν τῷ κόσμῳ καὶ ἐν ἀνθρώποις, καὶ ἐμφανής ἐστιν ἤδη πᾶσιν ὑμῖν. διὰ τούτων δὲ περιαιρεῖ τὸ παρασταθὲν περὶ τοῦ διαπεφοιτηκέναι αὐτὸν δι' ὅλου τοῦ κόσμου.
- 6.195.1
λεκτέον γὰρ πρὸς αὐτόν· πότε γὰρ οὐ πάρεστιν; πότε δὲ οὐκ ἔστιν ἐν τῷ κόσμῳ; καὶ ταῦτα τοῦ εὐαγγελίου λέγοντος· »Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ »ἐγένετος«. καὶ διὰ τοῦτο καὶ οὗτοι, πρὸς οὓς ὁ λόγος ὁ »Ὃν »ὑμεῖς οὐκ οἴδατε«, οὐκ οἴδασιν αὐτόν , ἐπεὶ οὐδέπω τοῦ κόσμου ἐξεληλύθασιν,
- 6.196.1
»ὁ δὲ κόσμος αὐτὸν οὐκ ἔγνω( ποῖον δὲ χρόνον διέλειπεν τοῦ ἐν ἀνθρώποις εἶναι; ἢ οὐκ ἐν Ἡσαΐᾳ ἦν λέγοντι· »Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με« καὶ »Ἐμφανὴς »ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν«; λεγέτωσαν δὲ εἰ μὴ καὶ ἐν Δαβὶδ ἠν, οὐκ ἀφ' αὑτοῦ λέγοντι· »Ἐγὼ δὲ κατεστάθην βασιλεὺς »ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦς«, καὶ ὅσα ἐκ προσώπου Χριστοῦ ἐν ψαλμοῖς ἀναγέγραπται.
- 6.197.1
καὶ τί με δεῖ καθ’ ἕκαστον ἀποδεικνύναι, δυσεξαριθμήτων ὄντων τῶν ἐναργῶς δυναμένων, ὅτι ἀεὶ ἐν ἀνθρώποις ἦν, πρὸς τὸ ἐλέγξαι οὐχ ὑγιῶς εἰρημένον τὸ Ἤδη πάρεστιν καὶ ἔστιν ἐν κόσμῳ καὶ ἐν ἀνθρώποις εἰς δήγησιν παρὰ τῷ Ἡρακλέωνι τοῦ »Μέ- »σος ὑμῶν «; οὐκ ἀπιθάνως δὲ παρ’ αὐτῷ λέγεται ὅτι τὸ »Ὀπίσω μου ἐρχόμενος‘ τὸ πρόδρομον εἶναι τὸν Ἰωάννην τοῦ χριστοῦ δηλοῖ· ἀληθῶς γὰρ ὡσπερεὶ οἰκέτης ἐστὶν προτρέχων τοῦ κυρίου.
- 6.198.1
πολὺ δὲ ἁπλούστερον τὸ »Οὐκ εἰμὶ ἄξιος, »ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος‘ ἐξείληφεν ὅτι οὐδὲ τῆς ἀτιμοτάτης ὑπηρεσίας τῆς πρὸς τὸν χριστὸν ἄξιος εἶναι διὰ τούτων ὁ βαπτιστὴς ὁμολογεὶ. πλὴν μετὰ ταύτην τὴν ἀκδοχὴν οὐκ ἀπιθάνως ὑποβέβληκεν τὸ Οὐκ ἐγώ εἰμι ἱκανός, ἵνα δἰ ἐμὲ κατέλθῃ ἀπὸ μεγέθους καὶ σάρκα λάβῃ ὡς ὑπόδημα, περὶ ἧς ἐγὼ λόγον ἀποδοῦναι οὐ δύναμαι οὐδὲ διηγήσασθαι ἢ ἐπιλῦσαι τὴν περὶ αὐτῆς οἰκονομίαν.
- 6.199.1
ἁδρότερον δὲ καὶ μεγαλοφυέστερον ὁ αὐτὸς Ἡρακλέων κόσμον τὸ ὑπόδημα ἐκδεξάμενος μετέστη ἐπὶ τὸ ἀσεβέστερον ἀποφήνασθαι ταῦτα πάντα δεῖν ἀκούεσθαι καὶ περὶ τοῦ προσώπου τοῦ διὰ τοῦ Ἰωάννου νοουμένου.
- 6.200.1
οἴεται γὰρ τὸν δημιουργὸν τοῦ κόσμου ἐλάττονα ὄντα τοῦ χριστοῦ τοῦτο ὁμολογεῖν διὰ τούτων τῶν λέξεων, ὅπερ ἐστὶν πάντων ἀσεβέστατον· ὁ γὰρ Πέμψας αὐτὸν πατήρ, ὁ τῶν ζώντων θεός, ὡς αὐτὸς Ἰησοῦς μαρτυρεῖ, τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, ὁ διὰ τοῦτο κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι πεποίηκεν αὐτά, οὑτος καὶ μόνος ἀγαθὸς καὶ μείζων τοῦ πεμφθέντος.
