Ancient Textssearch the texts themselves, not just their titles

← All works

Ancoratus

First Thousand Years of Greek · First Thousand Years of Greek · 895 sections

  1. 109.2.1

    τὸ εἰπεῖν τὸν θεόν »'Αδὰμ ποῦ εἶ;« οὐκ ἀγνοοῦντος ἦν, ἀλλὰ δεικνύοντος ἀπὸ οἴου ὕψους πρὸς ποῖον βάθος αἴσχους ό Αδὰμ ἐκπεπτώκει.

  2. 109.3.1

    καί »ποῦ Ἄβελ ό ἀδελφός σου;‘ ὅτι ὅν σε ἔδει φέρειν ἀεὶ ἐν ἀγκάλαις καὶ ἀεὶ συνεῖναι αὐτῷ, οὖτος ἐπὶ γῆν παρὰ σοῦ ἔριπται.

  3. 109.4.1

    δείκνυσι γὰρ ἐκ τοῦ ἐπαγομένου ὅτι οὐκ ἀγνοίας χάριν ἠρώτα, ἀλλὰ διελέγχων ἐν τῷ εἰπεῖν ὅτι »ἐπικατάρατος ἡ γῆ έν τοῖς ἔργοις σου καὶ ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἶμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου«·

  4. 109.5.1

    »ἰδού, γάρ φησιν, ὴ φωνὴ αὐτοῦ βοᾷ πρός με«. καί Μοῦ Σάρρα ἡ γυνή σου;« οὐκ ἀγνοῶν εἶπεν. ἐπεὶ πῶς ἠγνόει ὸ γελῶσαν ἔνδον τῆς οἰκίας εἰδὼς αὐτήν; οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ᾿ ἵνα παρα- στήσῃ ταῖς θυγατράσιν αὐτῆς ταῖς »ἐπαγγελλομέναις θεοσέβειαν« μαθεῖν τὴν ἐκείνης ἀγωγήν, ὅταν ἁγίοις ἐκ τῶν ἰδίων καμάτων ὑπηρετεῖν πειρῶνται.

  5. 109.6.1

    ἐκείνη γὰρ ἐν τοσαύτῃ ὑπηρεσίᾳ ὑπάρχουσα, αὐτὴ τοὺς ἀζύμους καὶ τοὺς ἐγκρυφίους ἐργαζομένη καὶ τὴν τοσαύτην ὑπηρεσίαν ἐξαρτύσασα ἅμα τοῖς αὐτῆς αὐτῆς οἰκέταις, πρόσωπον τῶν ὑπηρετου- μένων οὐχ ὲωρα, σωφροσύνης ἐπιεικοῦς ὑπογραμμὸν ταῖς ημετέραις γενεαῖς ὑπολιμπάνουσα. καὶ ταῦτα μὲν ἀρκέσει εἰς παράστασιν ταῖς τῶν ματαίων ἀντιλογίαις.

  6. 110.1.1

    110. Ἄν τε εἴπωσιν ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου, ό τοὺς μὲν Αἰγυπτίους πλεονεκτήσας καὶ σκυλεῦσαι διδάξας τοὺς ἰδίους αὐτοῦ ἀνθρώπους ἐν τῷ ἐξέρχεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδασιν οί μάταιοι ὅτι λαρὰ θεῷ οὐδὲν ἀπόλλυται καὶ ὅτι δικαιοκρισία ἐστὶ καὶ θεὸς οὐ μυκτηρίζεται«.

  7. 110.2.1

    τί γὰρ ἐνόμιζον Αἰγύπτιοι ὅτι ἐζήτουν ταῦτα ἀμισθὶ ἐργάζεσθαι τοὺς Ἰουδαίους καὶ οὐ τὰ τυχόντα ἴτη, ἀλλὰ διακόσια δεκαπέντε σὺν † τοῖς διακοδίοις δεκαπέντε ἔτεσι τοῦ Ἱωσήφ;

  8. 110.3.1

    τετρακοσίων γὰρ καὶ τριάκοντα ἐτῶν παροικίας ὸρισθείσς τῷ Αβαὰμ καὶ τῷ αὐτοῦ σπέρματι, ὡς λέγει πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ«, ⟨τότε⟩ τὸ ὀρισθὲν ἐτελειοῦτο.

  9. 110.4.1

    τῇ οὖν ἑαυτοῦ εύσπλαγχνίᾳ ὁ θεὸς τὰ ἴτη τῆς αὐτοῦ παροικίας διεμέρισε. καὶ εύθὺς μὲν ⟨διὰ⟩ σݲ δεκατπέντε ἐτῶν ἔτι ὄντων ἐν τῇ αὐτῶν καὶ τὰ ἄλλα σݲ πεντεκαίδεκα διεῖλε τοῖς εἰς Αἴγυπτον θοῦσιν.

  10. 110.5.1

    ὁ γὰρ ἀριθμὸς τούτων τῶν ἐτῶν οὕτως ἀναλογεῖται· | ην τότε ἑβδομηκοστὸν πέμπτον ἔτος τοῦ Αβραάμ. γίνονται τοίνυν ἀπὸ ἑβδομηκοστοῦ πέμπτου ἔτους Αβραὰμ ἕως γεννήσεως Ισαὰκ ἔτη · Ισαὰκ γεννᾷ τὸν Ἰακὼβ κατάγων ἔτος ἑξηκοστὸν καὶ γέγονεν ἴτη · Ιακὼβ δὲ γενόμενος ἐτῶν ݲ γεννᾷ τὸν Λευὶ καὶ γίνονται ἔτη ρݲοݲδݲ· Λευὶ ἐτῶν γενόμενος μݲ τεσσάρων γεννᾷ τὸν Κααθ· ἐν δὲ τῷ ρακοστῷ ἔτει καὶ ἑβδόμῳ Λευὶ κάτεισιν Ιακὼβ εἰς Αἴγυπτον καὶ γίνονται ἴτη διακόσια ἔνδεκα. καὶ μετὰ τὴν εἴσοδον αὐτῶν τὴν εἰς Αἴγυπτον ἕτερα τέσσαρα ἔτη καὶ πληροῦνται τὰ διακόσια δεκαπέντε.

