Ancient Texts

← Library

Ancoratus

First Thousand Years of Greek · First Thousand Years of Greek · 895 sections

  1. pr_0.0.1

    Ὁ θεῖος οὗτος καὶ μέγας πατὴρ ἡμῶν Ἐπιφάνιος ἀπὸ Ἐλευθεροπόλεως μὲν ὡρμᾶτο τῆς ἐν Παλαιστίνῃ, ἔνθα καὶ πατὴρ γέγονε μοναστῶν· τὴν δ[ε πρώτην ἄσκησιν * εἰς Αἴγυπτον ἀναχωρήσας, καὶ διατελέσας * ἕως έπανόδου ἐν τῷ εἰκοστῷ ἔτει τῆς ἡλικίας αὐτοῦ εἰς τὴν Ἐλευθεροπολιτῶν περιοικίδα αὖθις ἐπανῆλθεν, οἱκοδομήσας ἐν αὐτῇ μοναστήριον. ἀγκυρωτὸς δὲ κέκληται ὁ λόγος λόγος ὅτι ἀγκύρας δίκην τὸν περὶ τῆς ζωῆς καὶ σωτηρίας ἐρευνῶντα νοῦν ἄγει, διὰ τὸ περισυλληπτικὸν τῆς ἐν αὐτῷ συντάξεως περὶ πολλῶν τῆς πίστεως μερῶν, φημὶ δὴ τοῦ περὶ τῆς πατρὸς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος ὁμοουσιότητος, τοῦ περὶ τελείας τῆς Χριστοῦ ἐνσάρκου παρουσίας, τοῦ περὶ ἀναστάσεως νεκρῶν καὶ ζωῆς αἰωνίου καὶ κρίσεως σαρκός τε καὶ ψυχῆς ἐπὶ τὸ αὐτὸ καὶ τοῦ κατὰ εἰδώλων τε καὶ αἱρέσεων ἐν μέρει καὶ Ἰουδαίων καὶ τῶν ἄλλων. περιέχει δὲ καὶ τῶν ὀγδοήκοντα αἱρέσεων τὰ ὀνόματα καὶ τῶν ἐν τῇ θείᾳ γραφῇ ἄλλων ζητημάτων τὴν σαφήνειαν. ἐγράφη δὲ τοῖς ἐν Σουέδροις τῆς Παμφυλίας, αἰτήσασι δι’ ἐπιστολῶν τῶν ἐν τούτῳ προτε- ταγμένων τῆς τοῦ λόγου πραγματείας. ἐΠράχθη δὲ ταῦτα ἐν ἔτει ἐνενηκοστῷ μὲν ἀπὸ Οὐαλεντινιανοῦ Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος δὲ δεκάτῳ, δεκάτῳ, δὲ ἕκτῳ.

  2. pr_1.arg.1

    Ἐπιστολὴ γραφεῖσα ἀπὸ Παμφυλίας ἐκ πόλεως Σουέσρων ὑπὸ τῶν περὶ Ταρσῖνον καὶ Ματίδιον καὶ ἄλλους πρεσβυτέρους πρὸς Ἐ[οφἀνιον ἐπίσκοπον Κύπρου πόλεως κωνσταντίας περὶ πί- στεως αἰτησάντων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ ἄλλων μερῶν τῆς αὐτῆς πίστεως.

  3. pr_1.0.1

    τῷ κυρίῳ θεοτιμήτῳ ἐπισκόκῳ Ἐπιφανῳ Ματίδιος καὶ Ταρσῖνος καὶ Νέων καὶ Νουμεριανός, πρεσβύτεροι τῆς ἐν Σουέδροις καθολικῆς ἐκκλησίαιν, ἐν κυρίῳ θεῶ χαίρειν.

  4. pr_1.1.1

    Ποικίλως ὁ ἐχθρὸς τῷν ἀνθρώπων διάβολος εἰωθε ταράτειν καὶ τὰ ἴδια ἐπισπείρειν σπέρματα κατὰ τῶν ἁπλουστέρων καὶ μηδέπω εἰς τὴν πίστιν τῆς ἁγίας τριάδος τελειωθέντων καὶ βεβαιωθέντων. ·ὁ μέντοι σωρεὸς θεμέλιος« κατὰ τὸ γεγραμμένον »ἕστηκεν ἔχων τὴν σφραγῖδα ταὐτην· ἔγνω γὰρ κύριος τοὺς ὄντα αὐτοῦ.«

  5. pr_1.2.1

    οἱ Τε πάντα εὐχερεῖς αἱρετικοὶ παρέντες τὴν κατὰ τοῦ Ἰησοῦ βλασφημίαν ἑτέρως εἰς τὸν θεὸν ἀσεβοῦσι, κατὰ τοῦ ἁγίου πνεύματος τὴν ἰδίαν »γλῶσσαν μεγαλύνοντες« καὶ »ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες«.

  6. pr_1.3.1

    ἀλλ’ ὅμως καίπερ μυρίων κινηθέντων αὐτοὶ χάριτι κυρίου εἰς τὴν ὑγιῆ ἑστήκαμεν πίστιν, ἐν μηδενὶ ὅλως παρακινηθέντες τῆς ὀρθῆς καὶ ὁγιοῦς διδασκαλίας. καὶ πολλοὶ τῶν δοκούντων ἀπατᾶσθαι ἐπανερρώσθησαν Χάριτι κυρίου, διὰ τε γραμμάτων τοῦ μνήμης ἀξίου καὶ μακαρίου ἐπισκόπου Ἀθανασίου καὶ τοῦ θεοσεβεστάτου συλλειτυουργοῦ σου Προκλιανοῦ.

  7. pr_1.4.1

    ἐπειδὴ Τε λείψανα τῆς κακῆς διδασκαλίας παρά τισιν ἔτι περιλείπεται καὶ χρὴ ταῦτα δι’ ὑμῶν τῶν ἐμπείρων γεωργῶν εἰς καλλιέλαιον ἐγκεντρισθῆναι ἢ τελεονκ ἐκκοπῆναι, τούτου χάριν γράφοντες τῇ θεοσεβείᾳ σου παρακαλοῦμεν καταξιῶσαι τὴν εὐλάβειάν σου γράμματα πρὸς τὴν ἡμετέραν ἐκκλησίαν διαχαράξαι καὶ διὰ πλατυτέρου διηγήματος τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ἐκθέσθαι, πρὸς τὸ δυνηθῆναι καὶ τοὺς ἁπλουστέρους καὶ ἔτι περὶ τὴν πίστιν ἐνδοιάζοντας βεβαιωθῆναι διὰ τῶν ἱερῶν σου γραμμάτων καὶ τὸν ἐχθρὸν τῆς ἐκκλησίας διάβολον διὰ τῶν ἀγίων προσευχῶν σου καταισχυνθῆναι. ἐρρῶσθαί σε πολλοῖς χρόνοις καὶ μεμνῆσθαι ἐν εὐχαῖς θεῷ εὐχόμεθα.

  8. pr_2.arg.1

    Ἐπιστολὴ γραφεῖσα παρὰ Παλλαδίου τῆς αὐτῆς πόλεως Σουέσρων πολιτευομένου καὶ ἀποσταλεῖσα πρὸς τὸν αὐτὸν Ἐπιφάνιον ἐπίσκοπον Καλλαντίας τῆς Κυπρίων νήσου, αἰτήσαντος καὶ αὐτοῦ περὶ τῶν αὐτῶν.

  9. pr_2.0.1

    τῷ δεσπότῃ μου τῆς ψυχῆς θεοτιμήτῳ ἐπισκόπῳ Ἐπιφανίῳ Παλλάδιος πολιτευόμενος ⟨ἐν⟨ Σουέδροις ἐν κυρίῳ θεῷ χαίρειν.

