Ancoratus
- 80.2.1
εἰ γὰρ τὴν αὐτοῦ δύναμιν ἐνέπνευσε τοῖς ἁγίοις καὶ ἐν οἷς ἐνέπνευσε μαρτυροῦνται ὅτι ἦσαν ἅγιοι δίκαιοι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἄμεμπτοι, πόσῳ γε μᾶ·λλον αὐτὸς ὁ Λόγος, ἐν ᾦ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς«, κἄν τε σάρκα ἀληθινὴν λάβῃ ἐκ Μαρίας τῆς ἀειπαρθένου καὶ ψυχὴν ἀνθρωπείαν ἀληθινῶς καὶ νοῦν καὶ εἴ τἰ ἐστιν ἓτερον ἐν τῷ ἀνθρώπῳ, αὐτὸς ἐν ἑαυτῷ ἔχων τὰ ὃλα κατεῖχε θεὸς ὣν μὴ μεριζόμενα πρὸς τὴν κακίαν, μὴ θρυπτόμενα ἀπὸ τοῦ πονηροῦ, μὴ ἀλισκόμενα ἐν τῇ ἡδονῇ, μὴ ὑποπίπτοντα τῷ τοῦ Αδὰμ παραπτώματι;
- 80.3.1
καὶ διὰ τοῦτό φησιν ὁ ἀπόστολος »γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον‘ καὶ πάλιν ἐν σχήματι εὐρεθεὶς ὡς ἄνθρωπος«· τὸ δὲ σχήματι ⟨καὶ τὸ ὡς ἄνθρωπος⟩ γενόμενος καὶ τὸ ὑπὸ νόμον δέ ἀμφοτέρων συναγόμενον τελειότητα σημαίνει καὶ ἀπάθειαν, ἐκ τοῦ γενόμενος τὸ εἶναι τέλειος καὶ ⟨ἐκ⟩ τοῦ ὑπὸ νόμον τὸ μὴ δοκήσει καὶ ⟨ἐκ⟩ τοῦ σχήματι τῆς ἰδέας τὸ βέβαιον ἐκ τοῦ ὡς ἄνθρωπος τὸ ἀναμάρτητον.
- 80.4.1
τούτων τοίνυν τοίνυν οὓτως των μηδεὶς ἀπατάσθω κενοῖς μύθοις. εἰ γὰρ ἄνωθεν γεννηθεὶς ἀπὸ πατρὸς ἀληθινῶς ⟨ἀληθινῶς⟩ ἐγεννήθη καὶ ἀπὸ Μαρίας, καὶ ἀληθεύει καὶ κάτω ἀληθεύει καὶ εἰ ἐστὶν κάτω ἀτελής, καὶ ἄνω ἀτελής. εἰ δὲ ἄνω ἐστὶ τέλειος, καὶ κάτω ἐστὶ τέλειος· οὐκ ἐν ἄλλῳ τελεἰῳ ᾤκησεν, ἀλλ᾿ εἰς ἑαυτὸν τὰ πάντα ἐτελείωσε.
- 80.5.1
καὶ ἀνέστη ἐκ τῶν νεκρῶν μηκέτι μεριζόμενος ἐν μνήματι εἰς σῶμα καὶ θεότητα καὶ ψυχὴν ἐν καταχθονίοις, μηκέτι ὑπὸ ἁφὴν ὑποπίπτων, μηκέτι ἐπεχόμενος, άλλ᾿ εἰσερχόμενος θυρῶν κεκλεισμένων, ψηλαφώμενος δὲ ὑπὸ τοῦ Θωμᾶ, ἳνα μὴ φαντασίᾳ ἀπεικασθῇ, ἀλλ᾿ ἀληθείᾳ·
- 80.6.1
ὁ ὑπὸ τοῦ Θωμᾶ πιστευθεὶς μετὰ τὸ πληρωθῆναι τὸ προειρημένον »ταῖς χερσί μου τὸν θεὸν ἐξεζήτησα, καὶ οὐκ ἠπατήθην«, ό αὐτὸς θεὸς ὁ αὐτὸς ἄνθρωπος, ὁ μὴ σύγχυσιν ἀπεργασάμενος, ἀλλὰ τὰ δύο κεράσας εἰς ἓν·
- 80.7.1
οὐκ εἰς ἀνυπαρξίαν χωρήσας, ἀλλὰ συνδυναμώσας σῶμα γήϊνον τῇ θεότητι εἰς μίαν δύναμιν ἣνωδεν, εἰς μίαν θεότητα συνήγαγεν· εἶς ὣς κύριος εἶς Χριστός, οὐ δύο Χριστοὶ οὐδὲ δύο Μοί.
- 80.8.1
ἐν αὐτῷ σῶμα πνευματικὸν ἐν αὐτῷ θεότης ἀκατάληπτος, τὸ πεπονθὸς μὴ φθαρὲν τὸ ἀπαθὲς ἄξθαρτον, ἀφθαρσία τὸ ὃλον· θεὸς κύριος, καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, μὴ παραλείψας τὴν σάρκα, εἰς δὲ δὲ συνενώσας καὶ εἰς μίαν τὸ ὅλον θεότητα καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός.
- 81.1.1
81. Οὖτος οὖν ό μονογενής, ό τέλειος ὁ ἄκτιστος ό ἄτρεπτος ὁ ἀναλλοίωτος ό ἀπερινόητος ό ἀόρατος, ⟨ὁ⟩ ἐνανθρωπήσας ἐν καὶ ἀναστὰς πνευματικῶς καὶ »μηκέτι ἀποθνᾐσκων«, μηκέτι πτωχεύων ό »δι᾿ ἡμᾶς πτωχεύσας πλούσιος ὤν‘, ὁ πνεῦμα ὤν ὃλος, ό τὸ σαρκικὸν | καὶ τὸ θεϊκὸν ἐνῶν, | κύριος εἱς βασιλεὺς Χριστός, ό υἱὸς D183 P87 τοῦ θεοῦ, ἐν οὐρανῷ καθεσθεὶς ἐν δεξιᾷ τοῦ πατρὸς »ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας, δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου«, φησὶν ἐν τῷ εὐαγγελίῳ »άπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος«.
- 81.2.1
τοῦτο δὲ δὲ καὶ ἀνὰ μέσον † ὃν οὐ συναλοιφὴν ἐσήμαινε τὸν υἱὸν τῷ πατρὶ ⟨οὐδὲ οὐδὲ συναλοιφὴν τὸ πνεῦμα τὸ ἃγιον τῷ πατρὶ καὶ τῷ υἱῷ⟩, ἀλλὰ οἶδε πατέρα ἀληθινὸν καὶ ἑαυτὸν ἀληθινὸν ἀπέδειξεν ἐνυπόστατον Λόγον καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐνυπόστατον πνεῦμα καὶ »πνεῦμα ἀληθείας«, ἄκτιστον ἄτρεπτον ἀναλλοίωτον· οὐχ
- 81.3.1
ὡς ἵνα τις ὑπονοήσῃ δολίως φερόμενος πρὸς τὴν πίστιν καὶ τοὺς πόδας αὐτοῦ ἀποκρύπτων καὶ δολιευόμενος πρὸς τὴν ἀλήθειαν »ἐτάζει γὰρ καρδίας καὶ νεφροὺς ό θεός«).
- 81.4.1
καὶ λέγει ό αἱρετικός· δηλονότι πιστεύω ὅτι ό πατὴρ πατὴρ καὶ ό υἱὸς υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἅγιον πνεῦμα καὶ όμολογῶ τρεῖς ὑποστάσεις ἐν μιᾷ οὐσίᾳ· οὐχ ἐτέραν δὲ λέγω οὐσίαν παρὰ τὴν θεότητα, οὐχ ἑτέραν θεότητα παρὰ τὴν οὐσίαν, ἀλλὰ διὰ τὸ οὕτως ἀκριβοῦν ⟨μίαν⟩ οὐσίαν καλοῦμεν, ἵνα μὴ ἄλλο καὶ εἶδος εἴπωμεν τῆς θεότητος τῆς τριάδος.
