Ancient Texts

← Library

Ancoratus

First Thousand Years of Greek · First Thousand Years of Greek · 895 sections

  1. 26.3.1

    καὶ οὐ λέγουσιν ἅγιος καὶ ἡμιάγιος, ἀλλ ἴσως λέγουσι τὸ ἅγιος, μιᾷ φωνῇ καὶ ἐνὶ λόγῳ καὶ μιᾷ τελειότητι τριὰδα δοξάζοντες ὁμοῦ ἐν ἑνότητι καὶ ἐνότητα ἐν τριάδι.

  2. 26.4.1

    ταύτην γὰρ τὴν γνῶσιν ἦλθεν ὁ μονογενὴς ⟨υἱὸς⟩ τοῦ θεοῦ ἡμᾶς ταύτην τὴν σύνεσιν ἡμῖν ἐκήρυξε τὸ ἄγιον πνεῦμα, ταύτην τὴν τελειότητα ἀπεκάλυψεν ἡμῖν ὁ ποτήρ· ἐν ἀληθείᾳ ταύτην τὴν ζωὴν ἐχαρίσατο ἡμῖν σαρκωθεὶς ὁ Λὀγος, ταύτην τὴν οἰκοδομὴν ᾠκοδόμησεν ἡμῖν τὸ ἅγιον πνεῦμα.

  3. 26.5.1

    »εἴ τις γὰρ ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην‘ καὶ τὰ ⟩. οὐ γὰρ ἔστιν ἄλλος θεμέλιος· »θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ἰησοῦς Χριστός‘, ὁ υἱὸς τοῦ θεοῦ, »οὗ ἐσμεν οἰκοδομή, καὶ οὗ ἔσμεν γεώργιον«, »οἰκοδομηθντες ἐπὶ τὸν θεμέλιον προφητῶν τε καὶ ἀποστόλων‘, τοῦ εἰδέναι τὴν ἡμῶν οἰκοδομὴν στερεὰν οὐσαν ἐν ἀληθείᾳ καὶ τὸν ἡμῶν θεμέλιον ἀεὶ ὄντα καὶ μὴ ἀρξάμενον τοῦ εἶναι.

  4. 26.6.1

    ἀλλ’ »οὐκ ἐν πᾶσιν ἡ γνῶσις‘ κατὰ τὸν ἀποστολικὸν λόγον, άλλ’ ἐν τοῖς καταξιωθεῖσι πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας εἰδέναι μυστήρια.

  5. 26.7.1

    αὐτὸς γὰρ ὁ ἀποκαλύψας ἑαυτὸν καὶ τὸν ἑαυτοῦ πατέρα καὶ τὸ ἅγιον πνεῦμα ἐπιμεμφόμενός τινας τῶν ἐν ἀγνωσίᾳ ἔλεγέν οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν αὐτῶν« καὶ πάλιν ἀλλαχόθι »ὁ ἔχων ὠτα ἀκούειν ἀκουέτω« καὶ πάλιν »εἰ ᾔδεις τίς ἐστιν ὁ ζητῶν παρὰ σοῦ πιεῖν, σὺ ἂν ᾔτησας‘ τῇ Σαμαρείτιδι ἔλεγε, καὶ πάλιν »πὐκ οἴδατε οἵου πνεύματός ἐστε«.

  6. 26.8.1

    ἄρα οὖν ἡ γνῶσις οὐκ ἐν πᾶσι«· »χαρίσματα γὰρ ἔχει ἐ̔καστος ἐκ θεοῦ διάφορα( καί φησιν ὁ ἅγιος λόγος »ᾧ δίδοται περισσότερον, περισσότερον ἀπαιτήσουσιν αὐτόν«, ὡς τινῶν μὲν λαμβανόντων βραχύ, τινῶν δὲ οὐδ’ ὅλως, ἄλλων δὲ περισσοτέρως εἰληφότων.

  7. 27.1.1

    27. Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει ἐξ αὐτῶν τῶν ἐν ταῖς θείαις γραφαῖς εἰρημένων ἔστιν εὑρεῖν. τῆς γὰρ θείας γραφῆς πνευμα- τικῶς ⟨δια⟩λεγομένης τὰ πλεῖστα, μάλιστα περὶ τῆς ἡμετέρας ζωῆς, γνώσεως δὲ φημι τοῦ κυρίου, ὅσα γὰρ] ἐστὶ βαθύτερα καὶ περισ- σοτέρως τὴν ἡμετέραν ψυχὴν ἀπασφαλιζόμενα ῥήματα, ταῦτα εἰς πρόσκομμα τοῖς τὴν γνῶσιν θεοῦ μὴ κατειληφόσι συμβέβηκεν ,

  8. 27.2.1

    ὥς φησιν Ὠσηὲ ὁ προφήτης »τἰς συνετὸς καὶ συνήσει ταῦτα « καί »ᾧ λόγος γνώσεως κυρίου δίδοται, καὶ γνώσεται αὐτά. ὅτι εὐθεῖα αἱ ὁδοὶ κυρίου, ἀσεβεῖς δὲ προσκόψουσιν ἐν αὐταῖς.«.

  9. 27.3.1

    εὐθεῖαι μὲν γάρ εἰσιν, ἀλλ’ οἱ ἀσεβεῖς προσκόπτουσι ⟨ἐν⟩ ταῖς ὁδοῖς κυρίου, τούτων οὑσῶν ἀνθρώποις προσκόμματος. οἱ γοῦν προσκόπτοντες τῷ λίθῳ τοῦ προσκόμματος ἀδιαφόρως προσκόπτουσι· »προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος καὶ ἐσκανδαλίσθησαν.

  10. 27.4.1

    εὐθὺς μὲν γὰρ οἱ Ἰουδαῖοι ὁρῶντες τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἐν σαρκὶ ἐληλυ- θότα θεοσημείας ἐργαζομενον καὶ μὴ κατηξιωμένοι τῆς γνώσεως τῆς ἐπουρανίου ἔλεγον »τίς ἐστιν ὁ ἄνθρωπος οὑτος. ὃς λαλεῖ βαλσφημίας;« καὶ ἄλλοτε »εἰ ἠν ὁ ἄνθρωπος οὗτος ἐκ θεοῦ, οὐκ ἂν ἔλυε τὸ σάββατον‘. ἄρα οὐν τὴν θεότητα ἠγνόουν, ἄνθρωπον δὲ ψιλὸν μόνον αὐτὸν ἐνόμιζον.

  11. 27.5.1

    οἱ δὲ καὶ θεὸν αὐτὸν ἐγνωκότες, ἀγνοήσαντες σαντες ⟨δὲ⟩ τὴν τελείαν αὐτοῦ δόξαν, ἀκούσαντες τὰ ἐν βάθει περὶ αὐτοῦ εἰρημένα ῥήματα καὶ κατὰ τὴν εἰς ἡμῶν πραγματευθεῖσαν σωτηρίαν ⟨σαρκὸς⟩ οἰκονομίαν, σφαλλόμενοι εἰς τὴν αὐτοῦ θεότητα ἔσφαλλε γὰρ αὐτοὺς ἡ διάνοια.

  12. 27.6.1

    ὡς γὰρ οἱ Ἰουδαῖοι ἐσφάλησαν ἀκονήσαντες, οὕτω καὶ αὐτοὶ ἀκούοντες ἐφάλλοντο. ἐκεῖνοι γὰρ ἑώρων τὰ ἐν προφήταις προειρημένα, εἰς δὲ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν πληρωθέντα ἀγνοοῦντες ἐταράχθησαν.

