Commentarii in Evangelium Joannis
- 2.198.2
Ι, 7 Οὕτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ.
- 2.199.1
Τῶν ἐτεροδόξων τινὲς πιστεύειν φάσκοντες εἰς τὸν χριστόν, καὶ διὰ τὸ ἀναπλάσσειν ἕτερον θεὸν παρὰ τὸν δημιουργὸν ὡς ἀκόλουθον αὐτοῖς οὐ προσιέμενοι τὴν ἐπιδημίαν αὐτοῦ ὑπὸ τῶν προφητῶν προκατηγγέλθαι, ἀνατρέπειν πειρῶνται τὰς διὰ τῶν προ- φητῶν περὶ Χριστοῦ μαρτυρίας, φάσκοντες μὴ δεῖσθαι μαρτύρων τὸν θἱὸν τοῦ θεοῦ, ἔχοντα τὸ τοῦ πιστεύεσθαι ἄξιον ἔν τε οἷς κατήγγειλε σωτηρίοις λόγους δυνάμεως πεπληρωμένοις καὶ ἐν τεραστίοις ἔργοις αὐτόθεν καταπλήξασθαι πάνθ' ὁντινοῦν δυναμένοις.
- 2.200.1
καὶ φασιν· »Εἰ Μωσῆς πεπίστευται διὰ τὸν λόγον καὶ τὰς δυνάμεις, οὐ Δεηθεὶς μαρτύρων πρὸ αὐτοῦ τινων αὐτὸν καταγγειλάντων, ἀλλὰ καὶ ἕκαστος τῶν προφητῶν παρεδέχθη ὑπὸ τοῦ λαοῦ »ὡς ἀπὸ θεοῦ ἀποσταλείς, πῶς οὐχὶ μᾶλλον Μωϋσέως καὶ τῶν προφητῶν διαφέρων δύναται χωρὶς προφητῶν μαρτυ- ρούντων τὰ περὶ αὐτοῦ ἀνῦσαι ὅ βούλεται καὶ ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος«;
- 2.201.1
παρέλκειν οὐν οἴονται τὸ ὐπὸ προφητῶν αὐτὸν νομίζεσθαι προκατηγγέλθαι, τοῦτο πραγματευσαμένων, ὡς εἴποιεν ἂν ἐκεῖνοι, τῶν τὴν καινότητα τῆς θεότητος παραδέξασθαι τοὺς εἰς Χριστὸν πιστεύοντας οὐ βουλομένων, ἀλλὰ ἐπὶ τὸν αὐτὸν καταντῆσαι θεόν, ὅν καὶ πρὸ Ἰησοῦ Μωσῆς καὶ οἱ προφῆται ἐδίδαξαν.
- 2.202.1
Λεκτέον οὖν πρὸς αὐτούς, ὅτι πολλῶν αἰτίων δυναμένων γενέσθαι προκαλουμένων εἰς τὸ πιστεύειν, ἐνίοτέ τινων ἀπὸ τῆσδε μὲν τῆς ἀποδείξεως οὐ πληττομένων, ἀπὸ ἑτέρας δέ, ἔχειν τὸν θεὸν πλείονας ἀφορμὰς ἀνθρώποις παρέχειν, ἴνα παραδεχθῇ, ὅτι θεὸς ὁ ὑπὲρ πάντα τὰ γενητὰ ἐνηνθρώπησεν.
- 2.203.1
ἐναργῶν γοῦν ἔστιν ἰδεῖν τινας ἐκ τῶν προφητικῶν προρρήσεων εἰς θαυμασμὸν τοῦ χριστοῦ ἐρχομένους, κα- ταπληττομένους τὴν τῶν τοσούτων πρὸ αὐτοῦ προφητῶν φωνὴν συνιστᾶσαν τόπον γενέσεως αὐτοῦ καὶ χώραν χώραν καὶ ἰσχὺν διδασκαλίας, δυνάμεών τε θαυμασίων ποίησιν καὶ πάθος ἀνθρώπινον ὑπὸ ἀναστάσεως καταλυόμενον.
- 2.204.1
καὶ τοῦτο δὲ ἐπισκεπτέον, ὅτι αἱ μὲν τεράστιοι δυνάμεις τοὺς κατὰ τὸν χρόνον τοῦ κυρίου γενομένους προκαλεῖσθαι ἐπὶ τὸ πιστεύειν ἐδύναντο, οὐκ ἔσωζον δὲ τὸ ἐμφαν- τικὸν μετὰ χρόνους πλείονας ἤδη καὶ μῦθοι εἶναι ὑπονοηθεῖσαι. πλεῖον γὰρ τῶν τότε γενομένων δυνάμεων ἰσχύει πρὸς πειθὼ ἡ νῦν συνεξ- εταζομένη ταῖς δυνάμεσι προφητείαι κἀκείνας ἀπιστεῖσθαι ὑπὸ τῶν ἐρευνώντων αὐτὰς κωλύουσα.
- 2.205.1
τάχα δὲ αἱ προφητικαὶ μυρτυρίαι οὐ μόνον κηρύσσουσι Χριστὸν ἐλευσόμενον οὐδὲ τοῦθ᾿ ἡμᾶς διδάσκουσι καὶ ἄλλο οὐθέν, ἀλλὰ πολλὴν θεολογίαν σχέσιν τε πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα μαθεῖν μαθεῖν οὐκ ἔλαττον ἀπὸ τῶν προφητῶν, δι' ὡν ἀπαγγέλλουσι τὰ περὶ αὐτοῦ ἢ ἀπὸ τῶν ἀποστόλων διηγουμένων μένων τὴν μεγαλειότητα τοῦ υἱοῦ τοῦ θεοῦ.
- 2.206.1
ἔστι δὲ τολμήσαντα καὶ χωρὶς τούτων τοιοῦτόν τι εἰπεῖν, ὅτι εἰδὶ Χριστοῦ μάρτυρες τῷ μαρτυρεῖν περὶ αὐτοῦ κοσμούμενοι καὶ οὐ πάντως ἐκείνῳ τι διὰ τοῦ μαρτυρεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καταχαριζόμενοι, ὡς ὁμολογήσαιεν ἂν πάντες περὶ τῶν ἰδώς ὀνομαζομένων μαρτύρων Χριστοῦ.
- 2.207.1
τί οὐν θαυμαστόν, εἰ ὥσπερ ἐκοσμήθησαν τῷ μάρτυρες εἶναι Χριστοῦ πολλοὶ τῶν γνησίων Χριστοῦ μαθητῶν, οὕτως οἱ προφῆται τὸ προκαταγγεῖλαι Χριστὸν νοήσαντες αὐτὸν δῶρον ἀπὸ θεοῦ εἰλήφασι, διδάσκοντες οὐ μόνον τοὺς μετὰ τὴν Χριστοῦ ἐπιδημίαν, ἃ δεῖ φρονεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἀλλὰ καὶ τοὺς ἐν προτέραις ἐκείνων γενεαῖς;
- 2.208.1
ὥσπερ γὰρ ὁ μὴ ἐγνωκὼς τὸν υἱὸν νῦν οὐδὲ τὸν πατέρα ἔχει, οὕτω καὶ πρότερον νοητέον· διόπερ »Ἀβραὰμ ἠγαλλιάσατο, ἵνα ἤδῃ τὴν ἡμέραν »Χριστοῦ, καὶ εἶδε καὶ ἐχάρη«. ἀποστερεῖν τοίνυν βούλεται τὸν χορὸν τῶν προφητῶν χάριν τὴν μεγίστην ὁ βουλόμενος αὐτοὺς μὴ δεὶν μαρτυρεῖν περὶ Χριστοῦ· τί γὰρ ἂν καὶ ἡ προφητεία ἡ ἐξ ἐπιπνοίας ἁγίου πνεύματος εἶχε τηλικοῦτον , εἰ ὐπεξῂρητο αὐτῆς τὰ περὶ τῆς κυρίου ἡμῶν οἰκονομίας;
- 2.209.1
ὡς γὰρ ἡ θεοσέβεια κεκόσμηται τῶν διὰ μεσίτου καὶ ἀρχιερέως καὶ παρακλήτου καὶ † ἐπιστημονικῶς προσερ- χομένων τῷ τῶν ὅλων θεῷ, σκάζουσα ἄν εἰ μὴ διὰ τῆς Πύρας τις εἰσίοι πρὸς τὸν πατέρα, οὕτως καὶ ἡ τῶν πάλαι θεοσέβεια τῇ νοήσει καὶ πίστει καὶ προσδοκίᾳ Χριστοῦ ἱερὰ ἠν καὶ παρὰ θεῷ ἀποδεκτή· ἐπεὶ τετηρήκαμεν ὅτι ὁ θεὸς μάρτυς εἶναι ὁμολογεῖ, καὶ περὶ τοῦ χριστου το αυτο απφαινεται, παντας επι το μιμητας αυτου και του χριστοῦ γενέσθαι παρακαλῶν, κατὰ τὸ μαρτυρεῖν αὐτούς, οἶς χρὴ μαρτυρεῖν· φησὶ γάρ· »Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην».
- 2.210.1
πᾶς δὲ ὁ μαρτυρῶν τῇ ἀληθείᾳ, εἴτε λόγοις εἴτε ἔργοις εἴτε ὁπωσποτὲ ταύτῃ παριστάμενος μάρτυς‘ εὐλόγως ἂν χρηματίζοι. ἀλλ᾿ ἤδη κυρίως ὡς τὸ τῆς ἀδελφότητος ἔθος ἐκπλαγέντες διάθεσιν τῶν ἕως θανάτου ἀγωνισαμένων ὑπὲρ ἀληθείας ἢ ἀνδρείας, κυρίως μόνους μόνυς »μάρτυρας « ὠνό- μασαν τοὺς τῇ ἐκχύσει τοῦ ἑαυτῶν αἵματος μαρτυρήσαντας τῷ τῆς θεοσεβείας μυστηρίῳ. τοῦ σωτῆρος πάντα τὸν μαρτυροῦντα τοῖς περὶ αὑτοῦ καταγγελλομένοις »μάρτυρα« ἀνομάζοντος.
- 2.211.1
φησὶ γοῦν ἀναλαμβανόμενος τοῖς ἀποστόλοις· »Ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερου»σαλὴμ καὶ ἐν πάσῃ τῆ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς«. ἔτι δὲ ὥσπερ ὁ καθαρθεὶς λεπρὸς τὸ προστεταγμένον ὑπὸ Μωσέως προσάγει δῶρον, »εἰς μαρτύριον « τοῦτο ποιῶν τοῖς μὴ πι- στεύσασιν εἰς τὸν χριστόν, οὕτως εἰς μαρτύριον τοῖς ἀπίστοις οἱ μάρτυρες μαρτυροῦσι καὶ πάντες οἱ ὅγιοι, ῳν λάμπει τὰ ἔργα »ἔμ- »προσθεν τῶν ἀνθρώπων«. πολιτεύονται Ι γὰρ παρρησιαζόμενοι έν τῷ σταυρῷ τοῦ χριστοῦ καὶ μαρτυροῦντες περὶ τοῦ ἀληθινοῦ φωτός.
- 2.212.1
Καὶ Ἰωάννης τοίνυν ἦλθεν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός· ὅς μαρτυρῶν »κέκραγε λέγων«· »Ὁ ὀπίσω μου ἐρχόμε- » νος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. ὅτι ἐκ τοῦ πλη- ρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. καὶ χάριν ἀντὶ χάριτος· ὅτι »ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς θεὸς »ὁ ὤν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο«.
- 2.213.1
πᾶς γοῦν οὑτος ὁ λόγος ἐκ προσώπου τοῦ βαπτιστοῦ μαρτυροῦντος τῷ χριστῷ εἰρηται, ὅπερ λανθάνει τινὰς οἰομένους ἀπὸ τοῦ » Ἐκ τοῦ πληρώμα»τος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν« ἕως τοῦ »Ἐκεῖνος ἐξηγήσατο « ἐκ τοῦ προσώπου Ἰωάννου τοῦ ἀποστόλου λέγεσθαι.
- 2.214.1
πρὸς τῇ προ- ειρημένῃ δὲ τοῦ βαπτιστοῦ μαρτυρίᾳ, ἀρχομένῃ ἀπὸ τοῦ »Ὁ ὀπίσω »μου μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε« καὶ ληγούσῃ εἰς τὸ »Ἐκεῖνος »ἐξηγήσατο« καὶ αὕτη ἡ μαρτυρία ἐστὶν Ἰωάννου μετ’ ἐκείνην δευ- τέρα, ὅτε πρὸς τοὺς ἀποστείλαντας ἀξ Ἰεροσολύμων ἱερεῖς καὶ Λευί- τας, Ἰουδαίων αὐτοὺς ἀποστειλάντων, ὁμολογεῖ οὐκ ἀρνούμενος τὸ ἀληθές, ὡς ἄρα οὐκ αὐτὸς εἴη ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφή- της, ἀλλὰ »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης«.