- 6.201.1
εἰ δὲ καί, ὡς προειρήκαμεν, ἁδρότερον νενόηται καὶ πᾶς ὁ κόσμος ὑΠόδημα εἶναι τοῦ Ἰησοῦ τῷ Ἡρακλέωνι, ἀλλ' οὐκ οἶμαι δεῖν συγκατατίθεσθαι. πῶς γὰρ μετὰ τῆς τοιαύτης ἐκδοχῆς σωθήσεται τὸ »Οὐρανός μοι θρόνος, ἡ δὲ γῆς ὑποπόδιον τῶν ποδῶν μου«, μαρτυρούμενον ὡς περὶ τοῦ πατρὸς εἰρημένον ὑπὸ τοῦ Ἰησοῦ; »Μὴ γὰρ ὀμόσητε, φησί, τὸν οὐρανόν, ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ, »μηδὲ τὴν γῆν, ὅτι ὑΠοπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ‘.
- 6.202.1
πῶς δὲ μετὰ τοῦ τὸν κόσμον κόσμον ὑπόδημα νοεῖσθαι τοῦ Ἰησοῦ παραστῆσαι δυνήσεται τὸ »Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ »πληρῶ; λέγει κύριος«; πλὴν ἄξιον ἐπιστῆσαι πότερον τῷ τὸν λόγον καὶ τὴν σοφίαν διαπεφοιτηκέναι δι' ὅλου τοῦ κόσμου, τὸν δὲ πατέρα ἐν τῷ υἱῷ εἶναι, ὡς Παρεθέμεθα, τὰ ῥητὰ δεῖ νοῆσαι, ἢ ὁ προηγουμένως περιζωσάμενος πᾶσαν τὴν κτίσιν παρὰ τὸ τὸν υἱὸν εἶναι ἐν αὐτῷ ἐχαρίσατο τῷ σωτῆρι, ὡς μετ’ αὐτὸν δευτέρῳ καὶ θεῷ λόγῳ τυγχάνοντι, δι' ὅλης ἐφθακέναι τῆς κτίσεως.
- 6.203.1
καὶ μάλιστα τοῖς δυναμένοις κατανοεῖν τὴν τοῦ τηλικούτου οὐρανοῦ ἀδιάλειπτον κίνησιν , ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς συμπεριάγοντος ἑαυτῷ τὸ τοσοῦτο τῶν ἀστέρων πλῆθος, ἄξιον ἔσται ζητήσεως περὶ τοῦ τίς ἡ ἐνυπάρχουσα δύναμις τοσαύτη καὶ τηλικαύτη τῷ παντὶ κόσμῳ. ἕτερον γὰρ παρὰ τὸν πατέρα καὶ τὸν υἱὸν ταύτην τολμῆσαι εἰπεῖν μήποτε οὐκ ἔστιν εὐσεβές.
- 6.203.2
Ι, 28 Ταῦτα ἐν Βηθαβαρᾷ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.
- 6.204.1
Ὅτι μὲν σχεδὸν ἐν πᾶσι τοῖς ἀντιγράφοις κεῖται· »Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο« οὐκ ἀγνοοῦμεν, καὶ ἔοικεν τοῦτο καὶ ἔτι πρότερον γεγονέναι· καὶ παρὰ Ἡρακλέωνι γοῦν »Βηθανίαν« ἀνέγνωμεν. ἐπείσθημεν δὲ μὴ δεῖν »Βηθανίᾳ« ἀναγινώσκειν, ἀλλὰ »Βηθαβαρᾷ«, γενόμενοι ἐν τοῖς τόποις ἐπὶ ἱστορίαν τῶν ἰχνῶν Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ τῶν προφητῶν.
- 6.205.1
Βηθανία γάρ, ὡς ὁ εὐαγγελιστής φησιν, ἡ πατρὶς Λαζάρου καὶ Μάρθας καὶ Μαρίας, ἀπέχει τῶν Ἱεροσολύμων σταδίους δέκα πέντε· ἧς πόρρω ἐστὶν ὁ Ἰορδάνης ποταμὸς ὡς ἀπὸ σταδίων πλατεῖ λόγῳ ἑκατὸν ὀγδοήκοντα. ἀλλ' οὐδὲ ὁμώνυμος τῇ Βηθανίᾳ τόπος ἐστὶν περὶ τὸν Ἰορδάνην· δείκνυσθαι δὲ λέγουσι παρὰ τῇ ὄχθῃ τοῦ Ἰορδάνου τὰ Βηθαβαρᾶ, ἔνθα ἱστοροῦσιν τὸν Ἰωάννην βεβαπτικέναι.
