Commentarii in Evangelium Joannis
- 1.198.1
ὥσπερ οὖν εἰσί τινες ποιμαινόμενοι ὑπὸ Χριστοῦ διὰ τὸ σφῶν αὐτῶν, ὡς προειρήκαμεν, πρᾷον μὲν καὶ εὐσταθὲς ἀλογώτερον δέ, οὕτω καὶ βασιλευόμενοι κατὰ τὸ λογικώτερον τῇ θεοσεβείᾳ.
- 1.199.1
καὶ βασιλευομένων διαφοραί, ἤτοι μυστικώτερον καὶ ἀπορρητότερον καὶ θεοπρεπέστερον βασιλευομένων ἢ ὑποδεέστερον.
- 1.200.1
καὶ εἴποιμ’ ἂν τοὺς μὲν τεθεωρηκότας τὰ ἔξω σωμάτων, καλούμενα παρὰ τῷ Παύλῳ »ἀόρατα« καὶ »μὴ βλεπόμενα((, ἔζω παντὸς αἰσητοῦ λόγῳ γεγενημένους, βασιλευομένους μένους ὑπὸ τῆς προηγουμένης φύσεως τοῦ μονογενοῦς· τοὺς δὲ μέχρι τοῦ περὶ τῶν αἰσθητῶν λόγου ἐφθακότας καὶ διὰ τούτων δοξάζοντας τὸν πεποιηκότα καὶ αὐτοὺς ὑπὸ λόγου βασιλευομένους μένους ὑπὸ τοῦ χριστοῦ βασιλεύεσθαι. μηδεὶς δὲ προσ- κοπτέτω διακρινόντων ἡμῶν τὰς ἐν τῷ σωτῆρι ἐπινοίας, οἰόμενος καὶ τῇ οὐσίᾳ ταὐτὸν ἡμᾶς ποιεῖν.
- 1.201.1
Πάνυ δὲ καὶ τοῖς τυχοῦσιν σοφές, πῶς ἐστι διδάσκαλος καὶ σαφηνιστὴς τῶν εἰς εὐσέβειαν συντεινόντων Ι ὁ κύριος ἡμῶν καὶ κύριος δούλων τῶν ἐχόντων »πνεῦμα δουλείας εἰς φόβον‘. προ- κοπτόντων δὲ καὶ ἐπὶ τὴν σοφίαν σπευδόντων καὶ ταύτης ἀξιουμένων — ἐπεὶ »ὁ δοῦλος οὐκ οἶδε τί θέλει ὁ κύριος αὐτοῦ‘ — οὐ μένει κύριος, γινόμενος αὐτῶν »φίλος«.
- 1.202.1
καὶ αὐτὸς τοῦτο διδάσκει ὅπου μὲν ὅτε ἔτι δοῦλοι ὑπῆρχον οἱ ἀκροώμενοι φάσκων· »φωνεῖτέ με Ὁ διδἄσκαλος< καὶ Ὁ κύριος<, καὶ καλῶς »γάρ«· ὅπου δέ· »Οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε, «τί τὸ θέλημα τοῦ κυρίου αὐτοῦ· ἀλλὰ λέγω ὑμᾶς φίλους«, ὅτι διαμεμενήκατε »μετ’ ἐμοῦ ἐν πᾶσι τοῖς πειρασμοῖς μου«,
- 1.203.1
οἱ οὖν κατὰ φόβον βιοῦντες, ὃν ἀπαιτεῖ ἀπὸ τῶν οὐ καλῶν δούλων ὁ θεὸς ὡς ἀνέγνωμεν ἐν τῷ Μαλαχίᾳ· »Εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος »μου;«), δοῦλοι τυγχάνουσι κυρίου τοῦ σωτῆρος αὐτῶν καλουμένου.
- 1.204.1
ἀλλὰ διὰ τούτων πάντων οὐ σαφῶς ἡ εὐγένεια παρίσταται τοῦ υἱοῦ, ὅτε δὲ τὸ »Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε« λέγεται πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ, ᾡ ἀεί ἐστι τὸ »σήμερον«, — οὐκ ἔνι γὰρ ἐσπέρα Μοῦ, ἐγὼ δὲ ἡγοῦμαι, ὅτι οὐδὲ πρωία, ἀλλὰ ὁ συμπαρεκτείνων τῇ ἀγενήτῳ καὶ ἀϊδίῳ αὐτοῦ ζωῇ, ἵν οὕτως εἴπω, χρόνος ἡμέρα ἐστὶν αὐτῷ σήμερον, ἐν ᾑ γεγέννηται ο υἱός — , ἀρχῆς γενέσεως αὐτοῦ οὕτως οὐχ εὑρισκομένης ὡς οὐδὲ τῆς ἡμἐρας.
- 1.205.1
Προσθετέον τοῖς εἰρημένοις πῶς ἐστιν ὁ υἱὸς »ἀλη- »θινὴ ἄμπελος«. τοῦτο δὲ δῆλον ἔσται τοῖς συνιεῖσιν ἀξίως χάριτος προφητικῆς τὸ »Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου«.
- 1.206.1
εἰ γὰρ ἡ καρδία τὸ διανοητικόν ἐστι, τὸ δὲ εὐφραῖνον αὐτὸ ὁ ποτιμώτατός ἐστι λόγος, ἐξιστῶν ἀπὸ τῶν ἀνθρωπικῶν καὶ ἐνθουσιᾶν ποιῶν καὶ μεθύειν μέθην οὐκ ἀλόγιστον ἀλλὰ θείαν, ἣν οἴμαι καὶ Ἰωσὴφ τοὺς ἀδελφοὺς μεθύειν ποιεῖ, εὐλόγως ὁ τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου οἶνον φέρων »ἄμπελός« έστιν «ἀληθινή«· διὰ τοῦτο »ἀληθινή«, ἐπεὶ βότρυς ἔχει τὴν ἀλήθειαν καὶ κλήματα τοὺς μαθητάς, μιμητὰς αὐτοῦ καὶ αὐτοὺς καρποφοροῦντας τὴν ἀλήθειαν.
- 1.207.1
Ἐργον δὲ διαφορὰν παραστῆσαι ἄρτου καὶ ἀμπέλου ἐπεὶ οὐ μόνον »ἄμπελος« ἀλλὰ καὶ »ἄτος ζωῆς« εἶναί φησιν.
- 1.208.1
ὄρα δὲ μήποτε, ὥσπερ ὁ ἄρτος τρέφει καὶ ἰσχυροποιεῖ καὶ στηρίζειν λέγεται καρδίαν ἀνθρώπου, ὁ δὲ οἶνος ἥδει καὶ εὐφραίνει καὶ διαχεῖ, οὕτως τὰ μὲν ἠθικὰ μαθήματα, ζωὴν περιποιοῦντα τῷ μανθάνοντι καὶ πράττοντι, ἄρτος ἐστὶ τῆς ζωῆς οὐκ ἂν ταῦτα γεννήματα λέγοιτο τῆς ἀμπέλου), τὰ δὲ εὐφραίνοντα καὶ ἐνθουσιᾶν ποιοῦντα ἀπόρρητα καὶ μυστικὰ θεωρήματα, τοῖς κατατρυφῶσι τοῦ κυρίου ἐγγινόμενα καὶ οὐ μόνον τρέ- φεσθαι ἀλλὰ καὶ τρυφᾶν ποθοῦσιν, ἔστιν ἀπὸ τῆς »ἁληθινῆς ἀμπέλου« ἐρχόμενα, »οἶνος« καλούμενα.
- 1.209.1
Πρὸς τούτοις δὲ * * τῷ πῶς »πρῶτος ἔσχατος« ἐν τῇ Ἀποκαλύφει ἀναγέγραπται, ἕτερος κατὰ τὸ πρῶτος εἶναι τυγ- χάνων τοῦ ἄλφα καὶ τῆς ἀρχῆς, καὶ κατὰ τὸ ἔσχατός οὐχ ὁ αὐτὸς τῷ Ω καὶ τώ τέλει.
- 1.210.1
Ι ἡγοῦμαι τοίνυν τῶν λογικῶν ζῲων ἐν πολλοῖς εἴδεσι χαρακτηριζομένων, εἶναί πρῶτον αὐτῶν καὶ δεύτερον καὶ τρίτον καὶ τὰ καθεξῆς ἕως ἐσχάτου.
- 1.211.1
καὶ τὸ μὲν ἀκριβὲς εἰπεῖν τί πρῶτον καὶ ποῖον τὸ δεύτερον καὶ ἐπὶ τίνος ἀληθὲς τὸ τρίτον καὶ οὕτως μέχρι τοῦ τελευταίου φθάσαι οὐ πάνυ τι ἀνθρώπινον, ἀλλὰ ὑπὲρ τὴν ἡμετέραν ἐστὶ φύσιν. στῆναι δὲ καὶ περιλαλῆσαι τὰ εἰς τὸν τόπον ὡς οἷοί τέ ἐσμεν πειρασόμεθα.
- 1.212.1
Εἰσί τινες θεοὶ ὧν ὁ θεὸς θεός ἐστιν, ὡς αἱ προφητεῖαί φασιν· »Ἐξομολογεῖσθε τώ θεῷ τῶν θεῶν« καὶ »Θεὸς θεῶν ἐλάλησε κύριος, καὶ ἐκάλεσε τὴν γῆν«· θεὸς δὲ κατὰ τὸ εὐαγγέλιον »οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων ζῶντες ἄρα εἰσὶ καὶ οἱ θεοί, ὧν ὁ θεὸς θεός ἐστι.
