Ancient Textssearch the texts themselves, not just their titles

← Library

Commentarii in Evangelium Joannis

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,967 sections

  1. 2.5.1

    καὶ οὐδὲν θαυμαστὸς οὕτως υἱὸν φρεάτων εἶναι τὸν ἅγιον, ἀπὸ τῶν ἀνδραγαθημάτων πλοοαχοῦ υἱὸν ὀνομαζόμενον, παρὰ μὲν τὸ λάμπειν αὐτοῦ »τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων« »φωτός«, παρὰ δὲ τὸ ἔχειν τὴν »εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν« »εἰρήνης«· ἔτι δὲ διὰ τὴν ἀπὸ τῆς σοφίας ὠφέλειαν, »τέκνον σοφίας«· »Ἐδικαιώθη.

  2. 2.6.1

    »γάρ φησιν, ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.« οὕτως οὖν ὁ πάντα ἐρευνῶν θείῳ πνεύματι καὶ τὰ βάθη τοῦ θεοῦ, ὤστε ἀποφθέγξασθαι αὐτόν· »Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ«, δύναται εἶναι »φρεάτων υἱός«, πρὸς ὃν ὁ λόγος τοῦ κυρίου γίνεται.

  3. 2.7.1

    ὁμοίως λόγος καὶ πρὸς Ἡσαΐανα ἕρχεται, διδάσκων τὰ ἐν ἐσχάταις ἡμέραις ἀπαντηςόμενα τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ· ὡσαύτως δὲ καὶ πρὸς Ἱερεμίαν θείῳ μετεωρισμῷ ἐπαρθέντα· ἑρμηνεύεταί γὰρ »Μετεωρισμὸς »Ἰαώ«.

  4. 2.8.1

    ἀλλὰ πρὸς μὲν τοὺς ἀνθρώπους πρότερον οὐ χωροῦντας τὴν τοῦ υἱοῦ τοῦ θεοῦ, λόγου τυγχάνοντος, ἐπιδημίαν ὁ λόγος γίνεται· »πρὸς δὲ τὸν θεὸν« οὐ γίνεται, ὡς πρότερον οὐκ ὢν πρὸς αὐτόν, παρὰ δὲ τὸ ἀεὶ συνεῖναι τῷ πατρὶ λέγεται· »Καὶ ὁ λόγος ἦν »πρὸς τὸν θεόν«· οὐ γὰρ »ἐγένετο πρὸς τὸν θεόν«.

  5. 2.9.1

    καὶ ταὐτὸν ῥῆμα τὸ »Ἦν« τοῦ λόγου κατηγορεῖται, ὅτε »ἐν ἀρχῇ ἦν « καὶ ὅτε πρὸς τὸν θεὸν ἦν«, οὔτε τῆς ἀρχῆς χωριζόμενος οὔτε τοῦ πατρὸς ἀπολειπόμενος, καὶ πάλιν οὔτε ἀπὸ τοῦ μὴ εἶναι »ἐν ἀρχῇ«γινόμενος »ἐν ἀρχῇ« οὔτε ἀπὸ τοῦ μὴ τυγχάνειν »πρὸς τὸν θεὸν« ἐπὶ τὸ »πρὸς »τὸν θεὸν« εἶναι γινόμενος· πρὸ γὰρ παβντὸς χρόνου καὶ αἰῶνος »ἐν »ἀρχῇ ἦν ὁ λόγος«, καὶ »ὁ λόγος ἦν πρὸς τὸν θεόν«.

  6. 2.10.1

    Ἐπεὶ τοίνυν εἰς εὕρεσιν τοῦ »Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« παρεθέμεθα λέξεις προφητκάς. πῶς ἐγένετο πρὸς Ὠσηὲ καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν, παρετηρήσαμέν τε οὐ τὴν τυχοῦτσαν διαφορὰν τοῦ »Ἐγενήθη« καὶ »Ἐγένετο« πρὸς τὸ »Ἦν«, προσθήσομεν, ὅτι ἐν μὲν τῷ πρὸς τοῦς προφήτας γίνεσθαι φωτίζει τοὺς προφήτας τῷ φωτὶ τῆς γνώσεως, ποιῶν αὐτοῦς ἅτε ἔμπροσθεν βλέποντας ὁᾶν, ἃ πρὸ αὐτοῦ οὐ κατενόουν· πρὸς δὲ τὸν θεὸν † τὸ »Θεός« ἐστι τυγχάνων ἀπὸ τοῦ εἶναι πρὸς αὐτόν.

  7. 2.11.1

    καὶ τάχα τοιαύτην τινὰ τάξιν ὁ Ἰωάννης ἐν τῷ λόγῳ ἰδὼν οὐ προέταξε τὸ »Θεὸς ἦν ὁ λόγος« τοῦ » Ὁ λόγος ἦν »πρὸς τὸν θεόν«, ὅσον ἐπὶ ταῖς ἀποφάσεσιν οὐδὲν ἂν κωλυθέντς τοῦ εἱρμοῦ πρὸς τὸ καθ’ αὑτὸ ἰδεῖν ἑκάστου τῶν ἀξιωμάτων τὴν δύναμιν· ἓν γὰρ ἐξίωμα τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος« καὶ δεύτερον τὸ »Ὁ λόγος ἦν πρὸς τὸν θεόν« καὶ ἑξῆς »Καὶ θεὸς θεὸς ἦν ὁ λόγος«.

  8. 2.12.1

    ἀλλ’ ἐπεὶ τάχα τάξιν τινὰ δηλοῖ τὸ πρῶτον τετάχθαι τὸ »Ἐν ἀρχῇ ἦν ὁ »λόγος« κατὰ τὸ οὕτως ἑξῆς τὸ »Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« καὶ τρίτον τὸ »καὶ θεὸς ἦν ὁ λόγος«, διὰ τοῦτο, ἵνα δυνηθῇ ἀπὸ τοῦ »πρὸς τὸν θεὸν« εἶναι ὁ λόγος νοηθῆναι γινόμενος θεός, λέγεται· »Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν«, ἔπειτα· »καὶ θεὸς ἦν ὁ λόγος.«

  9. 2.13.1

    ΙΙ. Πάνυ δὲ παρατετηρημένως καὶ οὐχ ὡς ἑλληνικὴν ἀκριηολογίαν οὐκ ἐπιστάμενος ὁ Ἰωάννης ὅπου μὲν τοῖς ἄρθροις ἐχρήσατο ὅπου δὲ ταῦτα ἀπεσιώπησεν, ἐπὶ μὲν τοῦ λόγου προστιθεὶς τὸ »Ὁ«, ἐπὶ δὲ τῆς θεὸς προσηγορίας ὅπου μὲν τιθεὶς ὅπου δὲ [δι]αἴρων.

  10. 2.14.1

    τίθησιν μὲν γὰρ τὸ ἄρθρον, ὅτε ἡ »θεὸς« ὀνομασία ἐπὶ τοῦ ἀγενήτου τάσσεται τῶν ὅλων αἰτίου, σιωπᾷ δὲ αὐτό, ὅτε ὁ λόγος »θεὸς« ὀνομάζεται. ὡς δὲ διαφέρει κατὰ τούτους τοὺς τόπους »ὁ θεὸς« καὶ »θεός« οὕτως μήποτε διαφέρῃ »ὁ λόγος« καὶ »λόγος«.

  11. 2.15.1

    ὃν τρόπον γὰρ ὁ ἐπὶ πᾶσι θεὸς »ὁ θεὸς« καὶ οὐχ ἁπλῶς »θεός«, οὕτως ἡ πηγὴ τοῦ ἐν ἑκάστῳ τῶν λογικῶν λόγου »ὁ λόγος«, τοῦ ἐν ἑκάστῳ λόγου οὐκ ἂν κυρίως ὁμοίως τῷ πρώτῳ ὀνομασθέντος καὶ λεχθέντος »ὁ λόγος«.

  12. 2.16.1

    Καὶ τὸ πολλοὺς φιλοθέους εἶναι εὐχομενους ταράσσον, εὐλαβουμένους δύο ἀναγορεῦσαι θεοὺς καὶ παρὰ τοῦτο περιπίπτοντας ψευδέσι καὶ ἀσεβέσι δόγμασιν, ἤτοι ἀρνουμένους ἰδιότητα υἱοῦ ἑτέραν παρὰ τὴν τοῦ πατρός, ὁμολογοῦντας θεὸν εἶναι τὸν μέχρι ὀνόματος παρ’ αὐτοῖς »υἱὸν« προσαγορευόμενον, ἢ ἀρνουμένους τὴν θεότητα τοῦ υἱοῦ τιθέντας δὲ αὐτοῦ τὴν ἰδιότητα καὶ τὴν οὐσίαν κατὰ περιγραφὴν τυγχάνουσαν ἑτέραν τοῦ πατρός, ἐντεῦθεν λύεσθαι δύναται.

  13. 2.17.1

    λεκτέον γὰρ αὐτοῖς, ὅτι τότε μὲν αὐτόθεος ὁ θεός ἐστι, διόπερ καὶ ὁ σωτήρ φησιν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· »Ἵνα γινώσκωσι δὲ τὸν ἐκείνου θεότητος θεοποιούμενον οὐχ »ὁ θεὸς» ἀλλὰ »θεὸς« κυριώτερον ἂν λέγοιτο, οὗ πάντως »ὁ πρωτότοκος πάσης κτίσεως«, ἅτε πρῶτος τῷ πρὸς τὸν θεὸν εἶναι σπάσας τῆς θεότητος εἰς ἑαυτόν, ἐστὶ τιμιώτερος, τοῖς λοιποῖς παρ’ αὐτὸν θεοῖς (ὧν ὁ θεὸς θεός ἐστι κατὰ τὸ λεγόμενον· »Θεὸς θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν«) διακονήσας τὸ γενέσθαι θεοῖς, ἀπὸ τοῦ θεοῦ ἀρυςάμενος εἰς τὸ θεοποιηθῆναι αὐτούς, ἁφθόνως κἀκείνοις κατὰ τὴν αὐτοῦ χρηστότητα μεταδιδούς.

