Ancoratus
- 95.3.1
συλλαμβανομένων δὲ τῶν παίδων κατὰ τὸν σεμνὸν γάμον, ον ό κύριος ύπέδειξε, πρῶτον καταβάλλεται σπέρμα τῆς ἀκολουθίας, ὡς κατέδειξεν ὁ κύριος, κατὰ τὰς γεννητικὰς μήτρας· χρόνων δὲ ἀνακυλιομένων τὸ καταβληθὲν ἐν τῇ γαστρὶ τελεσ- φορεῖται διὰ χρόνου ἐνναμηνιαίου· φημὶ δὲ ὑπὸ ἐννέα μηνῶν τὸν άριθμὸν τελεσιουργεῖται τὸ κυϊσκόμενον καὶ γεννᾶται.
- 95.4.1
ἐν δὲ τῇ ἀναστάσει οὐχ οὕτως· ὑπὸ θῆξιν γὰρ τὸ ἔργον. σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι«. ὡς ἔδειξεν ὸ κύριος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὅτι τὰ κάρυα τὰ ἐν τοῖς ζῶσι δένδροις διὰ δεκαδύο μηνῶν ἐγκυμονούμενα έν τῷ ξηρῷ ξύλῳ πυκάζονται καὶ βλαστοὶ γίνονται καὶ ὑΠὸ μίαν νύκτα, οὐ.
- 95.5.1
μόνον δὲ ἀλλ᾿ ὑπὸ θῆξιν μιᾶς ὥρας ἐτελεσιούργησε τὸ διὰ δεκαδύο μηνῶν ὡς εἴρηται γινόμενον· καὶ ὼσαύτως τὸ δι’ ἐννέα μηνῶν ἐν τῇ κοιλίᾳ γενόμενον βρέφος, ὃ διᾲ πολλοῦ τοῦ χρόνου συναχθὲν τελειοῦται, ἐν δὲ] δὲ] ἀναστάσει ὑπὸ θῆξιν πληρωθὲν ἀνίσταται.
- 96.1.1
96. Πεισάτω τοὺς ἀπίστους ἡ δύναμις τοῦ κυρίου, ⟨οὗ⟩ οὐδεὶς »ἀνθίσταται τῷ βουλήματι( ἀκουσατω Μωυσῆς καὶ ἐπιδεικνύτω. »τί ἐν τῇ χειρί σου;« φησὶν ό κύριος· ό δὲ εἶπε »"ράβσος« ἡ δὲ ῥάβδος ξυλίνη ἡν αὕτη, ξηρὰ δὲ πάντως. καί φησι »ῥῖψον αὐτὴν ἐπὶ τῆς γῆς. καὶ ἔρριψε« τὴν ξηρὰν ῥάβδον.
- 96.2.1
καὶ τὸ ξηρὸν ὁ θεὸς ὑγρὸν ἐπετέλει καὶ οὐ μόνον ὑγρόν, ἀλλὰ καὶ ἔμψυχον, ἀλλὰ καὶ τῇ φύσει παρηλλαγμένον καὶ τῇ οὐσίᾳ ἑτέρως ἐσχηματισμένον.
- 96.3.1
οὐκ ἠν φάντασμα τασμα τὸ ἔργον· ἀλήθεια γὰρ θεοῦ προστάγματι ἐργάζεται καὶ οὐ φαντασία. ἐν ἅπασι γὰρ διορθουμένην τὴν ἡμῶν διανοιαν παρέστησε διὰ Μωυσέως ⟨πρὸς⟩ τὴν ἀλήθειαν.
- 96.4.1
ἔγνω γὰρ ό προφήτης ὅτι τὸ γνίομενον οὐκ ἦν δοκήσει, ἀλλ’ ἀληθείᾳ ἐν τῷ ἀποδρᾶσαι· εἰ γὰρ φαντασίαν ᾔδει τὸ γινόμενον, οὐκ ἀπεδίδρασκεν ἀπὸ προσώπου τοῦ ὄφεως.
- 96.5.1
ἀλλὰ μὴ πάλιν τοῦτο εἰς σκάνδαλον γενήσεται τοῖς φιλονείκοις καὶ εἴπωσιν· ὅτι ἄλλη ἦν ή ῥάβδος, »ὁ δὲ θεὸς ἔδωκεν« αὐτῇ ἀλλοῖον »σῶμα, ὡς ἠθέλησε«. καὶ πρῶτον μὲν οὖν μαθέτωσαν ὅτι οὐκ ἄλλην ἀντὶ ἄλλης ἐψύχωσεν,
- 96.6.1
ἀλλ’ αὐτὴν ἐκείνην τὴν ξηρὰν οὖσαν ἐψύχωσεν· ὅτι τοῦτο τὸ δοθὲν τῇ ῥάβδῳ σῶμα καὶ κινούμενον ὑπ’ αὐτοῦ γένος ἢ εἶδος εἰς κρίσιν ὁ θεὸς οὐκ ἐκάλει ἀντὶ ἀντὶ τῆς ῥάβδου τὸν δράΚοντα ἠθέλησε δικάζειν,
- 96.7.1
ἀλλὰ πληροφορίαν μὲν διὰ τῆς ῥάβδου ἀναστάσεως εἰργάσατο, τὸ δὲ ἔδιον δυνατὸν ό θεὸς ἀπεδείκνυ, ἵνα μή τις ἀπιστήσῃ τῷ δυνατῷ έν πᾶσι. καὶ αὐτὸ δὲ μετὰ πάσης ἀσφαλείας ἐποιήσατο · οὐ γὰρ μέρος τι τῆς ῥάβδου ἤγειρεν, ἀλλ’ ὅλην τὴν ῥάβδον μετέβαλεν ὡς ἠθέλησε.
- 97.1.1
97. Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει καὶ οἱ νεκροὶ ἐλπίδα ἔχουσι ζωῆς αἰωνίου καὶ »εἱ ἐν μνήμασιν ἀναστήσονται«, κάλει μοι πάλιν μάρτυρα τὸν ἀξιόπιστον Μωυσέα. πλημμελήσαντος γὰρ τοῦ Ῥουβεὶμ ἐπαρᾶται αὐτῷ ὁ πατὴρ αὐτοῦ ὁ ἄγιος Ιακὼβ ὁ πατριάρχης καί | φησι D199 »Ῥουβεὶμ πρωτότοκός μου καὶ ἀρχὴ τέκνων μου, ἐξύβρισας ὡς ὕδωρ· μὴ ἐκζέσῃς. ἀνέβης γὰρ εἰς τὴν κοίτην τοῦ πατρός σου καὶ ἀπεκάλυψας φησίν, φησίν, ἐν δὲ τῷ Ἑβραϊκῷ ἐλθωθάρ, ὅπερ ἐστὶν 2 ἑρμηνευόμενον μὴ ἀνακάμψῃς ἢ μὴ προστεθείης ἢ πάλιν μὴ περισσεύσῃς, ψιλούμενον δὲ τῇ λέξει μὴ ἐκζέσῃς· οἱ δὲ ἑρμηνευταὶ ἐξέδωκαν οὕτως. καὶ ⟨εἰ⟩ θέλεις μαθεῖν ὅτι ταῦθ᾿ οὕτως ἕχει καὶ θάνατος ἀπὸ πατρὸς ὡρίζετο τούτῳ ἡμαρτηκότι, Μωυσῆς σοι σαφηνίσει. εὐλογῶν γὰρ καὶ αὐτὸς τὰς δώδεκα φυλὰς ἐπὶ τὸν Ῥουβεὶμ ἐλθῶν 4 καὶ γνοὺς ὅτι ἱερὺς ἱερεὺς Λευί ἐν χειρὶ γὰρ τῆς ἱερωσύνης ἐλύετο καὶ ἐδεσμεύετο τὰ ἁμαρτήματα), φησί »ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃ‘. πῶς δὲ ἐδυνατο ζῆν ὁ πρὸ ἑκατὸν εἴκοσι ἕξ ἐτῶν τεθαμμένος; ἀλλ’ 5 6 ἐπεὶ ᾔδει καὶ τὴν ἀνάστασιν κατὰ πάντα μέλλουσαν ἔσεσθαι, οἶδε δὲ θάνατον δεύτερον τὸν διὰ καταδίκης ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, βουλόμενος αὐτὸν ἀντὶ τῆς μιᾶς τιμωρίας κουφίσαι ἀπὸ τῶν μελλόντων φησί »ζήτως« ἐν*τῇ ἀναστάσει, σημαίνων· | ᾔδει ᾔδει γὰρ ὅτι 7 P101 ζλήσονται ἅπαντες) καὶ μὴ ἀποθάνῃ«, τουτέστι μὴ περιβληθῇ θανάτῳ δευτέρῳ τῷ διὰ καταδίκης καὶ βασάνῳ αἰωνίᾳ. εἰ γὰρ περὶ τῆς 8 ζημίας τῆς ζωῆς αὐτῷ ἔμελεν, ἤρκει εἰπεῖν μόνον »ζήτω Ῥουβείμ«· ἐπειδὴ δὲ περὶ τῶν μελλόντων σημαίνει, λέγει ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃι«.
