Ancoratus
- 11.6.1
ὅλη γὰρ ἡ κτίσις συναχθεῖσα ἀγγέλων καὶ ἀρχαγγέλων , Χερουβὶμ καὶ Σεραφὶμ σὺν στρατιᾷ ἐπουρανίῳ, οὐρανοῦ τε καὶ γῆς, ἐπιγείων οὐρανίων καὶ καταχθονίων, φωστήρων τε καὶ ἀστέρων, ξηρῶν τε καὶ ὑγρῶν καὶ πάντων ἁπαξαπλῶς τῶν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, οὐ δύναται ἀνδείξαθαι οὔτε ὑποδείγματι ἀφομοιωθῆναι τῷ ἑαυτῶν δεσπότῃ.
- 11.7.1
κατὰ χάριν γὰρ τῷ ἀνθρώπῳ τὴν εἰκόνα χαρίςεται λέγων ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κὰτ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘. χαρίσματι γὰρ ἔχει τὴν εἰκόνα πᾶς ἄνθρωπος,
- 11.8.1
οὐδεὶς δὲ τῷ ἑαυτοῦ δεσπότῃ ἀπεικασθήσεται. τὸ μὲν γὰρ ἀόρατον τὸ δὲ ὁρατόν, τὸ μὲν ἀθάνατον τὸ δὲ θανάτου δεκτικὸν καὶ τὸ μὲν πάσης σοφίας πηγὴ καὶ πάντα ἔχον ἐν ἑαυτῷ τετελειωμένα , ὁ δὲ ἄνθρωπος χάρισμα ἔχων ἀπὸ μέρους λειπόμενός ἐστι τῶν τελειοτάτων, εἰ μὴ θέλει ὁ θεὸς παρασχεῖν κατ’ ἀξίαν τοῖς κομιζομένοις τὴν διὰ χαρίσματος τελειότητα.
- 12.1.1
12. Ὅμως ὑποδείγματι κεχρημένος ὁ αὐτὸς ἅγιος ἀπόστολος »οὐδείς« φησίν »οἶδεν ἄνθρωπος τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω«·
- 12.2.1
καὶ οὐκ εἶπεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ κατοικοῦν ἐν αὐτῷ‘, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ« μόνον, οἴνα μή τις σύνθετον καὶ συγκείμενον νοήσῃ τὸ θεῖον·
- 12.3.1
εἰ μὴ«, φησί, »τὸ πνεῦμα τοῦ θεοῦ«· τὸ γὰρ πνεῦμα τοῦ θεοῦ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη θεοῦ«.
- 12.4.1
οὐχ ἀλλότριον τοίνυν τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐρευνῶν βάθη θεοῦ. εἰ γὰρ ἡμᾶς μέμφεται τὸ θεῖον γράμμα λέγον »ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, καὶ οὐ χρεία ἐστί σοι τῶν κρυπτῶν‘, καί »ὑψηλότερά σου μὴ ζήτει καὶ βαθύτερά σου μὴ ἐξέταζε«, ἆρα εἴπωμεν καὶ περὶ τοῦ τοῦ πνεύματος ὅτι μᾶλλον μᾶλλον καὶ οὐχὶ μᾶλλον γελοιότητι ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ;
- 12.5.1
ποῦ γὰρ ἐρευθιᾷ τὰ βάθη τοῦ θεοῦ; διὰ ποίαν αἰτίαν; λέγε, ὡ ἀνόητε· ὡς περιεργαζόμενον; ὡς ἀλλοτριεπίσκοπον ; ὡς μὴ ἰδίων ἐπιθυμοῦν; μὴ γένοιτο.
- 12.6.1
ἀλλ’ ἐπειδὴ καταξιοῦνται οἱ ἅγιοι τὸ πνεῦμα τὸ ἄλγιον ἐν ἑαυτοῖς κατοικίζειν, ἐπὰν ἐν τοῖς ἁγίοις γένηται τὸ πνεῦμα τὸ ἄλγιον, χαρίζεται αὐτοῖς ἐρευνᾶν τὰ βάθη τοῦ θεοῦ. εἰς τὸ βαθέως δοξάζειν, ὡς καὶ Δαυὶδ τοῦτο ὁμολογεῖ ἐκ βαθέων‘ γάρ φησιν »ἐκέκραξά σοι κύριε«), καὶ ἀπειραγάθως καὶ μὴ σμικρῶς καὶ εὐτελῶς, καθάπερ οἱ τῆς Ἀρείου αἱρέσεως καὶ αἱ ἔξωθεν πᾶσαι.
- 12.7.1
καὶ ἐζῆτε ὁ νόμος διὰ Μωυσέως ἐδόθη, αἱ μετ’ αὐτὸν σχισθεῖσαι αἱρέσεις πρὸ τῆς Χριστοῦ ἐνσάρκου παρουσίας ἕνδεκα καὶ μετὰ τὴν ἔνσαρκον παρομοίαν ἄλλαι ἐξήκοντα. χοιρὶς τῶν πρὸ τοῦ νόμου καὶ πασῶν τούτων πέντε καὶ τῶν ἄλλων τεσσάρων Ἑλληνικῶν αἱρέσεων, αἴτινές εἰσι πρὸ νόμου ἐννέα· ὁμοῦ δὲ ἅπασαι σὺν ταῖς ἑαυτῶν μητράσι τὸν ἀριθμὸν ὀγδοήκοτα.
- 12.8.1
ὠν εἰσι μητέρες μὲν πέντε οὕτως· Βαρβαρισμὸς Σκυθισμὸς Ἑλληνισμὸς Ἰουδαΐσμὸς Σαμαρειτισμός. ἐκ τούτων, ἐξ Ἑλληνισμοῦ μὲν αἱρέσεις τέσσαρες· Πυθαγορείων Πλατωνικῶν Στviκῶν Ἐπικουρείων.
- 12.9.1
ἀπὸ δὲ τοῦ νόμου πρὸ ⟨τῆς⟩ Χριοτοῦ παρομοίας τῆς ἐνσάρκου ἕνδεκα· ἐκ μὲν Ἰουδαίων ἑπτὰ· Γραμματέων Φαρισαίων Σαδδουκαίων Ὀσσαίων Νασαραίων Ἡμεροβαπτιστῶν Ἡρωδιανῶν· ἐκ δὲ Σαμαρειτῶν τέσσαρες· Γοροθηνῶν Σεβουαίων Ἐσσηνῶν Δοσιθέων· ὁμοῦ ἕνδεκα ἀπὸ νόμου ἐξ Ἰουδαίων καὶ Σαμαρειτῶν φύουσαι.
