Ancoratus
- 54.6.1
ὡς εἵ τις ἔχοι ὄρος καὶ πεδιάδα, τὴν δὲ πεδιάδα ἐγκυκλεύουσαν τὸ ὅρος, βουληθείη δὲ εἰς τὸ πέραν τοῦ ὄρους ἐν τῇ αὐτῇ πεδιάδι παραγενέσθαι, καὶ ὄτε μὲν θελήσει διὰ τῆς πεδιάδος τὴν ὁδοιπορίαν ποιήσασθαι εἰς τὸν τόπον, ὅπου δἂν ἐθέλοι ⟨ἐπέκεινα⟩ τοῦ ὄρους ἀπελθεὶν, δυνατὸν αὐτῷ τοῦτο· εἰ δὲ θελήσει πρῶτον μὲν ἐμβῆναι εἰς τὸ ὄρος καὶ ἀπὸ τοῦ ορους πἀλιν εἰς τὸν τόπον τῆς πεδιάδος τῆς ἐπέκεινα τοῦ ὄρους γενέσθαι, καὶ οὕτως ἀυτῷ δυνατόν.
- 54.7.1
οὕτω μοι νόει καὶ τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον· πρῶτον μὲν εἰς τὸν οὐρανὸν ἀναβεβηκέναι, ἔπειτα δὲ εἰς τὸν παράδεισον καταβεβηκέναι⟩ , , κατὰ τὸ εἰρημένον »κατέβη ὁ ἀδελφιδοῦς μου εἰς κῆπον αὐτοῦ‘. * καὶ ὁ σωτήρ φησι »σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ«.
- 55.1.1
55. Εἰ δὲ οὐκ ἔστιν ἐπὶ γῆς ὁ παράδεισος καὶ οὐκ ἀληθινὰ τὰ ἐν Γενέσει γεγραμμένα, ἀλλὰ ἀλληγορεῖτι, οὐδὲν ἀληθεύει τῆς ἀκολουθίας, ἀλλὰ πάντα ἀλληγοροῦνται.
- 55.2.1
»ἐν ἀρχῇ, γάρ φησι, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν «· καὶ οὐκ ἔστιν ἀλληγορούμενα, ἀλλ' ὁρατά. καὶ στερέωμα, φησί, καὶ θάλασσαν, βλαστήματά τε καὶ ξύλα καὶ βοτάνας χόρτον ζῷα ἰχθύας ὄρνεα, πάντα τὰ ὁρώμενα ἐν ἀληθείᾳ γεγονότα. ἄνθρωπον ⟨τε⟩ ἐν ἀληθείᾳ ὄντα ἐποίησεν.
- 55.3.1
ἔθηκε τοίνυν τοῦτον ὃνβ ἔπλασεν ἐν τῷ παραδείσῳ, κατ' εἰκόνα ποιήσας τὸν αὐτὸν ἂνθρωπον, κατ' εἰκόνα θεοῦ δέ.
- 55.4.1
μὴ περιεργάζου δὲ τὰ τοῦ θεοῦ δωρήματα τὰ κατὰ χάριν τῷ ἀνθρώπῳ δεδομένα. οὐκ ἀρνόυμεθα γὰρ πάντας ἀνθρώπους εἶναι κατ' εἰκόνα θεοῦ.
- 55.5.1
τὸ τὸ πῶς οὐ περιεργαζόμεθα τοῦ κατ' εἰκόνα. οὔτε γὰρ τὸ πλάσμα νοοῦμεν κατ' εἰκόνα οὔτε τὴν ψυχὴν οὔτε τὸν νοῦν οὔτε τὴν ἀρετήν. πολλὰ γάρ ἐστι τὰ κωλύοντά με οὔτως λέγειν.
- 55.6.1
ἀλλ’ οὔτε λέγομεν τὸ σῶμα μὴ εἶναι κατ' εἰκόνα οὔτε τὴν ψυχήν. πιστῶν γὰρ τὸ ὁμολογεῖν τὴν γραφὴν καὶ μὴ ἀπίστων ἀπίστων δὲ τὸ »ἀθετεῖν τὴν χάριν( ἔστιν οὖν ἐν τῷ ἀνθρώπῳ τὸ κατ' εἰκόνα, αὐτὸς δὲ οἶδεν ὁ θεὸς πῶς ἐστιν.
- 55.7.1
ἐὰν γὰρ εἴπῃς τὸν ἄνθρωπον ἐποίησε κατ' εἰκόνα καὶ νομίσῃς εἶναι τὸ σῶμα, ὁ δὲ θεὸς ἀόρατος ἀκατάληπτος ἀπερινόητος, ·πῶς τὸ ὁρατὸν καὶ καταληπτὸν καὶ ὑπὸ ἁφὴν ἐμπῖπτον εἰκὼν ἔσται τοῦ ἀοράτου καὶ ἀκαταλήπτου;
- 55.8.1
καὶ ἐὰν εἴπῃς, οὐκ ἔστι τὸ σῶμα κατ' εἰκόνα, »ἔλαβε« φησί »χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον«. καὶ ἄνθρωπον καλεῖ τὸ χοϊκόν, καὶ ἄνθρωπον καλεῖ τὸ ψυχικόν· »ἐνεφύσησε« γάρ φησιν »εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν«.
- 55.9.1
κτιστὴν δὲ τὴν ψυχὴν καὶ τὸ σῶμα νοοῦμεν. πῶς κτιστήν; »ἐνεφύσησε« γάρ φησιν· καὶ οὔτε μέρος θεοῦ λέγομεν εἶναι τὴν ψυχὴν οὔτε ἀλλοτρίαν τοῦ ἐμφυσήματος. πῶς δὲ κατὰ λεπτὸν τοῦτο νοεῖται, θεῷ μόνῳ ἔγνωσται.
- 56.1.1
56. Ἡμεῖς δὲ ἀπεριέργως καὶ ἀκακουργήτως πιστευόμεν θεῷ τῷ ἀληθεύοντι ἐν πᾶσι. καὶ ἐὰν ἔιπῃς ὅτι ἡ ψυχή ἐστι τὸ κατ' εἰκόνα, ⟩ λέγοντος τοῦ ἀποστόλου ὅτι »ζῶν ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμῶν ψυχῆς‘.
- 56.2.1
εἰ τοίνυν μερισμοὺς ἔχει ἡ ψυχή, ὁ θεὸς δὲ ἀμέριστός ἐστι, πῶς δύναται ἡ ψυχὴ εἶναι τὸ κατ' εἰκόνα; οὐ γὰρ οἶδε τὸ μέλλον ἡ ψυχή, ὁ θεὸς δὲ πάντως οἶδε. καὶ βλέπομεν τὰ ἔμπροσθεν τοῦ σώματος, τὰ κατόπιν ἀγνοοῦντες. καὶ ἐὰν εἴπῃς ὅτι οὐκ ἔστιν ἡ ψυχή, πάντως ὅτι καὶ τὴν ψυχὴν ἄνθρωπον κέκληκεν, καὶ ψυχὴ καὶ σῶμά ἐστιν ἄνθρωπος.
- 56.3.1
ἀλλ' εἴποις τὸν νοῦν εἶναι τὸ κατ' εἰκόνα. λέγει ⟩ ἡ γραφή »ὁρῶ νόμον ἕτερον ἀντιστρατευόμενον ἐν τοῖς μέλεσί μου καὶ ἀιχμαλωτίζοντά με ἐν τῷ νοΐ μου τῷ νόμῳ τῆς ἀμαρτίας τῷ οντι ἐν τοῖς μέλεσί μου«. πῶς οὐν αἰχμαλωτιζόμενος ⟩ ἔσται κατ' εἰκόνα; * ὅτι ψαλῶ ψαλῶ τῷ νοΐ, ψαλῶ τῷ πενύματι«.