  10. pr_2.1.1

    Οἱ τὴν μεγάλην καὶ ευρύχωρον διαπλέοντες θάλασσαν, ἕως με) γαληνὸν πνεῦμα τὴν ναῦν εὐθύνῃ, μικρὰ τῶν παρακειμένων ταῖς ὄχθαις λιμνῶν φροντίζουσιν, οἰόμενοι ἀβοητὶ περαιῶσαι τὸ σκάφος·

  11. pr_2.2.1

    ἐπειδὰν δὲ ἐναντίον καὶ σφοδὸς ἐμπέσῃ πνεῦμα, τὰς τρικυμίας εἰς ὕψος ἐπαῖρον πάντοθεν καὶ περικλύζον τὴν ναῦν, τότε δὴ τὸν εὔδιον ἐπιποθοῦντες λιμένα καὶ πᾶμα τὴν ὑποκειμένην ἤπειρον περισκοποῦντες, μηδαμοῦ δὲ ἐνορμίσασθαι δυνηθέντες, λοιπὸν ἐπὶ τὴν πλησίον κειμένην ἄν οὕτω τὐχῃ νῆσον ἀπαίρουσι, , παντὶ τρόπῳ τὴν σωτηρίαν ἑαυτοῖς ποριζόμενοι· ταύτῇ τε πλησιάσαντας καὶ ὑπὸ τὴν σκέπην τῶν προβεβλημένων ὑιιπεισελθόντες ἀκρωτηρίων μόλις ποτὲ τῶν περιαντλούντων κακῶν ἀπαλλαγῆναι δεδύνηνται.

  12. pr_2.3.1

    καὶ ἡμεῖς αὐτοὶ τανῦν, ὦ δέσποτα, τὸν σωτήριον τοῦ θεοῦ λόγον κτηχούμενοι τοῦ τε κοσμικοῦ σάλου ἑαυτοὺς ἀπαλλάξαι σπουδάζοντες καὶ εἰς τὸν ἀσάλευτον τοῦ Χριστοῦ λιμένα τὸ σκάφος ἡμῶν εἰσελάσαι βουλόμενοι, ἐπειδὴ κενάς τινας καὶ ἀλόγους ὥς Τὲ μοι δοκεῖ περὶ τοῦ ἁγίου πόματος κινουμένας ζητήσεις παρὰ τινων ἔγνωμεν, φασκόντων μὴ δεῖν τοῦτο τῇ θεότητι καὶ τῇ κυριότητι συνδοξάζεσθαι, ἀλλ’ ἐν ὑπηρέτου καὶ ἀποστόλου τετάχθαι σχήματι καὶ ἔτι φαυλοτέρας καὶ ταπεινοτέρας τὰς περὶ αὐτοῦ δόξας διαλαμβανόντων,

  13. pr_2.4.1

    διὰ τοῦτο ὥσπερ ἐν ἀστάτῳ σάλῳ καὶ χαλεπῷ συσχεθέντες μηδένα ⟩ τῶν παρ’ ἡμῖν ἱκανὸν εὑρεῖν δυνηθέντες τὸν διαλύσοντα τὰ ζητούμενα καὶ τὴν ὑγιῆ πίστιν ἡμῖν ἐκθέσθαι δυνάμενον, ἐπὶ τὴν σὴν θεοσέβειαν ἀνενέγκαι τὸ πρᾶγμα | ἠπείχθη- μεν, τὴν φωνὴν ταύτην εἰκότως καὶ αὐτοὶ ἀφιέντες· »ἐπιστάτα, σῶσον «.

  14. pr_2.5.1

    δεόμεθα οὖν τῆς ἀνυποκρίτου σου καὶ ὀρθῆς πίστεως, ἥν προλαβοῦσα ἀγαθὴ φήμη καὶ μέρτυρες ἀξιόπιστοι μαρτυποῦσι καὶ ἀνακηρύττουσι· καταζίωσον, εἰς τοῦτο παρὰ τοῦ σωτῆρος τεταγμένος, ἀνεξικάκως τὴν παράκλησιν ἡμῶν δέξασθαι καὶ θελῆσαι ἱεροῖς συγγράμμασι διὰ πλατυτέρου καὶ σαφεστέρου διηγήματος τὴν τῆς ἁγίας τριάδος τριάδος ἐκθέσθαι πίστιν καὶ ταῦτα ἡμῖν ἀποστεῖλαι, πρὸς τὸ καὶ ἡμᾶς ἐν ταύτῃ βεβαιωθέντας τυχεῖν τῶν σπουδαζομένων καὶ τοὺς ἤδη ἐν αὐτῇ εὖ βεβηκότας ἀγαζλλιαθῆναι καὶ τοὺς σφαλλομένους εἰ δυνατὸν ἰαθῆναι καὶ »τὸν θεὸν ἐν πασι δοξασθῆναι«.

  15. pr_3.arg.1

    Ἐπιστολὴ γραφεῖσα εἰς Παμφυλίαν τοῖς περὶ τὸν πρεσβύτερον Ματίδιον καὶ Ταραντῖνον καὶ Νέωνα καὶ Νουμισιανὸν Σουέδρων καὶ Παλλάδιον πολιτευόμενον περὶ πίστεως πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ ἄλλων μερῶν τῆς πίστεως, ἀυαστάσεώς τε νεκρῶν φημι καὶ ἐνανθρωπήσεις Χριστοῦ, ἐν ἐνενηκοστῷ ἔττει Διοκλητιανοῦ ἐν μηνὶ Ἰουλίῳ, περὶ ὧν ἐν ταῖς ἑαυτῶν ἐπιστολαῖς ᾔτησαν, ὡς ἐν αὐταῖς ἐμφέρεται καὶ εἰσὶ προτεταγμένα.

  16. pr_3.0.1

    Τοῖς κυρίοις μου καὶ τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις, Ματιόίῳ καὶ Ταρσίνῳ καὶ ⟩ καὶ Νουμεριανῷ καὶ λοιποῖς πᾶσι τοῖς σὺν ὑμῖν καὶ τοῖς ποθεινοτάτοις τέκνοις ἡμῶν, Παλλαδίῳ καὶ Σευηριανῷ, τοῖς τὸν ἀγαθὸν ζῆλον ἐζηλωκόσι καὶ τὸν μακάριον καὶ περιπόθητον βίον ἑαυτοῖς ἑαυτοῖς ὀρθο- δόξου τε πίστεως καὶ τελείας συγκαταβάσεως τοῖς τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον πληροῦσι, τό »εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς‘ καὶ τό ἐπώλουν τὰ ὑπάρχοντα αὐτῶν καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων«, καὶ ὅσα εἰσὶ καίρια καὶ ἀμαχώτατα ἐν ἡμῖν προσπορίσασθαι ταῖς ἑαυτῶν ψυχαῖς προστιθεμέΙνοις, Ἐπιφάνιος ὁ ἐλάχιστος τῶν ἐπισκόπων καὶ οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἐν κυρίῳ θεῷ χαίρειν.

  17. 1.1.1

    Ἤδη μὲν μὲν μακαρίσαιμι ἂν ἑαυτόν, ποθεινότατοι, ὄντι γε μὴ ὄντες ἡμεῖς ἱκανοὶ πρὸς τὴν τῶν ἁγίων καὶ σπουδαίων καὶ ζῆλον θεοῦ ἀνειλημμένων ἐνάρετον πολιτείαν καταξιούμεθα ὑπὸ τῶν αὐ- τῶν ὑπονύττεσθαι ⟨εἰς τὸ⟨ τὸν νοῦν διεγείρειν τε καὶ παριστᾶν εἰς τὸ χρήσιμον.

  18. 1.2.1

    τὸ γὰρ ἐν ἡμῖν ἀεὶ ταπεινὸν φρόνημα ἡσυχῇ καρτερεῖν σπουδάζον καὶ μὴ περαιτέρω ἐπεκτείνεσθαι τῶν ἄγαν σκοπούντων ἐκεῖνο τὸ ταρὰ τῷ ἀποστόλῳ εἰρημένον »ἵνα μὴ ἐπεκτείνωμαι ὑπὲρ τὸ μέτρον τοῦ κανόνος οὗ δέδωκεν ἡμῖν ὁ θεὸς μέτρου«, ἀφικέσθαι πρὸς τοῦτο νῦν ἀναγκάζεται.