- 2.215.1
Μετὰ δὲ ταῦτα ἄλλη μαρτυρία τοῦ αὐτοῦ βαπτιστοῦ περὶ Χριστοῦ ἐστι, τὴν προηγουμένην αὐτοῦ ὑπόστασιν ἔτι διδάσκουσα διήκουσαν ἐπὶ πάντα τὸν κόσμον κατὰ τὰς ψυχὰς τὰς λογικάς, ὅτε φησί· »Μέσος »ὑμῶν ἕστηκεν ὅν ὑμεῖς οὐκ οἴδατε, ὐπίσω μου ἐρχόμενος, οὗ οὐκ »εἰμὶ ἄξιος ἐγὼ ἵωα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος«. καὶ ἐπίσκεψαι, εἰ διὰ τὸ έν μέσῳ τοῦ παντὸς εἶναι σώματος τὴν καρδίαν, ἐν δὲ τῇ καρδίᾳ τὸ ἡγεμονικόν , κατὰ τὸν ἐν ἑκάστῳ λόγον δύναται νοεῖσθαι τὸ »Μέσος ὑμῶν ἕστηκεν ὅν ὑμεῖς οὐκ αἴδατε«.
- 2.216.1
Τετάρτη δὲ πρὸς τούτοις μαρτυρία Ἰωάννου περὶ Χριστοῦ ἤδη καὶ τὸ ἀνθρώπινον αὐτοῦ πάθος ὑπογράφουσα, ὅτε λέγει· »Ἴδε ὁ »ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὑτός ἐστιν »ὑπὲρ οὑ ἐγὼ εἶπον ὅτι ὀπίσω μου ἔρχεται ἀνὴρ ὅς ἔμπροσθέν μου »γέγονεν, ὅτι πρῶτός μοι· ἦν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανε- »ρωθῇ τῷ Ἰαραήλ, διὰ τοῦτο ἠλθον ἐγὼ ἐν ὕδατι βαπτίζων«.
- 2.217.1
Καὶ πέμπτη μαρτυρία ἀναγέγραπται κατὰ τὸ » Τεθέαμαι τὸ πνεῦμα »καταβαπῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν· κἀγὼ »οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι »εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, »οὑτός ἐστιν ὁ βαπτίζων έν Πνεύματι ἁγίῳ * *. κἀγὼ ἑώρακα, καὶ »μεμαρτύρηκα κα ὅτι οὑτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ«.
- 2.218.1
Ἕκτον δὲ μαρτυρεῖ τῷ χριστῷ ἐπὶ δύο μαθητῶν ὁ Ἰωάννης, ὅτε ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· »Ἴδε ὁ ἁμνὸς τοῦ θεοῦ«. μεθ’ ἣν μαρτυρίαν, ἀκουσάντων τῶν δύο μαθητῶν τοῦ Ἰωάννου καὶ ἀκολουθησάτων τῷ Ἰησοῦ, στραφεὶς ὁ Ἰησοῦς καὶ θεασάμενος τοὺς δύο ἀκολουθοῦντας ἀποκρίνεται λέγων »Τί ζητεῖτε;«
- 2.219.1
καὶ τάχα οὐ μάτην μετὰ ἕξ μαρτυρίας παύεται μὲν ὁ Ἰωάννης μαρτυρῶν, Ἰησοῦς δὲ κατὰ τὸ ἕβδομον προτείνει τὸ »Τί ζητεῖτε«; πρέπουσα δὲ ὠφελη- μένοις ὑπὸ τῆς Ἰωάννου μαρτυρίας ἡ φωνὴ ἀναγορεύουσα τὸν χριστὸν διδάσκαλον καὶ ὁμολογοῦσα τὸ οἰκητήριον ποθεῖν θεάσασθαι τοῦ υἱοῦ τοῦ θεοῦ· φασὶ γὰρ αὐτῷ· »Ῥαββὶ (ὅ λέγεται μεθερμηνευόμενον » Διδάσκαλε«), ποῦ μένεις‘ »; καὶ ἐπεὶ »πᾶς ὁ ζητῶν εὑρίσκει«, ζητήσασι τὴν Ἰησοῦ μονὴν τοῖς Ἰωάννου μαθηταῖς ὑποδείκνυσι, λέγων αὐτοῖς. »Ἔρχφεσθε καὶ ὄψεσθε«, τάχα διὰ τοῦ μὲν »Ἔρχεσθε« ἐπὶ τὸ πρακτικὸν κὸν αὐτοὺς παρακαλῶν, διὰ δὲ τοῦ »Ὄψυεθε« τὴν ἀκολουθοῦσαν τῇ κατορθωσιε τῶν πράξων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων, γινομένην ἐν τῇ τοῦ Ἰησοῦ μονῇ.
- 2.220.1
προὔκειτο δὲ τοῖς ζητήσασι ποῦ μένει Ἰησοῦς, ἀκολουθήσασι τῷ διδασκάλῳ καὶ θεασαμένοις, παραμεῖναι τῷ Ἰησοῦ καὶ τὴν ἡμέραν ἐκείνην συνδιατρῖψαι τῷ υἱῷ τοῦ Μοῦ. ἐπεὶ δὲ ὁ δέκατος ἀριθμὸς τετήρηται ὡς ἅγιος, οὐκ ὀλίγων μυστηρίων ἐν τῇ δεκάδι ἀνγραφομένων γεγονέναι, νοητέον οὐ μάτην καὶ ἐν τῷ εὐαγγελίῳ τὴν δεκάτην ἀναγρίαφεσθαι ὥραν τῆς τῶν Ἰω- άννου μαθητῶν παρὰ τῷ Ἰησοῦ καταγωγῆς, ὡς Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου ἦν ὅτις ὅστις ὠφεληθεὶς ἐν τῷ παραμεμενηκέναι τῷ Ἰησοῦ, εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα τάχα (τάχα πρότερον οὐχ εὕρητο) φησὶν εὑρηκέναι τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον Χριστός.
- 2.221.1
ἐπεὶ γὰρ ὁ ζητῶν εὑρίσκει«, ἐζήτησε δὲ ποῦ μένει ὁ Ἰησοῦς, καὶ ἀκολουθήσας, θεωρήσας αὐτοῦ τὴν μονήν, παραμένει τῷ κυρίῳ ἐν τῇ δεκάτῃ ὥρᾳ καὶ εὑρίσκει τὸν υἱὸν τοῦ θεοῦ, τὸν λόγον καὶ τὴν σοφίαν, βασιλεύεταί τε ὑπ’ αὐτοῦ, διὰ τοῦτό φησιν· »Εὐρήκαμεν τὸν Μεσσίαν«. αὕτη δὲ ἡ φωνὴ ὑπὸ παντὸς ἄν λέγοιτο τοῦ τὸν τοῦ θεοῦ λόγου εὑρηκότος καὶ ὑπὸ τῆς θειότητος αὐτοῦ βασιλευομέ- νου.
- 2.222.1
καρπὸν δὲ εὐθέως προσάγει τὸν ἀδελφὸν τῷ χριστῷ, ᾧ Σίμωνι ἐχαρίσατο ὁ Ἰησοῦς τὸ ἐμβλέψαι αὐτῷ, ὅπερ ἐστὶ διὰ τοῦ ἐμβλέψαι ἐπισκοπῆσαι καὶ φωτίσαι αὐτοῦ τὸ ἡγεμονικόν· καὶ δεδύνηται διὰ τὸ ἐμβεβλεφέναι αὐτῶ τὸν Ἰησοῦν ὁ Σίμων βεβαιωθῆναι, ὥστε τοῦ ἔργου τῆς βεβαιότητος καὶ τῆς στερρότητος ἐπώνυμος γενέσθαι καὶ κληθῆναι » Πέτρος‘.
- 2.223.1
Ἀλλ’ ἐρεῖ τις, τί δήποτε προκειμένου διηγήσασθαι τὸ »Οὑτος ἦλθεν Ι εἰς μαρτυρίαν , ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός« πάντα ταῦτα διεξεληλύθαμεν; λεκτέον δέ, ὅτι ἔδει παραστῆσαι τὰς μαρτυρίας τοῦ Ἰωάννου τὰς περὶ τοῦ φωτός, καὶ τὴν τάξιν αὐτῶν ἐκθέσθαι τήν τε ἀκολουθήσασαν οἷς ἐμαρτύρησεν ὠφέλειαν. γενομένην μετὰ τὴν Ἰωάννου μαρτυρίαν ἀπὸ τοῦ Ἰησοῦ, ἴνα τὸ ἀνύσιμον τῆς Ἰωάννου μαρτυρίας δηλωθῇ.
- 2.224.1
καὶ πρὸ τῶν ἐνταῦθα δὲ μαρτυριῶν ἡ ἐν τῇ ἀγαλλιάσει σκίρτησις τοῦ βαπτιστοῦ ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ ἐπὶ τῷ ἀσπασμῷ τῆς Μαρίας μαρτυρία περὶ Χριστοῦ ἠν, μαρτυροῦν- τος τῇ θειότητι τῆς συλλήψεως καὶ γενέσεως αὐτοῦ. καὶ τί γὰρ ἢ πανταχοῦ μάρτυς καὶ πρόδρομος τοῦ Ἰησοῦ ἐστιν ὁ Ἰωάννης, προλαμβάνων τὴν γένεσιν αὐτοῦ καὶ πρὸ ὀλίγου τοῦ θανάτου ἀποθνήσκων τοῦ υἱοῦ τοῦ θεοῦ, ἵνα μὴ μόνον τοῖς έν γενέσει ἀλλὰ καὶ τοῖς προσδοκῶσι τὴν διὰ Χριστοῦ ἀπὸ θανάτου ἐλευθερίαν πρὸ τοῦ χριστοῦ ἐπιδημῶν, πανταχοῦ ἑτοιμάσῃ κυρίῳ λαὸν κατεσκευασμένον; φθάνει δὲ καὶ ἐπὶ τὴν δευτέραν Χριστοῦ παρουσίαν καὶ θειοτέραν ἡ Ἰωάννου μαρτυρία· »Εἰ γὰρ θέλετε, φησί, δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων »ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω«.
- 2.225.1
Οὔσης δὲ ἀρχῆς, ἐν ᾗ ὁ λόγος (ἥντινα σοφίαν εἶναι ἀπὸ τῶν Παροιμιῶν ἀπεδείξαμεν), ὄντος δὲ καὶ τοῦ λόγου, γενομένης τε ἐν τούτῳ ςωῆς, τῆς τε ζωῆς τυγχανούσης φωτὸς ἀνθρώπων, ζητῶ τί δήποτε ὁ γενόμενος »ἄνδρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ᾧ ὄνομα Ἰωάννης, ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός‘.
- 2.226.1
διὰ τί γοῦν οὐχ »ἵνα μαρτυρήσῃ περὶ τῆς ζωῆς«, ἢ »ἵνα μαρτυρήσῃ περὶ τοῦ λόγους«, ἢ Μερὶ τῆς αρχῆς«, ἢ ὁποιασδήποτε ἄλλης ἐπινοίας τοῦ χριστοῦ; ἐπίσκεψαι δὲ εἰ μή, ἐπεὶ »ὁ λαὸς ὁ καθήμενος ἐν σκότῳ »φῶς εἶδε μέγα«, καὶ ἐπεὶ »τὸ φῶς έν τῇ σκοτίᾳ φαίνε« μὴ καταλαμβανόμενον ὑπ' αὐτῆς, οἱ έν ἐν σκότῳ τυγχάνοντες δέονται φωτός, τοῦτ' ἔστιν οἱ ἀνθρωποι.
- 2.227.1
εἰ γὰρ τὸ φῶς τῶν ἀνθρώπων ἐν τῇ σκοτίᾳ φαίνει«, ἔνθα οὐδαμῶς ἐνέργεια σκοτίας τυγχάνει, τυγχάνει, ἐπινοιῶν τοῦ χριστοῦ κοινωνήσομεν, νῦν κυρίως καὶ κατὰ τὸ ἀκριβὲς οὐ μετέχοντες αὐτῶν. Πῶς γὰρ μετέχομεν ζωῆς οἱ ἔτι τὸ σῶμα τοῦ θανάτου περικείμενοι, ὡν ἡ ζωὴ »κέδρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ«; ὅταν γὰρ ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθησόμεθα ἐν δόξῃ, οὐχ
- 2.228.1
οἷόν τε οὖν ἦν τὸν ἐλθόντα μαρτυρῆσαι περὶ τῆς ζωῆς τῆς ἔτι κρυπτομένης σὺν τῷ χριστῷ ἐν τῷ θεῷ· ἀλλ' οὐδὲ ἠλθεν εἰς μαρτυρίαν , ἕνα μαρτυρήσῃ περὶ τοῦ λόγου, λόγον ἡμῶν νοούντων τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν καὶ θεὸν λόγου· ἐπὶ γῆς γὰρ »ὁ λόγος σὰρξ ἐγένετο«. καὶ ἦν ἂν μαρτυρίαι εἰ καὶ ἐδόκει περὶ περὶ τοῦ λόγου κυρίως ἂν λεχθησομένη ἡ περὶ λόγου γενομένου σαρκός, οὐχὶ δὲ λόγου θεοῦ· διόπερ οὐκ ἦλθεν, ἴνα μαρτυρήσῃ περὶ τοῦ λόγου.