- 98.1.1
98. Καὶ πόθεν ⟨οὐ⟩ δυνήσεται συλλέξαι τὰς τοσαύτας μαρτυρίας περὶ τῆς ἡμῶν ἐλπίδος καὶ προσδοκίας τῆς ἀναστάσεως, τῆς ἐν ἀληθείᾳ καὶ οὐχ ἐν δοκήσει;
- 98.2.1
λεγέτωσαν γὰρ οἱ κενόδοξοι καὶ φιλονεικοῦντες μάτην, πότερόν ποτε μέρος ἀνίσταται τῶν σωμάτων καὶ πάντων ἀνὰ μέρος ἢ πάλιν τινῶν τὸ ὅλον ἐγείρεται καὶ τινῶν ἀνὰ μέρος ἡ ἀνάστασις, τινῶν δὲ ὅλον τὸ σῶμα. τίς ἡ τοιαύτη προσωποληψία; ἆρα »προσωποληψία παρὰ τῷ θεῷ;« μὴ γένοιτο.
- 98.3.1
ἐρευνήσωμεν ποῦ ἢ πότε ἤγειραν οἱ ἅγιοι νεκρὸν ἀπὸ μέρους καὶ οὐχὶ ὅλον τὸ σῶμα. ὁ υἱὸς τῆς ἐν Σαραφθίᾳ χήρας ὅλος ἀνέστη καὶ οὐ μέρος κατελείφθη, ό υἱὸς τῆς Σουμανίτιδος ὅλος ἀνέστη καὶ οὐδὲν μέλος αὐτοῦ εἴασε μὴ ἀναστάν.
- 98.4.1
καὶ ⟨ὁ⟩ κύριος τὸν Λάζαρον ἤγειρε καὶ οὐκ ἐγκατέλιπε λείψανον ἐν τῷ μνήματι, ἀλλὰ μετὰ τῶν κειριῶν καὶ τῶν ἄλλων ἐνδυμάτων * καὶ οὐχὶ πάντως τῶν ἱματίων χρεία ἐν ἡμέρᾳ κρίσεως· κρίσεως·
- 98.5.1
τὸν υἱὸν τῆς ἐν τῇ Ναῒν ὅλον ἤγειρε, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου, τὴν θυγατέρα τοῦ ἑκατοντάρχου. καὶ ὢ μάταιος ὑπόνοια τῶν τὰ τοιαῦτα λογιζομένων, ὅτι μέρος ἐγείρει καὶ μέρος καταλιμπάνει.
- 98.6.1
ἴδωμεν δὲ ἐξ αὐτῶν τῶν ὑποκειμένων καὶ τῶν ἤδη ἰσόρροπα ἐλπίδος ἡμῖν γεγενημένων. Ἐνὼχ ὅλος μετετέθη καὶ οὐκ εἶδεν ἕως τῆς δεῦρο θάνατον καὶ Ἠλίας ὅλος ἀνελήφθη ἐν σώματι καὶ οὐκ εἶδεν ἄχρι τῆς δεῦρο θάνατον, ἵνα ἐν δυσὶ ζῶσι σώμασιν παραστήσῃ ἡμῖν τελείαν τὴν ἀνάστασιν.
- 98.7.1
καὶ ἵνα μή τις ἀμφιβάλλῃ, δύο χαρακτῆρας * τῶν δύο πρωτοτόκων τῆς ἡμετέρας ἀναστάσεως· Ἐνὼχ ἦν ἐν ἀκροβυστίᾳ καὶ οὐκ ἐκώλυσεν ἡ ἀκροβυστία τὴν ἀνάστασιν οὐδὲ τὴν τοῦ σώματος διὰ βίου τῆς ζωῆς ὑποδοχήν, Ἠλίας ἐν περιτομῇ, ἳνα μὴ ⟨ἡ⟩ ἀνάστασις ἐπί τινας καί τινας νομισθῇ, ἀλλὰ καθολικὴ ὅλη.
- 98.8.1
Ἠλίας ἦν ἐν παρθενίᾳ, ἵνα τὸ πρόκριτον τῆς παρθενίας τὴν ἀθανασίαν κηρύξῃ τῷ κόσμῳ καὶ τὴν μετὰ σώματος ἀφθαρσίαν· ἵνα δὲ μὴ μόνον ἐπὶ τῆς παρθενίας νομισθῇ εἶναι διὰ τὸ ἐξαίρετον ἡ ἀνάστασις καὶ σώματος ἡ παραμονή, Ἐνὼχ οὐκ ἦν παρθένος, ἀλλ᾿ ἐγκρατὴς καὶ παιδοποιήσας τέκνα. καὶ δύο μὲν οὗτοι [ἐν] ζῶσιν, ἐν σώματι καὶ ψυχῇ ἐμπαραμένοντες διὰ τὴν ⟨ἡμῶν⟩ ἐλπίδα.
- 99.1.1
99. Καὶ εἰς τὸ μή τινα πάλιν ἀμφιβάλλειν καὶ ἄλλους εἰς Ἅιδην κατήγαγε μετὰ τῶν σωμάτων. ἤνοιξε γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε Δαθὰν καὶ Ἀβειρών, τοὺς υἱοὺς Κορὲ καὶ Αὐνᾶν, καὶ κατέβησαν εἰς Ἅιδην ζῶντες ⟨σὺν⟩ σώματι καὶ ψυχῇ. ἀπ᾿ αὐτῆς γὰρ τῆς ὥρας εἰς κρίσιν παρεδόθησαν, μήτε τῶν σωμάτων λυθέντων μήτε λειψάνου παραδοθέντος ἢ μέρους, ἀλλὰ ὅλων σὺν σώματι καὶ ψυχῇ
- 99.2.1
εἰς τιμωρίαν παροδοθέντων. ὁ Ἰώβ φησιν »ἕως πάλιν γένωμαι« καί »⟨ἀναστήσαι⟩ τὸ σῶμα τοῦτο τὸ ἀντλοῦν ταῦτα« καί »ἀνακαιινιεῖς με« καὶ πάλιν »ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου«, Ἠσαΐας δέ »άναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις‘· Με γὰρ ὁ »λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις‘.