  11. 110.6.1

    ἐντεῦθέν μοι πόλιν ἀριθμεῖται τὰλοιπὰ διακόσια πεντεκαίδεκα ἔτη τῆς τῶν Ἰσραηλιτῶν παροικίας. Καὰθ δὲ μετὰ τὴν εἰς Αἴγυπτον κάθοδον ἐν τῷ ἐξηκοστῷ πέμπτῳ ἔτει αὐτοῦ γεννᾷ τὸν πατέρα Μωυσέως Ἀβραάμ· γίνονται τοίνυν ἀπ,ὸ τοῦ πρώτου Ἀβραάμ, τοῦ ἑβομηκοστοῦ αὐτοῦ πέμπτου ἔτους ἕως τῆς γεννήσεως τοῦ ἐσχάτου Αβραὰμ ἔτη ݲ, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καταγωγῆς ἔτη ξε.

  12. 110.7.1

    Αβραὰμ δὲ ἐτῶν ἑβδομήκοντα ὣν γεννᾷ τὸν Μωυσέα, καὶ γίνονται ἀπὸ μὲν τοῦ πρώτου Αβραὰ ἔτη τݲνݲ, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον ἔτη ρλε.

  13. 110.8.1

    ό δὲ Μωυσῆς έν τῷ λ αὐτοῦ ἔτει πατεῖ τὴν ἐρυθρὰν θάλασσαν, ἅμα Ισραηλίταις ἐξ Αἰγύπτου ἐξιών. καὶ γίνονται ἀπὸ μὲν τοῦ μεγάλου Αβραὰμ ἔτη τݲπݲ, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καθόδου ρξε.

  14. 110.9.1

    τὰ δὲ λοιπὰ πεντήκοντα ἔτη κατηνάλωσαν μετὰ τὴν διαπεραίωσιν τῆς ἐρυθρᾶς θαλάσσης μέχρι τῆς εἰς Παλαιστίνην άπαντήσεως, οὐ διὰ τὸ μῆκος τῆς ὸδοῦ, ἀλλὰ διὰ τὸ μάχεσθαι καὶ ἐμποδιζεσθαι παρὰ τῶν καθ’ ὁδὸν αὐτῶν εὑρισκομένων ἐθνῶν.

  15. 110.10.1

    γίνονται οὐν ἀπὸ μὲν τοῦ ἑβδομηκοστοῦ πέμπτου ἔτους τοῦ μεγάλου Αβραάμ, άφ΄ οὑ ἡ πρόρρησις αὕτη ἐδόθη αύτῷ παρὰ τοῦ θεοῦ, μέχρι Μωυσέως καὶ τῆς εἰς τὴν Παλαιστίνην ἀφίξεως τῶν υἱῶν Ἰσραὴλ ἔτη υλ, ἀπὸ δὲ τῆς καθόδου τῆς εἰς Αἴγυπτον καὶ μέχρι ⟨τῆς εἰς⟩ Παλαιστίνην αὐτῶν ἀφίξεως ἔτη σιε.

  16. 111.1.1

    111. Τοσούτοις οὖν ἔτεσιν ἐργασαμένοις τοῖς Ιουδαίοις ἀμισθὶ οὐκ ἦν δίκαιον καὶ παρὰ θεῷ καὶ ἀνθρώποις δοθῆναι αὐτοῖς τὸν μισθὸν αὐτῶν κἂν ἐπὶ τέλει; οὐκ ἄδικος τοίνυν ὁ θεὸς μετὰ σκύλων ἐκεῖθεν ἐκβαλὼν τοὺς οἰκείους.

  17. 111.2.1

    εἰ δέ τις ἀμφιβάλλοι μὴ οὕτως ἐξαριθμεῖσθαι τὰ ἔτη, ἀκουέτω Μωυσέως λέγοντος »ή δὲ κατοίκησις τῶν υἱῶν Ἰσραὴλ έν γῇ Χαναὰν καὶ ἐν γῇ Αἰγύπτῳ ἔτη υݲλݲ«.

  18. 111.3.1

    τοῦ οὐν δικαιοτάτου μισθοῦ τοῦ κυρίου ἐπιμελομένου, ποία τις ἔτι ὺπολείπεται μάταιος ἀντιλογία τοῖς βουλομένοις κατὰ τοῦ ἁγίου θεοῦ καταφέρειν ψόγον; θεὸν δὲ ἀληθινὸν οὐκ ἄν ποτέ τις ψέξειεν, ἀλλ᾿ οἱ ψέγοντες ἐαυτοὺςψέγουσιν.

  19. 111.4.1

    Ἐτέρα δὲ τις παρ᾿ αὐτῶν μάταιος καταγγέλλεται ἀντιλογία ὁμοία τῇ πρώτῃ, ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου ὃς ἐπλεονέκτησε τοὺς Χαναναίους, ἵνα δῷ τοῖς Ἱσραηλίταις τὸν αὐτῶν τόπον, »οἰκίας ἅς οὐχ ᾠκοδόμησαν καὶ ἐλαιῶνας καὶ συκῶνας καὶ άμπελῶνας οὕς οὐκ ἐφύτευσαν«.

  20. 111.5.1

    πρὸς πρὸς ἐρῶ· ὠ μάταιοι, εἰ μὲν ἠν Μεὸς ὡς ἄνθρωπος, τὰ σήμερον λεγόμενα ἢ πραττόμενα παρήρχετο καὶ οὐδὲν ἦν αὐτῷ ἐν ἐνθυμήσει· ἐπειδὴ δὲ ὁ θεὸς »θεός ἐστι καὶ οὐκ ἄνθρωπος«, τὰ εἰς αὐτὸν ἀναφερόμενα εἰς πολλὰς γενεὰς ἐκδικῶν οὐκ ἐπιλανθάνεται. εἰ γὰρ ἀγνοοῦσι τὸ πρᾶγμα τοῦτο, μαθέτωσαν.

  21. 112.1.1

    112. Ἴσασι πάντες τὸν δίκαιον Νῶς Λείψανον τοῦ κόσμου γεγονότα μετὰ τὸν κατακλυσμόν. ὡς οὖν παρελείφθη αὐτός τε καὶ οἱ τρεῖς αὐτοῦ υἱοί, οἶα δίκαιος ὢν καὶ τοὺς ἑαυτοῦ παῖδας εὐλαβεῖς καθιστᾶν πειρώμενος, ἴνα μὴ τοῖς αὐτοῖς ὑποπέσωσι κακοῖς ὡς καὶ οἱ ἐν τῷ κατακλυσμῷ, οὐ μόνον διὰ λόγων τούτοις τὴν εὐλάβειαν παρεδίδου, ἀλλὰ καὶ δι᾿ ὅρκου ἀφ᾿ ἑνὸς ἑκάστου αὐτῶν τὴν πρὸς τὸν ἀδελφὸν εὔνοιαν ἀπᾐτησε.