  14. 2.18.1

    ἀληθινὸς οὖν θεὸς ὁ θεός, οἱ δὲ κατ’ ἐκεῖνον μορφούμενοι θεοὶ ὡς εἰχόνες πρωτοτύπου· ἀλλὰ πάλιν τῶν πλειόνων εἰκόωνων ἡ ἁρχέτυπος εἰκὼν ὁ πρὸς τὸν θεόν ἐστι λόγος, ὃς »ἐν ἀρχῇ« ἦν, τῷ εἶναι »πρὸς »τὸν θεὸν« ἀεὶ μένων »θεὸς«, οὐκ ἂν δ’ αὐτὸ ἐσχηκὼς εἰ μὴ πρὸς θεὸν ἦν, καὶ οὐκ ἂν μείνας θεός, εἰ μὴ παρέμενε τῇ ἀδιαλείπτῳ θέᾳ τοῦ πατρικοῦ βάθους.

  15. 2.19.1

    ΙΙΙ. ’Αλλ’ ἐπεὶ εἰχὸς προσκόψειν τινὰς τοῖς εἰρημένοις, ἑνὸς μὲν ἀληθινοῦ θεοῦ τοῦ πατρὸς ἀπαγγελλομένου παρὰ δὲ τὸν ἀληθινὸν θεὸν θεῶν πλειόνων τῇ μετοχῇ τοῦ θεοῦ γινομένων, εὐλαβουμένους τὴν τοῦ πᾶσαν κτίσιν ὑπερέχοντος δόξαν ἐξιςῶσαι τοῖς λοιποῖς τῆς »θεὸς« προσηγορίας τυγχάνουσι, πρὸς τῇ ἀποδεδομένῃ διαφορᾷ, καθ’ ἣν ἐφάσκομεν πᾶσι τοῖς λοιποῖς θεοῖς διάκονον εἰνει τῆς θεύτητος τὸν θεὸν λόγον, κοὶ τούτην παραστατέον.

  16. 2.20.1

    ὁ γὰρ ἐν ἑκάστῳ λόγος τῶν λογικῶν τοῦτον τὸν λόγον ἕχει πρὸς τὸν ἐν ἀρχῇ λόγον πρὸς τὸν θεὸν ἄντα λόγον θεόν, ὃν ὁ θεὸς λόγος πρὸ τὸν θεόν· ὡς γὰρ αὐτόθεος καὶ ἀληθινὸς θεὸς ὁ πατὴρ πρὸς εἰκόνα καὶ εἰκόνας τῆς εἰκόνος, (διὸ καὶ »κατ’ εἰκόνα« λέγονται εἶναι οἱ ἄνθρωποι, οὐκ »εἰκόνες«) οὕτως ὁ αὐτόλογος πρὸς τὸν ἐν ἑκάστῳ λόγου. ἀμφότερα γὰρ πηγῆς ἔχει χώραν, ὁ μὲν πατὴρ θεότητος, ὁ δὲ υἱὸς λόγου.

  17. 2.21.1

    ὥσπερ οὖν θεοὶ πολλοὶ ἀλλ’ ἡμῖν »εἶς θεός, ὁ παρήρ«, καὶ πολλοὶ κύριοι ἀλλ’ ἡμῖν »εἷς κύριος, ’Ιησοῦς Χριστός«, οὕτως πολλοὶ λόγοι ἀλλ’ ἡμῖν εὐχόμεθα ὅπως ὑπάρξῃ ὁ ἐν ἀρχῇ λόγος ὁ πρὸς τὸν θεὸν ὥν, ὁ θεὸς λόγος.

  18. 2.22.1

    ὃς γὰρ οὐ κωρεῖ τοῦτον τὸν λόγον, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεόν, ἤτοι αὐτῷ γενομένῳ σαρκὶ προςέξει, ἢ μεθέξει τῶν μετεσχγχίτων τινὸς ἐν πάντη ἀλλοτίῳ τοῦ λόγου, ἢ ἀποπεςὼν τοῦ μετέχειν τοῦ μετεσχηχότος ἐν πάντη ἀλλοτρίῳ τοῦ λόγου λόγῳ ἔσται κα- λουμένῳ.

  19. 2.23.1

    σαφὲς δὲ ἔσται τὸ εἰρημένον ἐκ παραδειγμάτων τῶν περὶ τοῦ θεοῦ καὶ τοῦ θεοῦ λόγου καὶ θεῶν ἤτοι μετεχόντων θεοῦ ἢ κεγομένων μὲν οὐδαμῶς δὲ ὄντων θεῶν, καὶ πάλιν λόγου θεοῦ καὶ λόγου γενομένου [θεοῦ] σαρκὸς καὶ λόγων ἤτοι μετεχόντων πως τοῦ λόγου, λόγων δευτέρων ἢ τρίτων παρὰ τὸν πρὸ πάντων, νομιζομέ- νων μὲν λόγων λὐκ ὄντων δὲ ἀληθῶς λόγων ἀλλ’, ἵν’ οὕτως εἴπω, ὅλον τοῦτο ἀλόγων λόγων, ὥσπερ καὶ ἐπὶ τῶν λεγομένων μέν, οὐκ ὄντων δὲ θεῶν τάξαι τις ἂν ἀντὶ τοῦ ἀλόγων λόγων τὸ οὐ θεῶν θεῶν.

  20. 2.24.1

    ὁ μὲν οὖν θεὸς τῶν ὅλων τῆς ἐκλογῆς ἐστι θεός, καὶ πολὺ μᾶλλον τοῦ τῆς ἐκλογῆς σωτῆρος· ἔπειτα τῶν ἀληθῶς θεῶν ἐστι θεός, καὶ ἁπαξαπλῶς ζώντων καὶ οὐ νεκρῶν ἐστι θεός. ὁ δὲ θεὸς λόγος τάχα τῶν ἐν αὐτῷ ἱστάντων τὸ πᾶν καὶ τῶν πατέρα αὐτὸν νομιζόντων ἐστὶν θεός.

  21. 2.25.1

    ἥλιος δὲ καὶ δελήνη καὶ ἀστέρες, ὥς τινες τῶν πρὸ ἡμῶν διηγήσαντο, ἀπενεμήθησαν τοῖς μὴ ἀξίοις ἐπιγρά- φεσθαι τὸν θεὸν τῶν θεῶν θεὸν αὐτῶν εἶναι. οὕτω δὲ ἐξεδέξαντο κινη- θέντες ἐκ τῶν ἐν τῷ Δευτερονομίῳ τὸν τρόπον τοῦτον ἐχόντων. »Μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν δεςήνην »καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς »καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμεν αὐτὰ κύριος ὁ θεός σου πᾶσι »τοῖς ἔθνεσιν. ὑμῖν δὲ οὐχ οὕτως ἔσωκε κύριος ὁ θεός σου.«

  22. 2.26.1

    πῶς γὰρ ἀπένειμε πᾶσι τοῖς ἕθνεσιν ἥλιον καὶ σελήνην αὐτὰ τῷ Ἰσραήλ; τῷ τοὺς μὴ δυναμένους ἐπὶ τὴν νοητὴν ἀναδραμεῖν φύσιν, δι’ αἰσθη- τῶν θεῶν κινουμένους περὶ θεότητος, ἀγαπητῶς κἂν ἐν τούτοις ἵστασθαι καὶ μὴ πίπτειν ἐπὶ εἴδωλα καὶ δαιμόνια.

  23. 2.27.1

    οὐκοῦν οἱ μὲν θεὸν ἔτι τὸν υἱὸν τοῦ θεοῦ τὸν χριστὸν αὐτοῦ· καὶ τρίτοι οἱ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, ἀπὸ θεοῦ μὲν πλανηθέντες, πλὴν πλάνην πλλλῷ διαφέρουσαν καὶ κρείττονα τῶν καλούντων θεο]]υς ἔργα χειρῶν ἀνθρώρων, χρυςὸν καὶ ἄργυρον, τέχνης ἐμμελετήματα. τελευταῖοι δέ εἰσιν οἱ λεγομένοις μὲν θεοῖς ἀνακείμενοι οὐδαμῶς δὲ οὖσιν θεοῖς.

  24. 2.28.1

    Οὕτω τοίνυν οἱ μέν τινες μετέχουσιν αὐτοῦ τοῦ »ἐν ἀρχῇ« λόγου καὶ »πρὸς τὸν θεὸν« λόγου δαὶ »θεοῦ« λόγου, ὥσπερ ’Ωσηὲ καὶ ‘Ησαΐας καὶ ‘Ιερεμίας καὶ εἴ τις ἕτερος τοιοῦτον ἑαυτὸν παρέστησεν, ὡς »τὸν λόλον κυρίου« ἢ » τὸν λόγον« γενέσθαι πρὸς αὐτόν·

  25. 2.29.1

    ἕτεροι δὲ οἱ μηδὲν εἰδότες »εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«, τὸν γενόμενον σάρκα λόγον τὸ πᾶν νομίσαντες εἶναι τοῦ λόγου, Χριστὸν κατὰ σάρκα μόνον γινώσκουσι· τοιοῦτον δέ ἐδτι τὸ πλῆθος τῶν πεπιστευκέναι νομιζομένων.

  26. 2.30.1

    καὶ τρίτοι λόγοις μετέχουσί τι τοῦ λόγου ὡς πάντα ὑπερέχουσι λόγον προσεσχήχασι, καὶ μήποτε οὖτοί εἰσιν οἱ μετερχόμενοι τὰς εὐδοχιμούσας καὶ διαφρούσας ἐν φιλοσοφίᾳ παρ’ Ἓλλησιν αἱρέσεις.

  27. 2.31.1

    τέταρτοι δὲ παρὰ τούτους οἱ πεπιστεθκότες λόγοις πάντη διεφθορόσι καὶ ἀθέοις, τὴν ἐναργῆ καὶ σχεδὸν αἰσθητὴν πρόνοιαν ἀναιροῦσι καὶ ἄλλο τι τέλος παρὰ τὸ καλὸν ἀποδεχομένοις.

