Ancient Textssearch the texts themselves, not just their titles

← All works

Commentarii in Evangelium Joannis

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,967 sections

  1. 6.52.1

    οἱ δὲ ἀπὸ τῶν Φαρισαίων ἀπεσταλμένοι οὐδὲν περιεργασαμένων πρὸς τὰ εἰρημένα 〈ὑπὸ〉 τῶν Λευϊτῶν καὶ ἱερέων, οἱονεὶ ὑβριστικὰς καὶ ἀνοητοτέρας προσάγουσι τῷ βαπτιστῇ φωνὰς διὰ τοῦ »Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας »οὐδὲ ὁ προφήτης;‘ καὶ σχεδὸν οὐ μαθεῖν βουλόμενοι ὡς οἱ προειρημένοι ἱερεῖς καὶ Λευῖται ἀποστέλλουσιν, ἀλλὰ κωλῦσαι ἀπὸ τοῦ βαπτίξειν ἴσως οἰόμενοι οὐδενὸς ἑτέρου ἔργον τυγχάνειν τὸ βαπτίζειν ἢ Χριστοῦ καὶ Ἠλίου καὶ τοῦ προφήτου.

  2. 6.53.1

    καὶ πανταχοῦ ἐπιμέλειαν τὸν ἀκριβῶς ἐντευξόμενον τῇ γραφῇ ποιητέον, τηρεῖν ἀναγκαίου ὄντος τὰ λεγόμενα ὑπὸ τίνων καὶ πότε λέγεται, ἵν᾿ εὑρίσκωμεν τὸ τοῖς προσώποις ἁρμοζόντως περιτεθεῖσθαι λόγους δι’ ὅλων τῶν ἁγίων βιβλίων.

  3. 6.53.2

    Ι, 19-20 Τότε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσλύμων ἱερεῖς καὶ Λευΐιτας, ἵνα ἐρωτήσωσιν αὐτὸν· Σὺ τίς εἶ; καὶ ὡμολόγησε καὶ οὐκ ἠρνήσατο, καὶ ὡμοόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.

  4. 6.54.1

    Καὶ τίνας ἐχρῆν πρεσβύτας πεπέμφθαι πρὸς τὸν Ιωάννην ἀπὸ Ἰουδαίων καὶ πόθεν ἢ τοὺς διαφέρειν νενομισμένους κατ ἐκλογὴν θεοῦ ἀπὸ τοῦ ἐξειλεγμένου παρὰ πᾶσαν τὴν λεγομένην γῆν ἀγαθῆν τόπου Ἱεροσολύμων, ἔνθα ὁ ναὸς ἦν τοῦ θεοῦ; Ἰωάννου μὲν οὖν μετὰ τοσαύτης πυνθάνονται τιμῆς· περὶ Χριστοῦ δὲ οὐδὲν τοιοῦτον ἀναγέγραπται γεγονέναι ὑπὸ ἱουδαίων· ἀλλ’ ὅπερ Ἰουδαῖοι πρὸς Ἰωάννην ποιοῦσι, τοῦτο Ἰωάννης πρὸς Χριστὸν διὰ τῶν ἰδίων μαθητῶν πυνθανόμενος· »Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;«

  5. 6.55.1

    καὶ Ἰωάννης μὲν πρὸς τοὺς ἐληλυθότας ὁμολογήσας καὶ μὴ ἀρνησάμενος ὕστερον τὸ »Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ« ἀποφαίνεται· Χριστὸς δὲ τὴν ἀπόκρισιν ποιεῖται ὡς μείζονα τὴν μαρτυρίαν Ἰωάννου ἔχων λόγοις καὶ ἔργοις φάσκων· »Πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ »ἃ βλέπετε καὶ ἀκούετε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσι, »λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, πτωχοὶ εὐαγγελίζοντα«. περὶ ὧν εὐκαιρότερον, θεοῦ διδόντος, ἐν τοῖς οἰκείοις διαληψόμεθα τόποις.

  6. 6.56.1

    ἴσως δ᾿ ἂν οὐκ ἀλόγως τις ἐπιστήσειε τί δήποτε τῶν ἱερἐων καὶ Λευϊτῶν πυνθανομένων Ἰωάννου οὐχὶ εἰ αὐτὸς εἴη ὁ χριστός, ἀλλὰ »Σὺ τίς εἶ;« ἀποκρίνεται ὁ βαπτιστὴς οὐχ ὅπερ ἐχρῆν πρὸς τὸ »Σὺ »τίς εἶ;« »Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«· ἀλλ᾿ ὅπερ οἰκείως ἂν ἐλέγετο εἰ ἦσαν πυθόμενοι »Σὺ εἶ ὁ χριοτός;« ἥρμοττε γὰρ πρὸς τὸ »Σὺ εἶ ὁ χριστός;« τὸ »Ἐγῶ οὐκ εἰμὶ ὁ χριστός«·πρὸς δὲ τὸ »Σὺ τίς »εἶ;« τὸ »Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«.

  7. 6.57.1

    λεκτέον δὲ πρὸς τοῦτο ὅτι, ὡς εἰκός, ἑώρα ἀπὸ τῆς πεύσεως τὸ εὐλαβὲς τῶν ἱερέων καὶ Λευϊτῶν ἐμφαινόντων μὲν ὑπόνοιαν ὑπολήψεως, μήποτ’ εἴη ὁ βαπτίζων Χριστός, γυμνότερον δὲ ὀνομάσαι τοῦτο ὑπὲρ τοῦ μὴ δοκεῖν εἶναι προπετεῖς φυλαττομένων. ὅθεν εὐλόγως ὑπὲρ τοῦ πᾶσαν ὑπόνοιαν αὐτῶν πρῶτον περιαιρεθῆναι ψευδῆ τὴν περὶ ἑαυτοῦ, εἶθ᾿ οὕτως παραστῆσαι τὸ ἀληθὲς τὸ οὐκ εἶναι Χριστὸς πρὸ πάντων ἀποφαίνεται.

  8. 6.58.1

    δηλοῖ δὲ τὸ τοιοῦτόν τι αὐτοὺς ὑπονενοηκέναι ἡ δευτέρα ἐρώτησις καὶ ἔτι ἡ τρίτη. ἐπεὶ γὰρ καὶ δεύτερον τῇ τιμῇ ἐλπιζόμενον μὲν καὶ μετὰ Χριστὸν αὐτοῖς τετιμημένον Ἠλίαν εἶναι ὑπελάμβανον ἀποφαινομένου τοῦ Ἰωάννου ὡς οὐκ εἴη Χριστὸς ἠρώτησαν·

  9. 6.59.1

    »Τί οὖν; σὺ Ἠλίας εἶ; καὶ εἶπεν Οὐκ εἰμί«. τὸ τρίτον εἰ αὐτὸς εἴη ὁ προφήτης βούλονται μαθεῖν· οὗ ἀποκριναμένου τὸ Οὒ οὐκέτι ἔχοντες ἰδικῶς ὄνομα ἐλπιςομένου ἐπιδημήσειν αὐτοῖς ἕπειν, φαοίν· »Τίς εἶ; »ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψαοιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;« τοῦτο δηλοῦντες· ταῦτα μὲν οὐκ εἶ ἅπερ ἐλπιζόμενά τῷ Ἰσραὴλ παρέσεσθαι προσδοκᾶτοι, ὅστις δὲ ὢν βαπτίζεις οὐκ ἴσμεν· διόπερ τοῦτο ἡμᾶς δίδαξον, ἕν᾿ ἔχωμεν ἀπαγγεῖλαι τοῖς ἡμᾶς διὰ τοῦτο πέμφασι πρὸς σέ.

  10. 6.60.1

    ἔτι δὲ καὶ τοῦτο ἐχόμενον τῶν προκειμένων προσθήσομεν, ὅτι ὁ καιρὸς τῆς Χριστοῦ ἐπιδημίας ἔσαινε τὸν λαὸν ἤδη πως ἐνεοτηκὼς περὶ τὰ ἔτη τὰ ἀπὸ τῆς γενέσεως τοῦ Ἰησοῦ καὶ ὀλίγῳ ἀνωτἐρω μέχρι τῆς ἀναδείξεως τοῦ κηρύγματος.

  11. 6.61.1

    διόπερ, ὡς εἰκός, τῶν γραμματέων καὶ νομικῶν τὸν ἐλπιζόμενον, ἀπὸ τῶν θείων γραφῶν καταγαγόντων αὐτοῦ τὸν χρόνον, ἤδη προσόοκώντων, ἐπεφύησαν Θευδᾶς, οὐκ ὀλίγον πλῆθος ὡς Χριστός, οἶμαι, συναγαγών, καὶ μετ᾿ ἐκεῖνον »Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς τῆς ἀπογραφῆς ἡμέραις«. εἰκότως οὖν θερμότερον τῆς Χριστοῦ ἐπιδημίας προσδοκωμένης καὶ λαλουμένης οἱ Ἰουδαῖοι ἀπὸ Ἱεροσολύμων τοὺς ἱερεῖς καὶ Λευΐτας πέμπουσι πρὸς τὸν Ἰωάννην διὰ τοῦ Σὺ τίς εἶ;« μαθεῖν βουλόμενοι, εἰ αὐτὸς Χριστὸς εἶναι ὁμολογήσει.

  12. 6.61.2

    1,21. Καὶ ἡρώτησαν αυτόν· Τί οἶν; οὺ Ἠλίας εἶ; λέγει Οὐκ εἰμί.

  13. 6.62.1

    Τίς οὐκ ἂν ζητήσαι τῶν ἀκουόντων Ἰησοῦ λέγοντος περὶ Ἰωάννου· »Εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι«, πῶς πρὸς τοὺς ἐρωτῶντας τὸ Σὺ Ἠλίας εἶ;« λέγει Ἰωάννης· »Οὐκ εἰμμί«· πῶς δὲ καὶ νοῆσαι δεῖ τὸν Ἰωάννην αὐτὸν εἶναι Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Μαλαχίου οὕτως ἔχον· Καὶ ἰδού, ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὁς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, »μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην»;

  14. 6.63.1

    καὶ ὁ τοῦ ὀφθέντος δὲ τῷ Ζαχαρίᾳ ἀγγέλου κυρίου ἑστῶτος ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος λόγος πρὸς τὸν Ζαχαρίαν παραπλήσιόν τι ἐμφαίνει τοῖς ὑπὸ τοῦ Μαλαχίου εἰρημένοις διὰ τούτων· Καὶ ἡ γυνή σου Ἐλισάβετ »γεννήσει υἱόν σοι καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἱωάννην·« καὶ μετ ὀλίγα· »Αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας Πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρο- »νήσει δικαίων, ἑτοιμά΄σαι κυρίῳ λαὸν κατεσκευσμένον«.

  15. 6.64.1

    πρὸς δὴ τὸ πρῶτον ὁ μέν τις ἐρεῖ ὅτι ἑαυτὸν ἠγνόει Ἰωάννης Ἠλίαν ὄντα· καὶ τάχα τούτῳ χρήσονται οἱ ἐκ τούτων τῷ περὶ μετενσωματώσεως παριστάμενοι λόγῳ, ὡς τῆς ψυχῆς μεταμφιεννυμένης σώματα καὶ οὐ πάντως μεμνημένης τῶν προτέρων βίων. οἱ δ᾿ αὐτοὶ οὑτοι ἐροῦσι καί τινας τῶν Ἰουδαίων τῷ δόγματι συγκατατιθεμέ΄νους περὶ τοῦ σωτῆρος εἰρηκέναι ὡς ἄρα εἷς τις εἴη τῶν ἀρχαίων προφητῶν ἀναστὰς οὐκ ἀπὸ τῶν μνημείων ἀλλ’ ἀπὸ τῆς γενέσεως.

