Ancoratus
- 68.3.1
»λειτουργούντων δὲ αὐτῶν, φησί, τῷ κυρίῳ καὶ νηστευόντων εἶπε τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἄργον ὃ προσκέκλημαι ἀυτούς« ὅμοιον τῷ λέγειν »ὁ δὲ κύριος εἶπεν, εἔσελθε εἰς τὴν πόλιν κἀκεῖ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν«·
- 68.4.1
»αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν‘ ὡς ἂν εἴποι Χριστός »ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων«·
- 68.5.1
»ἔδοξε γὰρ τῷ πνεύματι τῷ ἁγίῳ μηθὲν ἄλλο ἐπιτίθεσθαι βάρος πλὴν τῶν ἐπάναγκες« ὡς ἂν εἴποι »λέγω δὲ οὐκ ἐγώ, ἀλλ' ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι«·
- 68.6.1
Διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἀγίου λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ· ἐλθόντες δὲ εἰς τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα« ὡς ἂν ἔποι Χριστός »πορευθέντες, βαπτίσατε πάντα τὰ ἔθνη« ⟩ »μὴ βαστάζετε πήραν μὴ ῥάβδον μηδὲ ὑποδήματα«.
- 68.7.1
»οἵτινες, φησίν, ἔλεγον τῷ Παύλῳ διὰ τοῦ πνεύματος μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ« ἢ Ἄγαβος »τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὔτη« ὅμοιον ὡς εἶπε Παῦλος »εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; | ἤ μνημονεύετε τῶν λόγων κυρίου, ὅτι αὐτὸς εἶπεν, ἀγθαὸς διδόναι μᾶλλον ἢ λαμβάνειν‘·
- 68.8.1
»καὶ νῦν ἰδοὺ ἐγὼ ἐγὼ τῷ πνεύματι πορεύομαι« ὡς ἂν εἴποι Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ«·
- 68.9.1
πλὴν τὸ πνευμά μοι διαμαρτύρεται κατὰ πόλιν λέγον« ὅμοιον τῷ εἰπεῖν ⟩ κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ ὅτι οὐ ψεύδομαι«·
- 68.10.1
»ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης« ὅμοιον τῷ εἰπεῖν »ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος«·
- 68.11.1
καί περιτομὴ καρδίας ἐν πενύματι« ὅμοιον τῷ εἰπεῖν »καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ‘·
- 68.12.1
»εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν« ὅμοιον τῷ εἰπεῖν καθὼς ἐλάβετε Χριστόν, ἐν αὐτῷ περιπατεῖτε« καί »πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοὶ καὶ λόγος αὐτοῦ ἐν τῷ στόματί μου«·
- 68.13.1
καί τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες« ὅμοιον τῷ εἰπεῖν »ἀπαρχὴ Χριστός«·
- 68.14.1
»ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν‘ ὅμοιον τῷ εἰπεῖν »ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν‘·
- 68.15.1
»ἵνα γένηται ἡ προσφορὰ τῶν Μνῶν εὐπρόσδεκτος, ἁγιασθεῖσα ἐν πνεύματι ἁγίῳ« ὅμοιον τῷ εἰπεῖν »ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ«·
- 68.16.1
»ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ‘ ὅμοιον τῷ εἰπεῖν »ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί«·
- 68.17.1
»ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ θεοῦ« ὅμοιον τῷ εἰπεῖν »ἐαυτοὺς δοκιμάζετε εἰ ὁ Χριστὸς ἐν ὑμῖν‘·
- 68.18.1
ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν‘ ὅμοιον τῷ εἰπεῖν »ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός«.
- 69.1.1
69. Ἀλλὰ καὶ τὴν δικαίωσιν ἐξ ἀμφοῖν λέγει καὶ τὴν χάριν· »δικαιωθέντες δὲ ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν« ὅμοιον τῷ εἰπεῖν »δικαιωθέντες δὲ ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ‘ «·
- 69.2.1
οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ‘ καὶ οὐδεὶς δύναται πνεῦμα πνεῦμα ἅγιον ἢ παρὰ κυρίου »διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι« καί »ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος«·
- 69.3.1
καί μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾡ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως« ὅμοιον τῷ εἰπεῖν »ἢ παραζηλοῦμεν τὸν κύριον, μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν‘·
- 69.4.1
»τὸ δὲ πνεῦμα ῥητῶς λέγει« ὅμοιον τῷ εἰπεῖν »τάδε λέγει κύριος παντοκράτωρ«·
- 69.5.1
καί »τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν « ἐάν τις ἐμοὶ ἀνοίξῃ, εἰσέλθω ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα«·
- 69.6.1
Ησαΐας δέ καὶ ἐπ' αὐτὸν πνεῦμα θεοῦ«, ὁ δὲ Χριστός πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με« καί Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ« ἤ κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ‘.
- 69.7.1
φανερὰ δὲ καὶ ἡ φωνὴ τῶν Σεραφίμ, κράζουσα »ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ«.
- 69.8.1
ἐὰν δὲ ἀκούσῃς ὅτι »τῇ δεξιᾷ τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος λαβὼν παρὰ τοῦ πατρός‘ ἤ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατε« ἢ ὅτι τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον« ἢ ὅτι αὐτὸς γέγει »μὴ μεριμνήσητε τί εἴπητε, ὅτι τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν« ἤ εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια ἤ ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀφεθήσεται αὐτῷ‘ καὶ τὰ ἑξῆς, ἤ πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου« καὶ τὰ ἑξῆς] ἤ τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι« ἤ » Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου« ἤ »ὑπέστρεψεν Ἰησοῦς τῇ δυνάμει τοῦ πνεύματος‘ ἤ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν‘ ὅμοιον τῷ εἰπεῖν» ὃ γέγονεν ἐν αὐτῷ ξωὴ ἠν«) ἤ »κἀγὼ παρακαλέσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, τὸ πενῦμα τῆς ἀληθείας‘ ἤ »διὰ τί ἐπλήρωσε τὴν καρδίαν σου ὁ Σατανᾶς τῷ Ἀνανίᾳ Πέτρος) ψεύσασθαί σε τὸ πνεῦμα τὸ αγιον;« καὶ μετὰ ταῦτα οὐκ ἄνθρώποις ἐψεύσω, ἀλλὰ τῷ θεῷ. ἄρα θεὸς ἐκ θεοῦ καὶ θεὸς τὸ πνεῦμα τὸ ἄγιον, ᾡ ἐφεύσαντο οἱ τοῦ τιμήματος τοῦ χωρίου νοσφισάμενοι) ἤ »ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι « — τούτου μεῖζον οὐκ ἔχω λέγειν.
- 69.9.1
θεὸς δὲ ⟩ ὁ υἱός· »ἐξ ὧν« φησίν »ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός‘, πίστευσον‘, φησίν. »εἰς τὸν κύριον Ἰησοῦν καὶ σωθήσῃ‘ καί »ἐλάλησε«, φησίν, »ασὐτοῖς τὸν λόγον τοῦ κυρίου«, »ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν αὐτοῖς τράπεξαν καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ θεῷ« ἢ ὅτι ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος« ἤ »ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμήσωσιν« ἤ ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ καὶ σωτῆρος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς‘ ἤ »προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ λριστοῦ«.