  22. 112.2.1

    καὶ διαμερίζει μὲν ὡς κληρονόμος τοῦ κόσμου καταστὰς ὑπὸ τοῦ θεοῦ τοῖς τρισὶν υἱοῖς αὐτοῦ τὸν πάντα κόσμον, ὑπὸ κλήρους διελὼν καὶ ἑκάστην μερίδα κατὰ κλῆρον ἑκάστῳ ἀπονέμων·

  23. 112.3.1

    καὶ τῷ μὲν Εὴμ τῷ πρωτοτόκῳ ὑπέπεσεν ό κλῆρος ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς [⟨τὸ μῆκος, πλάτος δὲ ἀπὸ ἕως τῆς χώρας Ῥινοκουρούρων· κεῖται δὲ αὕτη ἡ Ῥινοκουρούρων ἀνὰ μέσον Αἰγύπτου καὶ Παλαιστίνης, ἀντικρὺ τῆς ἐρυθρᾶς θαλάσσης.

  24. 112.4.1

    Χὰμ δὲ τῷ δευτέρῳ ἀπὸ τῆς αὐτῆς Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νότον. Ἰάφεθ δὲ τῷ τρίτῳ ἀπὸ Μηδίας ἕως Γαδείρων καὶ Ρινοκουρούρων τὰ πρὸς βορρᾶν.

  25. 113.1.1

    113. Τῷ οὖν Σὴμ γίνονται παῖδες καὶ παίδων παῖδες κݲεݲ ἕως ὅτε διεμερίσθησαν αἱ γλῶσσαι· καὶ εἰσὶ διεσπαρμένοι ἐν γλώσσαις καὶ φυλαῖς καὶ βασιλείαις.

  26. 113.2.1

    τὰ δὲ ὀνόματα αὐτῶν ἐστι τάδε· Ἐλυμαῖοι Παίονες Λαζόνες Κοσσαῖοι Γασφηνοὶ Παλαιστινοὶ] Ἰνδοὶ Σύροι Ἀραβες οἱ καὶ ⟨Ταϊ⟩ Ἀριανοὶ Μάρδοι Ὑρκανοὶ Μαγουσαῖοι Ἀσσύριοι Γερμανοὶ Λυδοὶ Μεσοποταμῖται Ἑβραῖοι Κοιληνοὶ Βακτριανοὶ Ἀδιαβηνοὶ Καμήλιοι Σαρακηνοὶ Σκύθαι † Χίονες Γυμνο- σοφισταὶ Χαλδαῖοι Πάρθοι Ἐῆται Κορδυληνοὶ Μασσυνοὶ Φοίνικες Μαδιηναῖοι Κομμαγηνοὶ Δαρδάνιοι Ἐλαμασηνοὶ Κεδρούσιοι Ἐλαμῖται Ἀρμένιοι Κίλικες [Αἰγύπτιοι] Καππάδοκες [Φοίνικες] † Βίονες Κᾶρες] Χάλυβες Ψυλλῖται] Λαζοὶ Μοσσύνοικοι] Ἴβηρες Φρύγες].

  27. 113.3.1

    Χὰμ δὲ τῷ δευτέρῳ παῖδες καὶ παίδων παῖδες τριάκοντα δύο ἕως τοῦ αὐτοῦ διαμερισμοῦ τῶν γλωσσῶν· Αἰθίοπες Τρωγλοδύται Ἀγγαῖοι Ταιηνοὶ Σαβῖνοι Ἰχθυοφάφοι Ἑλλανικοὶ Αἰγύπτιοι Φοίνικες Μαρμαρίδαι Κᾶρες Ψυλλῖται Μοσσύνοικοι Φρύγες Μάκωνες Μάκρωνες Συρτῖται Λεπτιμαγνῖται Βιθυνοὶ Νομάδες Λύκιοι Μαριανδηνοὶ Πάμφυλοι † Μοσχεσίδιοι Πισιδηνοὶ Αὐγαλαῖοι Κίλικες Μαυρούσιοι Κρῆτες Μαγάρδαι Νουμιδοὶ Ἄφροι ⟨οἱ⟩ καὶ Βιζακηνοὶ Φασγηνοὶ Μάζικες Γάραμοι Γετοῦλοι Βλέμμυες Ἀξωμῖται· οὐτοι κατέχουσιν ἀπὸ Αἰγύπτου ἕως Ὠκεανοῦ.

  28. 113.4.1

    καὶ νῆσοι αὐτοῖς· Κούρσουλα Λοπάδουσα Γαῦλος Ῥίδη Μελίτη Κέρκυρα Μήνη Σαρδανὶς Γόρτυνα Κρήτη Γλαῦκος Ῥίδη Θήρα Καρίανθος Ἀστυπαλαία Χίος Λέσβος Τένεδος Ἴμβρος Ἴασος Σάμος Κῶος Κνίδη Νίσσυρος Μεγίστη καὶ Κύπρος.

  29. 113.5.1

    Ιάφεθ δὲ τῷ τρίτῳ παῖδες καὶ παίδων παῖδες δεκαπέντε ἴως τοῦ αὐτοῦ διαμερισμοῦ τῶν γλωσσῶν· Μῆδοι Ἀλβανοὶ Γαργιανοὶ Ἀρμένιοι Ἀρραῖοι Ἀμαζόνες Κῶλοι Κορζηνοὶ Βενεαγηνοὶ Καππάδοκες Γαλάται Παφλαγόνες Μαριανδηνοὶ Τιβαρηνοὶ Χἀλυβες Μοσσύνοικοι Κόλχοι Μελαγχηνοὶ Σαυρομάται Γερμανοὶ Μαιῶται Σκύθαι Ταῦροι Θρᾷκες Βαστέρνοι Ἰλλυριοὶ Μακεδόνες Ἕλ ληνες Λίβυες † Φρύγες Παννόνιοι Ιστροι Οὐέννοι Δαυνεῖς Ἰάπυγες Καλαβροὶ Ἱππικοὶ Λατῖνοι οἱ καὶ Ῥωμαῖοι Τυρρηνοὶ Γάλλοι ⟨οἱ⟩ καὶ Κελτοὶ Λιγυστινοὶ Κελτίβηρες Ἴβηρες Γάλλοι Ἀκουιτανοὶ Ἰλλυριανοὶ Βάσαντες Κάννιοι Καρτανοὶ Λυσιτανοὶ Οὐακκαῖοι Βρεττανικοὶ Σκότοι Σπάνοι.