- 13.1.1
13. Πᾶσαι οὐν αἱ πρὸ τῆς ἐνσάρκου τοῦ Χριστοῦ Χριστοῦ ἀπὸ Ἀδὰμ ἀρξάμεναι καὶ μέχρις αὐτῆς εἴκοσίν εἰσι. μετὰ δὲ τὴν ἔνσαρκον τοῦ Χριστοῦ παρομοίαν ἕως βασιλείας Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρανιανοῦ πᾶσαι αἱ αἱρέσεις αἱ ψευδῶς ἐπιφημίσασαι τὸ τοῦ Χριστοῦ ὄνομα ἑαυταῖς ἐξήκοντά εἰσιν, οὕτως ἀριθμούμεναι·
- 13.2.1
Μενανδριανοὶ Μενανδριανοὶ Σατορνῖλοι Βασιλειδιανοὶ Νικολαϊ ται Γνωστικοί, οἱ καὶ Στρατιωτικοὶ καὶ Φιβιωνῖται παρὰ δέ τισι Σεκουνδιανῖται πὰρ ἄλλοις δὲ Σωκρατῖται παρ’ ἑτέροις δὲ Ζακχαῖοι παρὰ δὲ τισι Δοδδιανοὶ λεγόμενοι καὶ Βορβορῖται ⟨καὶ Καρποκρατῖται Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί, Ναςωραῖοι Οὐαλεντῖνοι Οὐαλεντῖνοι Σεκουνόιανοί, οἷς συνάπτεται Ἐπιφάνης καὶ Ἰσίδωρος, Πτολεμαιονῖται Μαρκώσιοι Κολορβάσιοι Ἠρακλεωνῖται Οφῖται Καϊανοὶ Σηθιανοὶ Ἀρχοντικοὶ Κερδωνιανοὶ Μαρκιωνισταὶ Λουκιανισταὶ Ἀπελληϊανοὶ Σευηριανοὶ Τατιανοὶ Ἐγκρατῖται κατὰ Φρύγας, οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται, Πεπουζιανοί, οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, Τεσσαρεσκσιδεκατῖται, οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, Ἀλογοι, οἱ τὸ εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν Ἰωάννου μὴ δεχόμενοι Ἀλογοι, Σαμφαῖοι, οἱ καὶ Ἑλκεσαῖοι, Θεοδοτιανοὶ Μελχισεδεκιανοὶ Βαρδησιανισταὶ Νοητιανοὶ Οὐαλήσιοι Καθαροί, οἱ καὶ Ναυαταῖοι, οἱ καὶ Μοντήσιοι, ὡς ἐν Ῥώμῃ καλοῦνται, Ἀγγελικοὶ Ἀποστολικοί, ⟨οἰ καὶ⟩ Ἀποτάκται, Σταβλησιανοὶ Ὠριγενιασταί, οἱ καὶ αἰσχροποιοί, Ὠριγενιασταὶ οἱ τοῦ Ἀδαμαντίου, ἡ Παύλου τοῦ Σαμοσατέως, L J ανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, Ἱερακῖται μελιτιανοί, οἱ κατ’ Αἴγυπτον σχίσμα ὄντες, Ἀρεικοὶ, οἱ καὶ Ἀρειομανῖται, Αὐδιανῶν τὸ σχίσμα, ἀλλ’ οὐχ αἵρεσις, Φωτεινιανοὶ Μαρκελλιανοὶ Ἠμιάρειοι Πνευματομάχοι, οἱ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ βλασφημοῦντες, Ἀδριανοὶ Ἀέτιοι, οἱ καὶ Ἀνόμοιοι, οἷς συνάπτεται Εὐνόμιος, μᾶλλον δὲ ὁ ἄνομος, Διμοιριται, οἱ μὴ τελείαν Χριστοῦ τὴν ἐνανθρώπησιν ὁμολογοῦντες, ⟨οἱ καὶ⟩ Ἀπολλινάριοι, καὶ οἱ τὴν ἁγίαν Μαρίαν λέγοντες μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι, οὕστινας ἐκαλέσαμεν Ἀντιδικομμαριαμίτας, καὶ οἱ εἰς ὄνομα αὐτῆς κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυριδιανοί, Μεσσαλιανοί, οἷς συνάπτονται Μαρτυριανοὶ ⟨οἱ⟩ ἀπὸ Ἑλλήνων καὶ Εὐφημῖται καὶ Σατaνιανοί.
- 14.1.1
14. Καὶ ἁπλῶς περιεκάκησα καὶ περικακῶ τοσούτων αἱρέσεων ὀνόματά εἰς ἀριθμὸν φέρειν καὶ τὰς ἀθεμίτους αὐτῶν πράξεις διηεῖσθαι καὶ ἔτι τῶν δύο σχισμάτων,
- 14.2.1
τῶν τε κατ’ Αἴγυπτόν φημι προειρημένων Μελιτιανῶν, τῶν διὰ τὴν ἐπὶ τοῦ διωγμοῦ γενομένην τινῶν πτῶσιν παρὰ δὲ τῶν ἡμετέρων δεχθέντων ἐν τοῖς αὐτῶν κλήροις μετὰ μετάνοιαν ἑαυτοὺς σχισάντων,
- 14.3.1
οὐ μὴν δὲ ἐν αἱρέσει ὄντων καὶ τῶν κατὰ τὴν Μεσοποταμίαν προειρημένων ὡσαύτως Αὐδιανῶν, τῶν καὶ ⟨αὐτῶν⟩ σχίσμα ὄντων, ἀλλ’ οὐκ πίστιν ἐχόντων, μόνον ἰδιωτικῶς περὶ τοῦ κατ’ εἰκόνα φιλονεικούν- των, οὐ διὰ πίστιν ⟨δὲ⟩ ἀφηνιαζόντων καὶ ἑαυτοὺς ἀφοριζόντων διὰ τι ἕτερον, ἀλλὰ κατὰ ἐθελοακρότητα δικαιοσύνης δῆθεν, διὰ τὸ μὴ συγκοινωνεῖν ἐπισκόποις καὶ πρεσβυτέροις τοῖς χρυσὸν καὶ ἄργυρον κεκτημένοις καὶ διὰ τὸ ποιεῖν τὸ πάσχα ἐν ᾡ καιρῷ Ἰουδαῖοι ποιοῦσι, καὶ σχιζόντων ἑαυτοὺς τούτων χάριν καὶ ἀπαλλοτριούντων τῆς ἑνώσεως τῆς ὀρθοδόξου ἐκκλησίας.
- 14.4.1
οἱ γὰρ μὴ λαβόντες πνεῦμα ἅγιον οὐκ ἔμαθον τὰ βάθη τοῦ θεοῦ καὶ εἰς ταύτας περιεκλάσθησαν τὰς αἱρέσεις καὶ εἰς τὰς τῶν σχισμάτων διὰ προφάσεως ἐρεσχελίας. καταλείφοντες γὰρ τὴν ἀλήθειαν ἐπὶ πολλὰς τρίβους ἐβάδισαν, ἄλλοτε ἄλλως καὶ ἄλλα διανοούμενοι.
- 14.5.1
φησὶ δὲ ὁ αὐτὸς ἅγιος ἀπόστολος, δηλῶν ἡμῖν δι’ ἣν αἰτίαν τοῦτο εἶπεν, »ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ θεοῦ ἐλάβομεν, ὅπως γνῶμεν τὰ ἐκ θεοῦ χαρισθέντα ἡμῖν. ἅ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος ἁγίου πνευματικοῖς πνευματικὰ συγκρίνοντες καὶ τὰ ἐξῆς. τὸ πνεῦμα τοίνυν τοῦ θεοῦ οὐκ ἀλλότριον θεοῦ. εἰ γὰρ ἀλλότριον θεοῦ ἐστι, πῶς τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ;
- 14.6.1
ἀλλὰ τί ἐρεῖς μοι, ὠ κενόδοξε, ὁ πολεμῶν σεαυτόν, ἵνα μὴ εἵπω τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ; τί γάρ, κενόδοξε, πολεμεῖς τὸν ἀκαταπολέμητον; τί μάχῃ τῷ ἀκαταμαχήτῳ; σκληρόν σοι πρὸς κέντρα λακτίζειν«. σεαυτὸν σκανδαλίζεις καὶ οὐ τὸν Λόγον, σαυτὸν ἁλίσκεις καὶ οὐ τὸ πνεῦμα, σαυτὸν ἀπαλλοτριοῖς ἀπὸ τῆς τοῦ θεοῦ χάριτος καὶ οὐ τὸν υἱὸν ἀπὸ πατρὸς οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ πατρὸς καὶ υἱοῦ.
- 15.1.1
15. Πάντως γὰρ λέγεις κατὰ δεινότητα· ἤκουσα γὰρ ἤδη καί τινας κραταιόφρονος τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀλήθειαν μετατιθέντας εἰς βλασφημίας καὶ λέγοντας· »ἐρευνᾷ μὲν τὰ βάθη τοῦ θεοῦ, ἀλλ’ οὐ καταλαμβάνει«, διὰ τὸ μἠ προσκεῖσθαι τῷ ῥητῷ τὸν λόγον τοῦτον, ἀλλὰ μόνον εἰπεῖν τὸν ἀπόστολον »ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ«· καὶ οὐ πρόσκειται τὸ καταλαμβάνει.