- 56.4.1
καὶ ἐὰν εἴπῃς ἀρετὴν εἶναι τὸ κατ' εἰκόνα, ἐρῶ σοι· εἰπέ μοι περὶ τοῦ Ἀδάμ, ποίαν ἀρετὴν εἰργάσατο πρὸ τοῦ αὐτὸν πλασθῆναι; οὐ γὰρ ἦν ⟩ ἐν ἀρχῇ, ἀπ' ἀρχῆς δὲ ἐπλάσθη κατ' εἰκόνα. καὶ ἐὰν εἴπῃς μὴ εἶναι τὴν ἀρετήν, οὐ καλῶς λέγεις. τίνι γὰρ πρέπει εἶναι κατ' εἰκόνα ἀλλ' ἢ τῇ ἀρετῇ; πρὶν δὲ ἀρετὴς κατ' εἰκόνα ἐπλάσθη ὁ ἄνθρωπος. οὔπω τὰρ ἦν ὁ Ἀδὰρ ἐν ἀρετῇ πολιτευσάμενος, δηλον- ⟩ ουτε ἐκτισμένος.
- 56.5.1
καὶ ἐὰν εἴπῃς τὸ βάπτισμα εἶναι κατ' εἰκόνα, ἀρα οἱ μὴ λαβόντες βάπτισμα δίκαιοι οὐκ ἠσαν κατ' εἰκόνα; ἀπὸ γὰρ Μωυσέως καὶ θαλάσσης ἤρξατο ὁ τύπος, ἀπὸ Ἰωάννου ἠνοίγη ἡ χάρις, ἐν δὲ Χριστῷ ἐτελειώθη τὸ δῶρον.
- 57.1.1
57. Ἔχουσιν οὖν πάντες τὸ κατ' εἰκόνα, ἀλλ οὐ κατὰ φύσιν. οὐ γὰρ κατὰ ἰσότητα θεοῦ ἔχουσιν οἱ ἄνθρωποι τὸ κατ' εἰκόνα. ὁ θεὸς γὰρ ἀκατάληπτος ἀπερινόητος, πνεῦμα ὢν καὶ πνεῦμα ὑπὲρ πᾶν πνεῦμα καὶ φῶς ὑπὲρ πᾶν φῶς.
- 57.2.1
ἃ δὲ αὐτὸς ἐδωρήσατο οὐκ ἀποστεροῦμαεν ⟨τὸν ἄνθρωπον⟩· · ἀληθὴς γάρ ἐστιν ὁ μετὰ χάριτος τὸ κατ εἰκόνα τῷ ἀνθρώπῳ δωρησάμενος. καὶ νοὴσαί ἐστιν ἀπὸ τῶν ὁμοίων·
- 57.3.1
ὁρῶμεν γὰρ ὅτι ἔλαβεν ὁ σωτὴρ εἰς τὰς χεῖρας αὐτοῦ, ὡς ἔχει ἐν τῷ εὐαγγελίῳ, ὅτε ἀνέκειτο ἐν τῷ δείπνῳ καὶ ἔλαβε τάδε καὶ εὐχαριστήσας εἶπε τοῦτό μού ἐστι τάδε« καὶ ἔδωκε τοῖς αὐτοῦ μαθηταῖς καὶ εἶπε τοῦτό μού ἐστι τάδε.«
- 57.4.1
καὶ ὁρῶμεν ὅτι οὐκ ἴσον ἐστὶν οὐδὲ ὅμοιον οὐ τῇ ἐνσάρκῳ εἰκόνι οὐ τῇ ἀοράτῳ θεότητι οὐ τοῖς χαρακτῆρσι τῶν μελῶν. τὸ μὲν γάρ ἐστι στρογγυλοειδὲς * καὶ ἀναίσθητον.
- 57.5.1
* ὡς πρὸς τὴν δύναμιν καὶ ἠθέλησεν χάριτι εἰπεῖν τοῦτό μού ἐστι τάδε« καὶ οὐδεὶς ἀπιστεῖ τῷ λόγῳ. ὁ γὰρ μὴ πιστεύων εἶναι αὐτὸν ἀληθινὸν ἐν ᾡ εἰπεν, ἐκπίπτει τῆς χάριτος καὶ τῆς σωτηρίας.
- 57.6.1
ὅταν δὲ ἀκούσωμεν, καὶ πιστεύσωμεν· πιστεύομεν ὄτι ἔστιν αὐτοῦ *, τὸν δὲ κύριον ἡμῶν οἴδαμεν ὅλον αἴσθησιν ὅλον αἰσθητικὸν ὅλον θεὸν ὄλον κινοῦντα ὅλον ἐνεργοῦντα ὅλον φῶς ὅλον Λόγον, ἀκατάληπτον, ἀλλὰ μετὰ χάριτος ἡμῖν τοῦτο δεδωρημένον.
- 58.1.1
58. Οὗτος τοίνυν ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἐτέθη καὶ ἔφαγεν ἀπὸ τοῦ ξύλου. ὁ δὲ παράδεισος, φησίν »ἐν Ἐδὲμ κατὰ ἀνατολάς‘· πηγὴ δὲ ἀνέβαινεν ἐξ Ἐδέμ«, καὶ οὐκ εἶπε »κατέβαινεν«, ἱνα μὴ νομίσωμεν ἐν οὐρανῷ εἶναι τὴν Ἐδέμ. εἰ γὰρ ἐν οὐρανῷ ἠν, ἄνωθεν ἂν εἶπε »κατέρχεται« πηγή. ἀλλὰ ⟨καί⟩ φησι ποταμὸς ἐκπορεύεται Ἐδέμ«· καὶ οὐκ εἶπε κατέρχεται.
- 58.2.1
οὑτος »ἀφοσρίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ φεισών«, καὶ ὁρῶμεν τὸν Φεισὼν ἐπ' ὄφεσιν ἡμῶν. καὶ Φεισὼν μέν ἐστιν ὁ Γάγγης παρὰ τοῖς Ἰνδοῖς καλούμενος καὶ Αἰθίοψιν, Ἕλληνες δὲ τοῦτον καλοῦσιν Ἰνδὸν ποταμόν. πᾶσαν γὰρ τὴν Εὐιλὰτ περικυκλοῖ«, τὴν μικρὰν Αἰθιοπίαν καὶ τὴν μεγάλην, τὰ μέρη τῶν Εὐιλαίων, διαπερᾷ δὲ τὴν μεγάλην Αἰθιοπίαν καὶ πίπτει εἰς τὸν νότον καὶ δύνει ἔσωθεν Γαδείρων εἰς τὸν μέγαν Ὠκεανόν.
- 58.3.1
δεύτερος ποταμὸς »Γεών«. καὶ αἰσθητὸν ὁρῶμεν τὸν ποταμὸν καὶ οὐκ ἀλληγορούμενον· οὑτος γὰρ ὁ κατὰ τὴν Αἰθιοπίαν κατερχόμενος καὶ διαπερῶν τὴν μικρὰν Αἰθιοπίαν, Ἀνουβῖτίν τε καὶ Βλεμμύαν καὶ Α'ξωμῖτιν καὶ ἐπικλύζων τὰ μέρη Θηβαΐδος καὶ Αἰγύπτου εἰς τὴν θάλασσαν ταύτην ἐκπίπτει. εἰ τις ἀπιστεῖ, ἀκουέτω τοῦ Ἰερεμίου λέγοντος »ἵνα τί ὑμῖν καὶ τῇ γῇ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γεὼν τὸ τεθολωμένον«;
- 58.4.1
τρίτος‘ ξησί »ποταμὸς Τίγρης, ὁ πορευόμενος κατέναντι τῶν Ἀσσυρίων‘ «· διατέμνει γὰρ τὰ μέρη τῆς Ἀνατολῆς καὶ δύνει ὑπὸ τὴν γῆν καὶ ἀνίσχει ἀπὸ τῆς Ἀρμενίας κατὰ μέσον Καρδυαίων καὶ Ἀρμενίων καὶ ἀναπηγάζει πάλιν καὶ διατέμνεται εἰς τὴν τῶν Ἀσσυρίων γῆν.