  30. 113.6.1

    νῆσοι δὲ αὐτοῖς Βρεττανία Σικελία Εὔβοια Ῥόδος Χίος Λέσβος Κύθηρα Ζάκυνθος Κεφαληνία Ἰθάκη Κέρκυρα Κύπρος.

  31. 113.7.1

    εἴ που δὲ ὄνομα ἔθνους ἢ νήσου ἐντέτακται δισσῶς ἐν κλήρῳ ἄλλου καὶ πόλιν ἄλλου, κατα τα κοινα ορια η κατα τας γενομένας κατα καιρον αποικιας η κατὰ πρόσληψιν τοῦ Χάμ, ὃς ἐπλεονέκτησε καὶ ἔλαβε τοῦ Σὴμ μέρη, μηδεὶς θαυμαζέτω ἢ ἀμφιβαλλέτω.

  32. 114.1.1

    114. Τούτων τοίνυν τῶν ἐθνῶν οὕτως ἐκ τῶν τριῶν υἱῶν τοῦ Νῶε γεγονότων καὶ τριχῆ τοῦ κόσμου τοῖς τρισὶν υἱοῖς διαμερισθέντος, ὡς προεῖπον ὅρκος ἀπῃτήθη παρ᾿ αὐτῶν ὑπὸ τοῦ πατρὸς μηδένα ἐπεμβαίνειν τῷ τοῦ ἀδελφοῦ κλήρῳ·

  33. 114.2.1

    τὸν δὲ ὑπερβαίνοντα τὴν τοῦ ὅρκου διαταγὴν ἐξολοθερύεσθαι ἐν τῷ ὅρκῳ ἔφησαν καὶ πᾶν τὸ σπέρμα αὐτοῦ.

  34. 114.3.1

    ἐπεὶ οὐν ἐν τῷ κλήρῳ ⟨τοῦ⟩ Σὴμ ἡ Παλαιστίνη ὑπέπεσε καὶ πάντα τὰ πλησίον αὐτῆς, πλεονέκτης δὲ ὤν ὁ Χαναὰν υἱὸς Χὰμ ἐπῆλθε τῇ Παλαιστινῶν ὕστερον γῇ τουτέστι τῇ Ἰουδαίᾳ καὶ ἀφαρπάζει αὐτήν, ἐμακροθύμει δὲ ὀ

  35. 114.4.1

    θεὸς διδοὺς χρόνους μετανοίας, ἵνα μετανοήσειαν οἱ ἐκ τοῦ Χὰμ καὶ ἀποδῶσι τοῖς τοῦ Σὴμ τὴν ἰδίαν κληρουχίαν, ἐκεῖνοι δὲ οὐ μετενόουν, ἀλλ᾿ ἤθελον τὸ μέτρον αὐτῶν πληρῶσαι, —

  36. 114.5.1

    τότε ὁ θεὸς μετὰ πολλὰς ὕστερον γενεὰς δίκαιος ὤν ἐκδικεῖ τὴν παράβασιν τοῦ ὅρκου· οὕτω γὰρ ἔδει πληρωθῆναι τὸ Ἀμορραίων μέτρον.

  37. 114.6.1

    Σὴμ γὰρ γεννᾷ τὸν Ἀρφαζάδ· Χὰμ δὲ γεννᾷ τὸν Χαναάν. Χαναὰν δὲ γεννᾷ μετὰ τὴν πλεονεζίαν τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ Ἀρουκαῖον καὶ Ἀράδιον καὶ Σιδώνιον.

  38. 114.7.1

    ἀριθμοῦνται τοίνυν οὕοτως αἱ γενεαὶ ἕως τῆς τοῦ Σὴμ ἐκδικίας· Σὴμ ὁ πλεονεκτηθεὶς γεννᾷ τὸν Ἀρφαξάδ, ὡς εἴπομεν· Ἀρφαξὰδ δὲ γεννᾷ τὸν Κηνᾶ, Κηνᾶ τὸν Σάλα, Σάλα τὸν Ἔβερ καὶ γίνεται ἡ πυργοποιία· Ἔβερ γεννᾷ τὸν Φαλὲκ καὶ γίνεται γῆς καὶ γλωσσῶν διαμερισμός· Φαλὲκ γεννᾷ τὸν Ῥαγαῦ, ⟨Ῥαγαῦ⟩ τὸν Σερούχ, Σεροὺχ τὸν Ναχώρ, Ναχὼρ τὸν Θάρρα, Θάρρα τὸν Ἀβραάμ, Ἀβραὰμ τὸν Ἰσαάκ, Ἰσαὰκ τὸν Ἰακὼβ τὸν ἐπονομασθέντα Ἰσραήλ, ἐξ οὗιπερ Ἰσραηλῖται, Ἰακὼβ τὸν Ἰούδαν, Ἰούδας τὸν Φαρές, Φαρὲς τὸν Ἐσρώμ, Ἐσρὼμ τὸν Ἀράμ, Ἀρὰμ τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ τὸν Ναασσὼν καὶ ⟨Ναασσὼν⟩ τὸν Σαλμών. αὕτη ἡ γενεὰ τῶν ἀπὸ Σὴμ γεγεννημένων.

  39. 114.8.1

    τούτους οὖν ἀδικηθέντας ὑπὸ τῶν υἱῶν Χὰμ καὶ τὸν ἴδιον τόπον ἀφαιρεθέντας ἐκδικεῖ ὁ θεὸς ἐξολοθρεύσας τοὺς τοῦ Χαναὰν κατὰ τὸν ὅρκον αὐτῶν, καὶ τὸ σπέρμα τοῦ Σὴμ τὴν ἰδίαν ἀπολαμβάνει χώραν. οὐκ ἠδίκησεν οὖν ὁ θεός, τὰ δίκαια ἑκάστῳ μέρει ἀπονέμων· »οὐ γὰρ μυκτηρίζεται ὁ θεός«, ὡς προεΙπον.

  40. 115.1.1

    115. Ἐν τῇ οὖν ἐξόδῳ συναγωγὴν ἑαυτῷ ὁ θεὸς ἁρμόσων φησὶ Μωυοῇ »ὑπόλυσαι τὰ ὑποδήματα ἐκ τῶν ποδῶν σου«. πᾶς γὰρ ὁ μέλλων καθαροῖς λουτροῖς προσιέναι πρῶτον ὑπολύεται.