  13. 27.7.1

    καὶ οὗτοι πáλιν διὰ τὴν αὐτοῦ οἰκονομίαν τὰ προειρημένα ἀκούοντες, φιλῶς δὲ αὐτὰ νοοῦντες ταράσσονται καὶ προβάλλονται εἰς τὴν ἑαυτῶν καταστροφὴν τὰ εἰς τὴν ἡμῶν οἰκοδομὴν ⟨εἰρημένα⟩ καὶ φασίν· εἶπεν »ἐγὼ ἀπέρχομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν καὶ πατέρα μου καὶ ὑμῶν«· ὑμῶν‘· ὁρᾷς ὅτι καὶ αὐτὸς ἴν ἐστι τῶν κτισμάτων, βλασφημοῦντες τολμῶσι λέγειν.

  14. 28.1.1

    28. Βλέπεις τοίνυν ὅτι σφάλλει αὐτοὺς ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία. ἀναλάβωσι γὰρ ἐξ ὑπαρχῆς καὶ ἐρωτήσωσι χρόνους ἢ καιρούς· αἱ γὰρ διέξοδοι αὐτοῦ‘ φησίν »ἀφ’ ἡμερῶν αἰῶνος«. ἴδωμεν τοίνυν τὰ πρὸ τούτων. φησὶν ὁ πατήρ »ποιήσωμεν ἄνθρωπον κατ εἰκόνα ἡμετέραν καὶ καθ’ ὀμοίωσιν«, καὶ οὐκ εἶπε, ποιήσω ἄνθρωπον κατ’ εἰκόνα ἐμήν.

  15. 28.2.1

    ἐλέγχθητι ὁ ἔχων πεπωρωμένην τὴν καρδίαν κατὰ τὸ γεγραμμένον »ἀλλ’ ἐπωρώθη ἡ λαρδία αὐτῶν‘ καὶ μάθε τὸν υἱὸν ὄντα ἀεὶ πρὸς τὸν πατέρα· τὸ τὰρ djielv ποιήσωμεν οὐχ ἑνός ἐστι σημαντικόν, ἀλλὰ πατρὸς λέγοντος πρὸς τὸν υἱόν.

  16. 28.3.1

    ἐλέγχθητι καὶ ὁ λέγων τὸν υἱὸν ἀνόμοιον τῷ πατρί· ἐν τῷ τὰρ εἰπεῖν αὐτὸν κατ' εἰκόνα ἡμετέραν οὐ διέκρινεν ὁμοίωσιν υἱοῦ ἀπὸ πατρὸς οὐδὲ διεῖλέ τι τῆς ταυτότητος τοῦ πατρὸς πρὸς τὸν υἱόν. οὐ γὰρ εἶπε κατ' εἰκόνα ἐμὴν ἢ κατ' εἰκόνα σήν, άλλὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος πνεύματος μίαν οὐσίαν ἐδήλωσε καὶ θεότητα. φησὶ γάρ »κατ' εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘ , ὡς εἶναι μὲν μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὴν θεότητα, ἄνθρωπον δὲ γεγονέναι κατ' εἰκόνα τῆς μιᾶς θεότητος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.

  17. 28.4.1

    ἐλέγχθητι καὶ σύ, Ἄρειε, καὶ ἄκουε τὸν πατέρα λέγοντα τῷ υἱῷ ποιήσωμεν‘ συνδημιουργὸν καλοῦντα τὸν υἱόν. πολλάκις γὰρ ἀκήκοά τινας λέγοντας, ὅτι ὁ υἱὸς ἐποίησεν οὐδέν, ἀλλὰ »δι' αὐτοῦ ἐγένετο« τὰ γενόμενα. εἰ δι' αὐτοῦ δὲ γέγονε, καὶ αὐτὸς ἐποίησεν, ὡς σαφῶς ἀποδέδεικται.

  18. 28.5.1

    ὁ γὰρ ἀρχιτέχνης Λόγος πάντων ἐστὶ ποιητὴς καὶ δι' αὐτοῦ πατὴρ ἐργάζεται. ἀκουέτωσαν γὰρ αὐτοῦ σαφῶς λέγοντος »ὁ πατήρ μου ἐργάζεται ἕως ἄρτι, κἀγὼ ἐργάζομαι«· καὶ ⟩ ὡδε τὸν πατέρα ἑαυτοῦ συνδημιουργὸν καλεῖ ἐν τῷ λέγειν τοῦτο.

  19. 28.6.1

    ἀλλὰ πάλιν μή σε ἀπατάτω ἡ διάνοια καὶ προσέλθῃς τῷ υἱῷ ὡς δούλῳ καὶ μὴ ὡς ἀληθινῷ δεσπότῃ. εἰ γὰρ δοῦλος ἦν καὶ οὐκ ἀληθινὸς δεσπόντης, πῶς μορφὴν δούλου ἀνέλαβεν ἐλθὼν ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων: πῶς δὲ ἐκένου ἑαυτόν, εἰ μὴ εἶχε τὸ τέλειον; ὡς θεῷ οὐν τελείῳ πρόσελθε τῷ υἱῶ καὶ ⟨ὡς⟩ υἱῷ ὄντι παρὰ πατρός.

  20. 29.1.1

    29. Καὶ μὴ διὰ κακόνοιαν εἴπῆς· ἀλλὰ ὁ πατὴρ εἶπε τῷ υἱῷ ποιήσωμεν‘, ὸ δὲ υἱὸς οὐκ εἶπε τῷ πατρί »ποιήσωμεν« καὶ ὸ υἱὸς οὐ λέγει ὅτι ἐγὼ ἐργάζομαι καὶ ὁ πατήρ μου ἐργάζεται, ἀλλὰ τὸν πατέρα τάττει πρῶτον λέγοντα καὶ ἐργαζόμενον.

  21. 29.2.1

    τοῦτο γὰρ ἠλιθίως λέγεις καὶ πολλὰς ἀρχὰς θέλεις νοεῖν τὸ θεῖον. μία δέ έστιν ἀρχὴ καὶ ἡ αὐτὴ μία θεότης, οὐδαμοῦ δὲ ἐνταῦθα ὁ υἱὸς λέγει »θεός μου«. οὐκ ἀρνούμενος δὲ τοῦ υἱοῦ τὴν πρὸς τὸν πατέρα τιμὴν λέγω, ἀλλὰ πῶςἴχει ἡ τῆς θεότητος ἀκολουθία.

  22. 29.3.1

    καὶ πάλιν »ἤκουσεν Αδάμ« φησί » τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλιινόν«· καὶ οὐδαμοῦ φησιν ὁ υἱὸς θεόν μου καὶ θεὸν ὑμῶν , ἀλλὰ θεὸν αὐτοτελῆ ἐνταῦθα λέγει.

  23. 29.4.1

    καὶ πάλιν καὶ ἐλάλησεν ὁ θεὸς τῷ Νῶε« καὶ οὐδαμοῦ ἐμφέρεται ἡ τοιαύτη λέξις.

  24. 29.5.1

    »καὶ ὤφθη« «φησίν ὁ θεὸς τῷ Ἀβραάμ, καθερομένου αὐτοῦ πρὸς τῇ δρυΐ τῇ Μαμβρή· καὶ ἰδοὺ τρεῖς ἄνρες, καὶ ἔδραμεν εἰς συνάντησιν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν· εἰ εὗρον χάριν ἐνώπιόν σου«, ἴνα τὸν ἕνα δείξῃ θεόν, τοὺς δὲ συνεπομένους αὐτῷ ἄλλοθς δύο ἀγγέλους αὐτοῦ.