- 2.229.1
πῶς δὲ μαρτυρία ἐδύνατο γίνεσθαι περὶ τῆς σοφίας τοῖς, κα/ν δοκῶσιν ἐγνωκέναι οὐ τὸ καθαρῶς ἀληθὲς κατανοοῦσιν ἀλλὰ βλέπουσι δι’ ἐσόπτρου καὶ ἐν ἐναἰνίrματ“; εἰκὸς μέντοι γε πρὸ τῆς δευτέρας καὶ θειοτέρας Χριστοῦ ἐπιδημίας ἐλεύσεσθαι μαρτυρήσοντα τὸν Ἰωάννην ἢ Ἠλίαν περὶ ζωῆς πρὸ ὀλίγου τοῦ χριστὸν φανερωθήσεσθαι, τὴν ζωὴν ἡμῶν, καὶ τότε μαρτυρήσειν περὶ τοῦ λόγου, παραστήσειν τε τὸ περὶ τῆς σοφίας μαρτύριον. βα- σάνου δὲ δεῖται, εἰ ἐνεστιν οἷον ἡ Ἰωάννου μαρτυρία πρόδρομος ἑκάστῃ τῶν τοῦ χριστοῦ ἐπινοιῶν. ταῦτα μὲν εἰς τὸ »Οὑτος ἠλθεν »εἰς μαρτυρίαν, ἴνα μαρτυρήσῃ περὶ τοῦ φωτός‘. ἐξῆς δὲ ἐπισκεπτέον, τί δεῖ νοεῖν εἰς τὸ »Ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ«.
- 4.1.1
Ὀ διαιρῶν παρ’ ἑαυτῷ φωνὴν καὶ σημαινόμενα καὶ πράγματα, καθ’ ὡν κεῖται τὰ σημαινόμενα, οὐ προσκόψει τῷ τῶν φωνῶν σολοικισμῷ, ἐπὰν ἐρευνῶν εὑρίσκῃ τὰ πράγματα. καθ᾿ ὡν κεῖνται αἱ φωναί, ὑγιῆ· καὶ μάλιστα ἐπὰν ὁμολογῶσιν οἱ ἄγιοι ἄνδρες τὸν λόγον αὐτῶν καὶ τὸ κήρυγμα »οὐκ ἐν πειθοῖς σοφίας εἶναι λόγων, ἀλλ’ ἐν »ἀποδείξει πνεύματος καὶ δυνάμεωσ«.
- 4.1.2
[Εἰτα εἰπὼν τὸν τοῦ εὐαγγελιστοῦ σολοικισμόν ἐπάγει.]
- 4.2.1
Ἅτε δὲ οὐκ ἀσυνίσθητοι τυγχάνοντες οἱ ἀπόστολοι τῶν ἐν οὶ͂ς προσκόπτουσι, καὶ περὶ ἅ οὐκ ἠσχόηλνται, φασὶν ἰδιῶται ἐῖναι »τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει«. νομιστέον γὰρ αὐτὸ οὐχ ὑπὸ Παύλου μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν λοιπῶν ἀποστόλων λέγεσθαι ἄν. ἡμεῖς δὲ καὶ τὸ »ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἴνα »ἠ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν‘ ἐξειλήφα- μεν, »θησαυροῦ« μὲν λεγομένου τοῦ ἀλλαχόσε θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, »ὀστρακίνων« δὲ σκευῶν‘ τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρ’ Ἕλλησι λέξεως τῶν γραφῶν, ἀληθῶς ὑπερβολῆς δυνάμεως τοῦ θεοῦ ἐμφαινομένης. ὅτι ἴσχυσε τὰ τῆς ἀληθείας μυστήρια καὶ ἡ δύναμις τῶν λεγομένων οὐκ ἐμποδιζο- μένη ὑπὸ τῆς εὐτελοῦς φράσεως φθάσαι ἕως περάτων γῆς καὶ ὑπαγαγεῖν τῷ Χριστοῦ λόγῳ οὐ μόνον τὰ μωρὰ τοῦ κόσμου, ἀλλ’ ἔστιν ὅτε καὶ τὰ σοφὰ αὐτοῦ. βλέπομεν γὰρ τὴν κλῆσιν, οὐχ ὅτι οὐδεὶς σοφὸς κατὰ σάρκα, ἀλλ' »ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα( ἀλλὰ καὶ »ὀφειλέτης « ἐστὶ Παῦλος καταγγέλλων τὸ εὐαγγέλιον , οὐ μόνον »βαρβάροις« παραδιδόναι τὸν λόγον, ἀλλὰ καὶ »Ἕλλησιν«, καὶ οὐ μό- νον ἀνοήτοις‘ τοῖς εὐχερέστερον συγκατατιθεμένοις , ἀλλὰ καὶ »σο- »φοῖς«· ἱκάνωτο γὰρ ὑπὸ θεοῦ »διάκονος« εἶναι »τῆς καινῆς διαθήκης«, χρώμενος »ἀποδείξει πνεύματος καὶ δυνάμεως«, ἵνα ἡ τῶν πιστευόντων συγκατάθεσις »μὴ 7] ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει »θεοῦ«. ἴσως γὰρ εἰ κάλλος καὶ περιβολὴν φράσεως ὡς τὰ παρ’ Ἕλλησι θαυμαζόενα εἶχεν ἡ γραφή, ὑπενόησεν ἄν τις οὐ τὴν ἀλή- θειαν κεκρατηκέναι τῶν ἀνθρώπων, όλλὰ τὴν ἐμφαινομένην ἀκολουθίαν καὶ τὸ τῆς φράσεως κάλλος ἐψυχαγωγηκέναι τοὺς ἀκροωμένοθς, καὶ ἠπατηκὸς αὐτοὺς προσειληφέναι.
- 5.1.1
Ἐπεὶ μὴ ἀρκούμενος τὸ παρὸν ἀνειληφέναι πρὸς ἡμᾶς ἔργον τῶν τοῦ θεοῦ ἐργοδιωκτῶν, καὶ ἀπόντας τὰ πολλά σοι σχολάζειν καὶ τῷ πρὸς σὲ καθήκοντι ἀξιοῖς, ἐγὼ ἐκκλίνων τὸν κάματον καὶ περιϊστάμενος τὸν παρὰ θεοῦ τῶν ἐπὶ τὸ γράφειν εἰς τὰ θεῖα ἑαυ- τοὺς ἐπιδεδωκότων κίνδυνον, συναγορεύσαιμι ἂν ἐμαυτῷ ἀπὸ τῆς γραφῆς παραιτούμενος τὸ πολλὰ ποιεῖν βιβλία· φησὶ γὰρ ἐν τῷ Ἐκκλησιαστῇ Σολομῶν· »υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· οὐκ »ἔστι περασμὸς καὶ μελέτη πολλὴ κόπωσις σαρκός«. ἡμεῖς γάρ, εἰ μὴ ἔχοι νοῦν τινα κεκρυμμένον καὶ ἔτι ἡμῖν ἀσαφῆ ἡ προκειμένη λέξις, ἄντικρυς παραβεβήκαμεν τὴν ἐντολὴν μὴ φυλαξάμενοι ποιῆσαι βιβλία πολλά.
- 5.1.2
[Εἶτα, εἰπὼν ὡς εἰς ὀλίγα τοῦ εὐαγγελίου ῥητὰ τέσσαρες αὐτῷ διηνύθησαν τόμοι, ἐπιφέρει.]
- 5.2.1
Ὅσον γὰρ ἐπὶ τῇ λέξει δύο ση μαίνεται ἐκ τοῦ »υἱέ μου, φύ- »λαθαι τοῦ ποιῆσαι βιβλία πολλά«· ἕν μὲν ὅτι οὐ δεῖ κεκτῆσθαι βιβλία πολλά, ἕτερον δὲ ὅτι οὐ δεῖ συντάξαι βιβλία πολλά· καὶ εἰ μὴ τὸ πρῶτον, πάντως τὸ δεύτερον, εἰ δὲ τὸ δεύτερον, οὐ πάντως τὸ πρό- τερον. πλὴν ἑκατέρωθεν δόξομεν μανθάνειν, μὴ δεῖν ποιεῖν βιβλία πλείονα. ἠδυνάμην δὲ πρὸς τὸ νῦν ἡμῖν ὑποπεπτωκὸς ἱστάμενος, ἐπιστεῖλαί σοι ὡς ἀπολογίαν τὸ ῥητὸν καί, κατασκευάσας τὸ πρᾶγμα ἐκ τοῦ μηδὲ τοὺς ἁγίους πολλῶν βιβλίων συντάξεσιν ἐσχολακέναι, παύσασθαι πρὸς τὸ ἑξῆς τοῦ κατὰ τὰς συνθήκας, ἄς ἐποιησάμεθα πρὸς ἀλλήλους, ὑπαγορεύειν τὰ διαπεμφθησόμενά σοι· καὶ τάχα σὺ πληγεὶς ὑπὸ τῆς λέξεως πρὸς τὸ ἑξῆς ἂν ἡμῖν συνεχώρησας. ἀλλ’ ἐπεὶ τὴν γραφὺη εὐσυνειδότως ἐξετάξειν δεῖ, μὴ προπετῶς ἑαυτῷ καταχαριζόμενον τὸ νενοηκέναι ἐκ τοῦ ψιλὴν τὴν λέξιν ἐξειληφέναι, οὐχ ὑπομένω, μὴ τὴν φαινομένην μοι ὑπὲρ ἐμαυτοῦ ἀπολογίαν, ᾗ χρήσαιο ἄν κατ’ ἐμοῦ, εἰ παρὰ τὰς συνθήκας ποιήσαιμι, παρατιθείς, καὶ πρῶτόν γε, ἐπεὶ δοκεῖ τῇ λέξει συναγορεύειν ἡ ἱστορία, οὐδενὸς τῶν ἁγίων ἐκδεδωκότος συντάξεις πλείονας καὶ ἐν πολλαῖς βίβλοις τὸν νοῦν αὐτοῦ ἐκτιθεμένου, περὶ τούτου λεκτέον. ὁ δὲ ἐγκαλῶν μοι εἰς σύνταξιν πλειόνων ἐρχομένῳ, τὸν τηλικοῦτον Μωσέα φήσει μόνας πέντε βίβλους καταλελοιπέναι. [Aus Eusebius, KG VI, 25, 7 –10] καὶ ἐν τῷ πέμπτῳ δὲ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγτικῶν ὁ αὐτὸς ταῦτα περὶ τῶν ἀποστόλων φησίν·]
- 5.3.1
Ὁ δὲ ἱκανωθεὶς διάκονος γενέσθαι τῆς καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος, Παῦλος, ὁ πεπληρωκὼς τὸ εὐαγγέλιον ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ , οὐδὲ πάσαις ἔγραψε ν αἷς ἐδίδαξεν ἐκκλησίαις· ἀλλὰ καὶ αἷς ἔγραψεν, ἀλίγους στίχους ἐπέστειλε. Πέτρος δέ, ἐφ’ ᾧ οἰκοδομεῖται ἡ Χριστοῦ ἐκκλησία, ἧς πύλαι ᾄδου οὐ κατισχύσουσιν, μίαν ἐπιστολὴν ὁμολογουμένην καταλέλοιπεν. ἔστω δὲ καὶ δευτέραν· ἀμφιβάλλεται γάρ. τί δεῖ περὶ τοῦ ἀνα- πεσόντος ἐπὶ τὸ στῆθος λέγειν τοῦ Ἰησοῦ, Ἰωάννου, ὅς εὐαγγέλιον ἕν καταλέλοιπεν, ὁμολογῶν δύνασθαι τοσαῦτα ποιήσειν, ἃ οὐδὲ ὁ κόσμος χωρῆσαι ἐδύνατο; ἔγραψε δὲ καὶ τὴν Ἀποκάλυψιν, κελευσθεὶς σιωπῆσαι καὶ μὴ γράψαι τὰς τῶν ἑπτὰ βροντῶν φωνάς, καταλέλοιπε] κοὶ ἐπιστολὴν πάνυ ἀλίγων στίχων, ἔστω δὲ καὶ δευτέραν καὶ τρίτην, ἐπεὶ οὐ πάντες φασὶ γνησίους εἶναι ταύτας· πλὴν οὐκ εἰσὶ στίχων ἀμφότεραι ἑκατόν . . . . .