- 58.5.1
ἀλλὰ καὶ ὁ ποταμὸς ὁ τέταρτος Εὐφράτης, ὡσαύτως ὁμοίως τῷ αὐτῷ τρόπῳ δύνων ὑπὸ τὴν γῆν ἀνέρχεται ἀπὸ τῆς Αρμενίας καὶ οὕτως ἐπικλύζει τὴν Περσίδα. εἰ τοίνυν οὐκ οὐκ ἔνι παράδεισος αἰσθητός, οὐκ ἐνι πηγή· εἰ οὐκ ἔνι πηγή, οὐκ ἔνι ποταμός· εἰ οὐκ ἔνι ποταμός, οὐκ εἰσὶ τέσσαρες ἀρχαί · εἰ οὐκ ἔνι Φεισών, οὐκ ἔνι Γεών, οὐκ ἔνι Τίγρης· εἰ οὐκ ἔνι Τίγρης, οὐκ ἔνι Εὐφράτης·
- 58.7.1
εἰ οὐκ ἔνι Εὐφράτης, οὐκ ἔνι συκῆ, οὐκ ἔνι φύλλα, οὐκ ἔνι Ἀδάμ, οὐκ ἔνι ⟩ φαγεῖν, οὐκ ἔνι Εὔα· εἰ οὐκ ἔνι Εὔα, οὐκ ἔφαγεν ἀπὸ τοῦ ξύλου· εἰ οὐκ ἔφαγεν ἀπὸ τοῦ ξύλου, οὐκ ἔνι Ἀδάμ·
- 58.8.1
εἰ οὐκ ἔνι Ἀδάμ, οὐκ εἰσὶν ἄνθρωποι, ἀλλὰ μῦθος λοιπὸν ἡ ἀλήθεια καὶ ἀλληγορεῖται τὰ πάντα. ἔστι τοίνυν Ἀδάμ· ἔσμεν γὰρ ἐξ αὐτοῦ, τὸ γένος αὐτοῦ ὄντες πάντες κατὰ διαδοχήν, καὶ ὁρῶμεν αὐτὸν διὰ τοῦ πλήθους ἐν τῇ διαδοχῇ.
- 59.1.1
59. Ἀδὰμ γὰρ γεννᾷ κατὰ τὴν ἐδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ τὸν Σήθ. ἵνα ⟨γὰρ⟩ μή τις νομίσῃ τὸν πεπλασμένον καὶ τοὺς γεγεννημένους ἄλλους, διὰ τοῦτό φησιν ἡ γραφή »κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ( Σὴθ θὲ γεννᾷ τὸν Ἐνώς, Ἐνὼς τὸν Καϊνάν, Καϊνὰν τὸν Μαλελεήλ, Μαλελεὴλ τὸν Ἰάρετ καὶ Ἰάρετ τὸν Ἐνώχ, Ἐνὼχ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε, καὶ γέγονε κατακλυσμός, οὐκ ἀλληγορίᾳ ἀλλ' ἀληθείᾳ, καὶ ἀπώλετο πᾶσα ψυχή, ἔμειναν δὲ »ὀκτὼ ψυχαὶ« ἀνθρώπων.
- 59.2.1
ψυχὰς πόλιν ἐὰν ἀκούσῃς, μὴ νομίσῃς πλάσματα μὴ ἔχειν. ἀπὸ γὰρ τοῦ ἑνὸς εἴδους ὁ ἄνθρωπος ὅλοςκαλεὶται. »κατέβη«, γάρ φησιν ἡ γραφή, »Ἰακὼβ εἰς Αἴγυπτον ἐν ψυχαῖς ἐβδομήκοντα πέντε«, οὐχ ὅτι αἱ ψυχαὶ εἵποντο ἄνευ σωμάτων, ἀλλὰ σὺν σώμασι· ὅλον ⟨οὖν⟩ τὸν ἄνθρωπον κέκληκεν. καί »ἠμεν ἐν τῷ πλοίῳ ὡς ὀγδοήκοντα ψυχαί«, φησὶν ὁ Λουκκᾶς, ὁ συγγραψάμενος τὰς πράξεις τῶν ἀποστόλων.
- 59.3.1
καὶ ἡ συνήθεια τοὺς δούλους σώματα εἴωθε καλεῖν. δεσπότης ἐστί, φησίν, ἐκατὸν σωμάτων· ἀλλὰ καὶ ψυχὰς ἐχόντων. ἐπειδὴ δὲ ἡ δεσποτεία τῶν ἀνθρώπων σωμάτων κυριεύει ἀλλ’ οὐ ψυχῶν, διὰ τοῦτο τοὺς δούλους εὐλόγως σώματα ἐκάλεσαν σὺν ψυχαῖς, ἕνα δείξῃ τὴν χρῆσιν τῶν σωμάτων.
- 59.4.1
ἐξῆλθε δὲ Νῶε ἐκ τῆς κιβωτοῦ γεννήσας τὸν Σὴμ τὸν Χὰρ τὸν Ἰάφεθ. Σὴν δὲ γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ γεννᾷ τὸν Καϊνάν, Καϊνὰν τὸν Σάλα, Σάλα τὸν Ἔβερ, Ἔβερ τὸν Φαλέκ, Φαλὲκ τὸν Ῥαγαῦ, Ῥαγαῦ τὸν Σερούχ, Σεροὺχ τὸν Ναχώρ, Ναχὼρ τὸν Θάρρα, Θάρρα τὸν Ἀβραάμ, Ἀβραὰμ τὸν Ἰσαάκ, Ἰσαὰκ τὸν Ἰακώβ, Ἱακὼβ τὸν Ἱούδαν, Ἰούδας τὸν Φαρές, Φαρὲς τὸν Ἑσρώμ,Ἐσρὼμ τὸν Ἀρὰμ Ἀρὰμ τὸν Ἀμιναδάμ, Ἀμιναδὰμ τὸν ναασώμ, Ναασὼμ τὸν Σαλμών, Σαλμὼν τὸν Βοόζ, Βοὸζ τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴσ τὸν Ἰεσσαί, Ἰεσσαὶ τὸν Δαυὶδ τὸν βασιλέα, Δαυὶδ τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομῶν τὸν Ῥοβοάμ, Ῥοβοὰμ τὸν Ἀβιά, Αβιὰ τὸν Ασάφ, Ἀσὰφ τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ τὸν Ἰωράμ, Ἰωρὰμ τὸν Ὀχοζίαν, Ὀχοζίας τὸν Ἰωάς, Ἰωὰς τὸν Ἀμεσίαν, Ἀμεσίας τὸν Ὀζίαν, τὸν κληθέντα Ἀζαρίαν, Ὀζίας τὸν Ἰωάθαμ, Ἰωάθαμ τὸν Ἄχαζ, Αχαζ τὸν Ἐζεκίαν, Ἐζεκίας τὸν Μανασσῆ, Μανασσῆς τὸν Ἀμώς, Ἀμὼς τὸν Ἰωσίαν, Ἰωσίας τὸν Ἰεχονίαν, Ἰεχονίας πάλιν τὸν Σαλαθιήλ, Σαλαθιὴλ τὸν Ζοροβάβελ, Ζοροβάβελ τὸν Ἀβιούδ, Ἀβιοὺδ τὸν Ἐλιακείμ, Ἐλιακεὶμ τὸν Ἀσώρ, Ἀσὼρ τὸν Σαδώκ, Σαδὼκ τὸν Ἀχείμ, Ἀχεὶμ τὸν Ἐλιούδ, Ἐλιοὺδ τὸν Ἐλεάζαρ, Ἐλεάζαρ τὸν Ματθίαν, Ματθίας τὸν Ἰακώβ, Ἰακὼβ τὸν Ἰωσήφ.