- 6.206.1
ἔστιν τε ἡ ἑρμηνεία τοῦ ὀνόματος ἀκόλουθος τῷ βαπτίσματι τοῦ ἑτοιμάζοντος κυρίῳ λαὸν κατεσκευασμένον· μεταλαμβάνεται γὰρ εἰς οἶκον , ἡ δὲ Βηθανία εἰς οἶκον . ποῦ γὰρ ἀλλαχόσε ἐχρῆν βαπτίζειν τὸν ἀποσταλέντα ἄγγελον πρὸ προσώπου τοῦ χριστοῦ, κατασκευάσαι τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ, ἢ εἰς τὸν τῆς κατασκευῆς ;
- 6.207.1
ποία δὲ οἰκειοτέρα πατρὶς τῇ τὴν ἀγαθὴν μερίδα ἐκλεξαμένῃ μὴ ἀφαιρουμένην αὐτῆς Μαριὰμ καὶ τῇ περισπωμένῃ διὰ τὴν Ἰησοῦ ὑποδοχὴν Μάρθᾳ καὶ τῷ τούτων ἀδελφῷ φίλῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένῳ Λαζάρῳ, ἢ Βηθανία ὁ τῆς ὑπακοῆς οἶκος«; οὐ καταφρονητέον οὖν τῆς περὶ τὰ ὀνόματα ἀκριβείας τῷ ἀπαραλείπτως βουλομένῳ συνιέναι τὰ ἅγια γράμματα.
- 6.208.1
Τὸ μέντοι γε ἡμαρτῆσθαι ἐν τοῖς Ἑλληνικοῖς ἀντιγράφοις τὰ περὶ τῶν ὀνομάτων πολλαχοῦ καὶ ἀπὸ τούτων ἄν τις πεισθείη ἐν τοῖς εὐαγγελίοις. ἡ περὶ τοὺς ὑπὸ τῶν δαιμονίων κατακρημνιξομένους καὶ ἐν τῇ θαλάσσῃ συμπνιγομένους μένους χοίρους οἰκονομία ἀναγέγραπται γεγονέναι ἐν τῇ
- 6.209.1
χώρᾳ τῶν Γερασηνῶν, Γέρασα δὲ τῆς Ἀραβίας ἐστὶν πόλις, οὔτε θάλασσαν οὔτε λίμνην πλησίον ἔχουσα. καὶ οὐκ ἂν οὕτως προφανὲς ψεῦδος καὶ εὐέλεγκτον οἱ εὐαγγελισταὶ εἰρήκεισαν, ἄνδρες ἐπιμελῶς γινώσκοντες τὰ περὶ τὴν Ἰουδαίαν. ἐπεὶ δὲ ἐν εὔρομεν·
- 6.210.1
»Εἰς τὴν χώραν τῶν Γαδαρηνῶν« καὶ πρὸς τοῦτο λεκτέον. Γάδαρα γὰρ πόλις μέν ἐστιν τῆς Ἰουδαίας, περὶ ἣν τὰ διαβόητα θερμὰ τυγχάνει, λίμνη δὲ κρημνοῖς παρακειμένη οὐδαμῶς έστιν ἐν αὐτῇ <ἢ> θάλασσα.
- 6.211.1
ἀλλὰ Γέργεσα, ἀφ’ ἧς οἱ πόλις ἀρχαία περὶ τὴν νῦν καλουμένην Τιβερίαδα λίμνην, περὶ ἣν κρημνὸς παρακείμενος τῇ λίμνῃ, ἀφ’ οὗ δείκνυται τοὺς χοίρους ὑπὸ τῶν δαιμόνων καταβεβλῆσθαι. ἑρμηνεύεται δὲ ἡ ἐργεσα >παροικία ἐκβεβληκότων<, ἐπώνυμος οὖσα τάχα προφητικῶς οὗ περὶ τὸν πεποιήκασιν παρακαλέσαντες αὐτὸν μεταβῆναι ἐκ τῶν ὁρίων αὐτῶν οἱ τῶν χοίρων πολῖται.
- 6.212.1
Τὸ δ' ὅμοιον περὶ τὰ ὀνόματα σφάλμα πολλαχοῦ τοῦ νόμου καὶ τῶν προφητῶν ἔστιν ἰδεῖν., ὡς ἠκριβώσαμεν ἀπὸ Ἑβραίων μαθόντες, καὶ τοῖς ἀντιγράφοις αὐτῶν τὰ ἡμέτερα συγκρίναντες, μαρτυρηθεῖσιν ὑπὸ τῶν μηδέπω διαστραφεισῶν ἐκδόσεων Ἀκύλου καὶ Θεοδοτίωνος καὶ Συμμάχου.
- 6.213.1
ὀλίγα τοίνυν παραθησόμεθα ὑπὲρ τοῦ τοὺς φιλομαθεῖς ἐπιστρεφεστέρους γενέσθαι περὶ ταῦτα· εἷς τῶν υἱῶν Λευΐ ὁ πρῶτος † Γεσὼν έν τοῖς πλείστοις τῶν ἀντιγράφων ὠνόμασται ἀντὶ τοῦ Γηρσών, ὁμώνυμος τυγχάνων τῷ πρωτοτόκῳ Μωσέως, ἑκατέρων διὰ τὴν παροικίαν ἐν γῇ ἀλλοτρίᾳ γεννηθέντων τοῦ ὀνόματος ἑτοίμως κειμένου.