  19. 1.3.1

    ἐκ πανταχόθεν γὰρ αἱ ψῆφοι πρυτανεύσασαι ὡς εἰπεῖν τοῦ ἐν ὑμῖν θεόθεν ζήλου τῶν τε ἄλλων ὁμοδόξων, φημὶ δὴ τῶν τὴν ὀρθοδοξίαν ζηλούντων, ἐν οἷς καὶ Ὑπατίου τοῦ τέκνου ἡμῶν ἀπὸ τῆς Αἰγυπτίων χώρας πρός με διὰ τοῦτο αὐτὸ ἥκοντος, πᾶσαν μὲν ῥᾳθυμίαν πάντα δὲ ὄκνον παρεσκεύασαν ἀποθέσθαι μηκέτι τε στέγειν μήτε ἐν δευτέρῳ τίθεσθαι τὰ περὶ πίστεως γράφειν ὑμῖν , ἐπιζητούντων ὑμῶν καὶ τῶν ἡμετέρων ἀδελφῶν τὰ περὶ τῆς ἐν ἡμῖν σωτηρίας ἐκ τῆς θείας καὶ ἁγίας γραφῆς, τὸν στερεὸν θεμέλιον τῆς πίστεως περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῆς ἄλλης ἁπάσης ἐν Χριστῷ σωτηρίας, ἀναστάσεώς τε νεκρῶν λέγω καὶ ἐνσάρκου παρουσίας τοῦ μονογενοῦς, καὶ περὶ τῆς ἁγίας διαθήκης παλαιᾶς τε καὶ καινῆς καὶ τῶν ἄλλων ἁπαξαπλῶς συστάσεων τῆς τελείας σωτηρίας.

  20. 1.4.1

    ἐγὼ γοῦν λαβὼν τὴν τοιαύτην πρότασιν τῶν αἰτήσεων οὐκ ὀλίγων οὐσῶν παρὰ τῶν περὶ τὸν Κώνωπα Κώνωπα τὸν συμπρεσβύτερον καὶ τῶν αὐτῷ ἑπομένων, ἄλλων τε καὶ ὑμῶν τῆς τιμιότητος. τέκνα ποθεινότατα, οὐ μὴν ἀλλὰ καὶ τοῦ τένου ἡμῶν Ὑπατίου ἀπὸ τῆς Αἰγύπτου πρός με διὰ τοῦτο ἥκοντος, τὰς ὁμοφώνους ψήφους πολλὰς ὁρῶν ὁμοῦ, δηχθεὶς τὴν φρένα καὶ τὸν λογισμὸν ἐσκεψάμην καὶ ἔδοξέ μοι προὁρμῆσαι κατὰ κατὰ τὴν ὑμῶν διὰ γραμμάτων ἀξίωσιν ἀνενδοιάστως ⟨τε⟩, ὅτι οὐ μόνον ἑκὼν ἀλλὰ καὶ ἄκων διὰ τὴν ὑπερβολὴν ὑμῶν τε καὶ τῶν καθ’ ὑμᾶς αἐτήοεως, ἐπὶ τὸ γράφειν ταύτην μου τὴν ἐπιστολὴν ἐμὲ τὸν βραχὺν τῷ ὑμετέρῳ πόθῳ.

  21. 2.1.1

    2. Καὶ σφόδρα μὲν ἐκπέπληγμαι θαυμάσας τὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν οἰκονομίαν, ὃς εὐδόκησε τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀγαθότητος ἐν ἅπασι δοῦναι τὸ ἅγιον αὐτοῦ πνεῦμα τοῖς αὐτὸν έν ἀληθείᾳ ζητοῦσιν. οὐκ ἀθεεὶ γὰρ ⟨γενομένας⟩ τὰς ὑμῶν καὶ τῶν καθ’ ὑμᾶς τὰς διὰ τῶν γραμμάτων ἡγησάμην, ποθεινότατοι, ἀλλὰ τὴν κίνησιν ἐδοκίμασα ἐκ τῆς τοῦ θεοῦ χάριτος ἐν ὑμῖν ἀπάρξασαν.

  22. 2.2.1

    ἀπ’ ἀληθείας γὰρ οἱ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ὀρθοδόξως ἔχοντες καὶ τοῦ ἁγίου πνεύματος καὶ εἰδότες συνῳδά τε καὶ σύμφωνα λέγειν τῷ μακαριωτάτῳ Πέτρῳ τῷ ἀποστόλῳ ὅτι »σὺ εἶ ὀ Ζριστὸς ὁ υἱὸς τοῦ θεοῦ ζῶντος«, σαφῶς ὐπ’ αὐτοῦ τοῦ κυρίου μακαρισθήσονται, καθὼς καὶ ὁ ἅγιος ἐκεῖνος ἐμακαρίσθη ἀκούσας ⟨τό⟩ »μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ« τουτέστι υἱὲ Ἰωνᾶ· ὁ γὰρ πατὴρ αὐτοῦ Ἰωνᾶς ἐκαλεῖτο, τὸ δὲ βὰρ ἑρμηνεύεταί ἐκ τῆς Ἐβραϊκῆς διαλέκτου υἱός.

  23. 2.3.1

    αὕτη γὰρ ἦν ἡ ζωή, ἣν ἔγνωκεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τοῖς ἑαυτοῦ μαθηταις λέγων »ἵνα ἔχωσι τὴν ζωὴν ἐν ἑαυτοῖς «, αὕτη δὲ ἐ)στιν ἡ ζωὴ ἣν ἴφη· »ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν χριστόν«.

  24. 2.4.1

    ἐν τῷ οὖν εἰπεῖν »τὸν μόνον ἀληθινὸν θεόν« εἰς μοναρχίαν ἡμᾶς ἤγαγεν, ἕνα μηκέτι »ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ὠμεν δεδουλωμένοι«, ἕνα μὴ πολυθεί·α ἐν ἡμῖν ἔτι ᾐ καὶ ἐπὶ τὴν πορνείαν τοιαύτην διασκορπίζηται τὰ τῶν ἀνθρώπων νοήματα, ἀλλ’ ἐπὶ ἑνότητα τοῦ μόνου ἀληθινοῦ θεοῦ· »πρώτη γὰρ πορνεία ἐπίνοια εἰδώλων φησὶν ἡ γραφή.

  25. 2.5.1

    καί φησι »καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν." Ἰησοῦ Χριστὸν τίνα ἀλλ ἢ θεόν; εἰ δὲ θεὸν Χριστὸν Ἰησοῦν, ὡς λέγει περὶ αὐτοῦ ὁ Ἰωάννης ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«, εἷς θεὸς τοίνυν ὁ πατὴρ καὶ μόνος ἀληθινὸς θεὸς καὶ θεὸς ὁ μονογενής.

  26. 2.6.1

    οὐκ ἄρα ἀλλότριος θεοῦ καὶ τῆς μονάδος· ἀλλ’ ἐπειδὴ υἱὸς ἐκ πατρός, διὰ τοῦτο μόνος ἀληθινὸς θεός. καὶ οὐ κατὰ τοὺς ἐψευσμένους θεούς, οὓς ἐνόμισάν τινες τῶν Ἑλλήνων θεούς, οὐκ ὄντας θεούς, ἀλλὰ μόνος ἀληθινὸς θεός, ἐπειδὴ μόνος ἐκ μόνου ὁ μονογενὴς καὶ μόνον τὸ ἅηιον πνεῦμα. τριὰς γὰρ ἐν μονάδι καὶ εἷς θεὸς πατήρ, υἱὸς καὶ αγιον πνεῦμα.

  27. 3.1.1

    3. Πτύρει Κε ὁ λόγος τοὺς μὴ καταξιωθέντας πνεύματος ἁγίου. οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ«.

  28. 3.2.1

    τὸ μὲν γὰρ Ἰησοῦς ὄνομα καὶ Ἰουδαῖοι λέουσιν, ἀλλ’ οὐ κύριον ἡγοῦνται. καὶ Ἀρειανοὶ λέουσι τὸ ὄνομα καὶ θεὸν *, θετὸν δὲ λέγουσι καὶ οὐκ ἀληθινόν, ἐπειδὴ οὐ μετέσχον πνεύματος ἁγίου.

  29. 3.3.1

    ἐὰν γὰρ μή τις δέξηται πνεῦμα ἅγιον, οὐ λέγει τὸν Ἰησοῦν κύριον ὄντως καὶ θεὸν ὄντως καὶ υἱὸν θεοῦ ὄντως καὶ βασιλέα ὄντως αἰώνιον.