- 69.10.1
ή αὐτὴ δὲ ή διακονία τοῦ πνεύματος καὶ τοῦ Λόγου· »προσέχετε«, φησίν, »ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾠ ὑμᾶς ἔθετο τὸ πνεῦμα τὸ ἄγιον ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ« ὃμοιον τᾠ εἰπεῖν »χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἠμῶν, ὃτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν«.
- 70.1.1
70. Συνεργεῖ τοίνυν, ὡς ἀποδέδεικται, τᾠ πατρὶ ὁ μἱὸς καὶ τὸ πνεῦμα τὸ ἃγιον· »τᾠ λόγω γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν«. προσκυνητὸν δὲ τὸ | πνεῦμα τὸ ἅγιον· »τοὺς γὰρ προσκυνοῦντας D169 θεῷ ἐν πνεύματι δεῖ προσκυνεῖν καὶ ἀληθείᾳ.«
- 70.2.1
εἰ δὲ συνεργεῖ ταῦτα, κτίσις κτίσιν οὐκ ἐργάζεται οὐδὲ κτιστὴ ἡ θεότης γίνεται οὐδὲ ἐν μέτρῳ ἢ περιοχῇ θεὸς γινώσκεται. ἔστι γὰρ ἀπερίγραφος ἀχώρητος ἀπερινόητος, πάντα περιέχων τὰ ποιήματα τοῦ θεοῦ.
- 70.3.1
οὐδὲ λατρευτὴ ἡ κτίσις· »ἐλάτρευσαν, γάρ ⟨φησιν⟩, τῇ κτίσει παρὰ τὸν καὶ ἐμςράνθησαν«. πῶς γὰρ οὐ μωρὸν κτίσιν θεολογεῖν ἀθετεῖν τε ⟨τὴν⟩ πρώτην ἐντολὴν τὴν λέγουσαν »ἄκουε Ισραήλ, κύριος θεός σου κύριος εἶς ἰστιν«· »οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος«.
- 70.4.1
ἐν γραφαῖς δὲ ἀγίαις διάφορα ὀνόματα καλεῖται πατρὸς καὶ υἱοῦ καὶ 20 αγίου πνεύματος, πατρὸς μὲν πατὴρ παντοκράτωρ πατὴρ ἁπάντων πατὴρ Χριστοῦ· υἱοῦ δὲ Λόγος Χριστὸς φῶς ἀληθινόν· τοῦ δὲ ἁγίου πνεύματος παράκλητος πνεῦμα ἀληθείας πνεῦμα θεοῦ πνεῦμα Χριστοῦ.
- 70.5.1
ἔτι τοίνυν ὸ θεὸς νοεῖται καὶ πατὴρ φῶς, ἀλλ᾿ ὡς ὺπέρλαμπρον, δύναμις σοφία ⟨ζωή⟩ εὶ δὲ φῶς ό θεὸς καὶ πατήρ, φῶς ἐκ φωτὸς ὸ υὁὸς καὶ τοῦτο τοῦτο »φῶς οἰκῶν τὸ ἀπρόσιτον«.
- 70.6.1
δύναμις δὲ ὃλος ὁ θεὸς καὶ διὰ τοῦτο ⟨ὁ υἱὸς⟩ »κύριος τῶν δυνάμεων«· σοφία ὃλος ὁ θεός, οὐκοῦν σοφία ὁ υἱὸς ἐκ σοφίας, ἐν ᾦ πάντες οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι«· ζωὴ δὲ ὃλος ὁ θεός, οὐκοῦν ζωὴ ἐκ ζωῆς ὁ υἱός· »ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή‘.
- 70.7.1
τὸ δὲ ἃγιον πνεῦμα παρὰ ἀμφοτέρων, πνεῦμα ἐκ πνεύματος. πνεῦμα γὰρ ὁ θεός‘, † θεότης χαρισμάτων ἐστὶ δοτήρ, ἀληθέστατον φωτιστικὸν παράκλητον βουλευμάτων τοῦ πατρὸς ἀγγελτικόν.
- 70.8.1
ὡς γὰρ ὁ υἱός »μεγίλης βουλῆς ἄΠελος‘, οὓτω καὶ τὸ πνεῦμα τὸ ἃγιον. ἀλλ’ ἐλάβομεν« φησἰ πνεῦμα Νοῦ, ἳνα ἴδωμεν τὰ χαρισθέντα ἠμῖν ὑπὸ θεοῦ, ἃ καὶ λαλοῦμεν, οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος θεοῦ, πνευματικοῖς πνευματικὰ συγκρίνοντες«.
- 71.1.1
71. Αλλ᾿ ἐρεῖ τις· οὐκοῦν φαμὲν δύο εἶναι υἱούς, καὶ πῶς μονογενής; γενής; μενοῦν γε. σὺ τίς εἶ ὁ ἀντιλογιζόμενος τῷ θεῷ;« δὲ γὰρ τὸν μὲν υἱὸν καλεῖ τὸν ἐξ αὐτοῦ, τὸ δὲ ἃγιον πνεῦμα τὸ παρ᾿ ἀμφοτέρων, ἃ μόνον πίστει νοούμενα ὑπὸ τῶν ἁγίων φωτεινὰ φωτοδότα φωτεινὴν τὴν ἐνέργειαν ἔχει συμφωνίαν τε πρὸς αὐτὸν τὸν »πατέρα« ποιεῖται φωτός‘), πίστει ἄκουε, ὡ οὗτος,
- 71.2.1
ὃτι ὁ πατὴρ ἀληθοῦς υἱοῦ ἐστι πατήρ, φῶς ὃλος, καὶ ⟨ὁ⟩ υἱὸς ἀληθοῦς πατρὸς ⟨υἱός⟩ φωτός, οὐχ ὡς τὰ ποιητὰ ἤ κτιστὰ προσηγορίᾳ μόνῃ· καὶ πνεῦμα ἃγιον πνεῦμα ἀληθείας ἐστί, φῶς τρίτον παρὰ πατρὸς καὶ υἱοῦ.
- 71.3.1
τὰ δ᾿ ἄλλα πάντα θέσει ἢ κλήσει, οὐχ ὃμοια τούτοις ἐνεργείᾳ ἢ δυνάμει ἢ φωτὶ ἤ ἐννοίᾳ· ὡς ἂν εἴποι τις υἱοὺς ἐγέννησα καὶ ὓψωσα« ἢ ὡς ἂν εἴποι τις »ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες‘ ἢ ὡς ἄν εἴποι τις ὁ τετοκὼς βώλους δρόσου« ἢ ὡς ἂν εἴποι τις »ἐξ οὖ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς« ἢ ὡς ἂν εἴποι τις ἐγὼ ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα«.
