De laudibus Constantini
- 10.1.1
οὑ δὴ πέρι μακρὸς ἂν εἴη λόγος μύσταις θεολόγων ἀνδρῶν παραδεδομένος· καὶ γὰρ ἠν τουτὶ σωτήριον ἀληθῶς, θαῦμα μὲν εἰπεῖν πολὺ δὲ θαυμάσιον ἐννοῆσαι, ὡς πάντα μὲν τὰ ἐξ αἰῶνος περὶ θεῶν ἐψευσμένα μόνον ἐπὶ γῆς ἐκάλυψεν ὀφθὲν καὶ σκότῳ μὲν καὶ λήθῃ παραδέδωκεν τὴν πλάνην, φῶς δὲ νοερὸν ψυχαῖς ἀνθρώπων ἐκλάμωαν τὸν μόνον ἀληθῆ τοῖς πᾶσιν ἀνεκάλυψε θεόν.
- 10.2.1
διὸ δὴ πᾶς ἐπὶ τὸ κρεῖττον μεταβαλὼν νεκρῶν μὲν εἰδώλων καταπτύει προσώποις, πατεῖ δ' ἄθεσμα δαιμόνων θέσμια, καὶ παλαιᾶς ἀπάτης πατροπαραδότου καταγελᾶ. λόγων δ' ἱερῶν ἁπανταχοῦ διατριβὰς ἄνθρωποι συστησάμενοι ᾠ σωτηρίοις μαθήμασιν ἐκπαιδεύονται, ὡς μηκέτι τὴν ὁρωμένην σαρκὸς ὀφθαλμοῖς ἐπτοῆσθαι κτίσιν μηδ’ ἄνω βλέποντας ἥλιον καὶ σελήνην καὶ ἀστέρας μέχρι τούτων ἱστάναι τὸ θαῦμα, τὸν δὲ τούτων ἐπέκεινα, τὸν ἀφανῆ καὶ ἀόρατον κτίστην τῶν ὅλων ὁμολογεῖν, μόνον αὐτὸν σέβειν δεδιδαγμένους.
- 10.3.1
τοσούτων δῆτα παραίτιον ἀβαθῶν ἀνθρώποις τὸ μέγα τουτὶ καὶ παράδοξον ἀναπέφανται σημεῖον, δι' οὗ τὰ μὲν οὐκέτ’ ἔστιν ὅσα φαῦλα, τὰ πρὶν οὐκ ὄντα νῦν παρὰ τοῖς πᾶσιν ἀκτῖσιν εὐσεβείας ἐκλάμπει.
- 10.4.1
λόγοι δ' οὖν καὶ μαθήματα καὶ προτροπαὶ σώφρονος καὶ θεοσεβοῦς βίου εἰς ἐξάκουστον πᾶσιν ἔθνεσι κηρύττονται, κηρύττει τε βασιλεὺς αὐτός· τὸ δὲ μέγιστον θαῦμα ὅτι δὴ τοσοῦτος βασιλεὺς μεγίστῃ φωνῇ τῷ παντὶ κόσμῳ οἱά τις ὑποφήτης τοῦ παμβασιλέως θεοῦ κέκραγεν, πάντας ὁμοῦ τοὺς ὑπ' αὐτῷ ποιμαινομένους ἐπὶ τὴν τοῦ ὄντος γνῶσιν ἀνακαλούμενος.
- 10.5.1
καὶ δὴ μέσοις βασιλείων οἵκοις οὐκ ἔθ' ὡς τὸ πρὶν ἀνδρῶν ἀθέων φλήναφοι, ἱερεῖς δὲ καὶ θιασῶται θεοῦ βασιλικῆς ὕμνοις εὐσεβείας σεμνυνόμενοι πανηγυρίσουσιν, θεός τε εἷς αὐτὸς ὁ τῶν ὅλων βασιλεὺς εἰς ἅπαντας καταγγέλλεται, ἀγαθῶν τε λόγος εὐαγγελικὸς τῷ τοῦ παντὸς βασιλεῖ τὸ τῶν ἀνθρώπων συνάπτει γένος, ἵλεων καὶ φίλον τὸν ἐπουράνιον πατέρα τοῖς κατὰ γῆν υἱοῖς εὐαγγελιζόμενος, χοροί τε παντοῖοι ᾠδαῖς ἐπινικίοις γεραίρουσι, καὶ πᾶν τὸ θνητὸν συνηχεῖ τοῖς κατ' οὐρανὸν ἀγγελικοῖς θιάσοις.
- 10.6.1
ψυχαί τε λογικαὶ δί ὡν περιβέβληνται οωμάτων ὥσπερ διὰ μουσικῶν ὀργάνων τοὺς πρέποντας ὕμνους αὐτῷ καὶ τὰς ὀφειλομένας ἀναπέμπουσι θεολογίας· ὁμοῦ τε τοῖς κατ' ἀνατολὰς οἰκοῦσιν οἱ τὰ πρὸς δυσμὰς λαχόντες ὑπὸ μίαν καιροῦ ῥοπὴν τοῖς αὐτοῦ μαθήμασιν ἐκπαιδεύονται, τοῖς τε κατὰ μεσημβρίαν οἱ τὴν ἀρκτῴαν διειληφότες λῆξιν σύμφωνα κελαδοῦσι μέλη, τοῖς αὐτοῖς τρόποις τε καὶ λόγοις τὸν θεοσεβῆ μεταδιώκοντες βίον, καὶ ἕνα μὲν τὸν ἐπὶ πάντων θεὸν ἀνευφημοῦντες, ἕνα δὲ τὸν μονογενῆ σωτῆρα πάντων αἴτιον ἀγαθῶν ἐπιγραφόμενοι, ἕνα δὲ καὶ τὸν ἐπὶ γῆς διορθωτὴν βασιλέα παῖδάς τε τούτου θεοφιλεῖς γνωρίζοντες.
- 10.7.1
ὁ δ’ οἷα σοφὸς κυβερνήτης ὑψίζυγος ὑπὲρ πηδαλίων ὀχούμενος εὐδίᾳ περαίνων οἰακίζει, οὐρίῳ πνεύματι τοὺς ὑπ αὐτῳ πάντας ἐπὶ τὸν ἀσφαλῆ καὶ γαληνὸν ναυστολῶν ὅρμον, θεὸς δὲ αὐτὸςό ὁ μέγας βασιλεὺς ἄνωθεν αὐτῷ δεξιὰν χεῖρα προτείνων τέως μὲν ἁπάντων ἐχθρῶν καὶ πολεμίων νικητὴν αὐτὸν καθίστησιν, μακραῖς ἐτῶν περιόδοις τὸ τῆς βασιλείας ἐπαύξων κράτος, μέλλει δὲ καὶ κρειττόνων ἀποφαίνειν κοινωνὸν ἀγαθῶν, ἔργοις εἰς αὐτὸν τὰς οἰκείας πιστούμενος ἐπαγγελίας, ἃς οὐκέθ' ὁ παρὼν καιρὸς οἶός τε ἐπιτρέπει λέγειν, μένειν δὲ χρὴ τὴν ἐκεῖσε ὅτι δὴ θνητοῖς ὄμμασι καὶ σαρκὸς ἀκοαῖς οὐκ ἔχει φύσιν τὰ θεῖα καταλαμβάνεσθαι.
- 11.1.1
Φέρε δή σοι, Νικητὰ Μέγιστε Κωνσταντῖνε, λόγων ἀπορρήτων μυήσεις ἐν τῷ βασιλικῷ τῷδε ἀμφὶ τοῦ παμβασιλέως τῶν ὅλων συγγράμματι παραθώμεθα, οὐ σὲ μυοῦντες τὸν ἐκ θεοῦ σεσοφισμέ- νον οὐδὲ σοὶ τὰ ἀπόρρητα γυμνοῦντες, ᾧ καὶ πρὸ τῶν ἡμετέρων λόγων θεὸς αὐτὸς οὐκ ἐξ ἀνθρώπων οὐδὲ δἰ ἀνθρώπου δἰ αὐτοῦ δὲ τοῦ κοινοῦ σωτῆρος καὶ τῆς αὐτοῦ σοι πολλαχῶς ἐπιλαμψάσης θεϊκῆς ὄφεως τὰ κρύφια τῶν ἱερῶν ἐξέφηνέν τε καὶ ἀπεκάλυψεν, τοὺς δ’ ἀμαθεῖς ἀνθρώπους εἰς φῶς ἄγοντες καὶ τῶν σῶν τῆς εὐσεβείαςόσίων ἔργων τὰς ὑποθέσεις καὶ τὰς αἐτίας τοῖς ἀγνοοῦσιν ὑποτιθέμενοι.