  30. 3.4.1

    μάθωσι γὰρ οἱ τὴν κακὴν ὑπόληψιν ἐσχηκότες ὅτι πάντα ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ οὐ περὶ περὶ ἑαυτοῦ μαρτυρεῖν.

  31. 3.5.1

    οὕτω γὰρ εἶπεν ἐν τῷ εὐαγγελίῳ »ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν· ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ‘.

  32. 3.6.1

    καὶ τίς ἐστιν ὁ ἄλλος ἀλλ’ ὁ φωνήσας ἐξ οὐρανοῦ οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησά «; ὁ δὲ αὐτὸς ὁ λέγων »ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν« πάλιν λέγει »κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι« καὶ πάλιν αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ ἃ δέδωκέ μοι ὁ πατήρ‘ καὶ πάλιν Μωυσῆς ἔγραφε περὶ ἐμοῦ« καί »μωυσῆς μαρτυρεῖ περὶ ἐμοῦ‘.

  33. 3.7.1

    τὸ πρῶτον μέν »ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν«, ἐπειδὴ πολλοὶ ἑαυτοὺς δοξάζουσιν καὶ μαρτυροῦσι περὶ ἑαυτῶν , ἴνα ἐκκόψῃ τῶν καυχωμένων τὴν καύχησιν καὶ τῶν ἑαυτοὺς συνιστώντων.

  34. 3.8.1

    ἐπὰν δὲ εἴπῃ »κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι«, δείκνυσιν ὅτι οὐχ ἀνθρώπου αὐτοῦ ἠ μαρτυρία, ἀλλὰ θεός έστιν ἀληθεύων ⟨ἐν⟩ τῇ αὐτοῦ ἀληθινὸς τοίνυν θεὸς ὁ πατήρ, ἀληθινὸς θεὸς ὁ υἱός, ἀληθινὸν τὸ πνεῦμα τὸ ἅγιον, »πνεῦμα θεοῦ« ὂν καὶ πνεῦμα ἀληθείας«, τριὰς ἐν ἐνὶ ὀνόματι ἀριθμουμένη.

  35. 3.9.1

    περὶ γὰρ τοῦ πατρὸς αὐτὸς ὁ υἱὸς λέγει »ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν«, ἀξιόπιστος δὲ μάρτυς ⟨περὶ τοῦ υἱοῦ⟩ ὁ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀναπεσὼν μονογενῆ αὐτὸν φάσκων. οὐ προσέθετο δὲ τῷ μονογενεῖ θεῷ τὸ θεὸς ἀληθινός, ἀλλὰ περὶ πατρὸς γέγραπται, ⟨ὄτι⟩ ἀληθινὸς θεός, περὶ υἱοῦ δέ,. μονογενὴς θεός. τὸ δὲ ⟨ἀνά⟩παλιν περὶ πατρός, ὅτι »φῶς ὁ περὶ δὲ υἱοῦ, ὅτι »ἦν τὸ φῶς τὸ ἀληθινόν«.

  36. 4.1.1

    4. Καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν. ἔστι μὲν γὰρ ὁ πατὴρ φῶς, καὶ οὐ πρόσκειται τῷ περὶ πατρὸς φῶς ἀληθινόν· ἐπὶ δὲ τῷ περὶ υἱοῦ εἶπε φῶς ἀληθινὸν καὶ οὐδεὶς τολμᾷ ἄλλως λέγειν.

  37. 4.2.1

    τίς γὰρ μεμηνὼς ἢ μᾶλλον φρενοβλάβειαν ἑαυτῷ συνάγων τολμήσει βλασφημίας ὑπόνοιαν ἑαυτῷ κτήσασθαι, μὴ εὑρὼν ἐπὶ τῷ ῥητῶ προσκείμενον τὸ ἀληθινὸν καὶ εἰπών περὶ τοῦ πατρὸς ὅτι οὐκ ἔστιν φῶς ἀληθινόν;

  38. 4.3.1

    εἰ γὰρ ὁ ἐξ αὐτοῦ γεγεννημένος γνήσιος υἱὸς φῶς ἐστιν ἀληθινόν, ὁ τοῦ υἱοῦ γεννήτωρ ἀναμφιβόλως φῶς ἐστιν ἀληθινόν, αὐτὸς ὁ] γεννήσας αὐτὸν ἀνάρχως καὶ ἀχρόνως φῶς ἀληθινόν.

  39. 4.4.1

    καὶ ὥσπερ οὐ τολμητέον ἐπὶ τῷ πατρὶ λέγειν ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καίτοι γε μὴ προσκειμένου τοῦ ἀληθινόν, ἀλλ’ ἀφ’ ἑαυτῶν διὰ τὸ εὐσεβῶς νοεῖν οἴδαμεν, κἄν τε μὴ ᾖ γεγραμμένον, ὅτι ἔστι φῶς ἀληθινόν, καὶ οὐκ ἀμφιβάλλομεν, ἵνα μὴ ἀπολώμεθα, οὕτω καὶ ἐπὶ τοῦ υἱοῦ γέγραπται ὅτι θεὸς ὁ υἱός καὶ κἂν οὐ πρόσκειται τὸ θεὸς ἀληθινός, μανίαν ἑαυτοῖς ἐπισωρεύομεν, εἰ τολμή- σομεν βλασφημῆσαι καὶ μὴ εἰπεῖν τὸν υἱὸν θεὸν ἀληθινὸν κἄν τε μὴ ᾐ ἡ λέξις προσκειμένη.

  40. 4.5.1

    ἀρκεῖ γὰρ ἐπὶ τῷ ἐνὶ τὸν πάντα σύνδεσμον τῆς τριάδος φέρειν καὶ ἀπὸ τοῦ πατρὸς νοεῖν τὸν υἱὸν θεὸν ἀληθινὸν καὶ τὸ πνεῦμα ἀληθινόν, ἀντιπαρακειμένων τοῖς ἑκατέροις ὀνόμασι τῶν ἰσορρόπων τῆς ἀληθείας, τῷ μὲν πατρὶ τὸ θεὸς ἀληθινός, τῷ δὲ υἱῷ τὸ θεός,

  41. 4.6.1

    ἀνάπαλιν δὲ τῷ υἱῷ τὸ φῶς τὸ ἀληθινόν, τῷ δὲ πατρὶ τὸ φῶς, ἵνα τὰς δύο δόξας τὰς περὶ θεότητος συζεύξαντες περὶ πατρὸς μὲν ⟨τὸ⟩ θεὸς ἀληθινός, περὶ δὲ υἱοῦ φῶς ἀληθινὸν καὶ περὶ πατρὸς τὸ φῶς καὶ περὶ υἱοῦ τὸ θεός, ἀπὸ τοῦ φῶς καὶ θεὸς τὴν μίαν θεότητα καὶ ἀπὸ τοῦ θεὸς ἀληθινὸς καὶ φῶς ἀληθινὸν τὴν μίαν ἑνότητα τῆς δυνάμεως ὁμολογήσωμεν.

  42. 5.1.1

    5. Ὡσαύτως καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος ἐὰν »ἐὰν ἐγὼ ἐκεῖνος ἔρχεται« φησί τὸ πνεῦμα τῆς ἀληθείας« καὶ ἔτι περὶ ἑαυτοῦ »ἐγώ εἰμι ἡ ἀλήθεια«· καὶ περὶ πατρός τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἔν ὑμῖν« καὶ περὶ τοῦ πνεύματος τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν‘.

  43. 5.2.1

    τὸ δὲ πνεῦμα ἀρρήτως συμπράττον τῷ υἱῷ ἐκβάλλει αὐτὸν εἰς τὴν ἔρημον« »πειρασθῆναι ὑπὸ τοῦ διαβόλου« καὶ αὐτὸς ὁ κύριος πνεῦμα κυρίου, οὑ εἵνεκεν ἔχρισέ με«,

  44. 5.3.1

    τὸ δὲ πνεῦμα τὸ ἄγιον ἐν προφήταις λαλοῦν »τάδε λέγει κύριος παντοκράτωρ« ⟨καί⟩ »ὁ λαλῶν ἐν τοῖς προφήταις κύριος‘, »ὁ στερεῶν καὶ κτίζων πνεῦμα«, βροντὴν μὲν τὴν ἐνηχουμένην ἀνθρώποις, κτίζων δὲ πνεῦμα εἰς ἐνέργειαν ὑετῶν ἀποστελλομένων ἀπὸ τοῦ θεοῦ τῇ τῇ.