- 71.4.1
οὐ γὰρ ὡς οἱ λοιποὶ πατέρες ἢ πατριαρχαι ὁ ἀληθινὸς πατὴρ ἀρξάμενος τοῦ εἰναι πατὴρ ἢ ἐκλείπων ποτὲ τῷ χρόνῳ τοῦ εἶναι πατήρ. εἰ γὰρ ἄρχεται τοῦ εἶναι πατήρ, υἱὸς ἄρα ἠν ποτε ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα μονογενοῦς· καθ᾿ ὸμοιότητα δὲ πατέρες πατέρων νοοῦνται τέκνα καὶ εἰς ἄπειρον τὸν ἀληθῶς πατέρα τῆς ἀρχαιολογίας εὑρεῖν ἔστιν.
- 71.5.1
οὐδὲ ὡς τὰ λοιπὰ τέκνα θέσει ό υἱὸς ὸ ἀληθινός, νέος τοῦ εἶναι υἱός. εἰ γὰρ νέος τοῦ εἶναι υἱός, ἠν ποτε χρόνος ὅτε οὐκ ἦν ὁ πατὴρ πατὴρ μονογενοῦς.
- 71.6.1
οὐδὲ ὡς τὰ λοιπὰ πνεύματα τὸ πνεῦμα τῆς ἀληθείας κτιστὸν ἢ ποιητόν, οὐδὲ ὡς οἱ λοιποὶ ἄγγελοι »ὁ τῆς μεγάλης βουλῆς ἄγγελος« καλεῖται.
- 71.7.1
ἃ μὲν γὰρ ἀρχὴν καὶ τέλος ἔχει, ἃ δ᾿ ἀνεπινόητον ἒχει τὴν ἀρχὴν καὶ τὸ κράτος· καὶ ἃ μὲν κτίζει τὰ πάντα εἰς ἀπείρους αἰῶνας, συνεργοῦντα τῷ πατρί, ἃ δὲ κτίζεται ὑπὸ τούτων, ὡς ἂν ἐθέλοιεν· καὶ ἃ μὲν λατρεύει τούτοις, ἃ δὲ λατρευτὰ ὑπὸ τῶν ὅλων κτισμάτων· καὶ ἃ μὲν ἐᾶται τὰ ποιήματα, ἃ δὲ τὴν ἔασιν λαμβάνει παρ᾿ αὐτῶν· καὶ ἃ μὲν κρίνεται κατ᾿ άξίαν, ἃ δὲ τὴν κρίσιν ἔχει τὴν δικαίαν·
- 71.8.1
καὶ ἃ μὲν ⟨ἐν⟩ χρόνω̣ ἐστίν, ἃ δὲ οὐκ ἐν χρόνῳ τυγχάνει· καὶ ἃ μὲν φωτίζει τὰ πάντα, ἃ δὲ φωτίζεται ὑπὸ τούτων· καὶ ἃ μὲν καλεῖ νηπίους εἳς ὕφος, ἃ δὲ καλεῖται ὑπὸ τοῦ τελείου· καὶ ἃ μὲν χαρίζεται πᾶσιν, ἃ δὲ χαρίσματα λαμβάνει· καὶ καθάπαξ εἰπεὶν, ὃ μὲν ἐξυμνεῖ τὴν ὰγιότητα ἐν οὐρανοῖς οὐρανῶν καὶ λοιποῖς ὀοράτοις τόποις, ἃ δὲ ἐξυμνούμενα τὰ δῶρα ἀξίως παρέχει τοῖς ἀξίοις.
- 72.1.1
72. Πνεύματα δὲ πλεῖστά φησιν ἡ γραφή· »ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα« καί »πάντα τὰ πνεύματα αἰνεῖτε τὸν κύριον‘.
- 72.2.1
χάρισμα δὲ ἀξίοις διδοται »διακρίσεως πνευμάτων‘. ἃ μὲν γὰρ ἐπουράνιά ἐστι, »χαίροντα τῇ ἀληθείᾳ«, ἃ δὲ ἐπίγεια, ἀπάτης καὶ πλάνης ἐπιτήδεια, ἃ δὲ ὑπόγεια, ἀβύσσου καὶ σκότους τέκνα· »παρεκάλει« γὰρ τὸ εὐαγγέλιόν φησιν ἴνα μὴ πέμψῃ αὐτοὺς εἰς τὴν ἄβυσσον ἀπελθεῖν«· ὡσαύτως δὲ καὶ τοῖς πνεύμασιν ἀπέτασσε καὶ πνεύματα δὲ ἐξεδίωκε λόγῳ καὶ »οὐκ εἴα αὐτὰ λαλεῖν«.
- 72.3.1
λέγεται δὲ ycrvivua κρίσεως καὶ πνεῦμα καύσεως«, λέγεται καὶ πνεῦμα κόσμου (»ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν« φησί) καὶ πνεῦμα δὲ ἀνθρώπου »τίς γὰρ οἶδεν ἀνθρώτων τὰ τοῦ ἀθνρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου;« καὶ »πνεῦμα πορευόμενον καὶ οὐκ επιστρέφον«· »ὃτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὐπάρξει« καί »ἀντανελεῖς τὸ πνεῦμα αύτῶν καὶ ἐκλείψουσι«, καὶ πνεῦμα προφητῶν·
- 72.4.1
»πνεύματα δὲ προφητῶν ⟨φησί⟩ προφήταις ὑποτάσσεται« καί »ἰδοὺ πνεῦμα ψευδὲς ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν αὐτῷ, ἐν τίνι ἀπατήσεις τὸν Αχαάβ; καὶ ἔσομαι, φησί, πνεῦμα ψευδὲς ἐν τῷ στόματι τῶν προφητῶν‘,
- 72.5.1
λέγεται δὲ »πνεῦμα κατανύξεως« εἰναι ⟨καὶ⟩ »πνεῦμα δειλίας« καὶ »πνεῦμα Πύθωνος‘ »πνεῦμα πορνείας‘ καὶ πνεῦμα καταιγίδος« καὶ »πνεῦμα πολυρρῆμον« καὶ καὶ »πνεῦμα ἀσθενείας‘ καὶ »πνεῦμα ἀκάθαοτον« καὶ πνεῦμα κωφόν. καὶ πνεῦμα αλαλον« καὶ πνεῦμα μογγιλάλον« καὶ πνεῦμα χαλεπὸν λίαν«, ὃ καλεῖται λεγεών, καὶ τὰ πνευματικὰ τῆς πονηρίας«.
- 72.6.1
ἄπειρα δὲ τὰ περὶ πνευμάτων λόγια σοφοῖς. ἀλλ’ ὣσπερ οἱ πολλοὶ υἱοὶ θέσει ἢ κλήσει οὐκ ἀληθείᾳ δέ, διὰ τὸ ἀρχὴν ἔχειν καὶ τέλος * άμαρτητικῶς, οὓτω καὶ πνεύματα πλεῖστα θέσει ἤ κλήσει, κἅν ἁμαρ- τητικὰ ᾐ, τὸ δὲ ἄγιον πνεῦμα μόνον καλεῖται πνεῦμα πατρὸς καὶ υὶοῦ, »πνεῦμα ἀληθείας‘ καὶ πνεῦμα Νοῦ. καὶ »πνεῦμα Χριστοῦ‘ καὶ »πνεῦμα χάριτος‘.