  16. 6.65.1

    πῶς γὰρ ἐδύναντο, σαφῶς δεικνυμένης τῆς μητρὸς αὐτοῦ Μαρίας ὑπολαμβανομένου τε πατρὸς αὐτῷ τυγχάνειν Ἰωσὴφ τοῦ τέκτονος νομίζειν ἕνα τινὰ τῶν προφητῶν αὐτὸν τυγχάνοντα ἐγηγέρθαι ἀπὸ τῶν νεκρῶν; καὶ τῷ »ἐξαλείψω δὲ πᾶσαν τὴν ἐξανάστασιν« ἀναγεγραμμένῳ ἐν τῇ Γενέσει οἱ αὐτοὶ χρώμενοι τὸν πεφροντικότα πιθανότητας ἀπατηλὰς προσαγομένας ἀπὸ τῶν γραφῶν λύειν εἰς ἀγῶνα παραστήσουσιν ἱστάμενον πρὸς τὸ δόγμα.

  17. 6.66.1

    ΧΙ. Ἕτερος δὲ τις ἐκκλησιαστικὸς τὸν περὶ τῆς μετενσωματώσεως ἀποπτύων ὡς ψευδῆ λόγον, μὴ προσιέμενος τὸ τὴν ψυχὴν Ἰωάννου Ἠλίαν ποτὲ γεγονέναι, τῷ προειρημένῳ λόγῳ τοῦ ἀγγέλου χρήσεται ψυχὴν Ἠλίου μὴ ὀνομάσαντος ἐπὶ τῆς Ἰωάννου γενέσεως ἀλλὰ πνεῦμα καὶ δύναμιν διὰ τοῦ Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύ- »ματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα« διὰ μυρίων δυνάμενος ἀποδεικνύναι γραφῶν ἕτερον εἶναι τὸ πνεῦμα τῆς ψυχῆς καὶ ὀνομαζομένην δύναμιν τοῦ πνεύματος καὶ τῆς ψυχῆς· περὶ ὧν οὐκ εὔκαιρον νῦν παρατίθεσθαι τὰ πολλά, ἵνα μὴ πάνυ τὸν λόγον περισπάσωμεν.

  18. 6.67.1

    ἀρκεσθήσεται δὲ ἐπὶ τοῦ παρόντος πρὸς μὲν τὸ διαφέρειν δύναμιν Πνεύματος τὸ »Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ »σὲ καὶ δύναμις ὐψίστου ἐπισκιάσει σοι«· πρὸς δὲ τὸ τὰ ἐν τοῖς προφήταις πνεύματα, ἅτε δεδωρημένα αὐτοῖς ὑπὸ θεοῦ οἱονεὶ ἐκείνων ὀνομάζεσθαι κτήματα τὸ »Πνεύματα προφητῶν προφήταις ὑποτάσσε- »ται«· καὶ τὸ »Ἀναπέπαυται τὸ πνεῦμα Ἡλίου ἐπὶ Ἐλισσαιέ«. οὕτω γὰρ οὐδὲν ἄτπον, φησίν, ἔσται τὸν Ἰωάννην ἐν πνεύματι καὶ δυνάμει Ἠλίου ἐπιστρέφοντα καρδίας πατέρων ἐπὶ τέκνα, διὰ τοῦτο τὸ πνεῦμα Ἠλίαν λέγεσθαι τὸν μέλλοντα ἔρχεσθαι.

  19. 6.68.1

    εἰς παραμυθίαν δὲ τούτων καὶ τούτῳ χρήσεται τῷ λόγῳ· εἰ ὁ τῶν ὅλων θεὸς οἰκειωθεὶς τοῖς ἁγίοις θεὸς αὐτῶν γίνεται, οὕτως ὀνομαζόμενος θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, πόσῳ πλέον τὸ ἅγιον πνεῦμα οἰκεινθὲν τοῖς προφήταις πνεῦμα αὐτῶν χρηματίζειν οἷόν τε ἔσται, ἕν’ ᾖ οὕτως πνεῦμα Ἠλίου καὶ πνεῦμα Ἡσαΐου λεγόμενον τὸ πνεῦμα;

  20. 6.69.1

    ὁ αὐτός τε οὗτος ἐκκλησιαστικὸς ἐρεῖ δύνασθαι μὲν τοὺς ὑπειληφότας ἕνα τῶν προφητῶν εἶναι τὸν Ἰησοῦν ἀναστάντα ἐκ νεκρῶν ἠπατῆσθαι κατά τε τὸ προειρημένον δόγμα καὶ κατὰ τὸ ὑπολαμβάνειν αὐτὸν ἕνα τῶν προφητῶν τυγχάνειν, δύνασθαι δὲ πρὸς τῷ κατὰ τὸ νομίζειν αὐτὸν τῶν προφητῶν εἶναι ἕνα πταίειν καὶ ψευδοδοφεῖν καὶ κατὰ τὸ ἀγνοεῖν αὐτοῦ τὸν λεγόμενον πατέρα καὶ τὴν οὐσαν μητέρα, οἴεσθαί τε αὐτὸν ἀπὸ τῶν μνημείων ἐγηγέρθαι.

  21. 6.70.1

    καὶ πρὸς τὸ ἐν τῇ Γενέσει δὲ περὶ τῆς ἐξαναστάσεως ἀπαντήσεται ὁ ἐκκλησιαστικὸς χρώμενος τῷ »ἐξανέστησε γὰρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ἃν ἀπέ- »κτεινε Κάϊν« τῆς »ἐξαναστάσεως« καὶ ἐπὶ »γενέσεως« κειμένης. οὑτος δὴ πρὸς τὸ πρῶτον ἀπορηθὲν ἑτέρως παρὰ τὸν ὑπολαμβάνοντα μετενσωμάτωσιν ἀπολογούμενος ἐρεῖ διὰ μὲν τὰ ἀρτίως κατασκευασθέντα λόγῳ τινὶ εἶναι τὸν Ἰωάννην Ἠλίαν τὸν μέλλοντα ερχεσθαι, ἀποκεκρίσθαι δὲ πρὸς τοὺς ἱερεῖς. καὶ Λευίτας τὸ »Οὐκ εἰμὶ« στοχασάμενον τοῦ βουλήματος τῆς ἐρωτήσεως αὐτῶν.

  22. 6.71.1

    οὐ γὰρ τοῦτο ἤθελεν ἡ προγενομένη ἐξέτασις τῷ Ἰωάννῆ ἀπὸ τῶν ἱερέων καὶ Λευϊτῶν, τὸ μαθεῖν δἰ τὸ αὐτὸ πνεῦμα ἐν ἀμφοτέροις ἐτύγχανεν, ἀλλ᾿ δἰ ὁ Ἰωάν- νης αὐτὸς Ἠλίας ὁ ἀναληφθεὶς νῦν ἐπιφαινόμενος κατὰ τὸ Ἰουδαίοις προσδοκώμενον χωρὶς γενέσεως, ἣν τάχα καὶ ἠγνόουν οἱ ἀπὸ Ἱεροσολύμων ἀποσταλέντες· πρὸς ἣν πεῦσιν εἰκότως ἀποκρίνεται τὸ »Οὐκ εἰμί«· οὐ γὰρ Ἠλίας ὁ ἀναληφθεὶς ἀμείψας σῶμα ἐληλύθει Ἰωάννης ὀνομάζόμενος.

  23. 6.72.1

    ΧΙΙ. Ὁ δὲ πρῶτος, οὗ τὸν νοῦν παρεθήκαμεν οἰομένου μετενσωμάτωσιν ἐντεῦθεν κατασκευάζεσθαι, προσδιατρίβων τῇ βασάνῳ τῆς λέξεως ἐρεῖ πρὸς τὸν δεύτερον, ὅτι οὐκ ἀκόλουθον τὸν τηλικούτου ἱερέως Ζαχαρίου υἱὸν ἐπὶ γήρᾳ γεγεννημένον ἀμφοτέροις τοῖς γονεῦσιν παρὰ πᾶσαν ἀνθρωπίνην προσδοκίαν ἀγνοεῖσθαι ὑπὸ τῶν τοσούτων ἐν Ἱεροσολύμοις Ἰουδαίων καὶ τῶν παμφθέντων ὑπ᾿ αὐτῶν Λευϊτῶν καὶ ἱερέων, οὐ γινωσκόντων τὸ γεγεννῆσθαι 〈οὕτως〉 αὐτόν· καὶ μάλιστα Λουκᾶ μαρτυροῦντος ὅτι »Ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτοὺς« (δῆλον δὲ ὅτι τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ) »καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ »ῥήματα ταῦτα«.

  24. 6.73.1

    εἰ δὲ οὐκ ἠγνοεῖτο ἡ ἐκ Ζαχαρίου γένεσις Ἰωάννου, ἔπεμπον δὲ οἱ ἀπὸ Ἱεροσολύμων Ἰουδαῖοι διὰ τῶν Λευϊτῶν καὶ ἱερέων πευσόμενοι τὸ Νυ Ἠλίας εἷ;« δῆλον ὅτι τοῦτο ἔλεγον τὸ περὶ μετενσωματώσεως δόγμα οἰόμενοι εἶναι ἀληθὲς ὡς πάτριον τυγχάνον καὶ οὐκ ἀλλότριον τῆς ἐν ἀπορρήτοις διδασκαλίας αὐτῶν. διὰ τοῦτο οὖν λέγει »Οὐκ εἰμὶ Ἠλίας« ὁ Ἰωάννης, ἐπεὶ ἀγνοεῖ τὸν ἴδιον πρότερον βίον.

  25. 6.74.1

    Τούτων δὴ οὐκ εὐκαταφρόνητον πιθανότητα ἐχόντων, πάλιν ὁ ἐκκλησιαστικὸς ἀπορήσει πρὸς τὸν πρότερον εἰ κατὰ τὸν προφήτην ἐστὶν τὸν ὑπὸ τοῦ πνεύματος φωτιζόμενον καὶ ὑπὸ Ἡσαΐου προφητευόμενον, ὑπό τε τηλικούτου [τοῦ] ἀγγέλου πρὶν γεννηθῆναι τεχθήσεσθαι προειρημένον, ἐκ τοῦ πληρώματος Χριστοῦ εἰληφότα, χάριτος τηλικαύτης μετεσχηκότα, τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγενῆσθαι νενοηκότα, περὶ θεοῦ καὶ τοῦ μονογενοῦς τοῦ εἰς τὸν κόλπον τοῦ πατρὸς διηγησάμενον τὰ τοσαῦτα, τὸ ψεύσασθαι καὶ ὅπερ ἦν οὐκ ἐγνωκότα κἂν ἐπισχεῖν.