- 99.3.1
λέγει δὲ Ἰώβ »ἄνθρωπος δὲ κοιμηθεὶς οὐκέτι οὐ μὴ ἐγερθῇ οὔτε ἐπιγνώσεται τὸν τόπον αύτοῦ«. καὶ γὰρ ἀληθῶς καθ’ ἡμέραν οὐ γίνεται ἡ ἀνάστασις, ἀλλ’ εἰς μίαν ὥρισται ἡμέραν. δεικνὺς δὲ ὅτι οἶδεν εἰς ποίαν προθεσμίαν προσεδόκα, εὐθὺς ἔλυσε τὸ ζήτημα »ἕως ἄν ὁ οὐρανὸς οὐ μὴ συρραφῇ«.
- 99.4.1
ὄσον γὰρ ἔστιν ⟨ὁ⟩ οὐρανὸς καὶ ἡ γῆ, ἔτι καὶ τὰ σώματα ἐν τῇ γῇ ὺπάρχει. ὅταν δὲ ἔλθῃ ὁ ἑλίσσων τὸν οὐρανὸν ὡς βιβλίον« καὶ τινάσσων τὴν γῆν, τότε »ἐγερθήσονται καὶ οἱ ἐπὶ τῆς γῆς χώματος«.
- 99.5.1
διὰ τοῦτο λέγει τῷ Ἰεζεκιήλ υἱὲ ἀνθρώπου, εἰπὲ συναχθῆναι ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἀρμονίαν« καὶ ἐγένετο οὕτως· καί »γενέσθαι έπ΄ αύτὰ νεῦρα καὶ φλέβας, σάρκας καὶ τρίζας καὶ ὄνυχας«· καὶ πάλιν »εἰπὲ υἱὲ ἀνθρώπου, ἐλθὲ τὸ πνεῦμα ἀπὸ τῶν τεσσάρων γωνιῶν τῆς γῆς«, τῶν τόπων δηλαδὴ τῶν ταῖς ψυχαῖς ἀποττεταμιευμένων.
- 99.6.1
καὶ τίνι τῷ λόγῳ αὐτὸς ὁ κύριος οὐ λέγει, ἀλλὰ κελεύει τῷ ἀνθρώπῳ λέγειν; ὅτι ὅ λέγει κύριος ἅμα καὶ ποιεῖ καὶ οὐκέτι λύεται· τῷ δὲ ἀνθρώπῳ προσέταξε λέγειν, ἵνα μἒτὰ τὸ ἀναστῆναι πρὸς τὴν ὥραν σημαθηῇ μὲν ἡμῶν ἡ ἐλπὶς τῆς σωτηρίας, ἀνθρώπου δὲ λόγος λυθῇ καὶ οὐ τοῦ κυρίου. ἤμελλον γὰρ πάλιν ἀποθνῄσκειν έκεῖνα τὰ ὀστᾶ. ὀστᾶ. δὲ εἴπῃ ὁ κύριος, ἀνάστητε, ἐγείρονται καὶ οὐκ ἀποθνᾐσκουσι· θεοῦ γὰρ λόγος οὐ λυθήσεται.
- 100.1.1
100. Διὸ τοῦτο καὶ ὁ κύριος ἐν σαρκὶ ἐλθὼν ἤγειρε νεκρούς, ἵνα τὸ διὰ τῆς σαρκὸς πάλιν κοιμηθῇ, ἴως αὐτὴ ἡ σὰρξ ἀναστῇ καὶ μηκέτι ἀποθάνῃ καὶ σιωπήσῃ τοῦτο ⟨τὸ⟩ λέγειν μόνῳ ἑνί· »δεῦρο ἔξω«, ἕως ἄν ἔλθῃ καὶ μηκέτι ἑνικῶς εἴπῃ, ἔγειραι, άλλ ἐγείρεσθε πάντες, τὴν καθολικὴν άνάστασιν ἐργαζόμενος· αύτὸς γάρ ἐστιν ἡ ἀνάστασις τῶν νεκρῶν.
- 100.2.1
ὡδε γὰρ μετὰ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν οὐδένα ἤγειρε ἤγειρε ⟩ τῶν προσφάτως τελευτησάντων. ἀνέστησαν γὰρ σὺν αὐτῷ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων καὶ ὤφθησαν πολλοῖς«, »μετ᾿ αὐτοῦ εἰσελθόντες εἰς τὸν νυμφῶνα«, κατὰ τὰ ἐν εὐαγγλίῳ γεγραμμένα.
- 100.3.1
καὶ οὐκ εἶπεν, ἀνέστη μέρος τῶν σωμάτων τῶν ἁγίων, ἀλλὰ σώματα τῶν ἀγίων· καί »ἐνεφανίσθησαν πολλοῖς«, οὐκ ἄλλοι ὄντες παρὰ τοὺς τετελευτηκότας, άλλ΄ ἐπιγινωσκόμενοι παρὰ τῶν ἰδίων, ὅτι οὐ πρὸ χρόνων ἠσαν τετελευτηκότες.
- 100.4.1
καὶ ἄλλοις δεῖξαι δὲ βουλόμενος ό κύριος ἡμῶν τὸ θαῦμα, τὰ δὴ δυσχερῆ ἐκεῖνα εὐχερῆ δεικνὺς ἐπετέλει. καὶ ὅτε μὲν ἔρχεται πρὸς τὴν προσφάτως τελευτήσασαν κόρην, τὴν θυγατέρα τοῦ άρχισυναγώγου, ἐπειδὴ αὐτῇ τῇ ὥρᾳ τετελεύτηκε , κατηξίωσεν αὐτῇ εἰπεῖν· »άνάστηθι ἡ παῖς«· τῷ δὴ ἀνάστηθι ἰσχυροποιῶν τὸ ἤδη λελυμένον, ἐπειδὴ ἔτι ἐν τῇ
- 100.5.1
κλίνῃ ἦν. τὸν δὲ θἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναίν, ἐπειδὴ ἤδη ἐν τῇ σορῷ ἐξεφέρετο, εὐχερέστερον ἤγειρεν· »ἥψατο γὰρ τῆς σοροῦ« καὶ οὐχ εἶπέ τι τῷ παιδί. ἀλλὰ μόνον ἥψατο τῆς σοροῦ καὶ ἀνέστη.
- 100.6.1
τὸ δὲ ἔτι βαθύτατον καὶ παρ᾿ ἐλπίδα ἀνθρώπων πολλῷ μακρότερον, ὅτε ἦλθεν ἐπὶ τὸν τετραήμερον Λάζαρον, οὐδὲ εἶπεν ἀνάστηθι, οὐδὲ ἥψατο τῇ χειρὶ τοῦ μνήματος, ἀλλλ᾿ οὕτως ἐν ἑτοίμῳ καλεῖ έν τῇ
- 100.7.1
ἰδίᾳ ἐξουσίᾳ, »Λάζαρε, δεῦρο ἔξω«. πολὺ δὲ εὐχερέστερόν ἐστι καὶ ἑτοιμότερον τό »δεῦρο ἕξω« παρὰ τὸ ἅψασθαι, τὸ δὲ ἅψασθαι πόλιν εὐχερέστερόν ἐστι πολὺ τοῦ καλέσαι ἡ »ἡ παῖς ἀνάστηθι«. ὡδε δὲ πάντα ποιεῖ ὁ ἁγιος τοῦ θεοῦ Λόγος, ἵνα ἡμῖν τὴν ἐλπίδα ὑποδείξῃ τῆς ἀναστάσεως.