- 1.213.1
καὶ ὁ ἀπόστολος δὲ γράφων ἐν τῇ πρὸς Κορινθίους· »Ὥσπερ εἰσὶ »θεοὶ πολλοὶ καὶ κύριοι πολλοί« κατὰ τὰ προφητικὰ τὸ τῶν θεῶν ἐξείληφεν ὄνομά ὡς τυγχανόντων.
- 1.214.1
εἰσὶ δὲ παρὰ τοὺς θεούς, ὧν ὁ θεὸς θεός έστιν, ἕτεροί τινες οἳ καλοῦνται »θρόνοι« καὶ ἄλλοι λεγόμενοι »ἀρχαί, κυριότητές τε καὶ ἐξουσία παρὰ τούτους ἄλλοι.
- 1.215.1
διὰ δὲ τὸ » Ὑπὲρ πᾶν ὄνομα ὀνομαζόμενον οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι« καὶ ἄλλα παρὰ ταῦτα οὐ πάνυ συνήθως ἡμῖν ὀνομαζόμενα δεῖ πιστεύειν εἶναι λογικά, ὧν ἓν τι γένος ἐκάλει Σαβαὶ > Ἑβραῖος, παρ’ ὃ ἐσχηματίσθαι τὸν Σαβαώθ, ἄρχοντα ἐκείνων τυγχάνοντα, οὐχ ἕτερον τοῦ θεοῦ. καὶ ἐπὶ πᾶσι θνητὸν λογικὸν ὁ ἄνθρωπος.
- 1.216.1
Ὁ τοίνυν τῶν ὅλων θεὸς πρῶτόν τι τῇ τιμῇ γένος λογικὸν πεποίηκεν, ὅπερ οἶμαι τοὺς καλουμένους θεούς, καὶ δεύτερον ἐπὶ τοῦ παρόντος καλείσθωσαν »θρόνοι«, καὶ τρίτον χωρὶς διαστάσεως »ἀρχαί« οὕτω δὲ τῷ λογικῷ καταβατέον ἐπὶ ἔσχατον λογικόν, τάχα οὐκ ἄλλο τι τοῦ ἀνθρώπου τυγχάνον.
- 1.217.1
ὀ τοίνυν σωτὴρ θειότερον πολλῷ ἢ Παῦλος γέγονε »τοῖς πᾶσι πάντα«, ἵνα »πάντα« ἢ »κερδήσῃ« ἢ τε- λειώσῃ, καὶ σαφῶς γέγονεν ἀνθρώποις ἄνθρωπος καὶ ἀγγέλοις ἄγγελος.
- 1.218.1
καὶ περὶ μὲν τοῦ ἄνθρωπον αὐτὸν γεγονέναι οὐδεὶς τῶν πεπι- στευκότων διστάξι· περὶ δὲ τοῦ ἄγγελον πειθώμεθα τηροῦντες τῶν ἀγγέλων ἐπιφανείας καὶ λόγους, ὅτε τῆς τῶν ἀγγέλων ἐξουσίας φαίνεται ἔν τισι τόποις τῆς γραφῆς ἀγγέλων λεγόντων, ὥσπερ ἐπὶ τοῦ »Ὤφθη ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς βάτου. καὶ εἶπεν· »θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ«. ἀλλὰ καὶ ὁ Ἡσαΐας φησί· » Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος.«
- 1.219.1
Πρῶτος οὖν καὶ ἔσχατος ὁ σωτήρ, οὐχ ὅτι οὐ τὰ μεταξύ, ἀλλὰ τῶν ἄκρων, ἵνα δηλωθῇ, ὅτι »τὰ πάντα« γέγονεν αὐτός. ἐπίστησον δὲ πότερον ἄνθρωπός ἐστι τὸ »ἔσχατον« ἢ τὰ καλούμενα καταχθόνια, ὧν εἰσι καὶ οἱ δαίμονες, ἤτοι πάντες ἤ τινες.
- 1.220.1
ζητητέον τὰ εἰς ἅ καὶ αὐτὰ γενόμενος ὁ σωτὴρ διὰ τοῦ προφήτου Δαβίδ φησι· »Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος«, ὥσπερ πλέον ἔχων παρὰ ἀνθρώπους κατὰ τὴν ἐκ παρθένου γένεσιν καὶ κατà τὸν λοιπὸν ἐν παραδόξοις βίον, οὕτως ἐν νεκροῖς κατὰ τὸ μόνος ἐκεῖ εἶναι ἐλεύθερος· οὐκ ἐγκαταλέλειπται ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾄδην. οὕτως μὲν οὑν »πρῶτος καὶ ἔσχατος«.
- 1.221.1
Εἰ δέ ἐστι γράμματα θεοῦ, ὥσπερ ἔστιν, ἅπερ ἀναγινώσκοντες οἱ ἅγιοί φασιν ἀνεγνωκέναι τὰ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ, τὰ στοιχεῖα ἐκεῖνα, ἴνα δι᾿ αὐτῶν τὰ οὐράνια ἀναγνωσθῇ, αἱ ἔννοιαι τυγχάνουσιν κατακερματιζόμεναι εἰς ἄλφα καὶ τὰ ἑξῆς μέχρι τοῦ Ω, τοῦ υἰοῦ τοῦ θεοῦ.
- 1.222.1
πάλιν δὲ ἀρχὴ καὶ τέλος ό αὐτός, ἀλλ’ οὐ κατὰ τὰς ἐπινοίας ὁ αὐτός. ἀρχὴ γάρ, ὡς ἐν ταῖς παροιμίαις μεμαθήκαμεν, καθ᾿ ὅ σοφία τυγχάνει, ἐστί· γέγραπται γοῦν· »Ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ »εἰς ἔργα αὐτοῦ«· καθ’ ὅ δὲ λόγος ἐστίν, οὐκ ἔστιν ἀρχή· »Ἐν ἀρχῇ
- 1.223.1
»γὰρ ἦν ὁ λόγος.« οὐκοῦν αἱ ἐπίνοιαι αὐτοῦ ἔχουσιν ἀρχὴν καὶ δεύτερόν τι παρὰ τὴν ἀρχὴν καὶ τρίτον καὶ οὕτως μέχρι τέλους· ὡσεὶ ἔλεγεν ἀρχή εἰμι καθ’ ὅ σοφία , δεύτερον δέ, εἰ οὕτω τύχοι, καθ᾿ ὃ ἀόρατός , καὶ τρίτον καθ᾿ ὅ , ἐπεὶ »ὃ γέγονεν ἐν αὐτῷ »ζωὴ ἦν«. ἦν«.
- 1.224.1
καὶ εἴ τις ἱκανὸς βασανίζων τὸν νοῦν τῶν γραφῶν ὁρᾶν, τάχα εὑρήσει πολλὰ τῆς τάξεως καὶ τὸ τέλος· οὐκ οἶμαι γὰρ ὅτι πάντα. σαφέστερον δ’ ἡ ἀρχὴ καὶ > τέλος δοκεῖ κατὰ τὴν συνήθειαν ὡς ἐπὶ ἡνωμένου λέγεσθαι, οἷον ἀρχὴ οἱκίας ὁ θεμέλιος καὶ τέλος ἡ στεφάνη.
- 1.225.1
καὶ ἐφαρμοστέον γε διὰ τὸ »ἀκρογωνιαῖον« εἰναι »λίθον« τὸν χριστὸν τῷ ἡνωμένῳ παντὶ σώματι τῶν σωζομένων τὸ παράδειγμα τὸ »Πάντα« γὰρ καὶ »ἐν πᾶσι« Χριστὸς ὁ μονογενής, ὡς μὲν ἀρχὴ ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, ὡς δὲ τέλος ἐν τῷ τελευταίῳ τῶν ἁγίων δηλονότι τυγχάνων καὶ ἐν τοῖς μεταξύ, ἢ ὡς μὲν ἀρχὴ ἐν Ἀδάμ, ὡς δὲ τέλος ἐν τῇ ἐπιδημίᾳ, κατὰ τὸ εἰρημένον· »Ὀ ἔσχατος δ »Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν«. πλὴν τοῦτο τὸ ῥητὸν ἐφαρμόσει τῇ
- 1.226.1
ἀποδόσει τοῦ »πρῶτος καὶ ἔσχατος« τηρήσαντες μέντοι τὰ εἰρημένα περὶ »πρώτον καὶ ἐσχάτου« καὶ περὶ »ἀρχς καὶ τέλους«, ὅπου μὲν εἰς εἴδη λογικῶν ἀνηνέγκαμεν, ὅπου δὲ εἰς διαφόρους ἐπινοὶας νοίας τοῦ υἱοῦ τοῦ θεοῦ τὸν λόγον, καὶ ἔχομεν τὴν διαφορὰν »πρώτου« καὶ »ἀρχῆς«, καὶ »ἐσχάτου« καὶ »τέλους«, ἔτι δὲ καὶ τοῦ »Α« καὶ τοῦ »Ω«.