- 11.2.1
τὰ μὲν γὰρ εἰς τὴν τοῦ παμβασιλέως θεοῦ θεραπείαν τε καὶ τιμὴν ὁσημέραι καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης πρὸς τῆς σῆς ἀρετῆς κατορθούμενα πᾶν στόμα θνητῶν ἀνυμνεῖ, τὰ ἐπὶ τῆς ἡμεδαπῆς ἑστίας, φημὶ δὴ τοῦ Παλαιστινῶν ἔθνους, πόλεώς τε τῆσδε, ἔνθεν ὁ σωτήριος λόγος ὥσπερ ἀπὸ πηγῆς εἰς πάντας ἀνώμβρησεν ἀνθρώπους, ἀνατεθέντα τῷ σῷ φύλακί τε καὶ σωτῆρι χαριστήρια, τρόπαιά τε τῆς κατὰ τοῦ θανάτου νίκης έν προσευκ- τηρίων οἴκοις καὶ ναῶν ἀφιερώσασιν ἀνεγηγερμένα, ὑψηλά τε καὶ περικαλλῆ βασιλικῆς διανοίας βασιλικὰ μεγαλυργήματα ἀμφὶ τὸ σωτήριον μαρτύριον τῆς ἀθανάτου μνήμης ἐπεσκευασμένα
- 11.3.1
οὐ τοῖς πρόδηλον ἔχει τὴν αἰτίαν, ἀλλ’ οἱ μὲν τὰ θεῖα δυνάμει πνεύματος ἐνθέου πεφωτισμένοι ἴσασί τε καὶ γνωρίζουσι, καὶ σὲ τῆς ἐπὶ ταῦτα διανοίας τε καὶ ὁρμῆς οὐκ ἀθεεὶ κεκινημένης ἐνδίκως θαυμάζουσί τε καὶ μαδαρίζουσιν, οἱ δὲ τῶν θείων ἀγνώμονες ψυχῆς ἀβλεψίᾳ χλεύην καὶ γέλωτα πλατὺν τίθενται τὸ πρᾶγμα, νεκρῶν σωμάτων μνημεῖα καὶ τάφους τοσούτῳ βασιλεῖ σπουδάζεσθαι ἀπρεπὲς εἶναι καὶ ἀνοίκειον ὑπειληφότες.
- 11.4.1
εἶτ' οὐχὶ βέλτιον, φαίη ἄν τις αὐτῶν, τὰ πάτρια φυλάττειν καὶ τοὺς καθ' ἕκαστον ἔθνος τιμωμένους ἥρωάς τε καὶ θεοὺς εὐμενίζειν μηδὲ ἀποπτύειν αὐτοὺς καὶ φεύγειν τῶν τοιῶνδε συμφορῶν ἕνεκα; ἀλλ' ἢ κἀκείνους ὁμοίως τῷδε τῆς ὁμοπαθείας χάριν θειάζειν, ἤ εἰ ἀπόβλητοι διὰ τὰς ἀνθρωποπαθείας ἐκεῖνοι, καὶ τούτῳ δίκαιον εἶναι τὴν αὐτὴν ἀπονέμειν ψῆφον. ταῦτα γοῦν αὐτῶν εἴποι τις ἂν εὖ μάλα τὰς ὀφρῦς συνάγεν οἰήματί τε δοκησισόφῳ τὸν αὐτοῦ σεμνολογῶν τῦφον.
- 11.5.1
ὅν δὴ συγγνώμης ἄξιῶν τῆς ἀμαθίας οὐ μόνον ἀλλὰ καὶ πάντα πεπλανημένον ὁ τοῦ παναγάθου πατρὸς φιλάνθρωπος λόγος, διατριβὰς καὶ διδασκαλεῖα καθ’ ὅλης τῆς τῶν ἐθνῶν οἰκουμένης πηξάμενος ἒν τε χώραις καὶ κώμαις ἀγροῖς τε καὶ ἐρημίαις ταῖς θ' ἀπανταχοῦ πόλεσιν εἰς τὴν τῶν ἐνθέων μαθημάτων παίδευσιν ἀφθόνως ἐπικαλεῖται, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, σοφοὺς καὶ ἰδιώτας, πένητας καὶ πλουσίους, οἰκέτας ἅμα δεσπόταις, ἄρχοντας καὶ ἀρχομένους, ἀσεβεῖς ἀδίκους ἀμαθεῖς αἰσχροποιοὺς βλασφήμους ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν ἔνθεον θεραπείαν οἷα φιλάνθρωπος σωτὴρ καὶ Ψυχῶν ἰατρὸς παρακελευόμενος. λαμπραῖς γοῦν φωναῖς προτέρων κακῶν ἀμνηστίαν τοῖς πᾶσιν ἀνακηρύττων ἐβόα· δεῦτε, πρός με", λέγων, „πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·" αὐθις· „οὐκ ἠλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·" καὶ προστίθησί γε τὸ αἵτιον φάσκων· „οὐ γὰρ χρείαν ἔχουσιν ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες." καὶ· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ.“
- 11.6.1
ἐνθένδε μόνῳ τῷ τὰ θεῖα πεπαιδευμένῳ, τὰς αἰτίας ἐκμαθόντι τῆς τῶν προκειμένων σπουδῆς, κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπίπνοιαν τῷ ἡμετέρῳ βασιλεῖ συνομολογεῖν ἔπεισι καὶ τοῦ τρόπου τὸ θεοσεβὲς ἀποθαυμάζειν τήν τε περὶ τὸ μαρτύριον τῆς σωτηρίου ἀθανασίας σπουδr̀ιν οὐκ ἀΜὶ γεγονέναι πιστεύειν ἐξ ἐπιπνοίας δὲ ἀληθῶς τοῦ χρείττονος, οὑ θεράπων ἀγαθὸς ἀγαθῶν ὑπηρέτης εἶναι σεμνύνεται.
- 11.7.1
ταῦτά σοι, βασιλεῦ μέγιστε, φίλτατα καὶ προσήγορα εἶναι ἀληθῶς πεπεισμένος, τῶν σῶν φιλοθέων ἔργων τοὺς λόγους καὶ τὰς αἰτίας ὁ παρών μοι λόγος εἰς τοὺς πάντας ἐκφῆναι βούλεται, τις εἶναι τῆς σῆς διανοίας καὶ τῆς φιλοθέου ψυχῆς ἄγγελος ὑπάρχειν εὐχόμενος, διδάσκων πάντα ἅ δεῖ καὶ προσήκει παιδεύεσθαι πάντα, ᾠ πόθος ἐστὶ μανθάνειν τῆς τοῦ σωτῆρος ἡμῶν θεοῦ δυνάμεως τοὺς λόγους, δἰ οὕς καὶ πάλαι προὼν καὶ τοῦ παντὸς ἐπιμελόμενος ὀψέ ποτε οὐρανόθεν εἰς ἡμᾶς κατῄει, καὶ δἰ οὕς φύσιν ὑπεδύετο, καὶ δἰ οὓς ἐπὶ τὸν θάνατον παρῄει, τῆς τε μετὰ ταῦτα ζωῆς ἀθανάτου καὶ τῆς ἐκ νεκρῶν ἀναβιώσεως τὰς αἰτίας οὐ μόνον ἀλλὰ καὶ λογικὰς ἀποδείξεις ἐναργῆ τε διδάγματα τοῖς εἰσέτι τούτων δεομένοις ἀναγκαῖα.
