Ancient Textssearch the texts themselves, not just their titles

← All works

Commentarii in Evangelium Joannis

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,967 sections

  1. 2.102.1

    ἔτι δὲ ἰδίως καὶ τοῦ Πάντα δι᾿ αὐτοῦ »ἐγένετο« ἐξήκουσε φάσκων· Τὸν τὴν αἰτίαν παρασχόντα τῆς γενέσεως τοῦ κόσμου τῷ δημιουργῷ, τὸν λόγον ὄντα, εἶναι οὐ τὸν ἀφ’ οὗ, ἢ ὑφ’ οὗ, ἀλλὰ τὸν δι᾿ οὑ, παρὰ τὴν ἐν τῇ συνηθείᾳ φράσιν ἐκδεκόμενος τὸ γεγραμμένον. εἰ γὰρ ὡς νοεῖ ἡ ἀλήθεια τῶν πραγμάτων ἦν, ἔδει διὰ τοῦ σημιουργοῦ γεγράφθαι πάντα γεγονέναι ὑπὸ τοῦ λόγου, οὐχὶ οὐχὶ ἀνάπαλιν διὰ τοῦ λόγου ὑπὸ τοῦ δημιουργοῦ.

  2. 2.103.1

    καὶ ἡμεῖς μὲν τῷ »δι᾿ οὑ« χρησάμενοι ἀκολούθως τῇ συνηθείᾳ, οὐκ ἀμάρτυρον τὴν ἐκδοχὴν ἀφήκαμεν· ἐκεῖνος δὲ πρὸς τῷ μὴ παραμεμυθῆσθαι ἀπὸ τῶν θείων γραμμάτων τὸν καθ’ ἑαυτὸν νοῦν, φαίνεται καὶ ὑποπτεύσας τὸ ἀληθὲς καὶ ἀναιδῶς αὐτῷ ἀντιβλέψας· φησὶ γάρ· Ὅτι οὐχ ὡς ὑπ’ ἄλλου ἐνεργοῦντος αὐτὸς ἐποίει ὁ λόγος, ἴν οὕτω νοηθῇ τὸ δι’ αὐτοῦ, ἀλλ᾿ αὐτοῦ ἐνεργοῦντος ἕτερος ἐποίει.

  3. 2.104.1

    οὐ τοῦ παρόντος δὲ καιροῦ ἐλέγξαι τὸ μὴ τὸν δημιουργὸν ὑπηρέτην τοῦ λόγου γεγενημένον τὸν κόσμον πεποιηκέναι καὶ ἀποδεικνύναι ὅτι ὑπηρέτης τοῦ δημιουργοῦ γενόμενος ὁ λόγος τὸν κόσμον κατεσκεύασε. κατὰ γὰρ τὸν προφήτην Δαβὶδ »Ὁ θεὸς εἶπε καὶ ἐγενήθησαν ἐνετείλατο καὶ ἐκτίσθησαν‘. »ἐνετείλατο« γὰρ ὁ ἀγένητος θεὸς τῷ πρωτοτόκῳ πάσης κτίσεως »καὶ ἐκτίσθη- »σαν«, οὐ μόνον ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα, »εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα γὰρ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων.«

  4. 2.105.1

    Ἔτι εἰς τὸ »Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν‘ οὐκ ἀγύμναστον ἐατέον καὶ τὸν περὶ τῆς κακίας λόγον· κἂν γὰρ σφόδρα ἀπεμφαίνειν δοκῇ, οὐ πάνυ τι δοκεῖ μοι εὐκαταφρόνητον εἶναι. ζητητέον γάρ, εἰ καὶ ἡ κακία διὰ τοῦ λόγου γεγένηται, νῦν λόγου προσεχῶς λαμβανομένου τοῦ ἐν ἑκάστῳ, ὡς καὶ αὐτὸς ἀπὸ τοῦ ἐν »ἀρχῇ« λόγου ἑκάστῳ ἐγγεγένηται.

  5. 2.106.1

    φησὶ τοίνυν ὁ ἀπόστολος· »Χωρὶς νόμου ἁμαρτία νεκρά«, καὶ ἐπιφέρει· »Ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ μὲν ἁμαρτία ἀνέζησε« καθολικὸν διδάσκων περὶ τῆς ἁμαρτίας ὡς μηδεμίαν μίαν ένέργειαν αὐτῆς εχούσης πρὶν νόμου καὶ ἐντολῆς· πῶς δὲ † ἔχων ὁ λόγος νόμος εἶναι καὶ ἐντολή, καὶ οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος νόμου, »ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου«), καὶ πάλιν οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος λόγου »Εἰ γὰρ μὴ ἦλθον, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν«).

  6. 2.107.1

    πᾶσα γὰρ πρόφασις ἀφαιρεῖται τοῦ βουλομένου ἐπὶ τῇ ἁμαρτίᾳ ἀπολογήσασθαι, ἐπὰν ἐνυπάρχοντος λόγου καὶ παραδεικνύοντος, ὃ πρακτέον, μὴ πείθηταί τις αὐτῷ. τάχα οὐν πάντα μέχρι καὶ τῶν χειρόνων διὰ τοῦ λόγου γεγένηται καὶ »χωρὶς αὐτοῦ«, ἁπλούστερον ἡμῶν ἐκλαμβανόντων τὸ »Οὐδέν«, »ἐγένετο οὐδέν«.

  7. 2.108.1

    καὶ οὐ πάντως τῷ λόγῶ ἐγκλητέον, εἰ πάντα δι᾿ αὐτοῦ ἐγένετο« καὶ »γωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν‘, ὡς οὐδὲ ἐγκλητέον τῷ διδασκάλῳ παραδείξαντι τὰ δέοντα τῷ μανθάνοντι, ἐπὰν διὰ τὰ τούτου μαθήματα μηκέτι τόπος καταλείπηται τῷ ἁμαρτάνοντι ἀπολογίας ὡς περὶ ἀγνοίας, καὶ μάλιστα ἐὰν νοήσωμεν διδάσκαλον τοῦ μανθάνοντος ἀχώριστον.

  8. 2.109.1

    οἱονεὶ γὰρ διδάσκαλος τοῦ μανθάνοντος ἀχώριστός ἐστιν ὁ ἐνυπάρχων τῇ φύσει τῶν λογικῶν λόγος, ἀεὶ ὑποβάλλων τὰ πρακτέα, κἂν παρακούωμεν αὐτοῦ τῶν ἐντολῶν, ἐπιδιδόντες αὑτοὺς ταῖς ἡδοναῖς καὶ παραπεμπόμενοι τὰς ἀρίστας αὐτοῦ συμβουλάς. ὡσπερ δὲ ὑπηρέτῃ τῷ ὀφθαλμῷ ἐπὶ τοῖς κρείττοσιν ἡμῖν γεγενημένῳ, καὶ ἐφ’ ὧν οὐ καλῶς ὁρῶμεν χρώμεθα, ὁμοίως καὶ τῇ ἀκοῇ ὅταν παρέχωμεν ἑαυτοὺς ἀκροάσει ἀχρήστων ᾀσμάτων καὶ τῶν ἀπηγορευμένων ἀκουσμάτων, οὕτως ἐνυβρίζοντες τὸν ἐν ἡμῖν λόγον καὶ οὐκ εἰς δέον αὐτῷ χρώμενοι, δι᾿ αὐτοῦ παρανομοῦμεν εἰς κρίμα τοῖς ἁμαρτάνουσιν ἐνυπάρχοντος καὶ διὰ τοῦτο κρίνοντος τὸν μὴ πάντων αὐτὸν προτιμήσαντα.

  9. 2.110.1

    ὅθεν καί φησιν· »Ὁ λόγος ὃν ἐλάλησα αὐτὸς κρινεῖ ὑμᾶς«, ἴσον διδάσκων τῷ Ἐγὼ ὁ λόγος, ὁ ἐν ὑμῖν ἀεὶ ἐνηχῶν, αὐτὸς ὑμᾶς καταδικάσω τόπον ἀπολογίας καταλειπόμενον ἔχοντας οὐδαμῶς. δόξει μέντοι γε βιαιοτέρα εἶναι αὕτη ἡ ἐκδοχή, ἄλλον μὲν λόγον τὸν »ἐν ἀρχῇ« ἡμῶν ἐξειληφότων τὸν πρὸς τὸν θεόν«, τὸν θεὸν λόγον, ἄλλως δὲ αὐτὸν νοούντων, ὅτε οὐ μόνον ἐπὶ τῶν προηγουμένων δημιουργημάτων τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο« λέγεσθαι ἐφάσκομεν, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν ὑπὸ τῶν λογικῶν πραττομένων, οὑ λόγου χωρὶς οὐδὲν ἁμαρτάνομεν.

  10. 2.111.1

    καὶ ζητητέον, εἰ καὶ τὸν ἐν ἡμῖν λόγον τὸν αὐτὸν λεκτέον τῷ έν ἀρχῇ καὶ τώ πρὸς τὸν θεὸν καὶ τῷ θεῷ λόγῳ, μάλιστα ἐπεὶ οὐχ ὡς ἑτέρου τούτου τυγχάνοντος παρὰ τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον ἔοικεν ὁ ἀπόστολος διδάσκειν τὸ »Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾿ ἔστι Χρι- »στὸν καταγαγεῖν· ἢ Τίς κ·αταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι »Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν· ἀλλὰ τί λέγει ἡ γραφή; Ἐγγύς σου »τὸ ῥῆμά ἐστιν σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου.‘

  11. 2.111.2

    1, 4. Ὁ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ Ἡ ζωὴ ἦν τὸ τῶν ἀνθρώπων.

  12. 2.112.1

    Ἔστι τινὰ δόγματα παρ᾿ Ἕλλησι καλούμενα παράδοξα, τῷ κατ᾿ αὐτοὺς πλεῖστα πλεῖστα ὅσα προσάπτοντα μετα τινος αποδείξεως ἢ φαινομένης ἀποδείξεως, καθ’ ἅ φασι μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἱερέα, τῷ μόνον καὶ πάντα τὸν σοφὸν ἐπιστήμην ἔχειν τῆς τοῦ θεοῦ θεραπείας, καὶ μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἐλεύ- θερον, ἐξουσίαν αὐτοπραγίας ἀπὸ τοῦ θείου νόμου εἰληφότα· καὶ τὴν ἐξουσίαν δὲ ὁρίζονται νόμιμον ἐπιτροπήν.

  13. 2.113.1

    καὶ τί δεῖ νῦν ἡμᾶς λέγειν περὶ τῶν καλουμένων παραδόξων, πολλῆς οὔσης τῆς εἰς αὐτὰ πραγματείας καὶ δεομένων συγκρίασεως τῆς πρὸς τὸ βούλημα τῆς γραφῆς τῶν ὑπ᾿ αὐτῶν κατὰ τὰ παράδοξα ἀπαγγελλομένων, ἴνα ἐπὶ τίνων ὁ τῆς θεοσεβείας λόγος συμφῇ καὶ ἐπὶ τίνων τὸ ἐναντίον τοῖς ὑπ’ ἐκείνων λεγομένοις βούλεται παραστῆσαι δυνηθῶμεν;

  14. 2.114.1

    τούτων δὲ ἡμῖν μνήμη γεγένηται ζητοῦσι τὸ »Ὃ γέγονεν ἐν αὐτῷ αὐτῷ »ἠν« διὰ τὸ οἱονεὶ τῷ χαρακτῆρι τῶν παραδόξων καί, εἰ δεῖ εἰπεῖν, παραδοξότερον παρὰ τά ὑπ᾿ ἐκείνων λεγόμενα, δύνασθαι ἄν τινα ἑπόμενον τῇ γραφῇ δεῖξαι τοιαῦτα πλείονα. ἐὰν γὰρ νοήσωμεν τὸν ἐν ἀρχῇ λόγον, τὸν πρὸς τὸν θεόν, τὸν θεὸν λόγον, τάχα δυνησόμεθα μόνον τὸν τούτου, καθ’ ἃ τοιοῦτος, μετέχοντα »λογικὸν« εἰπεῖν· ὥστε καὶ ἀποφήνασθαι ἄν, ὅτι μόνος ὁ ἅγιος λογικός.