- 60.1.1
60. Ἰωσὴφ γέρων ὢν ⟩ χῆρος μετὰ τὸ λαβεῖν πρώτην γυναῖνα καὶ ποιῆσαι ἐξ αὐτῆς παῖδας ἄρρενας μὲν τέσσαρας, Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου καλούμενον διὰ τὸ συνανατραφῆναι αὐτῷ καὶ Σίμωνα καὶ Ἰούδαν καὶ Ἰωσῆν, δύο δὲ θυγατέρας,. † Ἄνναν καὶ Σαλώμην,
- 60.2.1
οὗτος ὁ ἰωσὴφ γέρων ὢν καὶ χῆρος κατὰ ἀνάγκην τῶν κλήρων βαλλομένων ἐπὶ χήρους καὶ ἀγάμους καθ' ἑκάστην φυλὴν εἰς τὰς ἀπὸ ναοῦ παρθένους διὰ τὸ ἀφιεροῦσθαι ἐν τῷ ναῶ τοὺς πρωτοτόκους παῖδας, ἄρρενάς τε καὶ θηλείας) ἔλαβε κατὰ κλῆρον τὴν ἁγίαν παρθένον Μαρίαν, »ἐξ ἡς« κατὰ σάρκα »ἐγεννήθη« ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς οὔτε συναφείᾳ σώματος.
- 60.3.1
γεννᾶται τοίνυν ὁ κύριος ἐκ φυλῆς Ἰούδα, ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραὰμ κατὰ σάρκα, θεὸς ὤν, ἐν τῷ τεσσαρακοστῷ ⟨δευτέρῳ⟩ ἔτει τῆς βασιλείας
- 60.4.1
Αὔγουστος δὲ ἐβασίλευσεν πεντήκοντα ἓξ ἴτη καὶ μῆνας ἕξ μετ’ αὐτὸν δὲ παῖς αὐτοῦ Τιβέριος διαδέχεται τὴν ἀρχὴν ἔτη ݲ μετὰ Τιβέριον Γάϊος ἔτη τρία καὶ μῆνας θ καὶ ἡμέρας κβ μετὰ Γάϊον Κλαύδιος ἔτη ݲ μετὰ Κλαύδιον Νέρων ἴτη ݲ μετὰ Νέρωνα Οὐεσπασιανὸς ἴτη θ μετὰ Οὐεσπασιανὸν Τίτος ὁ υἱὸς αὐτοῦ ἔτη β μετὰ Τίτον Δομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη ݲ καὶ μῆνας ݲ μετὰ Δομετιανὸν Νερούας ἔτος ݲ μῆνας δ μετὰ Νερούσν Τραϊανὸς ἔτη ιθ μετὰ Τραϊανὸν Ἀδριανὸς ݲ μετὰ Ἀδριανὸν Ἀντωνῖνος εὐσεβὴς ἔτη κβ μετὰ Ἀντωνῖνον Μάρκος Αὐρήλιος Ἀντωνὶνπος, ὁ καὶ Οὐῆρος, ἴτη ιθ Κόμοδος ἴτη ݲ Περτίναφ μῆνας ζω Σευῆρος ἴτη ݲ Ἀντωνῖνος ὁ υἱὸς αὐτοῦ ἔτη ζ Μακρῖνος ἔτος ἴν Ἀντωνῖνος ἄλλος ἴτη ݲ Ἀλέξανδρος, οὐχ ὁ Μακεκδών, ἴτη ݲ Μαξιμῖνος ἴτη ݲ Γορδιανὸς ἴτη ζ Φίλιππος ἴτη ἔτη ζ Δέκιος ἔτος ݲ Γάλλος ὁ * καὶ Oὐολουσιανὸς ἴτη ηνὸς ἴτη ݲ Κλαύδιος ἄλλος ἔτος ἴν Αὐρηλιανὸς ἴτη ι]δ Τάκιτος μῆνας ζ Πρόβος ἴτη ξ οἱ περὶ Κᾶρον καὶ Καρῖνον καὶ Νουμεριανὸν ἴτη β Διοκλητιανὸς ἔτη ݲ
- 60.5.1
μετὰ Διοκλητιανὸν Μαξιμανὸς Λικίννιος Κωνστάντιος Κωνσταντῖνος Κώνστας Κωνστάντιος καὶ κωνσταντῖνος Ἰουλιανὸς Ἰοβιανὸς Οὐαλεντινιανὸς Οὐάλης Γρατιανὸς ἴως τοῦ ἐνιαυτοῦ τούτου μετὰ τὸ τελευτῆσαι Διοκλητιανὸν ἴτη ݲ. τὸ ἔτος γὰρ τοῦτό ἐστιν ἐνενηκοστὸν Διοκλητιανοῦ, Οὐαλεντινιανοῦ καὶ Ο'λυάλεντος ݲ, Γρατιανοῦ δὲ ἔτος ξ, ὑπατείᾳ Γρατιανοῦ Αὐγούστου τὸ τρίτον καὶ Ἐκουιτίου λαμπροτάτου, Ἰνδικτιῶνος β.
- 61.1.1
61. Ἡμεῖς τοίνυν ἀπὸ τοῦ προειρημένου Ἀδὰμ πάντες κατὰ ἀκολουθίαν· καὶ οὐκ ἀπώλετο ἡ τάξις οὐδὲ τὰ ὑπὸ θεοῦ γινόμενα ἀλληγοροῦνται.
- 61.2.1
ἔστι τοίνυν Ἀδὰμ καὶ ἔστι φύλλα συκῆς καὶ συκῆ καὶ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ καὶ ζύλον ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ οφις καὶ παρακοὴ καὶ ὑπακοὴ καὶ εἰσὶ ποταμοὶ καὶ ἔστιν Εὕα καὶ τὸ πλάσμα·
- 61.3.1
πάντα γὰρ δυνατὰ τῷ θεῷ« καὶ τὰ φθαρτὰ μεταβαλεῖν εἰς ἀφθαρσίαν καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι ἐν ἀγθαρσίᾳ διατελεῖν.
- 61.4.1
καὶ μὴ θαυμαζέτω τις· τοῦτο γὰρ ἠλθε καὶ ἔδειξε λαβὼν σάρκα φθαρτὴν καὶ ἐνδυσάμενος ἐν τῇ θεότητι καὶ ἀποδείξας ἄφθαρτον. »τίς γὰρ ἐγκαλέσει« θεῷ;
- 61.5.1
ἴδωμεν δὲ καὶ ἄλλην θεωρίαν. ἐξέβαλεν ἀυτούς, φησίν, ἔξω τοῦ παραδείσου καὶ ἔθετο τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τηρεῖν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς. καὶ ἐξελθόντες οἱ περὶ τὸν Ἀδὰμ ᾤκησαν ἀπέναντι τοῦ παραδίσου. μηδεὶς μύθοις ἀπατάσθω κενοῖς.
- 61.6.1
»δύναται γὰρ ὁ θεὸς ἐκ τῶν λίθων ἐγεῖραι τέκνα« καὶ δύναται ὁ θεὸς καὶ τὰ φθαρτὰ μεταβαλεῖν εἰς ἀφθαρσίαν καὶ δύναται ἐπὶ γῆς ποιῆσαι ἀνάπαυσιν παραδείσου, ὅτε ἠθέλησεν.