- 11.8.1
ἀλλὰ γὰρ καὶ τούτων αὐτῶν ἐνθένδε ποθὲν ἄρξασθαι ὥρα. οἱ τὸ σέβας τοῦ κοσμοποιοῦ καὶ πανηγεμόνος θεοῦ τῶν ὅλων τοῖς πρὸς αὐτοῦ γεννηθεῖσιν ἀντικαταλλαξάμενοι ἥλιόν τε καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη τά τε πρῶτα στοιχεῖα γῆν, ὕδωρ. ἀέρα, πῦρ, τῇ ἴσῃ προσηγορίᾳ τῷ τούτων ποιητῇ καὶ δημιουργῷ τι- μήσαντες καὶ θεοὺς ταῦτα προσειπόντες, ἅ οὐδαμῆ οὐδαμῶς ἦν, ὑπῆρχεν ἂν οὐδ’ ὠνόμαστο, εἰ μὴ τῷ κοσμοποιῷ τοῦ θεοῦ λόγῳ
- 11.8.2
παρέστη οὔ μοι δοκοῦσι τούτων διαφέρειν, ὅσοι τὸν ἀρχιτέκτονα τῶν ἐν τοῖς βασιλικοῖς οἴκοις μεγαλουργημάτων παριόντες ὀρόφους καὶ τοίχους καὶ τὰς ἐν τούτοις πολυχρώμους καὶ πολυανθεῖς γραφὰς χρυοόφορα τε δαιδάλματα καὶ λίθων γλυφὰς ὑπερεκπλήττονται, τούτοις τε αὐτοῖς τῆς τοῦ τεχνίτου σοφίας ἀνατίθενται τὴν ἐπηγορίαν, δέον μὴ τοῖς ὁρωμένοις μόνῳ δὲ τῷ τούτων ἀρχιτέκτονι τὴν τοῦ θαύματος ἐπιγράφειν αἰτίαν, καὶ σοφίας ἔργα τὰ πολλὰ εἶναι ὁμολογεῖν σοφὸν δ' ἐκεῖνον μόνον τὸν δὴ τοῖς πολλοῖς τοῦ τοιαδὶ εἶναι παρασχόντα αἰτίαν.
- 11.9.1
νηπίων γοῦν κομιδῆ παίδων διαφέροιεν ἂν οὐδὲν καὶ οἱ τῆς ἑπταχόρδου λύρας αὐτὸ αὐτὸ τὸ μουσικὸν ὄργανον ἀλλ’ οὐ τὸν τῆς συντάξεως εὑρέτην τε καὶ ἐπιστήμονα τῆς σοφίας ἀποθαυμάζοντες, ἢ οἱ τὸν ἐν πολέμοις ἀριστέα παριόντες τὸ δὲ δόρυ καὶ τὴν ἀσπίδα ἐπινικίοις κοσμοῦντες στεφάνοις, ἢ οἱ τῷ μεγάλῳ βασιλεῖ τῷ τῆς μεγάλης καὶ βασιλικῆς παραιτίῳ πόλεως ἐξ ἵσου τιμῶντες ἀγορὰς καὶ πλατείας καὶ οἰκοδομήματα τεμένη τε ἄψυχα καὶ γυμνάσια, δέον μὴ κίονας μηδὲ λίθους τὸν δὲ τῶν σοφῶν μεγαλουργὸν καὶ νομοθέτην ὑπερεκπλήττεσθαι.
- 11.10.1
κατὰ τὰ αὐτὰ δὴ καὶ τὸ σύμπαν τόδε σαρκὸς ὀφθαλμοῖς θεωμένους οὔτε ἡλίῳ οὔτε σελήνῃ οὔτ' ἄλλῳ τῶν κατ' οὐρανὸν ἀναθετέον τὴν αἰτίαν, σοφίας δ' ἔργα τὰ πάντα προσῆκον ὁμολογεῖν, μηδὲ μὴν ὁμοίως τῷ τούτων ποιητῇ τε καὶ δημιουργῷ τιμᾶν τε καὶ σέβειν, ἐκ δὲ τούτων αὐτῶν τῆς ὄψεως τὸν μηκέτι σώματος ὀφθαλμοῖς μόνῳ δὲ νῷ διαυγεῖ καὶ καθαρῷ νοούμενον τὸν παμβασιλέα θεοῦ λόγον πάσῃ διαθέσει ψυχῆς θεολογεῖν τε καὶ προσκυνεῖν· ἐπεὶ καὶ ἐπὶ ἀνθρώπου σώματι πώποτε τοῦ σοφοῦ καὶ ἐπιστήμονος ὀφθαλμοὺς ἢ κεφαλὴν ἢ χεῖρας ἢ πόδας ἢ τὰς λοιπὰς σάρκας, πολλοῦ δεῖ τὴν ἔξωθεν τοῦ τρίβωνος περιβολὴν σοφὴν ἀνηγόρευσεν, οὐδὲ σοφὰ τῆς οἰκίας τὰ ἔπιπλὰ οὐδὲ
- 11.10.2
τοῦ φιλοσόφου τὰ ὑπηρετικὰ σκεύη, τὸν δ’ ἀφανῆ καὶ ἀόρατον ἐν ἀνθρώπῳ νοῦν πᾶς τις ἔμφρων θαυμάζει.
- 11.11.1
ταύτῃ τοι καὶ μᾶλλον πρὸ τῶν ὁρωμένων δαιδαλμάτων τοῦ σύμπαντος κόσμου, σωμάτων ὄντων καὶ ἐκ μιᾶς ὕλης πε·ποιημένων, τὸν ἀφανῆ καὶ ἀόρατον λόγον τὸν δὴ τοῦ παντὸς εἰδοποιόν τε καὶ κοσμήτορα ὑπερεκπληκτέον, ὄντα τοῦ θεοῦ μονογενῆ, ὅν ὁ τῶν ὅλων ποιητὴς ὁ πάσης ἐπέκεινα καὶ ἀνωτάτω οὐσίας αὐτὸς ἐξ αὐτοῦ γεννήσας ἡγεμόνα καὶ κυβερνήτην τοῦδε τοῦ παντὸς κατεστήσατο.
- 11.12.1
ἐπεὶ γὰρ μὴ οἷον τε ἦν τὴν ῥευστὴν τῶν σωμάτων οὐσίαν τὴν τε τῶν ἄρτι γενομένων λογικῶν φύσιν τῷ πανηγεμόν θεῷ πελάζειν δἰ ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως· ὁ μὲν γὰρ ἦν ἀγέννητος, ἀνωτάτω τε καὶ ἐπέκεινα τῶν ὅλων, ἄρρητος ἀνέφικτος ἀπροσπέλαστος φῶς οἰκῶν ἀπρόσιτον, ᾗ φασὶν οἱ Μοι λόγοι· ἡ δ’ ἐξ οὐκ ὄντων προβεβλημένη πορρωτάτω τε διεστῶσα καὶ μακρὰν τῆς ἀγεννήτου φύσεως ἀπεσχοινισμένη· εἰκότως ὁ τανάγαθος καὶ θεὸς τῶν ὅλων μέσην τινὰ προεμβάλλει τὴν τοῦ μονογε- νοῦς αὐτοῦ λόγου θείαν καὶ παναλκῆ δύναμιν, ἀκριβέστατα μὲν ὡς ὅτι μάλιστα καὶ ἐγγύτατα τῷ πατρὶ προσομιλοῦσαν εἴσω τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν καὶ ἁμωσγέπως συσχηματιζομένην τοῖς τῆς ἄχρας ἀπολιμπανομένοις· ἄλλως γὰρ οὔτ' εὐαγὲς οὔθ' ὅσιον τὸν τῶν ὅλων ἐπέκεινα καὶ ἀνωτάτω ὕλῃ φθαρτῇ καὶ σώματι συμπλέκειν. διὸ δὴ λόγος θεῖος ἀναμὶξ τόδε τὸ πᾶν ὑπελθὼν καὶ τὰς ἡνίας τοῦ παντὸς ἐνδησάμενος ἀσωμάτῳ καὶ θεϊκῇ δυνάμει ἄγει καὶ φέρει, πανσόφως ἡνιοχῶν ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται.