  15. 2.115.1

    πάλιν ἐὰν συνῶμεν τὴν γενομένην ἐν τῷ λόγῳ ζωήν, τὸν εἰπόντα »Ἐγώ εἰμι ἡ ζωή«. ἐροῦμεν μηδένα τῶν ἔξω τῆς πίστεως Χριστοῦ ζῆν, πάντας δὲ εἶναι νεκροὺς τοὺς μὴ ζῶντας θεῷ, τό τε ζῆν αὐτῶν ζῆν εἶναι τῆς ἁμαρτίας καὶ διὰ τοῦτο ἵν᾿ ἕν’ οὕτως εἴπω, ζῆν θανάτου τυγχάνειμ.

  16. 2.116.1

    ἐπίστησον δὲ εἰ μὴ τοῦτο πολλαχοῦ παριστᾶσιν αἱ θεῖαι γραφαί, τὸ] ὅπου μὲν τοῦ σωτῆρος φάσκοντος· »Ἢ οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ἐπὶ τῆς βάτου Ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ »ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων‘ καὶ »Οὐ δικαιωθήσεται κατενώ- πιόν σου πᾶς ζῶν«. τί δὲ περὶ αὐτοῦ λέγγειν δεῖ τοῦ θεοῦ ἢ τοῦ σωτῆρος; ἀμφιβάλλεται γὰρ ὁποτέρου εἶναι ἡ λέγουσα ἐν τοῖς προφήταις φωνή· »Ζῶ ἐγώ, λέγει κύριος.«

  17. 2.117.1

    Καὶ πρῶτόν γε ἴδωμεν τὸ »Οὐκ ἔστι θεὸς νεκρῶν »ἀλλὰ ζώντων‘ ἴσον δυνάμενον τῷ >οὐκ ἔστιν ἁμαρτωλῶν ἁγίων . μεγάλη γὰρ δωρεὰ τοῖς πατριάρχαις τὸ τὸν θεὸν ἀντὶ ὀνόματος προσάψαι τὴν ἐκείνων ὀνομασίαν τῇ >θεὸς< ἰδίᾳ προσηγορίᾳ, καθ’ ἃ καὶ ὁ Παῦλός φησι·

  18. 2.118.1

    Διὸ οὐκ ἐπαισχύνεται ὁ θεὸς θεὸς καλεῖσθαι αὐτῶν«· οὐκοῦν θεός ἐστιν τῶν πατέρων καὶ πάντων τῶν ἁγίων· καὶ οὐκ ἄν που ἀναγεγραμμένον εὑρίσκοιτο τὸ θεὸν εἶναι τὸν θεόν τινος τῶν ἀσεβῶν. εἰ τοίνυν ὁ θεὸς ἀγίων ἐστὶν καὶ θεὸς ζώντων εἶναι λέγεται, οἱ ἅγιοι ζῶντές εἰσι καὶ οἱ ζῶντες ἅγιοι, οὔτε ἁγίου ὄντος ἔξω τῶν ζώντων οὔτε ζῶντος χρηματίζοντος μόνον καὶ οὐχὶ μετὰ τοῦ ζῆν ἔχοντος καὶ τὸ ἅγιον αὐτὸν τυγχάνειν.

  19. 2.119.1

    τὸ παραπλήσιον δὲ ἔστι καὶ ἐπὶ τοῦ »Εὐαρεστήσω τῷ κυρίῳ ἐν χώρᾳ »ζώντων« ἰδεῖν, ὡς εἰ ἔλεγεν >ἐν τάξει ἁγίων< ἢ >ἐν τῷ τόπῳ τῶν ἁγίων<, τῆς κυρίως εὐαρεστήσεως ἤτοι ἐν τῇ τάζει τῶν ἁγίων ἢ ἐν τῷ τόπῳ τῶν ἁγίων τυγχανούσης, οὐδέπω ἄκρως εὐαρεστοῦντος τοῦ μὴ εἰς τὴν τάξιν τῶν ἁγίων κεχωρηκότος ἢ τοῦ μὴ εἰς τὸν τόπον τῶν ἁγίων γεγενημένου· εἰς ὃν χωρῆσαι δεήσει πάντα τὸν οἱονεὶ σκιὰν καὶ εἰκόνα τῆς εὐαρεστήσεως τῆς ἀληθινῆς ἐν τῷ βίω̣ τούτῳ προανειληφότα.

  20. 2.120.1

    καὶ τὸ »οὐ δικαιωθήσεσθαι δὲ κατ᾿ ἐνώπιον »τοῦ θεοῦ πάντα ζῶντας« δηλοῖ, ὅτι ὡς πρὸς θεὸν καὶ τὴν ἐν αὐτῷ δικαισύνην οὐδεὶς δικαιωθήσεται τῶν πάνυ μακαρίων, ὡς εἰ καὶ ἐλέγομεν ἐπὶ ἑτέρου παραδείγματος τοιοῦτον· οὐ φωτιεῖ πᾶς λύχνος ἐνώπιον ἡλίου· φωτιεῖ μὲν γὰρ πᾶς λύχνος, ἀλλ ὅταν μὴ καταυγάζηται ὑπὸ ἡλίου· δικαιωθήσεται δὲ καὶ πᾶς ζῶν, ἀλλ᾿ οὐκ ἐνώπιον τοῦ θεοῦ, ὅτε δὲ τοῖς κάτω συγκρίνεται καὶ ὑπὸ τοῦ σκότους κεκρατημένοις παρ᾿ οἷς λάμψει αὐτῶν τὸ φῶς.

  21. 2.121.1

    καὶ ὅρα εἰ κατὰ τοῦτο καὶ τὸ ἐν τῷ εὐαγγελίῳ νοητέον· »Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων«. οὐ γάρ 〈φησιν〉 >λαμφάτω τὸ φῶς ὑμῶν ἔμπροοθεν τοῦ θεοῦ>· τοῦτο γὰρ εἰ ἐνετέλλετο, ἀδύνοτον ἂν ἐδίδου ἐντολήν, ὡς εἰ καὶ τοῖς λύχνοις ἐμψύχοις οὖσιν ἐντολὴν ἐδίδου τοῦ λάμψαι τὸ φῶς αὐτῶν ἔμπροσθεν τοῦ ἡλίου.

  22. 2.122.1

    οὐχ οἱ τυχόντες οὖν μόνοι τῶν ζώντων οὐ δικαιωθήσονται κατενώπιον τοῦ θεοῦ, ἀλλὰ καὶ οἱ ὡς ἐν ζῶσι τῶν ἐλαττόνων διαφέροντες· ἤ, ὅπερ μᾶλλον, ἅμα ἡ πάντων τῶν ζώντων δικαιοσύνη οὐ δικαιωθήσεται ὡς πρὸς τὴν τοῦ θεοῦ δικαιοσύνην· ὡς εἰ καὶ ἅμα πάντα τὰ ἐπὶ γῆς νυκτερινὰ συναγαγὼν φῶτα ἔφασκον μὴ δύνασθαι ταῦτα φωτίζειν ὡς πρὸς τὰς τούτου τοῦ ἡλίου αὐγάς.

  23. 2.123.1

    κατ᾿ ἐπανάβασιν δὲ ἐκ τῶν εἰρημένων νοητέον καὶ τὸ »Ζῶ ἐγώ, λέγει κύριος«, τάχα τοῦ κυρίως ζῆν μάλιστα ἐκ τῶν εἰρημένων περὶ τοῦ ζῆν παρὰ μόνῳ τυγχάνοντος τῷ θεῷ. καὶ ὅρα εἰ διὰ τοῦτο δύναται ὁ ἀπόστολος τὴν εἰς ὑπερβολὴν ὑπεροχὴν νοήσας τῆς ζωῆς τοῦ θεοῦ καὶ ἀξίως θεοῦ συνιεὶς τὸ »Ζῶ ἐγὼ, λέγει »κύριος« εἰρηκέναι περὶ θεοῦ· »Ὁ μόνος ἔχων ἀθανασίαν«, οὐδενὸς τῶν παρὰ τὸν θεὸν ζώντων ἔχοντος τὴν ἄ τρεπτον πάντη καὶ ἀναλλοίωτον ζωήν. καὶ τί διστάζομεν περὶ τῶν λοιπῶν, ὅτε οὐδὲ ὁ χριστὸς ἔσχε τὴν τοῦ πατρὸς ἀθανασίαν; ἐγεύσατο γὰρ ὑπὲρ παντὸς θανάτου.

  24. 2.124.1

    Ἅμα δὲ ἐξετάζοντες τὰ περὶ τοῦ ζῶντος θεοῦ καὶ ζωῆς, ἥτις ἐστὶν ὁ χριστός, καὶ ζώντων ἐν χώρᾳ ἰδίᾳ τυγχανόντων καὶ ζώντων οὐ δικαιουμένων ἐνώπιον τοῦ θεοῦ, ἀκολούθως τούτοις παρατιθέμενοι τὸ »Ὁ μόνος ἔχων ἀθανασίαν« τὰ ὑπονοούμενα συμπαραληψόμεθα περὶ τοῦ πᾶν ὁτιποτοῦν λογικὸν μὴ οὐσιωδῶς ἔχειν ὡς ἀχώριστον συμβεβηκὸς τὴν μακαριότητα.

  25. 2.125.1

    ἐὰν γὰρ ἀχώριστον ἔχῃ τὴν μακαριότητα καὶ τὴν προηγουμένην ζωήν, πῶς ἔτι ἔσται ἀληθὲς τὸ περὶ τοῦ θεοῦ λεγόμενον· »Ό μόνος ἒχων ἀθανασίαν«; χρὴ μέντοι γε εἰδέναι ὅτι τινὰ ὁ σωτὴρ οὐχ αὑτῷ ἐστιν ἀλλ' ἑτέροις, τινὰ δὲ αὑτῷ καὶ ἑτίροις· ζητητέον δὲ εἴ τινα ἑαυτῷ καὶ οὑδενί. σαφῶς μὲν γὰρ ἑτέροις ἐστὶν »ποιμήν«, οὐχ ὡς οἱ παρὰ ἀνθρώποις ποιμένες ὄνησιν ἐκ τοῦ ποιμαίνειν εἰς ἑαυτὸν λαμβάνων, εἰ μὴ ἄρα τὴν τῶν ποιμαινομένων ὠφέλειαν διὰ φιλανθρωπίαν ἰδίαν εἶναι λογίσαιτο.

  26. 2.126.1

    ἀλλὰ καὶ »ὁδός« ἑτέροις ἑτέροις ὁμοίως καὶ »θύρα«, ὁμολογουμένως δὲ καὶ »ῥάβδος«· ἑαυτῷ δὲ καὶ ἐτέροις »σοφία«, τάχα δὲ καὶ »λόγος«. ζητητέον δὲ εἰ συστήματος θεωρημάτων ὄντος ἐν αὐτῷ, καθ' ὅ »σοφία« ἐστίν, ἐστί τινα θεωρήματα ἀχώρητα τῇ λοιπῇ παρ' αὐτὸν γεννητῇ φύσει, ἅτινα οἶδεν ἑαυτῷ.