- 5.3.2
[Εἰτα ἀπαριθμησάμενος προφήτας καὶ ἀποστόλους, ὀλίγα ἑκάστου ἢ οὐδὲ ὀλίγα γράψαντος, ἐπάγει μετὰ ταῦτα·]
- 5.4.1
Πάλιν δὴ μετὰ ταῦτα ἰλιγγιᾶν μοι ἐπέρχεται σκοτοδινιῶντι, μὴ ἄρα πειθαρχῶν σοι σοι οὐκ ἐπειθάρχησα θεῷ οὐδὲ τοὺς ἁγίους ἐμι- μησάμην. εἰ μὴ σφάλλομαι τοίνυν ἐμαυτῷ συναγορεύων διὰ τὸ πάνυ σε φιλεῖν, καὶ ἐν μησενὶ ἐθέλειν λυπεῖν, τοιαύτας εὑρίσκω εἰς ταῦτα ἀπολογίας. πρὸ πάντων παρεθέμεθα τὸ ἐκ τοῦ Ἐκκλησιαστοῦ λέγον- τος· υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά«. τούτῳ ἀντιπαρα- βάλλω ἐκ τῶν Παροιμιῶν τοῦ αὐτοῦ Σολομῶντος ῥητόν, ὅς φησιν· »ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων »ἔσῃ«. καὶ ζητῶ, εἰ τὸ οποῖά ποτ' οὐν λέγειν πολλὰ »πολυλογεῖν« ἐστιν, κἂν ἅγιά τις καὶ σωτήρια λέγῃ Πολλά. εἰ γὰρ τοῦθ' οὕτως ἔχει, καὶ πολυλογεῖ ὁ πολλὰ διεξιὼν ὠφέλιμα, αὐτὸς ὁ Σολομῶν οὐκ ἐκπέφευγε τὴν ἁμαρτίαν, λαλήσας »τρεῖς χιλιάδας παραβολῶν καὶ »ᾠδὰς πεντακισχιλίας, καὶ ὑπὲρ τῶν τῶν ἀπὸ τῆς κέχρου τῆς έν »τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὸ τοῦ τοίχου· »ἔτι δὲ καὶ περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν »ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων«. πῶς γὰρ σύναται διδασκαλία ἀνύειν τι χωρὶς τῆς ἁπλούστερον νοουμένης πολυλογίας καὶ αὐτῆς τῆς σο- φίας φασκούσης τοῖς ἀπολλυμένοις· »Ἐξέτεινον λόγους καὶ οὐ προσ- »εἰχετε«; ὁ δὲ Παῦλος φαίνεται διατελῶν ἕΜεν μέχρι μεσονυκτίου ἐν τῷ διδάσκειν, ὅτε καὶ Εὔτυχος καταφερόμενος ὕπνῳ βαθεῖ κατα- πεσὼν ἐτάραξε τοὺς ἀκούοντας ὡς τεθνηκώς.
- 5.5.1
Εἰ τοίνυν ἀληθὲς τὸ »Ἐκ πολυλογίας οὐκ ἐκφεύζῃ ἁμαρτίαν«, ἀληθὲς δὲ καὶ τὸ μὴ ἡμαρτηκέναι πολλὰ Περὶ τῶν προειρημένων τὸν Σολομῶντα ἀπαγγείλαντα, μηδὲ τὸν Παῦλον παρατείναντα μέχρι μεσονυκτίου, ζητητέον, τίς ἡ πολυλογία, κἀκεῖθεν μεταβατέον ἐπὶ τὸ ἰδεῖν, τίνα τὰ πολλὰ βιβλία. ὁ πᾶς δὴ λόγος] τοῦ θεοῦ λόγος ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν οὐ πολυλογία ἐστίν· οὐ γὰρ λόγοι· λόγος γὰρ εἱς συνεστὼς ἐκ πλειόνων θεωρημάτων, ὡν ἕκαστον θεώρημα μέρος ἐστὶ τοῦ ὅλου λόγου. οἱ δὲ ἔξω τούτου ἀπαγγελλόμενοι περιέχειν διέξοδον καὶ ἀπαγγελίαν ὀποίαν δήποτε, εἰ καὶ ὡς περὶ ἀληθείας εἰσὶ λόγοι, καὶ παραδοξότερόν γε ἐρῶ, οὐδεὶς αὐτῶν λόγος, ἀλλ' ἕκαστοι λόγοι. οὐδαμοῦ γὰρ ἡ μονάς, καὶ οὐδαμοῦ τὸ σύμφωνον καὶ ἕν, ἀλλὰ Παρὰ τὸ διεσπάσθαι καὶ μάχεσθαι τὸ ὲν ἕν ἐκείνων ἀπώλετο καὶ γεγόνασιν ἀριθμοί, καὶ τάχα ἀριθμοὶ ἄπειροι· ὥστε κατὰ τοῦτ᾿ ἂν ἡμᾶς εἰπεῖν, ὅτι ὁ φθεγγόμενος ὅ δήποτε τῆς θεοσεβείας ἀλλότριον πολυλογεῖ, ὁ δὲ λέγων τὰ τῆς ἀληθείας, κἂν εἴπῃ τὰ πάντα ὡς μηδὲν παραλιπεῖν, ἕνα ἀεὶ λέγει λόγον καὶ οὐ πολυλογοῦσιν οἱ ἅγιοι τοῦ σκοποῦ ποῦ τοῦ κατὰ τὸν ἕνα ἐχόμενοι λόγον. εἰ τοίνυν ἡ πολυλογία ἐκ τῶν δογμάτων κρίνεται καὶ οὐκ ἐκ τῆς τῶν πολλῶν λέξεων ἀπαγγελίας, ὅρα εἰ οὕτω συνάμεθα ἕν βιβλίον τὰ πάντα ἄγια εἰπεῖν, πολλὰ δὲ τὰ ἔξω τούτων.
- 5.6.1
Ἀλλ' ἐπεὶ μαρτυρίου μοι δεῖ τοῦ ἀπὸ τῆς θείας γραφῆς ἐπίσκεψαι, εἰ πληκτικώτατα δύναμαι τοῦτο παραστῆσαι, κατασκευάσας ὅτι περὶ χριστοῦ καθ’ ἡμᾶς οὐκ ἐν ἑνὶ γέγραπται βιβλίῳ, κοινότερον ἡμῶν τὰ βιβλία νοούντων. γέγραπται γὰρ καὶ ἐν τῇ πεντατεύχῳ· εἴηται δὲ καὶ ἐν ἑκάστῳ τῶν προφητῶν καὶ τοῖς ψαλμοῖς καὶ ἁπαξαπλῶς, ὥς φησιν αὐτὸς ὁ σωτήρ, ἐν πάσαις ταῖς γραφαῖς, ἐφ’ ὅς ἀναπέμπων ἡμᾶς φησιν· »Ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δο»κεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. καὶ καὶ ἐκεῖναί αἱ μαρτυροῦσαι »περὶ ἐμοῦ«. εἰ τοίνυν ἀναπέμπει ἡμᾶς ἐπὶ »τὰς γραφὰς « ὡς μαρ- τυρούσας περὶ αὐτοῦ, οὐκ ἐπὶ τήνδε μὲν πέμπει, ἐπὶ τήνδε δὲ οὔ, ἀλλ’ ἐπὶ πάσας τὰς ἀπαγγελλούσας περὶ αὐτοῦ, ἅστινας ἐν τοῖς ψαλμοῖς κεφαλίδα ὀνομάζει βιβλίου λέγων· »Ἐν κεφαλίδι βιβλίου γέ- γραπται περὶ ἐμοῦ«. ὁ γὰρ ἁπλῶς θέλων ἐκλαβεῖν τὸ »ἐν κεφαλίδι »βιβλίου« ἐπὶ οἵου δήποτε ἑνὸς τῶν περιεχόντων τὰ περὶ αὐτοῦ, ἀπαγγελλέτω τίνι λόγω τήνδε τὴν βίβλον ἑτέρας προκρίνει. ἵνα γὰρ καὶ ὑπολαμβάνῃ τις, ἐπ’ αὐτὴν τὴν τῶν ψαλμῶν βίβλον ἀναφέρειν ἡμᾶς τὸν λόγον, λεκτέον πρὸς αὐτόν, ὅτι ἐχρῆν εἰρῆσθαι· »ἐν ταύτῃ τῇ βίβλῳ γέγραπται περὶ ἐμοῦ«. νῦν δέ φησι πάντα μίαν κεφαλίδα, τῷ ἀνακεφαλαιοῦσθαι τὸν περὶ ἑαυτοῦ εἰς ἡμᾶς ἐληλυθότα λόγον εἰς ἕν. τί δὲ καὶ τὸ βιβλίον ἑωρᾶσθαι ὑπὸ τοῦ Ἰωάννου γεγραμμένον ἔμπροσθεν καὶ ὄπισθεν, καὶ κατεσφαγισμένον, ὅπερ οὐδεὶς ἠδύνατο ἀναγνῶναι καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ, εἰ μὴ ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυεὶδ ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυείδ, καὶ ἀνοί- γων καὶ οὐδεὶς κλείσει καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει; ἡ γὰρ πᾶσα γραφή ἐστιν ἡ δηλουμένη διὰ τῆς βίβλου, ἔμπροσθεν μὲν γεγραμμένη διὰ τὴν πρόχειρον αὐτῆς ἐκδοχήν, ὄπισθεν δἐ διὰ τὴν ἀνακεχωρηκυῖαν καὶ πνευματικήν.
- 5.7.1
Παρατηρητέον πρὸς τούτοις, εἰ δύναται ἀποδεικτικὸν τοῦ τὰ ἅγια μίαν τυγχάνειν βίβλον, τὰ δὲ ἐναντίως ἔχοντα πολλάς, τὸ ἐπὶ μὲν τῶν ζώντων μίαν εἶναι τὴν βιβλον, ἀφ' ἀφ' ἧς ἀπαλείφονται οἱ ἀνάξιοι αὐτῆς γεγενημένοι, ὡς γέγραπται· »Ἐξαλειφθήτωσαν ἐκ βίβλου »ζώντων«, ἐπὶ δὲ τῶν κρίσει ὑποκειμένων βίβλους φέρεσθαι· φησὶν γὰρ ὁ Δανιήλ· »κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν«. τῷ δὲ ἑνικῷ νικῷ τῆς θείας βίβλου καὶ Μωσῆς μαρτυρεῖ λέγων· »Εἰ μὲν ἀφεῖς »τῷ λαῷ τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόυ με ἐκ τῆς βίβλου »σου ἧς ἔγραψας«. ἐγὼ καὶ τὸ παρὰ τῷ Ἠσαΐᾳ οὕτως ἐκλαμβάνω· οὐ γὰρ ἴδιον τῆς τούτου προφητείας τὸ εἶναι τοὺς λόγους τοῦ βι- βλίου ἐσφραγισμένους, μήτε ὑπὸ τοῦ μὴ ἐπισταμένου γράμματα ἀναγιωνσκομένους διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα, μήτε ὑπὸ τοῦ ἐπισταμένου διὰ τὸ ἐσθραγίσθαι τὴν βίβλον. ἀλλὰ καὶ τοῦτο ἐπὶ πάσης γραφῆς ἀληθεύεται, δεομένης τοῦ κλείσαντος λόγου καὶ ἀνοίξοντος· »Οὐτος γὰρ κλείσει καὶ οὐδεὶς ἀνοίξει«· καὶ ἐπὰν ἀνοίξῃ, οὐκέτι οὐδεὶς ἀπορίαν δύναται τῇ ἀπ' αὐτοῦ σαφηνείᾳ προσενεγκεῖν· διὰ τοῦτο λέγεται ὅτι »ἀνοίξει καὶ οὐδεὶς κλείσει«. τὸ παραπλήσιον δὲ καὶ ἐπὶ τῆς εἰρημένης βίβλου παρὰ τῷ Ἰεζεκιὴλ ἐκλαμβάνω, ἐν ῂ »ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί«. πᾶσα γὰρ βίβλος περιέχει τὸ τῶν ἀπολλυμένων »οὐαὶ« καὶ τὸ περὶ τῶν σωζομένων »μέλος« καὶ τὸν περὶ τῶν μεταξὺ »θρῆνον«. ἀλλὰ καὶ ὁ ἐσθίων Ἰωάννης μίαν κεφαλίδα, ἐν ᾗ γέγραπται »τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν«, τὴν πᾶσαν νενόηκε γραφὴν ὡς βίβλον μίαν, ἡδίστην κατὰ τὰς ἀρχὰς νοουμένην, ὅτε τις αὐτὴν μασᾶται, πικρὰν δὲ τῇ ἑκάστου τῶν ἐγνωκότων συν- αισθήσει τῇ περὶ ἑαυτοῦ ἀναφαινομένην. ἔτι προσθήσω εἰς τὴν τούτου ἀπόδειξιν ῥητὸν ἀποστολικὸν μὴ νενοημένον ὑπὸ τῶν Μαρκίωνος καὶ διὰ τοῦτο ἀθετούντων τὰ εὐαγγέλια· τῷ γὰρ τὸν ἀπόστολον λέγειν· Κατὰ τὸ εὐαγγέλιόν μου ἐν Χριστῷ Ἰησοῦ« καὶ μὴ φάσκειν »εὐαγγέλια« ἐκεῖνοι ἐφιστάντες φασίν, οὐκ ἂν πλειόνων ὄντων εὐαγγελίων τὸν ἀπόστολον ἑνικῶς »τὸ εὐαγγέλιον« εἰρηκέναι, οὐ συν- ιέντες ὅτι ὡς εἷς ἐστιν ὅν εὐαγγελίζονται πλείονες, οὕτως ἓν ἐστι τῇ δυνάμει τὸ ὑπὸ τῶν πολλῶν εὐαγγέλιον ἀναγεγραμμένον καὶ τὸ ἀληθῶς διὰ τεσσάρων ἴν ἐστιν εὐαγγέλιον.