- 1.227.1
οὐκ ἄδηλον οὐόὲ τὸ »ζῶν« καὶ »νεκρός«, καὶ μετὰ τὸ νεκρὸς ζῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἐπεὶ γὰρ οὐκ ὠφελήμεθα ἀπὸ τῆς προηγουμένης ζωῆς αὐτοῦ γενόμενοι ἐν ἁμαρτίᾳ, κατέβη ἐπὶ τὴν νεκρότητα ἡμῶν, ἵνα ἀποθανόντος αὐτοῦ τῇ ἀμαρτίᾳ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, τὴν μετὰ τὴν ωεκρότητα ζωὴν αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἐν τάξει χωρῆσαι οἱ γὰρ τὴν νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε ἐν τῷ σώματι περιφέροντες καὶ τὴν ζωὴν τοῦ Ἰησοῦ ἕξουσιν ἐν τοῖς σώμασιν αὐτῶν φανερουμένην.
- 1.228.1
ΧΧΧΙΙ. Καὶ ταῦτα μὲν ἀπὸ τῶν τῆς καινῆς διαθήκης βιβλίων ἐλέγετο ὑπ᾿ αὐτοῦ περὶ ἐαυτοῦ. ἐν δὲ τῷ Ἡσαΐᾳ ἔφασκεν ὑπὸ τοῦ πατρὸς τεθεῖσθαι αὐτ·οῦ »τὸ στόμα ὡς μάχαιραν ὀξεῖαν« καὶ κεκρύφθαι ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ«, βέλει ἐκλεκτῷ ὡμοιωμένος »καὶ ἐν τῇ φαρέτρᾳ« τοῦ πατρὸς κεκρυμμένος, »δοῦλος« τοῦ θεοῦ τῶν ὅλων ὑπ᾿ αὐτοῦ καλούμενος καὶ »Ἰσραὴλ« καὶ »φῶς ἐθνῶν« μάχαιρα μὲν οὖν ὀξεῖά ἐστι τὸ στόμα τοῦ υἱοῦ τοῦ θεοῦ,
- 1.229.1
ἐπεὶ »ζῶν τυγχάνει ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ »πᾶσαν μάχαιραν δίστομον καὶ διἱκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ »πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ »ἐννοιῶν καρδίας«· ἄλλως τε καὶ ἐλθὼν οὐκ εἰρήνην ἐπὶ τὴν γῆν. τοῦτ᾿ ἔστιν ἐπὶ τὰ σωματικὰ καὶ αἰσθητά, βαλεῖν ἀλλὰ μάχαιραν, καὶ διακόπτων τήν, ἕν οὕτως ἐπιβλαβῆ ἐπιβλαβῆ φιλίαν ψυχῆς καὶ σώματος, ἕν ἡ ψυχὴ ἐπιδιδοῦσα αὑτὴν τῷ στρατευομένῳ κατὰ τῆς σαρκὸς πνεύματι φιλιωθῇ τῷ θεῷ, μάχαιραν ἢ ὡς μάχαιραν ὀζεῖαν κατὰ τὸν προφητικὸν λόγον ἔσχε τὸ στόμα· ἀλλὰ καὶ βλέπων τοσούτους τετρωμένους τῇ θείᾳ ἀγἀπῃ ὁμοίως τῇ ὁμολογούσῃ τοῦτο πεπονθέναι ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων διὰ τοῦ »Ὅτι τετρωμένη ἀγάπης »ἐγώ« τὸ τρῶσαν βέλος τὰς τῶν τοσούτων εἰς ἀγάπην θεοῦ ψυχὰς οὐκ ὄλλο τι εὑρήσει ἢ τὸν εἰπόντα· »Εθηκέ με ὡς βέλος ἐκλεκτόν.«
- 1.230.1
ἔτι δὲ πᾶς ὁ συνιεὶς πῶς τοῖς μαθητευομένοιο ὁ Ἰησοῦς γεγένηται οὐχ ὡς ὁ ἀνακείμενος ἀλλ᾿ ὡς ὁ διακονῶν, μορφὴν δούλου ὁ τοῦ θεοῦ ὑπὲρ ἐλευθερίας τῶν δουλευσάντων τῇ ἁμαρτίᾳ λαβών. οὐκ ἀγνοήσει τίνα τρόπον ὁ πατήρ φησι πρὸς αὐτὸν τὸ »Δοῦλός μου »εἶ σύ« καὶ μετ᾿ ὀλίγα· »Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παίδά »μου.«
- 1.231.1
τολμητέον γὰρ εἰπεῖν πλείονα καὶ θειοτέραν καὶ ἀληθῶς καὶ᾿ εἰκόνα τοῦ πατρὸς τὴν ἀγαθότητα φαίνεσθαι τοῦ χριστοῦ, ὅτε »ἑαυτόν ἐταπείνωσε γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ »σταυροῦ«, ἢ εἰ »ἁγπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ«, καὶ μὴ βου- ληθεὶς ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ γενέσθαι δοῦλος.
- 1.232.1
διὰ τοῦτο διδάξαιἡμᾶς βουλόμενος μέγα δῶρον δἰληφέναι ἀπὸ τοῦ πατρὸς τὸ οὕτως δεδουλευκέναι φησί· »Καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς. καὶ »εἶπέ μοι >Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παίδά μου<.« μὴ γενόμενος γὰρ δοῦλος οὐκ ἂν ἔστησε »τὰς φυλὰς τοῦ Ἰακὼβ« οὐδὲ »τὴν »διασπορὰν τοῦ Ἰσραὴλ« ἐπέστρεψεν, ἀλλ᾿ οὐδὲ γεγόνει ἂν εἰς »φῶς »ἐθνῶν«, τοῦ »εἶτὸν εἰς σωτηρίαν ἕως ἐσχότου τῆς γῆς.«
- 1.233.1
καὶ μέτριόν γε τὸ δοῦλον αὐτὸν γενέσθαι, εἰ καὶ μέγα ὑπὸ τοῦ πατρὸς εἶναι τοῦτο λέγεται, συγκρίσει ἀρνίου ἀκάκου καὶ ἀμνοῦ. ὡς γὰρ ἀρνίον ἄκακον γεγένηται ἀγόμενον τοῦ θύεσθαι ὁ ἀμνὸς τοῦ θεοῦ, ἵνα ἄρῃ »τὴν ἁμαρτίαν τοῦ κόσμου«, ὁ πᾶσι τοῦ λόγου χορηγός, ὁμοιωθεὶς ἀμνὼ »ἐνώπιον τοῦ κείροντος« ἀφώνῳ, ὅπως τῷ θανάτῳ αὐτοῦ ἡμεῖς πάντες καθαρθῶμεν, ἀναδιδομένῳ τρόπον φαρμάκου ἐπὶ τὰς ἀντικειμένας ἐνεργείας καὶ τὴν τῶν βουλομένων ἀναδέξασθαι τὴν ἀληθειαν ἁμαρτίαν· ἀτονῆσαι γὰρ ὁ θάνατος τοῦ χριστοῦ τὰς πολεμούσας τῷ τῶν ἀνθρώπων γένει πεποίηκε δυνάμεις, καὶ † ἐξελεύσεσθαι τὴν ἐν ἑκάστῳ τῶν πιστευόντων ζωὴν τῇ ἁμαρτίᾳ ἀφάτῳ δυνάμει.
- 1.234.1
ἐπεὶ δὲ ἕως πᾶς ἐχθρὸς αὐτοῦ καταργηθῇ καὶ τελευταῖός γε ὁ θάνα- τος, αἵρει τὴν ἁμαρτίαν, ἵνα ὁ πᾶς γένηται χωρὶς ἁμαρτίας κόσμος, διὰ τοῦτο ὁ Ἰωάννης δεικνὺς αὐτόν φησιν· »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ »ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«· οὐχὶ ὁ μέλλων μὲν αἴρειν οὐχὶ δὲ καὶ αἴρων ἤδη, καὶ οὐχὶ ὁ ἄρας μὲν οὐχὶ δὲ καὶ αἴρων ἔτι·
- 1.235.1
τὸ γὰρ αἴρειν ἐνεργεῖ ἐπὶ ἑνὸς ἑκάστου τῶν ἐν τῷ κόσμῳ, ἕως ἀπὸ παντὸς τοῦ κόσμου ἀφαιρεθῇ ἡ ἁμαρτία καὶ παραδῷ ἕτοιμον βασιλείαν τῷ πατρὶ ὁ σωτήρ, τῷ μὴ εἷναι μηδὲ τὴν τυχοῦσαν ἁμαρτίαν χωροῦσαν τὸ ὑπὸ πατρὸς βασιλεύεσθαι καὶ πάλιν ἐπιδεχομένην τὰ πάντα τοῦ θεοῦ ἐν ὅλῃ ἑαυτῇ καὶ πάσῃ, ὅτε πληροῦται τὸ »Ἴνα »γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.«
- 1.236.1
ἀλλà καὶ >ἀνὴρ< ρ< πρὸς τούτοις λέγεται ὀπίσω Ἰωάννου ἐρχόμενος, ἔμπροσθεν αὐτοῦ γεγενημένος καὶ πρὸ αὐτοῦ ὤν, ἕνα διδαχθῶμεν καὶ τὸν ἄνθρωπον τοῦ υἱοῦ τοῦ θεοῦ τὸν τῇ θεότητι αὐτοῦ ἀνακεκραμένον πρεσβύτερον εἶναι τῆς ἐκ Μαρίας γενέσεως, ὅντινα ἄνθρωπόν φησιν ὁ βαπτιστὴς ὄτι »οὐκ »ᾔδει.«
- 1.237.1
πῶς δὲ οὐκ ᾔδει ὁ σκιρτήσας ἐν ἀγαλλιάσει ἔτι βρέφος τυγχάνων ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ, ὅτε »ἐγένετο ἡ φωνὴ τοῦ ἀσπα- »σμοῦ« τῆς Μαρίας »εἰς τὰ ὦτα« τῆς Ζαχαρίου γυναικός;
- 1.238.1
ἐπιστησον οῡν, εἰ δύναται τὸ »οὐκ ᾔδειν« κατὰ τὰ πρὸ σώματος λέγειν· εἰ δὲ καὶ οὐκ ᾔδει μὲν αὐτὸν πρὸ τοῦ τότε] ἥκειν εἰς σῶμα, σῶμα, δὲ ἔτι ὄντα ἐν τῇ κοιλίᾳ τῆς μητρός, τάχα μανθάνει τι περὶ αὐτοῦ αὐτοῦ παρ’ ὅ ἐγίνωσκεν, ὅτι ἑφ᾿ ὅν ἂν τὸ πνεῦμα καταβὰν ἐπ᾿ μείνῃ αὐτόν, ἐστιν ἐστιν ό βαπτίζων έν πνεύματι ἁγίῳ καὶ πυρί.«
- 1.239.1
καὶ γὰρ εἰ ᾔδει αὐτὸν ἔτι ἐκ κοιλίας μητρός, οὔτι γε ἐγίνωσκε πάντα τὰ περὶ αὐτοπῦ τάχα δὲ καὶ ἡγνόει, ὅτι »οὑτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι Οὑδὲω καὶ ὅτε ὅτε τεθέαται »τὸ πνεῦμα καταβαῖνον καὶ μένον »ἐπ᾿ πλὴν πυρίς »ἄνδρα« αὐτὸν τυγχάνοντα καὶ πρῶτον οὐκ ᾔδει ὁ Ἰωάννης.