- 15.2.1
ὡ πολλῆς ἠλιθιότητος χρεία γὰρ ἠν, ὠ θεήλατε, μετὰ τὸ εἰπεῖν ἐρευνᾷ εἰπεῖν τὸ καταλαμβάνει; κατὰ γὰρ τὴν σὴν ἀφυίαν χωλὸν ἂν ηὑρίσκετο τὸ πρᾶγμα ⟨μὴ⟩ προστιθεμένης τῆς λέξεως ταύτης;
- 15.3.1
νῦν δὲ οὐχ ὐπολείπεταί σοι πρόφασις. πανταχόθεν γὰρ ἡ γραφὴ συνάγει τῷ εὐλαβεστάτῳ ἀνδρὶ τὴν ἀλήθειαν. περὶ γὰρ τοῦ παντοκράτορος θεοῦ γέγραπται οὕτως ὅτι »ὁ θεὸς δοκιμάζων νεφροὺς(( καὶ ἐρευνῶν ταμιεῖα κοιλίας«. εἰ δὲ δοκιμάςει νεφρούς, ἆρα οὐκ οἶδεν ὅ τι δοκιμάζει;
- 15.4.1
ἢ τὸ πᾶν τῆς γνώσεως ἐν τῷ δοκιμάζειν ἀπεφήνατο; »ἐρευνῶν δὲ ταμιεῖα κοιλίας«, πάλιν οὐ πρόσκειται τὸ καταλαμβάνων. ἆρα, ἐὰν μὴ πρόσκειται τῷ ῥητῷ τὸ καταλαμβάνει, θάνατον ἐμαυτῷ προ- ξενήσω παραπλέξας τῷ ῥητῷ τὸ »οὐ καταλαμβάνει« κατὰ τὸν σὸν λόγον, ὦ ἀνόητε;
- 15.5.1
οὕτως οὖν καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου εἴρηται ὅτι ἐρευνᾷ καὶ οὐ χρεία ἦν εἰπεῖν ὅτι καὶ καταλαμβάνει. ἐπ αὐτοῦ ⟨γὰρ τοῦ⟩ λόγου δηλοῖ ὅτι ἔστιν ἐν τῷ πνεύματι τῷ ἁγίῳ ἡ γνῶσις τοῦ θεοῦ καὶ τῶν βαθέων τοῦ θεοῦ. κἄν τε μὴ εἴπῃ καταλαμβάνει, τὸ αὐτό μοι νόησον καὶ μὴ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυε.
- 15.6.1
ὡς γὰρ ἐπὶ τοῦ πατρὸς οὐ τολμητέον λέγειν τὸ ἐρευνᾷ καὶ οὐ καταλαμβάνει αὐτὸς γὰρ τὸν ἄνθρωπον ἔκτισε σὺν υἱῷ υἱῷ ἁγίῳ πνεύματι· ἀεὶ γὰρ ἡ τριὰς τριὰς καὶ οὐδέποτε προσθήκην λαμβάνει), οὕτω δὴ καὶ χερὶ τοῦ ἁγίου πνεύματος νοητέον.
- 15.7.1
ὄτταν γὰρ εἴπῃ ὅτι ποιήσωμεν τὸν ἄνθρωπον« ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«), σημαίνει πατρὸς φωνὴν συγκαλοῦσαν εἰς δημιουργίαν καὶ τὸ ποιήσωμεν λέγων οὐ μόνον εἴποιμι ἂν περὶ τοῦ υἱοῦ ⟨σημαίνει, ἀλλὰ⟩ καὶ ⟨περὶ τοῦ⟩ ἁγίου πνεύματος.
- 15.8.1
οὕτω γὰρ λέγει »τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν‘. συνδημιουργεῖ τοίνυν ὁ Λόγος τῷ πατρί, συνδημιουργεῖ καὶ τὸ ἅγιον πνεῦμα.
- 15.9.1
ὁ τοίνυν ποιήσας τὸν ἄνθρωπον παντοκράτωρ θεὸς οὐκ οἶδε τὰ τοῦ ἀνθρώπου, ἐρευνῶν ταμιεῖα κοιλίας‘; ἀλλὰ τὸ πλεῖστον τῆς τοῦ θεοῦ γνώσεως ὁ λόγος ἐπιφέρει τοῦτο λέγων, ἴνα μή τις τῶν ἐν ἡμῖν ἁμαρτανόωτων νομίσῃ τι ἀπὸ θεοῦ κεκρύφθαι. αὐτὸς γὰρ οἶδε τὸν ἄν- θρωπον καὶ τὰ τοῦ ἀνθρώπου.
- 16.1.1
16. Ἐρευνᾷ τοίνυν ὁ πατὴρ ταμιεῖα κοιλίας καὶ οἶδεν, ἐρευνᾷ τὸ πνεῦμα τὰ βάθη τοῦ θεοῦ καὶ οἶδεν. ἀποκαλύπτει γὰρ ἁγίοις τὰ τοῦ θεοῦ μυστήρια καὶ διδάσκει βαθέως τὸν θεὸν δοξάζειν καὶ τὴν τούτου ἀκαταληψίαν τοῖς αὐτοῦ ὑποδεικνύει.
- 16.2.1
ἄρα γοῦν οὐκ ἀλλότρίον τοῦ θεοῦ τὸ πνεῦμα. οὐ γὰρ εἶπε περὶ ἀγγέλων ἐρευνᾶν βάθη θεοῦ οὐδὲ περὶ ἀρχαγγέλων. »οὐδεὶς γὰρ οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν‘. φησὶν ὁ υἱὸς τοῦ θεοῦ οὔτε οἱ ἄγγελοι τοῦ οὐρανοῦ οὔτε ὁ υἱός. εἰ μὴ ὁ πατήρ«.
- 16.3.1
νομίζουσι δὲ οἱ ἀνόητοι, οἱ μὴ κεκοσμημένοι πνεύματι ἁγίῳ, μὴ ἔστι τι ἐν τῷ πατρί, ὅπερ οὐκ ἔστιν ἐν τῇ θεό- τητι τοῦ υἱοῦ. * »ὡς γὰρ ἔχει ὁ πατὴρ ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔχει ὁ υἱὸς ςωὴν ἐν ἑαυτῷ« καί πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι« φησὶν ὁ αὐτὸς τοῦ θεοῦ ἅγιος Λόγος.
- 16.4.1
τίνα δέ ἐστι τὰ τοῦ πατρὸς ἀλλ’ ἢ ’ τὸ θεὸς τοῦ πατρός ἐστι, τοῦτο καὶ τοῦ υἱοῦ· ἠ ζωὴ τοῦ πατρός ἐστι, τοῦτο καὶ τοῦ υἱοῦ· τὸ φῶς τοῦ πατρός, δηλονότι καὶ τοῦ υἱοῦ· τὸ ἀθάνατον τοῦ πατρός, ὡσαύτως καὶ τοῦ υἱοῦ· τὸ ἀκα- τάληπτον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ.
- 16.5.1
πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ έστιν. εἰ τοίνυν τὰ τοῦ πατρὸς αὐτοῦ ἐστι, καὶ ἡ ἐν τῷ πατρὶ γνῶσις καὶ ἐν τῷ υἱῷ καὶ ἐν τῷ ἁγίῳ πνεύματι ὑπάρχει.
- 16.6.1
εἰ δέ τις νομίςει τὸν υἱὸν ἀγνοεῖν τὴν ἡμέραν, μαθέτω ὁ ἀμαθὴς καὶ μὴ βλασφημείτω. προτείνω γὰρ αὐτῷ γνῶσιν καὶ γνώσεται. λέγε μοι, ὦ ἀγαπητέ, — ἀγαπητὸν γάρ σε καλῶ· οὐδένα γὰρ μισῶ ἢ μόνον τὸν διόβολον καὶ τὰ ἔργα τοῦ διαβόλου καὶ τὴν κακοσιτίαν· ἐπὶ σοὶ δὲ εὔχομαι, ἕνα ἔλθῃς εἰς τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ μὴ σεαυτὸν ἀπολέσῃς ἐν τῇ εἰς θεὸν βλασφημίᾳ.
- 16.7.1
βαθέα γάρ εἰσι τὰ ῥήματα τοῦ ἁγίου θεοῦ, πνεύματι δὲ ἁγίῳ ⟨ἠ γνῶσις⟩ διὰ τῶν χαρισμάτων δίδοται. »ᾡ μὲν γάρ« φησί »δίδοται λόγος σοφίας, ᾡ δὲ λόγος· διδασκαλίας« καὶ τὰ ἑξῆς, τὸ δὲ αὐτὸ πνεῦμα τὸ διαιροῦν ἐκάοντο ὡς βού- λεται«, ἵνα σοι δείξῃ καὶ τὴν τοῦ ἁγίου πνεύματος αὐθεντίαν.