  45. 5.4.1

    καὶ περὶ μὲν κτισμάτων οὕτω φησί »στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα«. ταῦτα γὰρ κτιστὰ ὑπάρχει· »ἀπαγγέλλων δὲ τὸν Χριστὸν αὐτοῦ τοῖς ἀνθρώποις« οὐκέτι κτίζων οὐκέτι στερεῶν, ἀλλ’ »ἀπαγγέλλων αὐτὸν τοῖς ἀνθρώποις«,

  46. 5.5.1

    τὸν ἀληθῶς γεννηθέντα ἐξ ληθοῦς, τὸν ἄκτιστον, τὸν ἄτρεπτον, τὸν ἀναλλοίωτον, τὸν ἀεὶ ὄντα ἐκ τοῦ ἀεὶ ὄντος, τὸν διὰ ⟨Μωυσέως καὶ⟩ ἀεὶ ὄντα· »ὁ ὤν, γάρ φησιν, ἀπέσταλκέ με« φησὶν ὁ Μωυσῆς καὶ ὀ Ιωάννης »ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«·

  47. 5.6.1

    ὢν ἐστὶν ὀ πατήρ, ὢν ἐστὶν ὁ υἱός, ὁ »ὢν πρὸς τὸν ὄντα «, ἐξ αὐτοῦ γεννηθείς, οὐ συναλοιφὴ ὢν τῷ πατρί, οὐκ ἀρξάμενος τοῦ εἶναι, ἀεὶ δὲ υἱὸς γνήσιος ⟨ὢν⟩ σὺν πατρί, ἀεὶ πατὴρ γεννήσας τὸν υἱόν.

  48. 5.7.1

    οὐκ ἠν γάρ ποτε καιρὸς ὅτε ὁ πατὴρ οὐκ ἠν πατήρ, οὐκ ἠν ποτὲ καιρὸς ὅτε [ὁ] υἱὸς οὐχ ὑπῆρχε πατρὶ τῷ μόνῳ. εἰ γὰρ ἠν ὅτε οὐκ ἠν πατήρ, ἄρα καὶ αὐτὸς ἦν υἱὸς ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα τοῦ μονογενοῦς.

  49. 5.8.1

    καὶ δοκοῦντες εἰς τὸν πατέρα εὐσεβεῖν τελείως ἀσεβοῦσιν. ἐν θεῶ γὰρ οὐ χρόνος οὐ καιρὸς οὐ στιγμὴ χρόνου οὐκ ἄτομον ὥρας οὐ ῥιπὴ ὀφθαλμοῦ οὐ διανοίας μετέωρον ἐνδέχεται, ἀλλ’ ὅσον δἂν ἀναβῇ

  50. 5.9.1

    σου ἡ διάνοια υἱὸν κατα- λαμβάνειν καὶ πιστεύειν, νοεῖ ἅμα καὶ πατέρα. τὸ γὰρ ὄνομα * ἐστὶ σημαντικόν. γὰρ υἱὸν καλέσῃς, υἱὸν λέγων νοεῖς πατέρα· ἀπὸ γὰρ υἱοῦ πατὴρ πατὴρ νοεῖται, καὶ ὅταν καλέσῃς πατέρα, σημαίνεις υἱόν· πατὴρ γὰρ πάντως υἱοῦ καλεῖταί.

  51. 6.1.1

    6. Πότε οὐν δύνασαι τολμᾶν καὶ λέγειν ὅτι οὐκ ἠν πατὴρ ὁ πατήρ, ἴνα καὶ υἱὸν τολμήσῃς εἰπεῖν μὴ εἶναι ⟨υἱόν⟩ εἰ δὲ οὐ ἀξίαν προσθεῖναι πατρί τὸ γὰρ θεῖον ἐν ταὐτότητι ὑπάρχει καὶ οὐκ ἐπιδέεται προσθήκης, οὐ δόξης οὐ προκοπῆς) , μάθε μὴ βλασφημεῖν«, ὠ ὁ πολεμῶν τὴν πίστιν, μᾶλλον δὲ σεαυτὸν ἀπὸ πίστεως διώκων, ἀλλ’ ἀεὶ πίστευε πατέρα ἀίδιον ἀληθῶς γεννήσαντα υἱόν,

  52. 6.2.1

    τὸν ἀεὶ ὄντως ὄντα πρὸς τὸν ὄντως ὄντα πατέρα.

  53. 6.3.1

    ἀλλὰ γεγεννημένον· υἱὸς γὰρ ἀεὶ ⟨συνὼν⟩ οὐ συναλοιφή ἐστιν τῷ πατρί, οὐ συνάδελφος, υἱὸς γνήσιος ἐκ πατρὸς γεγεννημένος, φυσικὸς υἱός, οὐ θετός, υἱὸς ὁμοούσιος τῷ πατρί, οὐ συνούσας, ἀλλ’ ὁμοούσιος, τουτέστιν οὐκ ἔξωθεν τοῦ πατρὸς γεννηθείς, ὥς τινες εἰρωνείᾳ φέρονται, θέσει θέλοντες εἶναιλλλ τὸν υἱὸν καὶ οὐκ ἀληθείᾳ.

  54. 6.4.1

    σύνδεσμος δέ τῆς πίστεως ὁμοούσιον λέγειν. ἐὰν γὰρ εἴπῃς τὸ ὁμοούσιον, ἔλυσας Σαβελλίου τὴν δύναμιν· ὅπου γὰρ ὁμοούσιον, μιᾶς ὑποστάσεώς ἐστι δηλωτικόν·

  55. 6.5.1

    ἀλλὰ καὶ ἐνυπόστατον σημαίνει τὸν πατέρα καὶ ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ πνεῦμα τὸ ἅγιον.

  56. 6.6.1

    ὅταν δέ τις ὁμοούσιον λέγῃ, οὐκ ἀλλότριον τῆς αὐτῆς θεότητος σημαίνει. ἀλλὰ θεὸν ἐκ θεοῦ τὸν υἱὸν καὶ θεὸν τὸ ἅγιον πνεῦμα, τῆς θεότητος, θεότητος, οὐ τρεῖς θεούς.

  57. 6.7.1

    οὐδὲ γὰρ ἐὰν εἴπωμεν τὸν υἱὸν καὶ τὸν πατέρα θεόν, δύο θεοὺς λέγομεν· εἷς γάρ ἐστιν ἡμῶν ὁ θεός, ὥς φησιν ὁ μακάριος Μωυσῆς κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν‘.

  58. 6.8.1

    οὐ θεοὺς λέγομεν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν , θεὸν τὸ ἅγοιν πνεῦμα * καὶ οὐ θεούς· οὐδὲ γὰρ πολυθεΐα ἐν θεῷ. διὰ δὲ τῶν τριῶν ὀνομάτων ἡ μία θεότης πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ⟨σημαίνεται⟩.

  59. 6.9.1

    καὶ οὐ δύο υἱοί· μονογενὴς γὰρ εἰς ὁ υἱός, τὸ δὲ ἅγιον πνεῦμα πνεῦμα αἅγον, πνεῦμα θεοῦ, ἀεὶ ὂν σὺν πατρὶ καὶ υἱῷ, οὐκ ἀλλότριον θεοῦ, ἀπὸ δὲ θεοῦ ὄν, ἀπὸ πατρὸς ἐκπορευόμενον‘ καὶ τοῦ υἱοῦ λαμβά- νον‘.

  60. 6.10.1

    ἀλλ’ ὁ μὲν υἱὸς μονογενὴς ἀκατάληπτος καὶ τὸ πνεῦμα ἀκατάληπτόν ἐκ θεοῦ δέ, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ. οὐδὲ συναλοιφή ἐστι πατρὸς καὶ υἱοῦ, ἀλλὰ τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας· οὐχ ἑτέρα οὐσία παρὰ τὴν θεότητα οὐδὲ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν, ἀλλ’ ἡ αὐτὴ θεότης καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ υἱὸς καὶ τὸ ἅγιον πνευμα.