  41. 115.2.1

    ἐπειδὴ τοίνυν χρόνος πολὺς διελήλυθε καὶ πᾶς τις »ἐν τῇ ὁδῷ αὐτοῦ ἐπλανήθημεν« καὶ αὕτη ἡ συναγωγὴ ἐν τοῖς ἰδίοις κακοῖς ἔμεινεν, οὔπω »τὸ λουτρὸν« ὁ θεὸς »τῆς παλιγγενεσίας« ἀπεκάλυπτεν, ἀλλ ἔτεσι μὲν πολλοῖς ἀνεβάλλετο, ὕστερον δὲ τῇ ἁγίᾳ ἐκκλησίᾳ τὸ πανάγιον λουτρὸν ἀπεκάλυψεν· ἐν μὲν Μωυσῇ

  42. 115.3.1

    ὑποδήματα ὑπολύων, ἐν δὲ προφήταις τὸν ἔξωθεν χιτῶνα ἀπεκδύων, περίζωμα μόνον καταλείψας τῷ Ἰερεμίᾳ, ἐν δὲ] Ἰωάννῃ ὅλα τὰ τοῦ κόσμου ἱμάτια μεταβαλὼν ἐκ τριχῶν καμήλου μετεσχημάτιζεν, ἐν δὲ αὐτῷ τῷ σωτῆρι καὶ τοῖς αὐτοῦ μαθηταῖς κόσμου τὸ σχῆμα« ἐξέδυσεν, ἄνωθεν δὲ ἀπ᾿ οὐρανῶν μετὰ τὴν τῶν κάθαρσιν κάθαρσιν »πυρὸς καὶ πνεύματος‘ ἔνδυσιν ἐνεδίδυσκεν.

  43. 115.4.1

    ἀλλ’ ὁρῶντες οἱ Ἰσραηλῖται τὴν] χάριν τούτου οὐκ ἔγνωσαν ὅτι θεός ἐστι. διὸ καὶ ὁ προφήτης ἐγκληματικῶς τούτους ἀπωδύρετο διὰ τὴν εἰς τὸν σωτῆρα ὑπ᾿ αὐτῶν ἐσομένην ἀτιμίαν, ταῦτα κυρίῳ ἀνταποδίδοτε, λέγων, λαὸς μωρὸς καὶ ἀκάρδιος;

  44. 115.5.1

    οὐκ ἔγνωσαν γὰρ τοῦτον ὅτι οὗτος ἦν ἐν ἀρχῇ μεθ᾿ οὗ Ε; πατὴρ συνεβουλεύσατο , ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν‘ λέγων·

  45. 115.6.1

    τὸ γὰρ ποιήσωμεν‘ οὐχ ἑνὸς ἀριθμοῦ ἐστι σημαντικόν· ἀλλὰ γοῦν συνεβουλεύσατο ὁ πατὴρ υἱῷ καὶ ἁγίῳ πνεύματι· »τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν‘.

  46. 115.7.1

    οὐδ᾿ ὂν συνήκασι τοῦ λέγοντος ἐν τῇ αὐτῇ βίβλῳ ῥητῶς, ὅτι »ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα ἀπ᾿ οὐρανοῦ«. ἔβρεξε γὰρ κύριος πῦρ«, ὁ πρὸς Ἀβραὰμ ἐληλυθώς, παρὰ κυρίου ἀπ᾿ οὐρανοῦ«, τοῦ αὐτὸν ἀποστείλαντος.

  47. 115.8.1

    οὐδὲ ἔγνωσαν αὐτὸν ἀπ᾿ Αἰγὐπτου αὐτοὺς ἐκβάλλοντα οὐδὲ συνῆκαν τοῦ προφήτου λέγοντος » καὶ σὺ Βηθλεὲμ οὐχὶ ἐλαχίστη« πῶς γὰρ οἷόν τε ἐλαχίστην καλεῖν πόλιν χωρήσασαν ὃν οὐρανὸς καὶ πάντα χωρεῖν οὐ δεδύνηνται;) καὶ ὅτι ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος«· εἰ δὲ ἀπὸ Βηθλεὲμ ἐκπορεύεται καὶ ἄνθρωπός ἐστι, καὶ πῶς θεολογεῖται;

  48. 116.1.1

    116. ταράσσει αὐτοὺς τὸ εἰναι θεὸν καὶ ἄνθρωπον. ἐν ταὐτῷ γὰρ Ε; »αἱ διέξοδοι αὐτοῦ ἀπ᾿ ἀρχῆς, ἀπὸ κτίσεως κόσμου«· τοῦτο δὲ οὐκ ἔστιν οὐκέτι ἀνθρώπου , ἀλλὰ θεοῦ.

  49. 116.2.1

    οὐ μέμνηνται δὲ ὅτι »ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ«· τὸ δὲ καλέσουσι σημαίνει τὸν τρόπον τῶν ἁγίων καὶ πιστῶν, τῶν υἱῶν τῆς ἐκκλησίας.

  50. 116.3.1

    ἐξετα- ζόμενοι γὰρ ὑχὸ τῶν κυριοκτόνων Ἰουδαίων περὶ τοῦ σωτῆρος ὅτι πῶς εἰς τὸν σταυρωθέντα ⟨πιστεύετε⟩ ὁμολογοῦσιν * ἀκούουσι χαρὰ τῶν αὐτῶν πιστῶν ὅτι παρ᾿ ὑμῖν ἐσταύρωται, μεθ’ ἡμῶν δὲ θεός ἐστι.

  51. 116.4.1

    τοῦ δὲ Δαυὶδ οὐκ ἤκουσαν καὶ οὐκ ἔγνωσαν αὐτοῦ τὸν λόγον, ὃν ὁρῶν ἐν ἁγίῳ πνεύματι ἔλεγε, φρίττων τὴν αὐτοῦ τοῦ κυρίου μέλλουσαν ἔσεσθαι οἰκονομίαν, λέγων »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου« καὶ τὰ ἐξῆς.

  52. 116.5.1

    Σάββατα τοίνυν τὰ ἀρχαῖα παρελήλυθε«, σάββατον δὲ ἀληθινὸς παρ᾿ ἡμῖν κηρύττεται. ἤργησε δὲ ἡ πρώτη περιτομὴ ἓν μέλος σμικρότατον περιτέμνουσα, ἐνεργεῖ δὲ εὖ μάλα ἡ ἐπουράνιος περιτομὴ ὅλον τὸ σῶμα περιτέμνουσα.

  53. 116.6.1

    τὰ γὰρ ὕδατα καὶ ἡ ἁγία ἐπίκλησις οὐχ ἐν ἑνὶ μέλει τοῦ ἀνθρώπου γίνεται, ἀλλ’ ἀλλ᾿ τὸ σῶμα τοῦ ἀνθρώπου σφραγίζει καθαροποιεῖ περιτέμνει, πάντων τῶν κακῶν ἀπαλλάττει. ἡ γοῦν ἀγία ἐκκλησία παρέλαβε ταῦτα τὰ μυστήρια.