  25. 29.6.1

    περὶ γὰρ τούτου καί ⟨φησιν⟩ »ἀνένη ὁ θεὸς ἀπὸ Ἀβραάμ«· αὐτὸς δὲ ὁ πρὸς αὐτὸν λέγει μὴ κρύψω τι ἀπὸ τοῦ παιδός μου Ἀβραάμ; κραυγή« φησί »Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με« καὶ τὰ ἑξῆς· καὶ οὐδαμοῦ ἐμφέρεται ἐν τοῖς χρόνοις τούτοις τὸ θεός μου καὶ θεὸς ὑμῶν.

  26. 29.7.1

    »καὶ εἰσῆλθον οἱ δύο ἄνδρες εἰς Σόδομα«, ὡς τοῦ ἀναβεβηκότος ὑπεράνω τοῦ Ἀβραὰμ ἀπολειφθέντος ἀπὸ τῶν δύο τῶν εἰσελθόντων εἰς Σόδομα ἐπὶ τῇ καταστροφῇ. περὶ δὲ τοῦ ἀναβεβηκότος φησὶν ἡ γραφή καὶ ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμρρα παρὰ κυρίου πῦρ καὶ θεῖον«· καὶ οὐκ ἠν τῆς λέξεως χρεία τοῦ εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν.

  27. 29.8.1

    καὶ Μωυσῆς φησιν ἐν τῇ ᾠδῇ καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ«. ἐὰν δὲ εἴπῃ »ἄγγελοι θυεοῦ« καὶ πῦρ παρὰ κυρίου« καὶ μὴ εἴπῃ ἄγγελοι μόνον, ἵνα δείξῃ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἓν βασίλειον, τῶν ἀγγέλων μὴ μεριζομένων εἰς ἀρχάς, ἀλλὰ θεοῦ ὄντων, προσκυνούντων δὲ τῷ υἱῷ καὶ θεῷ· ἀγγελος γὰρ ἀγγέλῳ οὐ ποσκυνεῖ. καὶ οὐδαμοῦ ἐνταῦθα τὸ θεός μου καὶ θεὸς ὑμῶν.

  28. 30.1.1

    30. Δαυὶδ δέ φησιν »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, δάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«. κύριος, φησί, τῷ κυρίω μου· ἡ γὰρ οἰκονομία τῆς σαρκὸς οὔπω ἠν, ἡς χάριν χρεία ἦν εἰπεῖν αὐτὸν θεόν μου καὶ θεὸν ὑμῶν.

  29. 30.2.1

    »ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν ἑρμηνευόμενον μεθ' ἡμῶν ὁ θεός‘· καὶ οὔπω ⟨χρεία⟩ ἠν εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν.

  30. 30.3.1

    καί »σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, οὐκ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται εἰς ἄρχοντα έν τῷ Ἰσραὴλ καὶ αἱ αὐτοῦ αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰώνων«, καὶ κατὰ ἄλλα ἀντίγραφα καὶ σὺ Βηθλεὲμ οὐχὶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰουδα· ἐκ σοῦ γὰρ ἐξεεύσεται ἡγούμενος καὶ ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ«. καὶ ὁρᾷς ὅτι οὐδέπω χρεία ἠν εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν.

  31. 30.4.1

    ὅτε δὲ ἡ προφητεία ἐπληροῦτο Ἰερεμίου καὶ Ἠσαΐου ὡσαύτως, τὸ ἐκ παρθένου γεννηθῆναι τὸν Λόγον καὶ σάρκα σχεῖν , καθάπερ Ἰερεμίας φησί »καὶ ἀνθρωπός ἐστι. καὶ τίς γνώσεται ἀυτόν;«, τότε μετασχὼν τῆς σαρκὸς καὶ εἰς ἑαυτὸν χωρὶς σπέρματος ἀνδρὸς ἀπὸ τῆς θεοτόκου Μαρίας ἀναπλάσας τὴν αὐτὴν ἁγίαν σάρκα κατὰ τὸ εἰρημένον »γενόμενος ἐκ γυναικός«) καὶ μετασχὼν τοῦ ἡμετέρου διὰ τὸ ἡμέτερον φησὶ θεόν μου«·

  32. 30.5.1

    διὰ δὲ τὸ ἀίδιον αὐτοῦ τῆς γηνσιότητος κατὰ φύσιν λέγει πατέρα μου« καὶ διὰ τὴν αὐτοῦ πρὸς τοὺς αὐτοῦ μαθητὰς χάριν »πατέρα ὑμῶν«, διὰ δὲ τὸ κατὰ φύσιν αὐτῶν τῶν μαθητῶν πρὸς τὴν αὐτοῦ θεότητα καὶ τοῦ ἀιδίου αὐτοῦ πατρός θεὸν ὑμῶν«.

  33. 30.6.1

    θεὸς γὰρ τῶν μαθητῶν, πατὴρ δὲ τοῦ κυρίου κατὰ φύσιν, τῶν δὲ μαθητῶν πατὴρ κατὰ χάριν· θεὸς δὲ τοῦ υἱοῦ ἐστιν ὁ πατὴρ διὰ τὴν σάρκα, πατὴρ δὲ διὰ τὸ ἀίδιον καὶ ἀκατάληπτον τῆς αὐτοῦ γεννήσεως καὶ γνησιότητος, ὅτι ἐν ἀληθείᾳ ἐστὶν αὐτοῦ πατήρ, γεννήσας αὐτὸν ἀχρόνως καὶ ἀνάρχως κατὰ τὴν θεότητα.

  34. 30.7.1

    θεὸν δὲ ἐδέησεν εἰπεῖν αὐτοῦ δι' ἣν δι’ ἡμᾶς ἐποίησεν οἰκονομίαν, ὢν ἀεὶ πρὸς τῷ πατρί, γεννηθεὶς ἀνάρχως Λόγος, ἐν σαρκὶ δὲ ἀπὸ Μαρίας ἐπ' ἐσχάτου τῶν ἡμερῶν γεννηθεὶς κατὰ σάρκα, ἐκ Μαρίας δὲ τῆς αὐτῆς ἁγίας παρθένου διὰ πνεύματος ἀγίου.

  35. 31.1.1

    31. Νοείτωσαν τοίνυν τὰ βαθέα τῆς τοῦ θεοῦ πραγματείας καὶ μὴ τὴν χάριν εἰς ἀχαριστίαν τρέψωσιν, ἀδοξίαν λογιζόμενοι εἰς τὴν ἄφραστον καὶ ἀκατάληπτον τοῦ θεοῦ φύσιν τὴν εἰς ἡμᾶς σωτηρίαν.

  36. 31.2.1

    ἀλλά, φασί, περὶ τοῦ θεοῦ γέγραπται »οὐ πεινάσει οὐδὲ διψήσει οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ«, περὶ δὲ τοῦ υἱοῦ, ὅτι ἐπείνασεν ἐν τῇ ἐρήμῳ κατὰ τὸν πειρασμόν. καὶ φησιν ὁ θεὸς ἡμῶν οὐ κοπιάσει«, ὁ δὲ κύριος Ἰησοῦς ἐκοπίασεν ἐν τῇ ὁδοιπορίᾳ· καί οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ«, ὕπνωσε δέ, φησίν, ὁ κύριος ἐν τῇ

  37. 31.3.1

    νηΐ ὠ μάταιαι ὑπόνοιαι τῶν τὰ τοιαῦτα λογιζομένων. οὐ μόνον γὰρ τὰ ἡμῶν βάρη ἀνεδέξατο ὑπὲρ ἡμῶν ἐλθὼν ὁ ἅγιος Λόγος, ἀλλὰ καὶ ὑπὸ ἁφὴν ἐγένετο καὶ σάρκα ἔλαβε καὶ ἄνθρωπος εὑρέθη ὑπὸ τῶν γραμματέων συνελήξθη καὶ * ⟩ »τὸν νῶτον εἰς μάστι8γας ἔδωκα, καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων‘.