- 5.8.1
Εἰ τοίνυν ταῦτα ἡμᾶς πεῖσαι δύνατια, τί ποτέ ἐστι τὸ ἓν βιβλίου καὶ τί τὰ πολλά, νῦν μᾶλλον φροντίζω οὐ διὰ τὸ πλῆθος τῶν γραφομένων ἀλλὰ διὰ τὴν δύναμιν τῶν νοουμένων, μήποτε περιπέσω τῷ παραβαίνειν τὴν ἐντολή ν, ἐάν τι παρὰ τὴν ἀλήθεινα ὡς ἀλήθειαν ἐκθῶμαι κἂν ἐν ἑνὶ τῶν γραφομένων· ἐκεῖ γὰρ ἔσομαι γράψας βιβλία πολλά. καὶ νῦν δὲ προφάσει γνώσεως ἐπανισταμένων τῶν ἑτεροδόξων τῇ ἁγίᾳ τοῦ χριστοῦ ἐκκλησίᾳ καὶ πολυβίβλους συντάξεις φερόντων, ἐπαγγελλομένας διήγησιν τῶν τε εὐαγγελικὼν καὶ ἀπο- στολικῶν λέξων, ἐὰν σιωπήσωμεν μὴ ἀντιπαρατιθέντες αὐτοῖς τὰ ἀληθῆ καὶ ὐγιῆ δόγματα, ἐπικρατήσουσι τῶν λίχνων ψυχῶν, ἀπορίᾳ τροφῆς σωτηρίου ἐπὶ τὰ ἀπηγορευμένα σπευδουσῶν καὶ ἀληθῶς ἀκάθαρτα καὶ βδελυκτὰ βρώματα. διόπερ ἀναγκαῖόν μοι δοκεὶ [εἶναι], τὸν δυνάμενον πρεσβεύειν ὑπὲρ τοῦ ἐκκλησιαστικοῦ λόγου ἀπαρακαράκτως, καὶ πρεσβεύειν] καὶ ἐλέγχειν τοὺς τὴν ψευδώνυμον γνῶσιν μεταχειριζομένους, ἵστασθαι κατὰ τῶν αἱρετικῶν ἀναπλασμάτων ἀντιπαραβάλλοντα τὸ ὕψος τοῦ εὐαγγελικοῦ κηρύγματος, πεπληρωμένον συμφωνίας δογμάτων μάτων κοινῶν τῇ καλουμένῃ παλαιᾷ πρὸς τὴν ὀνομαζομένην καινὴν διαθήκην. αὐτὸς γοῦν ἀπορίᾳ τῶν πρεσβευόντων τὰ κρείττονα, μὴ φέρων τὴν ἄλογον καὶ ἰδιωτικὴν πίστιν διὰ τὴν πρὸς Ἰησοῦν ἀγάπην ἐπεδεδώκεις ποτὲ σαυτὸν λόγοις, ὡν ὕστερον τῇ δεδομένῃ σοι συνέσει καταχρησάμενος εἰς δέον καταγνοὺς ἀπέστης.
- 5.8.2
Ταῦτα δέ φημι κατὰ τὸ φαινόμενόν μοι ἀπολογούμενος περὶ τῶν δυναμένων λέγειν καὶ γράφειν, περὶ δὲ ἐμαυτοῦ ἀπολογούμενος, μὴ ἄρα οὐ τοιαύτης ὢν ἕξεως, ὁποίαν ἐχρῆν τὸν παρὰ θεοῦ ἱκανούμενον διάκονον τῆς καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τολ- μηρότερον ἐμαυτὸν τῷ ὑπαγορεύειν ἐπιδίδωμι.
- 6.1.1
Πᾶσα μὲν οἰκία, ὡς ἔνι μάλιστα στερρότατα κατασκευασθησομένη, ἐν εὐδίᾳ καὶ νηνεμίᾳ οἰκοδομεῖται, ἵνα μὴ ἐμποδίζηται τὴν δέουσαυ πῆξιν ἀναλαβεῖν , ὅπως δύνηται καὶ τοιαύτη γενέσθαι ὥστε ὑπομεῖναι πλημμύρας ὁρμὴν καὶ πρόσρηξιν ποταμοῦ καὶ ὅσα φιλεῖ χειμῶνος συμβαίνοντος ἐλέγχειν μὲν τὰ σαθρὰ τῶν οἰκοδομημάτων, δεικνύναι δὲ τὰ τὴν οἰκείαν ἀρετὴν ἀπειληθότα τῶν κατασκευασμάτων.
- 6.2.1
ἐξαιρέτως δὲ ἡ τῶν τῆς ἠληθείας θεωρημάτων δεκτική, λογικὴ ὡς ἐν ἀπαγγελίᾳ καὶ γράμμασιν οἰκοδομή, τότε μάλιστα οἰκοδομεῖται καλῶς συνοικοδομοῦντος τῷ προθεμένῳ τὸ ἄριστον τοῦτο ἔργον ἐπιτελεῖν τοῦ θεοῦ, ἐπὰν γαληνιάζῃ τῇ ὑπερεχούσῃ πάντα νοῦν εἰρήνῃ χρωμένη ἡ ψυχή , πάσης ταραχῆς ἀλλοτριουμένη μένη καὶ οὐδαμῶς κυμα- τουμένη.
- 6.3.1
Ταῦτα δή μοι δοκοῦσιν ἀκριβῶς κατανενοηκότες οἱ τοῦ προφη- τικοῦ πνεύματος ὑπηρέται καὶ οἱ τοῦ εὐαγγελικοῦ κηρύγματος διάκονοι ἀξίους εαυτοὺς παρειληθέναι τοῦ λαβεῖν τὴν ἐν κρυπτῷ εἰρήνην ἀπὸ τοῦ αἰδὶ τοῖς ἀξίοις διδόντος αὐτήν, τοῦ εἰρηκότος· Εἰρήνην »ἀφίημι ὑμῖν , εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος »δίδωσιν εἰρήνην κἀγὼ δίδωμι εἰρήνην«.
- 6.4.1
ἐπισκόπησον δὲ μήποτε τοιοῦτόν τι αἰνίττεται ἡ περὶ τὸν Δαβὶδ καὶ Σολομῶντα περὶ τοῦ ναοῦ ἱστορία. Δαβὶδ μὲν γὰρ πολέμους κυρίου πολεμῶν καὶ πρὸς πλείονας ἱστάμενος ἐχθροὺς ἑαυτοῦ καὶ τοῦ Ἰσραήλ, θέλων οἰκοδομῆσαι ναὸν τῷ θεῷ, ὑπὸ τοῦ θεοῦ διὰ τοῦ Ναθὰν κωλύεται λέγοντος πρὸς αὐτόν· »Οὐκ οἰκοδομήσεις μοι οἶκον, ὅτι ἀνὴρ αἱμάτων σύ«.
- 6.5.1
Σολομῶν δὲ ὄναρ τὸν θεὸν ἰδὼν καὶ ὄναρ τὴν σοφίαν λαβών ἐτηρεῖτο γὰρ τὸ ὕπαρ τῷ λέγοντι »Ἰδοὺ πλεῖον Σολομῶντος ὡδε«) ἐν βαθυτάτῃ γενόμενος εἰρήνῃ, ὡς ἀναπαύεσθαι τότε ἑκαστον ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω τῆς συκῆς αὐτοῦ. καὶ τῆς κατὰ τοὺς χρόνους αὐτοῦ ép;vnymow ἐπώνυμος τυγχάνων Σολομῶν γὰρ ἑρμηνεύεται εἰρηνικός.) διὰ τὴν εἰρήνην σχοάζει τὸν διαβόητον οἰκοδομῆσαι ναὸν τῷ θεῷ. καὶ κατὰ τοὺς Ἔσδρα δὲ χρόνους, ὅτε νικᾷ ἡ ἀλήθεια τὸν οἶνον καὶ τὸν ἐχθρὸν βασιλέα καὶ τὰς γυναῖκας, ἀνοικοδομεῖται ὁ ναὸς τῷ θεῷ.
- 6.6.1
Ταῦτα δ’ ἡμῖν ἀπολογουμένοις πρὸς σέ, ἱερὲ Ἀμβρόσιε, εἴρηται, ἐπεὶ τὸν εὐαγγελικὸν πύργον κατὰ τὴν ἁγίαν σου προτροπὴν ἐν γράμμασιν οἰκοδομῆσαι θελήσαντες ἐψηφίσαμεν μὲν καθεσθέντες τὴν δαπάνην, εἰ ἔχομεν τὰ εἰς ἀπαρτισμόν, ἵνα μὴ ἐμπαιζώμεθα ὑπὸ τῶν θεωρούντων καταγινωσκόμενοι ὡς θεμέλιον μὲν καταβαλλόμενοι, ἐκτελέσαι δὲ τὸ ἔργον μὴ δεδυνημένοι,
- 6.7.1
ψηφίσαντες δὲ ἕτοιμα μὲν τὰ εἰς ἀπαρτισμὸν τῆς οἰκοδομῆς ἡμῖν παρόντα οὐ κατειλήφαμεν, τῷ θεῷ δὲ πεπιστεύκαμεν τῷ πλουτίζοντι έν παντὶ λόγω καὶ πάσῃ γνώσει, ὅτι ἀγωνιζομένουσ ἡμᾶς αὐτοὺς τηρεῖν τοὺς πνευματικοὺς νόμους πλουτίσει, καὶ ἐκ τῶν ἐπιχορηγουμένων ὑπ᾿ αὐτοῦ προκόπτοντες έν τῷ οἰκοδομεῖν φθάσομεν καὶ ἐπὶ τὴν στεφάνην τοῦ οἰκοδομήματος, κωλύουσαν πίπτειν τὸν ἀνεληλυθότα ἐπὶ τὸ δῶμα τοῦ λόγου, ἀπὸ μόνων τῶν ἐστερημένων τῆς στεφάνης πιπτόντων τῶν πιπτόντων διὰ τὸ ἀτελὲς τῶν οἰκοδομημάτων, φόνων αἰτίων τοῖς ἐν αὐτῷ τυγχάνουσι καὶ πτωμάτων γινομένων.
- 6.8.1
καὶ μέχρι γε τοῦ πέμπτου τόμου, εἰ καὶ ὁ κατὰ τὴν Ἀλεξανδρείαν χειμὼν ἀντιπράττειν ἐκόκει, τὰ διδόμενα ὑπηγορεύσαμεν, ἐπιτιμῶντος τοῖς ἀνέμοις καὶ τοῖς κύμασι τῆς θαλάσσης τοῦ Ἰησοῦ· καὶ ἕκτου δὲ ἐπὶ ποσὸν προεληλυθότες ἐξειλκύσθημεν ἀπὸ γῆς Αἰγύπτου, ῥυσαμένου ἠμᾶς τοῦ θεοῦ τοῦ ἐξαγαγόντος τὸν λαὸν αὐτοῦ ἀπ᾿ αὐτῆς.
- 6.9.1
ἔπειτα τοῦ ἐχθροῦ πικρότατα ἡμῶν καταστρατευσαμένου διὰ τῶν καινῶν αὐτοῦ γραμμάτων τῶν ἀληθῶς ἐχθρῶν τῷ εὐαγγελίῳ καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἀνέμους τῆς πονηρίας καθ’ ἡμῶν ἐγείραντος, στῆναι μᾶλλόν με πρὸς τὸν ἀγῶνα παρεκάλει ὁ λόγος καὶ τηρῆσαι τὸ ἡγεμονικόν, μήποτε μοχθηροὶ λογισμοὶ ἐξισχύσωσι τὸν χειμῶνα καὶ τῇ ψυχῇ μου ἐπεισαγαγεῖν, ἤπερ ἀκαίρως, πρὶν γαλήνην τὴν διάνιαν λαβεῖν, συνάπτειν τὰ ἑξῆς τῆς γραφῆς· καὶ οἱ συνήθεις δὲ ταχυγράφοι μὴ παρόντες τοῦ 1 ἔχεσθαι τῶν ὑπαγορεύσεων ἐκώλυον.