- 1.240.1
Οὐδὲν δε τῶν προειρημένων ὀνομάτων τὴν περὶ ἡμῶν πρὸς τὸν πατέρα προστασίαν αὐτοῦ δηλοῖ παρακαλοῦντος ὑπὲρ τῆς ἀνθρώπων φύσεως καὶ ἱλασκομένου, ὡς »ὁ παράκλητος« καὶ > ἱλασμὸς« καὶ »τὸ ἱλαστήριον«· ὁ μὲν παράκλητος« ἐν τῇ Ἰωάννου λεγόμενος ἐπιστολῇ· »Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον »ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ οὑτος ἱλασμός »ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν«· καὶ »ὁ ἱλασμὸς« ἐν τῇ αὐτῇ ἐπιστολῇ λεγόμενος »ἱλασμὸς« εἶναι »περὶ τῶν ἁμαρτιῶν ἡμῶν«, ὁμοίως δὲ καὶ ἐν τῇ πρὸς Ῥωμαίους »ἱλαστήριον«· »Ὅν προέθετο »ὁ θεὸς ἱλαστήριον διὰ πίστεως«· οὑ ἱλαστηρίου εἰς τὰ ἐσώτατα καὶ ἁγίων τῶν σκιά σκιά τις ἐτύγχανεν τὸ χρυσοῦν ἱλαστήριον, ἐπικείμενον τοῖς δυσὶ Χερουβείμ.
- 1.241.1
πῶς ό ἂν παράκλητος καὶ ἱλασμὸς καὶ ἱλαστήριον χωρὶς δυν;αμεως θεοῦ ἐξαφανιζούσης ἡμῶν τὴν ἀσθένειαν γενέσθαι οἷός τε ἦν, ἐπιρρεούσης ταῖς τῶν πιστευόντων ψυχαῖς, ὑπὸ Ἰησοῦ διακονουμένης, ἡς πρῶτός ἐστιν, αὐτοδύναμις θεοῦ, δι ὅν εἴποι τις ἄν· »Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοπῦ«;
- 1.242.1
διότπερ Σίμωνα μὲν τὸν μάγον αὑτὸν ἀναγορεύοντα »δύναμιν θεοῦ »τὴν καλουμένην μεγάλην«, ἴσμεν ἄμα τῷ ἀργυρίῳ αὐτοῦ εἰς καὶ ἀπώλειαν κεχωρηκέναι· Χριστὸν δὲ ὁμολογοῦντες ἀληθῶς εἶναι »δύναμιν θεοῦ«, πάντα τὰ ὅπου ποτὲ δυναμούμενα μετέχειν αὐτοῦ. καθ’ ὅ »δύναμίς« ἐστι, πεπιστεύκαμεν.
- 1.243.1
Μὴ παρασιωπηθήτω δ’ ἡμῖν μηδὲ »θεοῦ σοφία« εὐλόγως τυγχάνων καὶ διὰ τοῦτο τοῦτ᾿ εἶναι λεγόμενος. οὐ γὰρ ἐν ψιλαῖς φαντασίαις τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων τὴν ὑπόστασιν ἔχει ἡ σοφία αὐτοῦ κατὰ τὰ ἀνὰ λόγον τοῖς ἀνθρωπίνοις ἐννοήμασι φαντάσματα.
- 1.244.1
εἰ δέ τις οἷός τέ ἐστιν ἀσώματον ὑπόστασιν ποικίλων θεωρημάτων περιεχόντων τοὺς τῶν ὅλων λόγους ζῶσαν καὶ οἱονεὶ ἔμψυχον ἐπινοεῖν, εἴσεται τὴν ὑπὲρ πᾶσαν κτίσιν σοφίαν τοῦ θεοῦ καλῶς περὶ αὑτῆς λέγουσαν· »Ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ »εἰς ἔργα αὐτοῦ.« δι’ ἣν κτίσιν δεδύνηται καὶ πᾶσα κτίσις οὐκ ἀνένδοχος οὖσα θείας σοφίας, καθ’ ἣν γεγένηται· Πάντα γὰρ κατὰ τὸν προφήτην Δαβίδ ἐν σοφίᾳ ἐποίησεν ὁ θεός.
- 1.245.1
ἀλλὰ πολλὰ μὲν μετοχῇ σοφίας γεγένηται, οὐκ ἀντιλαμβανόμενα αὐτῆς, ᾐ ἔκτισται, σφόδρα δὲ ὁλίγα οὐ μόνον τὴν περὶ αὑτῶν καταλαμβάνει σοφίαν ἀλλὰ καὶ περὶ πολλῶν ἑτέρων, Χριστοῦ τῆς πάσης τυγχάνοντος δοφίας.
- 1.246.1
ἕκαστος δὲ τῶν σοφῶν καθ᾿ ὅσον χωρεῖ σοφίας, τοσοῦτον μετέχει Χριστοῦ, καθ’ ὅ σοφία ἐστίν· ὥσπερ ἕκαστος τῶν δύναμιν ἐχόντων κρείττονα ὅσον εἴληχε τῆς δυνάμεως, τοσοῦτον Χριστοῦ, καθ᾿ ὅ δύναμίς ἐστι, κεκοινώνηκεν.
- 1.247.1
Τὸ παραπλήσιον δὲ καὶ περὶ ὁγιασμοῦ καὶ ἀπολυτρώσεως νοητέον· αὐτὸ μὲν γὰρ ἁγιασμός, ὅθεν οἱ ἅγιοι ἁγιάζονται, ἡμῖν ὁ Ἰησοῦς γεγένηται καὶ ἀπολύτρωσις· ἕκαστος δὲ ἡμῶν ἐκείνῳ τῷ ἁγιασμῷ ἁγιάζεται καὶ κατ᾿ ἐκείνην τὴν ἀπολύτρωσιν ἀπολυτροῦται.
- 1.248.1
ἐπίστησον δὲ εἰ μὴ μάτην τὸ »ἡμῖν« παρὰ τῷ ἀποστόλῳ προσκαλεῖται λέγοντι· »Ὅς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ »ἀγιασμὸς καὶ ἀπολύτρωσις«· καὶ εἰ μὴ έν ἄλλοις περὶ τοῦ χριστοῦ, καθ’ ὅ »σοφία« ἐστίν, ἀπολελυμένως ἐλέγετο καὶ καθ᾿ ὅ »δύναμις«, ὅτι »Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ σοφίας, κἄν ὑπενοήσαμεν μὴ καθάπαξ αὐτὸν εἶναι »σοφίαν« μηδὲ »δύναμιν θεοῦ«, ἀλλὰ »ἡμῖν«· νῦν δὲ ἐπὶ μὲν τῆς »σοφίας« καὶ »δυνάμεως« πρὸς τῷ »ἡμῖν« καὶ τὸ ἀπόλυτον ἀναγέγραπται, ἐπὶ δὲ τοῦ »ἁγιασμοῦ« καὶ τῆς »ἀπολυτρώ- »σεως« ἡ αὐτὴ ἀπόφασις οὐκ εἴρηται.
- 1.249.1
διόπερ ὅρα, ἔπεὶ »ὁ ἁγιάζων »καὶ οἱ ἁγιαόμενοι ἐξ ἑνὸς πάντες«, εἰ αὐτοῦ τοῦ ἡμετέρου ἁγιασμοῦ »ἁγιασμός« ἐστιν ὁ πατήρ, ὥσπερ Χριστοῦ ὄντος ἡμετέρας κεφαλῆς ὁ πατὴρ αὐτοῦ ἐστι κεφαλή.