  28. 2.32.1

    Εἰ καὶ ἐδόξαμεν δὲ παρεκβεβηκέναι, οἶμαι δ’ ὅτι παρακειμένως ὑπὲρ τοῦ σαφῶς ἰδεῖν τέσσαρα τάγματα κατὰ τὸ »θεὸς« ὅνομα καὶ τέσσαρα κατὰ τὸ »λόγος« τοῦτο πεποιήκαμεν. ἦν γὰρ »ὁ θεὸς« καὶ »θεός«, εἶτα »θεοὶ« διχῶς, ὦν τοῦ τῶν ὅλων »θεοῦ«. καὶ πάλιν ἦν »ὁ λόγος«, τάχα δὲ καὶ » λόγος«, ὁμοίως τῷ »ὁ θεὸς« καὶ »θεός«, καὶ »οἱ λόγοι« διχῶς, οἰκεῖοί τε ἀνθρώπινοι· οἱ μὲν τῷ πατρί, μερίδες ὄντες αὐτοῦ· καὶ τούτοις παρακείμενοι, οὓς νῦν σαφέστερον ὁ λόλος ἡμῖν παρίστησιν, οἱ ἐπὶ τὸν σωτῆρα φθάσαντες καὶ τὸ πᾶν ἐν αὐτῷ ἱστάντες. καὶ τρίτοι οἱ προειρημένοι, ἥλιον καὶ σελήνην καὶ ἀστέρας νομίζοντες θεοὺς καὶ ἐν αὐτοῖς ἱστάμενοι. ἐπὶ πᾶσι δὲ καὶ ἐν τῇ

  29. 2.33.1

    κάτω χώρᾳ οἱ τοῖς ἀψύχοις καὶ νεχροῖς εἰδώλοις ἐγχείμενοι. τὸ δὲ ἀνάλογον καὶ ἐπὶ τῶν κατὰ τὸν λόγον εὐρίσχομεν. οἱ μὲν γὰρ αὐτῷ τῷ λόλῳ κεκόσμηνται· οἱ δὲ παρακειμένῳ τινὶ αὐτῷ καὶ δοκοῦντι εἶναι αὐτῷ τῷ πρώτῳ λόγῳ, οἱ μηδὲν εἰδότες »εἰ μὴ Ἰησοῦν Χριστὸν »καὶ τοῦτον ἐσταυρωμένον«, οἱ τὸν λόγον σάρκα ὁρῶντες· καὶ δοκοῦντι οὓς πρὸ βραχέος εἰρήκαμεν. τί δὲ δεῖ λέγειν περὶ τῶν νομιζομένων μὲν ἐν λόγῳ τυγχάνειν, ἀποπεπτωκότων δὲ οὐ μόνον αὐτοῦ τοῦ καλοῦ ἀλλὰ καὶ τῶν ἰχνέων τῶν μετεχόντων αὐτοῦ;

  30. 2.33.2

    1, 2. Οὖτος τἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.

  31. 2.34.1

    Διὰ τῶν προειρημένων τριῶν προτάσεων τάγματα τρία δι- δάξας ἡμᾶς ὁ εὐαγγελιστὴς συγκεφαλαιοῦται τὰ τρία εἰς ἕν, λέγων τὸ »Οὖτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«.

  32. 2.35.1

    πρῶτον δὲ τῶν τριῶν με- μαθήκαμεν, ἐν τίνι ἦν ὁ λόγος, ὅτι »ἐν ἀρχῇ«, καὶ πρὸς τίνα οὖτος ᾖν, ὅτι »πρὸς τὸν θεόν«, καὶ τίς ὁ λόγος ἦν, ὅτι »θεός«. οἱονεὶ οὖν δεικνὺς τὸν προειρημένον θεὸν λόγον διὰ τοῦ »Οὖτος«, καὶ συνάγων εἰς τετάρτην πρότασιν τό τε »Ἐν ἀρχῇ ἦν ὁ λόγος« καὶ τὸ »‘Ο λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος« φηςίν· »Οὖτος »ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.«

  33. 2.36.1

    δύναται μέντοι γε τὸ τῆς ἀρχῆς ὄνομα λαμβάνεσθαι καὶ ἐπὶ τῆς τοῦ κόσμου ἀρχῆς, μανθανόντων ἡμῶν διὰ τῶν λεγομένον ὅτι πρεσβύτερος ὁ λόγος τῶν ἀπ᾿ ἀρχῆς γενομένων ἦν. εἰ γὰρ »ἐν ἀρχῇ ἐποίησεν ὁθεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«, τὸ δὲ »Ἐν ἀρχῇ ἦν« δαφῶς πρεσβύτερόν ἐστι τοῦ ἐν ἀρχῇ πεποιημένου, οὐ μόνον στερεώματος καὶ ξηρᾶς, ἀλλὰ οὐρανοῦ καὶ γῆς πρεσβήτερός ἐστιν ὁ λόγος.

  34. 2.37.1

    τάχα δὲ οὐκ ἀτόπως τις ζητήσαι ἂν διὰ τί οὐκ εἴρηται· »Ἐν ἀρχῇ ἠν ὁ λόγος« τοῦ θεοῦ »καὶ ὁ λόγος« τοῦ θεοῦ »ῆν πρὸς » ἐστιν ὁ λόγος. τάχα δὲ οὐκ ἀτόπως τις ζητήσαι ἂν διὰ τί οὐκ εἴρηται· » τὸν θεόν καὶ θεὸς ἦν ὁ λόγος« τοῦ θεοῦ. ἀκόλουθον δέ ἐστιν τὸν ζητοῦντα, τί δήποτε οὐγέγραπαι· »Ἐν ἀρχῇ ὁ λόγος τοῦ θεοῦ«, καὶ ζητοῦντα. τί δήποτε οὐ γέγραπται· »Ἐν ἀρχῇ ὁ λόγος τοῦ θεοῦ«, ὁ μέν τις τοῦ θεοῦ λόγος, ἕτερος δὲ φέρε εἰπεῖν ἀγγέλων λόγος, καὶ ἄλλος ἀνθρώπων, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν λόγων.

  35. 2.38.1

    εἰ δὲ λόγος, τάχα καὶ »σοξία« καὶ »δικαιοςύνη«. ἄτοπον δὲ πλείονας φάσκειν τῆς »λόγος« προσηγορίας κυρίως τυλχάνειν καὶ τῆς »σοφία« καὶ τῆς »δικαιοσύνη«. καὶ πληχθηςόμεθα πρὸς τὸ μὴ δεῖν ζητεῖν πλείονας λαόγους καὶ σοφίας καὶ δικαιοςύναις, κυρίως οὕτως ὀνομαζόμενα, ἁπὸ τῆς ἀληθείας.

  36. 2.39.1

    πᾶς γὰρ ὁστισοῦν ὁμολογήσαι ἂν μίαν εἶναι τὴν ἀλή- θειαν· οὐ γὰρ καὶ ἐπ’ αὐτῆς τολμήσαι ἄν τις λέγειν ἑτέραν εἶναι τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ ἑτέραν τὴν τῶν ἀλλέλων καὶ ἄλλην τὴν τῶν ἀνθρώπων· ἐν γὰρ τῇ φύσει τῶν ὄντων μία ἡ περὶ ἑκάστου ἀλήθεια.

  37. 2.40.1

    εἰ δὲ ἀλήθεια μία, δῆλον ὅτι καὶ ἡ κατασκευὴ αὐτῆς καὶ ἡ ἀπόδειξις σοξία τυλχάνουσα μία εὐλόγως ἂν νοοῖτο, πάσης τῆς νομιζομένης σοφίας οὐ κρατούσης τῆς ἀληθείας οὐδὲ σοφίας ἂν ὑγιῶς χρηματιζούσης. εἰ δ’ ἀλήθεια μία καὶ σοφία μία, καὶ λόγος ὁ ἁπαυ- γέλλων τὴν ἀλήθειαν καὶ τὴν σοφίαν ἁπλῶν καὶ φανερῶν εἰς τοὺς χωρητικοὺς εἶς ἂν τυγχάνοι.

  38. 2.41.1

    καὶ οὐχὶ ταῦτά φαμεν ἀρνούμενοι τὴν ἀλήθειαν καὶ τὴν σοφίαν καὶ τὸν λόγον εἶναι τοῦ ρεοῦ, ἀλλὰ δεικ- νύντες τὸ χρήσιμον τοῦ σεσιωπῆσθαι »Τοῦ θεοῦ«, καὶ μὴ ἀναγε- γράφθαι· »’Εν ἀρχῇ ἦν ὁ λόγος τοῦ θεοῦ.«

  39. 2.42.1

    ‘O αὐτὸς δὲ ’Ιωάννης ἐν τῇ ’Αποκαλύψει καὶ μετὰ τῆς προσ- θήκης αὐτὸς δὲ ’Ιωάννης ἐν τῇ ’Αποκαλύψει καὶ μετὰ τῆς προσ- θήδης αὐτὸν ὀνομάζει τῆς θεοῦ λέγων· »Καὶ εἶδον οὐρανὸν τὸν ἀνε- »ῳγμένον· καὶ ἰδοὺ ἵππος λευκὸς λευκὸς καὶ ὁκαθήμενος ἑπ’ αὐτὸν καλούμενος »πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ· οἱ δὲ »ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδή- »ματα πολλά· ἔχων ὄνμα γεγραμμένον, ὅ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, »καὶ περβεβλημένος ἱμάτιον † ῥεραντισμένον αἵματι, καὶ ἐκέκλητο »τὸ ὄνομα αὐτοῦ »Λόγος τοῦ θεοῦ«. καὶ τὰ στρατεύμτα αὐτοῦ »ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς ἐνδεδυμένοις »βύσσινον * καθαρόν. καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται »ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμαωεῖ »αὐτοὺς ἐν ῥόβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τῆς »ὀργῆς τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ τοῦ παντοκράτορος. καὶ ἔχει ἐπὶ τὸ »ἱμάτιον καὶ ἐπὶ τὸν ν μηρὸν αὐτοὺ ὄνομα γεγραμμένον > Ὁ βασιλεὺς »βασιλέων καὶ κύριος κυρίων«.

  40. 2.43.1

    ἀναγαίως δὲ καὶ ἀπολύτως εἴρηται καὶ »λόγος« καὶ μετὰ προσθήκης »λόγος τοῦ θεοῦ«· ὧν εἰ τὸ ἕτερον σεσιώπητο, ἀφορμὰς ἄν εἴχομεν τοῦ παρεκδέξασθαι καὶ ἀπο- πεσεῖν τῆς περὶ τοῦ λόγου ἀληθείας. εἰ γὰρ »λόγος« μὲν ἀναγέγραπτο »λόγος δὲ θεοῦ« μὴ εἴρητο, οὐ σαφῶς ἐμανθάνομεν, ὅτι οὗτος ὁ λόγος »λόγος τοῦ θεοῦ« ἐστι.