- 11.13.1
τοῦ δὲ λόγου σαφὴς ἡ ἀπόδειξις. ἐι γὰρ δὴ αὐτὰ καθ’ ἑαυτὰ τὰ τοῦ κόσμου μέρη, ἃ δὴ καὶ πρῶτα στοιχεῖα καλεῖν εἰώθαμεν, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἅπερ ἐξ ἀλόγου συνέστηκε φύσεως, ὅ δὴ καὶ αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν, ἢ εἰ μία τοῖς ὑπόκειται οὐσία, δὴ δὴ καὶ πάνδοχον καὶ μητέρα καὶ Μήνην τοῖς περὶ ταῦτα δεινοῖς ὀνομάζειν φίλον, ἄμορφός τε καὶ ἀνείδεος αὕτη πάντη τε ἄψυχος καὶ ἄλογος, πόθεν ἂν εἴποι τις τὸν ἐν αὐτῇ κόσμον ἐνυπάρχειν αὐτῇ; πόθεν ἡ τῶν στοιχείων διάκρισις; πόθεν
- 11.13.2
ἡ τῶν ἐναντίων ἐπὶ ταὐτὸ συνδρομή; τίς τὸ βαρὺ τῆς γῆς στοιχεῖον ἐφ' ὑγρᾶς οὐσίας ὀχεῖσθαι παρεκελεύσατο; τίς τὴν τῶν ὑδάτων φύσιν κάτω ῥέουσαν ἀναστρέψας εἰς τοὐπίσω μετέωρον διὰ νεφῶν ἤγαγεν; τίς τὴν τοῦ πυρὸς δύναμιν πεδήσας ξύλοις φωλεύειν καὶ τοῖς ἐναντίοις τῇ φύσει συνεκεράσατο; τίς τὸν ψυχρὸν ἀέρα θερμῇ δυνάμει καταμίξας, τῆς πρὸς ἄλληλα μάχης αὐτὰ διαλύσας εἰς φιλίαν κατήλλαξεν ; λαξεν; τίς τὸ θνητὸν γένος τῷ τῆς διαδοχῆς τρόπῳ μηχανησάμενος εἰς μακρὸν αἰῶνα ζωῆς ἀθανάτου βίον διεήγαγεν; τίς ὧδε τὸ μὲν μορφώσας τὸ δὲ θῆλυ σχηματίσας ἄμφω τε εἰς ἁρμονίαν μίαν, γενέσεως ἀρχὴν ἅπασι ζώοις ἐξεύρατο; τὴν τὴν ῥοώδη καὶ σπερματικὴν γένεσιν τῆς φθαρτῆς καὶ ἀναισθήτου μεταβαλὼν ῥοῆς ζωογόνον ἀπέδειξεν; τίς ταῦτα πάντα καὶ μυρία τούτων ἐπέκεινα θαύματος καὶ ἐκπλήξεως κρείττονα εἰσέτι καὶ νῦν ἐνεργεῖ; τίς ἐφ ἑκάστης ἡμέρας καὶ ὥρας τὰς τούτων γενέσεις καὶ φθορὰς ἀφανεῖ καὶ ἀοράῳ δυνάμει κατεργάζεται;
- 11.14.1
ἀλλὰ γὰρ τούτων ἁπάντων ὁ παραδοξοποιὸς τοῦ θεοῦ λόγος αἴτιός ἄν ἐνδίκως ἀποφανθείη· λόγος γὰρ ὡς ἀληθῶς θεοῦ παντοδύναμος διὰ πάντων ἑαυτὸν ἁπλώσας, καὶ ἄνω τε πρὸς ὕψος καὶ κάτω πρὸς βάθος ἑαυτὸν ἀσωμάτως ἐκτείνας, πλάτη τε καὶ μήκη τοῦ παντὸς πλατείαις ὥσπερ ταῖς χερσὶ περιλαβών, συνήγαγεν τόδε τὸ πᾶν καὶ συνέσφιγξεν, ὄργανον τε τοῦτο παναρμόνιον αὐτὸς ἑαυτῷ συμπηξάμενος τὴν ἄλογον καὶ ἄμορφον καὶ ἀνείδεον τῶν σωμάτων οὐσίαν πανσόφῳ καὶ λογικῇ δυνάμει, εὖ μάλα τοῖς διατόνοις τὰ διεζευγμένα συνάπτων, ἀνακρούεται, ἥλιόν τε αὐτὸν καὶ σελήνην καὶ τὰ κατ' οὐρανὸν φωσφόρα λόγοις διακυβερνῶν ἀρρήτοις ἐς τὸ χρήσιμον τῶν ὅλων ὁδηγεῖ.
- 11.15.1
ὁ δ’ αὐτὸς τοῦ θεοῦ λόγος καὶ κατὰ γῆς ἑαυτὸν βαθύνας παντοδαπῶν γένη ζώων φυτῶν τε πολύμορφα κάλλη συνεστήσατο· οὗτος αὐτὸς ὁ τοῦ θεοῦ λόγος καὶ βυθῶν ἄχρι θαλάττης καταδὺς νηκτῶν ἐπενόησε φύσιν, πάλιν κὐνταῦθα μυρίας καὶ ἀναρίθμους ἰδέας καὶ παντοίων ζώων διαφορὰς ἐργασάμενος. ὁ δ'
- 11.15.2
αὐτὸς αὐτὸς καὶ τὰ γαστρὸς κυούμενα ἔνδον ἐν τῷ τῆς φύσεως ἀργαστηρίῳ τελεσιουργῶν ζωοπλαστεῖ· οὑτος καὶ τῆς ὑγρᾶς οὐσίας τὴν ῥευστὴν καὶ βαρεῖαν φύσιν ἄνω μετέωρον ἀνακουφίσας κἄπειτα γλυκάνας τῇ μεταβολῇ, μέτρῳ μὲν εἰσάγει τῇ γῇ, χρόνοις δὲ ὡρισμένοις τὴν ἐπιχορηγίαν ἐκτελεῖ.
- 11.16.1
εἶθ' τις γεωργὸς ἄριστος ἐποχετεύσας εὐ μαλα τὴν χώραν τῇ τε ξηρᾷ τὴν ὑγρὰν συγκεράσαμενος, μεταρρυθμίζει παντοίως τοτὲ μὲν ὡραίοις ἄνθεσιν, τοτὲ δὲ σχήμασι παντοίοις, τοτὲ δὲ ὀδμαῖς ἡδείαις, τοτὲ δὲ καρπῶν ἐναλλατ- τούσαις διαφοραῖς, τοτὲ δὲ τῇ γεύσει παντοδαπὰς ἀπολαύσεις παρέχων.
- 11.17.1
τί με δεῖ τοῦ θείου λόγου τὰς δυνάμεις ἐπεξιέναι τολμᾶν καὶ ἀδυνάτοις ἐπιχειρεῖν, πᾶσαν θνητὴν διάνοιαν ὑπερνικώσης τῆς ἐνεργείας; ἄλλοι μὲν οὖν τοῦτον φύσιν τοῦ παντὸς ὠνομάκασιν, ἄλλοι δὲ τὴν καθ' ὄλου ψυχήν, ἄλλοι δὲ εἱμαρμένην· οἱ δ' αὐτὸν εἶναι τὸν ἐπέκεινα τῶν ὅλων θεὸν οὐκ οἶδ' ὅπως τὰ πορρωτάτω διεστῶτα μιγνύντες ἀπεφήαντο, αὐτὸν τὸν πανηγεμόνα καὶ τὴν ἀγέννητον καὶ τἀνωτάτω δύναμιν κάτω βάλλοντες ἐπὶ γῆν, καὶ σώματι ὕλῃ τε φθαρτῇ συμπλέξαντες, ζώων τε ἀλόγων καὶ λογικῶν θνητῶν τε καὶ ἀθανάτων μέσον εἰλεῖσθαι φήσαντες. ἀλλ' οἱ μὲν ταῦτα.