  61. 7.1.1

    7. Καὶ τὸ μὲν πνεῦμα ἅγιον πνεῦμα, ὁ δὲ υἱὸς υἱός, τὸ δὲ πνεῦμα παρὰ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, »ἐρευνῶν τὰ βάθη τοῦ θεοῦ«, ἀναγγέλλον τὰ τοῦ υἱοῦ ἐν κόσμῳ, ἁγιάζον ἁγίους διὰ τῆς τριάδος, τρίτον τῇ ὀνομασίαι ἐπειδὴ ἡ τριάς ἐστιν ⟨ὁ⟩ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· »ἀπελθόντες« γάρ φησι »βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος‘), ἐπισφραγὶς τῆς χάριτος, σύνδεσμος τῆς τριάδος, οὐκ ἀλλότριον τοῦ ἀριθμοῦ, οὐ διεστὼς τῆς ὀνομασίας, οὐ ξένον τῆς δωρεᾶς, ἀλλ’ εἷς θεὸς μία πίστις εἷς κύριος ἓν χάρισμα μία ἐκκλησία ἓν βάπτισμα.

  62. 7.2.1

    ἀεὶ γὰρ ἡ τριὰς τριὰς καὶ οὐδέποτε προσθήκην λαμβάνει, οὕτως ἀριθμουμένη· πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα.

  63. 7.3.1

    οὐ συναλοιφὴ ἡ τριάς, οὐ διεστώς τι ἐν αὑτῇ τῆς ἰδίας αὐτῆς μονάδος, ἐν ὑποστάσει δὲ τελειότητος τἐλειος ὁ πατήρ. τέλειος ὁ υἱός, τέλειον τὸ πνεῦμα τὸ ἅγιον· πατὴρ καὶ υἱὸς ⟨καὶ⟩ ἅγιον πνεῦμα.

  64. 7.4.1

    τὸ δὲ ἀνάπαλιν πνεῦμα χαρίσμασιν ἐνταττόμενον· »διαιρέσεις γὰρ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν,ό δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργηημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός. ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι«.

  65. 7.5.1

    μὴ ἐκπέσωμεν τοῦ προκειμένου, μὴ ἀποστῶμεν τῆς ἀληθείας. ἡμεῖς οὐ συνηγοροῦμεν ὑπὲρ θεοῦ, ἀλλ’ εὐσεβῶς νοοῦμεν, ἵνα μὴ ἀπολώμεθα, καὶ φθεγγόμεθα οὐχ ὡς καταλαμβάνοντες· ὡς ἄνθρωποι γὰρ φθεγγόμεθα ἅ κατειλήφαμεν.

  66. 7.6.1

    ἡ γὰρ εἰς θεὸν τιμὴ ἄπειρος καὶ μυριονταπλασίως παρὰ τὸν ἡμέτερον νοῦν δεδίασται ⟨ἡ τριὰς⟩ καὶ μηδὲν προσλαμβάνουσα δόξης μήτε ἀφαιρουμένη ἰδιότητος.

  67. 7.7.1

    οὐδὲν γὰρ ἐν τριάδι κτιστὸν ἢ ἐπιrένητον, ἀλλ’ ὁ μὲν πατὴρ τὸν υἱὸν γεννᾷ. οὐκ ἠν δὲ ποτὲ χρόνος ὅτε οὐχ ἠν ὁ υἱός. οὐδὲ γὰρ ὁ πατὴρ ἐν χρόνῳ τινὶ πατὴρ οὐκ ἐκαλεῖτο, ἀλλὰ ἦν ἀεὶ πατὴρ καὶ ἦν ἀεὶ υἱός, οὐ συνάδελφος, ἀλλὰ υἱὸς γεννηθεὶς ἀνεκδιηγήτως καὶ ὀνομαζόμενος ἀκαταλήπτως, σὺν πατρὶ δὲ ὢν ἀεὶ καὶ μηδέποτε διαλείπων τοῦ εἶναι.

  68. 7.8.1

    πατὴρ οὐν ἀγέννητος καὶ ἄκτιστος καὶ ἀκατάληπτος, υἱὸς γεννητός, ἀλλὰ καὶ ἄκτιστος καὶ ἀκατάληπτος· πνεῦμα ἅγιον ἀεί, οὐ γεννητόν, οὐ κτιστόν, οὐ συνάδελφον οὐ πατράδελφον, οὐ προπάτορον οὐκ ἔκγονον, ἀλλ’ ἐκ τῆς αὐτῆς οὐσίας πατρὸς καὶ υἱοῦ πνεῦμα ἄλγιον. πνεῦμα γὰρ ὁ θεός‘.

  69. 8.1.1

    8. Ἕκαστον δὲ τῶν ὀνομάτων μονώνυχον, μὴ ἔχον δευτέρωσιν. καὶ γὰρ ὁ πατὴρ πατὴρ καὶ οὐκ ἔχει ἀντιπαράθετον, οὐδὲ ἑτέρω πατρὶ συνζευγνύμενος, ἵνα μὴ δύο θεοί.

  70. 8.2.1

    καὶ ⟨ὁ⟩ υἱὸς μονογενής, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, οὐ πατρὸς ἔχων ὄνομα οὐδὲ ἀλλότριος παΙτρός, ἀλλ’ υἱὸς πατρὸς ὑπάρχων· μονογενὴς δέ, ἴνα μονώνυχος ᾖ ὁ υἱός, καὶ θεὸς ἐκ θεοῦ , ἵνα εἷς θεὸς πατὴρ καὶ υἱὸς καλῆται. καὶ τὸ πνεῦμα τὸ ἅγιον μονογενές, οὐχ

  71. 8.3.1

    υἱοῦ ἔχον ὄνομα, οὐ πατρὸς τὴν ὀνομασίαν, ἀλλὰ πνεῦμα ἅγιον οὕτω καλούμενον, οὐκ ἀλλότριον πατρός.

  72. 8.4.1

    αὐτὸς γὰρ ὁ μονογενὴς λέγει »τὸ πνεῦμα τοῦ πατρός‘ καὶ »τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον«, καὶ »ἐκ τοῦ ἐμοῦ λήψεταἱ, ἵνα μὴ ἀλλότριον νομισθείη πατρὸς μηδὲ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, πνεῦμα θεῖον , »τὸ πνεῦμα τῆς ἀληθείας‘ «, τὸ πνεῦμα τοῦ θεοῦ, τὸ πνεῦμα τὸ παράκλητον, μονωνύμως καλούμενον, μὴ ἔχον ἀντιπαράθεσιν , μὴ ἐξισούμενον ἑτέρω τινὶ πνεύματι, μὴ καλούμενον ὀνόματι υἱοῦ ἢ ὀνομαζόμενον ὀνομασίᾳ πατρός, ἴνα μὴ τὰ μονώνυμα ὀνόματα ὁμώνυμα ὑπάρχῃ·

  73. 8.5.1

    πλὴν ὅτι τὸ θεὸς ἀλλ’] ἐν πατρί, τὸ θεὸς ἐν υἱῷ, τὸ θεὸς] ἐν ἁγίῳ πνεύματι τὸ θεοῦ καὶ θεός.

  74. 8.6.1

    πνεῦμα γὰρ θεοῦ καὶ πνεῦμα τοῦ πατρὸς καὶ πνεῦμα υἱοῦ, οὐ κατά τινα σύνθεσιν, καθάπερ ἐν ἡμῖν ψυχὴ καὶ σῶμα, ἀλλ’ ἐν μέσῳ πατρὸς καὶ υἱοῦ, ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, τρίτον τῇ ὀνομασίᾳ.