  27. 2.127.1

    καὶ οὐκ ἀνεξέταστον τὸν λόγον ἐατέον διὰ τὴν περὶ ἁγίου πνεύματος εὐλάβειαν. ὅτι μὲν γὰρ καὶ αὐτὸ αὐτῶ̣ μαθητεύεται, σαφὲς ἐκ τοῦ λεγομένου περὶ παρακλήτου καὶ ἁγίου πνεύματος· »Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν«. εἰ δὲ μαθητευόμενον πάντα χωρεῖ, ἅ ἔνατενίζων τῷ πατρὶ ἀρχόμενος ὁ υἱὸς γινώσκει, ἐπιμελέστερον ζητητέον.

  28. 2.128.1

    Εἰ τοίνυν ὁ σωτὴρ ἃ μέν τινα ἐτέροις, τινὰ δὲ τάχα που αὑτῶ̣ καὶ ἢ οὐδενὶ ἢ ἑνὶ ἢ ὀλίγοις, καθ’ ὅ »ζωή« ἐστιν ἡ γενομένη ἐν τῷ λόγῳ, βασανιστέον πότερον αὑτῶ καὶ ἑτέροις ζωή ἐστιν ἢ ἑτέροις, καὶ εἰ ἑτέροις, τίσι τούτοις. εἰ δὴ ταὐτόν ἐστι »ζωὴ« καὶ »τῶν ἀνθρώπων« — φησὶ γάρ’ »Ὅ γέγονεν ἐν αὐτῷ ζωὴ ἠν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων« — τὸ δὲ φῶς τῶν ἀνθρώπων τινῶν ἐστι φῶς, καὶ τοῦτο οὐ πάντων τῶν λογικῶν, ὅσον ἐπὶ + τῷ κεῖσθαι τὸ »' Ανθρώπων«, ἀλλὰ »τῶν ἀνθρώπων« ἐστὶ φῶς, εἴη ἂν καὶ ζωὴ ἀνθρώπων, ὡν καὶ φῶς ἐστιν· καὶ καθ' ὅ ζωή, λέγοιτο ἂν ὁ σωτὴρ οὐχ αὑτῷ ἀλλὰ ἑτέροις εἶναι ζωὴ ὡν ἐστι καὶ φῶς.

  29. 2.129.1

    αὕτη δὴ ἡ ζωὴ τῷ λόγῳ ἐπιγίνεται, ἀχώριστος αὐτοῦ μετὰ τὸ ἐπιγενέσθαι τυγχάνουσα. λόγον γὰρ προϋπάρξαι τὸν καθαίροντα τὴν ψυχὴν ἐν τῇ ψυχῇ δεῖ, ἕνα κατὰ τοῦτον καὶ τὴν ἀπ' αὐτοῦ κάθαρσιν, πάσης περιαιρεθείσης νεκρότητος καὶ ἀσθενείας, ἡ ἀκραιφνὴς ζωὴ ἐγγένηται παρὰ παντὶ τῷ τοῦ λόγου καθ’ ὅ θεός ἐστιν αὑτὸν ποιήσαντι χωρη- τικον.

  30. 2.130.1

    Τηρητέον δὲ τὰ δύο »Ἐν« καὶ τὴν διαφορὰν αὐτῶν ἐξεταστέον· πρῶτον μὲν γὰρ ἐν τῷ »λόγος ἐν ἀρχῇ«, δεύτερον δὲ ἐν τῷ »ζωὴ ἐν λόγῳ«. ἀλλὰ λόγος μὲν έν ἀρχῇ« οὐκ ἐγένετο· οὐκ ἠν γάρ, ὅτε ἡ ἀρχὴ ἄλογος ἦν, διὸ λέγεται· »Ἐν ἀρχῇ ἠν ὁ λόγος· « ζωὴ δὲ έν τῷ λόγῳ οὐκ ἦν· ἀλλὰ ςωὴ ἐγένετο, εἴ γε »ζωή ἐστι τὸ φῶς τῶν ἀνθρώπων«. ὅτε γὰρ οὐδέπω ἄνθρωπος ἦν, οὐδὲ φῶς »τῶν ἀνθρώπων« ἠν, τοῦ φωτὸς τῶν ἀνθρώπων κατὰ τὴν πρὸς ἀνθρώπους σχέσιν νοουμένου.

  31. 2.131.1

    μηδεὶς δ’ ἡμᾶς θλιβέτω χρονικῶς οἰόμενος ταῦτα ἀπαγγελλειν, τῆς τάξεως τὸ πρῶτον καὶ τὸ δεύτερον καὶ τὰ ἐφεξῆς ἀπαιτούσης, κἂν χρόνος μὴ εὐρίσκηται, ὅτε τὰ ὑπὸ τοῦ λόγου τὰ] ὑποβαλλόμενα τρίτα καὶ τέταρτα οὐδαμῶς ἦν. ὃν τρόπον τοίνυν »πάντα δι’ αὐτοῦ ἐγένετο«, καὶ οὐχὶ πάντα δέ αὐτοῦ ἦν, καὶ »χωρὶς αὐτοῦ έγένετο οὐδὲ ἕν«, οὐχὶ δὲ χωρὶς αὐτοῦ ἠν οὐδὲ ἔν, οὕτως ὅ γέγονεν ἐν αὐτῷ, οὐχὶ ὃ ἠν ἐν αὐτῷ, ζωὴ ἠν. καὶ πάλιν οὐχὶ ὃ ἐγένετο ἐν ἀρχῇ ὁ λόγος ἦν, ἀλλὰ ὃ ἦν ἐν ἀρχῇ λόγος ἦν.

  32. 2.132.1

    τινὰ μέντοι γε τῶν ἀντιγράφων ἔχει, καὶ τάχα οὐκ ἀπιθάνως· »Ὃ γέγονεν ἐν αὐτῷ ζωή »ἐστιν«. εἰ δὲ ζωὴ ταὐτόν ἐστι τῷ τῶν ἀνθρώπων φωτί, οὐδεὶς ἐν σκότῳ τυγχάνων ζῇ καὶ οὐδεὶς τῶν ζώντων έν σκότῳ ἐστίν, ἀλλὰ πᾶς ὁ ζῶν καὶ ἐν φωτὶ ὑπάρχει, καὶ πᾶς ὁ ἐν φωτὶ ὑπάρχων ςῇ· ὥστε μόνον τὸν ζῶντα καὶ πάντα εἶναι φωτὸς υἱόν· φωτὸς δὲ υἱός, οὗ λάμπει τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων.

  33. 2.133.1

    Πάλιν, ἐπεὶ ἔστι τὰ παραλελειμμένα τῶν ἐναντίων νοεῖσθαι ἐκ τῶν εἰρημένων περὶ τῶν ἐναντίων, γέγεται δὲ περὶ ζωῆς καὶ φωτὸς ἀνθρώπων, ἐναντίον δὲ τῇ ζωῇ θάνατος καὶ ἐναντίον φωτὶ ἀνθρώπων σκότος ἀνθρώπων, ἔστιν ἰδεῖν ὅτι ὁ ἐν σκότω τῶν ἀνθρώπων τυγχάνων ἐν θανάτῳ ἐστὶν καὶ ὁ τὰ τοῦ θανάτου πράττων οὐκ ἀλλαχόσε τοῦ σκότους ἐστίν. ὁ δὲ μνημο- νεύων τοῦ θεοῦ, ἐάν γε νοῶμεν τί τὸ μνημονεύειν αὐτοῦ, οὐκ ἔστιν ἐν τῷ θανάτῳ κατὰ τὸ εἰρημένον· »Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ »μνημονεύων σου«.

  34. 2.134.1

    εἴτε δὲ σκότος ἀνθρώπων εἴτε θάνατος, οὐ φύσει τοιαῦτά ἐστιν + ἄλλου λόγου »Ἡμεῖς ἤμεθά ποτε σκότος, νῦν δὲ φῶς »ἐν κυρίῳ«, κἂν μάλιστα ἅγιοι καὶ πνευματικοὶ ἤδη χρηματίζωμεν. ὥσπερ δὲ δεκτικὸς ὁ Παῦλος σκότος ὢν γέγονε τοῦ γενέσθαι φῶς ἐν κυρίῳ οὕτως ὅστις ποτ’ ἂν ᾖ σκότος. κατὰ δὲ τοὺς οἰομένους εἶναι φύσεις πνευματικάς, ὥσπερ τὸν Παῦλον καὶ τοὺς ἀγίους ἀποστόλους, οὐκ οἶδα εἰ σώζεται τὸ τὸν πνευματικὸν εἶναί ποτε σκότος καὶ ὕστερον αὐτὸν γεγονέναι φῶς.

  35. 2.135.1

    εἰ γὰρ ὁ πνευματικός ποτε σκότος ἦν, ὁ χοϊκὸς τί ἐστιν; εἰ δ’ ἀληθές ἐστι τὸ σκότος γεγονέναι φῶς, τίς ἡ ἀποκλήρωσις τοῦ μὴ πᾶν σκότος δύνασθαι γενέσθαι φῶς; εἰ μὴ γὰρ ἐπὶ Παύλου ἐλέγετο, ὅτι »ἤμεθά ποτε ἐν σκότῳ, νῦν δὲ φωτεινοὶ ἐν κυρίῳ«, ἐπὶ δὲ ὡν οἴονται φύσεων ἀπολλυμένων, ὅτι σκότος ἠσαν ἢ σκότος εἰσί, κἂν χώραν εἶχεν ἡ περὶ φύσεων ὑπόθεσις.

  36. 2.136.1

    νυνὶ δὲ ὁ Παῦλός φησι γεγονέναι »ποτὲ σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ«, ὡς δυνατοῦ ὄντος τοῦ σκότος εἰς φῶς μεταβαλεῖν. οὐ χαλεπὸν δὲ τὰ περὶ παντὸς σκότους ἀνθρώπων καὶ περὶ τοῦ θανάτου τοῦ αὐτοῦ τυγχάνοντος τῷ σκότῳ τῶν ἀνθρώπων ἐπιμελῶς ἰδεῖν τῶν εἰρημένων, τὸ ἐνδεχόμενον ὁρῶντα τῆς ἐπὶ τὸ χεῖρον καὶ κρεῖττον ἑκάστου μεταβολῆς.

  37. 2.137.1

    ΧΧΙ. Πάνυ δὲ βιαίως κατὰ τὸν τόπον γενόμενος ὁ Ἡρακλέων τὸ »Ὅ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν« ἐξείληφεν ἀντὶ τοῦ »Ἑν αὑτῷ« Εἰς τοὺς ἀνθρώπους τοὺς πνευματικούς, οἱονεὶ ταὐτὸν νομίσας εἶναι τὸν λόγον καὶ τοὺς πνευματικούς, εἰ καὶ μὴ σαφῶς ταῦτ' εἴρηκε· καὶ ὡσπερεὶ αἰτιολογῶν φησιν· Αὐτὸς γὰρ τὴν πρώτην μόρφωσιν τὴν κατὰ τὴν γένεσιν αὐτοῖς παρέσχε, τὰ ὑπ' ἄλλου σπαρέντα εἰς μορφὴν καὶ εἰς φωτισμὸν καὶ περιγραφὴν ἰδίαν ἀγαγὼν καὶ ἀναδείξας.

  38. 2.138.1

    οὐ παρετήρησε δὲ καὶ τὸ περὶ τῶν πνευματικῶν παρὰ τῷ Παύλῳ λεγόμενον, ὅτι ἀνθρώπους αὐτοὺς εἶναι ἀπεσιώπησε· » Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, »μωρία γὰρ αὐτῶ̣ ἐστιν· ὁ δὲ πνευματικὸς ἀνακρίνει πάντα.ι ἡμεῖς γὰρ οὐ μάτην αὐτόν φαμεν ἐπὶ τοῦ πνευματικοῦ μὴ προστεθεικέναι τὸ »Ἄνθρωπος«· κρεῖττον γὰρ ἢ »ἄνθρωπος« ὁ πνευματικός, τοῦ ἀνθρώπου ἤτοι ἐν ψυχῇ ἢ ἐν σώματι ἢ ἐν συναμφοτέροις χαρακτηριζομένου, οὐχὶ δὲ καὶ ἐν τῷ τούτων θειοτέρῳ πνεύματι, οὑ κατὰ μετοχὴν ἐπικρατοῦσαν χρηματίζει ὁ πνευματικός.