- 101.1.1
101. Εἰ δὲ βουληθείην τὰς πόσας μαρτυρίας ἐκ πασῶν τῶν γραφῶν ἐκλέξασθαι, μικρὸς μὲν ό ἡμέτερος νοῦς βραχύς τε καὶ ἰδιώτης, ὅμως διὰ τὸ πλῆθος ⟨δέδια μὴ⟩ εἰς πολὺ πλάτος ἐπεκτείων τὸν λόγον· συνελὼν δὲ ἐρῶ ὅτι ἡ ἡμῶν σωτηρία σύντομός ἐστιν, ἐν πᾶσι δὲ ⟩ μιᾶς ἐλπίδος τῆς ἀναστάσεως ἡμῖν κεκηρυγμένης.
- 101.2.1
ταῦτα δὲ ἀπιστοῦσιν ἄπιστοι, παραφθείρουσι κακόδοξοι, οὐ δέχνται φιλόνεικοι, ἀπωθοῦνται κενόδοξοι. τοῖς δὲ πᾶσιν ό θεὸς τὸ ἔλεος παράσχῃ καὶ διαυγάσῃ τὰ ζεζοφωμένα τῶν διανοημάτων.
- 101.3.1
Ἕλληνες μὲν γὰρ ⟨μὴ⟩ λαβόντες πνεῦμα ἅγιον ἐλεχθήσονται ὑπὸ τῆς ἀληθείας καὶ πασῶν τῶν προλεχθεισῶν μαρτυριῶν, μάλιστα δὲ ὑφ’ ὑμῶν τῶν υἱῶν τῆς ἀγίας τοῦ θεοῦ ἐκκλησίας καὶ ὁρθοδόξου πίστεως.
- 101.4.1
διδάσκετε γάρ, λαβόντες πνεῦμα ἄγιον καταξιωθέντες τε λόγου εὐθέτου ἐν ἀνοίξει τοῦ στόματος‘ πρῶτον μέν. ὅτι μαθηταὶ τοῦ Χριστοῦ καταξιωθέντες εἲναι τοῦ »ἀρχιποίμενος« καὶ προστάτου τῶν ἡμετέρων ψυχῶν‘ *, ὡς τὰ τρόφιμα τοῖς τοῦ Χριστοῦ ποιμνίοις τοῖς ἐαυτῶν λαοῖς συναγαγόντες μεριμνῶντές ⟨τε⟩ ὅπως ἐαυτούς τε καὶ τὰ τοῦ θεοῦ φημὶ δὲ τὸν βουλόμενον πάντως ώφελεῖσθαι, ἐκ τῆς ἀγίας γῆς τῆς χαρὰ Μωυσῇ αἰνιττομένης θρέψητε.
- 101.5.1
τίς δὲ τῶν εὐ φρονούντων εἰς ὑμᾶς τοὺς εὐλαβεῖς καὶ πιστοὺς σκοπῶν, ὠ ὀρθόδοξοι καὶ υἱοὶ τῆς ἐκκλησίας ἐνίους γὰρ λέγων πάντας τοὺς τοὺς τῆς ἀληθείας λέγω, κατὰ τὸ γεγραμμένον), τίς περὶ τούτων ἀμφιβάλοι;
- 101.6.1
σοφῆς γὰρ ὄντες καὶ ἀνδρειοτάτης υἱοὶ γυναιός, ἡς τὸ κλέος παρὰ Σολομῶντι λέγνοντι »γυναῖκα ἀνδρείαν τίς εὑρήσει;« ὡς σπανίας οὔσης, μᾶλλον δὲ μιᾶς). τὸ κρεῖττον ἐκλέξεσθε καὶ τὸ ὠφέλιμον ἀγαπήσετε.
- 101.7.1
ἀνδρείαν δὲ γυναῖκα νοεῖτέ μοι τὴν ἐκκλησίαν τοῦ θεοῦ, τὴν ὑμῶν μητέρα, ἡς οὐδὲν ἀνδρειότερον, θνῃσκούσης καθ’ ἕκαστον ἐπεγειρόμενον διωγμὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ ἰδίου ἀνδρός.
- 102.1.1
102. Αὕτη οὐν ἡ ἐπιεικεστάτη τὸν ἵδιον νυμφίον ἀκριβῶς ἐρωτᾷ ἐν τῇ βίβλῳ τῶν ᾀσμάτων ποῦ ποιμαίνεις; ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ;«· ποιμαίνει δὲ Χριστὸς ἐν ἀγίᾳ γῇ τῇ προειρημένῃ καὶ οὐ μόνον ποιμαίνει, ἀλλὰ καὶ προστάσσει λύειν τὸ ὑπόδημα τῶν ποδῶν τῶν ποιμένων, ὡς Μωυσῇ πρῶτον λέγει·
- 102.2.1
παρ΄ οὺ τὴν παράδοσιν παρειληφότες καὶ αὐτοὶ τοὺς εἰς τὴν ὰγίαν ἐπιστήμην εἰσαγομένους ἀσφαλῶς χειραγωγεῖτε πρῶτον, τὰ ὑποδήματα ἑκάστου ἐπιλύεδθαι ἐπιμελό- μενοι. ὑποδήματα δὲ ἐκάστου ἡμῶν ἔχει διαφοράν.
- 102.3.1
τῇ γὰρ ἰδίᾳ ἑαυτοῦ πράξει ἕκαστος ὑπεδήσατο. καὶ λοιπὸν ὑμῶν τῶν μαθητῶν καὶ καλῶν ποιμένων ὑπακούων ἕκαστος, ὅς μὲν ὑπεδήσατο εἰδωλολατρείαν, ὑπελύσατο τῇ ὑμῶν νουθεσίᾳ, ἄλλος δὲ μοιχείαν ὑπελύσατο, ἕτερος πορνείαν, ἄλλος κλοπήν, ὅς δὲ πλεονεξίαν.
- 102.4.1
οὐ μόνον δέ, ἀλλὰ καὶ λογοις στυγητοῖς καὶ αἰσχροῖς ῥήμασιν ἀποτασσόμενοι μακαρίαις ἐλπίσιν »ὑπὸ χεῖρα κραταιὰν« τοῦ ἀγαθοῦ ποιμένος δι’ ὑμῶν τῶν καλῶν, τῶν μαθητῶν ἕκαστος βουκολεῖσθαι παραδίδωσιν ἑαυτόν· ἀφέξεται γὰρ ἕκαστος πάντως τῆς πλάνης.
- 102.5.1
καὶ πρὸ όφθαλμῶν παρατίθεσθε τὴν ἀλήθειαν, εἴδωλα μὲν παραχαράττοντες καὶ ἀναφανδὸν τὴν περὶ αὐτῶν πλάνην ἀνακηρύττοντες οὔτε γὰρ νεκροὺς τούτους ἡγεῖσθε, ἐπεὶ μήποτε ἔζησαν), κενὰ δὲ καὶ μάταια καὶ οὐκ ὅντα εἰκότως πάντας πάντοτε διδάσκοντες.
- 102.6.1
οὐ γὰρ ἠσάν ποτε, ἵινα ⟨τι⟩ ὡσιν ἐκεῖνοι· εἰδὶ δὲ κακοδαίμονες, ἀνθρωπίνης διανοίας παράθεσις, ἡδονῶν ἀφορμὰς ἐπιρρώσασα· καὶ ἔνθεν ὑπὸ ἑκάστου τὸ ἴδιον πάθος εἰς σέβασμα κυρωθὲν τετόλμηται.