  38. 31.4.1

    ἀλλὰ καὶ »ἔκλαυσε«, ⟨ὡς⟩ κεῖται ἐν τῷ κατὰ Λουκᾶν εὐγγελίῶ ἐν τοῖς ἀδιορθώτοις ἀντιγράφοις, — καὶ κέχρηται τῇ μαρτυρίᾳ ὁ ἅγιος Εἰρηναῖος ἐν τῷ κατὰ αἱρέσεων πρὸς τοὺς δοκήσει τὸν Χριστὸν πεφηνέναι λέγοντας, ὀρθόδοξοι δὲ ἀφείλαντο τὸ ῥητόν, φοβηθέντες καὶ μὴ νοήσαντες αὐτοῦ τὸ τέλος καὶ τὸ ἰσχυρότατον —

  39. 31.5.1

    καὶ »γενόμενος ἐν ἀγωνίᾳ ἵδρωσε, καὶ ἐγενετο ὁ ἱδρὼς αὐτοῦ ὡς θρόμβοι αἵματος, καὶ ὤφθη ἄΠελος ἐνισχύων αὐτόν«.

  40. 31.6.1

    οὐ μόηον δὲ τοῦτο, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἐρωτᾶ »ποῦ τεθείκατε τὸν Λάζαρον:« καὶ περὶ τῆς αἱμορροούσης τίς μου ἥψατο;« καὶ περὶ τῶν ζητούντων αὐτόν τίνα ζητεῖτε;‘, ἀλλὰ καὶ τοὺς μαθητὰς ὡς ἄνθρωπος ἐρωτᾷ τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;‘, ἀλλὰ καί πόσους ἄρτους ἔχετε μεθ' ἑαυτῶν;«

  41. 31.7.1

    ἔλεγε, καὶ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκάθισε παρὰ τὸ φρέαρ ἐν τῇ Σαμαρείᾳ, ἀλλὰ καί τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι« καί »προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ ὁ Ἰησοῦς«, ἀλλὰ καί πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας«,

  42. 31.8.1

    ὁ σοφία ὢν καἲ »διδάσκων ἀνθρώπους γνῶσιν καὶ φυτεύσας τὸ οὖς τῷ ἀνθρώπῳ‘ καὶ ἐναρθρώσας λαλιὰν τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ ποιήσας γλῶσσαν τρανὴν μογγιλάλων«. τὰ τοιαῦτα πάντα ὑπέμεινεν ὑπὲρ ἡμῶν, ἵνα τὴν πᾶσαν ἀκολουθίαν τῆς δι' ἡμᾶς οἰκονομηθείσης ἐνανθρωπήσεως φυλάξας μὴ ἀφανίσῃ τὸν χαρακτῆρα τῆς ἀληθείας.

  43. 32.1.1

    32. Ἀλλ' ἵνα μὴ τὰς Μυρίας, ἂς παρηγάγομεν ὡς ἀπὸ προσώπου τῶν δι' ἐναντίας πρὸς τὴν ἀλήθειαν ἀντιλεγομένας ἐκ θείων γραφῶν συνάξαντες, κακῶς δὲ ὑπ' αὐτῶν νοουμένας, οὕτως ἐάσωμεν ἀνερμηνεύτους, ἑάστης λέξω τὴν θεωρίαν τῆς ἐν αὐτῇ δυνάμεως, δι' ἣν αἰτίαν ὡς ἀνθρωποπαθῶς εἴρηται·

  44. 32.2.1

    καὶ αὖθις πάλιν ἐροῦμεν, πολλὰ ⟨ἥδη⟩ εἰς τὸ θεός μου καὶ θεὸς ὑμῶν εἰρηκότες, ὡς ἔχει † τὸν νοῦν ἔχοντι γνῶναι ἀπ' αὐτῆς τῆς ἀκολουθέας ἐυλόγως εἰρῆσθαι.

  45. 32.3.1

    »ἄνθρωπος γάρ ἐστι, καὶ τίς γνώσεται αὐτόν;‘ ἐν ταὐτῷ τὰ δύο ὑποφαίνει τὸ θεῖον γράμμα, ὁρατόν τε καὶ ἀόρατον, διὰ μὲν τὸ ὁρατὸν εὐλόπγως τὸ θεός μου εἰρῆσθαι, διὰ δὲ τὸ ἀόρατον ⟨τὸ⟩ μου λελέχθαι, μὴ ἀντιλεγομένης οὐθ' ὁποτέρας ποιήσεως τῷ λόγῳ.

  46. 32.4.1

    πῶς γάρ, εἰ ἦν ἄνθρωπος, οὐκ ἐγινώσκετο; εἰ δὲ οὐκ ἦν ἄνθρωπος, πῶς ἄνθρωπος ἐλέγετο;

  47. 32.5.1

    πάντως γὰρ πᾶς τις ὁ ἐξ ἀνθρώπων γενόμενος ὑπὸ ὑπὸ ἀνθρώπων ἀπὸ τῆς γεννησάσης ἀπὸ τῶν συγγενῶν ἀπὸ τῶν οἰκείων ἀπὸ τῶν γειτόνων ἀπὸ τῶν συσκήνων ἢ συμπολιτῶν.

  48. 32.6.1

    καὶ ἀδύνατον τοῦτο πληροῦσθαι εἰς ἄνθρωπον ψιλόν· πληροῦται δὲ ἐν τῷ θεῷ Λόγῳ καὶ υἱῷ θεοῦ. ἐν τῷ εἰπεῖν »ἄνθρωπός ἐστιν‘, ⟩ ἐν ἀληθείᾳ ⟨καὶ τό⟩ δὲ γνώσεται αὐτόν;‘ « ὅτι θεός ἐστι· διότι συμμετέχει ἀνθρώπ0οις καὶ θεός ἐστιν ἄγνωστος ἀνθρώποις διὰ τὸ ἀκατάληπτον.

  49. 32.7.1

    ἄνθρωπος δὲ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ δίχα σπέρματος σπέρματος ἀνδρὸς γεγεννημένος· καὶ ἡ παρθένος, ⟨φησί⟩ , τὸ γὰρ μέλλον πρὸ τοῦ χρόνου ἐκήρυττεν ὁ προφήτης) ἐν γαστρὶ ἕξει καὶ τὸ] τέξεται υἱόν«.

  50. 32.8.1

    εἰ τοίνυν παρθένος, οὐκ ἐξ ἀνδρῶν ἡ οἰκονομία τῆς κυήσεως διὰ τὸ πρὸ τούτου τοῦ χρόνου εἰρῆσθαι τῷ Ἄχαζ »αἴτησαι σεαυτῷ σημεῖον εἰς βάθος ἢ εἰς ὕψος‘· ὁ δὲ ταπεινοφρονῶν »οὐ μὴ αἰτήσω οὐδ' οὐ μὴ πειράσω κύριον τὸν θεόν μου« φησί, παραιτησά- μενος τὸ αἰτήσασθαι σημεῖον.

  51. 32.9.1

    εὐθὺς δὲ διὰ τὸ μὴ αἰτήσασθαι αὐτὸν σημεῖον δύο χαρίζεται ὁ τὰ μεγάλα δωρούμενος ἀνθρώποις θεὸς δῶρα, ἀπὸ ὕψους τὸν Λόγον ἰδίᾳ θελἡσει καὶ αὐτοῦ τοῦ Λόγου ἰδίᾳ θελήσει πέμψας, ἀπὸ βάθους δὲ τὴν σάρκα εὐδοκίᾳ ἰδίᾳ σὺν αὐτῶ̣ τῷ Λόγῳ οἰκονομήσας.