- 6.10.1
νῦν δ’ ὅτε τὰ καθ’ ἡμῶν πεπυρωμένα πολλὰ σβεννύντος θεοῦ βέλη ἤμβλυνται καὶ ἐνεθισθεῖσα ἡμῶν ἡ ψυχὴ τοῖς συμβεβηκόσι διὰ τὸν οὐράνιον λόγον φέρειν ῥᾷον βιάζεται τὰς γεγενημένας ἐπιβουλάς, ὡσπερεὶ ποσῆς εὐδίας λαβόμενοι οὐκέτι ὑπερτιθέμενοι ὑπαγορεύειν τὰ ἀκόλουθα βουλόμεθα, θεὸν διδάσκαλον ὑπηχοῦντα ἐν τῷ ἀδύτῳ τῆς ψυχῆς ἡμῶν παρεῖναι εὐχό- μενοι, ἵνα τέλος λάβῃ ἡ τῆς διηγήσεως τοῦ κατὰ Ἰωάννην εὐαγγελίου οικοδομή.
- 6.11.1
γένοιτο δ’ ὁ θεὸς ἐπήκοος ἡμῶν τῇ εὐχῇ, εἰς τὸ συνάφαι δυνηθῆανι τὸ σῶμα τοῦ λόγου, λόγου, μηκέτι μεσολαβούσης περιστάσεως διακοπὴν τοῦ τῆς τῆς γραφῆς ὁπόίαν δήποτε ἐνεργάσασθαι δυναμένης. ἴσθι δὲ ὅτι ἀπὸ πολλῆς προθυμίας δευτέραν ταύτην ἀρχὴν ποιοῦμαι ἕκτου τόμου διὰ τὸ τὰ προϋπαγορευθέντα ἡμῖν ἐν τῇ Ἀλεξανδρείᾳ οὐκ οἶδ' ὅπως μὴ κεκομίσθαι·
- 6.12.1
βέλτιον γὰρ ἡγησάμην, ὑπὲρ τοῦ μὴ ἀπράκτως μοι τοῦδε τοῦ ἔργου παρελθεῖν καὶ τοῦτον τὸν χρόνον, ἤδη τῶν λοιπῶν ἄρξασθαι καὶ μὴ μετ’ ἀδήλου τοῦ εὑρεθήσεσθαι τὰ προϋπαγορευθέντα ἡμῖν ἀναμένων, ἀναμένων, οὐκ ὀλίγον ἀπολέσαι τὸ τῶν μεταξὺ ὑμερῶν. καὶ ταῦτα μὲν αὐτάρκως πεπροοι- μιάσθω· ἤδη δὲ καὶ τῆς λέξεως ἐχώμεθα.
- 6.12.2
Ι, 19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου.
- 6.13.1
Δευτέρα αὕτη ἡ ἀναγεγραμμένη Ἰωάννου τοῦ βαπτιστοῦ περὶ Χριστοῦ μαρτυρία, τῆς προτέρας ὁρξαμένης ἀπὸ τοῦ »Οὑτος »ἠν ὁ εἰπὼν Ὁ ὀπίσω μου ἐρχόμενος« καὶ ληγούσης εἰς τὸ »Μονο»γενὴς θεὸς ὁ ὤν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἔξηγήσατο«.
- 6.13.2
Οὐχ ὑγιῶς δὲ ὁ Ἡρακλέων ὑπολαμβάνει »Οὐδεὶς τὸν θεὸν ἑώρακεν πώποτε« καὶ τὰ ἑξῆς, φάσκων εἰρῆσθαι οὐκ οὐκ ἀπὸ τοῦ βαπτιστοῦ αλλ' ἀπὸ τοῦ μαθητοῦ.
- 6.14.1
εἰ γὰρ καὶ κατ' αὐτὸν τὸ »Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ »χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο« ὑπὸ τοῦ βαπ- τιστοῦ εἴρηται, πῶς οὐκ ἀκόλουονν τὸ τὸν ἐκ τοῦ πληρώματος τοῦ χριστοῦ εἰληφότα καὶ χὰριν δευτέραν ἀντὶ προτέρας χάριτος ὁμολογοῦντά τε διὰ Μωσέως μὲν δεδόσθαι τὸν νόμον, τὴν δὲ χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγονέναι ἐκ τῶν ἀπὸ τοῦ πληρώματος εἰς αὐτὸν ἐληλυθότων νενοηκέναι πῶς »θεὸν οὐδεὶς ἑώρακεν πώποτε« , καὶ τὸ τὸν μονογενῆ εἰς τὸν κόλπον ὄντα τοῦ πατρὸς τὴν ἐξήγησιν αὐτῷ καὶ πᾶσι τοῖς ἐκ τοῦ πληρώματος εἰληφόσι παραδεδωκέναι; παραδεδωκέναι;
- 6.15.1
Οὐ γὰρ νῦν πρῶτον ἐξηγήσατο »ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς‘ ὡς οὐδενὸς ἐπιτηδείου πρότερον γεγενμένου λαβεῖν, ἅ τοῖς ἀποστόλοις διηγήσατο· εἴγε πρὶν Ἀβραὰμ γενέσθαι ὥν διδάσκει ἡμᾶς τὸν Ι Ἀβραὰμ ἠγαλλιᾶσθαι, ἴνα ἴδῃ τὴν ἡμέραν αὐτοῦ καὶ ἐν χαρᾷ γεγονέναι. καὶ τὸ »Ἐκ τοῦ πληρώματος δὲ αὐτοῦ ἡμεῖς πάντες ἐλά- »βομεν« καὶ τὸ »Χάριν ἀντὶ χάριτος‘, ὡς ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, δηλοῖ καὶ τοὺς προφήτας ἀπὸ τοῦ πληρώματος Χριστοῦ τὴν δωρεὰν κεχωρηκέναι, καὶ τὴν δευτέραν χάριν ἀντὶ τῆς προτέρας αὐ- τοὺς εἰληφέναι· ἐφθάκεισαν γὰρ κἀκεῖνοι ὑπὸ τοῦ πνεύματος χειραγωγούμενοι μετὰ τὴν ἐν τοῖς τύποις τύποις ἐπὶ τὴν τῆς ἀληθείας θέαν.
- 6.16.1
διόπερ οὐ πάντες οἱ προφῆται ἀλλὰ »πολλοὶ« ἐπεθύμησαν ἰδεῖν, ἅ οἱ ἀπόστολοι ἔβλεπον. εἰ γὰρ ἦν προφητῶν διαφορά, οἱ τετελειω- μένοι καὶ διαφέροντες οὐκ ἐπεθύμησαν ἰδεῖν, ἅ εἶδον οἱ ἀπόστολοι· τεθεωρήκασι γὰρ αὐτά· οἱ δὲ μὴ φθάσαντες ὁμοίως τούτοις εἰς τὸ ὕψος ἀναβῆναι τοῦ λόγου ἐν ὀρέξει γεγόνασι τῶν τοῖς ἀποστόλοις διὰ Χριστοῦ ἐγνωσμένων. τὸ γὰρ »ἰδεῖν« ἡμεῖς οὐ σωματικῶς εἰρῆσθαι ἐξειλήφαμεν, καὶ τὸ »ἀκοῦσαι« πευεματικῶς ἀππαγελλόμενον νενοήκαμεν, μόνου τοῦ ὦτα κτησαμένου ἀκούειν παρεσκευασμένου τῶν λόγων τοῦ Ἰησοῦ· ὅπερ οὐ πάνυ ἀθρόως γίνεται.
- 6.17.1
Ἔτι δὲ περὶ τοῦ τοὺς πρὸ τῆς σωματικῆς ἐπιδημίας τοῦ Ἰησοῦ ἁγίους πλέον τι τῶν πολλῶν τῶν πιστευόντων ἐσχηκότας τὰ τῆς θειότητος μυστήρια κατανενοηκέναι, τοῦ λόγου τοῦ θεοῦ διδάσκοντος αὐτοὺς καὶ πρὶν γένηται σάρξ, (ἀεὶ γὰρ εἰργάζετο, μιμητὴς τοῦ πατρὸς ὢν περὶ οὑ λέγει· »Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται«) ἔστιν ἐπιλογίσασθαι καὶ ἀπὸ τούτων τῶν λέξεων·
- 6.18.1
φησί που πρὸς τοὺς Σαδδουκαίιους ἀπιστοῦντας τῷ περὶ ἀναστάσεως λόγῳ· »Οὑκ »καὶ τὸ ῥηθὲν ἐπὶ τῆς βάτου ὑπὸ τοῦ θεοῦ· Ἐγὼ θεὸς Ἀβραὰμ »καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; θεὸς δὲ οὐκ ἔστι νεκρῶν ἀλλὰ »ζώντων«. εἰ τοίνυν ὁ θεὸς »οὐκ ἐπαισχύνεται θεὸς« τῶν ἀνδρῶν τούτων »καλεῖσθαι«, καὶ ἐν ζῶσιν ὑπὸ Χριστοῦ καταριθμοῦνται, υἱοί τε τοῦ Ἀβραὰμ πάντες εἰσὶν οἱ πιστεύοντες, ἐπεὶ ἐνευλογοῦνται τῷ πιστῷ Ἀβραὰμ πάντα τὰ ἔθνημ, πατρὶ τῶν Μνῶν ὑπὸ θεοῦ τεθειμένῳ, διστάζομεν παραδέξασθαι ἐγνωκέναι τοὺς ζῶντας τὰ τῶν ζώντων μαθήματα, μαθητευθέντας Χριστῷ τῷ πρὸ Ἑωσφόρου γεγενημένῳ πρὶν γένηται σάρξ;
- 6.19.1
διὰ τοῦτο δὲ ἔζων, ἐπεὶ μετεῖχον τοῦ εἰπόντος· »Ἐγώ εἰμι ἡ ζωή«· καὶ ἐχώρουν ὡς τηλικούτων κληρονόμοι ἐπαγγελιῶν ἐπιφάνειαν οὐ μόνον ἀγγέλων ἀλλὰ καὶ θεοῦ ἐν Χριστῷ καὶ τάχα ὁρῶντες τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου, ἐπεὶ ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα, ἀναγεγραμμένοι εἰσί, θεὸν νενοηκότες καὶ θεοῦ λόγων θεοπρεπῶς ἀκηκοότες, ἑωρακέναι θεὸν καὶ ἀκηκοέναι αυτου.
- 6.20.1
Ἐγὼ δ’ οἶμαι ὅτι οἱ τελείως καὶ γνησίως υἱοὶ τοῦ Ἀβραὰμ τῶν πνευματικῶν νοουμένων πράξεων αὐτοῦ εἰσιν υἱοὶ καὶ τῆς φανερωθείσης αὐτῶ γνώσεως, τῶν ἐκείνῳ γνωσθέντων καὶ πραχθέντων ἐγγινομένων τοῖς χρηματίζουσιν υἱοῖς τοῦ πατριάρχου, καθ᾿ ἃ διδάσκει τοὺς ἔχοντας ὦτα λέγων· «Εἰ τέκνα τοῦ Ἀβραὰμ † ἦτε, τὰ ἔργ·α τοῦ »Ἀβραὰμ ἐποιεῖτε«.
- 6.21.1
καὶ εἰ «Σοφὸς νοήσει τὰ ἀπὸ ἰδίου στόματος, »ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην«, ἀναγκαῖον ἤτοι προπετῶς ἀποφήνασθαί τινα περὶ τῶν προφητῶν ὡς οὐ σοφῶν, εἰ μὴ νενοήκασι »τὰ ἀπὸ τοῦ ἰδίου στόματος‘, ἢ τὸ εὔφημον καὶ ἀληθὲς παραδεξαμένους, ὅτι ἠσαν οἱ προφῆται σοφοί, ὁμολογεῖν νενοηκέναι αὐτοὺς τοὺς τὰ ἀπὸ ἰδίου στόματος« καὶ ἐπὶ τοῖς χείλεσι πεφορεκέναι τὴν ἐπιγνωμόσύνην.
- 6.22.1
καὶ δῆλον ὅτι Μωσῆς ἑώρα τῷ νοὶ· τὴν ἀλήθειαν τοῦ νόμου καὶ τὰς κατὰ ἀναγωγὴν ἀλληγορίας τῶν ἀναγεγραμμένων παρ’ αὐτῷ ἱστοριῶν· Ἰησοῦς δὲ τὴν ἀληθῆ κληροδοσίαν γενομένην μετὰ τὴν καθαίρεσιν τῶν εἴκοσι καὶ ἐννέα βασιλέων συνίει, μᾶλλον ἡμῶν δυνάμενος συνορᾶν τίνων ἀληθῶν σκιαὶ ἐτύγχανον τὰ δι᾿ αὐτοῦ ἐπιτελούμενα.