- 102.7.1
πρῶτον γὰρ εὐθὺς ὅτε τοῦτο τοῖς ἀνθρώποις ἐκαινοτόμητο διὰ δαιμόνων κακουργίας, »πρώτη« αὕτη »πορνεία« ἀπεφθέγγετο καὶ σκιογραφίαις τὰ εἴδωλα προετυποῦτο. ἔπειτα τέχνην τὴν ιδίαν, ἥν μετὰ χεῖρας εἶχεν ἕκαστος, δι᾿ ἦς τὴν εὐπορίαν ἔσψεν, εἰς σέβασμα τοῖς ἰδίοις παρεδίδου τέκνοις καὶ διὰ τῆς ὕλης τῆς ἰδίας τεχνουργίας θεοὺς ἀνεπλάσαντο, καὶ κεραμεὺς μὲν ἐκ πηλοῦ, τέκτων ἐκ ξύλου, χρυσοχόος ἐκ χρυσίου καὶ ἀργυροκόπος ὡσαύτως.
- 103.1.1
103. ἔτι δὲ πόλιν ἕκαστος τὸ ἔδιον πάθος εἰς μορφοεμφερείας ⟩ τῶν ἰδίων ὀφθαλμῶν διέγραφεν, ό μὲν αἱμοβόρος τις ἀνὴρ Ἄρεα φάσκων, μοιχὸς δὲ ἢ μοιχὰς τὴν πολύκοινον Ἀφροδίτην, τύραννος δὲ Νίκην ἀναπτερώσας.
- 103.2.1
αὐχμώδης γὰρ καὶ περὶ τὰ βιωτικὰ κεχηνὼς Κρόνου τὸν τύπον ἔγραφε, θηλυνόμενος δὲ Κυβέλην καὶ Ῥέαν διὰ τὸ ῥευστόν, οἶμαι, τῆς ἀπὸ τῶν σωμάτων πολυμιξίας.
- 103.3.1
ἄλλος τε ῥεμβὸς ἢ ῥεμβὰς Ἄρτεμιν κυνηγέτριαν προετύπου καὶ μέθυσον Διόνυσον καὶ πολύμοχθον Ἡρακλέα, πολύμιξ δέ τις Δία καὶ Ἀπόλλωνα.
- 103.4.1
καὶ τί μοι τὰ πλήθη λέγειν μυρίων παθῶν ἐν ἀνθρώποις ὑπαρχόντων; πλέον δὲ πάντων Αἰγύπτιοι πλανηθέντες οὐ μόνον τὰ ἴδια πάθη ἐσεβάσθησαν, ἀλλὰ πτηνὰ καὶ τετράποδα, χερσαῖά τε καὶ ἔνυδρα καὶ άτίθασσά τινα θηρία καὶ τὰ εἰς δοῦλα αὐτοῖς ὑπὸ τοῦ ἁγίου θεοῦ παραδοθέντα τῇ τάξει »μετήλλαξν«·
- 103.5.1
καὶ ὡς ὄντες τῇ διανοίᾳ κτηνώδεις ὑπερασεβοῦσι. τὰ ζῷα τὰ παρ’ αὐτοῖς θεοποιοῦντες καὶ οὐκ αἰσχυνόμενοι, κύνα τὸ ὑλακτικόν, αἴλουρον τὸ ἑρπετοφάγον, τράγον τὸ ἀκόλαστον, πρόβατον τὸ βληχρόν, κροκόδειλον τὸ πολυσχιδὲς καὶ άμειδέστατον, ἶβιν τὴν ἰοβόρον καὶ ἰκτῖνα καὶ ἱέρακα καὶ κόρακα τὰ δουλοπρεπέστατα, ὄφιν δὲ τὸ σκολιὸν καὶ ἀηδέστατὂν.
- 103.6.1
καὶ ἁπαξαπλῶς ὣ τῆς μεγάλης αἰσχύνης τῶν μή⟨τε⟩ ὄψει τὸν τὸν ἑαυτῶν ἔλεγχον κατανοούντων καὶ] μήτε τὴν αἴσθησιν πἂραλαμβανόντων μήτε διανοίᾳ * τῶν παρ᾿ αὐτοῖς ματαλίως γινομένων συνεέντων.
- 103.7.1
κακῷ γοῦν μόρῳ πεπληγμένοι εἰσὶ μηδὲ τοῖς ἰδίοις φιλοσόφοις ἐγκαταυγαζόμενοι μηδὲ τοῖς μηδὲ τοῖς τῆς ἁληθείας ἐγκυκληταῖς συνθεαταὶ γινόμενοι.
- 103.8.1
οὐκ ἀκούουσι γὰρ Διαγόρου τοῦ τὸν ἴδιον Ηρακλέα ξύλινον ὄντα δι’ ἀπορίαν ξύλων ὑποκαύσαντος καὶ ἐπισκωμματικὼς αὐτῷ λέγοντος· »ἄγε δή, Ἥρακλες, τὸν τρισκαιδέκατον ἀθλον ἐκτελῶν πάρελθε, τὸ ὄψον ἡμῖν ἑψήσων«· ὅν δὴ λαβὼν καὶ σχιδακίσας, καταγελῶν τοῦ ἰδίου θεοῦ ὡς οὐκ ὄντος, τῷ παρατεθέντι αὐτῷ ἀρίστῳ γελοιάζων ἐτρέφετο.
- 104.1.1
104. ἄλλος δὲ Ἡράκλειτος Αἰγυπτίοις φησίν· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; Τυφῶνα γὰρ καὶ Οσιριν καὶ ἄλλους καταχθονόυς λιγυρῶς θρηνῳδοῦντες ὡς κεκηδευμένους πενθοῦσι). φησὶ γοῦν οὑτος· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; εἰ δὲ τεθνήκασι, μάτην θρηνεῖτε αὐτούς.
- 104.2.1
ἄλλος δέ, κωμικὸς Εὐδαίμων τοὔνομα, φησίν »εἴπερ εἰσὶ θεοί, οὐ δύναμαι περὶ αὐτῶν λέγειν ούδ΄ ὁποῖοί τινές εἰσι ἰδέαν δηλῶσαι. πολλὰ γάρ εἰσι τὰ κωλύοντά με«. καὶ Ὅμηρος δέ φησιν οὐκ ἀγαθὸν πολυκοιρανίη«.
- 104.3.1
ὁ δὲ Φιλήμων, ἕτερος κωμικός, φησίν »οἱ ἕνα θεὸν σέβοντες ἐλπίδας ἔχουσι καλὰς εἰς σωτηρίαν«.
- 104.4.1
Απις γὰρ εὐθὺς ό ἀχυροφάγος μόσχος ὑπὸ Κάμπυος, τοῦ τῶν Ἀσσυρίων βασιλέως, ξίφει τὸν μηρὸν πλήττεται, ἴν, εἰ ῥεύσει αἱμα, ἐλεγχθῇ μὴ ὣν θεός.
- 104.5.1
Κρονικοὶ δὲ οὐκ ἀρνοῦνται τὸν ἴδιον αὐτῶν θεὸν ἐγκαθεῖρχθαι ἁλύσεσι σιδηραῖς, οὕτως ήγούμενοι. εἰ δέ τις ἐν καθείρξει ὑπάρχει, οὐχ ὰπλῶς ὅτι ἑνὶ μείζονι ὑπόκειται, ἀλλὰ καὶ ὡς κακοῦργος ό τοιοῦτος ἐν καθείρξει ἐστίν.