- 6.214.1
πάλιν τῷ Ἰούδᾳ παρ' ἡμῖν μὲν ὁ δεύτερος Αὐνὰν εἶναι λέγεται, παρὰ δὲ Ἑβραίοις Ὠνάν ἐστι, ;> πόνος . πρὸς ἐν ταῖς ἀπάρσεσιν τῶν υἱῶν Ἰσραὴλ ἐν τοῖς Ἀριθμοῖς εὕρομεν ὅτι »Ἀπῄραν ἐκ Σοχὼθ καὶ παρενέβαλον εἰς Βουθάν«· τὸ δὲ Ἑραϊκὸν ἀντὶ Βουθὰν † »Αἰμὰν« λέγει.
- 6.215.1
καὶ τί με δεῖ διατρίβοντα πλείονα πα- ρατίθεσθαι, παρόντος τῷ βουλομένῳ τοῦ ἐξετάζειν καὶ γινώσκειν τὰ κατὰ τὰ ὀνόματα ἀληθῆ; μάλιστα δὲ ὑποπτευτέον τοὺς τόπους τῶν γραφῶν, ἔνθα κατάλογός ἐστιν ἅμα ὀνομάτων πλειόνων, ὡς ἐν τῷ Ἰησοῦ τὰ περὶ τῆς κληροδοσίας, καὶ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ἀρχῆθεν ἑξῆς μάρι τῶν ἐγγύς που περὶ τὸν Ἀνάν· ὁμοίως δὲ καὶ ἐν τῷ Ἔσδρᾳ.
- 6.216.1
καὶ οὐ κατφρονητέον τῶν ὀνομάτων, πραγμάτων σημαινομένων ἀπ’ αὐτῶν χρησίμων τῇ τῶν τόπων ἑρμηνείᾶ. οὐκ εὔκαιρον δὲ νῦν τὸν περὶ τῆς θεωρίας τῶν ὀνομάτων ἐξετάσαι λόγον, ἀφέμενον τῶν προκειμένων.
- 6.217.1
Ἴδωμεν τοίνυν τὰ τῆς εὐαγγελικῆς λέξεως. Ἰορδάνης μὲν ἑρμηνεύεται Κατάβασις . τούτῳ δέ, ἵν' οὕτως εἴπω, γειτνιᾷ τὸ ὄνομα τοῦ Ἰαρέδ, ὃ καὶ αὐτὸ ἑρμηνεύεται , ἐπειδήπερ γεγένηται τῷ Μαλελεήλ, ὡς έν τῷ Ἑνὼχ γέγραπται, εἴ τῳ φίλον παραδέχεσθαι ὡς ἅγιον τὸ βιβλίον, ταῖς ἡμέρεαις τῆς τῶν υἱῶν τοῦ θεοῦ καταβάσεως ἐπὶ τὰς θυγατέρας τῶν ἀνθρώπων· ἥντινα κατάβασιν αἰνίσσεθαί τινες ὑπειλήφασιν τὴν τῶν ψυχῶν κάθοδον ἐπὶ τὰ σώματα, θυγατέρας ἀνθρώπων τροπικώτερον τὸ γήϊνον σκῆνος λέγεσθαι ὑπειληφότες.
- 6.218.1
εἰ δὲ τοῦρ' οὕτως ἔχει, τίς ἂν εἴη ποταμὸς κατάβασις , ἐφ’ ὃν ἐρχόμενον καθαίρεσθαι δεῖ οὐκ ἰδίαν κατάβασιν καταβεβηκότα, ἀλλὰ τὴν τῶν ἀνθρώπων, ἢ ὁ σωτὴρ ἡμῶν διορίζων τοὺς ὑπὸ Μωσέως κληροδοτουμένους ἀπὸ τῶν διὰ Ἰησοῦ τὰς οἰκείους ἀπολαμβανόντων μερίδας;
- 6.219.1
τούτου δὴ τοῦ διὰ τοῦ] καταβεβηκότος ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν , ὡς ἐν ψαλμοῖς εὕρομεν, τὴν πόλιν τοῦ θεοῦ, οὐ τὴν αἰσθητὴν Ἱερουτσαλήμ οὐ ἔχει παρακείμενον ποταμόν), ἀλλὰ τὴν ἄμωμον τοῦ θεοῦ ἐκκλησίαν, οἰκοδομουμένην »ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφη- τῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἱησοπυ« τοῦ κυρίου ἡμῶν.