- 1.250.1
ἀπολύτρωσις δὲ ἡμῶν ὁ χριστὸς τῶν διὰ τὸ ᾐχμαλωτεῦσθαι ἀπολυτρώσεως δεδεημένων· αὐτοῦ δὲ τὴν ἀπολύτρωσιν οὐ ζητῶ τοῦ πεπειραμένου κατὰ πάντα καθ᾿ ὁμοιότητα »χωρὶς ἁμαρτίας« καὶ μηδέποτε ὑπὸ τῶν ἐχθρῶν εἰς αἰχμαλωσίαν κεκρατημένου.
- 1.251.1
ἅπαξ δὲ διασταλέντων τοῦ ημῖν καὶ τοῦ ἁπλῶς, ἡμῖν μὲν καὶ οὐχ ἁπλῶς τοῦ »ἁγιασμοῦ« καὶ τῆς »ἀπολυτρώσεως«, καὶ ἡμῖν δὲ καὶ ἁπλῶς τῆς »σοφίας« καὶ τῆς »δυνάμεως«, οὐκ ἀνεξέταστον ἐατέον τὸν περὶ τῆς δικαιοσύνης λόγον. καὶ ὅτι μὲν »ἡμῖν« δικαιοσύνη ὁ χριστὸς δῆλον ἐκ τοῦ »Ὅς ἐγενήθη σοφία ἡμῖν »ἀπὸ θεοῦ,
- 1.252.1
δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.‘ ἐὰν δὲ μὴ εὑρίσκωμεν ἁπλῶς αὐτὸν »δικαιοσύνην«, ὥσπερ ἁπλῶς »σοφίαν« καὶ »δύναμιν θεοῦ«, βασανιστέον εἰ καὶ αὐτῷ τῷ χριστῷ ὥσπερ »ἁγιασμὸς« ὁ πατήρ, οὕτω καὶ »δικαιοσύνη« ὁ πατήρ· καὶ γὰρ οὐκ ἀδικία παρὰ τῷ θεῷ, καὶ δίκαιος καὶ ὅσιος κύριος καὶ ἐν δικαιοσύνῃ τὰ κρίματα αὐτοῦ· δικαιος δὲ ὥν δικαίως τὰ πάντα διέπει.
- 1.253.1
Τὸ δὲ σῆναν τοὺς ἀπὸ τῶν αἱρέσεων εἰς τὸ ἕτερον εἰπεῖν τὸν δίκαιον τοῦ ἀγαθοῦ, μὴ τρανωθὲν δὲ παρ’ αὐτοῖς, οἰηθεῖσι δίκαιον — μὲν εἶναι τὸν δημιουργόν, ἀγαθὸν δὲ τὸν τοῦ χριστοῦ πατέρα, οἶμαι μετ᾿ ἐξετάσεως ἀκριβῶς βασανισθὲν δύνασθαι λέγεσθαι ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ· τοῦ μὲν υἱοῦ τυγχάνοντος δικαιοσύνης, ὃς ἔλαβεν ἐξουσίαν κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστὶ καὶ κρινεῖ τὴν οἱκουμένην ἐν δικαιοσύνῃ· τοῦ δὲ πατρὸς τοὺς ἐν τῇ δικαιοσύνῃ τοῦ υἱοῦ παιδευθέντας μετὰ τὴν Χριστοῦ βασιλείαν εὐεργετοῦντος, τὴν »ἀγαθὸς« προσηγορίαν ἔργοις δείξοντος, ὅταν γένηται ὁ θεὸς τὰ πάντα ἐν »πᾶσιν.«
- 1.254.1
καὶ τάχα τῇ αὑτοῦ δικαιοσύνῃ ὁ σωτὴρ εὐτρεπίζει τὰ πάντα καιροῖς ἐπιτηδείοις καὶ λόγῳ καὶ τάξει καὶ κολάσεσι καὶ τοῖς, ἵν οὕτως εἵπω, πνευματικοῖς αὐτοῦ ἰατρικοῖς βοηθήμασι πρὸς τὸ χωρῆσαι ἐπὶ τέλει τὴν ἀγαθότητα τοῦ πατρός· ἥντινα νοήσας πρὸς τὸν μονογενῆ λέγοντα »Διδάσκαλε ἀγαθέ« φησί· »Τί με λέγεις ἀγαθόν;
- 1.255.1
»οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός, ὁ πατήρ.« τὸ δ᾿ ὅμοιον έν ἑτέροις ἐδείξαμεν καὶ ἐπὶ τοῦ μείζονά τινα εἶναι τοῦ δημιουργοῦ, δημιουργὸν μὲν ἐκλαβόντες τὸν χριστόν, μείζονα δὲ τούτου τὸν πατέρα· αὐτὸς δὴ ὁ τὰ τοσαῦτα τυγχάνων, »ὁ παράκλητος«, »ὁ ἱλασμός«, »τὸ ἱλα- »στήριον«, συμπαθήσας »ταῖς ἀσθενείαις ἡμῶν« τῷ πεπειρᾶσθαι »κατὰ πάντα« τὰ ἀνθρώπινα »καθ᾿ ὁμοιότητα χωρὶς ἁμαρτίας«, »μέγας« ἐστὶν »ἀρχιερεύς«, οὐχ ὑπὲρ ἀνθρώπων μόνων ἀλλὰ καὶ παντὸς λογικοῦ τὴν ὅπαξ θυσίαν προσενεχθεῖσαν ἑαυτὸν ἀνενεγκών· »χωρὶς γὰρ θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο Ι θανάτου«, ὅπερ ἴν τισι κεῖται τῆς πρὸς Ἑβραίους ἀντιγράφοις »χάριτι ιεπ]θ«.
- 1.256.1
εἴτε δὲ »χωρὶς »θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου«, οὐ μόνον ὑπὲρ ἀνθρώπων ἀπέθανεν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν λογικῶν· εἴτε »χάριτι θεοῦ »ἐγεύσατο τοῦ ὑπὲρ παντὸς θανάτους, ὑπὲρ πάντων χωρὶς θεοῦ ἀπέθανε· »χάριτι γὰρ θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου.«
- 1.257.1
καὶ γάρ ἄτοπον ὑπὲρ ἀνθρωπίνων μὲν αὐτὸν φάσκειν ἁμαρτημάτων γεγεῦσθαι θανάτου, οὐκ ἔτι δὲ καὶ ὑπὲρ ἄλλου τινὸς παρὰ τὸν ἄνθρωπον ἐν ἁμαρτήμασι γεγενημένου, οἷον ὑπὲρ ἄστρων, οὐδὲ τῶν ἄστρων πάντως καθαρῶν ὄντων ἐνώπιον τοῦ θεοῦ, ὡς ἐν τῷ Ἰὼβ ἀνέγνωμεν· »Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ«, εἰ μὴ ἄρα ὑπερβολικῶς τοῦτο εἴρηται.
- 1.258.1
διὰ τοῦτο »μέγας« ἐστὶν »ἀρχιερεύς«, ἐπειδήπερ πάντα ἀποκαθίστησι τῇ τοῦ πατρὸς βασιλείᾳ, οἰκονομῶν τὰ ἐν ἑκάστῳ τῶν γενητῶν ἐλλιπῆ ἀναπληρωθῆναι πρὸς τὸ χωρῆσαι δόξαν πατρικήν.
- 1.259.1
οὑτος ὁ ἀρχιερεὺς κατά τινα ἑτέραν παρὰ τὰ εἰρημένα ἐπίνοιαν »Ἰούδας« ὀνομάζεται, ἴνα οἱ ἐν κρυπτῷ Ἰουδαῖοι μὴ ἀπὸ τοῦ υἱοῦ Ἰακὼβ Ἰούδα Ἰουδαῖοι χρηματίζωσιν, ἀλλὰ ἀπὸ τούτου, ὄντες αὐτοῦ ἀδελφοὶ καὶ αἰνοῦντες αὐτόν, ἀντιλαμβανόμενοι τῆς ἐλευθερίας, ἣν ἠλευθέρωνται ὑπ᾿ αὐτοῦ ῥυσθέντες ἀπὸ τῶν ἐχθρῶν, αὐτοῦ τὰς χεῖρας αὐτοῦ τῷ νότῳ αὐτῶν ἐπιθέντος καὶ ὑποτάξαντος αὐτούς.
- 1.260.1
ἀλλὰ καὶ πτερνίσας τὴν ἀντικειμένην ἐνέργειαν μόνος τε ὁρῶν τὸν πατέρα καί, ὅτε ἄνθρωπος γεγένηται, »Ἰακώβ« ἐστι καὶ »Ἰσραήλ«· ἀφ᾿ οὑ, ὥσπερ γινόμεθα φῶς, φωτὸς ὄντος τοῦ κόσμου, οὕτως Ἰακὼβ καλουμένου »Ἰακὼβ« καὶ Ἰσραὴλ ὀνομαζομένου »Ἰσραήλ«.