- 104.6.1
εἰ δὲ καὶ περὶ * Ἴσιδός μοι ἔσται λόγος τῆς ἤδη καὶ Ατθίδος καὶ Ἰοῦς λεγομένης, θυγατρὸς δὲ Ἄπιδος τοῦ Καππαδόκου τοῦ καὶ Ἰνάχου καλουμένου, αἰσχύνομαι μὲν ἴσως τὰς ἐκείνων πράξεις άνακηρῦξαι·
- 104.7.1
πλὴν δὲ οὐκ αἰσχυνθήσομαι λέγειν ἃ αὐτοὶ προσκυνεῖν οὐκ αἰσχύνονται. αἰσχυνέσθωσαν δὲ οἱ ταύτης προσκυνηταὶ καὶ καὶ ⟨τῆς⟩ γενείας τὰς ἑαυτῶν θυγατέρας τε καὶ γυναῖκας καὶ ἀδελφὰς τὰς τῶν θεῶν πράξεις πράξεις μιμεῖσθαι παραινοῦντες.
- 104.8.1
καὶ εὐθὺς μὲν Οσίρεως ἐρῶσαι τοῦ ἰδίου αὐτῶν ἀδελφοῦ Τυφῶνος ⟨τε⟩ τοῦ ἀδελφοῦ τοὺς ἰδίους ἀδελφοὺς κατ᾿ ἀλλήλων στρατεύουσι. πολλὴ δὲ αἰσχύνη θεᾶς τῆς μήτε αἰδοῦς ⟨τοῦ⟩ ἰδίου ἀδελφοῦ αἰσθομένης, ἐρώσης μὲν καὶ μὴ ἀρκουμένης τοῖς ἔξωθεν ἀνδράσιν, ἀλλὰ καὶ ἕως τοῦ ἰδόυ ἀδελφοῦ φθανούσης.
- 104.9.1
οὐ μόνον δέ, ἀλλὰ καὶ ἀδελφοκτονίαν διὰ τὴν ἰδίαν τῆς ἐπιθυμίας ἀκορεστίαν τοῖς φιλτάτοις ὑποδείκνυσι.
- 104.10.1
καὶ Ὡρον μὲν ἴνα γεννᾷ παῖδα, ἥ οὐκ ἠδυνήθη παραστῆσαι, τίς ὁ γνήσιος ἀληθῶς ἔστιν αὐτοῦ πατήρ. εἰ γὰρ μὲν Τυφῶνα ὀνομμάσῃ, διστάζει μὴ οὐκ ἔστιν αὐτοῦ γονεύς· εἰ δὲ τὸν Ὄσιριν, τίς τούτου τὴν άκρίβειαν παραστήσειε;
- 104.11.1
καλὸν δὲ θεὸν ⟨αὐτὸν γενέσθαι⟩ ἡ τοιαύτη μήτηρ ἐδίδασκε, παραλαβοῦσα αύτὸν καὶ ἐν Τύρῳ πορνεύσασα ἴτη δέκα.
- 104.12.1
Σέραπιν δὲ τὸν Απιν βασιλέα ⟨καλούμενον⟩ Σινωπέων παῖδες θεοποιοῦντες τυραννίδι μᾶλλον ἐδούλευσαν ἤπερ ἀληθείᾳ.
- 105.1.1
105. Ταῦτά ἐστι τῶν παρ᾿ Αἰγυπτίοις τιμωμένων θεῶν τὰ ἐπίχειρα, ὧν τὸ κατὰ μέρος εἰπεῖν * πολὺς χρόνος ἀναλωθήσεται. Έλληνες δὲ οἱ δοκοῦντές τι εἶναι ἐν ἑαυτοῖς, λόγοις μόνον καὶ ὀξύτητι γλώσσης φιλοσοφοῦντες καὶ οὐκ ἔργοις, πλέον πάντων ἐξώκειλαν·
- 105.2.1
οἵτινες κατάγουσι Κρόνον άπ΄ Οὐρανοῦ, λέγοντες αὐτὸν ἀπὸ τοῦ Οὐρανοῦ γεγε⟨ν⟩νῆσθαι καὶ τὸ μόρια τοῦ ἰδίου πατρὸς ὤ κακῆς πράξεως, αἰσχρᾶς τε ὑπονοίας)· ὅς εἰ μὴ ἐτμήθη, πολλοὶ Κρονίωνες ἠσαν., οὑτος δὲ ὸ γεννάδας, ὸ ἕως πατρὸς πεφθακώς,
- 105.3.1
οὐκ ἠρκέσθη ἐπὶ τῇ πρώτῃ ἀσεβείᾳ, ἀλλὰ νέος μὲν ὢν ἀδικεῖ τὸν πατέρα, πρεσβύτης δὲ γεγονὼς τὰ ἴδια αὐτοῦ τέκνα,
- 105.4.1
ποσειδῶνα μὲν καταπίνων καὶ Πλούτωνα, Δία δὲ ἀναζητῶν καὶ ἐμπαιζόμενος ὑπὸ τῆς Ῥέας καὶ] πέτραν μεγάλην ἐσπαργανωμένην ἀντὶ ἀντὶ βρέφους κατα- πίνων·
- 105.5.1
ὡσεὶ θεὸς τάχα *] εὐγενῶν δὲ γονέων ὑπάρχων ἱν οὕτως εἴπω ὸ τούτου παῖς, Ζεὺς τούτῳ ὄνομα, ἐκινδύνευε πασῶν τῶν γυ- ναικῶν ἀνὴρ γίνεσθαι καὶ ὁ τούτου υἱὸς Ἑρμῆς. καὶ Με κατὰ τοὺς νόμους ὑποροίκιός τις ἐγένετο καὶ μὴ κλεψίγαμος πάντοτε καὶ κακεργάτης·
- 105.6.1
Πηνελόπην μὲν γὰρ φθείρει, δί ὴδονὴν τράγος γενόμενος· τράγος δὲ οἶμαι ἐγίνετο διὰ τὸ ἀκμαῖον τῆς τοῦ γενείου παραπλοκῆς.
- 105.7.1
πρὸς Δανάην δὲ ⟨Ζεὺς ὸ πρῶτον ὴμῖν καλούμενος⟩ χρυσὸς ἐγίνετο, ἵνα παρθένον σώφρονα θαλαμευομένην φθείρῃ· χρυσὸς δὲ ἐκεῖνος οὐκ ἠδύνατο γνεέθαι ποτέ, ἀλλὰ γόης ὣν διὸ χρυσοῦ δωροδοκῶν τὴν παρθένον ἠπάτησε.
- 105.8.1
καὶ παρὰ μὲν Λήδᾳ κύκνος αὐθις γίνεται, τὴν ἀναπτέρωσιν τῆς πυρώσεως τῆς αὐτοῦ ἡδονῆς ἀνασημαίνων.
- 105.9.1
ἀετὸς δὲ ⟨γενόμενος⟩ πώποτε ἀναπετασθεὶς παιδοφθόρων διδάσκαλος προκαθέζεται· μηδέποτε ἀετὸς γενόμενος, ἀλλ᾿ ἐν πλοίῳ παρασήμῳ, ἀετῷ ὀνομαζομένῳ διὰ τὸ τάχος, Τροίαν παραπλεύσας καὶ τὸν υἱὸν τοῦ βασιλέως Τρώων] Γανυμήδην ἁρπάσας τὴν φθορὰν ἀπειργάσατο.