- 6.220.1
Ἰορδάνην μέντοι γε νοητέον τὸν τοῦ θεοῦ λόγον τὸν γενόμενον καὶ σκηνώσαντα ἐν ἡμῖν, Ἰησοῦν δὲ τὸν κληροδοτήσαντα ὃ ἀνείληφεν ἀνθρώπινον, ὅπερ ἐστὶν καὶ »ἀκρογωνιαῖος λίθος«, ὃς καὶ αὐτὸς ἐν τῇ θεότητι τοῦ υἱοῦ τοῦ θεοῦ γενόμενος τῷ ἀνειλῆφθαι ὑπ' αὐτοῦ λούεται, καὶ τότε χωρεῖ τὴν ἀκέραιον καὶ ἄδολον περιστερὰν τοῦ πνεύματος, συνδεδεμένην αὐτῷ καὶ μηκέτι ἀποπτῆναι δυναμένην· »Ἐφ' ὅν, γάρ φησιν, ἐὰν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ »αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων έν πνεύματι ἁγίῳ«, διὰ τοῦτο λαβὼν τὸ πνεῦμα μένον ἐπ’ αὐτόν, ἴν έν αὐτῷ μείναντι βαπτίζειν τοὺς ἐρχομένους αὐτῷ δυνηθῇ.
- 6.221.1
»πέραν δὲ τοῦ Ἰορδάνου«, κατὰ τὰ ἔξω τῆς Ἰουδαίας νεύοντα κλίματα έν τῇ Βηθαβαρᾷ, βαπτίζει ὁ Ἰωάννης, πρόδρομος ὣν τοῦ ἐληλυθότος καλέσαι οὐ »δικαίους ἀλλὰ ἁμαρτωλούς«, διδάσκοντος μὴ χρείαν ἔχειν τοὺς ἐσχύοντας ἰατρῶν ἀλλὰ τοὺς κακῶς ἔχοντας· καὶ γὰρ »εἰς ἄφεσιν ἁμαρτιῶν« τὸ λουτρὸν δίδοται.
- 6.222.1
Εἰκὸς δέ τινα τὰς διαφόρους ἐπινοίας τοῦ σωτῆρος μὴ νενοηκότα προσκόψειν τῇ ἀποδοθείσῃ περὶ τοῦ Ἰορδάνου ἑρμηνείᾳ, διὰ τὸ λέγειν τὸν Ἰωάννην· »Ἐρὼ βαπτίζω έν ὕδατι, ὁ δὲ ἐρχόμενος »μετ' ἐμὲ ἐσχυρότερός μού έστιν. αὐτὸς ὑμᾶς βαπτίσει έν πνεύματι »ἁτίῳ«.
- 6.223.1
πρὸς ὃν λεκτέον ὅτι ὥσπερ ποτὸν τυγχάνων ὁ τοῦ θεοῦ λόγος οἷς μέν ἐστιν ὕδωρ, ἑτέροις δὲ οἶνος εὐφραίνων καρδίαν ἀνρθρώ που, ἄλλοις δὲ αἷμα διὰ τὸ »'Εὰν μὴ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε »ζωὴν ἐν ἑαυτοῖς«· ἀλλὰ καὶ τροφὴ λεγόμενος οὐ κατὰ τὸ αὐτὸ νοεῖται ἄρτος ζῶν καὶ σάρξ· οὕτως ὁ αὐτός ἐστιν βάπτισμα ὕδατος καὶ πνεύματος καὶ πυρός, τισὶν δὲ καὶ αἵματος.
- 6.224.1
περὶ δὲ τοῦ τελευταίου βαπτίσματος, ὥς τινές φασιν, φησὶν έν τῷ »Βάπτισμα »ἔχω βαπτισθήναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ‘; τούτῳ τε συμφώνως ἐν τῇ ἐπιστολῇ ὁ μαθητὴς Ἰωάννης τὸ πνεῦμα καὶ ὕδωρ καὶ τὸ ἀνέγραψεν ἀνέγραψεν τὰ τρία εἰς ἓν γινόμενα. καὶ ὁδὸς δέ που Λαὶ θύρα εἶναι ὁμολογῶν, σαφής ἐστιν μηδέπω τυγχάνων θύρα ᾧ ὁδός ἐστιν, ἐστιν, καὶ μηκέτι ὁδὸς ᾧ ἔδη θύρα.
- 6.225.1
πάντες οὖν οἱ στοιχειούμενοι τῇ ἀρχῇ τῶν λογίων τοῦ θεοῦ, τῇ φωνῇ τοῦ ἐν τῇ ἐρήμῳ βοῶντος· »Εὐθύνατε τὴν ὁδὸν κυρίου« προσιόντες, »πέραν τοῦ Ἰορ- »δάνου« τυγχανούσῃ παρὰ τῷ >οἴκῳ τῆς , πρὸς τὸ δυνηθῆναι διὰ τῆς προετοιμασίας χωρῆσαι τὸν πνευματικὸν λόγον ἐγγινόμενον διὰ τοῦ φωτισμοῦ τοῦ πνεύματος.