- 81.5.1
κρυπταζόμενος γὰρ ὁ τοιοῦτος ὡς εἶπον ῥᾳδιούργως πάλιν καὶ δολίως λέγει· πιστεύω ὅτι πατὴρ πατήρ υἱὸς υἱός, πνεῦμα ἅγιον πνεῦμα ἅγιον· ὑπόνοιαν δὲ ἔχει τοιαύτην κεκρυμμένην, ὡς ἀφ᾿ ἡμῶν τὸ θεῖον ἀπεικάσας, λέγων ἐν ἑαυτῷ, ὃτι ὡς ἔχω σῶμα καὶ ψυχὴ καὶ πνεῦμα ἀνθρώπειον, οὓτω καὶ ἡ θεότης.
- 81.6.1
πατὴρ μὲν ὡς εἰπεῖν τὸ εἶδος, υἱὸς δὲ ὡς ἐν τῷ ἀνθρώπῳ ψυχή, πνεῦμα δὲ ὣσπερ τὸ ἐμπνέον διὰ τοῦ άνθρώπου.
- 81.7.1
τινὲς γὰρ δολιεύονται καὶ οὓτως νομίζουσι τὴν θεότητα. ἡμεῖς δὲ οὐχ οὕτως ἐμάθομεν, ἀλλ᾿ ἰδοὺ ὁ πατὴρ ἐν οὐρανῷ διὰ φωνῆς μαρτυρεῖ, ἰδοὺ ὁ υἱὸς ἐν Ιορδάνῃ, ἰδοὺ τὸ πνεῦμα τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατερχόμενον ἐσχηματίζετο· ἀλλὰ καθ’ ἑαυτὸ ἐσχηματίζετο, καθ᾿ ὲαυτὸ ὑπόστασις ὄν, οὐκ ἀλλοία παρὰ τὴν τοῦ πατρὸς καὶ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, ὑπόστασις ἐξ ὑποστάσεως τῆς αὐτῆς πατρὸς καὶ υἱοῦ καὶ ὰγίου πνεύματος.
- 81.8.1
⟨καὶ⟩ πάλιν πάλιν ἰδοὺ πατὴρ κάθηται ἐν οὐρανῷ, *. τὸ δὲ κάθηται μὴ πάλιν ὑπολάμβανε άνθρωπίνως, ἀλλ᾿ άνεκδιηγήτως καὶ ἀκαταλήπτως ἔχε. καὶ οὐκ εἶπεν, ἀνῆλθεν ὁ υἱὸς εἰς τὸν πατέρα, ἀλλ᾿ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός«.
- 81.9.1
καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου λέγων ὁ μονογενὴς ἐδίδασκεν »άπέρχομαι, κἀκεῖνος ἐλεύσεται, τὸ πνεῦμα τὸ ἄγιον, τὸ πνεῦμα τῆς ἀληθείας. ἐὰν μὴ ἐγὼ ἀπέλθω, κἀκεῖνος οὐκ ἔρχεται«. εὶ δὲ ἦν τὸ πνεῦμα συναλοιφὴ αὐτῷ τῷ υἱῷ, οὐκ ἄν ἔλεγεν »ἀπέρχομαι κἀκεῖνος ἔρχεται«, ἀλλ᾿ ἵνα δείξῃ ὑπόστασιν καὶ ὑπόστασιν. μία δέ ἐστι θεότης εἶς θεὸς μία ἀλήθεια.
- 82.1.1
82. Καὶ οὓτω γέγραφα τῷ βουλομένῳ * τὴν τῆς ζωῆς ἡμῶν ἀκολουθίαν καὶ βεβαίαν ὁμολογίαν, τὴν ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ εὐαγγελίων καὶ ἀποστόλων καὶ ἀπὸ τῶν χρόνων τῶν ἀποστόλων ἴως ἡμετέρων χρόνων ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ἀχράντως πεφυλαγμένην,
- 82.2.1
ἐπὶ φθόνῳ δὲ ἀκαταστασίας τῆς μιᾶς καὶ ἀληθινῆς πίστεως κατὰ καιρὸν καὶ καιρὸν διὰ τῶν αἱρέσεων τὴν αὐτὴν πίστιν καὶ ἐλπίδα καὶ σωτηρίαν ἡμῶν διωχθεῖσαν, ὑπομείνασαν δὲ ἐν τῇ αὐτῆς ἀληθείᾳ, τῶν αἱρέσεων καθ᾿ ἓκαστον χρόνον ἑαυτὰς χραινουσῶν καὶ άπὸ τῆς ἐκκλησίας ἀπαλλοτριουμένων·
- 82.3.1
ὡς καὶ προσφάτως πάλιν ἀκούομέν τινων τῶν τὰ πρωτεῖα δοκούντων ἀποφέρεσθαι παρά τισι τῶν ἐν Αἰγύπτῳ ἀσκητῶν καὶ Θηβαΐδος καὶ ἄλλων ἄλλοθι κλιμάτων, τὰ ὃμοια τοῖς Ιερακίταις φρονούντων καὶ λεγόντων ἀνάστασιν μὲν τῆς ἡμετέρας σαρκός, οὐ ταύτης δέ, ἀλλ’ ἄλλης τινὸς ἀντ᾿ αὐτῆς, ὡς ἐκτ ραπέτων τῶν τοιούτων καὶ εἰς μύθους ἐκτρεψάντων τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ τὴν βεβαίαν ἡμῶν ἐλπίδα. διὸ καὶ περὶ τούτου ἀναγκαζόμεθα αὐθις λέγειν.
- 83.1.1
83. Ἄπιστοι μὲν γὰρ ἀρνοῦνται τὸ πᾶν τῆς ἀναστάσεως, κακόπιστοι δὲ συρφετωδῶς καὶ ἀνοήτως τῆς κατὰ άλήθειαν ἐλπίδος ἐκπεπτώκασι τῷ οὕτω νοεῖν περὶ τῆς ἀναστάσεως.
- 83.2.1
καὶ Ἓλληνες μὲν οἱ τελείως ἀρνούμενοι τὴν ἀνάστασιν διὰ τὴν ἀσέβειαν τοῦ πλήθους τῶν παρ’ αὐτοῖς γινομένων ἀνομημάτων· μισοῦσι γὰρ τὴν ἀνάστασιν δι᾿ ἣν μέλλουσιν αἰσχύνην ὑφίστασθαι ἐν τῇ ἀναστάσει, τὸν θεὸν ἀγνοήσαντες καὶ τὰς αὐτοῦ ἐντολάς· πλὴν ὅτι ἀναστήσονται, κἂν μὴ βούλωνται.
- 83.3.1
αὐτὴ γὰρ ἡ κτίσις διαρρήδην αὐτοὺς ἐλέγχει, ὺποφαίνουσα καθ’ ἑκάστην ἡμέραν ἀναστάσεως τὸ εἶδος. δύνει γὰρ ἡ ὴμέρα καὶ νεκρῶν αἰνιττόμεθα τὸν τρόπον, κοιμισμὸν αἰνιττομένης τῆς νυκτός· ἀνατέλλει ἡ ἡμέρα ἡμᾶς διυπνίζουσα καὶ ἀναστάσεως ὺποδεικνύουσα τὸ σημεῖον.