- 16.8.1
ὅταν γὰρ τὸ αὐτὸ πνεῦμα τὰ τὰ χαρίσματα δίδωσιν ὡς βούλεται τοίνυν παρακάλεσον τὸν πατέρα, ἵνα ἀποκαλύψῃ σοι τὸν υἱόν, καὶ παρακάλεσον τὸν υἱόν, ἵνα ἀποκαλύψῃ σοι τὸν πατέρα, καὶ πάλιν παρακάλεσον τὸν ποτέρα, ἵνα σοι δῷ τὸν υἱὸν καὶ ἀποκαλύψῃ σοι τὸ ἅγιον πνεῦμα καὶ δῲη σοὶ αὐτὸ ἔχειν ἐν σοί, ἕνα δοθὲν ἐν σοὶ ⟨τὸ⟩ ἅγιον πνεῦμα ἀποκαλύψῃ σοι τὴν πᾶσαν γνῶσιν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἕνα μάθῃς ὅτι ἐν τῷ υἱῷ οὐκ ἔνι οὐδεμία ἀγνωσία οὐδὲ έν τῷ ἁγίῳ πνεύματι.
- 17.1.1
17. εἰ γὰρ καὶ ἄγγελοι λείπονται τῆς μείζονος ἐξουσίας καὶ γνώσεως, μὴ γἐνοιτο καὶ τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα λείπεσθαι. πνευματικῶς δὲ λέγει ὁ υἱός, ὁ ἀπὸ τοῦ πατρὸς ἐλθὼν πρὸς ἡμᾶς ἅγιος Λόγος· οἱ δὲ ψυχικοὶ ἀνακρίνονται μὴ νοοῦντες τοῦ υἱοῦ τὴν σοφίαν, μᾶλλον δὲ τῆς σοφίας τὸν λόγον — ἐπερωτῶ σε, καὶ λέγε μοι·
- 17.2.1
τίς μείςων ἐστὶν ὁ πατὴρ ἢ ἡ ἡμέρα ἐκείνη περὶ ἡς λέγει; οὐ τολμήσεις λέγειν μὴ εἶναι τὸν πατέρα μείζονα. εἰ τοίνυν μείζων ὁ πατὴρ καὶ τῆς ἡμέρας καὶ τῆς ὅρας καὶ πάντων τῶν ὑπ’ αὐτοῦ γεγενημένων καὶ γενηθησομένων καὶ οὐδεὶς αὐτὸν ἐπιγινώσκει εἰ μὴ ὁ υἱός, ποῖον ἄρα μεῖζον τὸ τὸν πατέρα γινώσκειν ἢ ἐκείνην τὴν ἡμέραν; εὔδηλον ὅτι τὸ τὸν πατέρα γινώσκειν. πῶς οὐν ὁ τὰ μείζω εἰδὼς τῶν ἐλαττόνων ὑστερεῖ;
- 17.3.1
εἰ γινώσκει τοίνυν τὸν πατέρα, γινώσκει πάντως καὶ τὴν ἡμέραν καὶ οὐδέν ἐστιν οὑ λείπεται κατὰ γνῶσιν ὁ υἱός.
- 17.4.1
ἀλλ’ ἐρεῖς ὅτι μείζων ὢν ὁ πατὴρ πάντων ἔχει τὴν γνῶσιν, ὁ δὲ υἱὸς οὐδαμῶς, καθὼς καὶ αὐτὸς λέγει ὁ πατήρ μου μείζων μού ἐστιν‘. ἀλλὰ τοῦτο τιμῶν τὸν κατέρα λέγει ὁ υἱὸς ὡς ἔπρεπεν, μειζόνως τετιμημένος ὑπὸ τοῦ πατρός. ἴδει γὰρ ἀληθῶς τὸν γνήσιον υἱὸν τιμᾶν τὸν ἴδιον πατέρα, ἴνα δείξῃ τὴν γνησιότητα.
- 17.5.1
χῶς δὲ σὺ νομίζεις μείζονα εἶναι αὐτόν; περιφερείᾳ ἢ ὄγκῳ ἢ χρόνῳ ἢ καιρῷ ἢ ἀξίᾳ ἢ θεότητι ἢ ἀθανασίᾳ ἢ ἀιδιότητι; μὴ ταῦτα νόμιζε. οὐδὲν γὰρ ἐν τῇ θεότητι ἄνισον ὑπάρχει πρὸς τὸν υἱόν, ἀλλὰ καθὸ πατὴρ ὁ πατήρ ἐστι καὶ καθὸ ὁ ⟩ υἱὸς γνήσιος, τιμᾷ τὸν ἑαυτοῦ ποτέρα.
- 17.6.1
οὔτε γὰρ ὄγκῳ φέρεται τὸ ρεῖον, ἴνα ὑπέρογκος τοῦ υἱοῦ ᾖ ὁ πατήρ, οὐδὲ χρόνῳ ὑποπίπτει, ἴνα ὑπέρχρονός ὁ πατὴρ γένηται τοῦ υἱοῦ, οὔτε τῷ ὕψει μερικῶς τάττεται ὁ πατήρ πάντα γὰρ περιέχει, αὐτὸς ὑπ’ οὐδενὸς περιχόμενος), ἵνα ὁ υἱὸς ὑπερβεβηκὼς νοοῖτο. ἐκάθισε γὰρ ἐν δεξιᾷ τοῦ πατρὸς καὶ οὐκ εἶπεν, εἰσῆλθεν εἰς τὸν πατέρα, ἴνα σακέλλιον παραλύσῃ καὶ Ἄρειον καθέλοι τῆς αὐτοῦ βλασφημίας.
- 18.1.1
18. Διὰ τοῦτο μὴ ζήτει τὰ μὴ ζητούμενα, ἀλλὰ τίμα τὸν υἱόν, ἵνα τὸν πατέρα τιμήσῃς ἀκούων δὲ περὶ τοῦ θεοῦ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἶς ὁ θεός‘ μὴ τολμήσῃς διὰ τὸ τὸν υἱὸν ὑπερβαλλόντως τιμᾶν τὸν πατέρα οὐκ ἀγαθὸν ἀποφῆναι τὸν υἱόν.
- 18.2.1
οὐδὲ γὰρ ἀρνούμενος ἑαυτὸν ἀγαθὸν εἶναι λέγει τὸν πατέρα ἀγαθόν, ἀλλὰ τοσούτῳ μει- ζόνως ἑαυτὸν ἀποκαλύπτει ἐν τῷ τὴν τιμὴν παρὰ τῶν ἀνθρώπων μὴ βούλεσθαι, ἀλλ’ ⟨ἀναφέρει⟩ τὴν τιμὴν ἐπὶ τὸν ἴδιον αὐτοῦ ἴνα ἀπὸ τῆς ἀγαθότητος τοῦ πατρὸς γνωσθῇ ἡ γνῶσις τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἀγαθότητος, ἀπὸ ἀγαθοῦ πατρὸς θεοῦ γεγεννημένου.
- 18.3.1
πολλὴ γὰρ ἀδράνεια τῶν τολμώντων λέγειν περὶ τοῦ υἱοῦ τὸ τοιοῦτον, κἄν τε ἕπῃ »εἷς ἐστιν ἀγαθὸς ὁ θεός‘.
- 18.4.1
ἰδοὺ γὰρ ἐν πολλοῖς διδάσκει ἡμᾶς ἡ θεία γραφή, ἀγαθὸν καλοῦσα παῖδα πτωχὸν καὶ σοφόν, καί »ἀγαθὸς ἦν Σαμουὴλ μετὰ θεοῦ καὶ ἀνθρώπων« καί »ἀγαθὸς ἦν Σαοὺλ υἱὸς Κὶς ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος παντὸς Ἰσραὴλ ὑπὲρ ὠμίαν καὶ ἐπάνω« καί »ἀγαθὸν πορεύεσθαι εἰς οἶκον πότου« καί »ἄνοιξον, κύριε, τὸν οὐρανόν, τὸν θησαυρόν σου τὸν ἀγαθόν καί »ἀγαθὸς λόγος ὑπὲρ δόμἁ« καὶ »αγαθὸς ὁ κύων ὁ ζῶν ὑπὲρ τὸν λέοντα τὸν νεκρόν‘ καί »αγαθὸς δύο ὑπὲρ τὸν ἕνα« καί »ἀγαθή ἐσχάτη λόγων ὑπὲρ ἀρχήν‘ καί »εἰ ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγθὰ διδόναι τοῖς τέκνοις ὑμῶν‘, περὶ ἰχθύος καὶ ἄρτου λέγων.