- 72.7.1
χαρίζεται γὰρ ἑκάστῳ διαφόρως τὸ άγαθόν, »ᾠ μὲν πνεῦμα σοφίας, ᾠ δὲ πνεῦμα γνώσεως, ᾠ δὲ πνεῦμα ἰσχύος, ᾠ δὲ πνεῦμα ἰαμάτων, ᾠ δὲ πνεῦμα προφητείας, ᾠ δὲ πνεῦμα διακρίσεως, ᾧ δὲ γλωσσῶν, ᾠ δὲ ἑρμηνειῶν« καὶ τὰ λοιπὰ χαρίσματα, ὥς φησιν »ἓν δὲ καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἑκάστῳ ὡς Βούλεται«·
- 72.8.1
ὃτι τὸ πνεῦμά σου τὸ ἀγαθὸν όδηγήσει με, ὁ θεός« φησὶν ὁ Δαυίδ, ἤ »τὸ πνεῦμα ὅπου θέλει πνεῖ« τὸ ἐνυπόστατον διὰ τῶν τοιούτων τοῦ ἁγίου πνεύματος δεικνὺς ἡμῖν) »καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει« καί »ἐὰν μὴ γεννηθῆτε ἐξ ὕδατος· καὶ πνεύματος« ὃμοιον ὡς εἶπε Παῦλος »ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα«.
- 72.9.1
περὶ τούτου ὸ κύριος ὅταν ἔλθῃ ό παράκλητος, ὃν ἐγὼ πέμψω ὐμῖν, τὸ πνεῦμα τῆς ΄αληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ« καί »ἔτι πολλὰ ἔχω λέγειν, ἀλλ᾿ οὐ δύνασθε βαστάζειν ἄρτι. ὃταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ᾿ ὃσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν πάντα«.
- 73.1.1
73. Εἰ τοίνυν παρὰ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐκ τοῦ ἐμοῦ, ⟨ὥς⟩ φησιν ὸ κύριος, λήψεται, ὃν τρόπον »οὐδεὶς ἔγνω τὸν εἰ μὴ ὸ οὐδὲ οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ«, οὓτως τολμῶ λέγειν ὃτι οὐδὲ τὸ πνεῦμα εἰ μὴ ό υἱὸς ἐξ οὗ λαμβάνει καὶ ό πατὴρ παρ οὑ ἐκπορεύεται καὶ οὐδὲ τὸν υἱὸν καὶ τὸν πατέρα,
- 73.2.1
εἰ μὴ τὸ πνεῦμα τὸ ἃγιον, τὸ δοξάζον ἀληθῶς τὸ διδάσκον τὰ πάντα τὸ μαρτυ- ροῦν περὶ τοῦ υἱοῦ, ὃ παρὰ τοῦ πατρὸς ὃ ἐκ τοῦ υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγτής, προφητῶν καθηγητής, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστήρ ἁγίων ἐκλογεύς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός.
- 73.3.1
υἱὸς φυσικὸς υἱὸς ἀληθὴς υἱὸς γνήσιος, μόνος ἐκ μόνου, σὺν αὐτῷ ⟨δὲ⟩ καὶ τὸ πνεῦμα, ⟨οὐχ υἱὸς⟩ ἀλλὰ πνεῦμα ὀνομαζόμενον.
- 73.4.1
οὖτος ὁ θεὸς δοξαζόμενος ἐν ἐκκλησίᾳ πατὴρ ἀεί, υἱὸς ἀεὶ καὶ πνεῦμα ἃγιον ἀεί, ὑψηλὸς ⟨ἐξ⟩ ὑψηλοῦ καὶ νοερός, νοερός, δόξαν ἔχων ᾠ ὑποβέβηκε τὰ κτιστὰ καὶ τὰ ποιητά, ἁπαξαπλῶς τὰ σύμπαντα μετρούμενα καὶ περιεχόμενα ἓκαστα.
- 73.5.1
θεότης δὲ μία ἐν Μωυσῇ μάλιστα καταγγέλεται, δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύττεται, τριὰς δὲ ἐν εύαγγελίοισ φανεροῦται, πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν. γνῶσις δὲ αὐτῆς ἀθανασία, ἐκ πίστεώς τε αὐτῆς υἱοθεσία γίνεται.
- 73.6.1
ἀλλὰ πρῶτον δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περίβολον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωυσῇ· δεύτερον δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖται, ὡς τὰ ἅγια κοσμοῦσα ἐν λοιπαῖς προφητείαις· τρίτον δὲ δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον καὶ τὰ ἅγια τῶν ἁγίων ῥυθμίζουσα ἐν εὐαγγελικοῖς πρὸς κατοίκησιν ἑαυτῆς· σκηνὴν δὲ] ἁγίαν, ναὸν ἃγιον, ⟨ὃς⟩
- 73.7.1
τὸν δίκαιον δίκαιον μόνον τὸν] συνόντα τούτοις. κατοικεῖ δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος μία θεότης ἄφθαρτος μία θεότης ἀπερινόητος, ἀκατάληπτος ἀνεκδιήγητος ἀόρατος, ἑαυτὴν γινώσκουσα μόνη, ἑαυτὴν ἐμφανίζουσα οἶς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα καλοῦσα προορίζουσα δοξάζουσα, ἐξ Ἄιδου ὑψοῦσα, ἁγιάζουσα ἑνοποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν καὶ πίστιν τὰ τρία ταῦτα ἐπουράναι ἐπίγεια καὶ καταχθόνια, πνεῦμα ψυχὴν σάρκα, πίστιν ἐλπίδα ἀγάπην, παρελθόντα ἐνεστῶτα μέλλοντα, αἰῶνα αἰῶνος αἰῶνας αἰώνων σάββατα σαββάτων, περιτομὴν σαρκὸς περιτομὴν καρδίας »περιτομὴν Χριστοῦ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν«· καθόλου δὲ καθαροποιεῖ ἑαυτῇ
- 73.8.1
τὰ πάντα, τὰ ἀόρατα καὶ τὰ ὁρατά, θρόνους κυριότητας ἀρχὰς ἐξουσίας δυνάμείς· ἐν πᾶσι δὲ ἠ αὐτὴ φωνὴ ἁγία, ἀπὸ δόξης εἰς δόξαν ἅγιος ἃγιος ἃγιος φωνοῦσα, πατέρα ἐν υἱῶ, υἱὸν δὲ ἐν πατρὶ ⟨δοξάζουσα⟩ σὺν ἁγίῳ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. καὶ ἐρεῖ ὁ οὕτω πιστεύων, γένοιτο γένοιτο.