- 105.10.1
καὶ πρὸς Πασιφάην δὲ ταῦρος ἐγένετο, ὡσαύτως καὶ πρὸς Εὐρώπην.
- 106.1.1
106. Καὶ τί μοι τὰ πλήθη λέγειν ⟨τῶν φθορῶν⟩ τοῦ γενναίου τούτου ⟨παρθένων⟩ φθορέως καὶ φθορέων διδασκάλου; οὖ τὸ οὐκ όλίγοις ἐστὶ δῆλον. ἐν Κρήτῃ γὰρ τῇ νήσῳ ἐν τῷ ὄρει τῷ λεγομένῳ Λασίῳ ἔως δεῦρο δακτυλοδεικτεῖται.
- 106.2.1
Ζῆνες δὲ οὐχ εἶς ἢ δύο, ἀλλὰ καὶ τρεῖς καὶ τέσσαρες γεγόνασι τὸν ἀριθμόν. ὁ μὲν γὰρ εἶς αὐτῶν Κρονίδης ό προειρημένος, ό ταρταρώσας τὸν ἴδιον αὐτοῦ πατέρα ἐν τῷ καυκασίῳ ὄρει, ό δ’ ἄλλος Λατιάριος λεγόμενος, ἐξ οὑπερ οἱ μονομάχοι γεγόνασιν, ἄλλος δὲ ὁ τραγῳδός. ὁ καὶ τὴν χεῖρα αὐτοῦ καύσας.
- 106.3.1
τάχα δὲ θεὸς ὣν ἐπελάθετο ὅτι δάκνει τὸ πῦρ καὶ οὐκ εἶχε τὴν πρόγνωσιν τοῦ λέγοντος τράγῳ τῷ σατύρῳ, εὑρόντι πρότερον τὸ πῦρ καὶ προσελθόντι φιλῆσαι »μὴ ἅψ,ῃ, | τραγε· αψαμενος γὰρ σοῦ ἐμπρήσεις τὰ γένεια«.
- 106.4.1
Αθηναῖ δὲ γεγόνασιν οὐ μία, ἀλλὰ πολλαί· μία μὲν ῥεμβομένη καὶ περὶ τὴν Τριτωνίδα λίμνην ἀλωμένη, ἄλλη δὲ ή Ὠκεανοῦ, ἑτέρα δὲ ἡ Κρόνου καὶ πολλαὶ ἄλλαι.
- 106.5.1
Αρτέμιδες πολλαί· μία μὲν ή Ἐφεσία, ἄλλη ἄλλη ἡ τοῦ Διὸς καὶ ἄλλαι ὡσαύτως οὐκ ὀλίγαι. καὶ Διόνυσοι ⟨δὲ⟩ ὸ Θηβαῖος, ἄλλος ὁ Σεμέλης, ό ἐπὶ τῶν Κορυβάντων καὶ ό ὑπὸ τῶν Τιτάνων διασπώμενος καὶ Κουρήτων ὸ] τὴν κρεωνομίαν μυῶν.
- 106.6.1
Ἡρακλῆς δὲ ὸ λεγόμενος παρ᾿ αὐτοῖς ἀλεξίκακος, οὗ τὰς πράξεις πόσας ἀποσιωπήσω, μίαν δὲ ἀπὸ πασῶν τὴν παρ’ αύτοιῖς ταχα ἐπαινουμένην ὐποδείξω· ἀρκέσει τούτῳ τὸν κάματον τοῦτον ὑποστῆναι, ἕνα τῷ βίῳ σωτηρία γένηται. εἰ μὴ γὰρ ἔφθειρεν ἐν μιᾷ νυκτὶ πεντήκοντα παρθένους, πῶς ὁ κόσμος ἐσᾠζετο; μᾶλλον δὲ ὠλώλει.
- 106.7.1
καὶ ἁπλῶς όμολογῶ σοι, περικακῶ τὰς κακὰς αὐτῶν πράξεις καταλογάδην ἀναγράψαι.
- 106.8.1
ἔτι δὲ βασιλεῖς καὶ τύραννοι ἀπηνέστατοι, ἐπιποθήτους τινὰς ἐσχηκότες καὶ τούτους ἐν τῇ κατορύξαντες, πλέον τι μὴ ἔχοντες τούτοις χαρίσασθαι οἶα δὴ καὶ αὐτοὶ φθαρτοὶ κατ΄ αὐτοὺς ὄντες), εἰς τὴν ἐκείνων εὔνοιαν τοὺς τάφους αὐτῶν ἐπὶ πλάνῃ τοῦ βίου τοῖς ἰδίοις ὑπηκόοις ἐπὶ κακῇ προφάσει ὡς θεῶν θρῃσκεύεσθαι παραδεδώκασιν, ὡς ό Αντίνους ὁ ἐν Ἀντινόου κεκηδευμένος,
- 106.9.1
καὶ ἐν λουσορίω πλοίῳ κείμενος ὑπὸ Ἀδριανοῦ οὕτως κατετάγη. Τιμογένης δὲ ἐν Ασίᾳ, Κάνωβός τε ὁ Μενελάου κυβερνήτης καὶ ἡ τούτου γυνὴ Ἐνμενουθὶς ἐν Ἀλεξανδρείᾳ τεθαμμένοι τιμῶνται πρὸς τῇ ὄχθῃ τῆς θαλάσσης, ἀπὸ δεκαδύο σημείων διεστῶτες, καὶ Μαρνᾶς δοῦλος Ἀστερίου τοῦ Κρητὸς παρὰ Γαζαίοις, Βάσιος δὲ ό ναύκληρος παρὰ ΙΙηλουσιώταις.
- 107.1.1
107. Ταῦτα οὖν πάντα ὅταν ⟨ἐν⟩ μέσῃ τῇ ἐκκλησίᾳ ἀκριβοῦτε, κακὸν † ὺπόδειγμα θανασίμης οδοῦ * τοὺς * οὕτω προαχθέντας ὑπολύετε, ἄλλους δὲ ἀπὸ μοιχείας εἰς σωφροσύνην φέρετε καὶ μὴ μόνον τοῦ κλεψιγαμεῖν αὐτοὺς ἀπαλλάττετε, ἀλλὰ καὶ τῆς ἰδίας ⟨γαμετῆς⟩ κατὰ ἐγκράτειαν * καταφρονεῖν, ὡς ἔτι »ό καιρὸς συνεσταλμένος ἐστίν«, ὥς φησιν ὁ ἱερὸς ἀπόστολος, πόρνους δὲ κατηχειτε, ἵνα μὴ τὴν ἀθέμιτον πρᾶξιν παρὰ θεῷ τε καὶ ἀνθρώποις ἐργασάμενοι τιμωρηθῶσιν.
- 107.2.1
καὶ ὅταν πάντα ταῦτα διὰ στόματος καὶ δι᾿ ἔργων κάμνοντες παραδῶτε, πείθετε αὐτοὺς τὰ πάντα ἐγκαταδέξασθαι ὑμῶν, ἔργῳ πάντα πρῶτον πράξαντες καὶ ἐν αὑτοῖς ἀνατυπωσάμενοι, τοὺς λόγους πιστοποιοῦντες διὰ τῶν πράξεων, οἶς ἑαυτοὺς πρῶτον ἐδιδάξατε, ἵνα καὶ ἑτέρους μαθητεύσητε.
- 107.3.1
ἐπέχετε γὰρ καὶ σιωπῶντες τρόπον ἡλίου τοῦ καὶ σιωπῇ πάντας πανταχοῦ διδάσκοντος· εὐθὺς γὰρ ἀνατέλλων καὶ σιωπῶν τὰς τέχνας αὐτῶν πάντας ἀναδιδάσκει.