- 12.1.1
Ἡ δ’ ἔνθεος διδασκαλία τὸ τῶν ἀγαθῶν ἀνώτατον αὐτὸ δὴ τὸ πάντων αἵτιον ἐπέκεινα πάσης καταλήψεως εἶναί φησιν· διὸ δὴ ἄρρητον καὶ ἄλεκτον καὶ ἀνωνόμαστον καὶ φωνῆς οὐ μόνον ἀλλὰ καὶ ἐννοίας ἁπάσης ὑπέρτερον εἶναι, οὐκ ἐν τόπῳ περιληπτόν οὐκ ἐν σώμασιν ὅν, οὐκ ἐν οὐρανῷ οὐκ ἐν αἰθέρι οὐδ' ἒν τινι μέρει τοῦ παντός, ἀλλὰ πάντη καὶ πάντων ἐκτὸς ἐν ἀπορρήτῳ γνώσεως τεταμιευμένον. τοῦτον μόνον ἀληθῆ θεὸν εἰδέναι τὰ θεῖα λόγια παιδεύει, πάσης κεχωρισμένον σωματικῆς οὐσίας, πάσης ἀλλοτριον ὑπηρετικῆς οἰκονομίας· διὸ δὴ ἐξ αὐτοῦ τὸ πᾶν, οὐ μὴν δι αὐτοῦ φῦναι παραδέδοται.
- 12.2.1
ἀλλ' αὐτὸς μὲν οἶα βασιλεὺς εἴσω που ἐν ἀρρήτοις καὶ ἀδύτοις καὶ ἀβάτοις φῶς οἰκῶν ἀπρόσιτον διὰ παντὸς μόνῃ τῇ θελητικῇ δυνάμει νομοθετεῖ καὶ διατάττεται· θέλον- τος γὰρ ἐστιν ὅ τι καὶ ἔστιν, καὶ μὴ θέλοντος οὐκ ἔστιν, θέλει δὲ ἀγαθὰ πάντα, ὅτι δὴ καὶ αὐτοαγαθὸν τὴν οὐσίαν τυγχάνει. ὁ δέ, δἰ οὗ τὰ πάντα, θεοῦ λόγος ἄνωθεν ἐξ ἀγαθοῦ πατρὸς ὡς ἐξ ἀενάου καὶ ἀπείρου πηγῆς ἀνομβρῶν λόγοις ἀρρήτοις ποταμοῦ δίκην πρόεισιν, ὅλος πλημμυρῶν ἐς τὸ κοινὸν τῆς τοῦ παντὸς σωτηρίας.
- 12.3.1
ὡς δὲ ἐπὶ τοῦ καθ’ ἡμᾶς παραδείγματος ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτὲ καὶ ὁποῖος ὤν τὴν οὐσίαν ὑπάρχει οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς δ' οἷα έν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις ὑπάρχων μόνος τὰ πρακτέα βουλεύεται, λόγος δ' ἐξ αὐτοῦ πρόεισι μονογενής, οἷα πατρὸς ἐξ ἀδύτου μυχοῦ γεγεννημένος, ἀρρήτῳ λόγῳ καὶ δυνάμει ἀκατονομάστῳ ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοημάτων ἄγγελος εἰς φανερόν τε κηρύττει τὰ ἐν ἀπορρήτοις τῷ πατρὶ βεβουλευμένα, ἔργοις τε ἀπιτέλεῖ τὰ βουλεύματα προϊὼν εἰς τὰς πάντων ἀκοάς,
- 12.4.1
εἶθ' οἱ μὲν τῆς ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ' ἀφανῆ καὶ ἀόρατον νοῦν τὸν δὴ τοῦ λόγου πατέρα οὐδεὶς πώποτε εἶδεν ὀφθαλμοῖς· κατὰ τὰ αὐτὰ δή μᾶλλον δὲ ἐπέκεινα πάσης εἰκόνος τε καὶ παραδείγματος ὁ τοῦ παμβασιλέως θεοῦ τέλειος λόγος, οἷα μονογενὴς πατρὸς υἱός, οὐ προφορικῇ δυνάμει συνεστώς, οὐδ’ ἐκ συλλαβῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ’ έν φωνῇ δἰ ἀέρος πληττο- μένῃ σημαινόμενος, θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων λόγος, κατ' οὐσίαν τε ὑφεστὼς οἷα θεοῦ δύναμις καὶ θεοῦ σοφία, πρόεισι μὲν τῆς πατρικῆς θεότητός τε καὶ βασιλείας, ἀγαθοῦ δὲ πατρὸς ἀγαθὸν τυγχάνων γέννημα κοινός τε ἁπάντων σωτὴρ ἐποχετεύει τὰ σύμπαντα, ζωῆς καὶ λόγου καὶ σοφίας καὶ φωτὸς καὶ πάν- των ἀγαθῶν ἐκ τοῦ οἰκείου πληρώματος τοῖς πᾶσιν ἐπιλιμνάζων. ἄρδει τε οὐ τὰ προσεχῆ μόνον καὶ ἐγγυτάτω, ἀλλὰ καὶ τὰ πόρρω διεστῶτα κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ εἴ τις ἑτέρα τούτων ἐν
- 12.4.2
τοῖς οὖσιν τυγχάνει λῆξις·
- 12.5.1
οἷς ὁμοῦ πᾶσιν ὅρους καὶ χώρας καὶ νόμους καὶ κλήρους διατάττεται κατὰ τὸ δικαιότατον, ἐξουσία βασι- λικῇ τὰ πρόσφορα νέμων ἑκάστῳ καὶ χορηγῶν, καὶ τοῖς μὲν ὑπερ- κοσμίους ἁψῖδας τοῖς δ’ αὐτὸν οὐρανὸν οἰκεῖν, τοῖς δ’ αἰθερίους διατριβὰς, τοῖς δ' ἀέρα, τοῖς δὲ γῆν ἀφορίζων. κἄπειτα μεθιστῶν ἐνθένδε πάλιν ἀλλαχόσε, διακρίνων τε εὖ μάλα τοὺς ἑκάστων βίους ἤθη τε καὶ τρόπων διαφορὰν ἀμειβόμενος, ζωῆς τε καὶ τροφῆς οὐ λογικῶν μόνον ἀλλὰ καὶ ζώων ἀλόγων ἐπὶ χρήσει τῶν λογικῶν ἐπιμελόμενος,
- 12.6.1
καὶ τοῖς μὲν θνητῆς καὶ προσκαίρου ζωῆς ἀπόλαυσιν, τοῖς δ’ ἀθανάτου μετουσίαν παρέχων· πάντα τε αὐτὸς οἷα θεοῦ λόγος ἐνεργεῖ, τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα λογικῇ δυνάμει ἐπιπορευό- μενος, ἄνω τε πρὸς τὸν αὐτοῦ πατέρα βλέπων τοῖς ἐκείνου νεύμασι τὰ κάτω καὶ μετ' αὐτὸν ἀκολούθως οἷα κοινὸς ἁπάντων σωτὴρ διαδυβερνᾷ, μεσεύων ἁμηγέπη καὶ συνάγων πρὸς τὸν ἀγέννητον τὴν γεννητὴν οὐσίαν.
- 12.7.1
δεσμός τις οὗτος ἀρραγὴς θεοῦ λόγος μέσος τυγχάνει συνδέων τὰ διεστῶτα καὶ μὴ μακρὰν ἀποπίπτειν αὐτὰ συγχωρῶν. οὗτος ἡ καθόλου πρόνοια, κηδεμὼν οὑτος καὶ διορθωτὴς τοῦ παντός, οὑτος θεοῦ δύναμις καὶ θεοῦ σοφία, οὑτος μονογενὴς θεός, ἐκ θεοῦ γεγεννημένος λόγος· ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος· πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐrένετο οὐδὲ ἓν ὅ γέονε" θεολόγων ἀνδρῶν ἱεραὶ διδάσκουσι φωναί· οὗτος ὁ κοινὸς ἁπάντων φυτουργός, δι' ὃν ἡ τῶν ὅλων οὐσία φύει καὶ θάλλει, ὀμβρήμασι τοῖς ἐξ αὐτοῦ διὰ παντὸς ἀρδομένη, νεαράν τε εἰς ἀεὶ τὴν ἀκμὴν καὶ τὴν ὥραν περικαλλῆ τοῦ παντὸς παρεχομένη.