- 83.4.1
δρέπονται οἱ καρποὶ καὶ ἡ στάσις τῶν ὄντων ἐκτέμνεται, τῆς ἡμῶν ἐντεῦθεν ἀπαλλαγῆς ὁριζομένου τοῦ προσώπου. σπείρεται ἡ τῆ καὶ βλαστάνει, * ὃτι τὰ τεθαμμένα μετὰ τὴν τομὴν ἀναστήσεται. ἀκρὶς τελευτᾷ, θάψασα τὸ ἐξ αὐτῆς ἀποβληθὲν κύημα ἐν τῇ γῇ καὶ μετὰ καιρὸν ἡ γῆ ἀποδίδωδι τὰ τεθαμμένα· τὰ σπέρματα τῶν γενημάτων σπείρεται καὶ πρῶτον ἀποθνᾐσκει ἔπειτα τελεσφορεῖται·
- 83.5.1
»ἐὰν γὰρ μὴ ἀποθάνῃ, οὐ ζωογονεῖται« σφραγῖδας ἐν ἠμῖν ὁ θεὸς ἐποίησε διὰ τῶν ὀνύχων δέκα καὶ δέκα ἀναστάσεως, μαρτυρούσας περὶ τῆς ἡμῶν ἐλπίδος. ἀλλὰ καὶ ὡς διὰ στεφάνου ἐπὶ τῆς κεφαλῆς διὰ τῆς τριχὸς τὴν ἡμῶν ἀνάστασιν ἐκήρυξε. τὸ γὰρ δοκοῦν ἐν ἡμῖν νεκρὸν σῶμα, τουτέστι τρίχες καὶ ὄνυχες, καθ’ ἑκάστην τεμνόμεναι καὶ τεμνόμενοι αὐθις θάλλουσι, σημαίνουσαι τῆς ἀναστάσεως τὴν ἐλπίδα.
- 84.1.1
84. Καὶ ἀμύθητα ἔστιν εἰπεῖν εἰς πληροφορίαν τῶν ἀπίστων ἐξ ὐποδειγμάτων. ἀλλ᾿ οὐχ ἔπεισε τούτους ὴ φάττα τὸ ὄρνεον οὐδὲ ὁ μυωξὸς τὸ ζῷον. ἀποθνᾐσκει γὰρ τὸ τοιοῦτον ἑξάμηνον καὶ ἡ φαττα ἠμέρας τεσσαρακοντα, καὶ αὐθις μετὰ τοὺς καιροὺς αὐτῶν ἀναβιοῦσι.
- 84.2.1
κάνθαροι δὲ μέλλοντες τελευτᾶν ἐπὶ σφαῖραν τῆς κόπρου ἑαυτοὺς κρύβουσι, θάψαντες τὴν τοιαύτην σφαῖραν ἐν τῇ γῇ καὶ καταχώσαντες, καὶ οὕτως ἐκ τῆς αὐτῶν ἰκμάδος αὖθις εὑρίσκονται, ἀναβιοῦντες ἐξ αὐτῶν τῶν λειψάνων.
- 84.3.1
περὶ δὲ τοῦ φοίνικος τοῦ Αραβικοῦ όρνέου περισσόν μοι τὸ λέγειν. ἤδη γὰρ εἰς ἀκοὴν ἀφῖκται πολλῶν πιστῶν τε καὶ ἀπίστων. ἡ δὲ κατ᾿ αὐτὸν ὑπόθεσις τοιάδε φαίνεται· πεντακοσιοστὸν ἔτος διατελῶν ἐπὰν γνοίη τὸν καιρὸν τῆς αὐτοῦ τελευτῆς ἐνστάντα. σηκὸν μὲν ἐργάζεται άρωμάτων καὶ φέρων ἔρχεται εἰς πόλιν τῶν Αὶγυπτίων Ἡλιούπολιν οὓτω καλουμένην, Ὢν δ᾿ ἑρμηνευομένην ἀπὸ τῆς Αἰγυπτιακῆς διαλέκτου καὶ Ἑβραΐδος, καὶ ταρσοῖς ἰδίοις τὰ στήθη τὰ ἑαυτοῦ μαστίξας πολλά,
- 84.4.1
πῦρ ἀπὸ τοῦ σώματος αὐτοῦ προφερόμενος ἐμπίπρησι τὴν ὺποκειμένην ὓλην τῷ τόπῳ καὶ οὕτως ἑαυτὸν ὸλοκαυτοῖ καὶ πάσας τὰς αύτοῦ αὐτοῦ σὺν όστέοις ἐκτεφροῦται.
- 84.5.1
ἐκ θεοῦ δὲ οἰκονομίας νέφος ἀποστέλλεται καὶ ὑετίζει καὶ κατασβεννύει τὴν τὸ σῶμα τοῦ ὀρνέου καταδαπανήσασαν φλόγα, νεκροῦ μὲν ἤδη ὄντος τοῦ ὀρνέου καὶ ὀπτηθέντος ἀκρότατα·
- 84.6.1
σβεσθείσης δὲ τῆς φλογὸς λείψανα τῆς σαρκὸς αὐτοῦ ἔτι ὠμὰ περιλείπεται καὶ πρὸς μίαν ἡμέραν ἀφανισθέντα σκώληκα γεννᾷ· ό σκώληξ πτεροφυεῖ νεοττὸς γενόμενος, τῇ δὲ τρίτῃ ημέρᾳ ἁδρύνεται καὶ ἀδρυνθεὶς τοῖς τῷ τόπῳ ἐξυπηρετουμένοις ἑαυτὸν ἐμφανίζει καὶ αὐθις ἀνατρέχει εἰς τὴν ἰδίαν πατρίδα καὶ ἀναπαύεται.
- 85.1.1
85. Θαυμάσαι δὲ μοι ἔπεισι περὶ τῆς τῶν ἀπίστων Ἑλλήνων καὶ ἄλλων βαρβάρων ἠπατημένης κατὰ πάντα διανοίας, ὡς ἐν τοῖς αὐτῶν μύθοις οὐκ αἰσχύνονται ἀνάστασιν πάντῃ σημαίνειν καὶ περὶ ἀναστάσεως πολλάκις ᾤδειν,
- 85.2.1
ὡς οἱ μῦθοι αὐτῶν ἀναγράφουσιν Ἄλκηστιν μὲν τελευτήσασαν τὴν Πελίου ὑπὲ·ρ τοῦ ἀνδρὸς αὐτῆς Ἀδμήτου καὶ ὑπὸ τοῦ Ἡρακλέος μετὰ τριήμερον ἐγηγερμένην καὶ ἀπὸ τῶν ἀδύτων ἀνενηνεγμένην, Πέλοπά τε τὸν Ταντάλου μετὰ τὸ κρεωνομηθῆναι τοῖς ψευδωνύμοις αὐτῶν θεοῖς ὑπὸ τοῦ ἰδίου πατρός·
- 85.3.1
Αμφιάρεως ⟨ὁ⟩ τοῦ Οἰκλέους ὑπὸ τοῦ Ἀσκληπιοῦ ἀναζωογονηθείς, Γλαῦκος ό Μίνωος ὑπὸ Πολυείδου τοῦ Κοιράνου βοτάνῃ τινὶ ἀναζωοποιηθείς, Κάστωρ διὰ Πολυδεύκην τὸν ἀδελφὸν αὐτοῦ, ὃς ἑκὼν αὐτῷ τὴν ζωὴν παρ ἡμέραν ἀλλάσσειν εἳλετο, καὶ καὶ ὁ Πρωτεσίλαος διὰ Λαοδάμειαν.
- 85.4.1
ἀλλὰ καὶ Σίσυφον καὶ Τάνταλον καὶ τὰς Καυκάσου θυγατέρας, ἃς Ἐριννύας κεκλήκασι, καὶ Τειρεσίαν ἅμα τούτοις κατατεταρταρῶσθαι δώσοντας δίκην ἐκεῖσε, τὸν μὲν διὰ πέτρας τὸν δὲ ὑπὸ τροχόν, καὶ ἄλλους ἄλλως τετιμωρῆσθαι καὶ ἔτι ὑπάρχειν ἐν τιμωρίᾳ, ὡς μὴ εἰς ἀνυπαρξίαν κεχωρηκότας, ὑπάρχοντας δὲ δὲ ἐν σώμασιν.
- 85.5.1
εἰ μὴ γὰρ σώματα εἶχον, πῶς ὺπὸ πέτραν καὶ τροχὸν τιμωρίαις παρεδίδοντο; καὶ πολλὰ ἔστιν περὶ τούτων λέγειν εἰς παράστασιν τῆς ἐν ἡμῖν πίστεως, ἔλεγχν δὲ τὸν πρὸς αὐτούς.