  52. 32.10.1

    φησὶ γὰρ ὕστερον καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ«. καὶ οὐκ εἶπε καλέσω, ἀλλὰ καλέσουσιν· ἀνθρώποις μὲν γὰρ ἀπεκαλύπτετο θεὸς ὁ ποτὲ παρ’ αὐτοῖς ἀγνοηθείς. λλ΄ ου΄ προσφάτως λαμβάνει τὸ ὄνομα· οὐ γὰρ εἶπε »καλέσω τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ«, ἀλλὰ καλέσουσι.

  53. 33.1.1

    33. Τὸ δὲ »γενόμενος ἐκ γυναικός«, καθάπερ ἄνω μοι προδεδήλωται, ἵνα ἐν τῷ ἀπὸ γυναικὸς τὸ γενόμενος ⟨σὰρξ⟩ ὁ δὲ Λόγος ἀίδιος πᾶσι σαφῶς ἀποφανθῇ. εἰ δὲ καὶ τὸ οὐ διψήσει« περὶ θεοῦ λόγος, περὶ δὲ vlov, ὅτι ἐπείνασε καὶ ἐδίψησεν, ἀναγκαῖον ἡμῖν τοῦτο ᾠκονόμηται.

  54. 33.2.1

    πῶς γὰρ εὑρίσκετο ἡ οἰκονομία ἐν ἀληθείᾳ οὐσα, εἰ μὴ εἶχε τὴν ενανθρωπήσεως χρειώδη συνήθειαν; ἐν τούτῳ ἀπέδειξεν ἡμῖν πάντων τῶν ζητημάτων τῶν αἱρετικῶν τὰς λύσεις.

  55. 33.3.1

    εὐθὺς γὰρ ἔλυσεν ὑπόνοιαν Μανιχαίων· ἐν τῷ γὰρ εἰπεῖν ἐσθίειν καὶ πίνειν σάρκα ἀληθρινὴν ὑποδείκνυσιν. ἔλυσε Λουκιανιστῶν τὸν τρόπον καὶ Ἀρείου τὴν δύναμιν·

  56. 33.4.1

    Λουκιανὸς γὰρ καὶ πάντες Λουκιανισταὶ ἀρνοῦνται τὸν υἱὸν τοῦ θεοῦ ψυχὴν εἰληφέναι, σάρκα δὲ μόνον φασὶν ἐσχηκέναι, ἵνα δῆθεν προσάψωσι τῷ θεῷ Λόγῳ ἀνθρώπινον πάθος, δίψαν καὶ πεῖναν καὶ κάματον καὶ κλαυθμὸν καὶ λύπην καὶ ταραχὴν καὶ ὅσαπερ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ἐμφέρεται. εὔηθες δ’ ἂν εἴη ταῦτα εἰς τὴν θεότητα τοῦ υἱοῦ τοῦ θεοῦ λογίζεσθαι.

  57. 33.5.1

    ἀλλά, φασί, σὰρξ καθ' ἑαυτὴν οὖσα οὔτε ἐσθίει οὔτε πίνει οὔτε κάμνει οὔτε ⟨τὰ⟩ ἄλλα πράττει. καὶ αὐτὸς σύμφημι καθ’ ἑαυτὴν μὴ ἔχειν ταῦτα.

  58. 33.6.1

    ἔσχε δὲ πᾶσαν τὴν οἰκονομίαν ἐλθὼν ὁ Λόγος, καὶ σάρκα καὶ ψυχὴν καὶ ὅσαπέρ ἐστιν ἐν ἀνθρώπῳ· τῆς δὲ ψυχῆς καὶ τῆς σαρκὸς ἦν μέρη ἡ πεῖνα καὶ ὁ κάματος, ἥ τε δίψα καὶ ἡ λύπη καὶ τὰ ἄλλα.

  59. 33.7.1

    δακρύει μὲν γάρ, ἵνα ἐλέγξῃ τὴν πλάνην Μανιχαίου, ὅτι οὐ δοκήσει ἠμφίεστο τὸ σῶμα, ἀλλ' ἀληθείᾶ· καὶ διψᾷ δέ, ἵνα δείξῃ μὴ μόνον τὴν σάρκα ἔχειν, ἀλλὰ καὶ τὴν ψυχήν. οὐ γὰρ ἡ αὐτοῦ θεότης ἐδίψησέ που, ⟨ἀλλὰ τῇ σαρκὶ⟩καὶ τῇ ἐδίψησε καὶ κεκοπίακεν ἀπὸ τῆς ὁδοιπορίας διὰ τὴν τῆς σαρκὸς καὶ ψυχῆς ἀκολουθίαν.

  60. 34.1.1

    34. Ὅτι δὲ σῶμα ἔχων καὶ ψυχὴν ἠλθεν ὁ Λόγος, πεισάτωσαν αὐτοὺς αἱ θεῖαι γραφαὶ παλαιᾶς τε καὶ καινῆς. εὐθὺς γὰρ Δαυὶδ περὶ αὐτοῦ λέγει καὶ Πέτρος τῷ Δαυὶδ συνῳδὰ · οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν«, ἴνα τὸ σύνθετον τοῦ κυριακοῦ ἀνθρώπου νοοῖτο καὶ σαφῶς περὶ τούτου γνῶσις ἡμῖν γένηται, ἴνα συστήσῃ ψυχὴν μὲν σὺν θεότητι τῷ τριημέρῳ * συγκατατεθεῖσθαι, ἴνα τὴν σάρκα ὁσίαν ἀποδείξῃ, καὶ τὴν θεότητα σὺν τῇ ψυχῇ ἀκατασχέτως ἐν Ἅιδῃ τὸ μυστήριον τετελειωκέναι.

  61. 34.2.1

    ἔχει γάρ που καὶ ἄλλην μαρτυρίαν οὕτω λέγουσαν »ἐν νεκροῖς ἐλεύθερος«· τὸ ἐλεύθερος τοῦ μὴ κυριεύειν αὐτοῦ τὸν Ἅιδην σημανητικόν, τῇ δὲ ἰδίᾳ θελήσει ἔως Ἅιδου καταβεβηκέωαι σὺν τῇ ψυχῇ. φησὶ δὲ ὁ Πέτρος καθότι οὐκ ἠν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ«, τουτέστιν ὑπὸ τοῦ Ἄιδου.

  62. 34.3.1

    καὶ αὐτὸς δὲ ὁ σωτήρ φησιν »ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου θεῖναι θεῖναι αὐτήν‘ καί »ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων« καί ἡ ψυχή μου τετάρακται« φησί »καὶ τί εἴπω; ὡς ἐπ' ἀμφιβόλῳ λέγων τί εἴπω;«) πάτερ, σῶσόν με ἀπὸ τῆς ὤρας ταύτης·

  63. 34.4.1

    ἀλλὰ διὰ τοῦτο ἠλθον εἰς τὴν ὥραν ταύτην‘, ἴνα δείξῃ ὅτι ἑκοῦσα ἡ αὐτοῦ θεότης εἰς τοῦτο ἐλήλυθε· τὸ δὲ »τετάρακται«, ἵνα τὸ εἶδος τῆς ἀληθείας τῆς ἐνσάρκου αὐτοῦ παρουσίας μὴ χθῇ.