  41. 2.44.1

    πάλιν τ’ αὖ εἰ »λόγος μὲν θεοῦ« προσηγόγευτο, »λόγος« δὲ ἀπολύτως οὐκ εἴρητο, κἄν πολλοὺς λόγους ἀναπλάσσοντες κατὰ τὴν πρὸς ἕκαστον τῶν λογικῶν σχέσιν μάτην ἄν πολλοὺς κυρίως οὕτως ὀνομαζομένους παρεδεφάμεθα.

  42. 2.45.1

    καλῶς μέντοι γε διαγράφων τὰ περὶ τοῦ λόγου τοῦ θεοῦ ἐν τῇ Ἀποκαλύψει ὁ ἀπόστολος καὶ ὁ εὐαγγελιστής, ἤδη δὲ καὶ καὶ τῆς Ἀποκαλύψεως καὶ προφήτης, φηςὶ τὸν τοῦ θεοῦ λόγον ἑωρακέναι ἐν ἀνεῳγότι τῷ οὐρανῷ ἐφ’ ἵππῳ λευκῷ ὀχούμενον.

  43. 2.46.1

    τί δὲ αὐτωίττεται τὸ ἀνεῷχθαι τὸν οὐρανὸν καὶ ὁ λευκὸς ἵππος καὶ τὸ ἐπ’ αὐτοῦ καθέζεσθαι τὸν καλούμενον τοῦ θεοῦ λογον, πρὸς τῷ εἶναι θεοῦ λόγον καὶ πιστὸν καὶ ἀληθινὸν καὶ ἐν δικαιοσύνῃ κρίνοντα καὶ πολεμοῦντα λεγόμενον, κατανοητέον, ἵνα ἔτι μᾶλλον προβιβασθῶμεν τῷ ἐκαβεῖν τὰ περὶ »τοῦ λόγου τοῦ θεοῦ«.

  44. 2.47.1

    κεκλεῖσθαι δὲ ἡγοῦμαι τὸν οὐρανὸν τοῖς ἀσεβέσι καὶ τὴν εἰκόωα τοῦ χοϊκοῦ φέρουσιν, ἀνεῷχθαι δὲ τοῦς δικαίοις καὶ κεκοσμημένοις τῇ τοῦ ἐπουρανίου εἰκόνι· τοῖς μὲν γάρ, ἅτε κάτω τυγχάνουσι καὶ ἐν σαρκὶ ἔτι ὑπάρχουσιν, ἀποκέκλεισται τὰ κρείττονα οὐ συνιέναι αὐτὸ οὐδὲ τὸ κάλλος αὐτῶν δυναμένοις, ἐπεῖ μὴ βούλον- ται κατανοεῖν συγκύπτοντες καὶ μὴ ἐπιδιδόντες αὑτοὺς εἰς τὸ ἀνα- κύπτειν· τοῖς δὲ διαφέρουσι, ἅτε τὸ ποίτευμα ἔχουσιν ἐν οὐρανοῖς, τὰ οὐράνια τῇ κλεικὶ τοῦ Δαβὶδ ἀνέῳγε θεωρούμενα, τοῦ θείου λόγου ἀνοίγοντος αὐτὰ καὶ σαφηνίζοντος διὰ τοῦ ὀχεῖσθαι ἵππῳ, φωναῖς τὰ σημαινόμενα ἀπαγγελλούσαις, λευκῷ διὰ τὸ φανερὸν καὶ τὸ λευκὸν καὶ φωτεινὸν τῆς γνώσεως.

  45. 2.48.1

    Καθέζεται δὲ ἀπὶ τὸν λευκὸν ἵππον ὁ καλούμενος »πιστός«, ἱδρυμένος βεβαιώτερον καί, ἵν’ οὕτως εἴπω, βασιλικώτερον ἐν φωνῖς ἀντραπῆναι μὴ δυναμέναις, παντὸς ἵππου ὀξύτερον καὶ τάχιον τρεχούσαις καὶ παρευδοκιμούσαις ἐν τῇ φορᾷ πάντα τὸν ἀνταγωνιστὴν ὑποκριτὴν λόγου νομεζόμενον λόγον καὶ ἀληθείας δοκοῦσαν ἀλήθειαν.

  46. 2.49.1

    καλεῖται δὲ »πιστὸς« ὁ ἐπὶ τοῦ λευκοῦ ἵππου οὐ κιὰ τὸ πιστεύειν ὅσον διὰ τὸ πιστευτὸς εἶναι, τουτέστι, τοῦ πιστεύεσθαι ἄξιος· κύριος γὰρ κατὰ τὸν Μωσέα πιστὰς καὶ ἀληθινός. καὶ ἀληθινὸς γὰρ πρὸς ἀντιδιαστολὴν σκιᾶς καὶ τύπου καὶ εἰκόνος, ἐπεὶ τοιοῦτος ὁ ἐν τῷ ἀνῳγότι οὐρανῷ λόγος· ὁ γὰρ ἐπὶ γῆς οὐ τοιοῦτος ὁποῖος ὁ ἐν οὐρανῷ, ἅτε γενόμενος σὰρξ καὶ διὰ σκιῶς καὶ τύπων καὶ εἰκόνων λαλούμνος.

  47. 2.50.1

    τὰ δὲ πλήθη τῶν πεπιστευκέναι νομιζομένων τῇ σκιᾷ τοῦ λόγου καὶ οὐχι τῷ ἀληθινῷ λόγῳ θεοῦ ἐν τῷ ἀνεῳγότι γὐρανῷ τυγχάνοντι μαθητεύεται. διόπερ ὁ Ἱερμίας φησί· »Πνεῦμα προσώπου »ἡμῶν χριστὸς κύριος, οὗ εἴπομεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν »τοῖς ἔθνεσιν.«

  48. 2.51.1

    οὗτος δὴ ὁ λόγος τοῦ θεοῦ ὁ πιστὸς καλούμενος καὶ ἀληθινὸς καλεῖται καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ, τῇ αὐτοδικαιοσύνῃ καὶ αὐτοκρίσει τὸ κατ’ ἀξίαν ἑκάστου τῶν ὄντων ἀπονέμειν ἀπὰ θεοῦ δύνασθαι λαβὼν καὶ κρίνειν.

  49. 2.52.1

    οὐδεὶς γὰρ τῶν μετεχόντων δικαιοσύνης καὶ τῆς τοῦ κρίνειν λαὸν δυνάμεως οὕτω πάντη ἐναπμάξασθαι ἑαυτοῦ τῇ ψυχῇ δυνήσεται τοὺς τῆς δικαιοσύνης τύπους καὶ οῦ κρίνειν, ὥστε ἐν μηδενὶ ἀποκεῖν τῆς αὐτοδικαιοσύνης καὶ τῆς αὐτοκρίσεως, ὡς οὐδὲ ὁ γράφων εἰκόνα οἷός τε ἔσται μετα- δοῦναι πάντων τῶν τοῦ γραφομένου ἰδιωμάτων τῇ γραφῇ.

  50. 2.53.1

    διὰ τοῦτο δὴ ἡγοῦμαι τὸν Δαβὶδ λέγειν τὸ »Οὐ δικαιωθήσεται ἐνώπιόν »σου πᾶς ζῶν«· οὐ γὰρ ἁπαξαπλῶς εἶπε »πᾶς ἄνθρωπος« ἤ »πᾶς »ἄγγελος«, ἀλλὰ »πᾶς ζῶν«, ὅτι κἄν τῆς ζωῆς τις μετέχῃ καὶ πάντη τὴν νεκρότητα ἀπσείσηται, οὐδ’οὕτως ὡς πρὸς σὲ δικαιωθῆναι δυνήσεται παραπλησίως τῇ ζωῇ, οὐδὲ δυνατὸν τὸν μετέχοντα τῆς ζωῆς καὶ διὰ τοῦτο ζῶντα χρηματίζοντα αὐτὸν γενέσθαι ζωήν, καὶ τὸν μετέχοντα δικαιοσύνης καὶ διὰ τοῦτο δίκαιον καλούμενον ἐξισω- θῆναι πάντη τῇ δικαιοσύνῃ.

  51. 2.54.1

    Ἔργον δὲ τοῦ λόγου ὥσπερ κρίνειν ἐν δικαιοσύνῃ οὕτω καὶ πολεμεῖν ἐν δικαιοσύνῃ, ἵν’ ἐκ τοῦ τοὺς ἐχθροὺς λόγῳ καὶ δικαιο- σύνῃ οὕτω πολεμεῖν ἐναιρουμένων τῶν ἀλόγων καὶ τὴς ἀδικίας λέγεσθαι ἐνοικήςῃ καὶ δικαιώςῃ, ἐκβάλλων τὰ ἐναντία τῆς ψυχῆς τοῦ, ἵν’ οὕτως εἴπω, ἐπὶ σωτηρίᾳ αὐχμαλωτισθέντος ὁπὸ Χριστοῦ.

  52. 2.55.1

    ἔτι κὲ μᾶλλον ἔστιν τὸν τοῦ λογου πόλεμον ἐδεῖν ὅν πολεμεῖ, ἐπὰν αὐτὸς μὲν πρεσβεύῃ περὶ ἀληθείας, ὁ δ’ ὑποκρινόμενος εἶναι λόγος οὐ λόγος ὤν, καὶ ἡ ἑαυτὴν ἀναγορεύσασα ἀλήθειαν οὐκ ἀλήθεια τυγχάνουσα ἀλλὰ ψεῦδος φάσκῃ εἶναι ἑαυτὴν τὴν ἀλήθειαν. τότε γὰρ καθοπλι- σάμενος ὁ λόγος κατὰ τοῦ ψεύδους »ἀναλοῖ αὐτὸ τῷ πνεύματι τοῦ »στόματος αὐτοῦ, καὶ αταργεῖ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ«.

  53. 2.56.1

    καὶ ὅρα, εἰ δύναται κατὰ τ][ο νοητὸν τα[[υτα ὑπὰ τοῦ ἀποστόλου ἐν τῇ πρὸς Θεσσαλονικεῖς παρίστασθαι ἐπιστολῇ. τί γάρ ἐστι τὰ ἀνα- λούμενον τῷ πνεύματι τοῦ στόματος Χριστοῦ, Χριστοῦ τυγχάνοντος λόγου καὶ ἀληθείας καὶ σοφίας, ἥ τὸ ψεῦσος; καὶ τί τὸ καταργούμε- νον τῇ ἐπιφανείᾳ τῆς παρουσίας Χρστοῦ, σοφίας καὶ λόγου νοουμέ- νου, ἤ πᾶν τὸ ἐπαγγελλόμενον εἶναι σοφία, τυγχάνον δὲ ἕν τούτων, ὧν ὁ θεὸς δράσσεται »ἐν τῇ πανουργίᾳ αὐτῶν«; ἔτι ὁ Ἰωάννης θαυμασιώτατα ἐν τοῖς περὶ τοῦ ὀχουμένου τῷ λευκῷ ἵππῳ λόγου φηςὶ καὶ τὸ »Οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ ὡς φλὸξ πυρός«.