- 86.1.1
86. Αλλὰ καὶ οἱ ἐκ τῶν αἱρέσεων ὸρμώμενοι αδελφὰ τούτοις ᾄδουσι καὶ συνῳδὰ τῆς ἀπιστίας ἐν τῷ τινὰς μὲν τῶν αἱρετικῶν, τῶν Μανιχαίων ⟨φημί⟩ λέγειν οὐ σώματος, άλλὰ ψυχῆς ανάστασιν ἔσεστθαι, ὡσαύτως δὲ καὶ τοὺς προειρημένους Ἕλληνας τὸ αὐτὸ νομίζειν τε καὶ συνδοξάζειν, ὡς εἶναι τὸν λόγον αὐτῶν ληρώδη μᾶλλον ῆπερ ἐκ συνέσεως προβαλλόμενον.
- 86.2.1
ἐὰν γὰρ ἀνάστασιν εἴπωσιν αἱ αἱρέσεις καὶ ὃλως άνάστασιν ὴγοῦνται, περὶ ψυχῶν δὲ τοῦτο ὁρίζωνται, εὔηθές ἐστι τὸ τοιοῦτον. πῶς γὰρ ψυχὴ ἀναστὴσεται ἡ μὴ πεπτωκυῖα; οὐ γὰρ θάπτομεν τὰς ψυχὰς ἐν τοῖς μνημείοις, ἀλλὰ τὰ σώματα.
- 86.3.1
ψυχαὶ γὰρ οὐ πίπτουσιν, ἀλλ’ αἱ σάρκες· ὡς καὶ ἡ συνήθεια εἴωθε καλεῖν τὰ νεκρὰ σώματα πτώματα τοίνυν εἰ άνάστασις παῥ αὐτοῖς ὸμολογεῖται, παντί τῳ δῆλόν ἐστιν ⟨ὅτι⟩
- 86.4.1
οὐ ψυχῆς, ἀλλὰ σώματος τοῦ πεπτωκότος. Ἓλληνες δὲ πάλιν ἐλέγχονται ⟨οἱ⟩ τῆς ἀναστάσεως ἀρνούμενοι. ἀποφέροντες ⟨γὰρ⟩ τὰ μνήματα βρώματά τε καὶ πόματα ἐν ταῖς πανδήμοις καλουμέναις ἡμέραις ὸλοκαυτοῦσι μὲν τὰ ἐδέσματα σπένδουσι δὲ τοὺς οἴνους, μηδὲν μὲν τοὺς νεκροὺς ὠφελοῦντες ἑαυτοὺς δὲ μᾶλλον βλάπτοντες.
- 86.5.1
πλὴν ἀναγκάζονται ἀπὸ τῆς συνηθείας ὁμολογεῖν τὴν τῶν νεκρῶν ἀνάστασιν. ἔνθα γὰρ ἐτέθη τὰ σώματα τῶν τελευτησάντων παραγίνονται καὶ προσφωνοῦσι τοῖς τεθαμμένοις νεκροῖς ἐξ ὀνόματος·
- 86.6.1
ἀνάστα, φάσκοντες, ὁ δεῖνα, φάγε καὶ πίε καὶ εὐφράνθητι. καὶ εἰ μὲν τὰς ψυχὰς ἐκεῖσε νομίζουσιν ἐμπαραμένειν, ἔνθα τὰ λείψανα τῶν τελευτησάντων τέθαπται, ἀγαθή τις τοιαύτη ⟨περὶ⟩ τῶν προσδοκία· ἐμπαραμένουσι γὰρ τὴν ἡμέραν τὴν μέλλουσαν καὶ τὴν ἀνάστασιν τῆς παλιγγενεσίας, ἕως τὰ σύνθετα καὶ σύζυγα αὐτῶν ἀπολάβωσι σώματα, εἰ καὶ βδελύττονται οἱ τῶν Ἑλλήνων παῖδες τὴν σάρκα ὡς φαύλην οὖσαν καὶ τέλεον ἀφνιζομένην καὶ ἐλπίδα μὴ ἔχουσαν ἀναβιώσεως.
- 86.7.1
εἰ δὲ μὴ τούτῳ τῷ τρόπῳ τοῦτο ποιοῦσι, τίνι τῷ λόγῳ τὰς βελτίους ψυχὰς τῆς τῶν σωμάτων οὐσίας ⟨μνήμασιν⟩ ἐγκαταδέοντες καταδίκῃ μᾶλλον περιβάλλουσι τῇ ὑπολήψει, ὁριζόμενοι αὐτὰς προσεθρεύειν τοῖς τετελευτηκόσι λειψάνοις; ἢ ἐπὶ ποίᾳ προσδοκίᾳ ἐλπίδος παραγίνονται, λεγετωσαν;
- 86.8.1
ἀλλὰ ἀλλὰ ὅτι οὐ τὰς ψυχὰς νομίζουσιν εἶναι ἐν μνήμασιν, ἀλλ’ ἐν ταμιείοις τισὶν ἐκ θεοῦ ἑκάστῃ ψυχῇ ἀποτεταγμένοις, κατ᾿ ἀξίαν ὡν ἐν βίῳ ἔδρασάν τε καὶ ἐπολιτεύσαντο· τὰ δὲ σώματα ἰδιαις χερσὶν ἓκαστος τοῦ πέλας ἐν ταῖς θήκαις τῶν σωμάτων εἴτουν ὀστέων κατέθεντο. εὔηθες δ’ ἂν εἴη παρὰ πᾶσιν εἶναι τὴν μίαν ὑπόληψιν τούτων καὶ ἀκολουθίαν ὡς ἐκ πανταχόθεν ὡμολόγηται, παρὰ δὲ τοῖς ἀπίστοις τοὐναντίον τὰ ἀληθινὰ ἐξαρνεῖσθαι καὶ τὰ ἐν θεῷ δυνατὰ εἰς ἐλπίδας παρ᾿ αὐτοῖς μὴ κεκρατύνθαι.
- 87.1.1
87. Αλλὰ περὶ τούτων ἱκανὰ νομίζω εἰρῆσθαι, ἐκ τῶν πολλῶν παραδειγμάτων ὀλίγα ἡμῶν παραθέντων.
- 87.2.1
περὶ δὲ τῶν δοκούντων Χριστιανῶν εἶναι, Ὠριγένει δὲ πειθομένων καὶ τὴν μὲν τῶν νεκρῶν ἀνάστασιν ὁμολογούντων σαρκός τε τῆς ἡμετέρας καὶ σώματος τοῦ κυρίου τοῦ ἀγίου ἐκείνου τοῦ ἀπὸ Μαριας ἀνειλημμένου, ταύτην δὲ τὴν σάρκα λεγόντων μὴ ἐγείρεσθαι, ἀλλ’ ἄλλην ἀντὶ ταύτης ἐκ θεοῦ διδοδθαι, πῶς οὐχὶ μᾶλλον τῶν ἄλλων εἴποιμεν ἀσεβεστέραν ἔχειν ὺπόληψιν καὶ εὐηθεστέραν τῆς παρ᾿ Ἓλλησι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν ὑπονοίας;
- 87.3.1
πρῶτον μὲν γὰρ εἰ ἄλλη ἀντὶ ταύτης ἐγείρεται κατὰ τὸν αὐτῶν λόγον, οὐ δικαία ἡ τοῦ θεοῦ κρίσις κατὰ τὸν αὐτῶν μῦθον. ἄλλην σάρκα κρίνουσα ἀντὶ τῆς ἁμαρτησάσης ἢ ἄλλο σῶμα φέροισα εἰς δόξαν κληρονομίας βασιλείας οὐρανῶν ἀντὶ τοῦ ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ διωγμοῖς ὑπὲρ ὀνόματος θεοῖ κεκμηκότος σώματος.
- 87.4.1
πῶς πῶς καὶ ψυχὴ κριθήσεται μόνη κατὰ τὸν λόγον τῶν αἱρέσεων, μὴ παρόντος τοῦ συναμαρτήσαντος σώματος; ἀντείπῃ γὰρ ἡ τοιαύτη μυχὴ τῇ τοῦ θεοῦ κρίσει, φάσκουσα τοῦ σώματος γεγενῆσθαι τὰ ἀματήματα.