- 18.5.1
πῶς ⟨οὐν⟩ τολμᾶς διανοεῖσθαι ἀπαρνούμενον τὸν υἱὸν τὴν ἑαυτοῦ ἀγαθότητα καὶ μὴ δι’ ὑπερβολὴν τῆς τιμῆς ⟨ἐπὶ⟩
- 18.6.1
πατρὸς φέρειν τὴν ἀγαθότητα; ἐώρα γὰρ τὸν λέγοντα αὐτῷ »διδάσκαλε ἀγαθέ« λέοντα στόματι καὶ οὐ καρδίᾳ, καὶ ἐλέγξαι αὐτὸν βουλόμενος, ὅτι οὐ τοῖς χείλεσιν αὐτοῦ ἐπείθετο, ἀλλὰ τὴν καρδίαν διήλεγχεν, ὡς καὶ ἐν ἄλλῳ τόπῳ λέγει »τί μοι λέγετε κύριε κύριε. καὶ οὐ ποιεῖτε τοὺς ἐμοὺς λόγους«, καὶ ὧδε ἐβούλετο αὐτὸν ἐλέγχειν. ἔλεγε γὰρ αὐτὸν ἀγαθὸν διδάσκαλον καὶ οὐκ ἔμενέν ἐν τῇ αὐτοῦ πίστει ⟨τοῦ⟩ πιστεύειν εἰς τὴν αὐτοῦ
- 19.1.1
19. Αὐτὸς τοίνυν ὁ ἅγιος Λόγος ὁ ζῶν ὁ ἐνυπόστατος, ὁ βασιλεὺς 15 ἐπουράνιος, ὁ υἱὸς ὁ γνήσιος, ὁ ἀεὶ ⟨ὤν⟩ σὺν πατρί, ὁ ἐκ προελθών, τὸ »ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως«, ἡ εἰκὼν τοῦ πατρὸς‘ ἐν ἀληθείᾳ, ὁ σύνθρονος τοῦ φύσαντος, »οὑ τῆς βασιλείας οὐκ ἔσται τέλος‘, »ὁ κριτὴς ζώντων καὶ νεκρῶν‘,
- 19.2.1
ὁ σοφία ὢν ἐκ σοφίας, ὁ πηγὴ ὢν ἐκ τηγῆς »ἐμέ«, γάρ φησιν »ἐγκταέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους«), ὁ ποταμὸς ὁ ἀένναος, ὁ »εὐφραίνων τοῖς ὁρμήμασι τὴν πόλιν τοῦ θεοῦ«, ὁ ἐκ τῆς πηγῆς προελθών, ἐξ οὗπερ, ⟨ὤς⟩
- 19.3.1
ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι«, τὸ σκῆπτρον Δαυίδ, ἡ ῥίζα τοῦ Ἰεσσαί, τὸ ἄνθος τὸ ἀπ’ αὐτῆς, ὁ λέων, ὁ βασιλεὺς ὁ ἐκ φυλῆς Ἰούδα,
- 19.4.1
τὸ πρόβατον τὸ λογικόν, ὁ λίθος ὁ ζῶν, ὁ »τῆς μεγάλης βουλῆς ἄγγελος‘, ὁ ἄνθρωπος ἐν ἀληθείᾳ γεγονὼς καὶ θεὸς ἐν ἀλη- θείᾳ ὑπάρχων, μὴ τραπεὶς τὴν φύσιν, μὴ ἀλλοιώσας τὴν θεότητα, ὁ γεννηθεὶς ἐν σαρκί, ὁ σαρκωθεὶς Λόγος.
- 19.5.1
ὁ Λόγος σὰρξ γενόμενος, ὁ ἔχων μεταξὺ τοῦ γενόμενος τὸ σάρξ ὁ »ὁ Λόγος« οὐκ εἶπεν ὁ γενόμενος‘, ἀλλὰ μετὰ τὸ εἰλεῖν ὁ Λόγος ἀπαρεμφάτως τίθησι τὸ »σάρξ«, μετὰ δὲ τὸ σὰρξ λέγει »ἐγένετο«, ἵνα τὸ ἐγένετο ἐκ Μαρίας δοκιμασθῇ, ἵνα ὁ Λόγος ἄνωθεν παρὰ πατρὸς κατελθὼν νοηθῇ). — οὗτος ὁ ἅγιος ὁ ζῶν Λόγος ὁ πρὸς πατρὸς θεός,
- 19.6.1
ὁ μεγάλης βουλῆς ἄγγελος«, ὁ ἀγγέλλων τὰ τῆς βουλῆς τοῦ πατρός, »⟨ὁ⟩ πατὴρ μέλλοντος αἰῶνος‘, αὐτὸς εἶπεν »οὐδεὶς οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν οὔτε οἱ ἄγγελοι οἱ ἐν τῷ οὐραῷ«· * καὶ γὰρ οὐκ οἴδασιν ὅτι ὁ υἱὸς νοηματικῶς λέγει εἰ μὴ μόνος ὁ πατήρ‘.
- 19.7.1
εἰ τοίνυν οἶδεν ὁ υἱὸς τὸν πατέρα, μείζων δὲ ὁ πατὴρ καὶ τῆς ἡμέρας καὶ τῆς ὥρας, καὶ οὐδεὶς ἀμφιβάλλει, πῶς ἄρα ὁ τὸ μεῖζον εἰδὼς τὸ ᾖσσον ἀγνοεῖ; οὐδὲ γὰρ οἶδέ τις τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καἰ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ. ὡς γὰρ μέγας ὁ πατήρ. ὅτι οἶδε τὸν υἱόν, οὕτως καὶ ὁ υἱὸς μέγας, ὅτι οἶδε τὸν πατέρα.
- 19.8.1
εἰ οἶδε τοίνυν τὸν πατέρα, τὸ μεἶζον, τὸ μικρὸν πῶς ἀγνοεῖ, τουτέστι τὴν ἡμέραν καὶ τὴν ὥραν; ἐρεύνησον τὰς τὰς γραφὰς καὶ μάθε τοῦ ἁγίου πνεύματος τὴν δύναμιν, καὶ αὐτὸ τὸ πνεῦμα τὸ γινῶσκον τὸν πατέρα καὶ τὸν υἱὸν ἀποκαλύψει σοι τὴν τοῦ Λόγου τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσιν, ἵνα μὴ πλανηθῇς τῆς ἀληθείας καὶ ἀπολέσῃς τὴν σεαυτοῦ ψυχήν.
- 20.1.1
20. Δύο γὰρ γνώσεις ἐν τῇ θείᾳ γραφῇ. δύο εἰδήσεις, μία κατὰ ἐνέργειαν καὶ μία κατὰ εἴδησιν. ἵνα δὲ ἀπὸ παραπηγμάτων τὰ ὅμοια παραστήσω, εἰς τὸ διὰ πολλῶν ἐξομαλισθῆναι τὴν πεπλανημένην σου διάνοιαν καὶ τῶν τοῦτο φρονούντων,
- 20.2.1
μάθε τί λέγει ἡ γραφὴ περὶ τοῦ Ἀδάμ· ἦσαν‘ φησί »γυμνοὶ ἐν τῷ παραδείσῳ καὶ οὐκ ᾐσχύνοντο«.
- 20.3.1
τυφλοὶ δὲ οὐκ ἦσαν· ἔβλεπον γάρ· εἰ μὴ γὰρ ἔβλεπον, πῶς εἶδον τὸ ξύλον, ὅτι καλὸν εἰς βρῶσιν καὶ ὡραῖον τοῦ κατανοῆσαι«; καὶ λαβοῦσα« φησίν »ἡ γυνὴ ἔφαγε καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς τῷ μετ αὐτῆς«.
- 20.4.1
ἄρα οὖν οὐκ ἦσαν τυφλοί, ἀλλ’ ἠνεῳγμένους εἶχον τοὺς ὀφθαλμούς· γυμνοὶ δὲ ὄντες οὐκ ᾐσχύνοντο βλέποντες, καὶ γυμνοὶ ὄντες ἑαυτοὺς ᾔδεισαν. ᾔδεισαν δὲ κατὰ εἴδησιν καὶ οὐ κατὰ πρᾶξιν.