- 74.1.1
74. Καὶ περὶ μὲν τριάδος καὶ ὁμοουσιότητος θεοῦ πατρὸς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος οἱ ἀσθενεῖς ἡμεῖς καὶ ἰδιῶται μηδὲν δοφιζόμενοι μηδὲ τῇ τῶν ἀνθρώπων κυβείᾳ« ἑαυτοὺς ἀν⟨α⟩τιθέντες, θείων γραφῶν μᾶλλον μαρτυρίας συναγαγόντες τοῖς βουλομένοις εἰς εὕρεσιν πιστῶν καὶ ἀντίρρησιν κακοπίστων καὶ κενοδόξων ἀπὸ μέρους συνηγάγομεν. πολλὴ γὰρ ἡ τῆς πίστεως ἐν πνεύματι ἁγίῳ δύναμις,
- 74.2.1
ἐν ἁπάσαις θείαις γραφαῖς διαφόρως κεκηρυγμένη ⟩ ἐπειδὴ δὲ τῆς ἠμῶν σωτηρίας ἀσφάλειά ἐστιν ἡ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ ἐνσάρκου παρουσίας ἀσφαλὴς ἀσφαλὴς τε καὶ βεβαίωσις ἐλπίδος καὶ περὶ ἀναστάσεως νεκρῶν καὶ τῆς ἡμετέρας παλιγγενεσίας, αὖθις ὀλίγον αὐτοὶ ἐπὶ τούτῳ τῷ ἡμετέρῳ καμάτῳ προσθέντες τοῖς βουλομένοις ἀκριβέστερον ἐντυγχάνειν ἐκ τῶν αὐτῶν θείων γραφῶν ἐπιμένομεν συναγαγόντες τε καὶ τῷ λόγῳ προστιθέντες.
- 74.3.1
ἐπειδὴ γάρ, ὡς ἐδιδάχθημεν ἤδη ἐν τοῖς προγεγραμμένοις, αὐτὸς ό κύριος ἡμῶν ἐν τῷ εὐαγγελίῳ αὐτοῦ φήσας τοῖς ἑαυτοῦ μαθηταῖς »άπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν τὰς ἐντολὰς ἃς ἐνετειλάμην ὑμῖν‘ * αὐτὸς ό ἅγιος Λόγος ό ἐνυπόστατος, ό ἐκ πατρὸς προελθών, δι᾿ οὺ αἰῶνες αἰῶνες γεγόνασι δι᾿ οὺ χρόνοι καὶ καιροί.
- 74.4.1
οὐ γὰρ ἦν καιρὸς οὔτε χρόνος πρὸ υἱοῦ. εἰ γὰρ ἦν χρόνος πρὸ υἱοῦ, ἄρα μείζων ὁ χρόνος τοῦ υἱοῦ, καὶ πῶς »δι᾿ αὐτοῦ πάντα ἐγένοντο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ὃ γέγονεν«; ὃτι εἴ τι γέγονε δι’ αὐτοῦ γέγονεν, αὐτὸς δὲ ἄκτιστος καὶ ἀεὶ ὤν· ὃτι ὁ πατὴρ ἀεὶ ἠν καὶ τὸ ἃγιον αὐτοῦ πνεῦμα ἀεὶ ἠν.
- 74.5.1
εἰ γὰρ ἠν χρόνος πρὸ υἱοῦ, ζητηθήσεται ἄρα πάλιν ⟨ἄλλος⟩ δι᾿ οὗ καὶ ὁ πρὸ τοῦ υἱοῦ χρόνος καὶ μυρία λοιπὸν εἰς φαντασίαν ἐνδομυχοῦσαν ἐν τῇ τῶν ἀνθρώπων ὐπολήψει τρέψει τὸν ὴμέτερον λογισμὸν ἤ μᾶλλον εἰς πορνείαν διανοημάτων καὶ οὐ † περὶ σωφροσύνης.
- 74.6.1
οὐκ ἠν τοίνυν χρόνος πρὸ υἱοῦ, ἐπειδὴ οὐ διὰ χρόνων ὁ υἱὸς γέγονεν, ἀλλὰ διὰ υἱοῦ χρόνοι καὶ οἱ ἄλλελοι καὶ τὰ ἄλλα πάντα κτίσματα. οὐκ ἠν χρόνος ποτὲ ὅτε οὐκ ἠν ὁ υἱός, οὐδὲ ἠν ποτε ὃτε οὐκ ἠν πνεῦμα.
- 75.1.1
75. Νομίζουσι δὲ παραναγινώσκοντες καὶ μὴ νοοῦντες διαστέλλειν τὴν ἀνάγνωσίν τινες ἐν τῷ εἰπεῖν »πάντα δὶ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν«, ἴως ῶδε ἀποτιθέντες τὸ ῥητόν, ὑπόνοιαν βλασφημίας δἰς τὸ πνεῦμα τὸ ἃγιον λαμβάνειν· σφάλλονται ⟨δὲ⟩ τὴν ἀνάγνωσιν καὶ ἀπὸ τοῦ σφάλματος τῆς ἀναγνώσεως σκάζουσιν, εἰς βλασφημίαν τρεπόμενοι.
- 75.2.1
ἡ δὲ ἀνάγνωσις οὓτως ἔχει· πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο ουδέν, ὃ γέγονεν ἐν αὐτῷ., τουτέστω ὃτι εἴ τι γέγονε, δι᾿ αὐτοῦ ἐγένετο.
- 75.3.1
τοίνυν πατὴρ ἦν ἀεὶ καὶ υὑὸς ἦν ἀεὶ καὶ τὸ πνεῦμα ἐκ πατρὸς καὶ υἱοῦ πνέει, καὶ οὔτε ὁ υἱὸς κτιστὸς οὔτε τὸ πνεῦμα κτιστόν· τὰ δὲ μετὰ πατέρα καὶ υἱὸν καὶ ἃγιον πνεῦμα πάντα κτιστὰ καὶ γενητὰ ⟨ὄντα⟩ οὐκ ὄντα ἐγένετο ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος διὰ τοῦ ἀεὶ ὄντος Λόγου σὺν τῷ ἀεὶ ὄντι πνεύματι.
- 75.4.1
δι᾿ αὐτοῦ τοίνυν τοῦ Λόγου πάντα τὰ κτιστὰ γέγονε, τοῦ βασιλέως τοῦ ἐπουρανίου, τοῦ ἐνυποστάτου Λόγου, τοῦ σωτῆρος ἡμῶν καὶ εὐεργέτου.