- 87.5.1
ἔχει γὰρ καὶ τὴν ἀπόδειξιν κατὰ τὸν τῶν φιλονεικίᾳ φερομένων λόγον καὶ μὴ ἀληθείᾳ. δύναται γὰρ λέγειν· οὐκ ἐγὼ ἥμαρτον, ἀλλὰ τὸ σῶμα. ἐξότου γὰρ ἐξῆλθον ἐκ τοῦ σώματος, οὔτε ἐπόρνευσα οὔτε ἐμοίχευσα, οὐκ ἔκλεψα οὐκ ἐφόνευσα οὐκ εἰδωλολάτρησα οἳ τι τῶν κακῶν καὶ άνηκέστων εἰργασάμην.
- 87.6.1
καὶ εὔλογος εὑρεθήσεται ἡ αὐτῆς ἀπολογία. εὐλόγως δὲ αὐτῆς ἀπολογουμένης τί ἐροῦμεν; ἀργὴ ἆρα ἡ τοῦ θεοῦ κρίσις; ἀλλ’ »ἀδίκως ἐπιφέρει τὴν ὀργὴν ὁ θεὸς κατὰ τῶν ἀνθρώπων; μὴ γενοιτος«.
- 88.1.1
88. Οἴδαμεν δὲ ὃτι »πάντα τῷ θεῶ δυνατά‘ καὶ δύναται καὶ σῶμα φέρειν ἄνευ ψυχῆς καὶ τὰ ἀφανῆ γεγονότα σώματα δύναται ⟨ποιῆσαι⟩ πάλιν ἀναβιοῦν κινεῖσθαί τε αὐτὰ ἀφ’ ἑαυτῶν ἄνευ ἐὰν θέλῃ, ὡς καὶ ἤδη διὰ τοῦ ἁγιωτάτου Ιεζεκιὴλ τὴν τοιαύτην οἰκονομίαν ἐποίησεν.
- 88.2.1
ἔλεγε γὰρ τῷ ἁγίῳ προφήτῃ προφήτῃ »εἰπέ, υἱὲ ἀνθρώπου, συναχθῆναι ὀστοῦν πρὸς όστοῦν καὶ ἁρμονίαν πρὸς ὰρμονίαν«· καὶ ἦν θαυμάσαι τὴν τοῦ θεοῦ δύναμιν, ὅτι μηδέπω τῶν ψυχῶν ἐμβληθεισῶν, ἀλλὰ ξηρῶν ὄντων τῶν ὀστέων οὐ μόνον τοῦ κινεῖσθαι ἔσχον δύναμιν ἐπὶ τῆς τοῦ θεοῦ προστάξεως, ἀλλὰ καὶ συνέσεως τὰ ὀστᾶ ἐνεπλήσθη καὶ γνώσως οὐ τῆς τυχούσης.
- 88.3.1
οὐ γὰρ τὰ πρὸς τοὺς ὀστέα ὀστέα ἐγγὺς τῶν μερῶν τῆς κεφαλῆς κατὰ λήθην ἐβάδιζεν οὐδὲ οἱ τοῦ τραχήλου σπόνδυλοι περὶ τὰς τῶν ἀστραγάλων ἁρμονίας πλανώμενοι τὸν τόπον ἐζήτουν, ἀλλ᾿ ἓκαστον τῶν ὀστέων καὶ ἐκινήθη καὶ ἐβάδιζε κατὰ σύνεσιν καὶ τῇ αὐτοῦ ἁρμονίᾳ προσετίθετο.
- 88.4.1
εἰ γοῦν θέλει ό θεός, δύναται καὶ σῶμα ἄνευ ψυχῆς ἐγεῖραι. ἐν τούτῳ γὰρ τὸ δυνατὸν αὐτοῦ ἔδειξεν, έν τῷ τὸ παρὰ τοῖς ἀνθρώποις ἀπηλπισμένον ἐκεῖνο πρῶτον ⟨ποιῆσαι⟩ ἀναβιοῦν διὰ τῷ Ἰεζεκιὴλ προστεταχέναι.
- 88.5.1
καὶ οὐκ εἶπεν· εἰπε, υἱὲ ἀνθρώπου, πρῶτον ἐλθεῖν τὸ πνεῦμα, ἀλλὰ μετὰ τὸ ἐξευμαρίσαι τὸ δυσχερὲς διὰ τὴν πίστιν, φημὶ δὲ τὸ τὰ σώματα συναχθῆναι, τότε προσέταξε τὰς ψυχὰς εἰσελθεῖν εἰς αὐτὰ τὰ σώματα· »καὶ ἀνέστη δὲ« φησί »πολλὴ συναγωγή«.
- 88.6.1
δύνασθαι τοίνυν τὸν θεὸν ποιῆσαι ἔφην καὶ σῶμα δίχα ψυχῆς ἀναβιοῦν, καθὰ προδέδεικται, ἀλλ᾿ οὐ δύναται κριθῆναι καθ’ ἑαυτὸ τὸ σῶμα. ἔχει γὰρ δικαίαν ἀπολογίαν πρὸς τὴν τοῦ θεοῦ κρίσιν.
- 88.7.1
φάσκει γὰρ καὶ αὐτὸ λέγον· ἐκ τῆς ψυχῆς ψυχῆς ἦν ἡ ἁμαρτία, οὐκ ἤμην αἴτιον ἐγώ. ἐξότου γὰρ ἐλύθην καὶ ἐκείνη ἀπ ἐμοῦ ἀπέστη, μὴ ἐμοίχευσα μὴ ἐπόρνευσα μὴ κέκλοφα μὴ εἰδωλολάτρησα μή τι τῶν τοιούτων ἀμπλακημάτων ἐργασάμην; καὶ ἔσται κατὰ τὸν τῶν φιλονείκων λόγον ἄπρακτος ἡ τοῦ θεοῦ κρίσις.
- 88.8.1
διὰ τοῦτο ὡς ἠν τὸ σῶμα καὶ ἡ ψυχὴ σύνθετος εἶς ἄνθρωπος ἐκ θεοῦ γεγενημένος, αὖθις ό δίκαιος κριτὴς τὸ σῶμα ἐγείρει καὶ τὴν ψυχὴν αὐτοῦ ἐν αύτῷ δίδωσι. καὶ οὃτως δικαία γενήσεται ἡ τοῦ θεοῦ κρίσις, ἀμφοτέρων κοινωνούντων ἤ τῆς δι᾿ ἁμαρτίας τιμωρίας ἢ τῆς δι᾿ ἀρετὴν 7 θεοσεβείας καὶ τῆς μελλούσης ἀποδίδοσθαι τοῖς ἁγίοις μισθαποδοσίας.
- 89.1.1
89. Ταῦτα δὲ εἰς παράστασιν τῆς άληθείας τῆς ἡμῶν ἐλπίδος ἱκανῶς ἔχειν νομίζοντες όλίγα ἀντὶ πολλῶν παρεθέμεθα. διὰ δὲ τοὺς λέγοντας ἔτερον σῶμα ἀντὶ τοῦ πίπτοντος ἐγείρεσθαι, πάλιν τῷ καμάτῳ προστιθέμεθα, ὠφελῆσαι τοὺς βουλομένους συνιέναι καὶ τὴν αὐτῶν ζωὴν άπολέσαι μὴ πειρωμένους βουλόμενοι.
- 89.2.1
γένοιτο γὰρ κάμνειν ἡμᾶς τοὺς ἐλαχίστους καὶ μηδαμινοὺς καὶ ἑαυτοὺς καὶ πάντας ὠρελεῖσθαι καὶ μὴ ἀρνεῖσθαι ἀνάστασιν τῆς ἡμετέρας σαρκός, ἐν ᾖπερ πᾶς ὁ θησαυρὸς καὶ κρηπὶς παντὸς σώφρονος λογισμοῦ καὶ πάσης ἀγαθοεργίας ἐλπὶς διάκειται κατὰ τὸ εἰρημένον »ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι« καὶ τὰ ἑξῆς.