  39. 2.139.1

    ἅμα δὲ καὶ τὰ τῆς τοιαύτης ὐποθέσεως χωρὶς κἂν φαινομένης ἀποδείξεως ἀποφαίνεται, οὐδὲ μέχρι τῆς τυχούσης πιθανότητος φθάσαι εἰς τὸν περὶ τούτων δυνηθεὶς λόγον. καὶ ταῦτα μὲν περὶ ἐκείνου.

  40. 2.140.1

    Φέρε δὲ καὶ ἡμεῖς καὶ τοῦτο ζητήσωμεν, εἰ ἡ ζωὴ ἠν μόνων ἀνθρώπων φῶς καὶ μὴ παντὸς οὑτινοσοῦν ἐν μακαριότητι τυγχάνοντος. ἐὰν γὰρ ταὐτὸν ᾖ »ζωὴ« καὶ »φῶς ἀνθρώπων‘ καὶ μόνων ἀνθρώπων ᾖ τὸ τοῦ χριστοῦ φῶς, μόνων ἀνθρώπων καὶ ἡ ζωή. τοῦτο δ' ὑπολαμβάνειν ἐστὶν ἠλίθιον ἅμα καὶ ἀδεβές, ἀντιμαρ- τυρουσῶν τῶν ἄλλων γραφῶν ταύτῃ τῇ ἐκδοχῇ, εἴ γε, ὅταν προδό- ψωμεν, ἰσάγγελοι ἐσόμεθα.

  41. 2.141.1

    οὕτω δὲ λυτέον τὸ ἀπορηθέν· οὐχὶ εἴ τι λέγεταί τινων, ἐκείνων μόνων ἐστὶ τὸ λεγόμενον οὕτως οὐν οὐχὶ εἰ λέγεται φῶς ἀνθρώπων, μόνων ἀνθρώπων ἐστὶ φῶς· ἐδύνατο γὰρ προσκεῖσθαι· »ἡ ςωὴ ἦν τὸ τῶν ἀνθρώπων x003E; φῶς.« ἔξεστι γὰρ τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους εἶναι φῶς, ὡς ἔξεστι τάδε τὰ ςῷα καὶ τάδε τὰ φυτά, ἀνθρώπων ὄντα τροφήν, καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους τὰ αὐτὰ εἶναι τροφήν.

  42. 2.142.1

    καὶ τοῦτο μὲν ἀπὸ τῆς συνηθείας τὸ παράδειγμα· ἄξιον δὲ ἀπὸ τῶν θεοπνεύστων λόγων ὅμοιον ἀντιπαραβαλεῖν. ἐνθάδε τοίνυν ζητοῦμεν εἰ μηδὲν κωλύει τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων εἶναι φῶς, λέγοντες ὅτι οὐχί, ἐπεὶ λέγεται φῶς ἀνθρώπων, ἤδη ἀποκέκλεισται καὶ ἐτέρων παρὰ τοὺς ἀνθρώπους κρειττόνων ἢ ἀνθρώποις ἀμοίων εἶναι φῶς.

  43. 2.143.1

    ἀναγέγραπται δὴ ὁ θεὸς θεὸς εἶναι »' Αβραὰμ καὶ θεὸς Ἰσαὰκ κοὶ θεὸς Ἰακώβ«· ὁ δὴ βουλόμενος ἐπειδὴ εἴρηται· »Ἡ ζωὴ »ἦν τὸ φῶς τῶν ἀνθρώπων«) τὸ φῶς μηδενὸς ἑτέρου εἶναι ἢ τῶν ἀνθρώπων, κατὰ τὸ ὅμοιον οἰήσεται τὸν θεὸν Αβραὰμ καὶ θεὸν Ισαὰκ καὶ θεὸν Ἰακὼβ μηδενὸς εἶναι θεὸν ἢ τῶν τριῶν μόνων τούτων πατέρων. ἔστι δέ γε καὶ Ἠλίου θεός, καί, ὥς φησιν Ἰουδίθ, τοῦ πατρὸς αὐτῆς Συμεών, καὶ θεὸς τῶν Ἑβραίων. Ἑβραίων. κατὰ τὸ ὅμοιον εἰ μηδὲν κωλύει εἶναι αὐτὸν καὶ ἑτέρων θεόν, οὐδὲν κωλύει εἶναι τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων Παρὰ τοὺς ἀνθρώ- πους φως.

  44. 2.144.1

    Ἄλλος δέ τις προσχρησάμενος τῷ »Ποιήσωμεν ἄνθρω- »πον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν«· πᾶν τὸ »κατ' εἰκόνα καὶ »ὁμοίωσιν« γενόμενον »θεοῦ« ἄνθρωπον εἶναι φήσει, μυρίοις χρώμενος εἰς τοῦτο παραδείγμασιν, ὅτι οὑδὲν διαφέρει τῇ γραφῇ ἄνθρωπον ἢ ἄγγελον φάναι· ἐπὶ γὰρ τοῦ αὐτοῦ ὑποκειμένου κεῖται ἡ »Ἄγγελος« καὶ » Ανθρωπος« προσηγορία, ὥσπερ ἐπὶ τῶν ξενισθέντων παρὰ τῷ Ἀβραὰμ τριῶν καὶ γενομένων ἐν Σοδόμοις δύο· καὶ ἐν ὅλῳ τῷ εἱρμῷ τῆς γραφῆς ὁτὲ μὲν ἄνδρες ότὲ δἐ ἄγγελοι εἶναι λέγονται.

  45. 2.145.1

    πλὴν ὁ τοῦτο νομίζων ἐρεῖ, ὅτι, ὥσπερ παρὰ τοῖς ὁμολογουμένοις ἁνθρώποις εἰσὶν ἄγγελοι, ὡς ὁ Ζαχαρίας λέγων· »Ἄγελος θεοῦ, ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει κύριος παντοκράτωρ‘ καὶ ὁ Ἰωάννης, περὶ οὐ γέγραπται· »Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου«, οὕτως καὶ οἱ τοῦ θεοῦ ἄγγελοι παρὰ τὸ ἔργον τοῦτο χρηματίζουσι καὶ οὐ παρὰ τὴν φύσιν »ἄνδρες« κληθέντες.

  46. 2.146.1

    καὶ ἔτι μᾶλλον παραμυθήσεται, ὅτι ἐπὶ τῶν κρειττόνων δυνάμεων τὰ ὀνόματα οὐχὶ φύσεων ζῴων ἐστὶν ὀνόματα ἀλλὰ τάξεων, ὦν ἥδε τις καὶ ἥδε λογικὴ φύσις τέτευχεν ἀπὸ θεοῦ. »θρόνος« γὰρ οὐκ εἶδος ζῴου οὐδὲ »οὐδὲ οὐδὲ »κυριό- »της« οὐδὲ »ἐξουσία«, ἀλλὰ ὀνόματα πραγμάτων, ἐφ’ ὡν ἐτάχθησαν οἱ οὕτως προσαγορεόμενοι, ὦν τὸ ὑποκείμενον οὐχ ἄλλο τί ἐστιν ἢ ἄνθρωπος, καὶ τῷ ὑποκειμένῳ συμβέβηκε τὸ θρόνῳ θρόνῳ ἢ κυριότητι ἢ ἀρχῇ ἢ ἐξουσίᾳ.

  47. 2.147.1

    καὶ ἐν τῷ Ἰησοῦ δὲ τῷ τοῦ Ναυῆ κεῖται τὸ »Ὤφθη »τῷ Ἰησοῦ ἄνθρωπος ἐν Ἱεριχῶ«, ὅς φησιν· »Ἐγὼ ἀρχιστράτηγος δυνά- »μεως κυρίου νυνὶ παραγέγουα«.

  48. 2.148.1

    Κατὰ τοῦτο οὖν ὡς ἴσον δυνάμενον ἐκλήψεται τὸ φῶς τῶν ἀν- θρώπων καὶ φῶς παντὸς λογικοῦ, παντὸς λογικοῦ τῷ »κατ' εἰκόνα καὶ ὁμοίωσιν« εἶναι θεοῦ ἀνθρώπου τυγχάνοντος. τὸ αὐτὸ μέντοι γέ ἐστι τριχῶς ὀνομαζόμενον »φῶς τῶν ἀνθρώπων« καὶ ἁπαξαπλῶς »φῶς« καὶ φῶς ἀληθιωόν«· φῶς μὲν οὖν ἀνθρώπων, ἤτοι, ὡς προα- ποδέδεικται, οὐδενὸς κωλύοντος κωλύοντος τὸ ἐκλαμβάνειν καὶ ἑτίρων παρὰ τὸν ἄνθρωπον εἶναι τὸ φῶς φῶς, ἢ πάντων τῶν λογικῶν διὰ τὸ »κατ' εἰκόνα θεοῦ« γεγονέναι ἀνθρώπων καλουμένων.

  49. 2.149.1

    Ἐπεὶ δὲ »φῶς« ἁπαξαπλῶς ἐνταῦθα μὲν ὁ σωτήρ, ἐν δὲ τῇ καθολικῇ τοῦ αὐτοῦ Ἰωάννου ἐπιστολῇ λέγεται ὁ θεὸς εἶναι φῶς, ὁ μέν τις οἴεται καὶ ἐντεῦθεν κατασκευάζεσθαι τῇ οὐσίᾳ μὴ διεστηκέναι τοῦ υἱοῦ τὸν πατέρα· ὁ δέ τις ἀκριβέστερον τηρήσας, ὁ καὶ ὑγιέστερον λέγων, φήσει οὐ ταὐτὸν εἶναι τὸ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς καὶ μὴ καταλαμβανόμενον ὑπ᾿ αὐτῆς, κοὶ τὸ φῶς ἐν ᾡ οὐδαμῶς ἐστι σκοτία.

  50. 2.150.1

    τὸ μὲν γὰρ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς οἱονεὶ ἐπέρχεται τῇ σκοτίᾳ, καὶ διωκόμενον ὑπ’ αὐτῆς καί, ἱν οὕτως εἴπω, ἐπιβουλευόμενον οὐ καταλαμβάνεται· τὸ δὲ φῶς, ἐν ᾧ οὐδεμία ἐστὶ σκοτία, οὔτε φαίνει ἐν τῇ σκοτίᾳ οὔτε τὴν ἀρχὴν διώκεται ὑπ’ αὐτῆς, ἴνα καὶ ὡς νικῶν ἀναγράφηται τῷ μὴ καταλαμβάνεσθαι ὑπ᾿ αὐτῆς διωκούσης.

  51. 2.151.1

    Τρίτον ἦν τὸ λεγόμενον τοῦτο τὸ φῶς »φῶς ἀληθινόν«· ᾧ δὲ λόγῳ ὁ πατὴρ τῆς ἀληθείας θεὸς πλείων ἐστὶ καὶ μείζων ἢ ἀλήθεια καὶ ὁ πατὴρ ὢν σοφίας κρείττων ἐστὶ καὶ διαφέρων ἢ σοφία, τούτῳ ὑπερέχει τοῦ εἶναι »φῶς ἀληθινόν«.