- 75.5.1
αὐτὸς γὰρ ὁ σωτὴρ ὁ ἃγιοις ό οὐρανῶν οὐρανῶν κατελθών, ό ἐν ἐργαστηρίῳ παρθενικῷ καταξιώσας τὴν ἠμετέραν ποιήσασθαι σωτηρίαν, ὸ ἐκ Μαρίας αὐθις γεγεννημένος διὰ πνεύματος ἀγίου συλληφθείς, ὸ τὴν σάρκα λαβών, ό Λόγος σὰρξ γενόμενος, ό μὴ τραπεὶς τὴν φύσιν, ὁ σὺν τῇ θεότητι λαβὼν τὴν ἀνθρωπότητα, ό τέλειος ὢν ἀπὸ πατρός, ὁ τὴν τελελίαν οἰκονομίαν πληρώσας, ἠλθεν εἰς τὸν κόσμον δι᾿ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν ἡμετέραν ό τὴν σάρκα καὶ ψυχὴν τὴν ἀνθρωπίνην λαβών,
- 75.6.1
τέλειος ὢν παρὰ πατρός, ἐνανθρωπ΄λησας ἐν ἡμῖν οὐ δοκήσει, ἀλλ ἀληθείᾳ, τέλειον εἰς ἑαυτὸν ἀναπλάσας ἄνθρωπον ἀπὸ Μαρίας τῆς θεοτόκου διὰ πνεύματος ἁγίου·
- 75.7.1
οὐκ ἐν ἀνθρώπῳ οἰκήσας, ὡς εἴωθεν ἐν προφήταις λαλεῖν κατοικεῖν τε ἐν δυνάμει καὶ ἐνεργεῖν, ἀλλ’ αὐτὸς ό Λόγος σὰρξ ξενόμενος, οὐ τραπεὶς τοῦ εἶναι θεός, οὐ μεταβαλὼν τὴν θεότητα εἰς ἀνθρωπότητα, ἀλλὰ σὺν τῷ ἰδίῳ πληρώματι τῆς αὐτοῦ θεότητος καὶ τῇ ἱδίᾳ ὑποστάσει τοῦ θεοῦ Λόγου καὶ ἐνυποστάτου συμπεριλαβὼν τὸ εἶναι ἄνθρωπος καὶ εἵ τι ἐστω ἄνθρπος.
- 75.8.1
ἄνθρωπον δὲ δὲ τέλειον ⟨ἔχοντα⟩ ὃσα ἐν ἀνθρώπῳ καὶ οἶα ἄνθρπος· τοῦτον ἦλθε καὶ ἔλαβεν ό μονογενής, ἳνα ἐν τῷ τελείῳ ἀνθρωπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας θεὸς ὣν ἐργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πόλιν γένηται βρώματος διαβόλου.
- 76.1.1
76. Καὶ ἐὰν εἴπωσί τινες ὃτι σάρκα μόνην εἴληφε, ψυχὴν δὲ οὔ, παραπλέκοντες μυθωδῶς καὶ τὴν γραφὴν εἰς μύθους ἐκτρέποντες, ἀπὸ τοῦ ῥητοῦ τοῦ »ήμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν«, ἀπ᾿ αὐτοῦ τοῦ ῥητοῦ καταλάβωσιν ὃτι οἱ οἱ λέγοντες »ήμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν« τὸν αὐτῶν νοῦν εἶχον καὶ τοῦτον οὐκ ἐξεπτύκασιν. εἰ δὲ τὸν ἴδιον ἔχοντες ⟨ἠσαν⟩ σὺν τῷ τοῦ Χριστοῦ νῷ, ἀμφοτέρων τοῦ μὲν νοῦ Χριστοῦ βελτιοῦν συναμένου, τοῦ δ΄ αὐτῶν ὀρθῶς νοοῦντος.
- 76.2.1
τὸ δ᾿ αὐτὸ καὶ ἐπὶ τοῦ Χριστοῦ γινωσκέτωσαν, ὃτι ὣν θεὸς καὶ ἐν αὑτῷ ὢν νοῦς, εἶχε τὸν τοῦ ἀνθρώπου νοῦν * μετὰ τῆς σαρκὸς καὶ ψυχὴν εἴληφεν.
- 76.3.1
οὔχουν ὠς ἄνθρπος αὐτὸν ἐξέτρεπεν, ἀλλ’ αὐτὸς τοῦ νοῦ κοσμήτωρ καὶ ὀρθωτὴς καὶ βελτιωτης ἐγίνετο. ὡς γὰρ τὴν σάρκα ἔλαβε μὴ ὑπὸ σαρκὸς ἡττηθείς, οὓτω καὶ τὸν νοῦν εἰληφὼς οὐχ ὑπὸ νοὸς ἣττηται.
- 76.4.1
τοὐναντίον τοίνυν καὶ μεῖζον οἱ τοιοῦτοι χαλεπῶς εἰς ἐναντιότητα ἐμπίπτουσιν. ἄνω γὰρ καὶ κάτω αἱ θεῖαι γραφαὶ διαρρήδην βοῶσιν οὐ κατὰ τοῦ νοῦ τὰ χαλεπὰ διαγορεύουσαι, ἀλλὰ κατὰ τῆς σαρκός.
- 76.5.1
τῆς γὰρ σαρκός« φησίν οἱ καρποὶ πορνεία μοιχεία ἀσέλγεια καὶ τὰ τούτων ὃμοια« καί οἱ ἐν σαρκὶ δὲ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται« καί "ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος«. χερὶ δὲ τοῦ νοῦ φησὶν ὃτι ψαλώ τω πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ" καὶ ὅτι "ὁ νοῦς μου ἄκαρπος ἢ ἔγκαρπός ἐστιν". ἔθετο γὰρ τὸν νοῦν ὁ θεός, ὅνπερ εἴωθεν ἡ γραφὴ καλεῖν καρδίαν, ἡγεμόνα ὡς εἰπεῖν καὶ ἡνίοχον τοῦ παντὸς σκεύους, διακριτὴν ἀγαθῶν τε καὶ φαύλων, δοκιμαστὴν τῶν ἐν ἡμῖν ἐγγινομένων. "νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται". διακριτικὸς δὲ ὁ νοῦς ἐν τῷ ἀνθρώπῳ, οὔπω δὲ συγκαταθετικός, ἐὰν μὴ εἰς τροπὴν ἑαυτὸν δῴη.
- 77.1.1
77. Τί οὖν ἔδοξέ τισι τοῦτον ἀπὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου παρεκβαλεῖν; τί δὲ ὠφέλησαν τὸν βίον εἰς ἀκαταστασίαν μᾶλλον * τρέψαντες; ἢ τί τοῦτο ἔβλαψεν ἡμᾶς ἢ ὠφέλησεν ἵν᾽ οὕτως εἴπω, ὅπως βοηθήσωσι τῷ Χριστῷ; ἦ ἵνα χάριν αὐτῷ ποιήσωσι μεγάλην ταύτην καὶ εἴπωσιν περὶ αὐτοῦ ὅτι οὐκ ἔλαβε νοῦν;
- 77.2.1
"Γαλάται μὲν γὰρ ἀνόητοι" καὶ "Κρῆτες ἀεὶ ψεῦσται" καὶ "Ἐφραῒμ περιστερὰ ἄνους"· ὁ δὲ κύριος ἡμῶν ἐνανθρωπήσας εἰς τὸν βίον τὰ πάντα τελείως ἀνείληφε, μᾶλλον δὲ ἔλαβεν αὐτὸς τοῦ ἑαυτοῦ σώματος γεγονὼς πλάστης, αὐτὸς ἑαυτῷ λαβὼν τὴν ψυχὴν ἤτοι ἐνθείς.