  54. 2.57.1

    ὡς γὰρ ἡ φλὸξ τὸ λαμπρὸν ἅμα καὶ φωτιστικόν, ἔτι κὲ καὶ πυρῶδες ἔχει καὶ ἀναλωτικὸν τῶν ὑλικωτέρων, οὕτως οἱ, ἵν’ οὕτως εἴπω, ὀφθαλμοὶ τοῦ λόγου, οἷς βλέπει καὶ πᾶς ὁ μετέχων αὐτοῦ, πρὸς τῷ διὰ τῶν ἐνυπαρχουςῶν αὐτῷ ἀντιλαμβάνεσθαι τῶν νοητῶν ἀναλοῦσι καὶ ἀφανίζουσι τὰ ὑλικώτερα καὶ παρχύτερα τῶν νοημάτων· πάντα δὲ τὴν ἰσχνότητα καὶ λεπτότητα ἐκπέφευγε τῆς ἀληθείας τὰ ὁπωσποτοῦν ψευδόμενα.

  55. 2.58.1

    Πάνυ δὲ τεταγμένως μετὰ ἐν δικαιοσύνῃ κρίνοντα καὶ κατὰ τὸ ἐν δικαιοσύνῃ κρίνειν πολεμοῦντα, ἑξῆς δὲ τῷ πολεμεῖν φωτίζοντα, ἐπιφίρεται τὸ ἐπὶ τὴν κεφαλὴν εἶναι αὐτοῦ πολλὰ δια- δήματα. εἰ μὲν γὰρ ἕν ἦν καὶ μονοειδὲς τὸ ψεῦδος, καθ’ οὗ τὸν στέφανον ἡττωμένου ἐλάμβανεν ὁ νικήσας »πιστὸς καὶ ἀληθινὸς« λόγος, καὶ ἕν διάδημα περικεῖσθαι εὐλόγως ἄν ἀναγέγραπτο ὁ ἐπι- κρατήσας τῶν ἐναντίων θεοῦ λόγος.

  56. 2.59.1

    νυνὶ δὲ πολλῶν ὄντων τῶν ἐπαγγελλομένων τὴν ἀλήθειαν ψευδῶν, καθ’ ὧν στρατευσάμενος ὁ λόγος στεφανοῦται, πολλὰ γίντεται τὰ διαδήματα τῇ κεφαλῇ τοῦ πάντα νικήσντος περικείμενα καὶ ἑκάστης δὲ ἀποστατησάσης ἐνεργείας κρατῶν πολλὰ διαδήματα τῷ νικᾶν περιτίθεται.

  57. 2.60.1

    Ἑξῆς μετὰ τὰ διαδήματα ἀναγέγραπται ἔχειν »ἔνομα γεγραμμένον »ὅ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός«· οὗτος γὰρ ὁ ἕμψυχος λόγος ἐπίσταταί τινα μόνος, διὰ τὸ ὑποδεέστερον ἐν τοῖς ἑξῆς γενητοῖς τῆς φύσεως αὐτοῦ οὐδενὸς χωροῦντος πάντα, ἅ ἀκεῖνος καταλαμβάνει θεωρεῖν. τάχα δὲ καὶ οἱ μετέχοντες ἐκείνου τοῦ λόγου μόνοι παρὰ τοὺς μὴ μετέχοντας ἴσασι τὰ μὴ εἰς ἐκείνους φθάνοντα.

  58. 2.61.1

    οὐ γυμνὸς δὲ τῷ Ἰωάννῃ ὁρᾶται τῷ ἵππῳ ὀχούμενος ὁ τοῦ θεοῦ λόγος· περιβέβληται γὰρ ἱμάταιον † ῥεραμμένον αἵματι, ἐπείπερ ἴχνη περίκειται ὁ γενόμε- νος λόγος σάρξ, καὶ διὰ τὸ γεγονέναι σὰρξ ἀποθανών, ὡς προχυθῆναι αὐτοῦ καὶ αἷμα ἐπὶ τὴν γὴν νύξαντος τοῦ στρατιώτου τὴν πλευρὰν αὐτοῦ, ἐκείνου τοῦ πάθους· τάχα γὰρ κἄν ὁπωσποτὲ ἐν τῇ τοῦ λόγου ὑψηλοτάτῃ καὶ ἀνωτάτῃ θεωρίᾳ γενώμεθα καὶ τῆς ἀληθείας, οὐ πάντη ἐπιλησόμεθα τῆς ἐν σώματι ἡμῶν γενομένης δἰ αὐτοῦ εἰσαγωγῆς.

  59. 2.62.1

    Τούτῳ τῷ τοῦ θεοῦ λόγῳ τὰ ἐν τῷ οὐρανῷ στρατεύματα ἀκο- λουθεῖ πάντεα, λόγῳ ἑπόμενα ἡγουμένῶ καὶ μιμούμενα αὐτὸν ἐν πᾶσι, καὶ μάλιστα τῷ ἐπιβεβηκέναι ὁμοίως αὐτῷ ἱπποις λευκοῖς· πάντα γὰρ ἐνώπιον τοῖς νοοῦσι. καὶ ὥσπερ »ἀπέδρα ὀδύνη καὶ λύπη καὶ »στεναγμὸς« ἐπὶ τῷ τέλει τῶν πραγμάτων, οὕτως οἷμαι ὅτι ἀπέδρα ἀσάφεια καὶ ἀπορία, πάντων ἐπιμελῶς καὶ τρανῶς προπιπτόωτων τῶν τῆς τοῦ θεοῦ σοφίας μυστηρίων.

  60. 2.63.1

    ἐπισκέψαι δὲ λευκοὺς ἵππους τῶν ἀκολουθούντων τῷ λόγῳ, ἐνδεδυμένους »βύσσινον λευκὸν »καὶ καθαρόν«, εἰ μή, ἐπεὶ ἡ βύσσος ἀπὸ γῆς γίνεται, τῶν ἐπὶ γῆς διαλέκτων, ἅς ἠμφιεσμέναι εἰσὶν αἱ σημαίνουσαι φωναὶ καθαρῶς τὰ πράγματα, τύποι τυγχάνουσι τὰ βύσσινα ἐνδύματα. ταῦτα δὴ ἐπὰ πλεῖον ἐκ τῆς Ἀποκαλύψεως διδασούσης περὶ λόγου θεοῦ εἴρηται, ἵνα ἀκριβέστερον τὰ περὶ αὐτοῦ νοήσωμεν.

  61. 2.63.2

    Ι, 2. Οἷτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.

  62. 2.64.1

    ΙΧ. Τοῖς μὴ ἀδριβοῦσιν τὰς διαφόρους ἐν τοῖς ἀπαγγελλοφί- νοις προτάσεις δόξει ταὐτολογεῖν ὁ εὐαγγελιστής, οὐδὲν πλέον λέγων ἐν τῷ »Οἷτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν« παρὰ τὸ »Καὶ ὁ λόγος »ἦν πρὸς τὸν θεόν«.

  63. 2.65.1

    τηρητέον δὲ ὅτι ἐν μὲν τῷ »Ὁ λόγος ἦν πρὸς »τὸν θεὸν« οὐ μανθάνομεν τὸ πότε ἤ ἐν τίνι »ἦν πρὸς τὸν θεόν«, κατὰ τὸ τέταρτον ἀξίωμα προσκείμενον· τέσσαρα γὰρ ἀξιώματα, ἅπερ παρά τισι προτάσεις καλοῦνται, ἔσταιν ἐνθάδε, ὧν τὸ τέταρτον »Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«.

  64. 2.66.1

    οὐ ταὐτὸν δὲ τὸ »Ὁ λόγος ἦν »πρὸς τὸν θεόν«· καὶ τὸ »Οὗτος ἦν« οὐχὶ ἁπλῶς πρὸς τὸν θεόν, ἀλλὰ πότε ἤ ἐν τίνι πρὸς τὸν θεόν· »Οὗτος, γάρ φησιν, ἦν ἐν ἀρχῇ »πρὸς τὸν θεόν.« ἀλλὰ καὶ τὸ »Οὗτος« κατὰ δεῖδιν ἐκφερόμενον νομισθήσεται ἀπι τοῦ λόγου τετάχθαι ἤ ἐπὶ τοῦ θεοῦ ὑπὸ τοῦ μὴ ἰσχνότερον ἐρευνῶντος, ἵνα καὶ ευρῃ σήλληψιν τῶν προτέρων γινο- μένην ἐν τῇ »οὗτος« προσηγορίᾳ τῆς τε »λόγος« ἐπινοίας καὶ τῆς »θεός«, ἵνα ἡ δεῖξις συναγάγῃ εἰς ἕν τὰ τῇ ἐπινοίᾳ διάφορα· οὐ γὰρ ἐν τῇ ἐπινοίᾳ τῇ »λόγος« ἐστὶν ἡ »θεός«, οὐδὲ ἐν τῇ »θεὸς« ἡ »λόγος«.

  65. 2.67.1

    τάχα δὲ συγκεφαλαίωσίς ἐστι τῶν τριῶν προτάσεων εἰς μίαν τὴν »Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«· καθ’ὅ γὰρ »ἐν ἀρχῇ ἦν »ὁ λόγος«, οὐ μεμαθήκειμεν ὅτι »πρὸς τὸν θεόν«· καθ’ ὅ δὲ »πρὸς τὸν θεὸν« ὁ λόγος ἦν, οὐκ ἐγινώσκομεν σαφῶς, ὅτι ἐν ἀρχῇ πρὸς τὸν θεὸν ἦν· καθ’ὅ δὲ »θεὸς ὁ λόγος ἦν«, οὔτε τὸ »ἐν ἀρχῇ« ἀυτὸν εἶναι ἐδηλοῦτο οὔτε ὅτι »πρὸς τὸν θεὸν« ἐτύγχανεν.