- 6.226.1
ἐχομένως δὴ τοῦ προκειμένου τὰ περὶ τοῦ Ἰορδάνου συνάγοντες ἀκριβέστερον τὸν ποταμὸν νοήσομεν. ὁ θεὸς τοίνυν διὰ Μωσέως διαβιβάζει τὸν λαὸν τὴν ἐρυθρὰν θάλασσαν , αὐτὸ τὸ ὕδωρ αὐτοῖς ποιήσας τεῖχος ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, διὰ δὲ τοῦ Ἰησοῦ(??)τὸν Ἰορδάνην.
- 6.227.1
Ἐντυχὼν δὲ τῇ γραφῇ ὁ Παῦλος, οὐκέτι κατὰ τὴν σάρκα στρατευόμενος αὐτῆς ᾔδει γὰρ ὅτι »ὁ νόμος πνευματικός ἐστιν«) πνευματικῶς διδάσκει ἡμᾶς ἐξειληφέναι τὰ τῆς κατὰ τὴν ἐρυθρὰν θάλασσαν διόδου λέγων ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ· »Οὐ θέλω »γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμὼν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντυες εἰς τὸν Μωυσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον κοὶ πάντες τὸ τι πνευ- »ματικὸν ἔπιον πόμα· επινον τὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέ- »τρας·
- 6.228.1
ἡ πέτρα δὲ ἦν ὁ χρωτός( οἷς ἀκολούθως καὶ ἡμεῖς αἰτήσωμεν λαβεῖν ἀπὸ τοῦ θεοῦ τὸ νοῆσαι πνευματικῶς τὴν διὰ Ἰησοῦ δίοδον τοῦ Ἰορδάνου, λέγοντες ὅτι εἶπεν ἂν καὶ περὶ ταύτης ὁ Παῦλος· οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες διὰ τοῦ Ἰορδάνου διῆλθον, καὶ πάντες εἰς τὸν Ἰησοῦν ἐβαπτίσαντο ἐν τῷ πνεύματι καὶ τῷ ποταμῷ.
- 6.229.1
τύπος δὲ ὁ διαδεξάμενος ἠν Μωσῆν Ἰησοῦς τοῦ διαδεξαμένου τὴν διὰ τοῦ νόμου οἰκονομίαν τῷ εὐαγγελικῷ κηρύγματοι Ἰησοῦ τοῦ χριστοῦ· διόπερ εἰ καὶ πάντες ἐκεῖνοι εἰς Μωσῆν βαπτίζονται ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, πικρὸν μέν τι ἔχει καὶ ἁλμυρὸν τὸ ἐκείνων βάπτισμα, ἔτι φοβουμένων τοὺς ἐχθροὺς παρ’] αὐτῶν, καὶ ἀναβοώντων πρὸς τὸν κύριον καὶ τῷ Μωσῇ λεγόντων· Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν Αἰγύπτῳ ἐξήγαγες ημᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ· τί τοῦτο ἐποίησας ἡμῖν, ἐξαγαγὼν ἐξ »Αἰγύπτου«;
- 6.230.1
τὸ τὸ δὲ Ἰησοῦν Ἰησοῦν βάπτισμα έν τῷ ἀληθῶς γλυκεῖ καὶ ποτίμῳ ποταμῷ πολλὰ ἔχει παρ’ ἐκεῖνο ἐξαίρετα, ἤδη τρανουμένης καὶ πρέπουσαν τάξιν λαμβανούσης τῆς θεοσεβείας· κιβωτὸς γὰρ τῆς διαθήκης κυρίου τοῦ θεοῦ ἡμῶν καὶ ἱερεῖς καὶ Λευῖται προπορεύονται, τοῦ λαοῦ ἑπομένου τοῖς θεραπευταῖς τοῦ θεοῦ, κἀκείνου δὲ τοῖς χωροῦσιν τὴν περὶ ἁγνείας ἐντολήν. Ἰησοῦς δὲ λέγει τῷ λαῷ· »Ἁγ- »νίσασθε εἰς τὴν αὔριον, ποιήσει ἐν ἡμῖν κύριος θαυμάσια«.
- 6.231.1
καὶ τοῖς ἱερεῦσι μετὰ τῆς κιβωτοῦ τῆς διαθήκης κελεύει προπορεύεσθαι ἔμπροσθεν τοῦ λαοῦ, ὅτε καὶ τὸ μυστήριον τῆς τοῦ πατρὸς πατρὸς τὸν υἱὸν οἰκονομίας ἐμφαίνεται, ὑπερυψούμενον ὑπ' αὐτοῦ διδόντος χάρισμα »Ἵν' ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ »ἐπιγείων καὶ καταχθονίων , καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὄτι »κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός«.