- 12.8.1
ὁ δὲ τῶν ἡνίων ἐπειλημμένος εὐθείᾳ περαίνει πατρικῷ νεύματι τὸ μέγα τοῦ σύμπαντος κόσμου πηδαλιουχῶν σκάφος. τοιοῦτον καλλιτέχνην τέχνην υἱὸν μονογενῆ ὁ τῶν ὅλων ἐπέκεινα θεός, οἷα πατὴρ ἀγαθὸς ἀγαθὸν ἀπογεννήσας καρπόν, τῷδε τῷ κόσμω̣ μέγιστον ἀγαθὸν ἀδωρήσατο, ρήσατο, ἅτε ψυχὴν ἀψύχῳ σώματι, τῇ τῶν σωμάτων ἀλόγῳ φύσει τὸν αὐτοῦ λόγον ἐμβαλών, καὶ τὴν ἄμορφον καὶ ἀνείδεον ἄψυχόν τε
- 12.8.2
καὶ ἀσχημάτιστον οὐσίαν θείᾳ δυνάμει λόγου φωτίσας τε καὶ ψυχώσας. ὃν δὴ ἡμὶν καὶ γνωριστέον τε καὶ σεπτέον, ἐν ὕλῃ μὲν καὶ σωματων στοιχείοις διὰ παντὸς ἐπιχωριάζοντα καὶ τὰ πάντα ζωογονοῦντα, τὸν αὐτὸν δὲ φῶς καὶ γέννημα νοερὸν φωτὸς ἀλέκτου, καὶ ἕνα μὲν τὴν οὐσίαν, ὡς ἂν ἐξ ἑνὸς ὄντα πατρός, πολλὰς δὲ τὰς ἐν αὐτῷ κεκτημένον δυνάμεις.
- 12.9.1
ού γὰρ ἐπειδὴ πολλὰ μέρη κόσμου, διὰ τοῦτο καὶ πολλὰς δυνάμεις ἡγητέον, οὐδ’ ἐπεὶ πολλὰ τὰ πεποιημένα, ταύτῃ καὶ θεοὺς ὑφίστασθαι προμήκει πλείους. δεινὴν δὲ οἶα νήπιοι τὰς ψυχὰς πολυθέων ἀνδρῶν παῖδες πλάνην ἐπλανήθησαν τὰ μέρη τοῦ παντὸς θεοποιήσαντες καὶ τὸν ἕνα κόσμον εἰς πολλὰ διελόντες,
- 12.10.1
ὡς εἰ καὶ ἀνθρώπου συνεστῶτος ἑνὸς ἀπολαβών τις ἰδίως ὀφθαλμούς, ἄνθρωπον εἰναι λέγοι τούτους, καὶ ὠτα πάλιν ἄλλον ἄνθρωπον καὶ κεφαλὴν ὁμοιῶς, αὐχένα τε καὶ στέρνα καὶ ὤμους πόδας τε καὶ χεῖρας καὶ τὰ λοιπὰ κατακερματίσας μέλη, τάς τε τῶν αἰσθητηρίων δυνάμεις καταδιελὼν τῷ λόγῳ παμπόλλους λέγοι εἶναι ἀνθρώπους τὸν ἕνα, πλεῖον οὐδὲν ἢ μωρίας γέλωτα παρὰ τοῖς ἔμφροσιν ὀφλισκάνων. τοιοῦτος ἂν εἴη καὶ ὁ μυρίους ἑαυτῷ θεοὺς ἐξ ἑνὸς κόσμου μερῶν ὑφιστάμενος, ἢ καὶ αὐτὸν εἶναι θεὸν τὸν γενν κόσμον πολλῶν ἐκ μερῶν ὑφεστῶτα νομίζων καὶ οὐκ εἰδὼς ὅτι θεία φύσις οὐκ ἄν ποτε ἐκ μερῶν συσταίη· εἰ δὲ σύνθετος γένοιτο, καὶ ἑτέρου δέοιτο ἂν τοῦ συνθήσοντος αὐτὴν· οὐδ' αὖ πολυμερὴς οὐσα ὑπάρχοι ἂν θεία· πῶς γάρ; ἐξ ἀνομοίων διαφορῶν, χειρόνων τε καὶ ἀμεινόνων ὑφεστῶσα. ἁπλῆ δὲ καὶ ἀμερὴς καὶ ἀσύνθετος οὖσα, πάσης ἐπέκεινα τυγχάνει τῆς ὁρωμένης τοῦ κόσμου διατάξεως.
- 12.11.1
διὸ δὴ τῆς ἀληθείας ὁ κήρυξ ὧδέ πη λέγων διαρρήδην κέκραγεν· θεοῦ μὲν λόγος ὁ πρὸ πάντων μόνος ἂν εἵη λογικῶν πάντων σωτήρ, θεὸς δὲ ὁ ἐπέκεινα, λόγου γενεσιάρχης, μόνος ἁπάντων αἴτιος ὤν, αὐτοῦ μὲν οἷα μονογενοῦς κυρίως ἂν λεχθείη τοῦ λόγου πατήρ, αὐτὸς δ' ἀνώτερον αἴτιον οὐκ ἐπιγράψεται· διὸ δὴ καὶ μόνος θεὸς αὐτός, μονογενὴς δ' ἐξ αὐτοῦ πρόεισιν ὁ τῶν ὅλων σωτήρ, θεοῦ λόγος εἷς, ὁ διὰ πάντων. ὁ μὲν οὖν αἰσθητὸς κόσμος, οἷά τις πολύχορδος λύρα ἐξ ἀνομοίων συνεστῶσα χορδῶν, ὀξειῶν τε καὶ βαρειῶν, τῶν τε άνειμένων καὶ ἐπιτεταμένων καὶ μέσων, εὖ δ' ἡρμοσμένων ἁπασῶν τέχνῃ
- 12.11.2
τῇ μουσικῇ, κατὰ ταῦτα δὴ καὶ ὅδε πολυμερὴς ὤν καὶ πολυσύνθετος ψυχρᾶς ὁμοῦ καὶ τῆς ἐναντίας ταύτης θερμῆς, ὑγρᾶς τε καὶ αὖ πάλιν τῆς ἐναντίας ταύτης ξηρᾶς οὐσίας, εἰς μίαν συνελθὼν ἁρμονίαν ὄργα- νον ἂν εἴη μέγα, μεγάλου θεοῦ δημιούργημα, λόγος δ’ ὁ θεῖος, οὐκέτ' ἐκ μερῶν συνεστὼς οὐδ’ ἐξ ἐναντίων συγκείμενος, ἀμερὴς αὐτὸς. ὢν καὶ ἀσύνθετος εὐ καὶ σοφῶς τὸ πᾶν ἀνακρούεται, τῷ αὐτοῦ πατρὶ καὶ βασιλεῖ τῶν ὅλων τὴν ὀφειλομένην καὶ αὐτῷ πρέπουσαν ἀποδιδοὺς μελῳδίαν. ὡς δ’ ὑφ’ ἑνὶ σώματι μέλη μὲν καὶ μέρη τε καὶ ἔγκατα συνῆκται μυρία, ψυχὴ δ’ ἀφανὴς ἥπλωται δι’ ὅλων μία καὶ νοῦς ἀμερὴς καὶ ἀσώματος εἷς, εἷς, οὕτω δὴ καὶ ἐπὶ τοῦδε, ἐκ μὲν πολλῶν μερῶν κόσμος συνέστηκεν εἷς, λόγος δὲ ὡσαύτως θεοῦ πολυδύναμος καὶ παντοδύναμος εἷς διὰ πάντων ἥκων καὶ τοῖς πᾶσιν ἀφανῶς ἐφηπλωμένος πάντων ἂν εἴη τῶν ἐν αὐτοῖς αἴτιος.