- 6.23.1
δῆλον δ᾿ ὅτι καὶ Ἡσαΐας τὸ μυστήριον ἑώρα τοῦ ἐπὶ τοῦ θρόνου καθεζομένου καὶ τῶν δύο Σεραφὶμ καὶ τῶν πτερύγων αὐτῶν, τοῦ τε θυσιαστηρίου καὶ τῆς λαβίδος, καὶ τῆς ἐπικαλύψεως τοῦ προσώπου καὶ τῶν ποδῶν γινομένης ὑπὸ τῶν Σεραφίμ· Ἰεζεκιὴλ δὲ τὰ Χερουβὶμ καὶ τὴν πορείαν αὐτῶν καὶ τὸ ἐπ᾿ αὐτῶν στερέωμα καὶ τὸν ἐπικαθεζόμενον τῷ θρόνῳ. ὧν τί ἂν εἴη ἐνδοξότερον καὶ ὑψηλότερον;
- 6.24.1
Καὶ ἵνα μὴ καθ’ ἓν λέγων ἐπὶ πολὺ μηκύνω τὸν λόγον βουλόμενος κατασκευάζειν οὐκ ἔλαττον τῶν τοῖς ἀποστόλοις ὑπὸ Χριστοῦ ἀποκαλυφθέντων ἐγνωκέναι τοὺς τετελειωμένους έν ταῖς προτέραις γενεαῖς, ἀποκαλύπτοντος αὐτοῖς τοῦ καὶ τοὺς ἀποστόλους διδάξαντος τὰ ἀπόρρητα τῆς θεοσεβείας μυστήρια, ἔτι ἀλίγα προσθεὶς κρίνειν τοῖς ἐντυγχάνουσι καταλείψω καὶ ὃ βούλονται περὶ τούτων σκοπεῖν.
- 6.25.1
φησὶ γὰρ ἐν τῇ πρὸς τοὺς Ῥωμαίους ἐπιστολῇ ὁ Παῦλος· »Τῷ δὲ »δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου κατὰ ἀποκάλυψιν »μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά »τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ »Χριστοῦ«. εἰ γὰρ διὰ γραφῶν προφητικῶν τὸ πάλαι σεσιωπημένον μυστήριον πεφανέρωται τοῖς ἀποστόλοις καὶ οἱ προφῆται ἐνόουν »τὰ ἀπὸ ἰδίου στόματος«, ἅτε ὄντες »σοφοί«, τὰ πεφανερωμένα τοῖς ἀποστόλοις οἱ προφῆται ᾔδεσαν.
- 6.26.1
Ἐπεὶ δὲ τοῖς πολλοῖς οὐκ ἀπεκαλύπτετο, διὰ τοῦτό φησιν ὁ Παῦλος· »Ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν »ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα«.
- 6.26.2
ὅρα δέ (εἰ καὶ οὕτως οἷόν τε ἀνθυπενεχθησομένην ἀνθυποφορὰν ὑπὸ τῶν μὴ παραδεχομένων τὸν λόγον τὴν λέξιν ταύτην οὕτως ἐκλαβεῖν τὸ »ἀποκαλυπτόμενον«) μήποτε διχῶς ἔστιν ἰδεῖν »ἀποκαλυπτόμενον«, καθ᾿ ἕνα μὲν τρόπον ὅτε νοεῖται, καθ᾿ ἕτερον δὲ ἐὰν † ᾐ τοῦτο προφητευόμενον, ὥστε γενέσθαι καὶ πληρωθῆναι αὐτό· τότε γὰρ ἀποκαλύπτεται, ὅτε ἐπιτελεῖται πληρούμενον.
- 6.27.1
τὸ τοίνυν »τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα« εἶναι τῆς ἐπαγγελίας ἐν Χριστῷ, ὅσον μὲν ἐπὶ τῇ γνώσει τοῦ ἔσεσθαι «τὰ ἔθνη συλκληρονόμα »καὶ σύσσωμα κοὶ συμμέτοχα«, καὶ πότε ἔσεσθαι, καὶ διὰ τί, καὶ τίνα ὄντα, καὶ πῶς ξένα τῶν διαθηκῶν τυγχάνοντα καὶ ἀλλότρια τῆς ἐπαγγελίας »σύσσωμα καὶ συμμέτοχα« ὕστερον ἐσόμενα ᾔδεσαν οἱ προφῆται, ἀποκαλυφθέντος αὐτοῖς τούτου.
- 6.28.1
ἀλλ᾿ οὐχ οὕτως τοῖς νοοῦσιν, οὐχ ὁρῶσι δὲ ἐπιτελούμενα τὰ προφητευόμενα, ἀποκεκάλυπται τὰ ἐσόμενα ὡς τοῖς ὑπ’ ὄψιν θεωροῦσι τὴν ἔχβασιν αὐτῶν· ὅπερ γέγονεν ἐπὶ τῶν ἀποστόλων. οὕτω γάρ, ὡς οἶμαι, ἐνόουν τὰ πράγματα οὐ μᾶλλον τῶν πατέρων καὶ προφητῶν, ἀληθεύεται δὲ περὶ αὐτῶν τὸ »Ὅ ἑτέραις γενεαῖς οὐκ ἀπεκαλύφθη, ὡς νῦν τοῖς ἀποστό- »λοις καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ« τῷ πρὸς τῷ νοεῖν αὐτοὺς τὰ μυστήρια καὶ τὴν ἐνάργειαν διὰ τοῦ πράγματος ἐπιτελουμένου κατανοεῖν.
- 6.29.1
Δύναται δὲ καὶ τὸ »Ηολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν »ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ † εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ »οὐκ ἤκουσαν« τὴν ὁμοίαν ἔχειν διήγησιν, οἱονεὶ ἐπιθυμησάντων κἀκείνων ἰδεῖν οἰκονομούμενον τὸ μυστήριον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἐνσωματώσεως καὶ καταβάσεως ἐπὶ τὴν οἰκονομίαν τοῦ σωτηρίου τοῖς πολλοῖς πάθους αὐτοῦ. ὡς ἐπὶ παραδείγματος καὶ ἄλλο τι τοιοῦτον ἐλαμβάνομεν· ἔστω τινὰ τῶν ἀποστόλων, συνιέντα τὰ »ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι«, μὴ ὀψόμενον τὴν παρὰ τοῖς πεπιστευκόσι κατηγγελμένην δευτέραν σωματικὴν Ἰησοῦ ἔνδοξον ἐπιδημίαν, ἐπιθυμεῖν αὐτὴν ὁρᾶν· ἕτερον δέ τινα οὐ μόνον τὰ αὐτὰ τῷ ἀποστόλῳ οὐκ ἠκριβωκότα καὶ νενοηκότα, ἀλλὰ καὶ πολλῷ αὐτοῦ ἔλαττον ἀντεχόμενον τῆς θείας ἐλπίδος καταλαμβάνειν τὴν δευτέραν τοῦ σωτῆρος ἡμῶν ἐπιδημίαν, ἣν ἐπιτεθυμηκέτω μὲν κατὰ τὸ παράδειγμα ὁ ἀπόστολος, μὴ τεθεωρηκέτω δέ.
- 6.30.1
οὐ ψεῦδος δὴ ἐροῦμεν ὅτι † οἵδε δύο, ἃ ἐπεθύμησεν ὁ ἀπόστολος ἰδεῖν ἢ καὶ ἀπόστολοι, Τεθέανται, καὶ οὐ πάντως παρὰ τοῦτο συνετωτέρους αὐ- τοὺς ἢ μακαριωτέρους ἀνάγκη λέγειν τῶν ἀποστόλων· οὕτως οὐδὲ τοὺς ἀποστόλους σοφωτέρους τῶν πατέρων ἢ Μωσέως καὶ τῶν προφητῶν, καὶ μάλιστα τῶν ἐπιπλεῖον δι᾿ ἀρετὴν ἀξιωθέντων ἐπιφανειῶν καὶ ἐμφανειῶν θείων καὶ ἀποκαλύψεων μυστηρίων μεγάλων.
- 6.31.1
Ἐπιπλέον δὲ διετρίψαμεν ἐξετάζοντες περὶ τούτων, ἐπεὶ τῇ φαντασίᾳ τοῦ δοξάζειν τὴν Χριστοῦ ἐπιδημίαν πολλῷ σοφωτέρους τοὺς ἀποστόλους τῶν πατέρων καὶ τῶν προφητῶν λέγοντες οἱ μὲν καὶ ἕτερον ἀναπεπλάκασιν θεὸν μείζονα, οἱ δὲ μὴ τοῦτο τολμήσαντες ὅσον ἐπὶ τῷ αὐτῶν λόγῳ διὰ τὸ ἀβασάνιστον τῶν δογμάτων χρεωκοποῦσι τὴν δεδομένην τοῖς πατράσι καὶ τοῖς προφήταις ἀπὸ θεοῦ διὰ Χριστοῦ δωρεάν, δι᾿ οὗ »τὰ πάντα ἐγένετο«· εἰ δὲ τὰ πάντα, δῆλον ὅτι καὶ τὰ ἐκείνοις ἀποκαλυφθέντα καλὰ καὶ πεπραγμένα σύμβολα μυστηρίων θεοσεβείας ἁγίων.
- 6.32.1
ἐπεὶ δὲ πάντη φράσσεσθαι δεὶ τοὺς γενναίους Χριστοῦ στρατιώτας ὑπὲρ ἀληθείας, οὐδαμοῦ κατὰ τὸ δυνατὸν παρείδυσιν ἐῶντας ἐγγενέσθαι τῇ ἀπὸ τοῦ ψεύδους πιθανότητι, φέρε καὶ ταῦτα σκοπήσωμεν.
- 6.33.1
τάχα γὰρ φήσουσι τὴν προτέραν Ἰωάννουπερὶ περὶ Χριστοῦ μαρτυρίαν εἶναι· »Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν«. τὸ δὲ »Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβο- »μεν καὶ χάριν ἀντὶ χάριτος« καὶ τὰ ἑξξῆς εἰρῆσθαι ἐκ προσώπου τοῦ μαθητοῦ.
- 6.34.1
ἀναγκαῖον δὲ καὶ οὕτως διελέγξαι ὡς βεβιασμένην καὶ ἀνακόλουθον τὴν ἐκδοχήν· πάνυ γὰρ βίαιον τὸ οἴεσθαι αἰφνίδιον οἱονεὶ ἀκαίρως διακόπτεσθαι τὸν τοῦ βαπτιστοῦ λόγον ὑπὸ τοῦ λόγου τοῦ μαθητοῦ, καὶ παντὶ τῷ καὶ ἐπὶ ποσὸν ἀκούειν συμφράσεως λεγομένων ἐπισταμένῳ σαφὲς τὸ τοῦ εἱρμοῦ τῆς λέξεως· »Oÿtow ἡν ὁ εἰπών· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, »ὅτι πρῶτός μου ἦν«.
- 6.35.1
διδάσκει δὲ ὁ βαπτιστὴς πῶς ἔμπροσθεν αὐτοῦ γέγονεν Ἰησοῦς τῶ πρῶτος αὐτοῦ (ἐπεὶ πρωτότοκος πάσης κτίσεως) εἶναι διὰ τοῦ »Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες »ἐλάβομεν«. διὰ τοῦτο γὰρ, φησίν, »ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶ- »τός μου ἦν«. διὰ τοῦτο δὲ νοῶ αὐτὸν πρῶτόν μου ὄντα καὶ τιμιώτερον παρὰ τῷ πατρί, ἐπεὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἐγώ τε καὶ οἱ πρὸ ἐμοῦ προφῆται εἰλήφαμεν χάριν τὴν θειοτέραν καὶ μείζονα καὶ προφητικὴν ἀντὶ χάριτος τῆς κατὰ τὴν προαίρεσιν ἡμῶν ἀποδεχθείσης παρ’ αὐτοῦ.
- 6.36.1
διὰ τοῦτο δὲ καὶ »ἔμπροσθεν γέγονεν ὅτι πρῶτός μου »ἦν«, ἐπεὶ καὶ νενοήκαμεν ἐκ τοῦ πληρώματος αὐτοῦ εἰληφότες, τὸν μὲν νόμον »διὰ Μωσέως« δεδόσθαι, οὐχ >ὑπὸ Μωσέως καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ οὐ δεδόσθαι μόνον ἀλλὰ καὶ γεγονέναι, τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ τόν τε νόμον διὰ Μωσέως δεδωκότος, [τὴν χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ πεποιηκότος] χάριν δὲ καὶ ἀλήθειαν πεποιηκότος διὰ Ἰησοῦ Χριστοῦ τὴν ἐπ’ ἀνθρώπους φθάσασαν.