- 61.7.1
οὐ γὰρ ἡ γῆ ἄλλου θεοῦ καὶ ὀ οὐρανὸς ἄλλου, ἀλλὰ πάντα τοῦ αὐτοῦ ἐστι καὶ ὡς θέλει χαρίζεται ἑκάτῳ τὴν ἀφθαρσίαν.
- 61.8.1
καὶ γὰρ καὶ τὸ σῶμα τοῦ Ἀδὰμ οἴδαμεν ἐκ τῆς γῆς πεπλασμένον, ἐξ ἡσπερ καὶ ἡμῶν τὰ σώματα, καὶ ἐλπίδα ἔχομεν ζωῆς αἰωνίου καὶ ἀφθάρτου κληρονομίας. καὶ γὰρ τοῦ σωτῆρος τὸ σῶμα ἀπὸ Μαρίας ἠν καὶ συνήνωται πνευματικῶς τῇ τοῦ Λόγου ἐν οὐρανῷ ἀφθαρσίᾳ.
- 61.9.1
ταῦτα δὲ πάντα συνηγάγομεν καὶ ἐνταῦθα παρεθέμεθα μηθὲν παραρρῖψαι τῶν γεγραμμένων θέλοντες, ἀλλὰ μᾶλλον ἁπλότητι φέρεσθαι πιστοί τε εὑρίσκεσθαι πρὸς τὸν θεόν, ἐν οἷς ἐν ἀληθείᾳ ἔγαψεν ἡμῖν καὶ ἐδωρήσατο τὴν τῆς ἀηλθείας ὀδὸν εἰς ἡμῶν σωτηρίαν· συγχωρεῖν ⟨δὲ⟩ αὐτῷ μόνῳ πρέπον εἰδέναι τὰ ἀκατάληπτα.
- 62.1.1
62. Ἀλλην δὲ πάλιν μυθώδη θεωρίαν οὑτος ὁ Ὠριγένης, ᾡ ὁ θεὸς συγχωρήσειε φαντασίας τοῖς ἀνθρώποις ἀλληγοροῦντι, παρεισήγαγε φάσκων οὓς εἶπεν ἡ θεία γραφὴ χιτῶνας δερματίνους πεποιηκέναι τὸν θεὸν τοῖς περὶ τὸν Ἀδὰμ μὴ εἶναι χιτῶνας δερματίνους·
- 62.2.1
ἀλλὰ τοῦτό φησι χιτῶνα δερμάτινον τὸ σαρκῶδες τοῦ σώματος ἢ αὐτὸ τὸ σῶμα· μετὰ γὰρ τὴν παρακοήν, φησίν, καὶ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐνέδυσε τὰς ψυχάς ταῦτα τὰ σώματα τουτέστιν ταύτην τὴν σάρκα. καὶ ἔστιν εὔηθες τὸ ὄλον εἰπεῖν.
- 62.3.1
σοφίζεται γὰρ αὐτὸς ὁ Ὠριγένης δῆθεν καὶ φησί· μὴ γὰρ ὁ θεὸς βυρσοδέψης ἠν, ἴνα βυρσεύσας δέρματα χιτῶνας ἐργάσηται τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ; πολὺ δὲ κτηνωδέστερον τὸ τοιοῦτον.
- 62.4.1
τί εὐχερέστερον ἠν, οὐρανὸν καὶ γῆν ἐξ οὐκ ὄντων ποιῆσαι τὸν θεὸν ἤ χιτῶνας δερματινους; πότε γὰρ τὰ θαυμάσια αὐτοῦ θέλων οὐκ εἰργάσατο καὶ ἄψθχα εἰς ἔμψυχα μετεβαλεῖν πότε οὐ δεδύνηται;
- 62.5.1
τὴν μὲν ῥάβδον Μωυσέως, ξηρὰν οὐσαν καὶ ξυλίνην, ὄφιν ἔμψυχον ἐποίησε Μωσυέα καταδιώκοντα ἀφ' οὑ Μωυσῆς εἰς φυγὴν ἐτρέπετο, ὅνα δείξῃ ὅτι οὐκ ἠν φάντασμα, ἀλλ ἀληθὲς τὸ γενόμενον. πῶς δὲ τεσσαράκοντα ἔτη τοῦ λαοῦ τὰ ἰμάτια οὐκ ἐρρικνώθη καὶ τρίχες οὐκ ἐκόμων καὶ τὰ ὑποδήματα οὐκ ἐπαλαιοῦντο;
- 62.6.1
εἰπάτωσαν δέ μοι οἱ ἠλίθιοι οἱ τῇ φρενοβλαβείᾳ Ὠριγένους κατὰ τοῦτο τὸ μέρος ἀκολουθήσαντες· ἀναστάντος τοῦ σωτῆρος ἐκ τῶν νεκρῶν καὶ καταλείψαντος τὰς ὀθόνας ἐν τῷ μνήματι, ὡς γέγραπται, γυμνὸς ἀρα ἐφαίνετο τοῖς μαθηταῖς · ἀναστὰς στὰς ἐκ τῶν νεκρῶν σὺν σώματι καὶ ψυχῇ;
- 62.7.1
ὁπηνίκα δὲ ἐδείκνυε τοῖς περὶ τὸν Θωμᾶν τὰ ὀστᾶ αὐτοῦ καὶ τὰς σάρκας χεῖράς τε καὶ τὴν πλευράν, δηλονότι οὐκ ἦν γυμνός. τοίνυν τὰ ἱμάτια τίς αὐτῷ ὕφανε τὰ μετὰ τὴν ἀνάστασιν;
- 62.8.1
ἀλλ' ἐρεῖς μοι πάντως, ἐνδύματα ἦν πνευματικά, ⟨ἄἠν θελήματι ἑαυτῷ ποιήσας. καὶ εἰ τοιαῦτα ἐνδύματα ἠδύνατο ἑαυτῷ ποιεῖν , ἐκείνους τοὺς δερματίνους χιτῶνας οὐκ ἠδύνατο ποιῆσαι τοῖς περὶ τὸν Ἀδὰρ οἰκείῳ θελήματι; ὄντως ⟩
- 62.9.1
ἐκπίπτει τοῦ Ὠριγένους ἡ ἀλληγορία. εἰ γὰρ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐκτίσθη τῷ Ἀδὰμ ἡ σάρξ, πόθεν ἄρα ἄρα ἔλαβεν θεὸς τὴν πλευρὰν πρὸ τοῦ αὐτὸν βεβρωκέναι; ὡς διεγερθεὶς ἀπὸ τῆς ἐκστάσεώς φησιν »ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου τοῦτο«.
- 63.1.1
63. Τοῦ λοιποῦ τοίνυν μηδεὶς ἡμῖν κόπους παρεχέτω.« οὕτω γὰρ δοξάζει ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία ἀπὸ τῶν ἀνέκαθεν· οὐ παραστήσεται γὰρ ἡμῖν Ὠριγένης ἐν ἠμέρᾳ κρίσεως.