- 12.12.1
οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον, ὡς οὐρανὸς εἷς μυρίας περιλαμβάνει ἀμφὶ τοῦτον χορείας ἄστρων περιπολούσας; πάλιν εἷς ἥλιος, ἀλλ' οὐ πλείους, τὰς ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει μαρμαρυγάς· οὕτω δῆτα ἑνὸς ὄντος πατρός, καὶ τὸν τούτου λόγον ἔνα χρὴ ἀγαθὸν ἀγαθοῦ πατρὸς εἶναι. εἰ δ’ ὅτι μὴ καὶ πλείους ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους καὶ σελήνας καὶ κόσμους καὶ μυρία ἄλλα αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὐ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντα. ἀλλ' ὡς έν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δὴ καὶ ἐν νοητοῖς ἀφανῶς ἡμῖν καὶ ἀοράτως εἷς ὁ τοῦ θεοῦ λόγος παντοδύναμος τὰ σύμπαντα καταυγάζει·
- 12.13.1
ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ’ ἂν δημιουργός, εἰ καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο, καὶ εἷς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ ἄν ποτε μυρίων ἐπιστήμας, γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει καὶ λόγους γραμματικῆς καὶ ῥητορικῆς παραδώσει καὶ ἰατρικῆς, ἒν τε μαθήμασι καὶ τοῖς κατὰ χεῖρα προστήσεται, καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἐν ἑνὶ σώματι ψυχὰς ἡγήσατο εἶναι, οὐδὲ πολλὰς ἐθαύ-
- 12.13.2
μασεν τὰς ἐν ἀνθρώπῳ οὐσίας διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν.
- 12.14.1
εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν κἄπειτα χερσὶν ἁπαλύνας ἐπιθείη ζώου μορφήν, ἄλλῳ μὲν σχήματι κεφαλήν, χεῖρας δὲ καὶ πόδας ἑτέρῳ, καὶ ὀφθαλμοὺς πάλιν ἄλλῳ καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε καὶ ὤμους ὑποτυ- πωσάμενος τέχνῃ τῇ πλαστικῇ· ἀλλ’ οὐκ, ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ' ἑνὶ σώματι δεδημιούργηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἁλλ' ἕνα μόνον τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν τὸν ἑνὶ λογισμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον· οὕτω δὴ καὶ ἐπὶ τοῦδε τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, οὐ πολλὰς χρὴ ὑποτίθεσθαι δημιουργικὰς δυνάμεις, οὐδὲ πολλοὺς ὀνομάζειν θεούς, μίαν δὲ θεολογεῖν τὴν πάνσοφον καὶ παναρμόνιον τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ διὰ πάντων ἥκουσαν καὶ διὰ παντὸς τοῦ κόσμου χωροῦσαν καὶ τὰ πάντἀ ὑφισταμένην τε καὶ ζωοῦσαν, καθόλου τε τοῖς πᾶσι καὶ τοῖς κατὰ μέρος σώμασί τε καὶ στοιχείοις ποικίλην τὴν ἐξ αὐτῆς χορηγίαν ποιουμένην.
- 12.15.1
οὕτως καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμούς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ καὶ γῆν, καὶ αὔξει φυτά, χρόνον ὑφίστησιν, ἡγεῖται, περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναρηῆ τῷ παντὶ συν- ίστησιν, ταῦτά τε πάντα μιᾷ ῥοπῇ φύσεως συντελεῖ, καὶ πυρὸς φύσις ὡσαύτως χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει, καὶ κηρὸν μὲν λύει, Πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει. μιᾷ τῇ καυστικῇ δυνάμει τοσαῦτα κατεργαζομένη.
- 12.16.1
ταύτῃ τοι καὶ ὁ παμβασιλεὺς τοῦ θεοῦ λόγος, ὁ διὰ πάντων ἥκων, ἐν πᾶσί τε ὥν καὶ πάντα ἐπιπορευόμενος, οὐράνιά τε καὶ ἐπίγεια, τὰ ἀφανῆ καὶ τὰ διακβερνῶν, διακυβερνῶν, ἥλιόν τε αὐτὸν οὐρανὸν τε καὶ τὸν σύμπαντα κόσμον ἀρρήτοις δυνάμεσιν ἡνιοχεῖ, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων χωρῶν, ἔτι αὐτῷ μὲν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας πηγῆς ἀέναον φῶς
- 12.16.2
ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα ὑποστησάμενος εἰς αἰῶνα διακρατεῖ, τὰς δ’ ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀπέλων καὶ πνευμάτων νοερῶν τε καὶ λογικῶν οὐσιῶν ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ σοφίας καὶ πάσης ἀρετῆς καλοῦ τε καὶ ἀγαθοῦ παντὸς ἔκ τῶν παρ' αὐτῷ θησαυρῶν ἐμπίπλησιν, μιᾷ δὲ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ καὶ στοιχείοις οὐοίας οὔποτε διαλιμπάνει παρέχων καὶ τοῖς σώμασι μίξεις καὶ κράσεις καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα, ποιότητάς τε μυρίας ἒν τε ζώοις καὶ φυτοῖς καὶ ψυχαῖς λογικαῖς τε καὶ ἀλόγοις ἄλλοτε ἄλλως παταποικίλλων καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, διαρρήδην τε ἐπιδεικνὺς οὐχ ἑπτάχορδον οὔτε πολύχορδον λύραν, ἕνα δὲ κόσμον πολυαρμόνιον ἑνὸς λόγου κοσμοποιοῦ ἔργον.
- 13.1.1
Λέγωμεν δὴ τὰ ἑξῆς καὶ διασαφῶμεν τὴν αἰτίαν, δι' ἣν ὁ τοσοῦτος τοῦ θεοῦ λόγος τὴν εἰς ἀνθρώπους κάθοδου ἐποιεῖτο. τοῦτον δὴ τὸν οὐρανοῦ καὶ γῆς ἐπιστατοῦντα τοῦ θεοῦ λόγον, τὸν ἐξ αὐτῆς οἷα πηγῆς τῆς ἀπωτάτω πατρικῆς θεότητος γεγεννημένον, καὶ μῷδε μὲν ἀεὶ τῷ κόσμῳ παρόντα καὶ συνόντα, τῆς δ' αὐτοῦ προ- νοίας καὶ τῆς εἰς ἀνθρώπους κηδεμονίας ἐναργῆ παρεχόμενον τὰ γνωρίσματα, ἀνθρώπων ἀφρόνων γένος μὴ συλλογισάμενόν, ἡλίῳ καὶ σελήνῃ καὶ οὐρανῷ ἄστροις καὶ ἄστροις τὴν σεβάσμιον ἀνέθεντο προσηγορίαν.
- 13.2.1
καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τὴν γεώδη φύσιν καὶ τοὺς ἀπὸ γῆς καρποὺς τροφάς τε σωμάτων παντοίας τοίας ἐθέωσαν, Δήμητραν καὶ Κόρην καὶ Διόνυσον καὶ ἀδελφά γε τούτων ἕτερα ἀνειδωλοποιήσαντες. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τῆς σφῶν αὐτῶν διανοίας τοὺς λογισμοὺς καὶ αὐτὸν δὴ τὸν τούτων ἑρμηνέα λόγον θεοὺς ἀνειπεῖν οὐκ ἀπώκνησαν, Ἁθηνᾶν μὲν τὴν διάνοιαν τὸν δὲ λόγον Ἑρμῆν ἐπονομάσαντες καὶ τάς γε τῶν μαθημάτων ἐπηβόλους δυνάμεις Μνημοσύνην καὶ Μούσας ἀνειπόντες. καὶ μέχρι μέχρι τούτων ἔστησαν, ἐπὶ μεῖζον δ' αὔξοντες ἀτοπέας ὑπερβολῇ δυσσεβείας τὰ οἰκεῖα πάθη, ἃ δὴ ἐχρῆν ἀποτρέπεσθαι καὶ λόγῳ σώφρονι θεραπεύειν, οἴδε ἐνέωσαν, αὐτήν τε τὴν ἐπιθυμίαν καὶ τὴν ἐμπαθῆ καὶ ἀκόλαστον τῶν ψυχῶν νόσον τά τε
- 13.2.2
ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τε καὶ μέλη τοῦ σώματος καὶ ἔτι τὴν τῶν αἰσχρῶν ἡδονῶν ἀκράτειαν Ἔρωτα καὶ Πρίηπον καὶ Αφροδiτην καὶ ἄλλ’ ἄττα συγγενῆ τούτοις ἀνειπόντες.