  75. 8.7.1

    »ἀπελθόντες« γάρ φησι »βαπτίσατε εἰς τὸ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος«. εἰ δὲ βαπτίζει ὁ πατὴρ εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν, καὶ βαπτίςει Χριστὸς εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν, τίς τολμήσει καταπολεμῆσαι τὴν ἑαυτοῦ ψυχήν, τὸ πνεῦμα ἀλλότριον τῆς θεότητος λέγων;

  76. 8.8.1

    εἰ γὰρ ⟨σφραγίζομεν⟩ εἰς ὄνομα πατρὸς καὶ εἰς ὄνομα υἱοῦ καὶ εἰς ἁγίου ἁγίου πνεύματος, μία σφραγὶς τῆς τριάδος· μία ἄρα δύναμις τῆς θεότητος ἐν τριάδι. εἰ δὲ τὸ ἓν ἔστι θεός, τὰ δὲ ἄλλα κτιστὰ καὶ οὐ θεός, τίνι λόγω συνδέδεται τὰ δύο εἰς τὸ ἓν τῇ σφραγῖδι τῆς τελειότητος; ἄρα γοῦν εἰς βασιλικὸν ὄνομα ἐσφραγίσθημεν ίσθημεν τὸ ἓν τὸ τοῦ πατρός, καὶ τὰ ἄλλα οὐ βασιλικά, * ἀλλ’ ἔτι στοιχείοις καὶ κτίσμασι δεδουλώμεθα , καὶ οὐκ ἠδύνατο μόνον τὸ ὄνομα τοῦ πατρὸς σῲζειν, ἀλλὰ προσελάβετο ἑαυτῷ κτίσας ἄλλα δύο στοιχεῖα κατὰ τὴν τῶν βλασφημούντων ὑπόνοιαν, ἴνα προσλάβῃ ἡ αὐτοῦ θεότης καὶ ἄλλας δυνάμεις καὶ δυνηθῇ σῶσαι τὸν παρ’ αὐτοῦ σφραγζόμενον καὶ λύτρωσιν δι’ ἀφέσεως ἁμαρτημάτων λάβῃ ὁ παραὐτοῦ κτισθεὶς ἄνθρωπος.

  77. 9.1.1

    9. Μευ τῆς τοιαύτης ληρῳδίας, ὠ τῆς τοιαύτης βλασφημίας. πόθεν ὑπεισῆλθε τὸν βίον ἄλλη χάλιν καινὴ ἀπιστία, μᾶλλον δὲ εἴποιμι κακοπιστία; χείρων γὰρ ἡ κακοσιτία τῆς ἀπιστίας. ἡ μὲν γὰρ ἀπιστία πίστιν λαμβάνουσα διορθωθήσεται, ἡ δὲ κακοπιστία ἀκατόρθωτος, δυσχερῶς σῳζομένη, εἰ μή τι ἄν ἄρα τὸ χρῖσμα ἄνωθεν ἐπιφοιτήσῃ.

  78. 9.2.1

    φρσὶν οὖν ὁ μακάριος Πέτρος τοῖς περὶ Ἀνανίαν τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τῷ πνεύματι τῷ ἁγίῳ;« καί φησιν οὐχ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ«.

  79. 9.3.1

    ἄρα θεὸς ἐκ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα, ᾧ ἐψεύσαντο οἱ ἀπὸ τοῦ τιμήματος νοσφισάμενοι· ὡς καὶ ὁ Παῦλος συνᾲδει τῷ λόγῳ τούτῳ λέγων ὑμεῖς δὲ ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν‘. ἄρα οὖν θεὸς τὸ πνεῦμα, ὡς προεῖπον.

  80. 9.4.1

    διὸ ναὸς θεοῦ κληθήσονται καὶ οἱ ἅγιοι ἄνθρωποι, ⟨οἱ⟩ κατοικήσαντες ἐν ἑαυτοῖς τὸ ἅγιον τοῦ θεοῦ καθὼς μαρτυρεῖ ὁ κορυφαιότατος τῶν ἀποστόλων, ὁ καταξιωθεὶς μακαρισθῆναι ὑπὸ κυρίου, ὅτι ὁ πατὴρ αὐτῷ ἀπεκάλυψε.

  81. 9.5.1

    τοίνυν ὁ πατὴρ ἀποκαλύπτει τὸν υἱόν τὸν ἀληθινὸν αὐτῷ καὶ μακαρίζεται, καὶ ὁ αὐτὸς πάλιν ἀποκαλύπτει τὸ ἅγιον αὐτοῦ πνεῦμα.

  82. 9.6.1

    ἔδει * τὸν πρῶτον τῶν ἀποστόλων, τὴν πέτραν τὴν στερεάν, »ἐφ’ ἣν ἡ ἐκκλησία τοῦ Μ’ ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς‘· πύλαι δὲ Ἅιδου αἱ αἱρέσεις καὶ οἱ αἱρεσιάρχαι. κατὰ πάντα γὰρ τρόπον ἐν αὐτῷ ἐστερεώθη ἡ πίστις, ἐν τῷ λαβόντι τὴν κλεῖν τῶν οὐρανῶνλ, ἐν τῷ λύοντι ἐπὶ τῆς γῆς καὶ δέοντι ἐν τῷ οὐρανῷ.

  83. 9.8.1

    ἐν τούτῳ γάρ ἐστι πάντα τὰ ζητούμενα λεπτολογήματα τῆς πίστεως εὑρισκόμενα.

  84. 9.9.1

    οὗτός ἐστιν ὁ τρίτον ἀρνησάμενος καὶ τρίτον ἀναθεματίσας πρὶν ἢ τὸν ἀλέκτορα φωνῆσαι· τὴν ὑπερβολὴν γὰρ τῆς αὐτοῦ πρὸς τὸν ὡαυτοῦ δεσπότην ἀγαπήσεως σημαίνων διϊσχυριζόμενος ἔλεγεν »εἰ καὶ πάντες ἀρνήσονταί σε, ἐγὼ οὐκ ἀρνήσομαι«, ὅσον τὸ ἐπ’ λέγω⟨ν⟩ · οὑτός ἐστιν ὁ κλαύσας ἐπὶ τῇ φωνῇ

  85. 9.10.1

    τοῦ ἀλεκτρυόνος, ἵνα ἀληθῶς ὁμολογήσῃ τὴν τοῦ υἱοῦ τοῦ θεοῦ σύλληψιν οὐ δοκήσει οὖσαν, ἀλλ’ ἀληθινήν, ἵνα εἴπῃ αὐτὸν ἀληθινὸν ἄνθρωπον ἐν τῷ κλαίειν ἐπὶ τῇ αὐτοῦ συλλήψει παραδοθέντος ὑπὸ τῶν Φαρισαίων οὗτος ⟨ὀ⟩ ἀπαλθὼν εἰς τὴν Γαλατίαν ἁλιεύειν,

  86. 9.11.1

    ὁ συγκοινωνὸς τοῦ ἐπὶ τοῦ στήθους ἀνακλιθέντος ὁ μὲν γὰρ παρὰ τοῦ υἱοῦ μανθάνων καὶ ἀπὸ τοῦ υἱοῦ λαμβάνων τῆς γνώσεως τὴν δύναμιν ἀπεκάλυπτεν, ὁ δὲ παρὰ τοῦ πατρὸς ὠφελεῖτο,

  87. 9.12.1

    τὴν ἀσφάλειαν τῆς πίστεως θεμελιῶν), ὃς ἐν τῇ νηΐ ἐπὶ τῆς Τιβε3ριάδος ⟨λίμνης⟩ πάλιν μετὰ τὸ κληθῆναι ἡλίευεν ὁ δὲ μαθητής, ὃν ἠγάπα ὁ Ἰησοῦς *) ἐπὶ τῷ ῥήματι, ὃ εἶπεν ὁ σωτήρ »παιδία, μή τι προσφάγιον ἔχετε;« καί φησι) »βάλετε εἰς τὰ δεξιὰ τοῦ πλοίου καὶ εὑρήσετε«, ἐπὶ δὲ τῷ γενομένῳ ῥήματι ἐκπλαγέντι τῷ Πέτρῳ φησὶν ὁ Ἰωάννης. ὃν ἠγάπα ὁ Ἰησοῦς, »ὁ κύριός ἐστιν«, ἄνθρωπος μὲν κατὰ σάρκα, ἀπὸ Μαρίας γεννηθεὶς ἐν ἀληθείᾳ οὐ μὴν δοκήσει, θεὸς δὲ ⟨κατὰ⟩

  88. 9.13.1

    ὤν, ἀπὸ τῶν ἐπουρανίων ἐκ πατρὸς ἐλθών· ⟨οὐτος⟩ ὁ ἀκούων παρὰ τοῦ αὐτοῦ »Πέτρε, ποίμαινε τὰ ἀρνία μου«, ὁ πεπιστευμένος τὴν ποίμνην, ὁ καλῶς ὁδηγῶν ἐν τῇ δυνάμει τοῦ ἰδίου δεσπότου ὁ ὁμολογῶν περὶ σαρκός, ὁ ἀληθινῶς τὰ πατρὸς ἀπαγγέλλων περὶ υἱοῦ, ὁ τὸ πνεῦμα σημαίνων καὶ τὴν αὐτοῦ ἀξίαν ἐν θεότητι, ὁ δεξιὰν διαδοὺς τῷ Παύλῳ καὶ Βαρνάβᾳ κοινωνίας σὺν ἸαιΙκώβῳ καὶ Ἰωάννῃ, Ἵνα »διὰ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα«.