- 63.2.1
θαυμάζω γὰρ ὡς ἀληθῶς, πῶς τινες ἀνέχονται τοῦ βλασφημήσαντος τὸν ἑαυτοῦ δεσπότην. ἀναγνώτωσαν Ὠριγένους τὰ περὶ ἀρχῶν οἱ τοιοῦτοι καὶ μαθέτωσαν οἱ δοκοῦντες εἶναι υἱοὶ τῆς ἐκκλησίας τῆς καθολικῆς * καὶ μὴ τὸν τὸν ἀπὸ τῆς τοῦ πατρὸς θεότητος χωρίζειν τολμάτωσαν·
- 63.3.1
* πῶς οὐ κατηξίωσεν Ὠριγένης εἰπεῖν κἂν ὅτι ὁρᾷ τὸν πατέρα ὁ υἱός. ἀλλά φησιν· »ὡς οὐ δύναται ἰδεῖν τὸν πατέρα ὁ υἱός, καὶ τὸ ἄγιον πνεῦμα οὐ δύναται ἰδεῖν τὸν υἱόν « καὶ πάλιν οἱ ἄγγεελοι οὐ δύνανται ἰδεῖν τὸ ἄγιον πνεῦμα καὶ οἱ ἄνθρωποι οὐ δύνανται ἰδεῖν τοὺς ἀγγέλους.«
- 63.4.1
καὶ ἐφαντασίασεν ἑαυτὸν μᾶλλον καὶ οὕς ἠπάτησεν, ἀλλ' οὐ τὸν συνετὸν καὶ πιστὸν καὶ πιστεύοντα τῇ ἀληθείᾳ καὶ τῇ
- 63.5.1
πνευματικῇ διδασκαλίᾳ. παῦσαι τοίνυν, Ὠρίγενες, καὶ παύσασθε οἱ τοῦ Ὠριγένους μαθηταί· ἀηθεύουσι γὰρ οἱ ἀπόστολοι καὶ οἱ προφῆται ἤπερ ὑμεῖς καὶ ὁ ὑμῶν διδάσκαλος·
- 63.6.1
παυσάσθωσαν οἱ Γνωστικοί, κατάγνωστοι δὲ ὄντες τὸν τρόπον, καὶ παυσάσθωσαν Οὐαλεντινιανοὶ καὶ Μανιχαῖοι καὶ Μαρκιωνισταὶ οἱ κατὰ πάντα πεπλανημένοι καὶ παυσάσθωσαν Ἀρειανοὶ καὶ Ἀνόμοιοι καὶ Σαβέλλιοι καὶ Πνευματῖται, οἱ καὶ Πνευματομάχοι, καὶ Διμοιρῖται οἱ ἀνοήτως τὸν νοῦν παρεκβάλλοντες.
- 63.7.1
πάντα γὰρ ἀληθεύει ἡ θεία γραφή· συνέσεως δὲ χρεία ἐστὶ τοῦ εἰδέναι ⟨ἀληθεύειν⟩ τὸν θεὸν πιστεύειν ⟨τε⟩ αὐτῷ καὶ τοῖς αὐτοῦ λόγοις καὶ ⟨γνῶναι⟩ τὰ ὑπὸ τοῦ θεοῦ κεχαρισμένα δεδομένα καὶἐσόμενα καὶ εἰδέναι κατὰ τὴν ὑπόσχεσιν τὴν τῶν νεκρῶν ἀνάστασιν ἐν τελειότητι. πᾶσα γὰρ αἵρεσις ψεύδεται μὴ λαβοῦσα πνεῦμα ἄγιον κατὰ τὴν παράδοσιν τῶν πατέρων ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ.
- 64.1.1
64. Καὶ περὶ τούτων πάντων αὖθις πάλιν ἐροῦμεν κατὰ τὸ ἠμέτερον ἀσθενές· ἀλλ’ ἐκ Μοῦ καταξιωθέντες τῆς ἡγίας τοῦ θεοῦ καθολικῆς ἐκκλησίας οἱ ἐλάχιστοι καὶ ταπεινοὶ ἔχειν καὶ ταύτης τὸ ἑδραίωμα κατὰ τὸ δυνατὸν τῆς ἡμῶν βραχύτητος παρατιθέμεθα ἀπὸ μέρους περὶ πάντων τοῖς βουλομένοις τῆς ἑαυτῶν ζωῆς ἐπιμελεῖσθαι.
- 64.2.1
καὶ ἤρκει μὲν ἱκανῶς τὰ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰρημενα· ἵνα δὲ περισσότερον εἰς εὐφρασίαν καὶ περι- ποίησιν καὶ πληροφορίαν τῶν πιστῶν σαφηνίσαι σπουδάσωμεν, ποίησιν συνίγοντες τῆς θείας γραφῆς τὰς μαρτυρίας εἰς πλάτος εὐωχίας καὶ ἀγαλλίασιν τοῖς ἐντυγχάνουσι πιστοῖς πόλιν οὐκ ὀκνήσαιμεν ὑποδεῖξαι ὡς ἀσφαλῆ καὶ βεβαίαν ἐν θεῷ τὴν ἡμετέραν ἐλπίδα, οὐδὲν οὐδὲν παρήλλακται ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, ἀλλ’ ὁμόστοιχος καὶ ὁμοούσιός ἐστιν ἡ ἀγία τριάς.
- 64.3.1
οὐκ ἀλλαχόδθεν δέ ποθεν οὐδὲ ἀπὸ ἰδίων διανοημάτων ποιούμεθα τὴν διδασκαλιαν, ἀλλ' ἀπὸ τῆς ἡμετέρας ζωῆς τουτέστιν ἐκ προφητῶν καὶ ἐκ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας καὶ τῆς αὐτοῦ φιλανθρωπίας.
- 64.4.1
ἦλθε γάρ, ἦλθεν ἡ ζωὴ ἡμῶν καὶ τὸ φῶς αὐθις ἡμῖν ὑπέδειξεν εὑρὼν ἡμᾶς πεπλανημένους. ἠμεν γάρ, ἠμεν ἐν ὑπερηφανίᾳ καὶ βλασφημίαις, εἰδώλων ὁμοιώσεσι, πνευμάτων ἀθεΐαις, κακῶν πάντων ἐπιταγαῖς βεβαπτισμένοι.
- 64.5.1
τούτων τοίνυν προσόντων μοι ἀκουσίως ⟩ ἤθελον ἔπραττον, ἀλλ' ὅ ἐμίσουν ἠπειγόμην ποιεῖν‘, ἁμαρτίας διακονούσης μοι οὕτως), ὁ ἅγιος πατὴρ τὸν υἱὸν αὐτοῦ τὸν ἅγιον ἀπέστειλε καὶ ἐν τῷ αὐτοῦ ἐλέει ἔσωσέ με καὶ ἐκ πασῶν τῶν σιαφθορῶν μου ἐρρύσατό με.
- 65.1.1
65. ἐπεφάνη γὰρ ἡ χάρις τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος, διδάσκουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, λυτρώσηται λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἕργων«·
- 65.2.1
»ἐξαἡμῶν, τὸ καθ’ ἠμῶν χειρόγραφον , τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῶν, ἦρκεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ «· »πύλας συντρίψας καὶ μοχλοὺς σιδηροῦς συνθλάσας« τὸ φῶς αὖθις ὑπέδειξε τῆς τῆς χεῖρα ὀρέγων, ὁδοποιῶν, ὐποβάθρας οὐρανῶν ὑποδεικνύς, παράδεισον αὖθις οἰκεῖν ἀξιῶν.
- 65.3.1
τοίνυν κατῴκησεν ἐν ἠμῖν« καὶ »τὸ δικαίωμα τοῦ νόμου« δοὺς ἡμῖν τοῦ πνεύματος εἰς τὸ γνῶναι αὐτὸν ⟨καὶ⟩ ὄτι τὰ περὶ ἐστιν ἀρχὴ καὶ τέλος ζωῆς, νόμος δικαιοσύνης‘ γέγονενε ἡμῖν, νόμος πίστεως« νόμος πνεύματος«, ἐλεύθερος ἐκ νόμου σαρκὸς ἁμαρτίας«.
- 65.4.1
διὸ »συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἴσω ἄνθρωπον«· ἴσω δὲ ἡμῶν ὁ Χριστός, εἴπερ οἰκεῖ ἐν ἡμῖν.