- 89.3.1
ἐγκρατευόμεθα γὰρ οἱ ἀσθενεῖς, ἁγνεύομεν οἱ ταπεινοί. ἐλεημοσύνας ἐπιποθοῦμεν ποιεῖν οἱ ἀδύνατοι διὰ τὴν τῶν προσθοκωμένων ἀπόληψιν, τῆς τῶν νεκρῶν ἀναστάσεως·
- 89.4.1
καὶ οὓτως ό κανὼν τεθεμελίωται πίστεως καὶ ἐλπίδος θεοῦ ἀγάπης καὶ μαρτυρίου ὑπὲρ ὀνόματος θεοῦ ἐν διωγμοῖς βασάνων καὶ ἄλλων ἀπανθρώπων κολάσεων ἐν τοῖς μὴ ἀρνουμένοις ἀνάστασιν τῆς ἡμῶν σαρκός, ἀλλὰ πιστεύουσιν ὃτι αὐτὸ τὸ σπειρόμενον ἐν τῇ
- 89.5.1
γῇ ἐγερθήσεται. δύο δύο σαφεῖς καὶ ἀληθεῖς μαρτυρίας ἔδωκαν ἡμῖν αἱ θεῖαι γραφαί, δι᾿ ὧν δυνάμεθα τὴν τῆς ἡμῶν ἀναστάσεως ἐλπίδα γνῶναι καὶ μὴ σφαλῆναι μύθοις κενοδόξων ἀνθρώπων ἀπατηθέντων καὶ τῷ βίῳ ἀπάτην γραψάντων. ἳνα οὖν μὴ πολλαῖς μαρτυρίαις χρήσωμαι οὐ γάρ εἰσιν όλίγαι ἐν καινῇ τε καὶ παλαιᾷ περὶ τῆς ἡμῶν ἐλπίδος καὶ ἀναστάσεως) συντόμως ἐρῶ τοῦτο·
- 90.1.1
90. ὂτι εἰ ἄλλο ἦν τὸ ἐγειρόμενον, καθαπερ τινὲς φασκουσιν, οὐκ ἂν ό ἀπόστολος διεβεβαιοπυτο λέγων »δεὶ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν«.
- 90.2.1
ἐπειδὴ δὲ δεῖ καὶ περὶ ἁγίων, τῶν ἁγίων, ὡς μέλλουσι φαιδρύνεσθαὶ τε καὶ ἀλλοιοῦσθαι ἐν μετὰ μετὰ τὴν ἀνάστασιν καθάπερ λέγει »ἐγείρεται ἐν δόξῃ«), ἑδραιωθῆναι ἡμᾶς ἐν τῇ ἐλπίδι, φησὶν ἡ ἁγία γραφή »ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ οὐκ αὐτὸ τὸ γενησόμενον σῶμα σπείρεις, ἀλλ᾿ δὶ τύχοι κόκκον σίτου ἤ τινος τῶν ἄλλων σπερμάτων καὶ ό θεὸς δίδωσιν αὐτῷ σῶμα ὡς ἠθέλησε«., τοῦτο εἰς δόξαν τῶν ἐγειρομένων ἐν φαιδρότητι εἶπεν·
- 90.3.1
ἳνα δὲ δείξῃ αὐτὸν τὸν κόκκον προσλαμβάνοντα τὴν δόξαν, δι᾿ ἑαυτοῦ εἶπεν ἐν τῷ εὐαγγελίῳ ὸ καὶ »ἐν Παύλῳ λαλήσας« περὶ άναστάσεως· »ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου εἰς τὴν γῆν ἀποθάνῃ«, φησί, μόνος μένει·
- 90.4.1
ἐὰν δὲ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει«. ἄρα γοῦν ὸ ἀπόστολος κόκκον ἔφησε καὶ ό σωτὴρ τὸν αὐτὸν κόκκον τοῦ σώματος δί ἑαυτοῦ ἀπέδειξε. τί οὐν ἐροῦμεν; οὐκ αὐτὸ τὸ σπαρὲν ἴδιον αὐτοῦ σῶμα σουτέστιν ὸ κόκκος άνέτη; ἢ ἓτερον ήν τὸ ἐξ αὐτοῦ μετὰ τὴν τριήμερον ἀναστὰν ἐκ τοῦ μνημείου;
- 90.5.1
ὡς οἱ ἄγγελοι λέγουσιν· »άνέστη, οὐκ ἔστιν ὼδε« καὶ ὣς φησι τῇ Μαρίᾳ »μή μου ἅπτου· ἃπτου· γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου« καὶ ὡς δείκνυσι τὰς χεῖρας καὶ τὴν πλευρὰν τῷ Θωμᾷ λέγων »μὴ γίνου ἄπιστος ἀλλὰ πιστός«.
- 90.6.1
ἀπίστων γάρ ἐστι τὸ εἰπεῖν ὅλως οὐκ άνέστη, ἢ] καὶ κακοπίστων ἐστὶ τὸ εἰπεῖν, οὐκ αὐτὸ τὸ ὃν καὶ κοιμηθὲν ἀνέστη, πιστῶν δέ ἐστι τὸ εἰπεῖν ὃτι αὐτὸ τὸ υῶμα ἀνέστη καὶ ἀπὸ τοῦ αὐτοῦ σώματος οὗ ἤγειρε τὸ ἡμῶν εἰς ἐλπίδα άληθείας κατέστη.
- 91.1.1
91. Εἰς τοῦτο γὰρ καὶ τοὺς τύπους εἴασε τῶν ἥλων, μὴ ἀπαλείψας αύτοὺς Με τὸν τύπον τῆς λόγχης, καίτοι γε εἰσελθὼν θυρῶν κεκλεισμένων. τὸ γὰρ σαρκικὸν αὐτοῦ πνευματικὸν ἀνέστη, ἀλλ’ οὐκ ἄλλο παρὰ τὸ ὄν, ἀλλ’ αὐτὸ τὸ ὄν, εἰς θεότητα συνενωθέν, εἰς λεπτότητα πνεύματος κοσμηθέν.
- 91.2.1
εἰ μὴ γὰρ ἠν λεπτότης πνεύματος, ποία τις ὀπὴ ἐδέχετο σῶμα ὀγκηρόν; ἀλλ᾿ ἳνα δείξῃ αὐτὸ αὐτὸ τὸ φθαρτὸν ἡμῶν ἐνδύεται ἀφθαρσίαν ἐν ἀληθείᾳ εἰ εἰ καὶ θνητόν ἐστιν, ἀθανασίαν ἐνδύεται), εἰσῆλθε μὲν θυρῶν κεκλεισμένων, ἳνα δείξῃ τὸ παχυμερὲς λεπτομερὲς καὶ τὸ θνητὸν ἀθάνατον καὶ τὸ φθαρτὸν ἄφθαρτον·
- 91.3.1
ἳνα δὲ πάντας ἐλέγξῃ τοὺς ἀπιστοῦντας εἰς τὴν ἡμῶν φημὶ δὲ δὲ τὴν ἀνάστασιν, ὁ εἰς λεπτότητα μεταβάλλων τὸ σῶμα καὶ εἰς πνεῦμα συγκεράσας τὴν ⟨σάρκα μετὰ ἀνάστασιν οὐκ ἀπήλειψε τὰς οὐλὰς τῶν ἣλων οὐδὲ τὸν τύπον τῆς λόγχης,
- 91.4.1
ἀλλ᾿ ἔδειξεν αὐτὸ τὸ ἐπὶ τοῦ σταυροῦ πεπονθὸς ὃτι οὐκ ἄλλο ἦν τὸ ἀναστὰν οὐδὲ ἀπ᾿ αὐτοῦ ἓτερον φυέν, φυέν, αὐτὸ τὸ πεπονθὸς ἀπαθὲς καὶ αὐτὸς ὁ πεσὼν κόκκος ἀναστάς, ἀναστὰς δὲ ἄφθαρτος.
- 91.5.1
καὶ ἳνα πάλιν μὴ νομίσωμεν μέρος τι ἐγηγέρθαι ἐξ αὐτοῦ, * αὐτὸ μὲν ὃλον οὐκ εἶδε διαφθοράν, λέγει γάρ οὐ δώσεις τὸν ὃσιόν σου ἰδεῖν διαφθοράν‘), αὐτὸ δὲ ὃλον ἀνέστη, λέγει γάρ] ἀνέστη, οὐχ ἔστιν ὡδε«.