- 20.5.1
μετὰ μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσου βεβρωκότας τοῦ ξύλου, μετὰ πολὺν χρόνον φησίν »ἔγνω ὁ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ‘. Πῶς τοίνυν ἔσται τοῦτο;
- 20.6.1
καίτοι γε ἑώρων ἀλλήλους γυμνοὶ ὄντες καὶ ᾔδεισαν ἑαυτοὺς τῇ ὁράσει· ἀλλ’ οὐ τῇ πράξει. τὸ δὲ ἀλλήλοις συναφθήναι γνῶσιν εἶπεν ἡ γραφή.
- 20.7.1
οἶδε δὲ καλεῖν εἴδησίν καὶ εἴδησιν. πάλιν γὰρ οὕτω λέγει »ἔγνω Ἰακὼβ Λείαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε« καὶ τὸ πρῶτον μὲν ᾔδει αὐτήν· σὺν αὐγῇ γὰρ ἐπτὰ ἔτη ἠν ποιμαίνων τὰ πρόβατα Λαβὰν τοῦ πατρὸς αὐτῆς. εἴδησιν δὲ τὴν δι’ ὁράσεως καὶ διὰ γνώσεως ᾔδει, ⟨ᾔδει,⟩
- 20.8.1
δὲ καὶ διὰ πράξεως. καὶ ἔγνω Ραχὴλ τὴν γυναῖκα αὐτοῦ καὶ πάλιν ⟨ἐν⟩ ἑτέρῳ τόπῳ »καὶ ἐγήρασε Δαυίδ« φησί »καὶ ἔσκεπον ἱματίοις. καὶ οὐκ ἐθερμαίνετο, καὶ εἷπον τῷ βασιλεῖ ζητηθήτω παρθένος καλή«. καὶ εὑρέθη Ἀβισάκ ἡ Σουμανῖτις. καί φησιν »ἠνέχθη τῷ βασιλεῖ καὶ συνεκοιμᾶτο αὐτῷ καὶ συνέθαλπεν αὐτόν· καὶ οὐκ ἕγνω αὐτὴν Δαυίδ«, τὴν σὺν αὐτῷ. τὴν σύσσωμον καὶ σύμπλευρον.
- 20.9.1
ἄρα ποίαν εἴδησιν λέγει; τὴν δι’ ὁράσεως ἢ τὴν διὰ πράξεως; καί »ἔγνω κύριος τοὺς οντας αὐτοῦ«· ἀρα οὐν τοὺς οὐκ όντας ἀγνοεῖ; καί »ἀπόστητε ἀπ’ ἐμοῦ. ἐργάται τῆς ἀνομίας· οὐδέποτε γὰρ ἔγνων ὑμᾶς«· ἆρα ἔστιν ἄγνοια ἐν τῷ υἱῷ τοῦ θεοῦ;
- 20.10.1
καὶ πόλιν »ὑμᾶς ἔγνων ἐκ πάντων τῶν ἐθνῶν«. ἆρα οὖν τὰ ἔθνη τὰ λοιπὰ ἀγνοεῖ; μὴ γένοιτο. ἀλλ’ οἶδε γνῶσιν ἡ θεία γραφή, ἄλλην μὲν κατὰ εἴδησιν. ἄλλην δὲ κατὰ πρᾶξιν.
- 21.1.1
21. Ἐπεὶ οὖν τοῦ πατρὸς ὁ μονογενὴς πληρῶν τὸ θέλημα *, ἀπέ- δειξεν ἤδη τὰ πάντα τετελειωμένα, * ἔγνω γὰρ ὁ πατὴρ τὴν ὥραν καὶ τὴν ἡμέραν, ἔγνω αὐτὴν καὶ κατὰ γνῶσιν καὶ κατὰ πρᾶξιν· οἶδε γὰρ αὐτὸς πάντα καὶ ἐν τῷ εἰπεῖν τὸν υἱόν ὁ πατὴρ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ υἱῷ‘ καὶ μὴ κρίνων διὰ μὲν τοῦ δεδωκέναι τῷ υἱῷ αὐτὸς κρίνει· οὐ γὰρ ἠλλοτρίωται ὁ θεὸς ἀπὸ τοῦ κρίνειν τοὺς κρινομένους καὶ ἐν τῷ μὴ κρίνειν τὸν πατέρα ἤδη κέκρικεν.
- 21.2.1
ὁ δὲ υἱὸς οἶδε πότε ἔρχεται· αὐτὸς γὰρ αὐτὴν φέρει τὴν ἡμέραν καὶ αὐτὸς ὁρίζει καὶ ἄλει καὶ τελεῖ. λέγει γάρ »ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται ἡ ἡμέρα ἐκείνη« καί φησιν οὐκ ἴστε ἐν νυκτί, ἴνα ἡ ἡμέρα ἐν σκότει ὑμᾶς καταλάβῃ«.
- 21.3.1
εἰ οὐν οἱ δοῦλοι τοῦ Χριστοῦ ἡμέρας εἰσὶ τέκνα, ἀρα αὐτὸς ὁ υἱὸς ⟨ὁ⟩ φέρων τὴν ἡμἐραν ἀγνοεῖ. ἴνα καταλάβῃ ἡ ἡμέρα καὶ οὐχὶ αὐτὸς μᾶλλον τὴν ἡμέραν φέρῃ; τίς ταῦτα διανοούμενος οὐ βλασφημήσει, τὰ μὴ πρέποντα περὶ πατρὸς καὶ υἱοῦ λογιζόμενος;
- 21.4.1
καὶ ὁ πατὴρ μὲν οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν κατὰ δύο τρόπους, κατὰ εἴδησιν καὶ κατὰ πρᾶξιν. οἶδε γὰρ πότε ἔρχεται καὶ πάλιν ἤδη κέκρικεν ὁρίσας κρίνειν τὸν τὸν καὶ ἔγνω κατὰ πρᾶξιν.
- 21.5.1
ὁ δὲ υἱὸς τοῦ θεοῦ οἶδε μὲν πότε ἔρχεται καὶ αὐτὸς φέρει αὐτὴν καὶ οὐκ ἀγνοεῖ, οὔπω δὲ αὐτὴν ἔπραξε κατὰ γνῶσιν, τουτέστι ⟨οὔπω ἔγνω⟩ κατὰ πρᾶξιν. ἔτι γὰρ ἀσεβεῖς ἀσεβοῦσι καὶ ἄπιστοι ἀπιστοῦσι καὶ κακόπλαστοι βλασφημοῦσι καὶ ὁ διάβολος ἐνεργεῖ καὶ ἁμαρτήματα γίνεται καὶ ἡ ἀδικία κρατεὶ καὶ ἡ κρίσις μακροθυμεῖ, ἴως ἂν ἔλθῃ καὶ γνῷ αὐτὴν κατὰ πρᾶξιν καὶ ποιήσῃ τὴν ἐκδίκησιν καὶ σώσῃ τοὺς ἐν ἀληθείᾳ ἐλπίζοντας ἐπ’ αὐτὸν καὶ μὴ . βλασφημοῦντας αὐτοῦ τὴν θεότητα καὶ πατρὸς καὶ ἁγίου πνεύματος.
- 22.1.1
22. Ἐξ ἁγίων δὲ ἀγγέλων λείπεται κατὰ δύο τρόπους ἡ τοιαύτη ἀξία. τίμιοι μὲν γάρ εἰσιν, ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῦτο κεκτημένοι· λείπεται δὲ αὐτοῖς τοῦτο· οὐ γὰρ οἴδασι τὰ ὠριὡρισμένα πότε γίνεται. ἐπὶ μὲν γὰρ τῇ ἰδίᾳ ἐξουσίᾳ ὁ πατὴρ ἔθετο τοὺς χρόνους. εἰ δὲ ὁ πατὴρ ἐν υἱῷ καὶ ὁ υἱὸς ἐν πατρί, ἄρα οὐ λείπεται ἡ ἐξουσία ἐξ υἱοῦ ἡ ἐν πατρί.
- 22.2.1
λείπεται δὲ ἀπὸ τῶν ἀγγέλων· κτιστοὶ γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι καὶ δυνάμεις, πατὴρ δὲ ἄπτιστος, υἱὸς ἄπτιστος, πνεῦμα θεοῦ ἄκτιστον.