- 1.261.1
Ἔτι δὲ παραλαμβάνει τὴν βασιλείαν ἀπὸ βασιλέως, ὅν ἑαυτοῖς ἐβασίλευσαν οἱ υἱοὶ Ἱσραὴλ καὶ †οὐ διὰ τοῦ θεοῦ ἄρξαντες αὐτὸν καὶ μὴ γνωρίσαντες τῷ θεῷ, πολέμους τε τοῦ κυρίου ἑτοιμάζει εἰρήνην τῷ υἱῷ αὐτοῦ, λαῷ· τάχα δὲ διὰ τοῦτο »Δαβὶδ« προσαγορεύεται καὶ μετὰ ταῦτα »ῥάβδος« τοῖς δεομένοις ἐπιπόνου καὶ σκληροτέρας ἀγωγῆς καὶ μὴ ἐμπαρεσχηκόσιν ἑαυτοὺς τῇ ἀγάπῃ καὶ τῇ πραότητι τοῦ πατρός.
- 1.262.1
διὰ τοῦτο ἐὰν »ῥάβδος« καλῆται, ἐξελεύσεται· οὐ γὰρ μένει ἐν αὐτῷ, ἀλλ᾿ ἔξω τῆς προηγουμένης καταστάσεως εἶναι δοκεΐ.
- 1.263.1
ἐξελθὼν δὲ καὶ γενόμενος »ῥάβδος« οὐ μένει »ῥάβδος«, ἀλλὰ μετὰ τὴν »ῥάβδον« »ἄνθος« γίνεται ἀναβαῖνον, καὶ πέρας τοῦ εἰναι »ῥάβδος« τὸ »ἄνθος« ἀποδείκνυται τοῖς διὰ τοῦ αὐτὸν γεγονέναι »ῥάβδον« ἐπισκοπῆς τετευχόσιν· ἐπισκέψεται γὰρ ὁ θεὸς »ἐν ῥάβδῳ«, τῷ χριστῷ, »τὰς ἀνομίας αὐτπῶν«, ὧν ἐπισκέψεται. τὸ δὲ ἔλεος οὐ διασκεδάσει ἀπ᾿ αὐτοῦ· αὐτὸν γὰρ ἐλεεῖ, ὅτε οὕς βούλεται ὁ υἱὸς ἐλεεῖσθαι ὁ πατὴρ ἐλεεῖ. ἔστι δὲ καὶ μὴ ἐπὶ τῶν αὐτῶν λαμβάνειν »ῥάβδον« αὐτὸν γίνεσθαι καὶ »ἄνθος«, ἀλλὰ ῥάβδον‘ μὲν τοῖς δεομένοις κολάσεως, »ἄνθος« δὲ τοῖς σωζομένοις· βέλτιον δ’ οἶμαι τὸ πρότερον.
- 1.264.1
πλὴν τοῦτο προσθετέον κατὰ τὸν τόπον, ὅτι τάχα διὰ τὸ τέλος, εἴ τινι μὲν γίνεται »ῥάβδος«, ἔσται πάντως »ἄνθος«, οὐ μὴν εἴ τινι »ἄνθος«, ἐκείνῳ πάντως καὶ »ῥάβδος«· εἰ μὴ ἄρα, ἐπεί έστιν Ι ἄνθος τελειότερον τοῦ ἄνθους, καὶ τοῦ ἀνθεῖν έπὶ τῶν μηδέπω τελείως καρποφορούντων ὀνομαζομένου, οἱ τέλειοι τὸ ὑπὲρ τὸ ἄνθος χωροῦσι τοῦ χριστοῦ, οἱ δὲ ῥάβδου αὐτοῦ πεπειραμένοι ἅμα τῇ ῥάβδῳ οὐ τῆς τελειότητος αὐτοῦ ἀλλὰ τοῦ ἄνθους τοῦ πρὸ τῶν καρπῶν αὐτοῦ μεταλήψονται.
- 1.265.1
τελευταῖον πρὸ τοῦ »λόγου« ἦν »λίθος« ὁ χριστός, ἀποδοκιμαζόμενος ὑπὸ ὑπὸ τῶν οἰκοδόμων καὶ εἰς κεφαλὴν γωνίας κατατασσόμενος· ἐπεὶ γὰρ λίθοι ζῶντες οἰκοδομοῦνται ἐπὶ θεμελίῳ ἐτέροις λίθοις τῶν ἀποστόλων καὶ προ- »φητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ‘ τοῦ κυρίου ἡμῶν, διὰ τὸ εἶναι αὐτὸν μέρος τῆς ἐκ λίθων ζώντων »ἐν χώρᾳ ζώντων« οἰκοδομῆς »λίθος« προσαγορεύεται.
- 1.266.1
Ταῦτα δὲ ἡμῖν πάντα εἴρηται τὸ τῶν πολλῶν ἀποκληρωτικὸν καὶ ἀβασάνιστον ἐλέγξαι βουλομένοις, ὅτι τοσούτων ὀνομάτων εἰς αὐτὸν ἀναφερομένων ἵστανται ἐπὶ μόνης τῆς λόγος‘ ὀνομασίας, οὐκ ἐξετάζοντες, τί δήποτε λόγος εἶναι θεὸς ἐν ἀρχῇ πρὸς τὸν πατέρα δι᾿ οὗ τὰ πάντα ἐγένετο, ἀναγέγραπται »ὁ υἱὸς τοῦ θεοῦ«.
- 1.267.1
Ὥσπερ τοίνυν παρὰ τὴν ἐνέργειαν ἐκ τοῦ φωτίζειν τὸν κόσμον, οὗ φῶς ἐστι, »φῶς κόσμους προσαγορεύεται, καὶ παρὰ τὸ ποιεῖν ἀποτίθεσθαι τὴν νεκρότητα τοὺς γνησίως αὐτῷ προσιόντας καὶ ἀναλαμβάνειν καινότητα ζωῆς ἀνισταμένους »ἀνάστασις« καλεῖται, καὶ παρ’ ἑτέραν πρᾶξιν »ποιμὴν« καὶ »διδάσκαλος« καὶ »βασιλεύς«, »βέλος τε ἐκλεκτὸν« καὶ »δοῦλος«, πρὸς τούτοις »παρά- »κλητος« καὶ »ἱλασμὸς« καὶ »ἱλαστήριον«, οὕτως καὶ »λόγος«, καὶ πάν ἄλογον ἡμῶν περιαιρῶν καὶ κατὰ ἀλήθειαν λογικοὺς κατασκευάζων, πάντα εἰς δόξαν θεοῦ πράττοντας μέχρι τοῦ ἐσθίειν καὶ τοῦ πίνειν, εἰς δόξαν θεοῦ ἐπιτελοῦντας διὰ τὸν λόγον καὶ τὰ κοινότερα καὶ > τελειότερα τοῦ βίου ἔργα.
- 1.268.1
εἰ γὰρ μετέχοντες αὐτοῦ ἀνιστάμεθα καὶ φωτιζόμεθα, τάχα δὲ καὶ ποιμαινόμεθα ἢ βασιλευόμεθα, δῆλον ὅτι καὶ ἐνθέως λογικοὶ γινόμεθα, τὰ ἐν ἡμῖν ἄλογα καὶ τὴν νεκρότητα ἀφανίζοντος αὐτοῦ, καθ’ ὅ »λόγος« ἐστὶ καὶ »ἀνάστασις«.
- 1.269.1
ἐπίστησον δὲ εἰ μετέχουσί πως αὐτοῦ πάντες ἄνθρωποι, καθ᾿ ὅ λόγος ἐστί. διόπερ ζητεῖσθαι οὐκ ἔξω τῶν ζητούντων ὑπὸ τῶν εὑρεῖν αὐτὸν προαιρουμένων διδάσκει ἡμᾶς ὁ ἀπόστολος, λέγων· »Μὴ εἴπῃς »ἐν τῇ καρδίκᾳ σου Τίς ἀναβήσεται εἰς τὸν ; τοῦτ᾿ ἔστι »Χριστὸν καταγαγεῖν· ἢ Τίς καταβήσεται »ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει ἡ γραφή; Ἐγγύς »σου τὸ ῥῆμά ἐστι σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου·«
- 1.270.1
ὡς τοῦ αὐτοῦ ὄντος Χριστοῦ καὶ ῥήματος τοῦ ζητουμένου. ἀλλὰ καὶ ὅτε αὐτός φησιν ὁ κύριος· »Εἰ μὴ ἠλθον καὶ ἐλάλησα αὐτοῖς, »ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρ- »τίας αὐτῶν«, οὐκ ἄλλο νοητέον ἢ ὅτι ὁ λόγος φησίν, οἷς οὐδέπω· συμπεπλήρωται μὴ εἶναι ἁμαρτίαν, τούτους δὲ ἐνόχους αὐτῆς τυγχάνειν, οἳ ἂν μετεσχηκότες ἤδη αὐτοῦ πράττωσι παρὰ τὰς ἐννοίας τὰς ἐξ ὧν οὗτος ἐν ἡμῖν συμπληροῦται, καὶ μόνως οὕτως ἀληθὲς τὸ »Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν.«
- 1.271.1
φέρε γὰρ ἐπὶ Ἰησοῦ τοῦ ὁρατοῦ, ὡς οἱ πολλοὶ οἰήσονται, τοῦτ᾿ ἐξεταζέσθω· πῶς δὲ ἀληθὲς τὸ μὴ ἔχειν ἁμαρτίαν τούτους, οἷς οὐκ ἐλήλθε; πάντες γὰρ οἱ πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἔσονται ἁμαρτίας πάσης ἀπολελυμένοι, ἐπεὶ οὐκ ἐληλύθει ὁ βλεπόμενος κατὰ σάρκα Ἰησοῦς.