  54. 116.7.1

    έπανέστησαν δὲ αὐτῇ καὶ δεινοὶ »ἐχθροί, οἰκειακοί‘ λεγόμενοι, μὴ ὄντες δὲ ἐκ τῆς τῶν ἀποστόλων τοῦ κυρίου ἀληθοῦς πίστεως εἰ γὰρ ἦσαν ἐξ αὐτῶν, μεμενήκεσαν ἂν μετ᾿ αὐτῶν‘)·

  55. 116.8.1

    ἀλλὰ νόθοι ὄντες καὶ σύμμικτοι ἐπιθυμίαν κακὴν τῆς δι’ ἰχθύων καὶ σικυῶν Αἰγυπτίων ἐδωδῆς πάλιν ἐπιθυμοῦσι, βλασφημοῦντες ἄνω καὶ κάτω τὸν υἱὸν τοῦ θεοῦ, Ἀρειομανῖται, οὓς ἤδη ἐν τοῖς πρὸ τούτου λόγοις ἐστηλιτεύσαμεν, ἄλλοι δὲ Σαβέλλιοι.

  56. 116.9.1

    καὶ οἱ μὲν Σαβέλλιοι τέλεον ἀρνοῦνται τὸ εἶναι τὸν] υἱὸν καὶ ἅγιον πνεῦμα, λέγοντες ὅτι ὁ υἱὸς ἐστιν ὁ πατὴρ καὶ ὁ πατὴρ αὐτός ἐστιν ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα αὐτός ἐστιν ὁ πατήρ, ὡς μὴ εἶναι υἱὸν καὶ ἅγιον πνεῦμα, δεύτεροι Ἰουδαῖοι καὶ κυριοκτόνοι ἀπελεγχόμενοι.

  57. 116.10.1

    Ἀρειομανῖται δὲ οἱ πάντων ἀσεβέστατοι, οἱ τὸν υἰὸν ἀπὸ τῆς πατρῴας οὐσίας διαιρεῖν καὶ ἀπαλλοτριοῦν τολμῶντες, οὐκ ἀξιοῦσι τὸν υἱὸν ὁμότιμον εἶναι τῷ πατρὶ οὐδὲ ἐκ τῆς οὐσίας τοῦ πατρὸς αὐτὸν γεγεννῆσθαι.

  58. 116.11.1

    ἄλλοι δὲ τούτων ἔκγονοι, οἱ πρὸ τούτου μετὰ τῶν ἄλλων τῶν προταχθέντων · Με κατὰ Ἰουδαίους αὑτοὺς ἀπηρίθμουν τοὺς βλασφημοῦντας τὸ ἅγιον πνεῦμα, δεύτεροι Σαδδουκαῖοι καὶ Σαμαρεῖται καὶ ἔγνωστοι νεκροὶ καὶ ἄπιστοι.

  59. 117.1.1

    117. Ἵνα δὲ μὴ »διὰ μέλανος καὶ χάρτου« τὰς κατὰ τούτων μαρ- τυρίας διὰ πολλοῦ ποιησώμεθα, εἰς τὸ μὴ περικακεῖν τοὺς ἀναγινώσκοντας, ἀρκέσουσιν αὐτοῖς Σαβελλιανοῖς μὲν μετὰ τῶν ἄλλων μαρτυ- ριῶν ἡ μαρτυρία τοῦ Ἰορδάνου, ὡς ἤδη εἶπον.

  60. 117.2.1

    υἱὸς γὰρ ἐν Ἰορδάνῃ ἀληθῶς παραγίνεται, θεὸς ἄνθρωπος γεγονώς, οὐ τροπὴν ὑποστὰς ἀλλὰ σάρκα λαβών, οὐ διὰ σπέρματος ἀνδρὸς ἀλλ᾿ ἀπὸ τῆς ἁγίας παρθένου σῶμα ἀνειληφὼς δι᾿ ἁγίου πνεύματος συλληφθέν, σῶμα τέλειον τουτέστιν ἄνθρωπον τέλειον ψυχῇ καὶ σώματι.

  61. 117.3.1

    γέγονεν οὐν ὁ θεὸς καὶ ἄνθρωπος πρὸς Ἰωάννην έν τῷ Ἰορδάνῃ, εἷς ὤν ὁ αὐτὸς υἱὸς καὶ Χριστὸς καὶ κύριος· πατὴρ δὲ ἄνωθεν βοᾷ, μαρτυρῶν τῷ υἰῷ τῷ ἐν τῷ Ἰορδάνῃ γεγονότι »οὑτός ἐστιν ὁ υἱός μου ὁ ἀυγαπητός«·

  62. 117.4.1

    τὸ δὲ ἅγιον πνεῦμα ἐν εἴδει περιστερᾶς κατέβαινεν ἐπ᾿ αὐτὸν εἰς τὰ ὕδατα κατεληλυθότα, ἵνα καθαρὰ αὐτὰ ἀποδείξῃ ἕνεκεν τῶν λελλόντων εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καἱ ἁγίου πνεύματος βαπτίζεσθαι.

  63. 117.5.1

    τοῖς δὲ Ἀρειανοῖς μετὰ τῶν προλεχθεισῶν ἀρκέσει τὸ εἰπεῖν τὸν υἱόν »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ έν ἐμοί«· ἰσότητα γὰρ ἐνταῦθα υἱοῦ πρὸς πατέρα ἀπέδειξε καὶ γνησιότητα.

  64. 117.6.1

    τοῖς δὲ ἐκγόνοις τῶν Ἀρειανῶν τοῖς τὸ ἅγιον πνεῦμα. βλασφημοῦσιν ἀρκέσουσι δύο μαρτυρίαι αἱ ἤδη προτεταγμέναι μετὰ τῶν ἄλλων μαρτυριῶν, μία μὲν ἀπὸ τοῦ Δανιὴλ οὕτως ἔχουσα· ἐν τῇ καμίνῳ τοῦ πυρὸς Σεδρὰχ

  65. 117.7.1

    Μισὰκ Ἀβδεναγὼ αἰνοῦντες τὸν θεὸν συμπεριλαμβάνουσι μεθ’ ἑαυτῶν τὴν πᾶσαν τοῦ θεοῦ κτίσιν καὶ λέγουσιν »εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον« · καὶ ἠρίθμησαν οὐρανοὺς καὶ ἀγγέλους καὶ σελή- νην καὶ ἥλιον καὶ δυνάμεις, γῆν τε καὶ θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ οὐδαμοῦ υἱὸν καὶ ἅγιον πνεῦμα συνηρίθμησαν ταῖς κτίσεσι. τὰ Σεραφὶμ δὲ ἁγιάζει τριάδα ἴσως, οὐχ ἅπαξ οὐ δὶς οὐ τέταρτον, ἀλλὰ τρὶς τὸ ἅγιος λέγοντα.