  89. 10.1.1

    10. Οὐδὲν γὰρ ἄνευ τῶν δύο καὶ τριῶν μαρτυριῶν δύναται εἶναι. εἰς αὐτὰ⟨ς⟩ γὰρ ἐβεβαιοῦτο δι’ αἰνίγματος ⟨καὶ ἡ πίστις⟩ νόμῳ, μόνον πατέρα ἐπιγνόντων, εἰ μή τι λάβωσι δύναμιν υἱοῦ καὶ διὰ τῶν μαρτυριῶν πατρὸς καὶ υἱοῦ ἐνδυναμωθῶσι διά τε τῆς τρίτης μαρτυρίας λάβωσι πνεῦμα ἅγιον καὶ πληρωθῶσι,

  90. 10.2.1

    φανερῶς τῶν φωνῶν τῶν Χερουβὶμ καὶ Σεραφὶμ κραζουσῶν τὸ] τρίτον τὸ »ἅγιος ἅγιος ἅγοις«.

  91. 10.3.1

    οὐ γὰρ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τελεῖται οὐδὲ τέταρτον ἐπιφωνοῦσι τὰ αὐτὰ ἅγια καὶ ἀνόρατα πνευματικὰ ςῷα οὐδὲ. τετάρτην φωνὴν ἀποδίδωσι τὰ αὐτὰ οὐδὲ μίαν μόνην, ἀλλὰ τρεῖς φωνὰς ἑνικάς τὸ ἅγιος ἅγιος ἅγιος·

  92. 10.4.1

    καὶ οὐ λέγουσιν ἅγιοι ἅγιοι. μὴ μὴ τὸ ἑνικὸν πολυώνυμον ἀποφήνωσι Με τῶν τριῶν τὸν ἀριθμὸν ἀποκορύφωσιν, ἀλλὰ τρὶς μὲν διδόασι τὴν ἁγιαστείαν, μονοειδῶς δὲ καὶ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἴνα μὴ πολυθεΐαν ὀνομασωσιν.

  93. 10.5.1

    εἷς γὰρ ἐστι θεός, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι. καὶ διὰ τοῦτο »ἅγιος ἐν ἁγίοις ἀναπαὐμενος«. πατὴρ ἀληθινὸς ἐνυπόστατος καὶ υἱὸς ἀληθινὸς ἐνυπόστατος καὶ πνεῦμα ἅγιον ἀληθινὸν ἐνυπόστατον, τρία ὄντα μία θεότης μία οὐσία μία δοξολογία εἷς θεός.

  94. 10.6.1

    ὠνόμασας υἱόν, συμπεριείληφας τῇ διανοίαι τὴν τριάδα· ἔσχες πνεῦμα ἄλγιον, κατηξίωσαι τῆς δυνάμεως τῆς πατρῴας καὶ τοῦ υἱοῦ τοῦ θεοῦ· ἐδόξασας τὸν πατέρα, ἐσήμανας τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα.

  95. 10.7.1

    ἀλλὰ μὴ κατὰ συναλοιφήν· ἔστι γὰρ ὁ πατὴρ πατήρ, ἔστιν ὁ υἱὸς υἱός, ἔστι τὸ ἅγιον πνεῦμα ἅγιον πνεῦμα. ἀλλ’ οὐκ ἠλλοτριωμένη ἡ τριὰς τῆς ἑνότητος καὶ τῆς ταυτότητος· τιμᾶται δὲ ὁ πατὴρ καθὸ πατήρ ἐστι, τιμᾶται ὁ υἱὸς καθὸ υἱός ἐστι, τιμᾶται τὸ πνεῦμα τὸ ἄλγιον καθὸ πνεῦμα ἀληθὲς καὶ πνεῦμα θεοῦ. οὕτω Ιλἐγει ὁ μονογενής ὁ τιμῶν τὸν πατέρα τιμᾷ τὸν υἱόν«· ἐν τῷ γὰρ λέγειν τὸν πατέρα υἱὸν σημαίνεις καὶ υἱὸν τιμᾷς. καί »"ο τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα«· ἐν τῷ γὰρ ὀνομάζειν σε τὸν υἱὸν τιμᾷς τὸν πατέρα, οὐκ ἐλάττονα τὸν Χριστὸν φάσκων τοῦ πατρός.

  96. 11.1.1

    11. Εἰ γὰρ ἐν ἡμῖν τοῖς ἀνθρώποις ἄπεστι τὸ τοιοῦτον φρόνημα καὶ οὐχ ἥσσονας τοὺς υἱοὺς βουλόμεθα οὐδὲ ἐλαττουμένους παρὰ τὴν τῶν πατέρων τιμήν ἡ γὰρ εἰς τοὺς υἱοὺς ἀτιμία εἰς τοὺς πατέρας ἀναλογεῖται), πόσῳ μᾶλλον ὁ θεὸς καὶ πατὴρ οὐκ ἂν βουληθείη ἐλαττωθῆναι τὸν αὐτοῦ υἱόν;

  97. 11.2.1

    ὁ τοίνυν τὸν ἀληθῶς ὄντα τοῦ πατρὸς υἱὸν ἀποδέοντα τῆς τοῦ πατρὸς δόξης ὑπολαμβάνων μᾶλλον ἀτιμάςει τὸν ⟩, ἀντὶ τιμῆς *, ἀγνοίᾳ φερόμενος.

  98. 11.3.1

    ὡς οὖν ⟨ὁ υἱὸς⟩ ἀποκαλύπτει τὸν πατέρα φάσκων »οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ‘, οὕτως τολμῶ λέγειν, οὐδὲ τὸ πνεῦμά τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ ὁ υἱός, παρ’ οὗ ἐκπορεύεται καὶ παρ’ οὑ λαμβάνει.

  99. 11.4.1

    πῶς δὲ ἀλλότριον θεοῦ τὸ πνεῦμα λεγειν τολμῶσιν οἱ μανίᾳ μᾶλλον κατεχόμενοι καὶ οὐκ ἀληθείᾳ οἳ οὐ μανθάνουσι τὴν ἀληθινὴν φωνὴν τοῦ ἀξιοπίστου καὶ ἁγίου Παύλου τοῦ ἀποστόλου, ᾡ δεξιὰν ἔδωκεν ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος ὁ κατηξιωμένος ἔχειν τὴν κλεῖν τῆς βασιλείας, τοῦ ἀκούσαντος ἀπ’ οὐρανῶν »Σαοὺλ Σαούλ, τί με διώκεις,

  100. 11.5.1

    τοῦ κατηξιωμένου ἀκοῦσαι »ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι«, τοῦ λέγοντος »οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ«, ἀπὸ τοῦ παραδείγματος τὰ ἄνω βουλομένου φράζειν, ἵνα μὴ τὸ τοῦ ἀνθρώπου παράδειγμα εἰς τὸν θεὸν ἀπεικάσῃ, ἀλλὰ τῷ παραδείγματι μέρος τῶν ἄνω ἀποκαλύψῃ;

Next → — showing 1100 of 895

First Thousand Years of Greek. CTS URN tlg2021.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.