- 1.272.1
ἀλλὰ καὶ πάντες, οἷς οὐδαμῶς ἀνηγγέλη περὶ αὐτοῦ, οὐχ ἕξουσιν ἁμαρτίαν, καὶ δῆλον ὅτι οἱ μὴ ἔχοντες ἁμαρτίαν κρίσει οὐχ
- 1.273.1
ὑπόκεινται. »λόγος« δὲ ὁ ἐν ἀνθρώποις, οὗ μετέχειν εἰρήκαμεν τὸ γένος ἡμῶν, διχῶς λέγεται, ἤτοι κατὰ τὴν συμπλήρωσιν τῶν ἐννοιῶν, ἥτις ἐν παντὶ τῷ ὑπερβεβηκότι τὸν παρῖδα τυγχάνει, ὑπεξαιρουμένων μένων τῶν τεράτων, ἢ κατὰ τὴν ἀκρότητα, ἥτις έν μόνοις τοῖς τελείοις εὑρίσκεται.
- 1.274.1
κατὰ μὲν οὖν τὸ πρότερον τὸ »Εἰ μὴ ἠλθον καὶ ἐλάλησα »αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν« τὰ ῥητὰ ἐκδεκτέον· κατὰ δὲ τὸ δεύτερον· »Πάντες ὅσοι πρὸ ἐμοῦ ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί, καὶ οὐκ »ἤκουσεν αὐτῶν τὰ πρόβατα.«
- 1.275.1
πρὸ γὰρ τῆς τελειώσεως τοῦ λόγου πάντα ψεκτὰ τὰ ἐν ἀνθρώποις, ἅτε ἐνδεῆ καὶ ἐλλιπῆ, οἷς τελείως οὐχ ὑπακούει τὰ ἐν ἡμῖν ἄλογα, »πρόβατα« τροπικώτερον εἰρημένα. καὶ τάχα κατὰ μὲν τὸ πρότερον »Ὁ λόγος σάρξ ἐγένετο«, κατὰ δὲ τὸ δυύτερον »Θεὸς ἦν ὁ λόγος‘.
- 1.276.1
τούτῳ δ’ ἀκόλουθόν ἐστι ζητεῖν εἴ τι ἔστι μεταξὺ τοῦ »Ὁ λόγος σάρξ ἐγένετο« καὶ »Θεὸς ἠν ὁ λόγος‘ ἐν τοῖς ἀνθρωπίνοις ἰδεῖν, οἷον ἀναστοιχειουμένου τοῦ λόγου ἀπὸ τοῦ γεγονέναι αὐτὸν σάρκα καὶ κατὰ βραχὺ λεπτυνομένου, ἕως γένηται, ὅπερ ἦν ἐν ἀρχῇ, θεὸς λογος ὁ πρὸς τὸν πατέρα· οὗ λόγου τὴν δόξαν εἶδεν ὁ Ἰωάννης ἀληθῶς μονογενοῦς ὡς ἀπὸ πατρός.
- 1.277.1
Δύναται δὲ καὶ ὁ λόγος >ὁ υἱὸς< εἶναι παρὰ τὸ ἀπαγγέλλειν τὰ κρύφια τοῦ πατρὸς ἐκείνου, ἀνάλογον τῷ καλουμένῳ υἱῷ »λόγῳ« »νοῦ« τυγχάνοντος. ὡς γὰρ ὁ παρ᾿ ἡμῖν λόγος ἄγγελός ἐστι τῶν ὑπὸ τοῦ νοῦ ὁρωμένων. οὕτως ὁ τοῦ θεοῦ λόγος, ἐγνωκὼς τὸν πατέρα, οὐδενὸς τῶν γενητῶν προσβαλεῖν αὐτῷ χωρὶς ὁδηγοῦ δυναμένου, ἀποκαλύπτει ὃν ἔγνω πατέρα.
- 1.278.1
»Οὐδεὶς γὰρ ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ·« καὶ καθ᾿ ὃ »λόγος« ἐστί, »μεγάλης« τυγχάνει »βουλῆς ἄγγελος(( ὤν, οὗ ἐγενήθη ἡ ἀρχὴ ἐπὶ τοῖ· ὤμου αὐτοῦ«· ἐβασίλευσε γὰρ διὰ τοῦ πεπονθέναι τὸν σταυρόν. ἐν δὲ τῇ Ἀποκαλύψει ἐπὶ λευκοῦ ἵππου καθέζεσθαι λέγεται λόγος πιστὸς καὶ ἀληθινός, ὡς οἶμαι, παριστὰς τὸ σαφὲς τῆς φωνῆς, ᾡ ὀχεῖται ὁ ἡμῖν ἐπιδημῶν ἀληθείας λόγος.
- 1.279.1
οὐ τοῦ παρόντος δὲ καιροῦ δεῖξαι, ὅτι ἐπὶ τῆς φωνῆς πολλαχοῦ τῆς γραφῆς, έν ᾑ ἐστι τὰ προκείμενα, δι’ ὧν ὠφελούμεθα θείων μαθημάτων ἀφροώμενοι, κεῖται ἡ >ἵππος< προσηγορία. μόνον δὲ ἑνὸς καὶ δευτέρου ὑπομηστέον, τοῦ »Ψευδὴς »ἵππος εἰς σωτηρίαν«καὶ » Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, »ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθηςόμεθα.«
- 1.280.1
τὸ δὲ » Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου »τῷ βασιλεῖ« ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ ἀναγεγραμμένον. συνεχέστατα ὑπὸ τῶν πολλῶν φερό9μενον ὡς νενοημένον, ἡμῖν οὐκ ἀβαςάνιστον ἐατέον. ἔστω γὰρ τὸν πατέρα ταῦτα λέγειν.
- 1.281.1
τίς οὖν ἡ καρδία αὐτοῦ, ἵνα ἀκολούθως τῇ καρδίᾳ »ὁ ἀγαθὸς λόγος« φανῇ; εἰ γὰρ ὁ »λόγος« οὐ δεῖται διηγήσεως, ὡς ἐκεῖνοι ὑπολαμβάνουσι, δῆλον ὅτι οὐδ’ ἡ »καρδία«· ὅπερ ἐστὶν ἀτοπώτατον, νομίζειν τὴν καρδίαν ὁμοίως τῇ ἐν τῷ ἡμετέρῳ σώματι εἶναι μέρος τοῦ θεοῦ.
- 1.282.1
ἀλλ’ ὑπομνηστέον αὐτοὺς ὅτι ὥσπερ χεὶρ καὶ βραχών καὶ δάκτυλος ὀνομάζεται θεοῦ, οὐκ ἐρειδόντων ἡμῶν τὴν διάνοιαν εἰς ψιλὴν τὴν λέξιν, ἀλλ’ ἐξεταζόντων πῶν ταῦτα ὑγιῶς ἐκλαμβάνειν καὶ ἀξίως θεοῦ δεῖ, οὕτως καὶ τὴν καρδίαν τοῦ θεοῦ τὴν νοητικὴν αὐτοῦ καὶ προθετικὴν περὶ τῶν ὅλων δύναμιν ἐκληπτέον, τὸν δὲ λόγον τῶν ἐν ἐκείνῃ τὸ ἀπαγγελτικόν.
- 1.283.1
τίς δὲ ἀπαγγέλλει τὴν βουλὴν τοῦ πατρὸς τοῖς τῶν γενητῶν ἀξίοις καὶ παρ’ αὐτοὺς γεγενημένος ἢ ὁ σωτήρ; τάχα δὲ καὶ οὐ μάτην τὸ »Ἐξηρεύξατος«· μυρία γὰρ ἕτερα ἐδύνατο λέγεσθαι ἀντὶ τοῦ »Ἐξηρεύξατο«· »προέβαλεν ἡ καρδία μου λόγον »ἀγαθόν«, »ἐλάλησεν ἡ καρδία μου λόγον ἀγαθόν«· ἀλλὰ μήποτε ὥσπερ πνεύματός τινος ἀποκρύτου εἰς φανερὸν πρόοδός ἐστιν ἡ ἐρυγὴ τοῦ ἐρευγομένου, οἱονεὶ διὰ τούτου ἀναπνέοντος, οὕτω τὰ τῆς ἐληθείας θεωρήματα οὐ συνέχων ὁ πατὴρ ἐρεύγεται καὶ ποιεῖ τὸν τύπον αὐτῶν ἐν τῷ λόγῳ, καὶ διὰ τοῦτο ἐκόνι καλουμένῳ τοῦ ἀοράτου θεοῦ. καὶ ταῦτα μέν, ἵνα συμπεριφερόμενοι τῇ τῶν πολλῶν ἐκδοχῇ παραδεξώμεθα ἀπὸ τοῦ πατρὸς λέγεσθαι τὸ »Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.«
- 1.284.1
Οὐ πάντη δὲ αὐτοῖς παραχωρητέον ὡς ὁμολογουμένως ταῦτα ἀπαγγέλλοντος τοῦ θεοῦ. διὰ τί γὰρ οὐχὶ ὁ προφήτης ἔσται λέγων, πληρωθεὶς τοῦ πνεύματος καὶ προφερόμενος λόγον ἀγαθὸν περὶ προφητείας τῆς περὶ Χριστοῦ, συνέχειν αὐτὸν οὐ δυνάμενος, τὸ »Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ »βασιλεῖ· ἡ γλῶσςά μου κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος »κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων«· εἶτα πρὸς αὐτὸν τὸν χριστόν· »Ἐξεχύθη ἡ χάρις ἐν χείλεςί σου«;
- 1.285.1
πῶς γάρ, εἰ ὁ πατὴρ ταῦτ’ ἔλεγεν, ἐπεφέρετο τῷ »Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου « τὸ »Διὰ τοῦτο εὐλόγηςέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα« καὶ μετ’ ὀλίγα «Διὰ »τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς »μετόχους σου«;
- 1.286.1
ἀνθυπενέγκοι δέ τις βουλόμενος ἐκ τοῦ πατρὸς τὰ ἐν τῷ ψαλμῷ ἀπαγγέλλεσθαι τὸ »Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ »κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ »πατρός σου«· οὐ γὰρ ὁ προφήτης πρὸς τὴν ἐκκληςίαν ἐρεῖ τὸ »Ἄκουσον, θύγατερ«.