  52. 2.152.1

    Παραστατικώτερον δὲ δύο φῶτα τὸν πατέρα καὶ τὸν υἱὸν ἀπὸ τοῦ Δαβὶδ τυγχάνειν διὰ τούτων εἰσόμεθα, ὅσγε φησὶν ἐν τριακοστῷ πέμπτῳ ψαλμῷ· »Ἐν φωτί σου ὀψόμεθα φῶς«. τοῦτο δὲ αὐτὸ τὸ φῶς τῶν ἀνθρώπων, τὸ ἐν τῇ σκοτίᾳ φαῖνον, τὸ ἀληθινὸν φῶς, ἐν τοῖς ἑξῆς τοῦ εὐαγγελίου »φῶς τοῦ κόσμου« ἀναγορεύεται, φάσκοντος Ἰησοῦ·

  53. 2.153.1

    »Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου«. μηδὲ τοῦτο δὴ ἀπαρασήμαντον ἐάσωμεν, ὅτι ἐνδεχομένου γεγράφθαι· »Ὃ γέγονεν ἐν αὐτῷ φῶς ἠν »τῶν ἀνθρώπων, κοὶ τὸ φῶς τῶν ἀνθρώπων ζωὴ ἠν«, τὸ ἀνάπαλιν πεποίηκε· προτάσσει γὰρ τὴν ζωὴν τοῦ τῶν ἀνθρώπων φωτός, εἰ καὶ ταὐτόν ἐστι »ζωὴ« καὶ »ἀνθρώπων φῶς«, τῷ προαπαντᾶν ἡμῖν ἐπὶ τῶν μετεχόντων τῆς ζωῆς, τυγχανούσης καὶ φωτὸς ἀνθρώπων, τὸ ζῆς αὐτοὺς τὴν προειρημένην θείαν ζωὴν παρὰ τὸ πεφωτίσθαι· ὑποκεῖσθαι γὰρ δεῖ τὸ ζῆν, ἵν᾿ ὁ ζῶν πεφωτισμένος γένηται· οὐκ ἦν δὲ ἀκόλουθον πεφωτίσθαι τὸν μηδέπω ζῆν νενοημένον καὶ ἐπιγίνεσθαι τῷ πεφωτίσθαι τὸ ζῆν.

  54. 2.154.1

    εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς τῶν ἀνθρώπων, ἀλλ’ αἵ γε ἐπίνοιαι καθ᾿ ἕτερον καὶ ἕτερον λαμβάνονται. τοῦτο δὴ τὸ φῶς τῶν ἀνθρώπων« καὶ »φῶς ἐθνῶν‘ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ λέγεται κατὰ τὸ »Ἰδὸυ τέθεικά σε εἰς δια- »θήκην γένους, εἰς φῶς ἐνθνῶν«· καὶ τούτῳ τῷ φωτὶ πεποιθὼς ὁ Δαβίδ φησιν ἐν εἰκοστῷ ἕκτῳ ψαλμῷ· »Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;«

  55. 2.155.1

    Πρὸς δὲ τοὺς τὴν περὶ αἰώνων ἀναπλάσαντας ἐν ασυζυγίαις μυθολογίαν καὶ οἰομένους ὑπὸ νοῦ καὶ ἀληθείας προβεβλῆσθαι λόγου καὶ ζωὴν οὐκ ἀπίθανον καὶ ταῦτα ἀπορῆσαι. πώς γὰρ ἡ κατ’ αὐτοὺς σύζυγος τοῦ λόγου ζωὴ τὸ γεγονέναι ἐν τῷ συζύγῳ λαμβάνει; »Ὃ γέγονε, γάρ φησιν, ἐν αὐτῷ« δηλονότι τῷ προειρημένῳ λόγῳ) »ζωὴ ἦν«. λεγέτωσαν οὖν ἡμῖν, πῶς ἡ σύζυγος τοῦ λόγου ζωὴ γέγονεν ἐν τῷ λόγῳ, καὶ πῶς μᾶλλον τοῦ λόγου ἡ ζωὴ φῶς ἐστι τῶν ἀνθρώπων.

  56. 2.156.1

    εἰκὸς δὲ τοὺς εὐγνωμονεστέρους ἐν ταῖς ζητίησεσιν ἀνατρεπομένους, πληγέντας ὑπὸ τοῦ ἐπαπορήματος, ἀντερωτήσειν ἡμᾶς, καὶ αὐτοὺς θλιβομένους, ἐὰν μὴ εὕρωμεν αἰτίαν, δι’ ἣν οὐχὶ »λόγος« εἴρηται τὸ φῶς τῶν ἀνθρώπων«, ἀλλ’ ἡ γενομένη ἐν τῷ λόγῳ »ζωή«. πρὸς οὓς τοιαῦτα ἀποκρινούμεθα, ὅτι »ζωὴ« ἐνταῦθα οὐχ ἡ κοινὴ λογικῶν καὶ ἀλόγων λέγεται, ἀλλ’ ἡ ἐπιγινομένη τῷ ἐν ἡμῖν συμπληρουμένῳ λόγῳ, τῆς μετοχῆς ἀπὸ τοῦ πρώτου λαμβανομένης λόγου· καὶ κατὰ μὲν τὸ ἀποστραφῆναι τὴν δοκοῦσαν ζωήν, οὐκ οὐσαν δὲ ἀληθῶς, καὶ ποθεῖν χωρῆσαι τὴν ἀληθῶς ζωὴν πρῶτον κοινωνοῦμεν αὐτῇ, ἥτις γενομένη έν ἡμῖν καὶ φωτὸς γνώσεως ὑπόστασις γίνεται.

  57. 2.157.1

    καὶ τάχα αὕτη ἡ ζωὴ παρ’ οἶς μὲν δυνάμει καὶ οὐκ ἐνεργείᾳ φῶς ἐστι, τοῖς τὰ τῆς γνώσεως ἐξετάζειν μὴ φιλοτιμουμένοις, παρ ἑτέροις δὲ καὶ ἐνεργείᾳ γινομένη φῶς· φῶς· δὲ ὅτι παρ οἷς κατορθοῦται τὸ ὑπὸ τοῦ Παύλου προστεταγμένον »Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα«· μείζονα δὲ τῶν χαρισμάτων τὸ καὶ πάντων προτεταγμένον, ὅπερ ἐστὶ »λόγος σοφίας«, καὶ ὃ ἕπεται »λόγος γνώσεως«. περὶ δὲ τῆς διαφορᾶς αὐτῶν, παρακειμένων ἀλλήλοις τῶν σημαινομένων »σοφίας« καὶ »γνώσεως«, οὐ τοῦ παρόντος ἐστὶν εἰπεῖν καιροῦ.

  58. 2.157.2

    Ι, 5 Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

  59. 2.158.1

    Ἔτι περὶ τοῦ τῶν ἀνθρώπων, ἐπεὶ προτέτακται, ζητοῦμεν φωτός) οἶμαι δ᾿ ὅτι καὶ τοῦ ἐναντίου, καλουμένου »σκοτίας«. † ἂν δὲ οὕτως δοκιμασθείσης, — »τῶν ἀνθρώπων« φημί, — ὅτι τάχα γενικόν ἐστι τὸ φῶς τῶν ἀνθρώπων« δύο ἰδικῶν πραγμάτων, ὁμο(??)ιως δὲ καὶ ἡ σκοτία αὐτῶν. ἔστι γὰρ τὸν τὸ φῶς τῶν ἀνθρώπων κεκτη- μένον καὶ κοινωνοῦντα τῶν αὐγῶν αὐτοῦ »ἔργα φωτὸς« ἐπιτελεῖν καὶ γινώσκειν φωτιζόμενον φῶς γνώσεως· τὸ δὲ ἀνάλογον καὶ ἐκ τῶν ἐναντίων νοητέον, τῶν τε μοχθηρῶν πράξεως καὶ τῆς νομιζομένης γνώσεως, οὐκ οὔσης κατὰ ἀλήθειαν, τὸν λόγον τῆς σκοτίας ἐχόντων.

  60. 2.159.1

    καὶ ὅτι μὲν τὰ προστάγματα φῶς ὁ ἱερὸς οἶδε λόγος, φησὶν γὰρ ὁ Ἡσαΐας· Διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς« καὶ ὁ Δαβὶδ έν ιη ψαλμῷ· »Ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα »ὀφθαλμούς«. ὅτι δὲ φῶς παρὰ τὰ προστάγματα καὶ τὰς ἐντολὰς ἐστί τι γνώσεως, παρά τινι τῶν δώδεκα εὕρομεν· »Σπείρατε ἑαυτοῖς »εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς »γνώσεως«.

  61. 2.160.1

    ὡς γὰρ ὄντος καὶ ἑτέρου φωτὸς παρὰ τὰς ἐντολὰς τῆς γνώσεως λέγεται τὸ »Φωτίσατε ἑαυτοῖς φῶς«, οὐχ ἁπλῶς »φῶς« ἀλλὰ ποιὸν φῶς, ὅτι τὸ »τῆς γνώσεως«· εἰ γὰρ πᾶν φῶς, ὃ φωτίζει ἄνθρωπος ἑαυτῷ, »φῶς γνώσεως« ἦν, μάτην ἂν προσέκειτο τὸ »σατε ἑαυτοῖς φῶς γνώσεως«. πάλιν ὅτι ἡ σκοτία ἐπὶ τῶν μοχθηρῶν ἔργων παραλαμβάνεται, διδάσκει ὁ αὐτὸς ἐν τῇ ἐπιστολῇ Ἰωάννης φάσκων, ὅτι »Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ, καὶ ἐν »τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν« καὶ πάλιν· »Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὑτοῦ μι- »σῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι« καὶ ἔτι· »Ὁ δὲ μισῶν τὸν ἀδελ- »φὸν αὐτοῦ ἐν τῇ σκοτία ἐστὶ κοὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ »οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ«.

  62. 2.161.1

    τὸ γὰρ έν τῷ σκότῳ περιπατεῖν ἐμφαίνει τὴν ψεκτὴν πρᾶξιν· καὶ τὸ μισεῖν δὲ τὸν ἀδελφὸν αὑτοῦ οὐ] τῆς κυρίως καλουμένης γνώσεώς ἐστιν ἀπόπτωμα. ὅτι δὲ καὶ ὁ ἀγνοῶν τὰ θεῖα κατ᾿ αὐτὸ τὸ ἀγνοεῖν ἐν σκότῳ διαπορεύεται, φησὶν ὁ δαβίδ· »Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, »ἐν σκότει διαπορεύονται«.

  63. 2.162.1

    ἐπίστησον δὲ τῷ »Ὅ θεὸς φῶς ἐστι καὶ »σκοτία έν αὐτῶ οὐκ ἔστιν οὐδεμία«, εἰ μὴ διὰ τοῦτο λέγεται τῳ εἶναι μὴ μίαν σκοτίαν, ἀλλ’ ἤτοι διὰ τὸ γενικὸν δύο, ἢ καὶ διὰ τὸ καθ’ ἕκαστον τῶν ἰδικῶν πολλὰς εἶναι πράξεις μοχθηρὰς καὶ πολλὰ δόγματα ψευδῆ πολλαί εἰσι σκοτίαι, ὡν οὐδεμία ἐν τῷ θεῷ ἐστιν· οὐκ ἂν λεχθέντος ἐπὶ τοῦ ἁγίου, ᾣ φησιν ὁ σωτὴρ τὸ »Ὑμεῖς ἐστε »τὸ φῶς τοῦ κόσμου«, ὅτι »σῶς« ἐστιν τοῦ κόσμου] ὁ ἅγιος, »καὶ »σκοτία οὐκ ἔστιν έν αὐτῷ οὐδεμία«.