  64. 34.5.1

    οὐ γὰρ δοκήσει ἦν ἡ ἔνσαρκος παρουσία, ἀλλὰ δίκην βασιλέως μεγάλου πόλεμον ἔχοντος πρὸς ὑποδεέδστερον καὶ γινώσκοντος ὅτι ὁ ἐχθρὸς αὐτοῦ, εἴπερ ἴδῃ αὐτὸν ἐν δυνάμει ἐρχόμενον καὶ ἐσχύϊ πολλῇ, παραιτήσεται καὶ τραπήσεται πρὸς φυγὴν καὶ πολλὰς χώρας τῶν ὑποχειρίων ἀφανίσειν, καὶ διὰ τοῦτο σχηματιζομένου τῇ ἰδίᾳ σοφίᾳ προφάσεις καὶ νῶτα διδόντος καὶ ἀποδιδράσκοντος, ἕως ὁ ἐχθρὸς λαβὼν θάρσος κατεπιθῆται ὡς δειλοῦ καὶ ἀδυνάτου τοῦ βασιλέως καὶ διώξῃ αὐτόν , ὁ δὲ βασιλεὺς στραφεὶς ἀιφνιδίως μετὰ τῆς αὐτοῦ δυνάμεως ὅλον ὑποχείριον δέξηται τὸν ἀσθενῆ καὶ ὐπεναντίον, οὕτως ὁ κύριος ἡμῶν οὐκ ἐφοβήθη τὸν θάνατον,

  65. 34.6.1

    ὁ πρὸ τοῦ ἐλθεῖν αὐτὸν εἰς τὸ παθεῖν σημάνας ἐν τῇ ὁδοιπορίᾳ ὅτι μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῇ ἡμέρᾳ ἀναστῆναι καὶ τοῦ Πέτρου λέγοντος »ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο« ἐπιτιμήσας »ὕπαγε ὀπίσω μου, σατανᾶ« εἰπών »ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων«.

  66. 34.7.1

    ὁ οὖν ταῦτα προλέγων καὶ διὰ τοῦτο αὐτὸ ἥκων πῶς ὕστερον εὔχεται παρελθεῖν τὸ ποτήριον, ἴνα μὴ πίῃ; ὁ εἰπὼν πρὸ τοῦ θανεῖν περὶ τοῦ θανάτου κἂν διὰ τὸ μὴ ὑποληφθῆναι ψ·εύστην αὐτὸν οὐκ ἠδύνατο εὔξασθαι παρελθεὶν τὸ ποτήριον·

  67. 34.8.1

    ἀλλὰ προκαλεῖται διὰ τοῦ τοιούτου προσώπου τὸν ἀντίδικον, ἵνα ἐκείνου ὑπολαβόντος δεδιέναι τὸν σωτῆρα τὸν θάνατον ἐπαγάγῃ αὐτῷ τὸν θάνατον εἰς σωτηρίαν τοῖς θνῄσκουσι διὰ τῆς οἰκονομίας.

  68. 34.9.1

    ἀλλὰ κἂν ἀκούσῃς ὅτι τέθνηκεν ὁ κύριος, γνῶθι τὸ πάθος τοῦ θανάτου ποῦ πεπλήρωται. ἐρμηνεύει γάρ σοι ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος τὴν περὶ τοῦ θανατου αὐτοῦ ὑπόθεσιν λέγων θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι«. ἡ γὰρ αὐτοῦ θεότης ἀναδεξαμένη τὸ ἐν σαρκὶ παθεῖν ἀπαθής ἐστι καὶ ἀπαθὴς ἦν καὶ ἀπαθὴς διέμεινε, μὴ τραπείσης τῆς ἀπαθείας μηδὲ ἀλλοιωθείσης τῆς ἀιδιότητος.

  69. 35.1.1

    35. Πάλιν τε ἐὰν εἴπωσιν οἱ κενόδοξοι· οὐκ ἀπὸ τῶν τοιούτων ῥημάτων δύνασαι ἡμᾶς πεῖσαι τὸν Χριστὸν ψυχὴν ἐσχηκέναι. εὑρήκαμεν γὰρ ἄνω ἐν ταῖς θείαις γραφαῖς, ὥς φησιν Ἠσαΐας ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς περὶ τοῦ μονογενοῦς »οὑτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός. εἰς ὃν ἐγὼ εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου«.

  70. 35.2.1

    τί νοήσομεν περὶ πατρός, ψυχὴν εἰληφέναι ἐν ἑαυτῷ ἢ ψυχὴν ἔχειν: τίς δὲ ληρῶν τοῦτο νοήσει περὶ τοῦ πατρός; τί οὐν φασι; τροπικώτερον εἰρῆσθαι τὸ ῥῆμα δηλονότι.

  71. 35.3.1

    εἰ τοίνυν περὶ πατρὸς τροπικώτερον εἰρῆσθαι λέγουσιν, ἄρα καὶ περὶ υἱοῦ τὸ αὐτὸ λαμβάνειν χρή. κἄν τε γὰρ εἴπῃ ὄτι ἡ ψυχή μου τετάρακται« καί ⟨ἐξουσίαν ἔχω⟩ τὴν ψυχήν μου δοῦναι καὶ λαβεῖν αὐτήν‘, οὐκ εἶχε, φασί, ψυχήν, ἀλλὰ τροπικώτερον εἴρηται.

  72. 35.4.1

    καὶ δοκεῖ τὸ συλλογιστικὸν αὐτῶν φρόνημα λέγειν τι, * τῆς ἀληθείας αὐτοσυστάτου ουσης ἐκ πολλῶν τεκμηρίων. ἀπὸ γὰρ τοῦ εἴδους λαμβάνεται ἔκαστος τρόπος. ἐπὶ μὲν γὰρ τῷ πατρὶ οὐ τολμητέον ἐστίν, διότι οὐδὲ σάρκα ἐφόρεσεν. ὁμολογουμένης δὲ τῆς σαρκὸς παρὰ τοῖς Λουκινανισταῖς εἴτουν Ἀρειανοῖς, οὐχ ἔνι ἀμφιβολία.

  73. 35.5.1

    ἀλλά, φησίν· »ὁ Λόγος σὰρξ ἐγένετο«, καὶ οὐκ εἶπεν »ὁ Λόγος σὰρξ καὶ ψυχὴ ἐγένετο«. πρὸς δὲ τὴν αὐτῶν ἀμαθῆ οὖσαν ἀντιλογίαν κἀγὼ λέγω ὅτι »ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς«, ἀπὸ δὲ τοῦ ἐπλασε τὰ πάντα συμπεριείληφε καὶ ἀπὸ τοῦ »ὁ Λόγος σὰρξ ἐγένετο« τὰ πάντα περιέχει.

  74. 35.6.1

    κατὰ γὰρ τὸν αὐτὸν λόγον ἀνθυποφέρομεν αὐτοῖς καὶ αὐτοὶ λέγοντες· ἐδοῦ λέγει »ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον«, καὶ οὐκ εἶπεν· ἐποίησεν αὐτῷ ἡπαρ ἢ πνεύμονα ἢ καρδίαν ἢ φλέβας ἢ νεῦρα ἢ τὰ ἄλλα ὅσαπέρ ἐστιν έν τῷ σώματι. παρὰ τοῦτο νοήσομεν ἴν τι εἰναι ολοσφύρητον τὸν ἄνθρωπον, διὰ τὸ μὴ λεπτομερῶς τὴν σύνθεσιν τοῦ παντὸς ζῴου τὴν γραφὴν λεπτολογῆσαι; οὐ πάντως. ὡς γοῦν ἀπὸ τοῦ ἑνὸς εἴδους τὰ ὅλα συμπεριείληφεν, οὕτω καὶ ἀπὸ τῆς σαρκὸς τὴν ψυχὴν εἰληφέναι τὸν σωτῆρα εὐ ἐστι δῆλον.

  75. 36.1.1

    36. Εἰ τοίνυν ψυχὴν εἴληφε καὶ σῶμα, καθάπερ ἀποδέδεικται, ἄρα οὐχ ἡ θεότης ἠν ἠλαττωμένη τῆς τοῦ πατρὸς οὐσίας, εἴσω παθῶν περιεχομένη , ὅπως διψήσῃ καὶ κοπιάσῃ καὶ πεινάσῃ καὶ ὅσαπερ τῷ ἀνθρώπῳ εἰσὶ χρειώδη.