- 107.4.1
καὶ ὅταν μὲν τούτων ἁπάντων τὴν ὠφέλειαν τοῖς ἑαυτῶν τέκνοις εἴτ᾿ οὖν ἀδελφοῖς πιστοτάτοις παραδῶτε, προβιβάζετε μὲν αὐτοὺς ἐπὶ γῆς μὲν βαδίζειν, »ἐν οὐρανῷ« δὲ ἔχειν »τὸ πολίτευμα«, μοναχῶν δὲ ζῆλον τοῖς πλείστοις ἐγγεννᾶτε·
- 107.5.1
διὰ τῆς ἐν ὺμῖν στερρότητος καὶ ἀνυποκρίτου πίστεως αἱρεσιώτας στυγοῦντες, Μανιχαίους φιμοῦντες Μαρκιωνιστάς ⟨τε⟩ καὶ λοιποὺς ὁμοίους αὐτῶν, τῆς τοῦ θεοῦ ἀπελαύνετε, πάσας αὐτῶν τὰς προφάσεις παραλύοντες καὶ ἐπιστομίζοντες.
- 107.6.1
πόσα γὰρ κατὰ τοῦ θεοῦ καὶ κατὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τολμηρῶς καταφθέγγονται, κοῦφοι ὄντες καὶ κενοὶ ἀπὸ ἁγίου πνεύματος, εἴς τε τὸν τῶν ὅλων δημιουργὸν βλασφημοῦσι καὶ ὅσα καλὰ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τοῖς πᾶσιν ἀνθρώποις κατὰ προφητείαν ⟨ἐν πνεύματι⟩ ό θεὸς ἐχαρίσατο, οὖτοι μισοῦσι τά τε βαθύτατα τοῦ νόμου καὶ τῶν προφητῶν οἶα δὴ γεώδεις ὄντες καὶ σωματικοί, ⟨ψυχικῶς⟩ ἀνακρίνοντες οὐ νοοῦσι. μάτην δὲ βλασφημοῦσιν.
- 107.7.1
εὐθὺς τὴν αὐτῶν πλάνην μὴ ὀκνεῖτε ἀπὸ τῶν ἀκουόντων ἀποσείεσθαι ⟨ἐλέγχοντες⟩ αὐτοὺς ἀπὸ τῶν ἀληθινῶν ἀποδείξεων. διὸ γὰρ τῶν τοιούτων ῥημάτων οἱ ματαιόφρονες ὥσπερ φρύγανα ἐν ῥεύματι πλουσίου ποταμοῦ καταφέρονται.
- 108.1.1
108. Εἴπαι δὲ ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου, ὅς τὸν Αδὰμ ἀγνοῶν ποῦ ἐστιν ἠρώτα λέγων »΄Αδὰμ ποῦ εἶ;« καὶ τῷ Κάϊν λέγει χοῦ Ἄβελ ὁ ἀδελφός σου;« καὶ πρὸς τὸν Αβραάμ »ποῦ Σάρρα ἡ γυνή σου;‘ καὶ ἄλλα πολλὰ τοιαῦτα.
- 108.2.1
αὐτοὶ δὲ οἱ τοιαῦτα λέγοντες πιστεύουσι τῷ σωτῆρι θεῷ στόματι καὶ οὐκ ἀληθείᾳ, θεῷ ὄντι καὶ πρόγνωσιν ἔχοντι, τὰ δὲ αὐτὰ τῇ παλαιῷ ὁμοίως ἐπερωτῶντι ποῦ τεθείκατε τὸν Λάζαρον; καί τίς μου ἥψατο;« καὶ ὅτι »ἔχετε ἔρτους μεθ’ ἑαυτῶν; καί τίνα θέλετε;« ἤ τίνα ζητεῖτε;‘.
- 108.3.1
εὐχερὴς λοιπὸν καὶ ῥᾀδιος ό πρὸς τούτους ἔλεγχος. ὡς γὰρ ἐπερωτᾷ ὁ υἱὸς πρόγνωσιν ἔχων, οὕτως καὶ ὁ πατὴρ καὶ αὐτὸς καὶ] ἐν τῷ νόμῳ ἐπερωτᾷ, ὁ αύτὸς ὥν ἀεὶ καὶ μὴ μεταλλασσόμενος.
- 108.4.1
ἐὰν γὰρ εἴπῃ ποῦ » τεθείκατε τὸν Λάζαρον; * οὔτε τὸ εὐαγγέλιον ἀγνοεῖ οὔτε τὴν παλαιὰν διαθήκην. ποῦ τεθείκατε« γάρ »αὐτόν;« λέγει, ἐξελέγξαι θέλων τὰς μηδὲ τὴν ἴσην πίστιν ἐξενηνοχυίας πρὸς τὴν Σουμανιτιν, καίτοι γε ἐκείνης πρὸς ἄνθρωπον ἐχούσης, τουτέστιν Ελισσαῖον τὸν ἅγιον προφήτην, τῶν δὲ περὶ Μάρθαν ἐχουσῶν πρὸς τὸν θεόν.
- 108.5.1
καὶ ἐὰν εἴπῃ τίς μου ἥψατα;« οὐκ ἀγνοῶν λέγει, ἀλλ᾿ ἵνα πείσῃ τὴν γυναῖκα ἀφ᾿ ἑαυτῆς ὁμολογῆσαι, ἵνα μὴ περὶ ἑαυτοῦ μαρτυρῇ ό υἱὸς τοῦ θεοῦ, ἀλλ᾿ ὑπὸ ἄλλων δοξάζηται.
- 108.6.1
καὶ ὅταν εἴπῃ »ἔχετε ἄρτους μεθ’ ἑαυτῶν;« ἐπὶ τούτῳ λέγει, ἴνα τὸ βραχὺ τῶν ἄρτων πᾶσι σημανθῇ καὶ τὸ μέγεθος τῆς αὐτοῦ θαυματουργίας θαυμασθῇ, διὰ τοσούτων ἄρτων τοσούτου τραφέντος ὄχλου. καὶ ὅταν εἴπῃ τίνα ζητεῖτε;«
- 108.7.1
τοὺς ζητοῦντας δείκνυσιν ἠπατημένους ὄντας καὶ »'Ιησοῦν ζητοῦντας«, τὸν ἰατρὸν ἑρμηνευόμενον καὶ σωτῆρα, ἕν ὅταν ἀποκτείνωσιν αὐτόν, τῆς τούτου σωτηρίας λήξωσιν.
- 109.1.1
109. Ὥσπερ οὖν τὰ περὶ τῆς τοῦ κυρίου ἡμῶν οἰκονομίας ἐδείξαμεν λεγόμενα μὲν ἀνθρωπίως, οὐκ ἄμοιρα δὲ προγνώσεως ούδὲ γάρ τις τῶν εὐ φρονούντων εἴπῃ ἀγνοεῖν αὐτὸν ποῦ τεθείκασι Λάζαρον, ἐγγὺς ὄντα τοῦ τόπου, εἰ καὶ δι΄ ὅν εἴπομεν τρόπον ἠρώτα, πόρρω ⟨ἐπὶ⟩ Γαλιλαίας πρώην ὄντα καὶ δείξαντα άφ΄ ὲαυτοῦ ὅτι Λάζαρος), οὕτω καὶ περὶ τῆς παλαιᾶς διαθήκης ταῦτα εὐφρόνως ἀναλύομεν.
← Previous · Next → — showing 701–800 of 895
First Thousand Years of Greek. CTS URN tlg2021.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.