  64. 2.163.1

    Ζητήσει δέ τις, εἰ ἐπὶ τοῦ πατρὸς τέτακται τὸ Σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμίας, πῶς τὸ ἐξαίρετον ἐροῦμεν εἶναι ἐν αὐτῷ, πάντη ἀναμάρτητον καὶ τὸν σωτῆρα νοοῦντες, ὥστε καὶ περὶ αὐτοῦ ἂν εἰπεῖν, ὅτι »Φῶς ἐστι καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία«. ἀπὸ μέρους μὲν οὐν ἐν τοῖς ἀνωτέρων τὴν διαφορὰν παρεστήσαμεν· τολμηρότερον δὲ ἔτι ἐκείνοις καὶ νῦν προσθήσομεν, ὅτι εἰ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε«, τὸν χριστόν, εἰ ἐποίησεν αὐτὸν ὑπὲρ ἡμῶν ἁμαρτίαν ὁ θεός], οὐκ ἄν δύναιτο λέγεσθαι περὶ αὐτοῦ· Σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία«. κἂν γὰρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας« κατακρίνας τυγχάνῃ ὁ Ἰησοῦς τὴν ἁμαρτίαν τῷ τὸ ὁμοίωμα τῆς σαρκὸς τῆς ἁμαρτίας ἀνειληφέναι, οὐκέτι ἕξει πάντη ὑγιῶς > λεγόμενα περὶ αὐτοῦ ὅτι Σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία«.

  65. 2.164.1

    προσθήσομεν δ᾿ ὅτι »αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασε«, καὶ ἀσθενείας τὰς τῆς ψυχῆς καὶ νόσους τὰς τοῦ κρυπτοῦ τῆς καρδίας ἡμῶν ἀνθρώπου· δι’ ἃς ἀσθενείας καὶ νόσους, βαστάσας αὐτὰς ἀφ᾿ ἡμῶν, περίλυπον ἔχειν τὴν ψυχὴν ὁμολογεῖ καὶ τεταραγμένην καὶ ῥυπαρὰ ἱμάτια ἐνδεδύσθαι παρὰ τῷ Ζαχαρίᾳ ἀναγέγραπται· ἅπερ, ὅτε ἐκδύεσθαι ἔμελλε, λέγεται εἶναι ἁμαρτήματα. ἐπιφέρει γοῦν ἐκεῖ· »Ἰδοὺ »ἀφᾐρηκα τὰς ἁμαρτίας σου«.

  66. 2.165.1

    διὰ γὰρ τὸ ἀναλαβεῖν αὐτὸν τὰ τοῦ λαοῦ τῶν πιστευόντων εἰς αὐτὸν ἁμαρτήματα πολλαχοῦ φησι· »Μα- »κρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου« καὶ Σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ »ἐκρύβησαν«.

  67. 2.166.1

    μηδεὶς δ᾿ ἡμᾶς ὑπολαμβανέτω ταῦτα λέγειν ἀσεβοῦντας εἰς τὸν χριστὸν τοῦ θεοῦ· ᾧ γὰρ λόγῳ ὁ πατὴρ μόνος ἔχει ἀθανα- »σίαν«, τοῦ κυρίου διὰ φιλανθρωπίαν θάνατον τὸν ὑπὲρ ἡμῶν ἀνειληφότος, τούτῳ ὁ πατὴρ ἔχει μόνος τὸ »Σκοτία ἐν αὐτῷ οὐκ »ἔστιν οὐδεμία«, τοῦ χριστοῦ διὰ τὴν πρὸς ἀνθρώπους εὐεργεσίαν ἐφ’ αὑτὸν τὰς ἡμῶν σκοτίας ἀναδεδεγμένου, ἵνα τῇ δυνάμει αὐτοῦ καταργήσῃ ἡμῶν τὸν θάνατον καὶ ἐξαφανίσῃ τὸ ἐν τῇ ψυχῇ ἡμῶν σκότος, ἵνα πληρωθῇ τὸ παρὰ τώ Ἡσαΐᾳ· »Ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδε μέγα«.

  68. 2.167.1

    τοῦτο δὴ τὸ φῶς, ὃ γέγονεν ἐν τῷ λόγῳ, τυγχάνον καὶ ζωή, »φαίνει ἐν τῇ σκοτίᾳ« τῶν ψυχῶν ἡμῶν καὶ ἐπιδεδήμηκεν ὅπου οἱ κοσμοκράτορες τοῦ σκότους τούτου οἵτινες διὰ τοῦ. Παλαίειν τῷ τῶν ἀνθρώπων γένει τῷ σκότῳ ὑπάγειν † ἀγωνίζονται τοὺς μὴ παντὶ τρόπῳ ἱσταμένους) ὑπὲρ τοῦ αὐτοὺς πεφωτισμένους φωτὸς χρηματίσαι υἱούς. καὶ φαῖνον ἐν τῇ σκοτίᾳ τοῦτο τὸ φῶς διώκεται μὲν ὑπ᾿ αὐτῆς, οὐ καταλαμβάνεται δέ.

  69. 2.168.1

    Ἐὰν δέ τις νομίσῃ τὸ μὴ γεγραμμένον ἡμᾶς προστιθέναι, τὸ διώκεσθαι τὸ φῶς ὑπὸ τῆς σκοτίας, ἀκουέτω, ὅτι τὸ »Ἡ σκοτία αὐτὸ οὐ κατέλαβε((, μηδαμοῦ τῆς σκοτίας διωζάσης τὸ φῶς, μάτην λέγεται. ὡς δὲ ἔχουσι νοῦν ἐκδέξασθαι δυνάμενον ἀκολούθως τοῖς γεγραμμένοις τὰ νομιζόμενα παραλελεῖφθαι ἔγραψεν ὁ Ἰωάννης τὸ »Ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν«· εἰ γὰρ »οὐ κατέλαβε«, διώξασα »οὐ κατέλαβε«.

  70. 2.169.1

    καὶ ὅτι ἐδίωξεν ἡ σκοτία τὸ φῶς, δῆλον ἔκ τε ὡν πέπονθεν ὁ σωτὴρ καὶ οἱ παραδεξάμενοι αὐτοῦ τὰ μαθήματα, τὰ ἴδια τέκνα, τῆς σκοτίας ἐνεργούσης κατὰ τῶν υἱῶν τοῦ φωτὸς καὶ βουληθείσης ἀποδιῶξαι ἀπὸ τῶν ἀνθρώπων τὸ φῶς. ἀλλ᾿ ἐπεί, ἐὰν »θεὸς ὑπὲρ ἡμῶν«, οὐδείς, κἂν βούληται, δυνήσεται »καθ᾿ ἡμῶν«, ὅσῳ ἑαυτοὶς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο καὶ κατίσχυον σφόδρα σφόδρα.

  71. 2.170.1

    διχῶς δὲ ἡ σκοτία τὸ φῶς οὐ κατείληθεν, ἢ σφόδρα αὐτοῦ ἀπολειπομένη καὶ διὰ τὴν ἰδίαν βραδυτῆτα τῇ ὀξύτητι τοῦ δρόμου τοῦ φωτὸς οὐδὲ κατὰ τὸ ποσὸν παρακολουθῆσαι δυναμένη, ἢ εἴ Που ἐνεδρεῦσαι βεβούληται τὸ φῶς τὴν σκοτίαν καὶ κατ’ οἰκονομίαν παρέμεινεν ἐπερχομένην αὐτήν, ἐγγίσασα ἡ σκοτία τοῦ φωτὸς ἠφανίζετο. πλὴν ἑκατέρως ἡ σκοτία οὐ κατέλαβε τὸ φῶς.

  72. 2.171.1

    Ἀναγκαῖον δὲ έν τούτοις ἡμᾶς γενομένους ἐπισημειώσασθαι ὅτι οὐ πάντως, εἴ που ὀνομάζεται »σκότας«, ἐπὶ τοῦ χείρονος λαμβάνεται, ἔσθ᾿ ὅτε δὲ καὶ ἐπὶ τοῦ κρείττονος ἀναγέγραπται· ὅπερ οἱ ἑτερόδοξοι μὴ διαστειλάμενοι δυσφημότατα περὶ τοῦ δημιουργοῦ δόγματα παραδεξάμενοι ἀπέστησαν αὐτοῦ, ἀναπλάσμασιν μύθων ἑαυτοὺς ἐπιδεδωκότες. πῶς οὖν καὶ πότε καὶ ἐπὶ τοῦ κρείττονος τὸ ὄνομα τοῦ σκότους παραλαμβάνεται, παραδεικτέον ἤδη.

  73. 2.172.1

    σκότος, γνόφος, θύελλα ἐν τῇ Ἐξόδῳ περὶ τὸν θεὸν εἶναι λέγεται καὶ ἐν τῷ ις΄ ψαλμῷ· »Ὁ θεὸς ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐ- »τοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων«. ἐὰν γάρ τις κατανοήσῃ τὸ πλῆθος τῶν περὶ θεοῦ θεωρημάτων καὶ γνώσεως ἄληπτον τυγχάνον ἀνθρωπίνῃ φύσει, τάχα δὲ καὶ ἑτέροις παρὰ Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα γενητοῖς, εἴσεται πῶς περὶ τὸν θεόν ἐστι σκότος, κατὰ τὸ ἀγνοεῖσθαι τὸν κατ’ ἀξίαν περὶ αὐτοῦ πλούσιον λόγον· ἐν ᾡ σκότῳ »ἔθετο αὐτοῦ τὴν ἀποκρυφήν‘ τῷ τὰ περὶ αὐτοῦ ἀγνοεῖσθαι ἀχώρητα ὄντα τοῦτο πεποιηκώς.

  74. 2.173.1

    ἐὰν δέ τις ταῖς τοιαύταις προσκόπτῃ ἐκδοχαῖς, προαγέσθω ἀπό τε τῶν σκοτεινῶν λόγων καὶ τῶν διδομένων ὑπὸ θεοῦ Χριστῷ θησαυρῶν σκοτεινῶν, ἀποκρύφων, αορατων· οὐκ ἄλλο γάρ τι ἡγοῦμαι εἶναι τοὺς σκοτεινοὺς θησαυροὺς ἐν Χριστῷ ἀποκαλυπτομένους τὸ »Σκότος ἔθετο ὁ θεὸς ἀποκρυφὴν »ἑαυτοῦ«) ἢ »Ὁ ἅγιος νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον«. δὲ εἰ διὰ τοῦτό φησιν ὁ σωτὴρ τοῖς μαθηταῖς· »Ἀνθ᾿ ὡν »ὅσα ἠκούσατε ἐν τῇ σκοτίᾳ εἴπατε έν τῷ φωτί«.

  75. 2.174.1

    τὰ γὰρ ἐν ἀπορρήτῳ καὶ μὴ ἐπηκόῳ πολλῶν δύσγνωστα καὶ ἀσαφῆ αὐτοῖς παραδεδομένα μυστήρια προστάσσει αὐτούς, φωτιζομένους καὶ διὰ τοῦτο λεγομένους εἶναι ἐν φωτί, ἀπαγγέλλειν παντὶ τῷ γινομένῳ φωτί. παραδοξότερον δ’ ἂν ἐπὶ τοῦ ἐπαινουμένου σκότους εἴποιμι, ὅτι τοῦτο σπεύδει ἐπὶ τὸ φῶς καὶ καταλαμβάνει αὐτὸ καὶ γίνεταί ποτε, διὰ τὸ ἀγνοεῖσθαι σκότος, τῷ μὴ ὁρῶντι τὴν δύναμιν αὐτοῦ οὕτω μεταβάλλον, ὥστε τὸν μεμαθηκότα ἀποφαίνεσθαι γεγονέναι φῶς τὸ γνωσθέν ποτε ὑπάρχον αὐτῷ σκότος.

  76. 2.174.2

    Ι, 6 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.