  76. 36.2.1

    καὶ ὅτι ⟩ »οὐ κοπιάσει οὐδ' ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ«, κεκοπιακὼς δὲ ὁ σωτὴρ εὑρίσκεται, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἄνωθεν κατελθὼν ὁ Λόγος. οὐ γὰρ ἄνω κεκοπίακεν, ἀλλ’ ἐν σαρκί. ἴδει γὰρ τὴν σάρκα κοπιάσαι, ἴνα μὴ δοκήσει νομίζηται, ἀλλ’ ἀληθείᾳ·

  77. 36.3.1

    καὶ τὰ ἄλλα ὄσαπερ τοιαύτην ἔχει δύναμιν, τὸ νυστάξαι τὸ ὑπνῶσαι, ἀνθρώπου ἐστὶν ὑποφαντικὰ καὶ τὸ ὑπὸ ἁφὴν *. ἔλαβε γὰρ ταῦτα καὶ ᾶνθρωπος εὑρέθη. εὑρήκαμεν, γάρ ⟨φησιν⟩ , Μεσσίαν, ὃν ἔγραψε Μωυσῆς«.

  78. 36.4.1

    οἱ δὲ εὑρόντες αὐτὸν * διὰ τῆς ἀκαταλήπτου φύσεως, * τουτέστι τῆς ἐνσάρκου. ἐπειδὴ γὰρ ἐπὶ τῇ ἀκαταληψίᾳ οὐχ ηὐρίσκετο, διὰ τοῦτο ὑπὸ γραμματέων συλλαμβάνεται καὶ τὸν νῶτον αὐτοῦ ἔδωκεν εἰς μάστιγας καὶ τὸ πρόσωπον αὐτοῦ οὐκ ἀπέ⟨σ⟩τρεψεν ἀπὸ ἐμπτυσμάτων‘ , ἔκλαυσε καὶ ὄσαπερ ἄλλα περὶ αὐτοῦ ᾄδεται.

  79. 36.5.1

    τίς δὲ ἠδύνατο τὸν θεὸν Λόγον ἐν οὐρανῷ μαστίζειν ἢ ῥαπίζειν ἢ καταπτύειν τοῦ τοιούτου ἀφράστου καὶ ἀκαταλήπτου; εἰ δὲ ταῦτα πέπονθεν ὁ ἀπαθὴς τοῦ θεοῦ Λόγος, ἄρα τὸ πάθος σωματικόν ἐστιν, ἐκτὸς τῆς αὐτοῦ ἀπαθείας καὶ οὐκ ἐκτὸς πάλιν διὰ τὸ εὐδοκῆσαι·

  80. 36.6.1

    καίτοι γε μὴ πάσχοντος αὐτοῦ εἰς ἑαυτὸν τὸ πάθος λελόγισται. καὶ καθάπερ ἐν ἱματίῳ σπῖλος τὸ σῶμα τοῦ φοροῦντος οὐ φθάνει, ὁ δὲ σπῖλος τοῦ ἱματίου εἰς τὸν φοροῦντα λογίζεται, οὕτως ὁ θεὸς πέπονθεν ἐν τῇ σαρκί, τῆς θεότητος αὐτοῦ μηδὲν παθούσης. εἰς δὲ τὴν θεότητα τὸ πάθος τῆς σαρκὸς ὑπὸ τῆς θεότητος φορουμένης ἐλογίσθη, ἵνα ἐν τῇ θεότητι ἡμῖν ἡ σωτηρία γένηται.

  81. 37.1.1

    37. Μέμνημαι δὲ τοῦ ῥητοῦ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ οὐ βούλομαι αὐτὸ ἐᾶσαι ἀνερμήνευτον, τὸ γεγραμμένον ὅτι »γτενόμενος ἐν ἀγωνίᾳ ἱδρωσε καὶ ἐγένετο αὐτῷ ὁ ἱδρὼς ὡς θρόμβοι αἵματος.

  82. 37.2.1

    ὤφθη δὲ ἄγγελος κυρίου ἐνισχύων αὐτόν «. τὰ βαθύτερα δὲ τῶν λόγων ὡς εἰώθαμεν λέγειν καὶ τὰ ἀναγκαῖα οἱ μὴ τὴν δύναμιν νοοῦντες, ἀντὶ ἀγαθῶν τῇ κακίᾳ * ἀνατρέπουσιν ἑαυτού· οὐδὲν γὰρ τούτου καιριώτερον.

  83. 37.3.1

    ἐν τῷ γὰρ εἰπεῖν »γέγονεν ἐν ἀγωνίᾳ« τὸν κυριακὸν ἄνθρωπον ἀληθινὸν ἄνθρωπον ὄντα δείκνυσι. καὶ ἴνα δείξῃ ὄτι ἀληθινὸς ἦν ἄνθρωπος καὶ οὐκ ἀπὸ τῆς θεότητος ἡ ἀγωνία γέγονε, φησίν »ἴδρωσε καὶ ἐγένετο αὐτῷ ὁ ἱδρὼς ὡς θρόμβοι αἵματος«. σωματικόν ἐστι τὸ εἶδος καὶ οὐχὶ πνευματικόν.

  84. 37.4.1

    »ὤφθη δὲ ἀγγελος κυρίου ἐνισχύων αὐτόν‘, οὐχ ὅτι τῆς ἰσχύος τοῦ ἀγγέλου ἐπεδέετο ὁ μείζων ἀγγέλων, »ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων‘, θεῷ ὄντι ἀεὶ Λόγῳ καὶ πρὸς τῷ πατρὶ ὄντι ἀεὶ καὶ ἐξ αὐτοῦ γεγεννημένῳ, ἀλλ' ἵνα πληρώσῃ τὸ ἐν τῇ ᾠδῇ τῇ μεγάλῃ Μωυσέως ἐν τῇ ἐρήμω ᾀσθείσῃ, ἐν ᾗ ἔλεγε »προσκυνήσουσιν αὐτῷ πάντες υἱοὶ θεοῦ, καὶ ἐνισχυσάτωσαν αὐτὸν ἄγγελοι θεοῦ«.

  85. 37.5.1

    τό ἐνισχυσάτωσαν αὐτόν‘, οὐχ ὡς παρέχοντες αὐτῷ ἰσχύν· ἀλλ' ἐπειδὴ ἴσχυεν ἡ δοξολογία ἐν τούτοις δοξάζειν τὸν θεόν, ὑπὸ] ἀγγέλων μὲν εὐθὺς ἄνω καὶ πνευματικῶν ζῴων βοώντων καὶ λεγόντων »σή ἐστιν ἡ δύναμις, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ ἰσχύς‘ «, ἐν τούτῳ δείκνυσι τὸ προσκυνεῖν καὶ ἐνισχύειν, τουτέστι διδόναι αὐτῷ τὸ ἴδιον τῆς ἰσχύος κράτος, ὡς καὶ ὁ ἄγγελος ὤφθη ἐνώπιον τῶν μαθητῶν προσκυνῶν τὸν αὐτοῦ δεσπότην·

  86. 37.6.1

    μὴ ἀγνοῶν τὴν ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρώπου οἰκονομίας, θαυμάζων δὲ τὴν τοσαύτην ἐν αὐτῷ γεγενημένην πραότητος πραγματείαν, τὴν τὸν διάβολον ἡττήσασαν, τὴν τὸ κέντρον τοῦ θανάτου συντρίψασαν, τὴν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θριαμβεύσασαν , τὴν τὴν ἁμαρτίαν θραύσασαν.