- 65.5.1
αὐτὸς γὰρ θανὼν ὁδὸς ζωῆς ὑπὲρ ἡμῶν γέγονεν, ἴνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὐπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι« αἰτίῳ ζωῆς· τοῦ πρὸ πολλῶν γενεῶν ὅρκου μνησθείς« κατὰ τὸν Δαυίδ, θεὸς ἠν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ μὴ λογιζόμενος ἀυτοῖς τὰ παραπτώματα αὐτῶν.,
- 65.6.1
»ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δί αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ‘.
- 65.7.1
παρεγένετο τοίνυν »εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν‘, καθὼς ἐπήγγελται Ἀβραὰμ καὶ λοιποῖς ἀγέοις, »ἀνκεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς«.
- 65.8.1
διάστασις δὲ ἠν καὶ ἔχθρα ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ«, »ἀποκατήλλαξε δὲ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ‘, »δι αὐτοῦ ποιήσας τὰ ἀμφότερα ἕν«, ἠλθε γὰρ ἡ εἰρήνη ἡμῶν‘) καὶ τὸ μεσότοιχον τοῦ φαργμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταρτγήσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἴνα καινὸν ἄνθρωπον«, εἶναί τε τὰ ἔθνη σύσσωμα καὶ συμμέτοχα καὶ συγκληρονόμα τῆς ἀπαγγελίας« ἐκέλευσεν εἰπών »δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς‘.
- 65.9.1
τοίνυν ἐν ᾦ ἐγὼ ἠσθένουν διὰ τῆς σαρκός‘, ἀπεστάλη μοι σωτὴρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας«, οἰκονομίαν τοιαύτην πληρῶν, ἵνα με δουλείας »ἐξαγοράσῃ«, ἵνα με φθορᾶς, ἵνα με θανάτου, καὶ ἐγένετό μοι δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτωσις«·
- 65.10.1
δικαιοσύνη μέν, διὰ πίστεως αὐτοῦ ἁμαρτίαν λύσας· ἁγιασμὸς δέ, δι' ὕδατος καὶ πνεύματος καὶ ἐν ῥήματι αὐτοῦ ἐλευθερώσας· ἀπολύτρωσις δέ, τὸ αἶμα αὐτοῦ λύτρον ἀμνοῦ ἀληθοῦς ὑπὲρ ἐμοῦ ἑαυτὸν παραδούς, ἱλαστήριον καθάρσεως κόσμου, καταλλαγῆς ἁπάντων οὐρανοῦ καὶ γῆς, »μυστήριον τὸ ἀπόκρυφον πρὸ τῶν αἰώνων καὶ γενεῶν‘ πληρῶν καιροῖς τοῖς ὡρισμένοις.
- 65.11.1
ὁ αὐτὸς »μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ σύνασθα καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα«, »ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς«.
- 66.1.1
66. Τὸ δοχεῖον τοίνυν τῆς σοφίας καὶ τῆς θεότητος, ὁ Χριστὸς μεσιτεύων »καταλλάσσει τὰ πάντα τῷ θεῷ ἐν αὐτῷ, μὴ λογιζόμενος ἁμαρτίας«, ἀπόκρυφα μυστήρια πληρῶν πίστει διαθήκης αὐτοῦ τῆς προεπηγγελμένης ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, υἱὸς θεοῦ κηρυσσόμενος, υἱὸς Δαυὶδ λεγόμενος· ἄμφω γάρ, θεὸς καὶ ἄνθρωπος, μεσίτης θεοῦ καὶ ἀνθρώπων‘ , ἀληθινὸς »οἰκος θεοῦ«, »ἱεράτευμα ἅγιον‘, ἁγίου πνεύματος δοτὴρ τοῦ ἀναγεννῶντος καὶ ἀνακαινίζοντος αὖθις τὰ πάντα τῷ θεῷ· ὅτι »ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν« καὶ »εἴδομεν τὴν δόξαν αὐτοῦ ὡς δόξαν μονογενοῦς παρὰ πατρός«.
- 66.2.1
ὁ ὑετὸς δύνδρεσι καὶ φυτοῖς συμφυσιούμενος σῶμα ἀπεργάζεται καὶ τῶν καρπῶν καθ' ὁμοιότητα ἕκαστον, καὶ ἐν μὲν τῇ ἐλαίᾳ ἔλαιον πῖον γίνεται προσλαμβανόμενος ἐξ αὐτῆς τὸ οὐσιῶδες, ἐν δὲ ἀμπέλῳ οἶνος ἡδὺς χροΐζεται, ἐν δὲ συκῇ σῦκον γλυκαίνεται καὶ ἐν ἑκάστῳ τῶν σπερμάτων πρὸς τὸ εἶδος αὐτοῦ αὔξει φυήν.
- 66.3.1
οὕτως οἶμαι ὁ Λόγος τοῦ θεοῦ ἐν Μαρίᾳ σὰρξ ἐγένετο καὶ ἐν σπέρματι Ἀβραὰμ ἄνθρωπος εὑρίσκετο κατὰ τὴν ἐπαγγελίαν. »εὑρήκαμεν γὰρ Μεσσίαν, ὃν ἔγραψε Μωυσῆς«. ὡς δὲ Μωυσῆς ἔφη »καταβήτω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου« καὶ ὁ Δαυίδ καταβήτω ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡς σταγόνες στάζουσαι ἐπὶ τὴν « ἔριον τοίνυν δεχόμενον τὴν δρόσον αὔξει πόκου γονήν,
- 66.4.1
γῆ δὲ δεχομένη τὸν ὑετὸν αυξει καρπὸν ἐλπίδος γεωργῶν τῷ δέχεσθαι προστάγματι τοῦ δεσπότου ποσδιδοῦσα τὴν φύσιν προθύμως τῷ τε λαμβάνειν παρ' αὐτοῦ πλέον ἔχει⟨ν⟩ σπουδήν),
- 66.5.1
οὕτω δὴ καὶ ἡ παρθένος Μαρία κατὰ τί γνώσομαι« ὅτε φησίν »ὅτι ἔσται μοι τοῦτο«, ηκουσε πνεῦμα κυρίου ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον ἔσται καὶ υἱὸς ὑψίστου κληθήσεται«.
- 66.6.1
Χριστὸς ἐν ἀγγέλῳ λαλεῖ, ἀναπλάττει δὲ ἑαυτὸν ἐν τῇ ἑαυτοῦ πλάσει ὁ δεσπότης μορφὴν δούλου λαβών«, καὶ Μαρία μὲν ἀνιμπαται τὸν Λόγον εἰς σύλληψιν, ὡς ὑετὸν ἡ γῆ, ἑαυτὸν δὲ καρπὸν ἅγιον ἀποδείκνυσιν ὁ τοῦ θεοῦ Λόγος, προσλαμβανόμενος θνητοῦ φύσιν.
- 66.7.1
οὗτος ἠν ἐξ αὐτῆς ἀνιμώσης ὡς γῆ καὶ πόκος, ὁ τῆς ἀληθοῦς ἐλπίδος καρπός, ἁγίοις ἐν προσδοκίᾳ· καθὼς Ἐλισάβετ ἔλεγεν »εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου«, ὃν προσελάβετο ἐξ ἀνθρωπότητος παθὼν ἀπαθὴς ὣν ὁ Λόγος·
- 66.8.1
οὗτος ὁ ἄρτος ὁ ζῶν. ὁ καταβὰς ἐξ οὐρανοῦ‘ καὶ ζωὴν διδούς· οὗτος ὁ τῆς ἀληθοῦς ἐλαίας καρπός, τὸ ἔλαιον τῆς χρίσεως καὶ τῆς συνθέσεως, ὃ προετύπωσε Μωυσῆς· οὗτος ἡ ἀληθινὴ ἄμπελος‘, ἣν γεωργεῖ μόνος ὁ πατήρ, βότρυν χαρᾶς γεννήσας ἡμῖν·
- 66.9.1
οὗτος τὸ ὕδωρ τὸ ζῶν, ⟨ὁ⟩ διφῶν ἄνθρωπος λαβὼν οὐ διψήσει πάλιν, ἐστὶν ἐν τῇ κοιλίᾳ αὐτοῦ ἁλλόμενον εἰς ζωὴν αἰώνιον‘. ἐκ τούτου λαβόντες μετέδωκαν οἱ νέοι γεωργοὶ εἰς τὸν κόσμον, παλαιοὶ δὲ γεωργοὶ ἐξήραναν καὶ ἔξθειραν διὰ ἀπιστίαν.