  66. 118.1.1

    118. ἐλεγξάτω δὲ πάλιν τούτους Πέτρος, ἐπιτιμῶν τοῖς περὶ Ἀνανίαν καὶ λέγων »ἐπειράσατε τὸ ἅγιον πνεῦμα«·

  67. 118.2.1

    καί φησιν »οὐκ ἐψεύσασθε ἀνθρώπῳ, ἀλλὰ τῷ θεῷ( ὁ δὲ ἀπόστολος οἶδεν , ὡς καὶ πολλάκις εἴπομεν, τὸ πνεῦμα μὴ ἀλλότρίον εἰναι τοῦ θεοῦ λέγων »ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ«· τὸ δὲ μὴ ὂν ἐκ τῆς οὐσίας τοῦ θεοῦ ἀδύνατόν ἐστι τὰ βάθη τοῦ θεοῦ ἐρευνᾶν.

  68. 118.3.1

    ἡμεῖς δὲ οἴδαμεν πατέρα πατέρα, υἱὸν υἱόν, ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τριάδα ἐν ἑνότητι. μία γὰρ ἐνότης ἐστὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, μία οὐσία μία κυριότης ἓν θέλημα μία ἐκκλησία ἐν βάπτισμα μία πίστις.

  69. 118.4.1

    καὶ παυσάσθωσαν οἱ κατὰ τῆς ἁγίας παρθένου τοῦ Χριστοῦ καὶ νύμφης ἁγνῆς, τουτέστι τῆς μητρὸς ἡμῶν τῆς ἁγίας ἐκκλησίας *.

  70. 118.5.1

    παρέλαβον γὰρ οἱ ταύτης παῖδες παρὰ ἁγίων πατέρων τουτέστι τῶν ἁγίων ἀποστόλων πίστιν φυλάττειν, ἅμα δὲ καὶ τοῖς ἑαυτῶν τέκνοις παραδιδόναι τε καὶ ἀπαγγέλλειν.

  71. 118.6.1

    ἐξ ὡν καὶ αὐτοὶ υἱοὶ ὑπάρχετε, τιμιώτατοι ἀδελφοί, καὶ τοῖς ἑαυτῶν τέκνοις ταύτην τὴν διδασκαλίαν παραδιδόατε.

  72. 118.7.1

    Ταῦτα οὕτως λέγοντες καὶ τὰ τούτοις ὄμοια ἀπὸ τῶν θείων γραφῶν * βεβαιῶσαι αὑτούς τε καὶ τοὺς ἀκούοντας ὑμῶν, διδάσκοντες ὁδοποιοῦντες κατηχοῦντες μὴ διαλείπητε οἱ πιστοὶ καὶ ὀρθόδοξοι ταύτην τὴν ἁγίαν πίστιν τῆς καθολικῆς ἐκκλησίας, ὡς παρέλαβεν ἡ ἁγία καὶ μόνη παρθένος τοῦ θεοῦ ἀπὸ τῶν ἁγίων ἀποστόλων τοῦ κυρίου, φυλάττειν.

  73. 118.8.1

    καὶ οὕτως ἕκαστον τῶν κατηχουμένων τῶν μελλόντων τῷ ἁγίῳ λουτρῷ προσιέναι οὐ μόνον ἀπαγγίελλιν ὀφείλετε † τὸ πιστεύειν τοῖς ἐαυτῶν υἱοῖς ἐν κυρίῳ, ἀλλὰ καὶ διδάσκειν ῥητῶς, ὡς πάντων ἡ αὐτὴ μήτηρ ὑμῶν τε καὶ ἡμῶν, τὸ λέγειν·

  74. 118.9.1

    Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα , ποιητὴν οὐρανοῦ τε καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

  75. 118.10.1

    καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὀμοούσιον τῷ πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ· τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοῦς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρός, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

  76. 118.11.1

    καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν · εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν·

  77. 118.12.1

    ὁμολογοῦμεν ἕν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, προσδοκῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν.

  78. 118.13.1

    τοὺς δὲ λέγοντας ἦν ποτε ὅτε οὐκ ἦν καὶ πρὶν γεννηθῆναι οὐκ ἦν ἢ ὅτι ἐξ οὐκ ὅντων ἐγένετο ἤ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ⟨ἤ⟩ ῥευστὸν ἤ τὸν τοῦ θεοῦ υἱόν, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

  79. 118.14.1

    Καὶ αὕτη μὲν ἡ πίστις παρεδόθη ἀπὸ τῶν ἁγίων ἀποστόλων καὶ * ἐν ἐκκλησίᾳ τῇ ἁγίᾳ πόλει ἀπὸ πάντων ὁμοῦ τῶν τότε ἁγίων ἐπισκόπων, ὑπὲρ τριακοσίων ἀριθμόν, τὸν ἀριθμόν.

  80. 119.1.1

    119. Ἐπειδὴ δὲ ἐν τῇ ἡμετέρᾳ γενεᾷ ἀνέκυψαν ἄλλαι τινὲς αἱρέσεις ἀλλεπάλληλοι, τουτέστιν ἐπὶ χρόνου Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν βασιλέων κατὰ τὸ δέκατον αὐτῶν τῆς βασιλείας ἔτος καὶ πάλιν κατὰ τὸ ἕκτον ἔτος Γρατιανοῦ, τουτέστιν ἐν τῷ ἐνενηκοστῷ ἔτει Διοκλητιανοῦ τοῦ τυράννου,

  81. 119.2.1

    τούτου χάριν ὑμεῖς τε καὶ ἡμεῖς καὶ πάντες οἱ ὀρθόδοξοι ἐπίσκοποι καὶ συλλήβδην πᾶσα ἡ ἁγία καθολικὴ ἐκκλησία πρὸς τὰς ἀνακυψάσας αἱρέσεις ὀκολούθως τῇ τῶν ἁγίων ἐκείνων πατέρων προτεταγμένῃ πίστει οὕ6τως λέγομεν, μάλιστα τοῖς τῷ ἁγίῳ ·λουτρῷ προσιοῦσιν, ἵνα ἀπαγγέλλωσι καὶ λεγωσιν ουτως·