- 6.232.1
διὰ γὰρ τούτων δηλοῦται ἐν τῷ Ἰησοῦ ἀναγεγραμμένων ταῦτα· Καὶ εἶπεν κύριος »πρὸς Ἰησοῦν· Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρξομαι ὑψῶσαί σε κατενώπιον »τῶν υἱῶν Ἰσραήλ«. καὶ ἀκουστέον τοῦ κυρίου ἡμῶν Ἰησοῦ λέγοντος τοῖς υἱοῖς ἰσραήλ· »Προσαγάγετε ὡδε καὶ ἀκούσετε τὸ ῥῆμα κυρίου »τοῦ θεοῦ ἡμῶν· ἐν τούτῳ γνώσεσθε, ὅτι θεὸς ζῶν ἐν ὑμῖν ἐστιν‘· έν γὰρ τῷ βαπτίσασθαι εἰς Ἰησοῦν γνωσόμεθα ὅτι θεὸς ζῶν ἐν ἡμῖν ἐστιν.
- 6.233.1
Κἀκεῖ μὲν τὸ πάσχα ποιήσαντες έν Αἰγύπτῳ ἀρχὴν τῆς ἐξόδου ποιοῦνται παρὰ δὲ τῷ Ἰησοῦ μετὰ τὴν δίοδον τοῦ Ἰορδάνου, τῇ δεκάτῃ τοῦ πρώτου μηνὸς κατεστρατοπέδευσαν ἐν Γαλγάλοις, ὄτε πρῶτον ἔδει λαβόντα τὸ πρόβατον ἐπονομάσαι τοὺς εὐωχηθησομένους μετὰ τὸ Ἰησοῦ βάπτισμα. καὶ τῇ ἀκροτόμῳ πέτρᾳ ὑπὸ Ἰησοῦ οἱ υἱοὶ Ἰσραήλ, ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου, περιτέμνονται· τὸν τὸν ὀνειδισμὸν τῆς Αἰγύπτου ἀφελεῖν κύριος τῇ ἡμέρᾳ τοῦ εἰς Ἰησοῦν βαπτίσματος, ὅτε Ἰησοῦς περιεκάθαιρεν τοὺς υἱοὺς Ἰσραήλ.
- 6.234.1
γέγραπται γάρ· »Καὶ εἶπεν κύριος τῷ Ἰησοῦ υἱῷ »Ναυῆ· Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ »ὑμῶν«. τότε ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, πολλῷ τοῦ έν Αἰγύπτῳ ἱλαρώτερον, ὅτε καὶ ἔφαγον ἀπὸ τοῦ σίτου τῆς ἁγίας γῆς ἄζυμα καὶ νέα, τροφὴν τοῦ μάννα κρείττονα.
- 6.235.1
οὐ γὰρ ὅτε τὴν κατ’ ἐπαγγελίαν γῆν ἀπειλήφασιν τοῖς ἐλάττοσιν αὐτοὺς ἑστιᾷ θεός, οὐδὲ διὰ τοῦ τηλικούτου Ἰησοῦ ὑποδεεστέρου ἄρτου τυγχάνουσιν. τοῦτ’ τοῦτ' σαφὲς τῷ τὴν ἀληθῆ ἁγίαν νοήσαντι γῆν καὶ τὴν ἄνω Ἰερουσαλήμ. διὰ τοῦτο καὶ έν τῷ αὐτῷ εὐαγγελίῳ κεῖται· »Οἱ πατέρες ἐν τῇ
- 6.236.1
ἐρήμῳ ἔφαγον τὸ μάννα καὶ »ἀπέθανον· ὁ φαγὼν τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα«. τὸ μὲν γὰρ μάννα, εἰ καὶ ἀπὸ τοῦ θεοῦ διδόμενος, ἄρτος ἠν προκοπῆς, ἄρτος τοῖς ἔτι παιδαγωγουμένοις χορηγούμενος, ἄρτος τοῖς ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἁργονιώτατος. ὁ δὲ ἐν τῇ ἁγίᾳ γῇ νέος ἀπὸ σίτου τῆς γῆς Ἰησοῦ προξενοῦντος θεριζόμενος, ἄλλων μὲν κεκοπιακότων, τῶν δὲ μαθητῶν αὐτοῦ θεριζόντων, ἄρτος ἦν ἐκείνου ζωτικώτερος, τοῖς τὴν πατρῴαν κληρονομίαν διὰ τὴν τελειότητα δεῖ] ἀπολαβεῖν δυναμένοις ἀποδιδόμενος.
- 6.237.1
διόπερ ὁ μὲν ἐκείνῳ ἔτι παιδευόμενος τῷ ἄρτῳ † τὸ λόγῳ θάνατον δέξασθαι δύναται, ὁ δὲ φθάσας ἐπὶ τὸν μετ’ ἐκεῖνον ἄρτον φαγὼν αὐτὸν ζήσεται εἰς τὸν αἰῶνα. ταῦτα δὲ πάντα οὐκ ἀκαίρως οἶμαι παρατεθεῖσθαι, τοῦ παρὰ τῷ Ἰορδάνῃ βαπτίσματος, ἐν Βηθαβαρᾷ ὑπὸ Ἰωάννου γινομένου, ἐξεταζομένου.