- 77.3.1
Τινὲς δὲ βουλόμενοι ἐλλιπῆ ποιεῖν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν καὶ τελείαν ἐν αὐτῷ οἰκονομίαν, οὐκ οἶδα τί διανοούμενοι οὐκ ὀρθῶς εἶπον νοῦν τὸν Χριστὸν μὴ εἰληφέναι.
- 77.4.1
οὐχὶ δὲ διὰ * τὸν νοῦν φαίνονται *. ὑπόστασιν γὰρ οὗτοι τὸν νοῦν νομίζουσιν εἶναι καὶ φύσει τολμῶσι λέγειν αὐτὸν εἶναι τὸ εἰωθὸς ἐν τῇ γραφῇ λέγεσθαι ἐν τῷ ἀνθρώπῳ πνεῦμα, ὡς λέγει ὁ ἀπόστολος, "ἵνα ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη".
- 77.5.1
σφάλλονται οὖν· εἰ γάρ ἐστι νοῦς τὸ πνεῦμα καὶ τὸ πνεῦμα νοῦς, ὡς καὶ αὐτοὶ νομίζουσι, ψυχὴ δὲ ἄλλη ⟨ὑποστάσις⟩ παρὰ τὸν νοῦν καὶ παρὰ τὸ πνεῦμα, ούκέτι δύο ἐν τῷ ἀνθρώπῳ ἐν μιᾷ συναγόμεναι ὺποστάσει, οὐκέτι ἐνυπόστατος μόνη ψυχὴ καὶ ἐνυπόστατον τὸ σῶμα, ἀλλ᾿ εὑρήκαμεν λοιπὸν τέσσαρα· νοῦν μίαν ὑπόστασιν, ψυχὴν ἄλλην ὑπόστασιν, πνεῦμα ἄλλην ὑπόστασιν, σῶμα ἄλλην ὑπόστασιν.
- 77.6.1
καὶ ἐὰν πάλιν ἐρευνήσωμεν, ἔτι πλέον ἔσται· ἐπειδὴ γὰρ πολλὰ ὀνόματα κέκτηται ὁ ἄνθρωπος, καὶ »ό ἔσω ἄνθρωπος« καὶ ὸ ἔξω ἄνθρωπος«, καὶ ταῦτα πάντα ἡ γραφὴ εἴρηκε νοηματικῶς, περισφίγγουσα ἡμῶν τὴν διάνοιαν, ἳνα μηδὲν καταλείψωμεν τῆς σωτηρίας μηδὲ πρόφασις ὴμῖν γένηται τοῦ ἐκβῆναι τοῦ προκειμένου. ἔστι γὰρ ταῦτα ἐν τῷ ἀνθρώπῳ· οὐ χρὴ δὲ καὶ πολυπραγμονεῖν.
- 77.7.1
ὃμως δὲ κατὰ τὸν ἐκείνων λόγον, εἰ ὁ νοῦς ἐστι τὸ πνεῦμα καὶ τὸ πνεῦμα ό νοῦς, ταῦτα δὲ ἐκτὸς τῆς ψυχῆς ψυχῆς χει, πάλιν τίνι ⟨τῷ⟩ λόγῳ λέγει »φαλῶ τῷ πνεύματι, ψαλῶ καὶ νοΐ«; διὰ τούτου γὰρ ἀπέδειξε μὴ τὸ πνεῦμα εἶναι τὸν νοῦν μηδὲ τον νουν το πνευμα.
- 78.1.1
78. Εἶτα πάλιν »ψυχὴ ἡ ἁματάνουσα αὕτη ἀποθανεῖται« οὐκ ἐκτὸς τοῦ σώματος ἀπεφήνατο· ⟨ἤ⟩ »ἡσαν γάρ«, φησίν, »'εν τῷ ἑβεδομήκοντα ψυχαί«, καὶ οὐ πάντως ψυχαὶ ἠσαν ἄνευ σώματος, ἀλλὰ σώματα σὺν ψυχαῖς· καὶ πάλιν εἴωθεν ή συνήθεια καλεῖν τὸν ἄνθρωπον ἀπὸ τοῦ ἑνὸς ὀνόματος, ὃτι δεσπότης ἐστὶν ὀγδοήκοντα σωμάτων. οὐ πάντως ἄνευ ψυχῶν.
- 78.2.1
ό Λόγος τοίνυν σὰρξ γενόμενος οὐκ ἐκτὸς ψυχῆς ⟨ἐτύγχανεν, ὡς καὶ⟩ οὐκ ἐκτὸς πάσης πραγματείας. ὃτε λέγει ψυχή⟨ν⟩ ἄνευ σώματος ἀπεφήνατο οὐδὲ ὃτε λέγομεν ἄνευ ψυχῆς ὄντα διανοούμεθα.
- 78.3.1
τί οὐν ἔδοξε τοῖς βουλομένοις λέγειν τὸν νοῦν παρεκβεβλῆσθαι; ἢ τί τοῦτο τὴν ἐκκλησίαν ὠφέλησεν : ἢ τί μᾶλλον οὐκ ἐτάραξε; πῶς δὲ οὐκ ἀλλιπῆ ποιεῖται τὴν ἡμῶν σωτηρίαν ὁ τὰ τοιαῦτα διανοούμενος;
- 78.4.1
ἡμεῖς γὰρ οὐδὲν δυνάμεθα διανοεῖσθαι ἕτερον τὸν νοῦν εἶναι οὐδὲ ὑπόστασιν τοῦτον δυνάμεθα λέγειν καθ᾿ ἑαυτόν, ἀλλὰ τὸ σύνθετον καὶ τὸ λογικὸν καὶ φρονοῦν ἐν ἑκαστῳ τῶν ⟨οὐ⟩ πεπλανημένων íon εἰπεῖν νόημα τοῦ ὡς ὀφθαλμοὶ ἐν τῷ σώματι, οὓτως νοῦς ἐν ψυχῇ. πάλιν δὲ οὐδὲ τοῦτο ἐριστικῶς φαμέν, ἀλλ᾿ ἁπλῶς τὸ ἐννοητικὸν τῶν ἀνθρώπων *.
- 78.5.1
τί οὐν ἐστιν ἄνθρωπος; ψυχὴ σῶμα νοῦς καὶ εἴ τί ἐστιν ἓτερον. τί τοίνυν ἠλθεν ὁ κύριος σῶσαι; ἄνθρωπον τέλειον πάντως. ἄρα οὐν πάντα τὰ ἐν αὐτῷ τελείως ἔλαβεν.