- 22.3.1
οὐκ οἴδασιν οὐν οἱ ἄγγελοι οὔτε κατὰ εἴδησιν· οὔτε κατὰ πρᾶξιν τὴν ἡμέραν καὶ τὴν ὥραν. οὐκ οἴδασι γὰρ πότε βούλεται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἐνεγκεῖν τὴν ἡμέραν, καὶ οὐκ οἴδασι κατὰ γνῶσιν πράξεως· οὔπω γὰρ ἐπετάχθησαν ἐξελθεῖν καὶ συναγαγεῖν δίκην ζιζανίων καὶ δῆσαι δρομὰς δεομὰς εἰς τὸ καίειν πυρὶ ἀσβέστῳ.
- 22.4.1
οὔπω τοίνυν οὐδὲ ἔπραξαν οὐδὲ οἴδασιν, ὁ δὲ πατὴρ οἶδε καὶ ἔπραξεν· ὁ δὲ υἱὸς οἶδε μέν, οὐδέπω ἔπραξε. τουτέστιν ⟨τό⟩ »εἰ μὴ ὁ πατὴρ μόνος, οὔτε οἱ οὔτε ὁ υἱός«.
- 22.5.1
νοήσωμεν τὴν δύναμιν τῆς γραφῆς, ἴνα μὴ γένηται ἡμῖν τὸ γράμμα θάνατος. »τὸ γράμμα, γάρ φησιν »ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ«. λάβωμεν τὸ πνεῦμα, ἵνα ὠφεληθῶμεν ἐκ τοῦ γράμματος. οὐ γὰρ τὸ γράμμα ἀποκτένει, ἐν γὰρ τῷ γράμματι ἠ ζωή· ἀποκτένει δὲ τὸν ἀσυνέτως τῷ γράμματι προσερχόμενον καὶ μὴ ἔχοντα τὸ φράζον πνεῦμα, τὸ ἀνοῖγον τὸ γράμμα καὶ ἀποκαλύπτον τὸ ἐν αὐτῷ.
- 22.6.1
οὗτος οὖν ὁ πατὴρ ὁ ἅγιος τὸν μονογενῆ αὐτοῦ υἱὸν γνήσιον, γεγεννημένον ἐξ αὐτοῦ, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἔδωκε τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ ἐν μιᾷ γνώσει ὁμονοίας, ἐν ἐνὶ συνδέσμῳ τελειότητος, ὅπως ἐν ὀνόματι πατρὸς τελείου καὶ θεοῦ τὴν σφραγῖδας κομισώμεθα καὶ ἐν ὀνόματι υἱοῦ τελείου καὶ θεοῦ καὶ ἐν ὀνόματι πνεύματος θείου καὶ τελείου λάβωμεν τὴν σφραγῖδα.
- 22.7.1
ὡ τριὰς ἁγία ἀριθμουμένη, τριὰς ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη. οὐ γὰρ λέγεται ἑνὰς καὶ δυὰς οὐδὲ μονὰς καὶ μονάς, ἀλλὰ μονὰς ἐν τριάδι καὶ τριὰς ἐν μονάδι, μονοειδῶς μονωνύμως εἷς θεός, πατὴρ ἐν υἱῷ , υἱὸς ἐν πατρὶ σὺν ἀγίῳ πνεύματι.
- 23.1.1
23. Κάλει δὲ μοι μάρτυρας τῆς ἀληθείας, κάλει μοι τοὺς παῖδας τοὺς ἀπὸ τῆς καμίνου τῆς Βαβυλωνίας σωθέντας, τοὺς καταξιωθέντας ἐν πυρὶ καταβληθῆναι, μὴ ἀναλωθῆναι δὲ οὐ σβέσαι τὸ πῦρ, ἵνα μὴ ὑποληφθῶσι καινὰ ἔργα ἀντιμηχανησάμενοι, ἀλλ’ ἐν πυρὶ μὲν εἶναι, ἐν πυρὶ δὲ μὴ ἀναλωθῆναι διὰ τὴν ὀρθὴν πίστιν αὐτῶν, τοῦ θεοῦ δι’ αὐτῶν ἡμᾶς διδάσκοντος, τίνα μέν ἐστι τὰ κτιστὰ τίνα δὲ τὰ ἄκτιστa, τίνα ἐστὶ τὰ ποιητὰ τίνα τὰ μὴ γενόμενα, τίνα τὰ ἀεὶ ὄντα τίνα δὲ τὰ ἐξ αὐτῶν ὄντα, γενόμενα δέ.
- 23.2.1
οἱ τοιοῦτοι σωθέντες παὶδες ἠθέλησαν εὐχάριστο ἀποδέξαι γνώμην εἰς τὸν θεὸν τὸν σώσαντα αὐτούς. εἰς ὃν ἀπ’ ἀρχῆς ἤλπισαν καὶ οὐκ ἐδίστασαν καὶ οὐκ ἔκλιναν αὐχένα εἰκόνι καὶ θράσει βασιλέως καὶ τυραννίδι.
- 23.3.1
καὶ ὅτε ἡθέλησάν τι ἀπονεῖμαι θεῷ ἀνερευνήσαντες τα βάθη τῷ ἁγίῳ πνεύματι ἐν τῇ καρδίᾳ, ἄγιοι ὄντες, διανοηθέντες τε τὸν οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτῷ, τήν τε τῆν καὶ πάντα τὰ ὑπ’ αὐτὴν καὶ πάντα ὅσα ἔστι μὴ ἄξια εἶναι εἰς προσφορὰν θεῷ προενεχθῆναι οὔτε γὰρ εἶχον ἐξουσίαν τὰ ὑπὲρ ἑαυτοὺς θεῷ προσφέρειν),
- 23.4.1
καὶ κατὰ τὴν ἀξίαν μὲν καὶ κατὰ τὴν ἐξουσίαν θέλοντες μόνον ὕμνοις ὑμνεῖν τὸν θεόν τοῦτο γάρ ἐστι τὸ γεγραμμένον »θύσατε θυσίαν αἰνέσεως« καί »θυσία αἰνέσεως δοξάσει με«), ἤδη μεταβαλόντες τὴν παλαιὰν εἰς καινὴν διαθήκην πνεύματι ἁγίῳ ὑπονυττόμενοι, οὐ ζῴων θυσίας οὐδὲ ὁλοκαυτωμάτων χρείαν ἔχοντες φασὶ γάρ »οὐκ ἔστι τόπος τοῦ καρπῶσαι οὐδὲ θυσία οὐδὲ θυσιατήριον«, ὡς τῶν πάντων περιληφθέντων), ληφθέντων),
- 23.5.1
βουλόμενοι δὲ τὴν τοιαύτην αἴνεσιν προσφέρειν καὶ ἐασαντες τὴν ἑαυτῶν σμικρότητα ταπεινοφρόνων φέρονται (»πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται«· μετὰ ⟨γάρ⟩ τοῦ χαρίσματος τῆς αὐτῶν σωτηρίας λαμβάνουσι ταύτην τὴν δωρεὰν τῆν ταπεινοφροσύνης) καὶ βούλονται τὸν αἶνον θεῷ προσφέρειν καὶ μὴ ἐκκακεῖν.
- 23.6.1
καὶ ἑαυτοὺς δοκιμάσαντες πρὸς τὴν τοῦ θεοῦ ἄρρητον δοξολογίαν ἀξιοῦσι συμπαραλαβεῖν μεθ’ ἑαυτῶν τὴν κτίσιν εἰς δοξολογίαν καὶ ἄρχονται λέγειν συμπεριειληφότες πᾶσαν τὴν ποίησιν.
- 24.1.1
24. Διελόντες δὲ τὰ ποιήματα ἀπὸ τοῦ ποιήσαντος καὶ τὰ κτιστὰ ἀπὸ τοῦ κτίσαντός φασιν »εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον«. πάντα εἶπον καὶ οὐδὲν κατέλιπον.
- 24.2.1
ἵνα δὲ τὸ πνεῦμα τὸ ἄλγιον χαρακτηρίσῃ τὴν τελείαν γνῶσιν εἰς τὸ εἰδέναι, ποῖον τὸ θεῖον ποῖα δὲ τὰ ὑπὸ τοῦ θεοῦ γενόμενα, ἕνα μὴ συμμείξωμεν τῷ ἀιδίῳ τὰ ἐξ οὐχ ὄντων γενόμενα. ἵνα μὴ ἀπολέσωμεν ἑαυτῶν τὴν διάνοιαν, ἀριθμῷ μὲν τὰ πάντα συνήγαγεν.