- 1.287.1
οὐ χαλεπὸν δὲ δεῖξαι καὶ ἀπὸ ἑτέρων ψαλμῶν, ὅτι προςσώπων γίνονται ἐπὶ πλεῖον ἐναλλαγαί, ὥστε καὶ ἐνθάδε δύνασθαι ἀπὸ τοῦ »Ἄκουσον, θύγατερ« τὸν πατέρα λέγειν.
- 1.288.1
παραθετέον δὴ εἰς τὴν περὶ τοῦ λόγου ἐξέτασιν καὶ τὸ »Τῷ λόγῳ τοῦ κυρίου οἱ »οὐρανοὶ ἐστεώθησαν, καὶ τῷ πνεύματι αὐτοῦ πᾶσα ἡ δύναμις »αὐτῶν«· ἅπερ τινὲς ἡγοῦνται ἐπὶ τοῦ σωτῆρος καὶ τοῦ ἁγίου τάσσεσθαι πνεύματος, δυνάμενα δηλοῦν τὸ λόγῳ θεοῦ τοὺς οὐρανοὺς ἐστερεῶσθαι, ὡς εἰ λέγοιμεν λόγῳ ἀρχιτεκτονικῷ τὴν οἰκίαν καὶ λόγῳ ναυπηγικῷ τὴν ναῦν γεγονέναι, οὕτως οὖν λόγῳ θεοῦ τοὺς οὐρανούς, θειοτέρου τυγχάνοντας σώματος καὶ διὰ τοῦτο καλουμένου στερεοῦ, οὐκ ἔχοντος τὸ ἐπιπολὺ ῥευστὸν καὶ εὐδιάλυτον τῶν λοιπῶν καὶ κατωτέρων, ἐστερεῶσθαι καὶ διὰ τὸ διάφορον ἐσχηκέναι ἐξαιρέτως τῷ θείῳ λόγῳ.
- 1.289.1
Ἐπεὶ οὖν πρόκειται τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος« σαφῶς ἰδεῖν, »ἀρχὴ« δὲ μετὰ μαρτυριῶν τῶν ἐκ τῶν παροιμιῶν ἀποδέδοται εἰρῆσθαι ἡ σοφία, καὶ ἔστι προεπινοουμένη ἡ σοφία τοῦ αὐτὴν ἀπαγγέλλοντος λόγου, νοητέον τὸν λόγον ἐν τῇ ἀρχῇ, τοῦτ’ ἔστι τῇ σοφίᾳ, ἀεὶ εἶναι· ὄντα δὲ ἐν τῇ σοφίᾳ, καλουμένῃ »ἀρχῇ«, μὴ κωλύεσθαι εἶναι »πρὸς τὸν θεόν«, καὶ αὐτὸν θεὸν γυγχάνοντα, καὶ οὐ γυμνῶς εἶναι αὐτὸν »πρὸς τὸν θεόν«, ἀλλὰ ὄντα »ἐν τῇ ἀρχῇ«, τῇ σοφίᾳ, εἶναι »πρὸς τὸν θεόν«.
- 1.290.1
ἐπιφέρει γοῦν καί φησιν· »Οὗτος ἦν ἐν ἀρχῇ »πρὸς τὸν θεόν«· ἐδύνατο γὰρ εἰρηκέναι· »Οὑτος ἠν πρὸς τὸν θεόν·« ἀλλ’ ὥσπερ »ἦν ἐν ἀρχῇ«, οὕτως καὶ »πρὸς τὸν θεὸν« »ἐν ἀρχῇ ἦν«, καὶ »πάντα δι’ αὐτοῦ ἐγέντο« ὄντος »ἐν τῇ ἀρχῇ«· »πάντα« γὰρ »ἐν σοφίᾳ« ὁ θεὸς κατὰ τὸν Δαβὶδ ἐποίησε.
- 1.291.1
καὶ ἔτι εἰς τὸ παραδέξασθαι τὸν λόγον ἰδίαν περιγραφὴν ἔχοντα, οἷον τυγχάνοντα ζῆν καθ’ ἑαυτόν, λεκτέον καὶ περὶ δυνάμεων, οὐ μόνον δυνάμεως· »Τίδε »γὰρ λέγει κύριος τῶν δυνάμεων« πολλαχοῦ κεῖται, λογικῶν τινων θείων ζῴων δυνάμεων ὀνομαζομένων, ὧν ἡ ἀνωτέρω καὶ κρείττων Χριστὸς ἦν, οὐ μόνον »σοφία θεοῦ« ἀλλὰ καὶ »δύναμις« προσαγορευόμενος.
- 1.292.1
ὥσπερ οὖν δυνάμεις θεοῦ πλείονές εἰσιν, ὧν ἑκάστη κατὰ περιγραφή, ὧν διαφέρει ὁ σωτήρ, οὕτως καὶ »λόγος« — εἰ καὶ ὁ παρ’ ἡμῖν οὐκ ἔστι κατὰ περιγραφὴν ἐκτὸς ἡμῶν – νοηθήσεται ὁ χριστὸς διὰ τὰ προεξητασμένα, »ἐν ἀρχῇ«, τῇ σοφίᾳ, τὴν ὑπόστασιν ἔχων. ταῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς τὸ »Ἐν ἀρχῇ ἦν »ὁ λόγος.«
- 2.1.1
1, 1. Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
- 2.1.2
Αὐτάρκως κατὰ τὴν παροῦσαν δύναμιν, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε καὶ κατὰ τὸ εὐαγγέλιον μεμορφωμένε, ἐν τοῖς πρὸ τούτων καιλαβόντες τί ἐστιν εὐαγγέλιον καὶ τίς ἡ ἀρχή, ἐν ᾗ ἦν ὀ λόγος, τίς τε ὁ λόγος ὁ ἐν ἀρχῇ, ἀκολούθως νῦν ἐπισκοποῦμεν πῶς »ὁ λόγος ἦν »πρὸς τὸν θεόν«.
- 2.2.1
χρήσιμον τοίνυν συναγαγεῖν εἰς τοῦτο λόγον ἀναγεγραμμένον γεγονέναι πρός τινας, οἷον »Λόγος κυρίου, ὃς ἐγενήθη »πρὸς Ὠσηέ, τὸν τοῦ Βεηρεί« καὶ »Ὁ λόγος ὁ γενόμενος πρὸς »Ἡσαΐαν, υἱὸν Ἀμώς, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ« καὶ »Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας«·
- 2.3.1
πῶς οὖν »λόγος κυρίου« ἐγενήθη πρὸς Ὠσηέ, καὶ ὁ λόγος ἐστὶν ὁ γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμώς, καὶ πάλιν »ὁ λόγος πρὸς Ἱερεμίαν περὶ »τῆς ἀβροχίας«, ἐπισκοπητέον, ἵν’ ὡς παρακείμενον εὑρεθῆναι δυνηθῇ, πῶς »ὁ λόγος ἦν πρὸς τὸν θεόν«.
- 2.4.1
ὁ μὲν οὖν πολὺς ἁπλούστερον ἐκλήψεται τὰ περὶ τῶν προφητῶν εἰρημένα ὡς λόγου κυρίου ἢ τοῦ λόγου γενομένου πρὸς αὐτούς. μήποτε δέ, ὥς ξαμεν τόνδε τινὰ πρὸς τόνδε γίνεσθαι, οὕτως ὁ νῦν θεολογούμενος »υἱὸς λόγος« ἐγενήθη πρὸς Ὠσηέ, ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς πρὸς αὐτόν· κατὰ μὲν τὴν ἱστορίαν πρὸς τὸν υἱὸν τοῦ Βεηρεί, προφήτην Ὠσηέ, κατὰ δὲ μυστικὸν λόγον πρὸς τὸν σωζόμενον — Ὠσηὲ γὰρ ἑρμηνεύεται »Σωζόμε- »νος« — υἱὸν Βεηρεί, ὃς ἑρμηνεύεται »Φρέατα«· πηγῆς γὰρ ἐκ βάθους ἀναβλυστανούσης, σοφίας θεοῦ, ἕκαστος τῶν σωζομένων υἱὸς γίνεται.
← Previous · Next → — showing 201–300 of 2,967
First Thousand Years of Greek. CTS URN tlg2042.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.