  82. 119.3.1

    Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, πάντων ἀοράτων τε καὶ ὁρατῶν ποιητήν·

  83. 119.4.1

    καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ θεοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τῇ

  84. 119.5.1

    γῇ, ὁρατά τε καὶ ἀόρατα, τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα τουτέστι γεννηθέντα τελείως ἐκ τῆς ἁγίας Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, ἐνανθρωπήσαντα τουτέστι τέλειον ἄνθρωπον λαβόντα, ψυχὴν καὶ σῶμα καὶ νοῦν καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος χωρὶς ἁμαρτίας·

  85. 119.6.1

    οὐκ ἀπὸ σπέρματος ἀνδρὸς οὐδὲ ἐν ἀνθρώπῳ ⟨γεγονότα⟩, ἀλλ᾿ εἰς ἑαυτὸν σάρκα ἀναπλάσαντα εἰς μίαν ἁγίαν ἑνότητα· οὐ καθάπερ ἐν προφήταις ἐνέπνευσέ τε καὶ ἐλάλησε καὶ ἐνήργησεν, ἀλλὰ τελείως ἐνανθρωπήσαντα·

  86. 119.7.1

    ὁ γὰρ Λόγος σὰρξ ἐγένετο«, οὐ τροπὴν ὑποστὰς οὐδὲ μεταβαλὼν τὴν ἑαυτοῦ θεότητα εἰς ἀνθρωπότητα, εἰς μίαν ⟨δὲ⟩ συνενώσας ἑαυτοῦ * ἁγίαν τελειότητά τε καὶ θεότητα· γάρ ἐστιν κύριος Ἰησοῦς Χριστὸς καὶ οὐ δύο, ὁ αὐτὸς θεός, ὁ αὐτὸς κύριος, ὁ αὐτὸς βασιλεύς·

  87. 119.8.1

    παθόντα δὲ τὸν αὐτὸν ἐν σαρκὶ καὶ ἀναστάντα καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς ἐν αὐτῷ τῷ σώματι, ἐνδόξως μαθίσαντα ἐν δεξιᾷ τοῦ πατρός, ἐρχόμενον ἐν αὐτῷ τῷ σώματι ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκροὺς· οὑ τῆς βασιλείας οὐκ ἔσται τέλος.

  88. 119.9.1

    καὶ εἰς τὸ ἅγιον πνεῦμα τὸ λαλῆσαν ἐν νόμῳ καὶ κηρῦξαν ἐν τοῖς προφήταις, καταβὰν ἐπὶ τὸν Ἰορδάνην, λαλοῦν ἐν ἀποστόλοις, οἰκοῦν ἐν ἁγίοις.

  89. 119.10.1

    οὕτως δὲ πιστεύομεν ἐν αὐτῷ ὅτι ἐστὶ πνεῦμα ἅγιον πνεῦμα θεοῦ πνεῦμα τέλειον πνεῦμα παράκλητον, ἄκτιστον, ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ υἱοῦ λαμβάνον καὶ † πιστευόμενον.

  90. 119.11.1

    πιστεύομεν εἰς μίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν καὶ εἰς ἓν βάπτισμα μετανοίας καὶ εἰς ἀνάστασιν νεκρῶν καὶ κρίσιν δικαίαν ψυχῶν καὶ σωμάτων καὶ εἰς βασιλείαν οὐρανῶν καὶ εἰς ζωὴν αἰώνιον.

  91. 119.12.1

    τοὺς δὲ λέγοντας ὅτι ἠν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον, ἢ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ⟨ἤ⟩ ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ ἅγιον πνεῦμα, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.ι ἡ μήτηρ ὑμῶν τε καὶ ἡμῶν. καὶ πάλιν ἀναθεματίζομεν τοὺς μὴ ὁμολογοῦντας ἀνόστασιν νεκρῶν καὶ πάσας τὰς αἱρέσεις τὰς μὴ ἐκ ταύτης τῆς ὀρθῆς πίστεως οὔσας.

  92. 119.13.1

    Υμῶν δὲ καὶ τῶν ὑμῶν τέκνων, μακαριώτατοι, οὕτω πιστευόντων καὶ τὰς ἐκ ταύτης τῆς πίστεως ἐντολὰς ἐπιτελούντων ἐλπίζομεν ὑπερεύχεσθαι ἡμῶν πάντοτε ἔχειν μερίδα καὶ κλῆρον ἐν τῇ αὐτῇ

  93. 119.14.1

    πίστει καὶ ἐν τῷ κλήρῳ τῶν αὐτῆς ἐντολῶν. καὶ εὔχεσθε ὑπὲρ ἡμῶν ὑμεῖς τε καὶ πᾶς ὁ οὕτως πιστεύων καὶ τὰς ἐντολὰς τοῦ κυρίου φυλάττων ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι᾿ οὗ καὶ μεθ᾿ οὑ δόξα τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

  94. 119.15.1

    Εως ὡδε, ἀγαπητοὶ ἀδελφοί, ἡ βραχύτης ἡμῶν καὶ ἀσθενὴς τῆς διανοίας δύναμις ἠναγκάσθη φθάσαι, τῆς ὑμῶν καλοκαγαθίας πρατρεψαμένης ἡμᾶς εἰ καὶ ἀνικάνους ὑπὲρ τὸ ἑαυτῶν μέτρον παριστᾶν, ὥστε δέεσθαι βοηθείας, ἐπεκτεινομένους· ἀλλὰ πάντα οἶδεν ὁ ἐν οὐρανῷ πιστός.

  95. 119.16.1

    πλὴν εἰρήνη παντὶ τῷ στοιχοῦντι τῷ κανόνι τούτῳ τῆς ἀληθινῆς καὶ ὀρθοδόξου ταύτης πίστεως καὶ ἐπὶ τὸν Ἰσρσὴλ τοῦ θεοῦ. ἀσπάσασθε πάντας τοὺς ἁγίους ἐν κυρίῳ. ἀσπάζονται ὑμᾶς οἱ τοῦ κυρίου δοῦλοι, μάλιστα δὲ ἐγὼ ὁ Ἀνατόλιος ὁ γράψας τοῦτο τὸ βιβλίον τοῦ Ἀγκυρωτοῦ ἐπονομασθέντος λόγου καὶ ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι.

← Previous — showing 801895 of 895

First Thousand Years of Greek. CTS URN tlg2021.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.