- 91.6.1
εἰ δὲ ήγέρθη καὶ οὐκ ἔστιν ὡδε, ἀληθινῶς ἀνέστη· καὶ οὐ σφάλλονται αἱ γραφαί, οὖσαι ἡμετέρα ζωή. καὶ ἴνα μὴ εὓρωσιν οἱ ἠπατημένοι πρόφασιν, όστέα καὶ σάρκα ἔδειξε τῷ Θωμᾷ καὶ τοῖς μαθηταῖς αὐτοῦ αὐτοῦ ἔλεγεν με, ὃτι ἐγώ εἰμι. πνεῦμα γὰρ ὀστέα καὶ σάρκα οὐχ καθῶς καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα«.
- 92.1.1
92. ’Εὰν δέ τις σοφιζόμενος εἴπῃ· ἀλλὰ τὸ τοῦ σωτῆρος ἡμῶν σῶμα ἐξαίρετον ἠν διὰ τὸ μόνον συνειλῆφθαι ἀπὸ Μαρίας καὶ χωρὶς σπέρματος άνδρός, ἀρα yohv καὶ τὸ τοῦ Αδὰμ ἄλλο ήν παρὰ τὸ ἡμῶν, ὅτι ἀπὸ γῆς μόνον ἐλήφθη χωρὶς. σπέρματος ἀνδρός; ἀλλ οὐδεὶς ἔχει τοῦτο εἰπεῖν οὐδὲ ἀποδεῖξαι.
- 92.2.1
ἐὰν δέ τις παλιν σοφιζόμενος εἴπῃ· τὸ τοῦ Χριστοῦ μόνον ὃλον ἀνέστη, τὸ δὲ ἡμῶν οὐκ αὐτ.ὸ ἐγείρεται, άλλ΄ άντ΄ αὐτοῦ ἕτερον, πῶς ούν λέγει ἀνέστη Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων;« ἕν ἐστι καὶ αὐτὸ τὸ σῶμα * ἀπαρχὴ τῶν ἐγειρομένων. πῶς δὲ ἀπαρχὴ γέφονε Χριστὸς τῶν κεκοιμημένων, μαθέτωσαν καὶ μὴ πάλιν εἰς ἄλλην πλάνην τραπῶσι καὶ νομίσωσι τὰς ἄλλας γραφὰς ψεύδεσθαι.
- 92.4.1
πρὸ αὐτοῦ γὰρ ἤειρε τὸν Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναὶ·ν καὶ Ηλίας ἤγειρε νεκρόν, ἀλλὰ καὶ Ελισσαῖος δύο ἤγειρε νεκρούς, ἔτι μὲν ἔτι περιόντα ἓνα δὲ ταφέντα.
- 92.5.1
ἀλλ’ ἐκεῖνοι μὲν ἀναστάντες πάλιν τεθνήκασι, προσδοκῶσι δὲ τὴν μίαν καὶ καθολικὴν ἀνάστασιν· ὁ δὲ Χριστὸς »ἀπαρχὴ τῶν κεκοιμημένων‘, ὃτι ἀναστὰς »οὐκέτι ἀποθνᾐσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει« κατὰ τὸ γεγραμμένον.
- 92.6.1
ἅπαξ γὰρ ἀπέθανεν, ὑπὲρ ἡμῶν ὑπομείνας τὸ πάθος διὰ τὰ ἡμέτερα πάθη· ἃπαξ ἐγεύσατο θανάτου, »θανάτου δὲ σταυρικοῦ‘, ἑκὼν δι᾿ ἡμᾶς ὁ Λόγος ἐλθὼν εἰς θάνατον, ἳνα θανάτῳ θάνατον θανατώσῃ·
- 92.7.1
ὁ Λόγος σὰρξ γενόμενος, οὐ πασχων ἐν τῇ θεότητι, συμπάσχων δὲ μετὰ τῆς ἀνθρω- πότητος ἐν ⟩ πάθος αὐτῷ λογιζόμνον αὐτοῦ δὲ] μένοντος ⟨ἐν ἀπαθίᾳ· θάνατος αὐτῷ λογιζόμενος αὐτοῦ μένοντος⟩
- 92.8.1
ἀθανασίᾳ, μᾶλλον δὲ ὅλος ὢν ἀθανασία. αὐτὸς γὰρ εἶπεν »ἐγώ εἰμι ἡ ζωή‘. * οὔτε διὰ σαρκὸς ἡμῖν ή ἐλπίς. »ἐπικατάρατος, γάρ φησιν, ὁ ἐλπίζων ἐπ’ ἄνθρωπον. καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη.«
- 93.1.1
93. Τί ἐροῦμεν; οὐκ ἄνθρωπος ὁ Χριστός; ἐκ τῶν προλελεγμένων παντί τῳ δῆλόν ἐστιν ἐστιν ὃτι ἀναμφιβόλως ὁμολογοῦμεν τὸν κύριον θεὸν Λόγον ἄνθρωπον γεγόνοτα οὐ δοκήσει, ἀλλ’ ἀληθείᾳ.
- 93.2.1
ἀλλ᾿ οὐκ ἄνθρωπος ἐλθὼν ἐν προκοπῇ θεότητος. οὐδὲ γὰρ ἐπ’ θρώπῳ ἡμῖν ἡ ἐλπὶς τῆς σωτηρίας· οὐδεὶς γὰρ πάντων τῶν ἀπὸ Αδὰμ ἀνθρώπων ἠδυνήθη ἐργάσασθαι τὴν σωτηρίαν, ἀλλὰ θεὸς Λόγος ἄνθρωπος γεγονώς, ἴνα μὴ ἡ ἐλπὶς ἡμῶν ᾖ ἐπ’ ἄνθρωπον, ἀλλ᾿ ἐπὶ θεὸν ζῶντα καὶ ἀληθινόν, γενόμενον ἄνθρωπον.
- 93.3.1
πᾶς »πᾶς ἱερεὺς ἀπὸ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται« κατὰ τὸ γεγραμμένον. ὃθεν ἀπὸ τῆς ἡμῶν σαρκὸς ἀνέλαβεν ὁ κύριος ἐλθὼν τὴν σάρκα καὶ ἄνθρωπος γέγονεν ἡμῖν ὃμοιος ὁ θεὸς Λόγος, ἵνα ἐν τῇ θεότητι δᾠη ἡμῖν τὴν σωτηρίαν καὶ ἐν τῇ αὐτοῦ ἀνθρωπότητι λάθῃ ὑπὲρ ἡμῶν τῶν ἀνθρώπων, πάθος διὰ τοῦ πάθους λύσας καὶ θάνατον διὰ θανάτου τοῦ ἰδίου θανατώσας.
- 93.4.1
ἐλογίσθη δὲ τὸ πάθος εἰς τὴν θεότητα, καίτοι γε τῆς θεότητος ἀπαθοῦς ⟨λογιζομένου δὲ τοῦ πάθους τῇ θεότητι⟩, ὃτι οὓτως εὐδόκησεν ἐλθὼν ό αγιος ἀπαθὴς θεὸς Λόγος.
- 93.5.1
ἔστι δὲ τὸ ὑπόδειγμα τοιόνδε τι· ὡς ἐάν τις ἱμάτιον ⟨ᾖ⟩ ἐνδεδυμένος, ἐν δὲ τῷ ἱματίῳ αἶμα ῥαντισθὲν τὸ ἱμάτιον, τὸ δὲ * σῶμα οὐκ ἔφθασε τοῦ ἐνδεδυμένου, λογίζεται δὲ ὁ σπῖλος ὁ ἐκ τοῦ αἵματος τῷ ἐνδεδυμένῳ τὸ ἱμάτιον, οὕτως ἐν τῇ
- 93.6.1
σαρκὶ πέπονθεν ὁ Χριστός, ἐν αὐτῷ φημι τῷ κυριακῷ ἀνθρώπῳ, ὃν ⟨εἰς ἑαυτὸν⟩ ἀνεπλάσατο ἐλθὼν ἀπ᾿ οὐρανῶν αὐτὸς ό ἅγιος Λόγος· ὥς φησιν ὁ ἅγιος Πέτρος »θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι« καὶ πάλιν Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπίσασθε«.