  77. 2.175.1

    Ἀκριβέστερόν τις ἀκούων τοῦ »Ἀπεσταλμένος«, ἐπειδὴ ὁ ἀπεσταλμένος ποθέν που ἀποστέλλεται, ζητήσει πόθεν ὁ Ἰωάννη ἀπεστάλη καὶ ποῦ. σαφοῦς δ᾿ ὄντος τοῦ »ποῦ«, κατὰ μὲν τὴν ἱστορίαν ὅτι πρὸς τὸν Ἰσραὴλ καὶ τοὺς βουλομένους αὐτοῦ ἀκούειν έν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διατρίβοντος καὶ παρὰ τῷ Ἰορδάνηῃ ποταμῷ βαπτίζοντος, κατὰ δὲ βαθύτερον λόγον, ὅτι εἰς τὸν κόσμον »κόσμου« λαμβανομένου τοῦ περιγείου τόπου, ἔνθα εἰσὶν οἱ ἄνθρωποι), ἐξετάσει, πῶς δεῖ λαμβάνειν τὸ »πόθεν«. ἐπὶ πλεῖον δὲ βασανίζων τὴν λέξιν, τάχα καὶ ἀποφαίνεται, ὅτι ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ γέγραπται·

  78. 2.176.1

    »Καὶ »ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς. »ἐργάζεσθαι τὴν γῆν, ἐξ ἡς ἐλήφθη«, οὕτω καὶ ὁ Ἰωάννης ἀπεστάλη, ἤτοι ἐξ οὐρανοῦ ἢ ἐκ τοῦ παραδείσου ἢ ὅθεν δήποτε ἑτέρωθεν παρὰ τὸν ἐπὶ γῆς τοῦτον τόπον, καὶ ἀπεστάλη, ἕνα μαρτυρήσῃ περὶ τοῦ »φωτός«.

  79. 2.177.1

    ἔχει δὲ ἀνθυποφορὰν οὐκ εὐκαταφρόνητον ὁ λόγος, ἐπεὶ καὶ παρὰ Ἡσαΐᾳ γέγραπται· »Τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;« ὅτε ἀποκρινόμενος ὁ προφήτης φησίν· »Ἰδοὺ »εἰμὶ ἐγώ, ἀπόστειλόν με«.

  80. 2.178.1

    ἐρεῖ γὰρ ὁ ἐνιστάμενος τῇ βαθυτέρᾳ ἐμφαινομένῃ ὑπονοίᾳ. ὅτι ὥσπερ ὁ Ἡσαΐας ἀπεστάλη, οὐχὶ ἀφ’ ἑτέρου τόπου παρὰ τὸν κόσμον τοῦτον, ἀλλὰ μετὰ τὸ ἑωρακέναι »τὸν κύριον »καθήμενον ἐπὶ θρόνου ὑφηλοῦ καὶ ἐπῃρμένου« πρὸς τὸν λαόν, ἴνα εἴπῃ· »Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε« καὶ τὰ ἑξῆς, οὕτω καὶ ὁ Ιωάννης σιωπωμένης τῆς ἀρχῆς τῆς ἀποστολῆς ἀναλογίαν ἐχούσης πρὸς τὴν ἀποστολὴν τοῦ Ἡσαΐου, ἀποστέλλεται βαπτίζειν καὶ ἑτοιμάζειν »κυρίῳ λαὸν κατεσκευασμένον‘ καὶ μαρτυρεῖν »περὶ τοῦ φω- »τός«.

  81. 2.179.1

    τούτων δ’ οὕτως λεχθέντων ἂν πρὸς τὸν πρῶτον λόγον, λύσεις τοιαῦται προσάγονται συγκατάθεσιν ἐπισπώμεναι πρὸς τὸ περὶ Ιωάννου βαθύτερον ὑπονοούμενον· αὐτόθεν μὲν ἐπιφέρεται· »Οὗτος »ἠλθεν εἰς μαρτυρίαν, ἕνα μαρτυρήσῃ περὶ τοῦ φωτός‘· εἰ γὰρ ἦλθε, ποθὲν ἠλθε. καὶ λεκτέον πρὸς τὸν δυσπαραδεκτοῦντα τὸ ἐν τοῖς ἑξῆς ὑπὸ Ἰωάννου λεγόμενον ἐπὶ τοῦ ἑωρακέναι τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν κατερχόμενον ἐπὶ τὸν σωτῆρα φησὶ γάρ· »Ὁ πέμψας με βαπτίζειν ἐν τῷ ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ »πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν »πνεύματι ἁγίῳ καὶ πότε πότε γὰρ πέμψας τοῦτ’ ἐνετείλατο; ἀλλ’ εἰκὸς ἀποκρίνεσθαι πρὸς τὸ πύσμα τοῦτο ὅτι, ὅτε δήποτε ἔπεμπεν ἐπὶ τὸ ἄρξασθαι βαπτίζειν, τότε τοῦτον τὸν λόγον εἶπεν ὁ χρηματίζων πρὸς αὐθτόν.

  82. 2.180.1

    Ἔτι δὲ πληκτικώτερον πρὸς τὸ ἑτέρωθέν ποθεν ἀπεστάλθαι τὸν Ἰωάννῃν ἐνσωματούμενον ὑπόθεσιν οὐκ ἄλλην τῆς εἰς τὸν βίον ἐπιδημίας ἔχοντα ἢ τὴν περὶ τοῦ φωτὸς μαρτυρίαν, τὸ πνεύματος ἁγίου πλησθῆναι ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, λεγόμενον ὑπὸ Γαβριὴλ εὐαγγελιζομένου τῷ μὲν Ζαχαρίᾳ τὴν Ἰωάννου γένεσιν τῇ δὲ Μαριὰμ τὴν τοῦ σωτῆρος ἡμῶν ἐν ἀνθρώποις ἐπιδημίαν, καὶ τὸ »Ἰδοὺ ὡς ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ εἰς τὰ ὦτά μου, ἐσκίρ- τησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ

  83. 2.181.1

    κοιλίᾳ μου( τῷ γὰρ τηροῦντι τὸ μηδὲν ἀδίκως μηδὲ κατὰ συντυχίαν ἢ ἀποκλήρωσιν ποιεῖν ἀναγκαῖον παραδέξασθαι πρεσβυτέραν οὖσαν τὴν Ἰωάννου ψυχὴν τοῦ σώματος καὶ πρότερον ὑφεστῶσαν πεπέμφθαι ἐπὶ διακονίαν τῆς περὶ τοῦ φωτὸς μαρτυρίας. πρὸς τούτοις δὲ οὐ καταφρονητέον καὶ τοῦ »Αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι«.

  84. 2.182.1

    ἐὰν δὲ κρατῇ ὁ καθόλου περὶ ψυχῆς λόγος ὡς οὐ συνεσπαρμένης τῷ σώματι ἀλλὰ πρὸ αὐτοῦ τυγχανούσης καὶ διὰ ποικίλας αἰτίας ἐνδουμένης σαρκὶ καὶ αἵματι, τὸ »Ἀπεσταλμένος ὑπὸ θεοῦ« οὐκέτι δόξει ἐξαίρετον εἶναι περὶ Ἰωάννου λεγόμενον. ὁ γοῦν πάντων κάκιστος, »ὁ ἄνθρωπος τῆς ἁμαρ- »τίας ὁ υἱὸς τῆς απωλείας«, λέγεται παρὰ τῷ Παύλῳ πέμπεσθαι ὑπὸ τοῦ θεοῦ· »Διὰ τοῦτο, γάρ φησι, πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν »πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ »μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾿ εὐδοκήσαντες τῇ ἀδικίᾳ«.

  85. 2.183.1

    τὸ δὲ ζητηθὲν ὅρα εἰ οὕτως λῦσαι δυνησόμεθα, ὅτι ὥσπερ ἁπλούστερον πᾶς ἄνθρωπος τῷ ὑπὸ θεοῦ ἐκτίσθαι ἄνθρωπός ἐστι θεοῦ, ἀλλ’ οὐ Η χρηματίζει πᾶς ἄνθρωπος > θεοῦ«, ἢ μόνος ὁ θεῷ ἀνακείμενος ὃν τρόπον Ἠλίας καὶ οἱ ἐν ταῖς γραφαῖς ἀναγεγραμμένοι ἄνθρωποι θεοῦ«), οὕτως δύναται κατὰ μὲν τὸ κοινότερον πᾶς ἄνθρωπος ἀπεστάλθαι ἀπὸ θεοῦ, κυρίως δὲ λέγεσθαι ἀπεστάλθαι ὑπὸ θεοῦ οὐκ ἄλλος ἢ ὁ ἐπὶ διακονίᾳ θείᾳ καὶ λειτουργίᾳ σωτηρίας γένους ἀνθρώπων ἐπιδημῶν τῷ βίῳ.

  86. 2.184.1

    οὐχ εὕρομεν γοῦν τὸ ἀποστέλλεσθαι ἀπὸ θεοῦ ἐπ᾿ ἄλλου του ἢ τῶν ἁγίων κείμενον· ἐπὶ μὲν τοῦ Ησαΐου, ὡς προπαρεθέμεθα· ἐπὶ δὲ τοῦ Ἱερεμίου· »Πρὸς πάντας οὓς »ἐὰν ἐξαποστείλω σε πορεύσῆ«, ἐπὶ δὲ τοῦ Ἰεζεκιήλ· »Ἰδοὺ ἐγὼ ἀπο- »στέλλω σε πρὸς ἔθνη τὰ ἀφεστηκότα καὶ ἀποστήσαντά μοι«.

  87. 2.185.1

    δόξει δὲ οὐ πρὸς τὸ προκείμενον παρειλῆφθαι τὰ παραδείγματα ἀποστολῆς τῆς εἰς τὸν βίον ζητουμένης, ἀποστολὴν λέγοντα οὐ γυμνῶς τὴν ἔξωθεν τοῦ βίου ἐπὶ τὸν βίον. πλὴν καὶ οὕτως οὐκ ἀπίθανον μετάγειν τὸν λόγον ἐπὶ τὸ ζητηθέν, φάσκοντα ὅτι ὥσπερ μόνους τοὺς ἁγίους, ἐφ’ ὡν παρεθέμεθα, ἀποστέλλειν λέγεται ὁ θεός, οὕτως καὶ ἐπὶ τῶν εἰς τὸν βίον ἀποστελλομένων ἐκδεκτέον.

  88. 2.186.1

    Καὶ ἐπεὶ ἁπαξαπλῶς ἐν τῷ περὶ τοῦ Ἰωάννου ἐσμὲν λόγῳ, ζητοῦντες αὐτοῦ τὴν ἀποστολήν, οὐκ ἀκαίρως ὑπόνοιαν ἡμετέραν, ἣν περὶ αὐτοῦ ἔχομεν, προσθήσομεν. ἐπεὶ γὰρ ἀνέγνωμεν περὶ αὐτοῦ προφητείαν· »Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσ- »ὠπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου«, ἐφίσταμεν μήποτε εἷς τῶν ἁγίων ἀγγέλων τυγχάνων ἐπὶ λειτουργίᾳ κατααπέμπεται τοῦ σωτῆρος ἡμῶν πρόδρομος.