  26. 6.75.1

    ἐχρῆν γὰρ περὶ τῶν ἀδηλοτέρων ἐπέχειν ὁμολογεῖν, καὶ μήτε μήτε μήτε μήτε τὴν πρότασιν. πῶς δὲ οὐκ ἡν εὔλογον, δἰ πολλῶν τοῦτο δόγμα ἐτύγχανεν, ἐπισχεῖν τὸν Ἰωάννην περὶ αὑτοῦ, μήποτε ἡ ψυχὴ αὐτοῦ ποτε ἐν Ἠλίᾳ ἦν;

  27. 6.76.1

    καὶ ἐπὶ τὴν ἱστορίαν δὲ ὁ ἐκκλησιαστικὸς προκαλέσεται τὸν πρότερον πευσόμενον παρὰ τῶν τὰ ἀπόρρητα ἐγνωκέναι παρ’ Ἑβραίοις ἐπαγγελλομένων, εἰ τοιοῦτόν τι δόγμα ἐστὶ παρ’ αὐτοῖς· ἐὰν γὰρ μηδαμῶς φαίνηται τοῦθ᾿ οὕτως ἔχον, δῆλον ὅτι ἐσκέδασται ὁ τοῦ προτέρου λόγος.

  28. 6.77.1

    οὐδὲν τοίνυν ἡττον ὁ ἐκκλησιαστικὸς χρήσεται τῇ προα- ποδεδομένῃ λύσει, ἔτι καὶ αὐτὸς τὸ βούλημα τῶν πυθομένων παραστῆσαι ἀπαιτούμενος. εἰ γάρ, ὡς κατεσκεύασεν, οἱ πέμψαντες ἴσασι γεγενημένον ἐκ Ζαχαρίου καὶ Ἐλισάβετ τὸν Ἰωάννην, καὶ πολλῷ πλέον οἱ πεμφθέντες γένους ὄντες ἱερατικοῦ, οὓς οὐκ ἂν ἔλαθεν ἡ τοῦ οὕτως ἐπιφανοῦς συγγενοῦς Ζαχαρίου παράδοξος εὐπαιδία, τί νοήσαντες πυνθάνονται τὸ »Σὺ Ἠλίας εἶ;« ἄνδρες ἀνεγνωκότες ἀνειλῆφθαι αὐτὸν ὡς εἰς τὸν οὐρανὸν κα προσδοκῶντες ἐπιδημίαν αὐτοῦ;

  29. 6.78.1

    τάχα οὖν, ἐπεὶ πρὸς τῇ συντελείᾳ προσδοκῶσιν Ἠλίαν πρὸ Χριστοῦ καὶ ἐπὶ τούτῳ Χριστόν, οἱονεὶ τροπικώτερον φαίνονται ἐρωτῶντες Εἰ σὺ εἶ ὁ προκαταγγέλλων τὸν πρὸ Χριστοῦ ἐπὶ συντελείᾳ ἐλευσόμενον λόγον; καὶ ἐπιστημόνως πρὸς τοῦτο ἀποκρίνεται τὸ »Οὐκ »εἰμί«.

  30. 6.79.1

    Ἔτι δὲ ὁ ἐκκλησιαστικὸς ἱστάμενος πρὸς τὰ ἐξητασμένα ὑπὸ τοῦ ἑτέρου ἀποδεικνύναι πειρωμένου μὴ ἂν λεληθέναι τοὺς ἱερεῖς οὕτως ἐπιφανῆ γεγενημένην τὴν Ἰωάννου γένεσιν διὰ τὸ »ἐν τῇ »ὀρεινῇ τῆς Ἰουδαίας« διαλελαλῆσθαι »πάντα τὰ ῥήματα ταῦτα«, φήσει τὴν παραπλησίαν ἀπάτην πολλοῖς γεγονέναι καὶ περὶ τοῦ σωτῆρος, ἐπεὶ »Οἱ μὲν ἔλεγον αὐτὸν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι »δὲ Ἠλίαν, † ἄλλοι δὲ Ἰερεμίαν ἢ ἔνα τῶν προφητῶν«, ὡς καὶ οἱ μαθηταὶ πυνθανομένῳ τῷ κυρίῳ γενομένῳ ἐν τοῖς μέρεσι Καισαρείας τῆς Φιλίππου εἰρήκασι.

  31. 6.80.1

    καὶ ὁ Ἡρώδης δὲ λέγων· »Ὄν ἐγὼ ἀπεκε- »φάλισα Ἰωάννην, αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν‘ περὶ τοῦ χριστοῦ ἔοικε μὴ εἰδέναι τὰ λεγόμενα ὑπὸ τῶν φασκόντων· »Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελ- »φοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελ- »φαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν«;

  32. 6.81.1

    οὐδὲν οὖν θαυμαστόν, ὥσπερ ἐπὶ τοῦ σωτῆρος, πολλῶν ἐγνωκότων τὴν ἐκ Μαρίας γένεσιν αὐτοῦ, ἄλλους ἠπατῆσθαι, οὕτω καὶ ἐπὶ τοῦ Ἰωάννου οὓς μὲν μὴ λεληθέναι τὴν ἐκ Ζαχαρίου γένεσιν αὐτοῦ, ἑτέρους δὲ διστάζειν, μήποτε ὁ προσδοκώμενος Ἠλίας ἐπεφάνη κατὰ τὸν Ἰωάννην

  33. 6.82.1

    (καὶ οὐ χώραν γε μᾶλλον ἔχει ἡ περὶ τοῦ Ἰωάννου ἐπαπόρησις, μήποτε εἴη Ἠλίας, ἤπερ ἡ περὶ τοῦ σωτῆρος, μὴ ἄρα αὐτὸς τυγχάνῃ Ἰωάννης) ὧν τοῦ Ἡλίου μὲν τὸν χαρακτῆρα ἀπὸ μόνης τῆς λέξεως, καὶ οὐχὶ ἀπὸ τῆς αἰσθήσεως τι ἀποβάλλεσθαι διὰ τὸ »Ἀνὴρ δασὺς καὶ ζώνην Δερματίνην περιεζωσμένος περὶ τὴν ὀσφὺν αὐτοῦ«· τοῦ δὲ Ἰωάννου τὸ εἶδος προεγνωσμένον τάχα, οὐδὲ παραπλήσιον τυγχάνον τῷ χα- ρακτῆρι τοῦ Ἰησοῦ, οὐδὲν ἧττον ὑπόνοιάν τισι παρεσχηκέναι, μήποτε ὁ Ἰωάννης ἀνέστη ἐκ νεκρῶν Ἰησοῦς μετονομαζόμενος.

  34. 6.83.1

    καὶ περὶ μετωνυμίας γάρ, ὡς ἐν ἀπορρήτοις, οὐκ οἶδα πόθεν κινούμενοι οἱ | Ἑβραῖοι παραδιδόασι Φινεές, τὸν Ἐλεαζάρου υἱόν, ὁμολογουμένως παρατείναντα τὴν ζωὴν ἕως πολλῶν κριτῶν, ὡς ἐν τοῖς Κριταῖς ἀνέγνωμεν, αὐτὸν εἶναι Ἠλίαν, καὶ τὸ ἀθάνατον ἐν τοῖς Ἀριθμοῖς αὐτῷ διὰ τῆς ὀνομαζομένης εἰρήνης ἐπηγγέλθαι, ἀνθ’ ὧν ζηλώσας θείῳ ζήλῳ κεκινημένος ἐξεκέντησε τὴν Μαδιανῖτιν καὶ τὸν Ἰσραηλίτην καὶ κατέπαυσε τὸν λεγόμενον θυμὸν τοῦ θεοῦ κατὰ τὸ γεγραμμένον· »Φινεὲς υἱὸς ἐλεαζὰρ υἱοῦ Ἀαρὼν κατέπαυσε τὸν θυμόν μου, »ἀνθ᾿ ὡν ἐζήλωσε τὸν ζῆλόν μου«.

  35. 6.84.1

    θαυμαστὸν οὖν οὐδὲν εἰ οἱ τὸν αὐτὸν ὑπολαμβάνοντες Φινεὲς καὶ Ἠλίαν, (ἤτοι ὐγιῶς λέγοντες ἢ μή· οὐ γὰρ περὶ τούτου νῦν πρόκειται ἐξετάζειν) τὸν αὐτὸν ἐνόμιζον εἶναι Ἰωάννην καὶ Ἰησοῦν. ἢ ἐδίσταζόν γε περὶ τούτου μαθεῖν τε ἐβούλοντο εἰ ὁ αὐτός έστιν Ἰωάννης καὶ Ἠλίας.

  36. 6.85.1

    προηγουμένως δὲ ἐν ἄλλοις ἐπιμελέστερον ἐξεταστέον καὶ ἐπὶ πλεῖον τὸν λόγον ἐρευνητέον τὸν περὶ τῆς οὐσίας τῆς ψυχῆς καὶ τῆς ἀρχῆς τῆς συστάσεως αὐτῆς καὶ τῆς εἰς τὸ γήϊνον σῶμα εἰσκρίσεως αὐτῆς, τῶν τε ἐπιμερισμῶν τοῦ ἑκάστης βίου καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς, καὶ εἰ ἐνδέχε- ται αὐτὴν εἰσκριθῆναι δεύτερον ἐν σώματι ἢ μή, καὶ τῇ αὐτῇ περιόδῳ καὶ τῇ αὐτῇ διακοσμήσει ἢ οὔ, καὶ τῷ αὐτῷ σώματι ἢ ἑτέρῳ, καὶ εἰ τῷ αὐτῶ, πότερον καθ᾿ ὑποκείμενον μένοντι τῷ αὐτῷ κατὰ δὲ ποιότητα μεταβαλομένῳ, ἢ καὶ καθ’ ὑποκείμενον καὶ ποιότητα ἐσομένῳ τῷ αὐτῷ, καὶ εἰ ἀεὶ τῷ αὐτῷ σώματι χρήσεται ἢ ἀμείψει αὐτό.

  37. 6.86.1

    ἐν οἷς καὶ τί ἐστι κυρίως μετενσωμάτωσις ἐξετάσαι δεήσει, τί τε αὕτη διαφέρει ἐνσωματώσεως, καὶ εἰ ἀκολουθεῖ τῷ λέγοντι μετεωσωμάτωσιν ἄφθαρτον τηρεῖν τὸν κόσμον. ἐν οἷς ἀναγκαῖον ἔσται παραθεῖναι καὶ τοὺς λόγους τῶν θελόντων κατὰ τὰς γραφὰς συσπείρεσθαι τὴν ψυχὴν τῷ σώματι καὶ τὰ ἀκολουθοῦντα αὐτοῖς.

  38. 6.87.1

    καὶ ἁπαξαπλῶς ὁ περὶ ψυχῆς λόγος πολὺς καὶ δυσερμήνευτος ὢν ἀναλεχθησόμενος ἀπὸ τῶν ἐν ταῖς γραφαῖς σποράδην κειμένων ἰδίας δεῖται πραγματείας. διόπερ νῦν κατὰ τὸ παρῆκον ἐκ τῶν περὶ Ἠλίου καὶ Ἰωάννου ἐζητημένων ἐπὶ βραχὺ ἐξετασαντες τὸ πρόβλημα μετίωμεν ἐπὶ τὰ ἑξῆς.

  39. 6.87.2

    Ι,21. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ.