- 66.10.1
αἵματι μὲν ἑαυτοῦ ἁγιάζει τὰ ἔθνη, πνεύματι δὲ αὐτοῦ ἰδίῳ ἀνάγει τοὺς κλητοὺς εἰς οὐρανούς. »οσοι γοῦν πνεύματι αὐτοῦ ἄγονται, οὑτοι« ζῶσι θεῷ· ὅσοι δὲ μή, ἔτι θανάτῳ λελογισμένοι εἰσί, ψυχικοὶ ἤτοι σαρκικοὶ καλοῦνται. καλοῦνται.
- 66.11.1
τοίνυν ἀθετεῖν τὰ ἔργα τῆς σαρκός, ὀχυρώματα ὄντα τῆς ἁμαρτίας, νεκροῦν δὲ τὰ μέλη τοῦ θανάτου διὰ τῆς χάριτος αὐτοῦ λαβεῖν τε πνεῦμα ἀγειον ὃ οὐκ εἴχομεν προστάσσει, τὸ ζωοποιοῦν ἐμὲ τὸν πάλαι τεθνηκότα, ὅπερ μὴ λαβὼν τεθνήξομαι·
- 66.12.1
δίχα γὰρ πνεύματος αὐτοῦ πᾶς νεκρός. »εἰ τοίνυν τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν, ὁ ἐγείρας αὐτὸν ἐκ νεκρῶν ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος έν ἡμῖν( ἀλλ', οἶμαι, ἀμφότερα κατοικεῖ ἐν τῷ ἀνθρώπῳ τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ πνεῦμα αὐτοῦ.
- 67.1.1
67. Εἰ δὲ Χριστὸς ἐκ τοῦ πατρὸς πιστεύεται θεὸς ἐκ θεοῦ καὶ τὸ πνεῦμα ἐκ τοῦ Χριστοῦ ἢ παρ' ἀμφοτέρων ὥς φησιν ὁ Χριστός, »ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται« καί »οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται«), ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου »τὸ γὰρ ἐν αὐτῇ« φησίν »ἐκ πνεύματος « ἀγγέλου φωνή), συνίω τὸ λυτρούμενόν με μυστήριον Πίστει ἀκοῇ μόνῃ φιλίᾳ τῇ πρὸς τὸν ἐλθόντα πρὸς ἐμέ.
- 67.2.1
ἑαυτὸν γὰρ ὁ θεὸς γινώσκει, ἑαυτὸν Χριστὸς κηρύσσει, ἑαυτὸ τὸ πνεῦμα τὸ ἅγιον δηλοῖ τοῖς ἁγίοις· ἐν γραφαῖς δὲ ἁγίαις τριὰς ἡμῖν καταγγέλλεται καὶ πιστεύεται ἀπεριέργως ἀφιλονείκως ⟨ἐκ⟩
- 67.3.1
ἀκοῆς. ἐκ πίστεως δὲ ταύτης ἡ σωτηρία τῆς χάριτος, »ἐκ πίστεως ἡ δικαιοσύνη χωρὶς ἔργων νόμου«· γέγραπται ⟨γὰρ⟩ ἐξ ἀκοῆς τὸ πνεῦμα τοῦ Χριστοῦ δίθοσθαι τοῖς σῳζομένοις.
- 67.4.1
πίστις δὲ ἡ Μόλ·οι κηρυκων φο.ναῖς αυτη σημαίνεται, ὡς ἔγωγε οἶμαι κατηχούμενος ἐκ γραφῶν· τρία ἄγια τρία συνάγια, τρία ὑπαρκτὰ τρία συνύπαρκτα, τρία ἔμμορφα τρία σύμμορφα, τρία ἐνεργὰ τρία συνεργά, τρία ἐνυπόστατα τρία συνυπόστατα ἀλλήλοις συνόντα· τριὰς αὕτη ἀγία καλεῖται, τρία οντα μία συμφωνία μία θεότης τῆς αὐτῆς οἰέας τῆς αὐτῆς θεότητος τῆς αὐτῆς ὑποστάσεως, ὁμοία ἐξ ὁμοίου, ἰσότητα χάριτος ἐργαζομένη πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.
- 67.5.1
τὸ δὲ χῶς αὐτοῖς ἀπολείπεται διδάσκειν. οὐδεὶς γὰρ οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ«· ἀπλικαλύπτει διὰ διὰ πνεύματος ἁγίου.
- 67.6.1
οὐκοῦν ταῦτα τρία ὄντα ἣ ἐξ αὐτοῦ ἢ παρ' αὐτοῦ ἢ πρὸς αὐτόν, ἑκάστῳ ἀξίως νοούμενα καθὼς ἑαυτὰ ἀποκαλύπτει, φῶς πῦρ πνεῦμα καὶ ἄλλαις οἶμαι ὁράσεων ὁμοιώσεσι, καθὼς ἄξιος ὁ διακονούμενος ἄνθρωπος.
- 67.7.1
αὐτὸς τοίνυν ὁ θεὸς ὁ ἐν ἀρχῇ εἰπών »γενηθήτω φῶς, καὶ ἐγένετο φῶς« τὸ ὁρώμενον, αὐτὸς ὁ φωτίσας ἡμᾶς τὸ φῶς« ἰδεῖν τὸ ἀληθινὸν τὸ ξωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον‘, ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου« ὁ Δαυίδ φησιν) αὐτός ἐστιν ὁ κύριος ὁ εἰπών «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν καὶ οἱ νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται«, τρία πρόσωπα ἀγίας λειτουργίας δεικνὺς ἡμῖν ἐξ ὑποστάσεως οὔσης τριττῆς.
- 68.1.1
68. Λέγω οὖν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας«, συνδιακονεῖν δὲ τὸ πνεῦμα τὸ ἅγιον. παρειλήφαμεν ⟨γὰρ⟩ ἐκ θείων γραφῶν ἀποστέλλεται ὁ Χριστὸς ἀπὸ πατρὸς ἀποστέλλεται τὸ πνεῦμα τὸ ἅγιον· λαλεῖ ἐν ἁγίοις Χριστὸς λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον· ἰᾶται Χριστὸς ἰᾶται τὸ πενῦμα τὸ ἅγιον· ἁγιάζει Χριστὸς ἁγιάζει τὸ πνεῦμα τὸ ἅγιον· βαπτίζει Χριστὸς ἐν τῷ ὀνόματι αὐτοῦ βαπτίζει τὸ πνεῦμα τὸ ἅγιον.
- 68.2.1
οὕτως λέγουσιν αἱ γραφαί· »ἀποστελεῖς τὸ πνεῦμά σου καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς « ὅμοιον τῷ λέγειν »ἐξαποστελεῖς τὸν λόγον σου καὶ τήξεις αὐτά«·
← Previous · Next → — showing 401–500 of 895
First Thousand Years of Greek. CTS URN tlg2021.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.