  89. 2.187.1

    καὶ οὐδεν θαυμαστὸν τοῦ πρωτοτόκου πάσης κτίσεως ἐνσωματουμένου κατὰ φιλανθρωπίαν ζηλωτάς τινας καὶ μιμητὰς γεγονέναι Χριστοῦ, ἀγαπήσαντας τὸ διὰ τοῦ ὁμοίου > σώματος ὑπηρετῆσαι τῇ εἰς ἀνθρώπους αὐτοῦ χρηστότητι. τίνα δ’ οὐκ ἂν κινήσαι σκιρτῶν ἐν ἀγαλλιάσει ἔτι ἐν τῇ κοιλίᾳ τυγχάνων, ὡς τὴν κοινὴν τῶν ἀνθρώπων ὑπερπαίων φύσιν;

  90. 2.188.1

    εἰ δέ τις προσίεται καὶ τῶν παρ᾿ Ἑβραίοις φερομένων ἀποκρύφων τὴν ἐπιγραφομένην Ἰωσὴφ προσευχήν, ἄντικρυς τοῦτο τὸ δόγμα καὶ σαφῶς εἰρημένον ἐκεῖθεν λήψεται, ὡς ἄρα οἱ ἀρχῆθεν ἐξαίρετόν τι ἐσχηκότες παρὰ ἀνθρώπους, πολλῷ κρείττους τυγχάνοντες τῶν λοιπῶν ψυχῶν, τοῦ τοῦ εἶναι ἄγγελοι ἐπὶ τὴν ἀνθρωπίνην καταβεβήκασι φύσιν.

  91. 2.189.1

    φησὶ γοῦν ὁ Ἰακώβ· »Ὁ γὰρ λαλῶν πρὸς ὑμᾶς ἐγὼ »Ἰακὼρ καὶ Ἰσραὴλ ἄγγελος θεοῦ εἰμι ἐγὼ(?)καὶ πνεῦμα ἀρχικόν, καὶ »Ἀβραὰμ καὶ Ἰσαὰκ προεκτίσθησαν πρὸ παντὸς ἔργου· ἐγὼ δὲ Ἰακώβ, »ὁ κληθεὶς ὑπὸ ἀνθρώπων Ἰακώβ. τὸ δὲ ὄνομά μου Ἰσραήλ, ὁ κλη- »θεὶς ὑπὸ θεοῦ Ἰσραήλ, ἀνὴρ ὁρῶν θεόν, ὅτι ἐγὼ πρωτόγονος παντὸς »ζῴου ζωουμένου ὑπὸ θεοῦ«.

  92. 2.190.1

    καὶ ἐπιφέρει· »Ἐγὼ δὲ ὅτε ἠρχόμην »ἀπὸ Μεσοποταμίας τῆς Συρίας, ἐξῆλθεν Οὐριὴλ ὁ ἄγγελος τοῦ θεοῦ, καὶ εἶπεν ὅτι κατέβην ἐπὶ τὴν γῆν καὶ κατεσκήνωσα ἐν ἀνθρώποις, »καὶ ὅτι ἐκλήθην ὀνόματι Ἰακώβ· ἐξήλωσε καὶ ἐμαχέσατό μοι. καὶ »ἐπάλαιε πρός με, λέγων προτερήσειν ἐπάνω τοῦ ὀνόματός μου τὸ »ὄνομα αὐτοῦ καὶ τοῦ πρὸ παντὸς ἀγγέλου. καὶ εἶπα αὐτῷ τὸ ὄνομα »αὐτοῦ καὶ πόσος ἐστὶν ἐν υἱοῖς θεοῦ· Οὐχὶ σὺ Οὐριὴλ ὄγδοος ἐμοῦ, »κἀγὼ Ἰσραὴλ ἀρχάγγελος δυνάμεως κυρίου καὶ ἀρχιχιλίαρχός εἰμι ἐν υἱοῖς θεοῦ; οὐχὶ ἐγὼ Ἰσραὴλ ὁ ἐν προσώπω̣ θεοῦ λειτουργὸς πρῶτος, καὶ ἐπεκαλεσάμην ἐν ὀνόματι ἀσβέστῳ τὸν θεόν μου;«

  93. 2.191.1

    εἰκὸς γὰρ Τούτων ἀληθῶς ὑπὸ τοῦ Ἰακὼβ λεγομένων καὶ διὰ τοῦτο ἀναγεγραμ- μένων , καὶ τὸ »Ἐν κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ « συνετῶς γεγονέναι. ἐπίστησον δὲ εἰ τὸ διαβόητον περὶ Ἰακὼρ καὶ Ἠσαῦ καὶ Ἠσαῦ ζήτημα λύσιν ἔχει, ἐπεὶ »μήπω γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων » ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐρρέθη ὅτι ‘Ο μείζων δουλεύσει τῷ ἐλάσσονι, »καθάπερ γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα( » τί οὐν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο«. μήπω δὲ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵν᾿ ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρέθη.]

  94. 2.192.1

    οὐ κατατρεχόντων οὖν ἡμῶν ἐπὶ τὰ προ τοῦ βίου τούτου ἔργα, πῶς ἀληθὲς τὸ μὴ εἶναι ἄδικον παρὰ θεῷ τοῦ μείζονος δουλεύντος τῷ ἐλάττονι καὶ μισουμένου, πρὶν ποιῆσαι τὰ ἄξια τοῦ δουλεύειν καὶ τὰ ἄξια τοῦ μισεῖσθαι; ἐπὶ πλεῖον δὲ παρεξέβημεν παραλαβόντες τὸν περὶ Ἰακὼρ λόγου, καὶ μαρτυράμενοι ἡμῖν οὐκ εὐ- καταφρόνητον γραφήν, ἴνα πιστικώτερος ὁ περὶ Ἰωάννου γένηται λόγος, κατασκευάζων αὐτόν, κατὰ τὴν τοῦ Ἡσαΐου φωνήν, ἄγγελον ὄντα ἐν σώματι γεγονέναι ὑπὲρ τοῦ μαρτυρῆσαι τῷ φωτί. καὶ ταῦτα μὲν περὶ Ἰωάννου τοῦ ἀνθρώπου.

  95. 2.193.1

    Ἡγοῦμαι δὲ ὅτι ὥσπερ ἐν ἡμῖν φωνὴ καὶ λόγος διαφέρει, δυναμένης μέντοι γἐ ποτε φωνῆς τῆς μηδὲν σημαινούσης προφέρεσθαι χωρὶς λόγου, οἴου τε δὲ ὄντος καὶ λόγου χωρὶς τῷ νῷ ἀπαγγέλλεθαι φωνῆς, ὡς ἐπὰν ἐν ἑαυτοῖς διεξοδεύωμεν, οὕτω τοῦ σωτῆρος κατά τινα ἐπίνοιαν ὅντος λόγου διαφέρει τούτου ὁ Ἰωάννης, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ χριστοῦ τυχγάνοντος λόγου φωνὴ ὤν.

  96. 2.194.1

    ἐπὶ τοῦτο δέ με προκαλεῖται αὐτὸς ὁ Ἰωάννης, ὅστις ποτὲ εἴη, πρὸς τοὺς πυνθανομένους ἀποκρινόμενος· »Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ »ἐγήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.. καὶ τάχα διὰ τοῦτο ἀπιστήσας ὁ Ζαχαρίας τῇ γενέσει τῆς δεικνυούσης τὸν λόγον τοῦ θεοῦ φωνῆς ἀπόλλυσι τὴν φωνήν, λαμβάνων αὐτήν, ὅτε γεννᾶται ἡ πρόδρομος τοῦ λόγου φωνή. ἐνωτί- σασθαι γὰρ δεὶ φωνήν, ἵνα μετὰ ταῦτα ὁ νοῦς τὸν δεικνύμενον ὑπὸ τῆς φωνῆς λόγον δέξασθαι δυνηθῇ.

  97. 2.195.1

    διόπερ καὶ ὀλίγῳ πρεσβύτερος κατὰ τὸ γεννᾶσθαι ὁ Ἰωάννης ἐστὶ τοῦ χριστοῦ· φωνῆς γὰρ πρὸ λόγου ἀντιλαμβανόμεθα. ἀλλὰ καὶ δείκνυσι τὸν χριστὸν ὁ Ἰωάννης· φωνῇ γὰρ παρίσταται ὁ λόγος. ἀλλὰ καὶ βαπτίζεται ὑπὸ Ἰωάννου ὁ χριστός, ὁμολογοῦντος χρείαν ἔχειν ὑπ’ αὐτοῦ βαπτισθῆναι· ἀνθρώ- ποις γὰρ ὑπὸ φωνῆς καθαίρεται λόγος, τῇ φύσει τοῦ λόγου καθαίροντος πᾶσαν τὴν σημαίνουσαν φωνήν. καὶ ἁπαξαπλῶς ὅτε Ἰωάννης τὸν χριστὸν δείκνυσιν, ἄνθρωπος θεὸν δείκνυσι καὶ σωτῆρα τὸν ἀσώματον, καὶ φωνὴ τὸν λόγον.

  98. 2.196.1

    Χρήσιμον δ' ἄν εἴη, ὥσπερ ἐπὶ πολλῶν ἡ τῶν ὀνομάτων ἐνάρεια, οὕτω καὶ ἐπὶ τοῦ τόπου τούτου τὸ ἰδεῖν ὅ τι σημαίνει ὁ Ἰωάννης καὶ ὁ Ζαχαρίας. καὶ γὰρ ὡς ὄντος τινὸς οὐκ εὐκαταφρονήτου κατὰ τὴν τοῦ ὀνόματος θέσιν, οἱ μὲν συγγενεῖς Ζα- χαρίαν αὐτὸν καλεῖσθαι βούλονται, ξενιζόμενοι ἐπὶ τῷ βούλεσθαι τὴν Ἐλισάβατ Ἰωάννην αὐτὸν ὀνομάζειν· ὁ δὲ Ζαχαρίας γράψας τὸ » Ἰωάν»νης ἔσται ὄνομα αὐτῷ « ἀπολύεται τῆς ἐπιπόνου σιωπῆς.

  99. 2.197.1

    εὕρομεν τοίνυν ἐν τῇ ἑρμηνείᾳ τῶν ὀνομάτων [ Ἰωάννης] τὸ »Ἰωὰ ν « χωρὶς τοῦ »ης« μεταλαμβανόμενον, ὅπερ ταὐτὸν οἴόμεθα εἶναι τῷ » Ἰωάννης «· ἐπεὶ καὶ ἄλλα ἡ καινὴ διαθήκη Ἑβραίων ὀνόματα ἐξελλήνισε, χαρακτῆρι αὐτὰ εἰποῦσα ἑλληνικῷ, ὥσπερ ἀντὶ »Ἰακὼβ« »Ἰάκωβος«, καὶ ἀντὶ »Συμεὼν« Σίμων( »Ζαχαρίας« δὲ »μνήμη « εἶναι λέγεται, ἡ δὲ »Ἐλισάβετ« »θεοῦ μου ὅρκος« ἢ θεοῦ μου ἑβδομάς«.

  100. 2.198.1

    ἀπὸ θεοῦ δὴ »χάρις« ἐκ τῆς περὶ θεοῦ »μηήμης « κατὰ τὸν τοῦ θεοῦ ἡμῶν »ὁρκον« τὸν περὶ τοὺς πατέρας ἐγεννήθη ὁ Ἰωάννης, ἑτοιμάξων »κυρίῳ λαὸνκατεσκευσμένον« ἐπὶ τέλει τῆς παλαιᾶς γενόμενος διαθήκης, διαθήκης, ἐστι σαββατισμοῦ κορωνίς· διὸ οὐ δύναται γεγεννὴσθαι ἀπὸ τῆς »ἑβδομάδος τοῦ »θεοῦ« ἡμῶν, τὴν μετὰ τὸ σάββατον ἀνάπαυσιν τοῦ σωτῆρος ἡμῶν κατὰ τὴν ἀνάπαυσιν αὐτοῦ ἐμποιοῦντος τοῖς συμμόρφοις τοῦ θανάτου αὐτοῦ Ι γεγεημένοις καὶ διὰ τοῦτο καὶ τῆς ἀναστάσεως.

← Previous · Next → — showing 401500 of 2,967

First Thousand Years of Greek. CTS URN tlg2042.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.