  40. 6.88.1

    Εἰ ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, καὶ τί ἄλλο ἂν λέγοιμεν εἶναι Ἰωάννην ἢ προφήτην; ὡς καὶ ὁ πατὴρ αὐτοῦ Ζαχα- ρίας πλησθεὶς πνεύματος ἁγίου προφητεύων φησί· »Καὶ σὺ δέ, παιδίον, προφήτης ὐψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοι- »μάσαι ὁδοὺς αὐτοῦ«· εἰ μὴ ἄρα τις ἐπιλήψεται τοῦ »Κληθήσῃ«, μὴ εἰρημένου τοῦ >Ἔσῃ«, καὶ μάλιστα διὰ τὸ πρὸς τοὺς οἰομένους αὐτὸν προ φήτην εἶναι εἰρηκέναι τὸν σωτῆρα· »Ἀλλὰ τί † ἐξήλθετε ἰδεῖν; προφήτην;

  41. 6.89.1

    »ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου«. παρατηρητέον δὲ ὅτι τῷ »Ναί, λέγω ὑμῖν« τίθησιν τὸ προφήτην εἶναι τὸν Ἰωάννην, καὶ οὐκ ἀναιρεῖ τὸ προφήτην αὐτὸν εἶναι. ἐὰν δὲ πρὸς τῷ προφήτης τυγχάνειν καὶ »περισσότερον προφήτου« ὑπὸ τοῦ σωτῆρος λέγηται, πῶς οὖν, εἰ προφήτης ἐστίν, πρὸς τοὺς ἱερεῖς καὶ Λευίτας ἐρωτῶντας· »Ὁ προφήτης εἶ σύ;« ἀπεκρίθη »Οὔ«; λεκτέον δὲ πρὸς τοῦτο ὅτι οὐ ταὐτόν έστιν »Ὁ προφήτης εἶ σύ;« τῷ «Προφήτης εἶ σύ;« τὰ δ᾿ ὅμοια τετηρήκαμεν ἐξετάζοντες τί διαφέρει τὸ »Ὁ θεός« τοῦ »Θεός καὶ »Ὁ λόγος« τοῦ Λόγος((.

  42. 6.90.1

    ἐπεὶ τοίνυν έν τῷ Δευτερονομίῳ γέγραπται· »Προφήτην ὑμῖν ἀναστήσει 〈κύριος〉 ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν »ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀδούσεσθε· καὶ ἔσται πᾶσα ψυχή, ἥτις ἂν μὴ »ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ«, προσεδοκᾶτο ἐξαιρέτως τις προφήτης ὅμοιον Μωσεῖ τι ἔχων, τὸ μεσιτεῦσαι θεοῦ καὶ ἀνθρώπων καὶ τὸ λαβὼν διαθήκην ἀπὸ θεοῦ δοῦναι τοῖς μαθητευομένοις τὴν καινήν· καὶ καθ’ ἕκαστον τῶν προφητῶν ἐγίνωσκον ὁ λαὸς Ἰσραὴλ μηδένα ἐκείνων εἶναι τὸν ὑπὸ τοῦ Μωσέως προφητευθέντα.

  43. 6.91.1

    ὥσπερ οὖν ἐδίσταζον περὶ Ἰωάννου μήποτε ἄρα Χριστὸς αὐτὸς ἦν, οὕτως καὶ μήποτε »ὁ προφήτης«. οὐ θαυμαστὸν δὲ εἰ μὴ ἠκρίβουν ὅτι ὁ αὐτός ἐστι Χριστός καὶ διστάζοντες περὶ Ἰωάννου, μήποτε αὐτὸς ὁ χριστὸς ἡν· ἀκόλουθον γὰρ τῷ περὶ τούτου δισταγμῷ τὸ αὐτὸν τὸν αὐτὸν εἶναι >Χριστὸν καὶ τὸν

  44. 6.92.1

    Ἔλαθε δὲ τοὺς πολλοὺς ἡ διαφορὰ τοῦ Ὁ <Ὁ καὶ >Προφήτης<, ὡς καὶ τὸν Ἡρακλέωνα, ὅστις αὐταῖς λέξεσί ὡς ἄρα Ἰωάννης ὡμολόγησεν μὴ εἶναι ὁ χριστός, ἀλλὰ μηδὲ προφήτης μηδὲ Ἠλίας. καὶ δέον αὐτὸν οὕτως ἐκλαβόντα ἐξετάσαι τὰ κατὰ τοὺς τόπους, πότερον ἀληθεύει λέγων μὴ εἶναι προφήτης μηδὲ Ἠλίας, ἢ οὔ. ὁ δὲ μὴ ἐπιστήσας τοῖς τόποις, ἐν οἷς καταλέλοιπεν ὑπομνήμασιν ἀνεξετάστως παρελήλυθεν τὰ τη- λικαῦτα, σφόδρα ὀλίγα καὶ μὴ βεβασανισμένα έν τοῖς ἑξῆς εἰπών, περὶ ὡν εὐθέως ἐροῦμεν.

  45. 6.92.2

    Ι, 22 Εἶπον οὖν αὐτῷ Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;

  46. 6.93.1

    Δυνάμει τοῦτο λέγουσιν οἱ ἀποσταλέντες· Ὅπερ ὑπονοοῦντες οῦντες εἶναί σε ἐληλύθαμεν μαθησόμενοι ἔγνωμεν οὐκ ὄντα· λείπεται δὲ μετὰ ταῦτα ἀπὸ σοῦ ἀκοῦσαι τὸ ὅστις εἶ, ἵνα τοῖς πέμψασιν τὴν σὴν ἀπόκρισιν περὶ σοῦ ἀπαγγείλωμεν.

  47. 6.93.2

    Ι, 23 Ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης.

  48. 6.94.1

    Ὥσπερ ὁ κυρίως υἱὸς τοῦ θεοῦ οὐχ ἕτερος λόγου τυγχάνων χρῆται λόγῳ αὐτὸς γὰρ ὁ έν ἀρχῇ λόγος ἡν, ὁ πρὸς τὸν θεόν, ὁ λόγος θεός), οὕτως Ἰωάννης ὁ ὑπηρέτης ἐκείνου τοῦ λόγου, εἰ κυρίως ἀκούοιμεν τῆς γραφῆς, οὐχ ἕτερος ὢν φωνῆς, χρῆται φωνῇ δεικνυούσῃ τὸν λόγον.

  49. 6.95.1

    οὗτος δὴ συνιεὶς τὴν περὶ ἑαυτοῦ προφητείαν παρὰ τῷ Ἡσαΐᾳ εἰρημένην φησὶν εἶναι φωνὴ οὐχὶ βοῶσα ἐν τῇ , ἀλλὰ »βοῶντος ἐν τῇ ἐρήμῳ«, τοῦ ἑστῶτος καὶ κεκραγότος· »ἐάν τις διψᾷ, »ἐρχέσθω πρὸς μὲ καὶ πινέτω«· λέγοντος καὶ τὸ »Εὐθύνατε τὴν ὁδὸν »κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· πᾶσα φάραγξ πληρωθή- »σεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται πάντα τὰ »σκολιὰ εἰς † εἐυθεῖαν«.

  50. 6.96.1

    ὥσπερ γὰρ ἐν τῇ Ἐξόδῳ γέγραπται πρὸς Μωσέα λέγεσθαι ὑπὸ θεοῦ· »Ἰδοὺ δέδωκά σε θεὸν Φαραώ, καὶ Ἀαρὼν ὁ »ἀδελφός σου ἔσται σου προξήτης«, σου νοητέον οὕτω νοητέον ἀνάλογόν τι τούτοις, εἰ καὶ μὴ πάντη ὅμοιον, εἶναι τὸν ἐν ἀρχῇ λόγον θεὸν καὶ Ἰωάννην· φωνὴ γὰρ δεικτικὴ καὶ παραστατικὴ ἐκείνου τοῦ λόυου ὁ Ἰωάννης ἦν.

  51. 6.97.1

    διόπερ πάνυ ἁρμοζόντως οὐκ ἄλλῃ κολάσει περιβάλλεται Ζαχαρίας. εἰπὼν πρὸς τὸν ἄγγελον· »Κατὰ τί γνώσομαι τοῦτο; »ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέ- »ραις αὐτῆς« ἢ τῇ στερήσει τῆς φ(ονῆς διὰ τὴν ἀπιστίαν τῆς γενέσεως τῆς φωνῆς, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ γαβριὴλ πρὸς αὐτόν· »Ἰδοὺ »ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἡς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πλησθήσονται εἰς »τὸν καιρὸν αὐτῶν«· οὗτος δὴ ὁ Ζαχαρίας, ὅτε Αἰτήσας πινακίδιον »ἔγραψεν λέγων· Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ, καὶ ἐθαύμασαν πάντες«, ἀπείληφεν τὴν φωνήν· »Ἀνεῴχθη γὰρ τὸ στόμα αὐτοῦ παραχρῆμα »καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν«.

  52. 6.98.1

    Ὥσπερ δὲ διαλαμβάνοντες περὶ τοῦ τίνα τρόπον νοητέον λόγον εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὰ παριστάμενα ἐδηλώσαμεν, οὕτως κατὰ τὴν ἁρμόζουσαν ἀκολουθίαν, ἐπεὶ ὁ Ἰωάννης »ἦλθεν εἰς μαρ- »τυρίαν«, »ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ», »ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾿ αὐτοῦ«, νοητέον φωνὴν εἶναι μόνην χωρῆσαι κατ’ ἀξίαν τὸν ἀπαγγελλόμενον λόγον δυναμένην τὸν Ἰωάννην.

  53. 6.99.1

    καὶ μάλιστα τοῦτο συνήσομεν ἐὰν ὑπομνησθῶμεν ὡν προ- παρεθέμεθα διηγούμενοι τὸ »Ἵνα πάντες πιστεύσωσιν δι᾿ αὐτοῦ«· περὶ τοῦ »Οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν »ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου »ἔμπροσθέν σου«. καλῶς δὲ καὶ τὸ μὴ εἰναι αὐτὸν τὴν φωνὴν >λέ- >γοντος ἐν τῇ ἐρήμῳ‘, ἀλλὰ βοῶντος ἐν τῇ ἐρήμῳ«· ὁ μὲν γὰρ βοῶν τὸ »Εὐθύνατε τὴν ὁδὸν κυρίου«, καὶ λέγει· ἐνδέχεται δὲ τὸν αὐτὸν τοῦτον λέγειν μὴ βοῶντα.

  54. 6.100.1

    βοᾷ δὲ καὶ κέκραγεν, ἴνα καὶ οἱ μακρὰν τοῦ λέγοντος ἀκούσωσιν καὶ οἱ βαρυήκοοι συνῶσιν τοῦ μεγέθους τῶν λεγομένων μετὰ μεγέθους ἀπαγγελλομένων φωνῆς, βοηθῶν τοῖς τε ἀφεστῶσιν θεοῦ καὶ τοῖς τὸ ὀξὺ τῆς ἀκοῆς ἀπολωλεκόσιν. διὰ τοῦτο γὰρ καὶ »εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραζεν λέγων· »Ἐάν τις διφᾷ ἐρχέσθω πρὸς μὲ καὶ πινέτω«. διὰ τοῦτο καὶ ὁ »Ἰωάννης μαρτυρεῖ περὶ αὐ- »τοῦ καὶ κέκραγε λέγων«. διὰ τοῦτο καὶ κελεύει ὁ θεὸς τῷ Ἡσαΐᾳ βοᾶν ἐν τῇ φωνῇ λέγοντος· Βόησον· κἀγὼ εἶπα· Τί βοήσω«;

  55. 6.101.1

    ἐὰν δὲ μὴ παντελῶς ᾖ ἡ νοητὴ τῶν εὐχομένων φωνὴ μεγάλη καὶ οὐ βραχεῖα, οὐδὲ ἂν αὐξήσωσι τὴν βοὴν καὶ τὴν κραυγὴν ἀκούει τῶν οὕτως εὐχομένων ὁ θεὸς ὁ λέγων πρὸς Μωσέα· Τί βοᾷς πρὸς μέ«; οὐκ αἰσθητῶς βεβοηκότα, οὐ γὰρ ἀναγέγραπται τοῦτο ἐν τῇ Ἐξόδῳ,) μεγάλως δὲ τὴν ἀκουομένην μόνῳ θεῷ φωνὴν βεβοηκότα διὰ τῆς εὐχῆς. διὰ τοῦτο καὶ Δαβίδ φησι· »Φωνῇ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέν μου«.