- 93.7.1
καθὼς τὸ αἶμα ἐν ἱματίῳ λογίζεται τῷ φοροῦντι, ἐλογίσθη αὐτῷ τὸ πάθος τῆς σαρκὸς εἰς θεότητα, μηδὲν αὐτῆς παθούσης, ἵνα μὴ εἰς ἄνθρωπον ἔχῃ ὁ κόσμος τὴν ἐλπίδα, ἀλλ᾿ ἐν τῷ κυριακῷ ἀνθρώπῳ,
- 93.8.1
τῆς θεότητος ἀναδεχομένης λογισθῆναι εἰς αὐτὴν τὸ πάθος, ἵνα γένηται ὑπὲρ κόσμου ἡ ἀπὸ θεότητος ἀπαθοῦς σωτηρία, ἵνα τὸ ἐν σαρκὶ γενόμενον πάθος εἰς τὴν θεότητα λογισθῇ, καίτοι γε μηδὲν παθούσης αὐτῆς, ἵνα πληρωθῇ ἡ λέγουσα γραφή »εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν« καὶ τὰ ἑξῆς.
- 94.1.1
94. Ἐσταυρώθη οὖν, ἐσταυρώθη ὁ κύριος καὶ προσκυνοῦμεν τὸν ἐσταυρωμένον, τὸν ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ εἰς οὐρανοὺς ἀνελθόντα. »ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ« κατὰ τὸ γεγραμμένον·
- 94.2.1
»ἐν μέρους γὰρ γινώσκομεν καὶ ἐν μέρους προφητεύομεν«, ὡς ῥανίδα ἀπὸ πελάγους ἀρυόμενοι τῆς τοῦ θεοῦ γνώσεως καὶ καταλαμβάνοντες τῆς τοιαύτης οἰκονομίας ὑπόδειγμα, τῆς, ἡμῶν ἐλπίδος τὴν χάριν εὐδοκίᾳ πατρὸς θελήσει υἱοῦ σὺν θελήσει ἁγίου πνεύματος, * τῆς αὐτῆς θεοῦ οἰκονομίας.
- 94.3.1
εἶχον δὲ πᾶσαι αἱ γραφαὶ σποράδην τὸ κήρυγμα τῆς ἀναστάσεως, ἐτηρεῖτο δὲ τὸ τέλειον τῇ αὐτοῦ τοῦ ἐνυποστάτου Λόγου παρουσίᾳ.
- 94.4.1
»πλήρωμα γὰρ νόμου Χριστός« κατὰ τὸ γεγραμμένον. ποῦ γὰρ οὐκ ἔλεγε τὸ θεῖον γράμμα περὶ ἀναστάσεως; πρῶτον τὸ τοῦ Ἄβελ αἷμα κηρύττει· μετὰ γὰρ τὸ ἀποθανεῖν »ἔτι λαλεῖ«, ⟨ὥς⟩ φησιν ἡ γραφή. »Ἐνὼχ μετετέθη καὶ οὐχ ηὑρίσκετο καὶ οὐκ εἶδε θάνατον· εὐηρέστησε γὰρ τῷ θεῷ«. Νῶε κιβωτὸν κατεσκεύασεν ἐν θεοῦ προστάγματος, ἑαυτῷ παλιγγενεσίαν τῷ οἰκείῳ ἐργαζόμενος οἴκῳ.
- 94.5.1
Ἀβραὰμ γηραλέος λαμβάνει παῖδα »νενεκρωμένου ἤδη τοῦ σώματος« καὶ ἐκ νεκρῶν ὁ θεὸς τὴν ἐλπίδα κεχάρισται, νεκρωθείσης μάλιστα »τῆς μήτρας Σάρρας·« καὶ τὸ »πεπαλαιωμένον καὶ ἐγγὺς ἀφανισμοῦ γεγονός«, τῆς κατ᾿ ἐθισμὸν γυναικὸς ἀκολουθίας ἡ ξηρανθεῖσα πηγή, αὖθις δύναμιν λαμβάνει εἰς καταβολὴν σπέρματος καὶ ἡ γηραλέα ⟨ὡς⟩ νεωτέρα κυΐσκει.
- 94.6.1
καὶ Ἰσαὰκ ἀπὸ θανάτου ζῶν τῷ πατρὶ παρεδόθη· ὁ γὰρ θεὸς ἐκ νεκρῶν τῷ πατρὶ τὸν παῖδα παραδιδοὺς ζῶντα ἀναστάσεως ἐλπίδα ἐκήρυττεν.
- 94.7.1
Ἰακὼβ δείκνυσι τὴν πραγματείαν, μὴ ἐν δευτέρῳ τιθέμενος τὴν τῶν όστέων ἑλπίδα· ἐπεμελεῖτο γὰρ τῶν τοιούτων οὐχ ὡς άπολλυμένων, άλλ΄ ὡς μελλόντων αύθις ἀναβιοῦν καὶ ἐνετέλλετο άνακομισθῆναι ἐκ τῆς τῶν Αἰγυπτίων χώρας οὐ παρέργως.
- 94.8.1
καὶ ὁ Ἰωσὴφ τοῦτο ἐσήμανε »συνανοίσετέ μου τὰ ὀστᾶ« φάσκων· ἐπισκοπῇ γὰρ ἐπισκέψεται ὑμᾶς ὁ κύριος.. εἰ μὴ ἐλπὶς ἦν ἀναστάσεως, τίς ὀστέων ἡ ἐπιμέλεια ⟨ἐν τῷ⟩ περὶ τῶν φθειρομένων ὀστέων ἐντέλλεσθαι τοὺς δικαίους;
- 94.9.1
πρώτη φωνὴ τῷ Μωυσῇ ἡ τοῦ θεοῦ μαρτυρία· »ἐγὼ ὁ θεὸς Αβραὰμ καὶ ό θεὸς Ισαὰκ καὶ ὁ θεὸς Ιακώβ«, τῶν ἐν κόσμῳ μὲν κοιμωμένων παρ΄ ἐμοὶ δὲ ζώντων. ἕν πνεῦμα κοὶ τὸ αὐτὸ τὸ λαλῆσαν ἐν νόμῳ καὶ ἐν εύαγγελίῳ διδάσκον. τοῦτο γὰρ καὶ Σαδδουκαίοις ὁ σωτὴρ ἐσήμαινεν ὁ λαλῶν ἐν τοῖς προφήταις ⟨ἰδοὺ⟩
- 95.1.1
95. ‘Yποδείξῃ ⟨καὶ⟩ ή ῥάβδος τοῦ Ααρὼν ξηρὰ οὐσα ⟨διὰ⟩ πολλῶν τάχα ἐτῶν καὶ ἐν σκηνῇ ἀφ᾿ ἑσπέρας καὶ ἄχρι τῆς ἕω καταλειφθεῖσα. αύτοῖς γὰρ μετὰ καμάτων τὰ ζῶντα δένδρα διὰ διὰ δεκαδύο μηνῶν κατὰ περίοδον ἐνιαυτοῦ πληρουμένου καρποὺς γεννᾷ, ἡλίου τε θάλποντος ὺετῶν άρδευόντων δρόσων πεταννυουσῶν νυκτός τε καὶ ήμέρας τρεφουσῶν,
- 95.2.1
ὑπὸ μίαν ⟨δὲ⟩ νύκτα τὸ δυσχερὲς εὐχερὲς ὁ θεὸς εἰργάσατο. ἐβλάστησε γὰρ ἡ ξηρὰ ῥάβδος καὶ φύλλα ἐκβάλλει καὶ καρποὺς πεπείρους. τὰ ὅμοια γὰρ ὑπέδειξεν ό θεὸς τῆς μελλούσης ὑπ᾿ αὐτοῦ ἔσεσθαι ἀναστάσεως.
← Previous · Next → — showing 601–700 of 895
First Thousand Years of Greek. CTS URN tlg2021.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.