- 6.238.1
Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι μέλλῶν ἀναλαμβάνεσθαι Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν, λαβὼν τὴν μηλωτὴν αὐτοῦ καὶ εἰλήσας ἐπάταξεν τὸ ὕδωρ, ὅπερ διῃρέθη ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι, δηλονότι αὐτὸς καὶ ὁ Ἐλισαῖος· ἐπιτηδειότερος γὰρ πρὸς τὸ ἀναληφθῆναι γεγένηται ἐν τῷ Ἰορδάνῃ βαπτισάμενος, ἐπεὶ τὴν δἰ ὕδατος παραδοξοτέραν διάβασιν βάπτισμα, ὡς προπαρεθέμεθα, ὠνόμασεν ὁ Παῦλος.
- 6.239.1
διὰ τὸν αὐτὸν δὴ τοῦτον Ἰορδάνην χωρεῖ ὃ βεβούληται χάρισμα διὰ Ἠλίου ὁ Ἐλισαῖος λαβεῖν, εἰπών· »Γενηθήτω Γενηθήτω δὴ διπλᾶ έν πνεύματί σου ἐπ' ἔμέ«. καὶ τάχα διὰ τοῦτο διπλοῦν ἔλαβεν τὸ χάρισμα ἐν πνεύματι Ἠλίου ἐφ’ ἑαυτόν, ἐπεὶ δὶς διῆλθεν τὸν Ἰορδάνην, ἅπαξ μὲν μετὰ τοῦ Ἠλίου, δεύτερον δὲ ὅτε λαβὼν τὴν μηλωτὴν τοῦ Ἠλίου ἐπάταξεν τὸ ὕδωρ, καὶ εἶπεν »Ποῦ ὁ Θεὸς Ἠλίου ἀφφώ; καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διεῖλεν ἔνθα καὶ ἔνθα«.
- 6.240.1
ἐὰν δέ τις προσκόπτῃ τῷ »Ἐπάταξεν τὸ ὕδωρ‘ διὰ τὰ παραδεδομένα ἡμῖν περὶ τοῦ Ἰορδάνου, ὃς τύπος ἦν τοῦ τὴν κατάβασιν ἡμῶν καταβάντος λόγου, λεκτέον ὄτι παρὰ τῷ ἀποστόλῳ σαφῶς ἡ πέτρα Χριστὸς ἦν ἥτις τῇ ῥάβδῳ δὶς πλήσσεται, ἴνα δυνηθῶσιν πιεῖν ἀπὸ τῆς »πενυματικῆς ἀκολουθούσης πέτρας«.
- 6.241.1
ἔστιν οὐν τις καὶ ἀγαπώντων πληγὴ ἐν τῇ ἐπαπορήσει πρὶν μαθεῖν τὸ ζητούμενον τὰ ἐναντία προφερομένων τῷ τοῦ λόγου συμπεράσματι, ὧν ἀπαλλάττων ἡμᾶς ὁ θεὸς ὅπου μὲν διψῶσιν δίδωσιν ποτόν, ὅπου δὲ τὸ τον ἡμῖν καὶ ἀχώρητον διὰ τὸ βάθος διοδευτὸν τῇ διαιρέσει τοῦ λόγου παρασκευάζει, τῶν πλείστων τῷ διαιρετικῷ λόγῳ ἡμῖν σαφηνιζομένων.
- 6.242.1
Ἔτι δἒ εἰς τὸ παραδέφασθαι τὴν περὶ τοῦ ποτιμωτάτου καὶ χαριστικωτάτου Ἰορδάνου ἑρμηνείαν, χρήσιμον παραθέσθαι τόν τε ἀπὸ τῆς λέπρας καθαριζόμενον Ναιμὰν τὸν Σύρον, καὶ τὰ λεγό- μενα περὶ τῶν παρὰ τοῖς πολεμίοις τῆς θεοσεβείας ποταμῶν.
- 6.243.1
περὶ μὲν οὖν Ναιμὰν γέγραπται ὅτι »Ἦλθεν ἐν ἵππῳ καὶ ἅρματι, καὶ ἔστη »ἐπὶ θύραις οἴκου Ἐλισαιέ. καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς »αὐτὸν λέγων· Πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέφει »ἡ σάρξ σού σοι καὶ καθαρισθήσῃ«. ὅτε καὶ θυμοῦται Ναιμάν, οὐ νοῶν ὅτι ὁ Ἰορδάνης ἡμῶν ἐστιν ὁ ἀπολύων τοὺς διὰ τὴν λέπραν ἀκαθάρτους τῆς ἀκαθαρσίας καὶ ἰώμένος, οὐχὶ δὲ ὁ προφήτης· προφήτου γὰρ ἔργον πέμψαι ἐπὶ τὸ θεραπεῦον.
← Previous · Next → — showing 701–800 of 2,967
First Thousand Years of Greek. CTS URN tlg2042.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.