  56. 6.102.1

    χρεία δὲ τῆς φωνῆς τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ, ἵνα καὶ ἡ ἐστερημένη θεοῦ ψυχὴ καὶ ἔρημος ἀληθείας, (τίς γὰρ ἄλλη χαλεπωτέρα ἐρημία ψυχῆς θεοῦ καὶ πάσης ἀρετῆς ἠρημωμενης;) διὰ τὸ ἔτι σκολιῶς πορεύεσθαι δεομέ΄νη διδασκαλίας, ἐπὶ τὸ εὐθύνειν τὴν ὁδὸν κυρίου παρακαλῆται. ἥντινα ὁδὸν εὐθύνει μὲν ὁ μηδαμῶς τὴν σκολιότητα τῆς τοῦ ὄφεως πορείας μιμούμενος, ὁ δὲ τούτῳ ἐναντίος διαστρέφει. διόπερ καὶ ἐπιπλήσσεται ἅμα τοῖς ὁμοίοις ὁ τοιοῦτος διὰ τοῦ »Ἵνα τί διαστρέφετε τὰς ὁδοὺς κυρίου τὰς εὐθείας;«

  57. 6.103.1

    Διχῶς δὲ ἡ ὀδὸς κυρίου εὐθύνεται, κατά τε τὸ θεωρητικόν, τρανούμενον ἐν ἀληθείᾳ ἀπαραμίκτως τοῦ ψεύδους, καὶ κατὰ τὸ πρακτικὸν μετὰ τὴν ὑγιῆ θεωρίαν τοῦ πρακτέου ἁρμονίου πράξεως ἀποδιδομένης τῷ περὶ τῶν πρακτέων ὑγιεῖ λόγῳ. καὶ ἵνα ἀκριβέ- στερον τὸ »Εὐθύνατε τὴν ὁδον κυρίου« νοήσωμεν, εὔκαιρον ἔσται παραθέσθαι τὸ ἐν ταῖς Παροιμίαις εἰρημένον· »Μὴ ἐκκλίνῃς μήτε »δεξιὰ μήτε ἀριστερά«· ὁ γὰρ ἐκκλίνων εἰς ὀποτέραν τὸ εὐθύνειν ἀπολώλεκεν, οὐκέτι ἐπισκοπῆς ἄξιος γινόμενος ὅταν παρεκβαίνῃ τὴν τῆς πορείας εὐθύτητα· »ὅτι γὰρ δίκαιος ὁ κύριος καὶ δικαιοσύνας «ἠγάπησεν καὶ εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ«.

  58. 6.104.1

    ὅπερ δὲ ὁρᾷ φωτίζει· διὰ τοῦτο ὁ ἐπισκοπούμενος ἀντιλαμβανόμενος τῆς ἀπὸ τῆς ἐπισκοπῆς ὠφελείας φηίν· »ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ »προσώπου σου, Κύριε((. στῶμεν τοίνυν κατὰ τὰ ὑπὸ Ἱερεμίου εἰρημένα ἐπὶ ταῖς ὁδοῖς, καὶ ἰδόντες ἐρωτήσωμεν τρίβους κυρίου αἰωνίους καὶ ἴδωμεν ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ πορευθῶμεν έν αὐτῇ, ὥσπερ ἔστησαν οἱ ἀπόστολοι καὶ ἠρώτησαν τὰς τοῦ κυρίου αἰωνίους τρίβους τοὺς πατριάρχας καὶ τοὺς προφήτας, ὧν τὰ γράμματα ἐρωτήσαντες ὕστερον τῷ νενοηκέναι αὐτὰ εἶδον τὴν ἀγαθὴν ὁδόν, Ἰησοῦν Χριστὸν τὸν εἰπόντα· »Ἐγώ εἰμι ἡ ὁδός«· καὶ ἐπορεύθησαν ἐν αὐτῇ.

  59. 6.105.1

    ἀγαθὴ γὰρ ὁδὸς ἡ ἀπάγουσα πρὸς τὸν ἀγαθὸν πατέρα, τὸν ἀγαθὸν ἄνθρωπον, ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προφέροντα τὰ ἀγαθά, καὶ τὸν ἀγαθὸν δοῦλον καὶ πιστόν. αὕτη δὲ ἡ ὁδὸς στενὴ μέν, τῶν πολλῶν οὐ χωρούντων ὁδεύειν αὐτὴν καὶ μεγαλοσάρκων, ἀλλὰ καὶ τεθλιμμένῃ ὑπὸ τῶν βιαζομένων μένων πορεύεσθαι δι’ αὐτῆς ἐστιν ὁδός, ἐπεὶ οὐκ εἴρηται »θλίβουσα« ἀλλὰ τεθλιμμένη«·

  60. 6.106.1

    θλίβει θλίβει ζῶσαν τὴν ὁδὸν καὶ αἰσθομένην τῶν ἰδιωμάτων τοῦ ὁδεύοντος ὁ μὴ ὑπολυσάμενος τὰ ὑποδήματα ἐκ τῶν ποδῶν μηδὲ γνησίως παραδεχόμενος ὅτι »ὁ τόπος«, ἐν ᾧ ἕστηκεν ἢ καὶ ὃν βαδίζει, »γῆ ἁγία ἐστίν«. ἀπάξει δὲ ἐπὶ τὴν ζωὴν ὄντα τὸν εἰπόντα· »Ἐγώ εἰμι ἡ ζωή«.

  61. 6.107.1

    ὁ γὰρ σωτήρ, εἰς ὃν πᾶσά ἐστιν ἀρετή, ταῖς ἐπινοίαις πολύς· διὰ τοῦτ᾿ ἐστιν τῷ μὲν μηδέπω φθάσαντι ἐπὶ τὸ τέλος ἀλλ’ ἔτι προκόπτοντι ὁδός, τῷ δ᾿ ἤδη πᾶσαν νεκρότητα ἀποθεμένῳ ζωή. ταύτην τὴν ὁδὸν ὁ ὁδεύων διδάσκεται μηδὲν αἴρειν εἰς αὐτὴν ἔχουσαν ἄρτους καὶ τὰ πρὸς ζωήν, διὰ τὸ μηδὲν δύνασθαι τοὺς πολεμίους ἐν αὐτῇ οὐδὲ ῥάβδου χρῄζων, καὶ ἐπεὶ ἁγία ἐστὶν οὐδ᾿ ὑποδημάτων.

  62. 6.108.1

    Δύναται μέντοι γε τὸ »ἐγὼ φωνὴ βοῶντος ἐν τῇ »ἐρήμῳ«, καὶ τὸ ἐξῆς ἴσον εἶναι τῷ Ἐγώ εἰμι περὶ οὑ γέγραπται φωνὴ βοῶντος, ὡς βοῶντα εἶναι τὸν Ἰωάννην, καὶ τούτου τὴν φωνὴν ἐν τῇ ἐρήμῳ βοᾶν· »Εὐθύνατε τὴν ὁδὸν κυρίου«. Δυσφημότερον μότερον δὲ ὁ Ἡρακλέων περὶ Ἰωάννου καὶ τῶν προφητῶν δια- λαμβάν[ον φησὶν φησὶν ὁ λόγος μὲν ὁ σωτήρ ἐστιν, φωνὴ δὲ ἡ ἐν τῇ ἐρήμῳ ἡ διὰ Ἰωάννου διανοουμένη, ἠχος δὲ πᾶσα προφητικὴ τάξις.

  63. 6.109.1

    λεκτέον δὲ πρὸς αὐτὸν ὅτι ὥσπερ »ἀὰν »ἄδηλον σάλπιγξ φωνὴν δῷ οὐδεὶς παρασκευάζεται εἰς πόλεμον«, καὶ ὁ χωρὶς ἀγάπης ἔχων γνῶσιν μυστηρίων ἢ προφητείαν γέγονεν χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον, οὕτως εἰ μηδέν ἐστιν ἕτερον ἢ ἦχος ἡ προφητικὴ φωνή, πῶς ἀναπέμπων ἡμᾶς ἐπ αὐτὴν ὁ σωτὴρ »Ἐρευνᾶτε, φησί, τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε »ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι«· καὶ »Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ »ἐκεῖνος ἔγραψεν«· καὶ Καλῶς ἐπροφήτερυσεν περὶ ὑμῶν ἡσαΐας »λέγων·

  64. 6.110.1

    Ὁ λαὸς οὑτος τοῖς χείλεσίν με τιμᾷ« οὐκ οὐκ γὰρ εἰ τὸν ἄσημον ἦχον παραδέξεταί τις εὐλόγως ὑπὸ τοῦ σωτῆρος ἐπαινεῖσθαι, ἢ ἔνεστιν παρασκευάσασθαι ἀπὸ τῶν γραφῶν ὡς ἀπὸ φωνῆς σάλπιγγος, ἐφ᾿ ἃς ἀναπεμπόμεθα, εἰς τὸν πρὸς τάς ἀντικειμένας ἐνεργείας πόλεμον, ἀδήλου φωνῆς ἤχου τυγχανούσης. τίνα δὲ τρόπον, εἰ μὴ ἀγάπην εἶχον οἱ προφῆται καὶ τοῦτο τοῦτο χαλκὸς ἦσαν ἠχῶν ἢ κύμβαλον ἀλλαλάζον, ἐπὶ τὸν ἡχον αὐτῶν, ὡς ἐκεῖνοι εἰλήφασιν, ἀναπέμπει ὁ κύριος ὡφεληθησομένους;

  65. 6.111.1

    οὐκ οἶδα δ᾿ ὅπως χωρὶς πάσης κατασκευῆς ἀποφαίνεται τὴν φωνὴν οἰκειοτέραν οὖσαν τῷ λόγῳ λόγον γίνεσθαι, ὡς καὶ τὴν γυναῖκα εἰς ἄνδρα μετατίθεσθαι. καὶ ὡς ἐξουσίαν ἔχων τοῦ δογματίζειν καὶ πιστεύεσθαι καὶ προκόπτειν, τῷ ἤχῳ φησὶν ἔσεσθαι τὴν εἰς φωνὴν μεταβολήν, μαθητοῦ μὲν χώραν διδοὺς τῇ μεταβαλλούσῃ εἰς λόγον φωνῇ, δούλου δὲ τῇ ἀπὸ ἤχου εἰς φωνήν. καὶ εἰ μὲν ὅπως ποτὲ πιθανότητα ἔφερεν ἐπὶ τῷ αὐτὰ κατασκευάσαι, κἂν ἠγωνισάμεθα περὶ τῆς τούτων ἀνατροπῆς·

  66. 6.112.1

    ἀρκεῖ δὲ εἰς ἀνατροπὴν ἡ ἀπαραμύθητος ἀπόφασις. ὅπερ δὲ ὑπερεθέμθα ἐν τοῖς πρὸ τούτων ἐξετάσαι, πῶς κεκίνηται, νῦν φέρε διαλάβωμεν. ὁ μὲν γὰρ σωτὴρ κατὰ τὸν Ἡρακλέωνα φησὶν αὐτὸν καὶ προφήτην καὶ Ἠλίαν, αὐτὸς δὲ ἑκάτερον τοὺτων ἀρνεῖται. καὶ προφήτην μὲν καὶ Ἠλίαν ὁ σωτὴρ ἐπὰν αὐτὸν λέγῃ, οὐκ αὐτὸν ἀλλὰ τὰ περὶ αὐτόν, φησί, διδάσκει· ὅταν δὲ μείζονα προφητῶν καὶ έν γεννητοῖς γυναικῶν, τότε αὐτὸν τὸν Ἰωάννην χαρακτηρίζει· αὐτὸς δέ, φησί, περὶ ἑαυτοῦ ἐρωτώμενος ἀποκρίνεται ὁ Ἰωάννης, οὐ τὰ περὶ αὐτόν.