- 24.3.1
ἀπεκάλυπτε γὰρ αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον ὡς καταξιωθῶσιν ἄμα ἀγγέλοις εἶναι γενομένοις ἀγγελων, τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ὑποκάτω τῆς γῆς καὶ λοιπὸν οὐκ ἠγνόουν.
- 24.4.1
καί φασιν οἱ αὐτοὶ αὐτοὶ ἅγιοι ὡς προείπον· εῖπον· »εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον« καὶ ἄρχονται ἀριθμεῖν τε καὶ διαιρεῖν ποῖα τὰ ἔργα ποῖα τὰ ποιήσαντα, ποῖα τὰ ἐργαζόμενα ποῖα δὲ τὰ ἐργασθέντα·
- 24.5.1
καὶ ἀριθμοῦσιν οὐρανὸν γῆν ὕδατα ἐπάνω τοῦ οὐρανοῦ καὶ ἀγγέλους (κτιστοὶ γὰρ οἱ ἄγγελοι) καὶ θρόνους καὶ δυνάμεις (κτιστὰ γὰρ ταῦτα), ἥλιον σελήνην (ποιητὰ γὰρ καὶ οὐκ ἄκτιστα), νέφη καὶ νιφετούς, ἀνέμους χιόνας ἀστραπὰς βροντὰς γῆν θάλασσαν πηγὰς ἀβύσσους ποταμοὺς πᾶσαν ἁνθρωπότητα ὄρη πετεινὰ οὐρανοῦ, κτήνη καὶ ζῷα, ψυχὰς ὁσίων πνεύ- ματα δικαίων, Ἀνανίαν Ἀζανίαν Μισαήλ, ἱερεῖς καὶ δούλους θεοῦ.
- 24.6.1
πάντα γὰρ ταῦτα ποιητὰ ἐστι καὶ κτιστά, ὑπὸ θεοῦ γεγονότα διὰ τοῦ Λόγου καὶ τοῦ ἁγίου πνεύματος· »τῷ λόγῳ γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ αὐτοῦ ἡ δύναμις αὐτῶν«.
- 24.7.1
ὅρα δὲ, ἀγαπητὲ ἀδελφέ, πῶς τὰ πάντα ἠρίθμησαν πνεύματι ἁγίῳ φερόμενοι καὶ οὐκ ἠρίθμησαν υἱὸν ἐν τοῖς ποιήμασιν, ἀλλ οὔτε ἄλγιον πνεῦμα, ἀλλ’ ἔγνωσαν τὴν αὐτὴν θεότητα εἶναι ἐν τριάδι καὶ τὴν αὐτὴν τριάδα εἶναι ἐν μιᾷ θεότητι. καὶ ἐδόκασαν πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, μίαν ἁγιστείαν μίαν λατρείαν μίαν θεότητα μίαν δοξολογίαν.
- 25.1.1
25. Ἀλλὰ πάντως καὶ τοῦτο τολμᾷ ὁ διάβολος κινεῖν ἐν τοῖς ἀνθρώποις, ἀπιστίας τολμηρίαν καταψεύσασθαι τῶν ἁγίων παίδων [πλάσαι] καὶ εἴπεῖν· οὐκ ᾔδεισαν εἴπεῖν ὅνομα ἁγίου πνεύματος· Ἰουδαῖοι γὰρ ἦσαν καὶ οὐδὲ υἱὸν ᾔδεισαν, Ἰουδοῖοι ὄντες.
- 25.2.1
εὐθὺς δὲ οἱ λόγοι ἐλέγχουσι τῶν κακοδόξων τὴν ἀπιστίαν. φησὶ γάρ καὶ ἠν τὸ πρόσωπον τοῦ τετάρτου ὡς πρόσωπον υἱοῦ θεοῦ«. ἰδοὺ ὄνομα υἱοῦ θεοῦ· ἄρα οὐκ ἔστιν ἄγνοια περὶ τούτου * καὶ πρὸ τοῦ χρόνου τοῦ τῆς καμίνου, ὅτι ἐπλήσθη Δανιὴλ πνεύματος ἁγίου καὶ εἶπε καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ἐπέστρεψαν εἰς τὸ κριτήριον‘ καὶ ἔκρινε τοὺς πρεσβυτέρους πνεύματι ἁγίῳ ἐμφορούμενος.
- 25.3.1
ἄρα οὖν ᾔδεισαν τὸν υἱὸν καὶ ᾔδεισαν τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ οὐκ ἀγνοίας χάριν οὐκ εἷπον τὰ ὀνόματα, ἀλλ’ ἀσφαλείας ἕνεκα. »εὐλογεῖτε, γάρ ⟨φησιν⟩, πάντα τὰ ἔργα κυρίου τὸν κύριον« καὶ οὐκ εἰπον, υἱὸς τοῦ θεοῦ τὸν κύριον οὐδ’ ἐπευλόγει ἅγιον πνεῦμα τὸν κὑριο, ἀλλ’ »εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον..
- 25.4.1
καὶ μή τις τῶν προφάσεις ἑαυτοῖς θηρωμένων εἴπῃ· ὅτι οὐκ εἶπον Χερουβὶμ ἢ Σεραπίων· λοιπὸν οὐδὲ ταῦτά ἐστιν ἔργα τοῦ θεοῦ. προέλαβε γὰρ ὁ θεῖος λόγος ἀσφαλίσασθαι τὰ πάντα ⟩ τῶν τὰς μηχανὰς ἑαυτοῖς ἐπινοούντων, προγινώσκων τὴν εἰς αὐτοὺς καὶ] τοὺς παῖδας λύμην.
- 25.5.1
τρισσῶς γὰρ τὸν ὕμνον ἐδιπλασίασαν οἱ ἅγιοι παῖδες οἱ αὐτοὶ τὰ κτιστὰ καὶ ποιητά εἰς ὕμνον θεοῦ προβαλλόμενοι καὶ πρῶτον φή- σαντες »εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας‘, εἶτα μεθ’ ἕτερα »εὐλογημένος εἶ ὁ καθήμενος ἐπὶ τῶν Χρουβίμ« καὶ πάλιν »εὐλογημένος εἶ ὁ καθήμενος ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου« καί »εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ«·
- 25.6.1
ἵνα ἀπὸ τοῦ εἰπεῖν τὸν θρόνον νοήσῃς Σεραφὶμ καὶ χερουβίμ, καὶ ἀπὸ τοῦ ὀνόματος τῶν Χερουβὶμ καὶ ἀβύσσων καὶ θρόνου ἡγιασμένου καὶ λοιπῶν πάντων όνομάτων νοήσῃς ἀπὸ τοῦ ἀριθμοῦ πάντων τῶν ὠνομασμένων ὅτι ἐκ τῶν ἔργων εἰσὶ τοῖς ἄλλοις συν-αριθμούμενα. καλέσαντες γὰρ εἰς ὕμνον ταῦτα πάντα εὐθὺς ἐπιφέρουσι λέοντες »εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον‘, ἵνα Γαβριήλ καὶ Μιχαὴλ εὐλογήσῃ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα.
- 26.1.1
26. Σεμνοὶ δὲ ἄγγελοι ἐν οὐρανῷ τὸν ἐπινίκιον ὕμνον ᾄδουσι, σὺν Σεραφὶμ καὶ Χερουβὶμ Ι τὴν τριάδα ὁμοδόξως καὶ ὁμοστοίχως P31 καὶ ὁμοουσίως δοξάζοντες καὶ λέοντες τό »ἅγιος ἅγιος ἅγιος«, τρεῖς φωνὰς ἀποτελοῦντες, ἐν ἑνότητι δὲ λέοντες καὶ οὐ πολυωνύμως.
- 26.2.1
οὐ γὰρ λέγουσιν ἅγιος τέταρτον, ἱνα μὴ προσθῶσι ⟩ τῇ τῆς τριάδος ὀνομασίᾳ· οὐ λέγουσι δὶς τὸ ἅγιος, ἵνακ μὴ ἐλλιπὴς εἴη ἡ δόξα τῆς τελειότητος, ἀλλὰ τρίς, ἵνα πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν τῇ αὐτῇ τιμῇ ἁγιάσωσι.
← Previous · Next → — showing 101–200 of 895
First Thousand Years of Greek. CTS URN tlg2021.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.