  66. 2.68.1

    ἐν δὲ τῇ »Οὗτος ἦν ἐν ἐρχῇ πρὸς τὸν θεὸν« ἀπαγγελίᾳ, τοῦ »Οὗτος« ἐπὶ τοῦ λόγου καὶ θεοῦ νοουμένου, καὶ τοῦ »Ἐν ἀρχῇ« οὕτω συναπτο- μένου τοῦ τε Πρὸς τὸν θεὸν« προστιθεμένου, οὐδὲν παραλείπεται τῶν ἐν ταῖς τρισὶ προτάσεσιν, ὃ οὐ συγκεφαλαιοῦται συναγομένων εἰς ἕν.

  67. 2.69.1

    ὅρα δὲ εἰ κατὰ τὸ δισσὸν ὀνομάζεσθαι τὸ »Ἐν ἀρχῇ« δυνατὸν ἡμᾶς μανθάνειν πράγματα δύο· ἓν μὲν ὅτι »ἐν ἀρχῇ ἦν ὁ λόγος«, ὡς εἰ καὶ] καθ’ αὑτὸν ἦν καὶ μὴ πάντως πρός τινα· ἕτερον δὲ ὅτι »ἐν ἀρχῆ» »πρὸς τὸν θεὸν ἠν«. καὶ οἶμαι, ὅτι οὐ ψεῦδος εἰπεῖν περὶ αὐτοῦ, ὅτι »ἐν ἀρχῇ ην« καὶ »ἐν ἀρχῇ« »πρὸς τὸν θεόν«, οὔτε »πρὸς »τὸν θεὸν« μόνον τυγχάνων, ἐπεὶ καὶ »ἐν ἀρχῇ ἦν((, οὔτε »ἐν ἀρχῇ« μόνον ὢν καὶ οὐχὶ »πρὸς τὸν θεὸν« ὤν, ἐπεὶ »Οὑτος ἠν ἐν ἀρχῇ πρὸς τὸν θεόν«.

  68. 2.69.2

    1, 3. Πάντα δέ αὐτοῦ ἐγένετο.

  69. 2.70.1

    Χ. οὐδέποτε τὴν πρώτην χώραν ἔχει τὸ »δι᾿ οὑ«, δευτέραν δὲ ἀεί· οἷον ἐν τῇ πρὸς Ῥωμαίους· Παῦλος δοῦλος, φησί, Χριστοῦ Ἰησοῦ, »κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὅ προεπηγγεί- »λατο διὰ τῶν προφητῶν αὐτοῦ έν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ »αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέν- »τος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως »νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι᾿ οὗ ἐλάβομεν χάριν καὶ »ἀποστολὴν εἰς ὑπακοὴν πίστεως έν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ »ὀνόματος αὐτοῦ.«

  70. 2.71.1

    ὁ γὰρ θεὸς τὸ εὐαγγέλιον ἑαυτοῦ προεπηγγείλατο διὰ τῶν προφητῶν, ὑπηρετούντων τῶν προφητῶν καὶ ἐχόντων τὸν λόγον τοῦ »δι᾿ οὗ«, καὶ πάλιν ὁ θεὸς ἔδωκε »χάριν καὶ ἀποστολὴν »εἰς ὑπακοὴν πίστεως έν πᾶσι τοῖς ἔθνεσι« Παύλῳ καὶ τοῖς λοιποῖς, καὶ ἔδωκε διὰ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος, ἔχοντος τὸ »δι᾿ οὑ«.

  71. 2.72.1

    καὶ ἐν τῇ πρὸς Ἑβραίους ὁ αὐτὸς Παῦλός φησιν· »Ὲπ᾿ ἐσχάτου τῶν »ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι »οὗ καὶ ἐποίησε τοὺς αἰῶνας«, διδάσκων ἡμᾶς, ὅτι ὁ θεὸς τοὺς αἰῶνας πεποίηκε διὰ τοῦ υἱοῦ, ἐν τῷ τοὺς αἰῶνας γίνεσθαι τοῦ μονογενοῦς ἔχοντος τὸ »δι᾿ οὕτω τοίνυν τοίνυν καὶ ἐνθάδε εἰ πάντα διὰ τοῦ λόγου ἐγένετο, οὐχ ὑπὸ τοῦ λόγου ἐγένετο, ἀλλ᾿ ὑπὸ κρείττονος καὶ μείζονος παρὰ τὸν λόγον. τίς δ’ ἂν ἄλλος οὗτος τυγχάνῃ ἢ ὁ πατήρ;

  72. 2.73.1

    Ἐξεταστέον δέ, ἀληθοῦς ὄντος τοῦ »Πάντα δἰ αὐτοῦ ἐγένετο«, εἰ καὶ τὸ πνεῦμα τὸ ἅγιον δι᾿ αὐτοῦ ἐγένετο. οἶμαι γὰρ ὅτι τῷ μὲν φάσκοντι γενητὸν αὐτὸ εἶναι καὶ προιεμένῳ τὸ »Πάντα δι᾿ αὐτοῦ »ἐγένετο«· ἀναγκαῖον παραδέξασθαι, ὅτι καὶ τὸ ἅγιον πνεῦμα διὰ τοῦ λόγου ἐγένετο, πρεσβυτέρου παρ’ αὐτὸ τοῦ λόγου τυγχάνοντος· τῷ δὲ μὴ βουλομένῳ τὸ ἅγιον πνεῦμα διὰ τοῦ χριστοῦ γεγονέναι ἕπεται τὸ ἀγέννητον‘ αὐτὸ λέγειν, ἀληθῆ τὰ ἐν τῷ εὐαγγελίῳ τούτῳ εἶναι κρίνοντι.

  73. 2.74.1

    ἔσται δέ τις καὶ τρίτος παρὰ τοὺς δύο, τόν τε διὰ τοῦ λόγου παραδεχόμενον τὸ πνεῦμα τὸ ἅγιον γεγονέναι καὶ τὸν ἀγέννητον αὐτὸ εἶναι ὑπολαμβάνοντα, δογματίζων μηδὲ οὐσίαν τινὰ ἰδίαν ὐφεστάναι τοῦ ἁγίου πνεύματος ἑτέραν παρὰ τὸν πατέρα καὶ τὸν υἱόν· ἀλλὰ πάχα προστιθέμενος μᾶλλον. ἐὰν ἕτερον νομίζῃ εἶναι τὸν υἱὸν παρὰ τὸν πατέρα, τῷ τὸ αὐτὸ αὐτὸ τυγχάνειν τῷ πάτρί, ὁμολογουμένως διαιρέσεως δηλουμένης τοῦ ἁγίου πνεύματος παρὰ τὸν υἱὸν ἐν τῷ »Ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, »ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ ἅγιον πνεῦμα, οὐχ

  74. 2.75.1

    »ἕξει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«. ἡμεῖς μέντοι γε τρεῖς ὑποστάσεις πειθόμενοι τυγχάνειν, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, καὶ ἀγέννητον μηδὲν ετερον τοῦ πατρὸς εἶναι πιστεύοντες, ὡς εὐσεβέστερον καὶ ἀληθὲς προσιέμεθα τὸ πάντων διὰ τοῦ λόγου γενομένων τὸ ἅγιον πνεῦμα πάντων εἶναι τιμιώτερον, καὶ τάξει πρῶτον πάντων τῶν ὑπὸ τοῦ πατρὸς Χριστοῦ γεγενημένων.

  75. 2.76.1

    καὶ τάχα αὕτη ἐστὶν ἡ αἰτία τοῦ μὴ καὶ αὐτὸ υἱὸν χρηματίζειν τοῦ θεοῦ, μόνου τοῦ μονογενοῦς φύσει υἱοῦ ἀρχῆθεν τυγχάνοντος, οὑ χρῄζειν ἔοικε τὸ ἅγιον πνεῦμα διακονοῦντος αὐτοῦ τῇ ὑποστάσει, οὐ μόνον εἰς τὸ εἶναι ἀλλὰ καὶ σοφὸν εἶναι καὶ λογι- κὸν καὶ δίκαιον καὶ πᾶν ὑτιποτοῦν χρὴ αὐτὸ νοεῖν τυγχάνειν κατὰ μετοχὴν τῶν προειρημένων ἡμῖν Χριστοῦ ἐπινοιῶν.

  76. 2.77.1

    οἶμαι δὲ τὸ ἅγιον πνεῦμα τήν, ἱν οὕτως εἴπω, ὕλην τῶν ἀπὸ θεοῦ χαρισμάτων παρέχειν τοῖς δι᾿ αὐτὸ καὶ τὴν μετοχὴν αὐτοῦ χρηματίζουσιν ἁγίοις, τῆς εἰρημένης ὕλης τῶν χαρισμάτων ἐνεργουμένης μὲν ἀπὸ τοῦ θεοῦ, διακονουμένης δὲ ὑπὸ τοῦ χριστοῦ, ὑφεστώσης δὲ κατὰ τὸ ἅγιον πνεῦμα.

  77. 2.78.1

    καὶ κινεῖ με εἰς τὸ ταῦθ᾿ οὕτως ἔχειν ὑπολαβεῖν Παῦλος περὶ χαρισμάτων οὕτω που γράφωψν· »Διαιρέσεις δὲ χαρισμάτων εἰσί, »τὸ δ᾿ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσί, καὶ ὁ αὐτὸς κύριος· »καὶ διαιρέσεις ἐνεργημάτων εἰσί, καὶ ὁ αὐτός ἐστι θεὸς ὁ ἐνεργῶν »τὰ πάντα ἐν πᾶσιν.«

  78. 2.79.1

    Ἔχει δὲ ἐπαπόρησιν διά τε τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο« καὶ τὸ ἀκολουθεῖν τὸ πνεῦμα γενητὸν ὂν διὰ τοῦ λόγου γεγονέναι, πῶς οἱονεὶ προτιμᾶται τοῦ χριστοῦ ἔν τισι γραφαῖς, έν μὲν τῷ Ἡσαΐᾳ ὀμολογοῦντος Χριστοῦ οὐχ ὑπὸ τοῦ πατρὸς ἀπεστάλθαι μόνου, ἀλλὰ καὶ ὑπὸ τοῦ ἁγίου πνεύματος φησὶ γάρ· »Καὶ νῦν κύριος ἀπέστειλέ »με κοὶ τὸ πνεῦμα αὐτοῦ«), ἐν δὲ τῷ εὐαγγελίῳ ἄφεσιν μὲν ἐπαγγελομένου ἐπὶ τῆς εἰς αὐτὸν ἁμαρτίας, ἀποφαινομένου δὲ περὶ τῆς εἰς τὸ ἅγιον πνεῦμα βλασφημίας, ὡς οὐ μόνον »ἐν τούτῳ τῷ αἰπωνι« μὴ ἐσομένης ἀφέσεως τῷ εἰς αὐτὸ δυσφημήσαντι, ἀλλ᾿ οὐδὲ »ἐν τῷ μέλλοντι«.