  67. 6.113.1

    ὅσην δὲ βάσανον ἡμεῖς περὶ τούτων κατὰ τὸ τὸνατὸν νατὸν πεποιήμεθα, οὐδένα ἀπαραμύθητον ἐῶντες τῶν λεγομένων ὅρων, συγκρῖναι τοῖς ὑπὸ Ἡρακλέωνος, ἅτε οὐκ ἐξουσίαν ἔχοντος τοῦ λέγειν ὅ βούλεται, ἀποφανθεῖσιν. πῶς γὰρ ὅτι περὶ τῶν περὶ αὐτόν ἐστιν τὸ Ἠλίαν αὐτὸν καὶ προφήτην εἶναι, καὶ περὶ αὐτοῦ τὸ φωνὴν αὐτὸν εἶναι βοῶντος ἐν τῇ ἐρήμῳ, οὐδὲ κατὰ τὸ τυχὸν πειρᾶται ἀποδεικνύναι· ἀλλὰ χρῆται παρασείγματι, τὰ περὶ αὐτὸν οἱονεὶ ἐνδύματα ἡν ἕτερα αὐτοῦ, αὐτοῦ, καὶ οὐκ ἂν ἐρωτηθεὶς περὶ τῶν ἐνδυμάτων εἰ αὐτὸς εἵη τὰ ἐνδύματα, ἀπεκρίθη ἂν τὸ Ναί.

  68. 6.114.1

    πῶς γὰρ ἐνδύματα τὸ εἶναι τὸν Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι ἐστὶν Ἰωάννου, οὐ πάνυ τι κατ’ αὐτὸν θεωρῶ· τάχα καθ’ ἡμᾶς, ὡς δεδυνήμεθα διηγησαμένους τὸ Ἐν πνεύματι καὶ δυνάμει Ἠλίου« δυναμένου πως λέγεσθαι τοῦτο τὸ πνεῦμα Ἠλίου Ἠλίου ἔνδυμα τῆς Ἰωάννου ψυχῆς.

  69. 6.115.1

    Θέλων δ’ ἔτι παραστῆσαι διὰ τί ἱερεῖς καὶ Λευῖται οἱ ἐπερωτῶντες ἀπὸ τῶν Ἰουδαίων Ι πεμφθέντες εἰσίν, οὐ κακῶς μὲν λέγει τὸ Ὅτι τούτοις προσῆκον ἠν περὶ τούτων πο- λυπραγμονεῖν καὶ πυνθάνεσθαι, τοῖς τῷ θεῷ προσκαρτε- ροῦσιν, οὐ πάνυ πάνυ ἐξητασμένως τὸ Ὅτι καὶ αὐτὸς ἐκ λευϊτικῆς φυλῆς ἦν, ὥσπερ προαποροῦντες ἡμεῖς ἐξητάσαμεν, ὅτι εἰ ᾔδεισαν τὸν Ἰωάννην οἱ πεμφθέντες καὶ τὴν γένεσιν αὐτοῦ, πῶς χώραν χώραν εἶχον πυνθάνεσθαι περὶ τοῦ εἰ ἐστίν; καὶ πάλιν ἐν τῷ περὶ τοῦ εἰ »ὁ προφήτης εἶ ει σύ; « ἐξαίρετον οἰόμενος σημαίνεσθαι κατὰ τὴν προσθήκην τοῦ ἄρθρου, λέγει ὅτι Ἐπηρώτησαν εἰ προφήτης εἰη τὸ κοινότερον βουλόμενοι μαθεῖν.

  70. 6.116.1

    ἔτι δὲ οὐ μόνος Ἡρακλέων, ἀλλὰ ὅσον ἐπ᾿ ἐμῇ ἱστορίᾳ καὶ πάντες οἱ ἑτερόδοξαι, εὐτελῆ ἀμφιβολίαν διαστείλασθαι μὴ δεδυνημένοι, μείζονα Ἠλίου καὶ πάντων τῶν προφητῶν τὸν Ἰωάννην ὑπειλήφασιν διὰ τὸ » Μείζων ἐν γεννη- »τοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν«· οὐχ ὁρῶντες ὅτι ἀληθὲς τὸ »Οὐδεὶς μείζων Ἰωάννου ἐν γεννητοῖς γυναικῶν« διχῶς γίνε- ται, οὐ μόνον τῷ αὐτὸν εἶναι πάντων μείζονα, ἀλλὰ καὶ τῷ ἴσους αὐτῷ εἶναί τινας· ἀληθὲς γὰρ ἴσων ὄντων αὐτῷ πολλῶν προφητῶν, κατὰ τὴν δεδομένην αὐτῷ χάριν τὸ μηδένα τούτου μείζονα εἶναι.

  71. 6.117.1

    οἴεται δὲ τὸ] κατασκευάζεσθαι τὸ Μείζονα τῷ προφητεύεσθαι ὑπὸ Ἡσαΐου ὡς μηδενὸς ταύτης τῆς τιμῆς ἠξιωμένου μένου ὑπὸ θεοῦ τῶν πώποτε προφητευσάντων. ἀληθῶς δ' ὡς καταφρονῶν τῆς παλαιᾶς χρηματιζούσης διαθήκης καὶ μὴ τηρήσας καὶ αὐτὸν Ἠλίαν προφητευόμενον τοῦτ᾿ ἀπετόλ- μησεν ἐἰπεῖν· καὶ γὰρ Ἠλίας προφητεύεται ὑπὸ Μαλαχίου λέγον- τος· »Ἰδοὺ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν θεσβίτην, ὅς ἀποκαταστή- »σει καρδίαν πατρὸς πρὸς υἱόν«.

  72. 6.118.1

    καὶ Ἰωσίας δέ, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀνέγνωμεν, προφητεύεται ὀνομαστὶ ὑπὸ τοῦ ἐληλυθότος ἐξ Ἰούδα προφήτου λέγοντος, παρόντος καὶ τοῦ Ἰεροβοάμ, »Θυσιαστήριον, τάδε λέγει κύριος· Ἰδοὺ υἱὸς τίκτεται τῶ »Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ« φασὶν δέ τινες καὶ τὸν Σαμψὼν ὑπὸ τοῦ Ἰακὼβ προφητεύεσθαι λέγοντος· »Δὰν κρινεῖ τὸν ἑαυ- »τοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ« · ἐπεὶ ἀπὸ τῆς φυλῆς τοῦ Δὰν γενόμενος ὁ Σαμψὼν ἐδρινε τὸν Ἰσραήλ. καὶ ταῦτα δὲ εἰς ἔλεγχον τῆς πορπετείας τοῦ ἀποφηναμένου μηδένα πλὴν Ιωάννου προφητεύεσθαι εἰρήσθω, ταῦτα εἰρηκότος έν τῷ θέλειν αὐτὸν διηγεῖσθαι τί τὸ »Ἐγὼ φωνὴ βοῶντος έν τῇ ἐρήμῳ«.

  73. 6.118.2

    Ι, 24-25 Καὶ [οἱ] ἀπεσταλμένοι ἦσαν ἐκ τῶν φαρισαίων. καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδέ Ἠλίας οὐδὲ ὁ προφήτης;

  74. 6.119.1

    Οἱ μὲν ἀπὸ Ἱεροσολύμων πέμψαντες τοὺς τοὺς ἐρωτήσοντας τὸν Ἰωάννην ἱερεῖς καὶ Λευί·τας μαθόντες ὅστις τε οὐκ ἠν ὁ Ἰωάννης καὶ ὃς ἠν, σεμνοπρεπέστατα ἡσυχάζουσιν, οἱονεὶ συνκατατιθέμενοι διὰ τῆς σιωπῆς καὶ ἐμφαίνοντες τὸ παραδέχεσθαι τὰ εἰρημένα, ὅτι ἁρμόζει τῇ τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ φωνῇ εἰς τὸ εὐδύνειν τὴν ὁδὸν κυρίου τὸ βαπτίζειν.

  75. 6.120.1

    οἱ δὲ Φα- ρισαῖοι, ατε κατὰ τὸ ονομα οντες Διῃρημένοι τινὲς καὶ στασιώ- δεις, τὸ μὴ ὁμονοεῖν παριστᾶσιν τοῖς ἐν τῇ μητροπόλει Ἰουδαίοις καὶ τοῖς λειτουργοῖς τῆς τοῦ θεοῦ θεραπείας, ἱερεῦσι καὶ Λευ·ί·ταις, διὰ τοῦ ἀποστεῖλαι οἱονεὶ ἐπιπληκτικῶς καὶ τὸ ὅσον ἐπ' αὐτοῖς κωλυτικῶς τοῦ βαπτίζειν τοὺς ἐρωτήσοντας· Τί »Τί βαπτίζεις »εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;« καὶ τάχα εἰ συγκλώσαιμεν εἰς ἕν σωματοποιοῦντες τὰ ἐν τοῖς εὐαγγελίοις γεγραμμένα, εἴποιμεν ἄν νῦν μὲν αὐτοὺς ταῦτα εἰρηκέναι, ὑστερον δὲ οὐκ οἶδ' ὅπως αὑτοὺς ἐπιδεδωκότας τῷ βαπτίσασθαι ἀκηκοέναι ὑπὸ τοῦ Ἰωάννου τὸ »Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν »φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον »τῆς μετανοίας«·

  76. 6.121.1

    ταῦτα γὰρ ὑπὸ τοῦ βαπτιστοῦ εἴρηται παρὰ τῷ Ματθαίῳ ἰδόντος πολλοὺς τῶν φαρισαίων καὶ Σαδδουικαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα, δηλονότι οὐκ ἔχοντας καρποὺς με τανοίας καὶ φαρισαϊκῶς ἀλαζονευομένους ἐν ἑαυτοῖς ἐπὶ τῷ Ἀβραὰμ ὡς πατρί· διόπερ ἐπιπλήσσονται ὑπὸ τοῦ τὸν ζῆλον Ἠλίου κατὰ τὴν κοινωνίαν τοῦ ἁγίου πνεύματος Ἰωάννου. ἐπιπληκτικὸς γὰρ λόγος ὁ » Μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα »ἔχομεν τὸν Ἀβαάμ«· καὶ διδασκαλικὸς ὁ περὶ τοῦ καὶ τοὺς διὰ τὴν λιθίνην καρδίαν ἀπίστους λίθους ὀνομαζομένους δυνάμει θεοῦ μεταβαλεῖν οἴους τε εἶναι ἀπὸ λίθων εἰς τέκνα Ἀβραάμ. ἐπεὶ γεγόνασιν ἐν ὀφθαλμοῖς τοῦ προφήτου, μὴ φεύγοντες τὴν θείαν ὄψιν· ὄψιν· διόπερ τὸ »Λέγω ὑμῖν, ὅτι δύναται ὁ θεὸς »ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ« ὑπ᾿ αὐτοῦ λέγεται.