  87. 37.7.1

    καὶ διὰ τὴν ὑπερβολὴν τῆς θαυμασιότητος ἐν τῇ δοξολογίᾳ ὁ ἄγγελος ἔλεγε προσκυνῶν· σή ἐστιν ἡ ἰσχύς, δέσποτα· σὺ γὰρ ἴσχυσας κατὰ θανάτου καὶ κατὰ Ἅιδου καὶ κατὰ διαβόλου, συντρῖψαι τὸ κέντρον αὐτοῦ καὶ ἐκβαλεῖν ἀπὸ τῆς ἀνθρωπότητος.

  88. 38.1.1

    38. Ἐὰν δὲ πάλιν εἴπῃ ποῦ τεθείκατε Λάζαρον;« ἀνθρωποπαθῶς ⟨λέγων⟩ καὶ περὶ τῆς αἱμορροούσης »τίς μου ἤψατο;« ἤ ζητεῖτε;‘ ἤ τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;« ἤ »τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο« ἤ »προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ‘ ἤ »πρὸ τοῦ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα«, οὐχ ὁρᾷς ἀπ' αὐτῆς τῆς ὑποθέσεως τὸ ὑπερβάλλον τῆς γνώσεως, ὅτι ἐκ σαρκὸς καὶ ἀνθρωπότητος τὰ διηγήματα;

  89. 38.2.1

    ὅσα γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς ὑπο- κατερχόμενά εἰσιν εἰς πειθὼ τῶν ἀνθρώπων, ἀγνωσίας ἐχόμενα, οὐκ οντα δὲ ἀγνωστα τῷ θεῷ, ταῦτα ἐλθὼν ὁ Λόγος πεπλήρωκεν, ἴνα πληρώσῃ τὸ εἰρημένον ὁ πατήρ μου ἴως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι«. ποῦ τεθείκατε τὸν Λάζαρον;«

  90. 38.3.1

    ἠρώτα ἐγγὺς τοῦ τόπου γενόμενος· πρὸ δὲ τοῦ ἐλθεῖν εἰς τὸν τόπον ὑπὸ μηδενὸς ἀκούσας ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ »Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται«. ὁ τοίνυν ἀπὸ τοσούτων τῆς ὀδοιπορίας διεστὼς τοῦ τόπου γνοὺς ὅτι τέθνηκε Λάζαρος, παρὼν ἐν τῷ τόπῳ ἠγνόει;

  91. 38.4.1

    οὔκουν, ἄλλ' ἤθελε δεῖξαι ὅτι ταῦτα πάντα ἐποίει, ἐπεὶ οὔπω οὐδεὶς τελείως αὐτὼ ἐπίστευεν, ἵνα ἐνδείξηται τῆς αὐτοῦ πρὸς ἡμᾶς φειδοῦς τὴν πολλὴν φιλανθρωπίαν.

  92. 38.5.1

    ἔδει γὰρ ἐκείνας μὴ εἰπεῖν »τεταρταῖός ἐστιν, ἤδη ὄζει« μηδὲ ἀπελθεῖν καὶ δεῖξαι, ἀλλ᾿ εἰπεῖν πάντα οὖδας καὶ ἐὰν θέλῃς, ζήσεται. διόπερ καὶ ἐδάκρυσεν ἐπὶ τῇ τῶν ἀνθρώπων πωρώσει. οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ᾿ ἐλέγχει πειράζων καὶ φιλανθρωπεύεται.

  93. 38.6.1

    καί »τίς μου ἥψατο;« φησίν, οὐχ ὅτι οὐκ ᾔδει τίς αὐτοῦ ἤψατο ἀλλ᾿ ἵνα μὴ εἴπῃ δι᾿ ἑαυτοῦ τὸ γενόμενον θαῦμα, ἀλλ᾿ ὅπως ἐπείνη ἀκούσασα προσελθοῦσα εἴπῃ τὴν εἰς αὐτὴν γενομένην χάριν καὶ ὁμολογήσασα ἀκούσῃ· »ἡ πίστις σου σέσωκέ σε«, ὅπως προτρέψηται καὶ ἄλλους πιστεύειν, ἵνα ἰαθῶσι.

  94. 38.7.1

    »τίνα με« φησί »λέγουσιν εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;« ὡς καὶ ἐν τῇ παλαιᾷ ἀπὸ προσώπου τοῦ πατρὸς λέγει »Ἀδάμ, ποῦ εἶ;« ᾔδει δὲ αὐτὸν ποῦ ἐστιν· διὸ καὶ ἐλέγχει αὐτὸν μετέπειτα λέγων »ἐκ τοῦ ξύλου ἔφγες«.

  95. 38.8.1

    καὶ τῷ Κάϊν »ποῦ Ἄβελ ὁ ἀδελφός σου;« καὶ οὐκ ἀγνοῶν ἠρώτα. λέγει γὰρ »ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. ἰδοὺ γὰρ τὸ αἷμα αὐτοῦ βοᾷ πρός με«. οὐκ ἠγνόει τοίνυ ὁ λέγων ὅτι τὸ αἷμα βοᾷ, ἀλλ᾿ ὅπως δῷ αὐτῷ πόπον μετανοίας εἰς ἀπολογίαν, διὰ τοῦτο ἠρώτα.

  96. 39.1.1

    39. Στρέφονται δὲ πάλιν εἰς τὴν τῆς ἀμαθίας φιλονεικίαν καί φασιν αὐτοῦ τοῦ υἱοῦ εἶναι ταύτας τὰς φωνὰς ἐν τῇ παλαιᾷ. εὐθὺς δὲ ἐλέγχεται αὐτῶν τὸ ἐπιτήδευμα. ὁ γὰρ εἰπὼν τῷ Μωυσῇ »τί τοῦτο τὸ ἐν τῇ χειρί σου;« αὐτὸς ἔλεγεν »ἐγώ εἰμι ὁ ὤν‘.

  97. 39.2.1

    καί φησιν ὁ κύριος τοῖς Σαδδουκαίοις περὶ ἀναστάσεως διηγούμενος ὅτι δὲ ἐγείρονται οἱ νεκροί, εἶπεν ὁ θεός· ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ. θεὸς οὖν ἐστι ζώντων καὶ οὐ νεκρῶν«.

  98. 39.3.1

    καὶ πάλιν πολλὰ ἔστι δεῖξαι ὅτι ἐκ προσώπου τοῦ πατρός έστιν ἐν τῇ παλαιᾷ διαθήκῃ εἱρημένα· ἀλλὰ καὶ ἐκ προσώπου τοῦ υἱοῦ πολλάκις καὶ ἐκ προσώπου πάλιν τοῦ ἁγίου πνεύματος.

  99. 39.4.1

    καί »ποῦ Σάρρα ἡ γυνή σου;« τῷ Ἀβραὰμ ἔλγεν ὁ ἐλθὼν ἄνωθεν σὺν τοῖς δυσὶν ἀγγέλοις υἱὸς θεοῦ. εἰ γὰρ ἠγνόει ποῦ ἐστιν, οὐκ ἂν ἔλεγεν »Σάρρα«.

  100. 39.5.1

    * »ἐγέλασεν οὐν ἡ Σάρρα ἔνδον οὐσα« βούλεται αὐτῆς ὑποδεῖξαι τὴν σεμνότητα ὑπογραμμὸν τῶν θελουσῶν εὐσεβεῖν ἐν ἀληθείᾳ, ἕν’ ὅτε ἁποδέχονται ξένους ἐξ ἰδίων καμάτων ὑπηρετῶσι μέν, διὰ δὲ τὴν σεμνότητα τὸ πρόσωπον αὐτῶν τοῖς ἀνδράσι μὴ ὐποδεικνύωσιν.

← Previous · Next → — showing 201300 of 895

First Thousand Years of Greek. CTS URN tlg2021.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.