  79. 2.80.1

    καὶ μήποτε οὐ πάντως διὰ τὸ τιμιώτερον εἶναι τὸ πνεῦμα τὸ ἅγιον τοῦ χριστοῦ οὐ γίνεται ἄφεσις τῷ εἰς αὐτὸν ἡμαρτηκότι, ἀλλὰ διὰ τὸ Χριστοῦ μὲν πάντα μετέχειν τὰ λογικά, οἷς δίδοται συγγνώμη μεταβαλλομένοις ἀπὸ τῶν ἁμαρτημάτων, τοῦ δὲ ἁγίου πνεύματος τοὺς κατηξιωμένους μηδεμιᾶς εὔλογον εἶναι συγγνώμης τυχεῖν, μετὰ τηλικαύτης καὶ τοιαύτης συμπνοίας τῆς εἰς τὸ καλὸν ἔτι ἀποπίπτοντας καὶ ἐκτρεπομένους τὰς τοῦ ἐνυπάρχοντος πνεύματος συμβουλίας.

  80. 2.81.1

    εἰ δὲ κατὰ τὸν Ἡσαΐαν φησὶν ὁ κύριος ἡμῶν ὑπὸ του πατρὸς ἀπεστάλθαι καὶ τοῦ πνεύματος αὐτοῦ, ἔστι καὶ ἐνταῦθα περὶ τοῦ ἀποστείλαντος τὸν χριστὸν πνεύματος ἀπολογήσασθαι, οὐχ ὡς φύσει διαφέροντος ἀλλὰ τὴν τὴν γενομένην οὐκονομίαν τῆς ἐνανθρωπήσεως τοῦ υἱοῦ τοῦ θεοῦ, ἐλαττωθέντος παρ᾿ αὐτὸ τοῦ σωτῆρος.

  81. 2.82.1

    εἰ δὲ ἐν τουτῳ προσκόπτει τις τῷ λέγειν ἠλαττῶσθαι παρὰ τὸ ἅγιον πνεῦμα τὸν σωτῆρα ἐνανθρωπήσαντα, προσακτέον αὐτὸν ἀπὸ τῶν έν τῇ πρὸς Ἑβραίους λεγομένων ἐπιστολῇ, καὶ ἀγγέλων ἐλάττονα διὰ τὸ πάθημα τοῦ θανάτου ἀποφηναμένου τοῦ Παύλου γεγονέναι τὸν Ἰησοῦν· φησὶ γὰρ· »Τὸν δὲ βραχύ τι παρ᾿ ἀγγέλους ἠλαττωμένον »βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφα- »νωμένον.«

  82. 2.83.1

    ἢ τάχα ἔστι καὶ τοῦτο εἰπεῖν, ὅτι ἐδεῖτο ἡ κτίσις ὑπὲρ τοῦ ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἀλλὰ καὶ τὸ τῶν ἀνθρώπων γένος μακαρίας καὶ θείας δυνάμεως ἐνανθρωπούσης, ἥτις διορθώσεται καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ ὡσπερεὶ ἐπέβαλλέ πως τῷ ἁγίῳ πνεύματι ἡ πρᾶξις αὕτη, ἥντινα ὑπομένειν οὐ δυνάμενον προβάλλεται τὸν σωτῆρα, ὡς τὸ τηλικοῦτον ἀθλον μόνον ἐνεγκεῖν δυνάμενον, καὶ τοῦ πατρὸς ὡς ἡγουμένου ἀποστέλλοντος τὸν υἱὸν συναποστέλλει καὶ συμπροπέμπει τὸ ἅγιον πνεῦμα αὐτόν, έν καιρῷ ὑηπισχνούμενον καταβῆναι πρὸς τὸν υἱὸν τοῦ θεοῦ καὶ συνεργῆσαι τῇ τῶν ἀνθρώπων σωτηρίᾳ.

  83. 2.84.1

    τοῦτο δὲ πεποίηκεν, ὅτε τῷ σωματικῷ εἴδει ὡσεὶ περιστερὰ ἐφίπταται μετὰ τὸ λουτρὸν αὐτῷ καὶ ἐΠιστὰν οὐ παρέρχεται, τάχα ἐν ἀνθρώποις τοῦτο πεποιηκὸς τοῖς μὴ δυνηθεῖσιν ἀδιαλείπτως φέρειν αὐτοῦ τὴν δόξαν. διόπερ σημαίνει ὁ Ἰωάννης περὶ τοῦ γνῶναι, ὅστις ποτέ ἐστιν ὁ χρωτός. οὐχὶ μόνην τὴν ἐπὶ τὸν Ἰησοῦν κατάβασιν τοῦ πνεύματος ἀλλὰ πρὸς τῇ καταβάσει τὴν ἐν αὐτῷ μονήν.

  84. 2.85.1

    γέγραπται γὰρ εἰρηκέναι τὸν Ἰωάννην ὅτι »Ὁ πέμψας με βαπτίζειν εἶπεν· >Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα »καὶ μένον ἐπ᾿ αὐτόν, οὑτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ »καὶ πυρί<«. οὐ γὰρ λέγεται· »ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον« μόνον, τάχα καὶ ἐπ᾿ ἄλλους καταβεβηκότος αὐτοῦ, ἀλλά »καταβαῖνον »καὶ μένον ἐπ᾿ αὐτόν«.

  85. 2.86.1

    Ταῦτα δὲ ἐπὶ πολὺ ἐξήτασται σαφέστερον ἰδεῖν βουλομένοις, πῶς, εἰ πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ τὸ πνεῦμα διὰ τοῦ λόγου ἐγένετο, ἓν τῶν πάντων τυγχάνον ὑποδεέστερον τοῦ δι᾿ οὑ ἐγένετο νοούμενον, εἰ καὶ λέξεις τινὲς περισπᾶν ἡμᾶς εἰς τὸ ἐναντίον δοκοῦσιν.

  86. 2.87.1

    ΧΙΙ. Ἐὰν δὲ προσιῆταί τις τὸ καθ’ Ἑβραίους εὐαγγέλιον, ἔνθα αὐτὸς ὁ σωτήρ φησιν· »Ἄρτι ἔλαβέ με ἡ μήτηρ μου, τὸ ἅγιον πνεῦμα, ἐν μιᾷ τῶν τριχῶν μου καὶ ἀπήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα Θαβώρ«, ἐπαπορήσει, πῶς »μήτηρ« Χριστοῦ τὸ διὰ τοῦ λόγου γεγενημένον πνεῦμα ἅγιον« εἶναι δύναται.

  87. 2.88.1

    ταῦτα δὲ καὶ τούτῳ οὐ χαλεπὸν ἑρμηνεῦσαι· εἰ γὰρ ο ποιῶν »τὸ θέλημα τοῦ πατρὸς τοῦ ἐν τοῖς »οὐρανοῖς ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶν‘ αὐτοῦ καὶ φθάνει τὸ »ἀδελφὸς Χριστοῦ« ὄνομα οὐ μόνον ἐπὶ τὸ τῶν ἀνθρώποιν γένος | ἀλλὰ καὶ ἐπὶ τὰ τούτου θειότερα, οὐδὲν ἄτοπον ἔσται μᾶλλον πάσης χρηματιζούσης »μητρὸς Χριστοῦ« διὰ τὸ ποιεῖν τὸ θέλημα τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς τὸ πνεῦμα τὸ ἅγιον εἶναι »μητέρα«.

  88. 2.89.1

    ἔτι εἰς τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο« καὶ ταῦτα ζητητέον· τῇ ἐπινοίᾳ ὁ λόγος ἕτερός ἐστι παρὰ τὴν ζωήν, καὶ ο γέγονεν έν τῷ λόγῳ »ζωὴ »ἠν, καὶ ἡ ζωὴ ἠν τὸ φῶς τῶν ἀνθρώπων‘. ἆρ’ οὖν. ὡς πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ ἡ ζωὴ δι᾿ αὐτοῦ ἐγένετο, ἥτις ἐστὶν »τὸ φῶς »τῶν ἀνθρώπων«, καὶ αἱ ἄλλαι τοῦ σωτῆρος ἐπίνοιαι, ἢ καθ᾿ ὑπεξαίρεσιν τῶν ἐν αὐτῷ νοητέον τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο«; ὅπερ δοκεῖ μοι εἶναι κρεῖττον.

  89. 2.90.1

    ἵνα γὰρ συγχωρηθῇ διὰ τὸ γεγονέναι τὴν ζωὴν τὸ φῶς τῶν ἀνθρώπων, τί λεκτέον περὶ τῆς προεπινοουμένης τοῦ λόγου σοφίας; οὐ γὰρ δήπου διὰ τοῦ λόγου τὸ παρὰ τὸν λόγον γεγένηται. ὥστε χωρὶς τῶν ἐπινοουμένων τῷ χριστῷ πάντα διὰ τοῦ λόγου γεγένηται τοῦ θεοῦ, ποιήσαντος ἐν σοφίᾳ αὐτὰ τοῦ πατρός· Πάντα, γάρ φησιν, ἐν σοφίᾳ ἐποίησας‘, οὐ »διὰ τῆς σοφίας ἐποίησας«.

  90. 2.91.1

    Ἴσωμεν δέ, διὰ τί πρόσκειται τὸ Καὶ χωρὶς αὐτοῦ »ἐγένετο οὐδὲ ἕν«. τισὶ κἂν δόξαι περιττὸν τυγχάνειν τὸ »Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» ἐπιφερόμενον τῷ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο«. εἰ γὰρ πᾶν ὁτιποτοῦν »διὰ τοῦ λόγου« γεγένηται, οὐδὲν »χωρὶς τοῦ »λόγου« γεγένηται. οὐκέτι μέντοι γε ἀκολουθεῖ τῷ χωρὶς τοῦ λόγου μὴ γεγνῆσθαί τι τὸ πάντα διὰ τοῦ λόγου γεγενῆσθαι· ἔξεστι γὰρ οὐδενὸς χωρὶς τοῦ λόγου γεγενημένου, μὴ μόνον διὰ τοῦ λόγου γεγονέναι πάντα ἀλλὰ καὶ ὑπὸ τοῦ λόγου τινά.