  77. 6.122.1

    καὶ ἐπεὶ μὴ ποιήσαντες καρπὸν ἄξιον τῆς μετανοίας ἔρχοναι ἐπὶ τὸ βάπτισμα, ἁρμονιώτατα πρὸς αὐτοὺς λέγεται τὸ »Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν δέν- »δρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς τὸ πῦρ βάλ- »λεται«· οἱονεὶ γὰρ ἄντικρύς φησι πρὸς αὐτούς· Ἐπεὶ ἐληηύθατε ἐπὶ τὸ βάπτισμα μὴ ποιήσαντες καρπὸν μετανοίας, δένδρον ἐστὲ μὴ ποιοῦν καρπὸν καλόν, ἐκκοπησόμενον ὑπὸ τῆς ὀξυτάτης καὶ εὐτονωτάτης ἀξίηνς τοῦ ζῶντος λόγου καὶ ἐνεργοῦς καὶ τομω- τέρου »ὑπὲρ πᾶσαν μάχαιραν δίστομον«.

  78. 6.123.1

    ΧΧΙΙΙ. Παρέστησεν δὲ τὸ τῶν Φαρισαίων περιαυτόλογου καὶ ὁ Λουκᾶς διὰ τοῦ »Ἄνδρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν »προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. καὶ ὁ Φα- »ρισαῖος σταθεὶς ταῦτα πρὸς ἐαυτὸς προσηύχετο· Ὀ θεός, εὐχα- »ριστῶ σοι ὃτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἂρπαγες, »ἄδικοι, μοιχοὶ ἢ καὶ ὡς οὐτος ὁ τελώνης«· ὅτε διὰ τούτους τοὺς λόγους ὁ τελώνης μἀλλον αὐτοῦ εἰς τὸν οἶκον καταβαίνει δεδικαιωμένος, μένος, καὶ ἐπιλέγεται πάντα τὸν ὑψοῦντα ἑαυτὸν ταπεινοῦσθαι. ὡς ὑποκριταὶ τοίνυν κατὰ τοὺς τοῦ σωτῆρος πρὸς αὐτοὺς ἐλεγκτικοὺς λόγους) ἔρχονται ἐπὶ τὸ βάπτισμα, οὐ λαν- θάνοντες τὸν βαπτίζοντα ἔτι ἔχοντες τὸν τῶν ἐχιδνῶν ἐὸν ὑπὸ τὰς γλώσσας αὐτῶν καὶ τὸν τῶν ἀσπίδων· »Ἰὸς γὰρ ἀσπίδων »ὑπὸ τὰ χείλη αὐτῶν«.

  79. 6.124.1

    ἀληθῶς τε »θυμὸς αὐτοῖς κατὰ τὴν »ομοίωσιν τοῦ οφεως« ην ἐμφαινόμενος καὶ διὰ τῆς πικρᾶς ταύτης ἐρωτήσεως τῆς »Τί οὐν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς »οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;« πρὸς οὓς εἴποιμ᾿ ἂν ὡς Χριστοῦ καὶ Ἠλίου καὶ τοῦ προφήτου βαπτιζόντων, τῆς δὲ ἐν τῇ ἐρήμῳ φωνῆς τοῦ βοῶντος ταύτην τὴν ἐξουσίαν μὴ εἰληφυίας· Ὦ οὗτοι, ἀπηνῶς πυνθάνεσθε τοῦ ἀπεσταλμένου ἀγγέλου πρὸ προσώπου Χριστοῦ κατασκευάσαι τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ, ὅλα τὰ κατὰ τὸν τόπον αὐτοῦ ἀγνοοῦντες μυστήρια· ὁ γὰρ χριστός, Ἰησοῦς ὤν, κἂν μὴ βούλησθε, αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾿ οἱ μαθηταὶ αὐτοῦ,

  80. 6.125.1

    αὐτὸς ὢν »ὁ προφήτης( πόθεν δὲ ὑμῖν πεπίστευται Ἠλίαν βαπτίσειν τὸν ἐλευσόμενον, οὐδὲ τὰ ἐπὶ τοῦ θυσιαστη- ρίου ξύλα κατὰ τοὺς τοῦ Ἀχαὰβ χρόνους δεόμενα λουτροῦ ἵνα ἐκκαυθῇ, ἐπιφανέντος ἐν πυρὶ τοῦ κυρίου, βαπτίσαντα; ἐπικελεύε- ται γὰρ τοῖς ἱερεῦσιν τοῦτο ποιῆσαι οὐ μόνον ἅπαξ, λέγει γάρ· »Δευτερώσατε· ὅτε καὶ ἐδευτέρωσαν«, καὶ »Τρισσώσατε· ὅτε καὶ »ἐτρίσσωσαν«. ὁ τοίνυν μὴ αὐτὸς βαπτίσας τότε, ἀλλ’ ἑτέροις τοῦ ἔργου παραχωρήσας, πῶς κατὰ τὰ ὑπὸ τοῦ Μαλαχίου λεγό- μενα ἐπιδημήσας βαπτίζειν ἐμελλεν; Χριστὸς οὖν ἐν ὅδατι οὐ βαπτίζει, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ· ἑαυτῷ δὲ τηρεῖ τὸ ἁγίῳ πνεύματι βαπτίζειν καὶ Πυρί.

  81. 6.126.1

    παραδεξάμενος δὲ ὁ Ἡρακλέων τὸν τῶν Φαρισαίων λόγον ὡς ὑγιῶς εἰρημένον περὶ τοῦ ὀφείλεσθαι τὸ βαπτίζειν Χριστῷ καὶ Ἠλίᾳ καὶ παντὶ προφήτῃ, αὐ- ταῖς λέξεσίν φησιν, οἷς μόνοις ὀφείλεται τὸ βαπτίξειν, καὶ ἐκ τῶν εἰρημένων μὲν ἡμῖν ἔναγχος ἐλεγχόμενος, μάλιστα δὲ ὅτι κοινότερον τὸν προφήτην νενόηκεν· οὐ γὰρ ἔχει δεῖξαί τινα τῶν προφητῶν βαπτίσαντα. οὐκ ἀπιθάνως δέ φησιν πυνθάνεσθαι τοὺς Φαρισαίους κατὰ τὴν αἰ,τῶν πανουργίαν . οὐχὶ ὡς μαθεῖν θέλοντας.

  82. 6.127.1

    Ἐπεὶ δὲ ἀναγκαἶον ἡμῖν φαίνεται παρατιθέναι τὰς ὁμοίας τῶν εὐαγγελίων λέξεις τοῖς ἐν χερσὶ ῥητοῖς, καὶ τοῦτο καθ’ ἕκαστον μέχρι τέλους ποιεῖν ὑπὲρ τοῦ τὰ μὲν συγκρούειν δοκοῦντα ἀποδείκνυσθαι σύμφωνα, τὰ δ’ ὁμοίως ἔχοντα ἕκαστον κατ’ ἰδίαν σαφηνίζεσθαι, φέρε τοῦτο καὶ ἐνταῦθα ποιήσωμεν.

  83. 6.128.1

    τὸ γὰρ »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου« παρὰ μὲν τῷ μαθητῇ Ἰωάννῃ ἐκ προσώπου τοῦ βαπτιστοῦ λέγεται· παρὰ δὲ τῷ Μάρκῳ ὡς ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ χριστοῦ κατὰ τὴν Ἡσαΐου γραφὴν ἀναγέγραπται οὕτως· »Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, »καθὼς γέγραπται έν [τῷ] Ἡσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼ ἀποστέλλω »τὸν ἄλλελόν μου πρὸ προσώπου σου, ὅς κατασκευάσει τὴν ὁδόν σου· »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας »ποιεῖτε τὰς τρίβους αὐτοῦ«.

  84. 6.129.1

    οὐ κεῖται μέντοι γε ἐν τῷ προφήτῃ »Εὐδύνατε τὴν ὁδὸν κυρίους, ὅπερ παρέθετο ὁ † Μάρκος. μήποτ᾿ οὖν ὁ Ἰωάννης ἐπιτεμνόμενος τὸ »Ἑροιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν« ἀνέγραψεν· »Εὐθύνατε τὴν »ὁδὸ κυρίου«· ὅ τι ὁ Μάρκος δύο προφητείας ἐν διαφόροις εἰρημένας τόποις ὑπὸ δύο προφητῶν εἰς ὲν συνάγων πεποίηκεν· »Καθὼς γέ- »γραπται ἐν τῷ] Ἠασΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγ- »γελόν μου πρὸ προσώπου σου, ὅς κατασκευάσει τὴν ὁδόν σου. φωνὴ »βοῶντος έν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐδείας ποιεῖτε »τὰς τρίβους αὐτοῦ«.

  85. 6.130.1

    τὸ μὲν γὰρ »φωνὴ βοῶντος έν τῇ ἐρήμῳ‘ μετὰ τὴν περὶ τοῦ Ἐζεκίου ἱστορίαν ἀναστάντος ἐκ τῆς νόσου εὐθέως γέγραπται, τὸ δὲ »Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ πρό- »σώπου σου« ὑπὸ Μαλαχίου.

  86. 6.131.1

    ὅπερ δὲ ἐποίησεν Ἰωάννης ἐπιτεμνό μενος ὅ παρέθετο ῥητόν, τοῦτο ἐπ᾿ ἄλλης λέξεως ὁ Μάρκος καὶ αὐτὸς ἐνέφηνεν· ὁ μὲν γὰρ προφήτης φησίν· »Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ θεοῦ ἡμῶν«· ὁ δὲ Μάρκος· »Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ«. τὴν δ᾿ ὁμοίαν ἐπιτομὴν πεποίηται καὶ ἐπὶ τοῦ » Ἰδοὺ ἐγὼ ἀποστέλλω »τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὅς κατασκευάσει τὴν ὁδόν »σου«. οὐ παρέθετο γὰρ τὸ προκείμενον τὸ » Εμπροσθέν μου«.

  87. 6.132.1

    Ἔτι ἐπὶ] τὸ »Ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων, καὶ ἠρώτησαν αὐτόν« ἐξετάζοντες ἡμεῖς προετάξαμεν τὴν ἐρώτησιν τῶν Φαρισαίων, ὡς σεσιωπημένην παρὰ τῷ Ματθαίῳ, * * τοῦ ἀναγεγραμ- μένου γεγονέναι] παρὰ τῷ Ματθαίῳ], ὅτι »Ἰδὼν ὁ Ἰωάννης πολλοὺς »τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα εἰπεν »αὐτοῖς Γεννήματα ἐχιδνῶν‘ καὶ τὰ ἑξῆς· ἀκόλουθον γάρ ἐστιν πρῶ- τον πυθέσθαι, εἶτ᾿ ἐληυθεέναι.