- 6.37.1
εὐγνωμονέστερον γὰρ ἀκούσαντες τῆς λέξεως τῆς φασκούσης· »Ἡ χάρις κοὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ »ἐγένετο« οὐ ταραχθησόμεθα ὡς ὑπὸ ἐναντιώματος ταύτῃ τῇ φωνῇ ὄντος τοῦ »Ἐγὼ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή«. εἰ γὰρ Ἰησοῦς έστιν ὁ φάσκων· »Ἐγώ εἰμι ἡ ἀλήθεια«, πῶς ἡ 'αλήθεια διὰ Ἰησοῦ Χριστοῦ γίνεται; αὐτὸς γάρ τις δι᾿ ἑαυτοῦ οὐ γίνεται.
- 6.38.1
ἀλλὰ νοητέον ὅτι ἡ αὐτοαλήθεια ἡ οὐσιώδης καί, ἕν οὕτως εἴπω, πρωτότυπος τῆς ἐν ταῖς λογικαῖς ψυχαῖς ἀληθείας, ἀφ’ ἧς ἀληθείας οἱονεὶ εἰκόνες ἐκείνης ἐντετύπωνται τοῖς φρονοῦσι τὴν ἀλήθειαν, οὐχὶ οὐχὶ Ἰησοῦ Χριστοῦ ἐγένετο οὐδ᾿ ὅλως διά τινος, ἀλλ’ ὑπὸ θεοῦ ἐγέννετο· ὡς καὶ ὁ λόγος οὐ διά τινος ὁ έν ἀρχῇ πρὸς τὸν θεὸν καὶ ἡ σοφία, ἣν »ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ ὁ θεός«, οὐ διά τινος, οὕτως οὐδὲ ἡ ἀλή- θεια διά τινος.
- 6.39.1
ἡ δὲ παρ’ ἀνθρώποις ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο· οἷον ἡ ἐν Παύλῳ ἀλήθεια καὶ τοῖς ἀποστόλοις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. καὶ οὐ θαυμαστὸν μιᾶς οὔσης ἀληθείας οἱονεὶ πολλὰς ἀπ’ ἐκείνης λέγειν ἐρρυηκέναι. οἶδε γοῦν ὁ προφήτης Δαβὶδ πολλὰς ἀληθείας λέγων· »Ἀληθείας ἐκζητεῖ κύριος«· οὐ γὰρ τὴν μίαν ἐκζητεῖ ἀλήθειαν ὁ πατὴρ αὐτῆς, ἀλλὰ τὰς πολλάς, δι᾿ ἃς σώζονται οἱ ἔχοντες αὐτάς.
- 6.40.1
τὸ δ’ ὅμοιον τῷ περὶ τῆς ἀληθείας καὶ τῶν ἀληθειῶν λόγῳ εὑρίσκομεν εἰρημένον περὶ δικαιοσύνης καὶ δικαιοσυνῶν. ἡ γὰρ αὐτοδικαιοσύνη ἡ οὐσιώδης Χριστός ἐστιν· »Ὅς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις«. ἀπ᾿ ἐκεί- νης δὲ τῆς δικαιοσύνης ἡ ἐν ἑκάστῳ δικαιοσύνη τυποῦται, ὡς γίνεσθαι ἐν τοῖς σωζομένοις πολλὰς δικαιοσύνας· διὸ καὶ γέγραπται »Ὅτι δί- »καιος κύριος, καὶ δικαιοσύνας ἠγάπησεν«· οὕτω γὰρ ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις εὕρομεν καὶ ταῖς λοιπαῖς παρὰ τοὺς ἑβδομήκοντα ἐκδόσεσι καὶ τῶ Ἑβραϊκῷ.
- 6.41.1
ἐπίστησον δὲ εἰ δύναται ὁμοίως καὶ τὰ ἄλλα, ὅσα Χριστὸς εἶναι λέγεται ἑνικῶς, πληθυόμενα ἀνάλογον ὀνομάζεσθαι πληθυντικῶς, οἷον »Χριστός ἐστιν ἡ ζωὴ ἡμῶν‘, ὡς αὐτὸς ὁ σωτήρ φησιν· »Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθειακαίἡζωή«· καὶ ὁ ἀπόστολος· »Ὅταν »ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερω- »θήσεσθε ἐν ψαλμοῖς ἐν ψαλμοῖς δὲ πάλιν ἀναγέγραπται· »Κρεῖττον τὸ ἔλεός σου ὑπὲρ«· διὰ γὰρ τὸν ἐν ἑκάστῳ χριστὸν ὄντα ζωὴν πληθύονται αἱ ζωαί.
- 6.42.1
τάχα δὲ οὕτω ζητητέον καὶ τὸ »Εἰ δο- »κιμὴν ζητεῖτε τοῦ ἑν λαλοῦντος χριστοῦ«; οἱονεὶ γὰρ καθ᾿ ἕκαστον ἅγιον Χριστὸς εὑρίσκεται, καὶ γίνονται διὰ τὸν ἕνα χριστὸν πολλοὶ | χριστοὶ οἱ ἐκείνου μιμηταὶ καὶ κατ’ αὐτὸν εἰκόνα ὄντα θεοῦ μεμορφωμένοι· ὅθεν ὁ θεὸς διὰ τοῦ προφήτου φησίν· »Μὴ ἅψησθε τῶν »Χριστῶν μου«. ὃ τοίνυν ἐδόξαμεν παρεληλυθέναι διηγούμενοι τὸ »Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο«, τοῦτο νῦν κατὰ τὸ ἐμπεσὸν ἀνεπτύξαμεν· ἅμα δὲ παρεστήσαμεν ὅτι τοῦ βαπτιστοῦ Ἰωάννου ἐστὶν ἡ φωνὴ ἔτι καὶ διὰ τούτων μαρτυροῦντος τῷ υἱῷ τοῦ θεοῦ.
- 6.43.1
Ηδη οὖν ἴδωμεν τὴν δευτέραν Ἰωάννου μαρτυρίαν. απὸ Ἱεροσολύμων Ἰουδαῖοι, ὡς συγγενεῖς ὄντες τοῦ βαπτιστοῦ ἀπὸ γένους ἱερατικοῦ τυγχδάνοντος, ἱερεῖς πέμπουσι καὶ Λευίτας πευσομένους, ὅστις ποτὲ εἴη ὁ Ἰωάννης. ὁ δὲ λέγων τὸ »Ἐγὼ οὐκ εἰμὶ ὁ »γριστός« δι᾿ αὐτοῦ τούτου ὁμολογίαν ἀληθείας πεποίηται, καὶ οὐχ, ὡς ἄν τις ὑπολάβοι, διὰ τὸ »Οὐκ εἰμὶ ὁ χριστός« ἠρνήσατο· οὐ γάρ ἐστιν ἄρνησις τὸ εἰς δόξαν Χριστοῦ λέγειν, μὴ αὐτὸν εἶναι Χριστόν.
- 6.44.1
ἅπαξ δὲ οἱ πεμφθέντες ἀπὸ Ἱεροσολύμων ἱερεῖς καὶ Λευῖται ἀκούσαντες τὸ μὴ εἶναι αὐτὸν τὸν προσδοκώμενον χριστόν, πυνθάνονται περὶ τοῦ δευτέρου ἐλπιζομένου παρ᾿ αὐτοῖς τιμίου ὀνόματος Ἠλίου, εἰ αὐτὸς εἴη ἐκεῖνος. λέγει δὲ μὴ τυγχάνειν Ἠλίας πάλιν ὁμολογῶν διὰ τοῦ Οὐκ εἰμὶ« τὸ ἀληθές.
- 6.45.1
ἐπεὶ δὲ πολλῶν προφητῶν γινομένων ἐν Ἰσραὴλ εἷς τις ὁ ὑπὸ Μωσέως προφητευθεὶς ἐξαιρέτως προσεδοκᾶτο κατὰ τὸ φάσκον ῥητόν· »Ηροφήτην ὑμῖν ὑμῖν κύριος ὀ »θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀκούσεσθε. καὶ »ἔσται πᾶσα [ἡ] ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, »ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ«, τρίτον ἐρωτῶσιν οὐχὶ εἰ προφήτης εἴη, ἀλλ᾿ εἰ >ὁ< προφήτης.
- 6.46.1
καὶ τοῦτο τὸ ὅνομα ἐκείνων οὐκ ἐπὶ Χριστοῦ ταττόντων ἀλλ’ οἰομένων ἕτερον παρὰ τὸν χριστὸν αὐτὸν εἶναι, αὐτὸς γινώσκων τὸν οὗ πρόδρομός ἐστιν ὅτι καὶ ὁ χριστὸς καὶ ὁ προφήτης οὑτος ἐστὶν ὁ προφητευθείς, φησίν »Οὔ«· τάχα ἂν τὸ »Ναὶ« ἀποκρινάμενος, εἰ χωρὶς τοῦ ἄρθρου ἠρωτήκεισαν· οὐ γὰρ ἡγνόει προφήτης ὤν.
- 6.47.1
καὶ ἐν ταύταις ὅλαις ταῖς ἀποκρίσεσιν ἡ δευτέρα οὐδέπω τετέλεσται μαρτυρία Ἰωάννου, ἕως τοῖς αἰτοῦσιν ἀπόκρισιν ἀπαγγελθησομένην τοῖς πέμψασιν ἑαυτὸν ἀπὸ προφητικῆς κατήγγειλε φωνῆς τῆς τοῦ Ἡσαΐου οὕτως ἐχούσης· »Φωνὴ βοῶντος »ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν δυρίου«.
- 6.48.1
Ἄξιον δὲ ζητῆσαι πότερον τετέλεσται ἡ δευτέρα ΜΑΡΤΥΡΊΑ καὶ τρίτη γίνεται πρὸς ἀπεσταλμένους ἐκ τῶν Φαρισαίων καὶ βουλομένους μαθεῖν τί δήποτε βαπτίζει, μήτε Χρωτὸς μήτε Ἠλίας μήτε ὁ προφήτης τυγχάνων, ἐν τῷ »Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος »δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, [ὁ] ὀπίσω μου ἐρχόμενος, οὗ »οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος‘, ἢ μέρος τῆς δευτέρας ἐστὶ ·καὶ τὸ ἀπαγγελλόμενον πρὸς τοὺς Φαρι- σαίους.
- 6.49.1
ἐγὼ δ’ ὅσον ἐκ τῆς λέξεως ἔστι στοχάσασθαι εἴποιμ᾿ ἂν τρίτην εἶναι μαρτυρίαν τὸν πρὸς τοὺς ἀποσταλέντας ἀπὸ τῶν φαρισαίων λόγον. παρατηρητέον μέντοι γε ὅτι ἡ πρώτη μαρτυρία τὸ ἔνθεον τοῦ σωτῆρος παρίστησιν, ἡ δὲ δευτέρα τὴν ὑπόνοιαν τῶν δισταζόντων μήποτε ἰωάννης εἴη Χριστὸς καθαιρεῖ, ἡ δὲ τρίτη τὸν ἀοράτως τοῖς ἀνθρώποις παρόντα κηρύττει ὅσον οὐδέπω ἐλευσόμενον.
- 6.50.1
πρὶν δὲ τῶν ἑξῆς μαρτυριῶν, καθ’ ἃς δεικνύμενος μαρτυρεῖται, ἑκάστην λέξιν ἴδωμεν τῆς δευτέρας καὶ τρίτης μαρτυρίας, τοῦτο πρῶτον ἐπιτηρήσαντες ὅτι δύο ἀποστολαὶ γίνονται πρὸς τὸν βαπτιστήν· μία μὲν ἀπὸ Ἱεροσολυμων ὑπὸ ἱουδαίων πεμπόντων »ἱερεῖς καὶ Λευίτας, ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ;« ἑτέρα δὲ Φαρισαίων ἀποστελλόντων καὶ πρὸς τὴν γεγενημένην ἀπόκρισιν τοῖς ἱερεῦσιν καὶ Λευίταις ἐπαπορούντων.
- 6.51.1
παρατήρει τοίνυν πῶς κατὰ τὸ ἱερατικὸν καὶ λευϊτικὸν πρόσωπόν ἐστι μεθ’ ἡμερότητος λεγόμενα καὶ φιλομεθείας τὸ Σὺ τίς »Σὺ καὶ τὸ Τί οὐν; σὺ Ἠλίας εἶ;« καὶ τὸ »Ὁ προ- »φήτης ἄρα εἶ σύ;‘ καὶ ἐπὶ τούτοις· Τίς εἶ, ἴνα ἀπόκρισιν δῶμεν »τοῖς πέμψασιν ἡμᾶς; τί λέγεις περὶ σεαυτοῦ;« οὐδὲν γὰρ αὔθαδες οὐδὲ θρασὺ ἐν τῇ τούτων ἐστὶ πεύσει, ἀλλὰ πὰντα ἁρμόττοντα ἀκριβέσιν θεραπευταῖς θεοῦ.
← Previous · Next → — showing 501–600 of 2,967
First Thousand Years of Greek. CTS URN tlg2042.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.