  91. 2.92.1

    χρὴ τοίνυν εἰδέναι, πῶς δεῖ ἀκούειν τοῦ »Πάντα« καὶ πῶς τοῦ »Οὐδέν«. δυνατὸν γὰρ ἐκ τοῦ μὴ τετρανωκέναι ἀμφοτέρας τὰς λέξεις ἐκδέξασθαι ὅτι, εἰ πάντα διὰ τοῦ λόγου ἐγένετο, τῶν δὲ πάντων ἐστὶ καὶ ἡ κακία καὶ πᾶσα ἡ χύσις τῆς ἁμαρτίας καὶ τὰ πονηρά, ὅτι καὶ ταῦτα διὰ τοῦ λόγου ἐγένετο. τοῦτο δὲ ψεῦδος· κτίσματα μὲν γὰρ πάντα διὰ τοῦ λόγου γεγονέναι οὐκ ἄτοπον ἀλλὰ καὶ διὰ τοῦ λόγου τὰ ἀνδραγαθήματα καὶ πάντα τὰ κατορθώματα κατωρθῶσθαι τοῖς μακαρίοις νοεῖν ἀναγκαῖον), οὐκέτι δὲ καὶ τὰ ἁμαρτήματα καὶ τὰ ἀποπτώματα.

  92. 2.93.1

    ἐξειλήφασιν οὖν τινες τῷ ἀνυπόστατον εἶναι τὴν κακίαν οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα ἔσται) ταῦτ᾿ εἶναι τὰ Μηδέν‘· καὶ ὥσπερ Ἑλλήνων τινές φασιν, εἶναι τῶν »Οὔ τινων« τὰ γένη καὶ τὰ εἴδη, οἷον τὸ ζῷον καὶ τὸν ἄνθρωπον, οὕτως ὐπέλαβον »Οὑδὲν« τυγχάνειν Πᾶν τὸ οὐχ ὑπὸ θεοῦ οὐδὲ διὰ τοῦ λόγου τὴν δοκοῦσαν σύστασιν εἰληφός.

  93. 2.94.1

    καὶ ἐφιστῶμεν, εἰ δυνατὸν ἀπὸ τῶν γραφῶν πληκτικώτατα ταῦτα π.αραστῆσαι. ὅσον τοίνυν ἐπὶ τοῖς σημαινομένοις τοῦ »Οὐδὲν« καὶ τοῦ »Οὐκ ὄν«, δόξει εἶναι συνωνυμία, τοῦ »Οὐκ ὄντος« »Οὐδενὸς« ἂν λεγομένου, καὶ τοῦ »Οὐδενὸς« »Οὐκ ὄντος( φαίνεται δὴ ὁ ἀπόστολος τὰ »Οὐκ ὄντα« οὐχὶ ἐπὶ τῶν μηδαμῆ μηδαμῶς ὄντων ὀνομάζων ἀλλ᾿ ἐπὶ τῶν μοχθηρῶν. <Μὴ ὄντα« νομίζων τὰ πονηρά· »Τὰ μὴ ὄντα , γάρ φησιν, ὁ θεὸς ὡς ὄντα ἐκάλεσεν.«

  94. 2.95.1

    ἀλλὰ καὶ ὁ Μαρδοχαῖος ἐν τῇ κατὰ τοὺς Ἑβδομήκοντα Ἐσθὴρ μὴ ὄντας τοὺς ἐχθροὺς τοῦ Ἰσραὴλ καλεῖ, λέγων· »Μὴ παραδῷς τὸ σκῆπτρόν σου, κύριε, τοῖς μὴ οὖσιν.« καὶ ἔστι προσαγαγεῖν πῶς διὰ τὴν κακίαν »Μὴ ὄντες‘ οἱ πονηροὶ προσαγορεύονται ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ ὀνόματος ἀναγραφομένου τοῦ θεοῦ· »Εἶπε γὰρ κύριος πρὸς Μωϋσῆν·

  95. 2.96.1

    Ὁ ὢν τοῦτό μοί ἐστιν τὸ ὄνομα.‘ καθ’ ἡμᾶς δὲ τοὺς εὐχομένους εἶναι ἀπὸ τῆς τῆς ἐκκλησίας ὁ ἀγαθὸς θεὸς ταῦτά φησιν, ὃν δοξάζων ὁ σωτὴρ λέγει· »Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός, ὁ πατήρ( οὐκοῦν »ὁ ἀγαθὸς« τῷ »ὄντι« ὁ αὐτός ἐστιν. ἐναντίον δὲ τῷ ἀγαθῷ τὸ κακὸν ἢ τὸ πονηρόν, καὶ ἐναντίον τῷ »Ὄντι« τὸ »Οὐκ ὄν»· οἱς ἀκολουθεῖ ὅτι τὸ πονηρὸν καὶ τὸ κακὸν Οὐκ ὄν.

  96. 2.97.1

    καὶ τοῦτο τοῦτο ἔσηνε τοὺς εἰπόντας τὸν διάβολον μὴ εἶναι θεοῦ δημιούρημα· καθ’ ὃ γὰρ διάβολός ἐστιν οὐκ ἔστι θεοῦ δημιούργημα, ᾧ δὲ συμβέβηκε διαβόλῳ εἶναι, γενητὸς ὤν, οὐδενὸς κτιστοῦ ὄντος παρὲξ τοῦ θεοῦ ἡμῶν. θεοῦ ἐστι κτίσμα· ὡς εἰ ἐφάσκομεν κοὶ τὸν φονέα μὴ εἶναι θεοῦ σημιούργημα, οὐκ ἀναιροῦντες τὸ ᾗ ἄνθρωπός ἐστι πεποιῆσθαι αὐτὸν ὑπὸ θεοῦ.

  97. 2.98.1

    τιθέντες γὰρ τὸ ᾑ ἄνθρωπος τυγχάνει ἀπὸ θεοῦ αὐτὸν τὸ εἶναι εἰληφέναι καὶ ἡμεῖς οὐ τίθεμεν τὸ ᾑ φονεύς ἐστιν ἀπὸ θεοῦ τοῦτ᾿ αὐτὸν εἰληφέναι. πάντες μὲν οὖν οἱ μετέχοντες τοῦ »Ὄντος« — μετέχουσι δὲ οἱ ἅγιοι —, εὐλόγως ἂν »Ὄντες« χρηματίζοιεν· οἱ δὲ ἀποστραφέντες τὴν τοῦ »Ὄντος« μετοχήν, τῷ ἐστερῆσθαι τοῦ »Ὄντος« γεγόνασιν »Οὐκ ὄντες«.

  98. 2.99.1

    προείπομεν δὲ ὅτι συνωνυμία ἐστὶ τοῦ »Οὐκ ὄντος« καὶ τοῦ »Οὐδενός«, καὶ διὰ τοῦτο οἱ »Οὐκ ὄντες‘ »Οὐδέν« εἰσι, καὶ πᾶσα ἡ κακία »Οὐδέν« ἐστιν, ἐΠεὶ καὶ »Οὐκ ὂν» τυγχάνει, καὶ »Οὐδὲν« καλουμένη χωρὶς γεγένηται τοῦ λόγου, τοῖς »πᾶσιν« οὐ συγκαταριθμουμένη. ἡμεῖς μὲν οὖν κατὰ τὸ δυνατὸν παρεστήσαμεν τίνα τὰ διὰ τοῦ λόγου γεγενημένα πάντα καὶ τί τὸ χωρὶς αὐτοῦ γενόμενον μέν, ὄν Τε οὐδέποτε καὶ διὰ τοῦτο »Οὐδὲν« καλούμενον.

  99. 2.100.1

    Βιαίως δὲ οἶμαι καὶ χωρὶς μαρτυρίου τὸν Ούαλεντίνου λεγόμενον εἶναι γνώριμον Ἡρακλέωνα διηγούμενον τὸ »πάντα δι᾿ αὐτοῦ ἐγένετο« ἐξειληφέναι »πάντα« τὸν κόσμον καὶ τὰ ἐν αὐτῶ, ἐκκλείοντα τῶν πάντων, τὸ ὅσον ἐπὶ τῇ ὑποθέσει αὐτοῦ, τὰ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ διαφέροντα. φησὶ γάρ· Οὐ τὸν αἰῶνα ἢ τὰ ἐν τῷ αἰῶνι γεγονέναι διὰ τοῦ λόγου, ἅτινα οἴεται πρὸ τοῦ λόγου γεγονέναι. ἀναιδέστερον δὲ ἱστάμενος πρὸς τὸ »Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«, μὴ εὐλαβούμενος τὸ Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς »γένῃ«, προστίησι τῷ »Οὐδὲ ἕν« Τῶν ἐν τῷ κόσμῳ καὶ τῇ

  100. 2.101.1

    κτίοει. καὶ ἐπεὶ προφανῆ ἐστι τὰ ὑπ᾿ αὐτοῦ λεγόμενα σφόδρα βεβιασμένα καὶ παρὰ τὴν ἐνάργειαν ἀπαγγελλόμενα, εἰ τὰ νομιζόμενα αὐτῷ θεῖα ἐκκλείεται τῶν Πάντων, τὰ δέ, ὡς ἐκεῖνος οἴεται, παντελῶς φθειρόμενα κυρίως »Πάντα« καλεῖται, οὐκ ἐπιδιατριπτέον τῇ ἀνατροπῇ τῶν αὐτόθεν τὴν ἀτοπίαν ἐμφαινόντων· οἷον δὴ καὶ τὸ τῆς γραφῆς λεγούσης· »Χωρὶς αὐτοῦ »ἐγένετο οὐδὲ ἕν«· προστιθέντα αὐτὸν ἄνευ παραμυθίας τῆς ἀπὸ τῆς γραφῆς τὸ Τῶν ἐν τῷ κόσμῳ καὶ τῇ κτίσει· μηδὲ μετὰ πιθανότητος ἀποφαίνεσθαι, πιστεύεσθαι ἀξιοῦντα ὁμοίως Προφήταις ἢ ἀποστόλοις τοῖς μετ’ ἐΞουσίας καὶ ἀνυπευθύνως καταλείπουσι τοῖς καθ’ αὑτοὺς καὶ μεθ᾿ αὑτοὺς σωτήρια γράμματα.

← Previous · Next → — showing 301400 of 2,967

First Thousand Years of Greek. CTS URN tlg2042.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.