- 78.6.1
ἐπεὶ πόθεν ταῦτα ἐν αὐτῷ ἐπληροῦντο, ἃ εἰς ἄνθρωπον ἀπὸ νοῦ καὶ σώματος καὶ ψυχῆς καὶ πάσης ἐνανθρωπήσεως ἄνευ ἁμαρτίας καὶ ἐπροφητεύετο καὶ ἀνελογεῖτο;
- 78.7.1
σαφῶς γᾶρ ἡμῖν ὑποτίθεται ὁ θεῖος λόγος λέγων »ἰδοὺ συνήσει ό παῖς μου ό ἀγαπητός, ὃν ᾑρέτισα, ἐφ’ ὃν ηὐδόκησεν ἡ ψυχή μου, θήσω ⟨ἐπ’ αὐτὸν⟩ τὸ πνεῦμά μου« καὶ τὰ εξῆς. ἀρα γοῦν τὸ συνιέναι ποῦ εἰ μὲν εἰς τὴν θεότητα, ἐνδεὴς ἆρα ἡ θεότης τοῦ συνιέναι; μὴ γένοιτο· τοῦτο γὰρ εἰς τὸν κυριακὸν ἄνθρωπον πληροῦται. εἰ δὲ ἐπὶ τὸν κυριακὸν ἄνθρωπον πεπλήρωται, πῶς συνήσει ἐνανθρώπησις ἄνευ νοὸς ὑπάρχουσα; ἀδύνατον τοῦτο.
- 78.8.1
εὶ γὰρ ολως τὸ συνήσει ἐπὶ τὸν Χριστὸν ἀναφέρεται, Χριστὸς δὲ ⟨ὁ⟩ ἄνωθεν Λόγος, σὰρξ δὲ γενόμενος ἀπὸ Μαρίας, ⟨ὃς⟩ καὶ ἐνανθρωπήσας συνανεστράφη« κατὰ τὸ γεγραμμένον, ἄρα ἀναμφιβόλως σὺν τῷ νῷ τὴν οἰκονομίαν ἐδέξατο, ἐπειδὴ αὐτῇ συμπρέπει τὸ συνιέναι.
- 78.9.1
διὰ τοῦτο γὰρ περὶ αὐτοῦ φησι τὸ εὐαγγέλιον »προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ«· οὐχ ἡ θεότης ἠλικίαν ἐπιδεχομένη οὔτε σοφίας ὑστεροῦσα, ἡ οὖσα σοφία σοφίᾳ σοφίᾳ δὲ προέκοπτεν ή τοῦ σωτῆρος ἐνανθρώπησις, οὐκ ἐκτὸς νοῦ ὑπάρχουσα, ἐπειδὴ ⟨ἄλλως⟩ οὐδὲ ἠδύνατο· καὶ ἡλικίᾳ προέκοπτεν ἁδρυνομένου τοῦ παιδίου, ὡς ἔστιν ἀληθές.
- 79.1.1
79. Εἰ δὲ διὰ τὸ εἰληφέναι νοῦν † ἁμαρτία αὓτη νοεῖται, οὐκοῦν περισσοτέρως, ἐὰν δῶμεν αὐτὸν εἰληφέναι σάρκα, ἧς ἐκτὸς ἁμαρτία οὐ τελεῖται »φανερὰ γὰρ τὰ ἔργα τῆς σαρκός«. πάντως ὅτι δῶμεν ὅτι καὶ ἐν σαρκὶ ἥμαρτε, λαβὼν τὴν σάρκα. »οἶδα γάρ« φησὶν ὁ ἀπόστολος »ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ οὐδὲν ἀγαθόν, τουτέστιν ἐν τῇ σαρκίμου«.
- 79.2.1
τίς δὲ τολμήσει λέγειν διὰ τὸ τὸν σωτῆρα εἰληφέναι σάρκα σαρκὶ συναπῆχθαι, καὶ τὰ τῆς σαρκὸς οὐκ ἐπιτελέσαντα, ἐπιτελέσαντα, εἰς τὴν τοῦ παντὸς σκεύους τοῦ ἰδίου ἀκολουθίαν, ⟨ἀγαθὴν⟩ ὁμοίως καὶ ἐσχηκότα καίτοιγε καὶ σάρκα οὐσαν ἀνθρωπίνην, ἀλλ’ ⟨ἐν⟩ οὐδενὶ πταίουσαν.
- 79.3.1
ὁ θεὸς γὰρ Λόγος ἄνωθεν ἀπὸ πατρὸς προελθὼν εὐδοκήσας ἐν σαρκὶ γενέσθαι ἐχαλιναγώγει τὸ σκεῦος καὶ εἰ ἤθελεν ἐπέχειν αὐτὸ ἀπὸ πάσης ἀχρειώδους πράξεως σαρκικῆς, ἠδύνατο· εἰ δὲ ἤθελεν, ἐνεδίδου. ἐνεδίδου δὲ εἰς τὰς εὐλόγους καὶ συμπρεπούσας τῇ αὐτοῦ θεότητι σωματικὰς χρείας.
- 79.4.1
οὔτε γὰρ ἔχων τὸν νοῦν ἐν ἀληθείᾳ, ὥσπερ ὅλην τὴν ἐνανθρώπησιν ἐν ἀληθείᾳ εἶχεν, ὁ νοῦς] ἐπεκτείνετο εἰς ἀλόγους ἐπιθυμίας οὔτε τὰ τῆς σαρκὸς ἴσα ἡμῖν ἔπραττεν ἢ ἐλογίζετο, ἀλλ’ ὡς θεὸς ἐν σαρκὶ ἁληθινῇ γενόμενος ἀπὸ παρθένου Μαρίας ἔπραττε * σαρκὶ καὶ ψυχῇ καὶ νῷ καὶ ὅλῳ τῷ σκεύει, ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει ἄνωθεν ἐκ πατρὸς ἐνυπόστατος θεὸς Λόγος.
- 79.5.1
ἀλλὰ μὴ σοφίσωνταί τινες καταχρηστικῶς τοῦτο λεγόμενον, ὡς τό »σύνες τῆς κραυγῆς μου«· τὸ μὲν γὰρ καταχρηστικῶς δἰ εὐχὴν εἴρηται καὶ δῆλόν ἐστιν ⟨.ὄτι⟩ ἡ χρῆσις ⟨εἰς⟩ [τὸ δὲ] ὑπόδειγμα σαρκικῆς αὐτοῦ παρουσίας προεφήτευται· τὸ δέ »καὶ προέκοπτεν ἡλικίᾳ« ἐστὶν ἀληθές.
- 80.1.1
80. Ἀλλὰ τί οἱ τοιοῦτοι νομίζουσι ⟨ἡμᾶς⟩ λέγειν, ἐὰν εἴπωμεν τέλειον ἄνθρωπον ἐκ Μαρίας τὸν Χριστὸν γεγονότα ἢ ⟨νοῦν⟩ ἐσχηκότα, μὴ ὑπονοήσωμεν αὐτὸν ἁμαρτίαις ὑποπεσόντα; μὴ γένοιτο. »ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος έν τῷ στόματι αὐτοῦ.«
← Previous · Next → — showing 501–600 of 895
First Thousand Years of Greek. CTS URN tlg2021.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.