  88. 6.133.1

    καὶ τοῦτο παρατηρητέον, ὅτι ὁ μὲν Ματθαῖος ἐκπορευομένους μένους πρὸς τὸν Ἰωάννην τὰ Ἰεροσόλυμα καὶ πᾶσαν Ι τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐπὶ τῷ βαπτίσασθαι ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογουμένους ἑαυτῶν τὰς ἁμαρτίας, οὐδένα λόγον ἐπιπληκτικὸν καὶ ἐλεγκτικόν φησιν ἀκη- κοέναι ἀπὸ τοῦ βαπτιστοῦ, μόνους δὲ τοῦς ἑωραμένους πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουαίων ἐληυθότας ἀκηκοέναι τὸ Γεννήματα »ἐχιδνῶν« καὶ τὰ ἑξῆς· ὁ δὲ Μάρκους οὐδέν φησιν ἐπιπληκτικὸν εἰρῆσθαι ὑπὸ τοῦ Ἰωάννου τοῖς ἐληλυθόσιν, οὖσιν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἰεροσολυμίταις R σολυμίταις πᾶσι, καὶ βαπτιζομένοις ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ καὶ ἐξομολογουμένοις τὰς ἁμαρτίας αὐτῶν, ἀκολούθως τῷ μηδὲ ὠνομα- κέναι τοὺς Φαρισαίους καὶ Σαδδουκαίους.

  89. 6.134.1

    ἔτι δὲ καὶ τοῦτο ἀναγκαῖον ἡμᾶς παραθέσθαι, ὅτι ἀμφότεροι μέν, ὅ τε Ματθαῖος καὶ ὁ Μάρκος, ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν φασιν βαπτίζεσθαι πᾶσαν Ιεροσόλυμα καὶ πᾶσαν τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ἤ πᾶσαν τὴν Ἰουδαίαν χώραν καὶ τοὺς Ἱεροσολυμίτας πάν- τας· ὁ δὲ Ματθαῖος εἰσάγει μὲν ἐρχομένους ἐπὶ τὸ βάπτισμα τοὺς Φαρισαίους καὶ Σαδδουκαίους οὐ μὴν ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν· διόπερ εἰκὸς καὶ τοῦτο εὔλογον εἶναι αἴτιον τοῦ ἀκηκοέναι αὐτοὺς » Γεννήματα ἐχιδνῶν«.

  90. 6.135.1

    Μὴ ὑπολάβῃς δ’ ἡμᾶς καὶ ἀκαίρως τὰ ἀπὸ τῶν ἑτέρων εὐαγγελίων παρατεθεῖσθαι, τὰ ἐκ] τῶν ἀπεσταλμένων ἐκ τῶν Φαρισαίων καὶ ἐρωτησάντων τὸν Ἰωάννην ἐξετάζοντας. εἰ γὰρ καλῶς ἐφηρμόσαμεν τὴν τῶν Φαρισαίων πεῦσιν, ἀναγεγραμμένην παρὰ τώ μαθητῇ Ἰωάννῃ, τῷ βαπτισμῷ αὐτῶν παρὰ τῲ Ματθαίῳ κειμένῳ, ἀκόλουθον ἠν ἐξετάσαι τὰ κατὰ τοὺς τόπους καὶ παραθέσθαι τὰ εὐρεθέντα παρατηρήματα.

  91. 6.136.1

    ὀμοίως δὲ τῷ Μάρκῳ καὶ ὁ Λουκᾶς τοῦ »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ« μέμνηται ἀπὸ ἰδίου προσώπου οὕτως· »Ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου Ζαχαρίου ἐν τῇ ἐρήμῳ, »καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα »μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων »Ἡσαΐου τοῦ προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.

  92. 6.137.1

    »τὴν ὁδὸν κυρίου, ποιεῖτε ποιεῖτε τὰς τρίβους αὐτοῦ«. προσέθηκεν δὲ ὁ Λουκᾶς καὶ τὰ ἑξῆς τῆς προφητείας· »Πᾶσα φάραγξ πληρωθή- »σεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται τὰ σκολιὰ »εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ »τὸ σωτήριον τοῦ θεοῦ«· ὁμοίως τῷ Μάρκῳ ἀναγράψας τὸ »Εὐθείας »ποιεῖτε τὰς τρίβους αὐτοῦ«, ἐπιτεμνόμενος, ὡς προειρήκαμεν, τὸ »Εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν«.

  93. 6.138.1

    ἀντὶ δὲ τοῦ »ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν« χωρὶς τοῦ »Πάντα« τὴν λέξιν ἔθηκεν, μετὰ τοῦ ἀντὶ ἑνικοῦ τοῦ »Εἰς εὐθεῖαν« πεποιηκέναι πληθυντικὸν »Εὐθείας«. ἔτι δὲ καὶ ἀντὶ τοῦ »Ἡ τραχεῖα εἰς πεδία« ἐποίησεν· »Καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας«, παραλιπών τε Καὶ ὀφθήσεται ἡ δόξα κυρίου« παρέθετο τὸ ἑξῆς τὸ »Καὶ ὄφεται πᾶσα »σὰρξ τὸ σωτήριον τοῦ θεοῦ«. χρήσιμοι δὲ αἱ παρατηρήσεις πρὸς ἀπόδειξιν περὶ τοῦ ἐπιτέμνεσθαι τοὺς εὐαγγελιστὰς τὰ προφητικά.

  94. 6.139.1

    Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι τὸ »Γεννήματα »ἐχιδῶν« καὶ τὰ εξῆς ὁ μὲν Ματθαῖος τοῖς Φαρισαίοις καὶ Σαδδουκαίοις ἐρχομένοις ἐπὶ τὸ βάπτισμα εἰρῆσθαί φησιν, ἑτέροις οὖσιν παρὰ τοὺς ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν καὶ μηδὲν τοιοῦτον ἀκούοντας· ὁ δὲ Λουκᾶς τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ αὐτοῦ ταῦτ’ εἰρῆσθαι ἀναγράφει, οὐ ποιήσας δύο τάγματα βαπτιζομένων, ὅπερ παρὰ τῷ Ματθαίῳ εὕρομεν.

  95. 6.140.1

    εἰκότως δὲ καὶ οὗτος, ἐπεὶ οἱ ὄχλοι οὐκ ἐν ἐπαίνῳ τάσσονται, ὡς τοῖς τηροῦσιν σαφὲς ἔσται, τοῖς ὄχλοις εἰσάγει γέγοντα τὸν βαπτιστὴν τὸ »Γεννήματα ἐχιδνῶν« καὶ τὰ ἑξῆς. ἔτι δὲ πρὸς μὲν τοὺς Φαρισαίους καὶ Σαδδουκαίους »Ποιήσατε« εἴρηται ἑνικῶς »καρπὸν ἄξιον τῆς μετανοίας«· πρὸς δὲ τοὺς ὄχλους πληθυντικῶς »ἀξίους καρποὺς τῆς μετανοίας«.

  96. 6.141.1

    τάχα γὰρ οἱ μὲν Φαρισαῖοι τὸν ἐξαίρετον ἀπαιτοῦνται καρπὸν μετανοίας, οὐκ ἄλλον ὄντα τοῦ υἱοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως, οἱ δὲ ὄχλοι, οὐδὲ ἀρχὴν ἔχοντες ἀγαθῶν, πάντας ἀπαιτοῦνται τοὺς καρποὺς μετανοίας· διόπερ πρὸς αὐτοὺς τὸ πληθυντικὸν εἴρηται.

  97. 6.142.1

    λέγεται πρὸς τούτοις τοῖς Φαρισαίοις· »Μὴ δόξητε λέγειν έν ἑαυτοῖς· Πατέρα »ἔχομεν τὸν Ἀβραάμ. οἱ μὲν γὰρ ὄχλοι νῦν ἀρχὴν ἔχουσιν, δοκοῦντες »εἰσάγεσθαι εἰς τὸν θεῖον λόγον, τοῦ προσιέναι τῇ ἀληθείᾳ«· διόπερ ἄρχονται λέγειν ἐν ἑαυτοῖς· »Πατέρα ἔχομεν τὸν Ἀβραάμ«· οἱ δὲ Φαρισαῖοι οὐκ ἄρχονται, ἀλλὰ πρὸ πολλοῦ τοῦτο δοξάζουσιν. πλὴν εκάτεροι τοὺς προειρημένους λίθους δεικνυμένους ἀκούουσιν δύνασθαι ἐγερθῆναι τέκνα τῷ Ἀβραάμ, ἀπὸ τῆς ἀναισθησίας καὶ νεκρότητος ἀναστησομένους.

  98. 6.143.1

    Παρατήρει δὲ ὅτι τοῖς μὲν Φαρισαίοις κατὰ τὸ εἰρημένον ἐν τῷ προφήτῃ »Ἐφάγετε καρπὸν ψευδῆ« ἔχουσι μὲν καρπόν, ψευδῆ <δέ>, λέγεται· »Πᾶν οὖν δένδρον μὴ ποιοῦν καλὸν ἐκκόπτεται«, τοῖς δὲ ὄχλοις, οὐδ᾿ ὅλως καρποφοροῦσιν, τὸ »Πᾶν οὐν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται«. τὸ μὲν γὰρ μὴ ἔχον καρπὸν οὐδὲ καλὸν ἔχει καρπόν· διόπερ ἐκκοπῆς ἐστιν ἄξιον. τὸ δὲ ἔχον καρπὸν οὐ πάντως καλὸν ἔχει καρπόν· διόπερ καὶ αὐτὸ εὐλόγως ὑπὸ τῆς ἀξίνης καταβάλλεται.

  99. 6.144.1

    ἐὰν ἐὰν ἀκριβέστερον ἐρευνήσωμεν τὰ περὶ τοὺς καρπούς, εὑρήσομεν ὅτι ἀμήχανον τὸ ἄρτι τοῦ γεωργεπισθαι ἀρχόμενον, κἂν καρποφορῇ, τοὺς πρώτους ἐνεγκεῖν καρποὺς καλούς. ἀγαπᾷ δὲ ὁ γεωργὸς πρῶτον τὸ ἐνεγκεῖν αὐτὸ τοὺς ἐπιβάλλοντας καρποὺς τῷ ἀρχομένῳ γεωργίας, ὕστερον ὁδῷ διὰ τῶν πρεπόντων γεωργικῇ καθαρσίων μετὰ τοὺς ὁποίους δήηποτε καρποὺς ληψόμενος καὶ καρποὺς καλούς· καὶ ὁ νόμος δὲ ταύτῃ τῇ ἐκδοχῇ ἡμῶν μαρτυρεῖ, λέγων δεῖν τὸν φυτεύοντα τρία ἔτη ποιεῖν ἀπερικάθαρτον ἐῶντα τὸ πεφυτευμένον, οὐκ ἐσθιομένων αὐτοῦ καρπῶν· »Τρία, γάρ φησιν, ἔτη ὑμῖν ὁ καρπὸς ἀπερικάθαρτος οὐ »βρωθήσεται, τῷ δὲ τετάρτῳ ἔτει ἔσται πᾶς ὁ καρπὸς ἅγιος, αἰνετὸς »τῷ κυρίῶ«.

  100. 6.145.1

    εὐλόγως τοίνυν πρὸς τοὺς ὄχλους χωρὶς τῆς τοῦ Καλοῦ προσθήκης λέγεται· »Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται »καὶ εἰς πῦρ βάλλεται«· καὶ τὸ ἐπὶ πλεῖον δὲ φέρον καρπὸν ὅμοιον τῇ ἀρχῇ, δένδρον τυγχάνον μὴ ποιοῦν καρΠὸν καλόν, »ἐκκόπτεται »καὶ εἰς πῦρ βάλλεται«, ἐπὰν ἐνστάσης τῆς μετὰ τὴν τριάδα εἰσαγωγῆς έν τῇ τετράδι γενομένης μὴ ποιῇ καρπὸν ἅγιον, αἰνετὸν τῷ κυρίῳ.

← Previous · Next → — showing 601700 of 2,967

First Thousand Years of Greek. CTS URN tlg2042.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.