- 13.3.1
καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ ἀμφὶ τὰς σωμάτων γενέσεις καὶ τὸν κάτω θνητὸν βίον καταπεσόντες, ἀνθρώπους θνητοὺς ἐξεθείασαν καὶ μετὰ τὸν κοινὸν θάνατον ἥρωας καὶ θεοὺς ἐπεφήμισαν , ἀμφὶ μνήματα καὶ τάφους τὴν ἀθάνατον καὶ θείαν οὐσίαν ὑποτοπήσαντες εἰλεῖσθαι. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ ζώων ἀλόγων παντοία γένη ἑρπετῶν τε τὰ βλαπτικώτατα τῇ σεβασμίῳ προσηγορίᾳ τετιμήκασιν· καὶ μέχρι μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ δρῦς κατακόψαντες καὶ πέτρας ἐκτεμόντες γῆς τε μέταλλα, καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῆς ἄλλης ὕλης, διερευνησάμενοι, θηλειῶν τύπους καὶ ἀρρένων ἀνδρῶν σχήματα θηρίων τε μορφὰς καὶ ἑρπετῶν ἀνεπλάσαντο, κἄπειτα τούτοις τιμὰς περιτεθείκασιν.
- 13.4.1
καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τοῖς ἐμφωλεύουσι τοῖς ξένοις σκοτίοις τε μυχοῖς ἐγκαταδεδυκόσι δαίμοσι πονηροῖς ἀμφὶ τὰς τῶν θυσιῶν λοιβάς τε καὶ κνίσας λιχνεύουσιν τὴν αὐτὴν τῶν θεῶν ἀνέθηκαν ἐπηγορίαν. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ αὐτοῖς καταδέσμοις τισὶν ἀπειρημένης γοητείας, ἐκθέσμοις τε καὶ ἐπανάγκοις ᾡδαῖς καὶ ἐπῳδαῖς, δυνάμεις ἀφανεῖς ἀμφὶ τὸν ἀέρα ποτωμένας παρέδρους ἑαυτοῖς ἐφειλκύσαντο. θνητούς γε μὴν ἄνδρας ἐθέωσαν ἑτέρους ἕτεροι· παῖδες μὲν γὰρ Ἑλλήνων Διόνυσον καὶ Ἡρακλέα καὶ Ἀσκληπιὸν καὶ Ἀπόλλωνα ἄλλους τέ τινας ἀνθρώπους τῇ τῶν ἡρώων καὶ θεῶν τετιμήκασι προσηγορίᾳ, Αἰγύπτιοι δὲ Ὧρον καὶ Ἶσιν καὶ Ὄσιριν καὶ τούτοις παραπλησίους πόλιν ἀνθρώπους θεοὺς νενομίκασιν· οὐδὲ μὴν καθ’ ὑπερβολὴν σοφίας γεωμετρίας τὴν εὕρεσιν ἀστρονομίας τε καὶ ἀριθμητικῆς αὐχοῦντες οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν οἱ σοφοὶ σταθμήσασθαι παρ' ἑαυτοῖς καὶ λογίσασθαι μέτρα θεοῦ δυνάμεως θνητῆς τε καὶ ἀλόγου διαφορὰν φύσεως.
- 13.5.1
διὸ δὴ πᾶν εἶδος εἰδεχθῶν κνωδάλων καὶ παντοίων ζώων γένη ἑρπετά τε ἰοβόλα καὶ θῆρας ἀγρίους θεοὺς προσειπεῖν οὐκ ἀπώκνησαν, Φοίνικες δὲ Μελκάθαρον καὶ Οὕσωρον
- 13.5.2
καί τινας ἄλλους ἀτιμοτέρους θνητοὺς πάλιν ἄνδρας θεοὺς ἀνηγόρευσαν, ὡς καὶ παῖδες Ἀράβων Δούσαρίν τινα καὶ Ὄβοδον, καὶ οἱ Γέται τὸν Ζάμολξιν καὶ τὸν Μόψον Κίλικες, καὶ τὸν Ἀμφιάρεων Θηβαῖοι, καὶ παῤ ἑτέροις ἄλλοι πάλιν ἑτέρους, τὴν φύσιν οὐδὲν τῶν θνητῶν διαλλάττοντας αὐτὸ δὲ μόνον ἀληθῶς ἀνθρώπους.
- 13.5.3
ὁμοῦ δὴ οὖν πάντες Αἰγύπτιοι, Φοίνικες, Ἕλληνες, καὶ πᾶν τὸ θνητὸν γένος, ὅσον ἡλίου βολαὶ φωτίζουσι, τὰ μέρη τοῦ κόσμου καὶ τά γε στοιχεῖα τούς τε ἀπὸ γῆς βλαστοῦντας καρπούς, καὶ τὰ σφῶν αὐτῶν πάθη ναὶ μὴν καὶ τὰς δαιμονικὰς μανίας τε καὶ φαντασίας, καὶ πρό γε τούτων ἄνδρας θνητοὺς ἀνθρωπείαις χρησαμένους συμφοραῖς, καὶ οὐτ' ἀρετῆς διδασκαλεῖα καθ' ὂν ἔζων χρόνον συστησαμένους, οὔτε σώφρονος βίου μαθήματα ἀνθρώποις ἐπιπονήσαντας. οὐ φιλόσοφα δόγματα καταδείξαντας, οὐκ ὀνησιφόρον ἔργον ἐπιδεδειγμένους. οὐ μαθητὰς τῆς ἀρετῆς καταλείψαντας, οὐ λόγους, οὐ συγγράμματα πρὸς εὐζωίαν συντείνοντα παραδόντας, ἠσχολημένους δὲ περὶ γύναια καὶ αἰσχρὰς ἡδονάς, εἰκῆ καὶ ὡς ἔτυχεν οὐκ οἶδ' ὁποίας δαιμονικῆς ἐνεργείας πλάνῃ θεοὺς καὶ ἥρωας ἀνηγόρευσαν θυοίαις τε καὶ τελεταῖς σὺν γοητικαῖς ἀπάταις ἐτίμησαν, νεὼς μὲν αὐτοῖς καὶ ἱερὰ κατὰ πόλεις καὶ κατὰ χώρας δειμάμενοι, τὸν δ’ ἐπέκεινα τοῦ κόσμου μόνον ἀληθῆ τοῦ θεοῦ λόγον παμβασιλέα καὶ ποιητὴν τῶν ὅλων ἐν οὐδενὶ τέθεινται. οἱ δ’ εἰς τοσοῦτον ἤλαυνον μανίας τε καὶ φρενοβλαβείας ὡς ἐν ταὐτῷ τούσδε τινὰς τοὺς τυχόντας ἄνδρας θεοὺς ἀναχορεύειν, καὶ παραχρῆμα τοῖς αὐτοῖς θνητῶν συνάπτειν πάθη, ἔρωτάς τε παρανόμους καὶ πράξεις αἰσχρὰς ςωῆς τε καταστροφὰς καὶ θανάτους τοῖς αὐτοῖς ἀνατιθέναι. εἶτα τοιαῦτα οὐχ ὑφ' ἑτέρων διαβαλλόμενα φάσκοντες, αὐτοὶ δὲ μάρτυρες τούτων ὄντες, πλάνας τε καὶ πἐνθη καὶ θανάτους καὶ πρό γε τούτων μοιχείας αὐτῶν καὶ ἀρρἐνων φθορὰς γυναικῶν τε ἁρπαγὰς ὁμολογοῦντες, οὐδὲν ἡττον πόλεις πάσας καὶ κώμας καὶ χώρας ναοῖς καὶ ἀγάλμασι καὶ ἱεροῖς ἐπλήρουν, τῇ τῶν θεῶν ὁμοιοτροπίᾳ τὰς ἑαυτῶν προσαπολλύντες φυχάς.
- 13.6.1
θεοὺς δὴ τοίνυν καὶ θεῶν παῖδας ἥρωάς τε κἀγαθοὺς
- 13.6.2
δαίμονας λόγω̣ μὲν ἠν παῤ αὐτοῖς ἀκούειν, ἔργῳ δὲ πᾶν τοὐναντίον· τἀναντία γοῦν τοῖς ἐναντίοις ἐσέμνυνον, ὡς εἰ καὶ ἥλιόν τις καὶ φῶτα τὰ κατ' οὐρανὸν δεῖξαί τῳ βουληθεὶς ἄνω μὲν εἰς ὕφος μὴ ἐπαίροι τὰς ὄψεις, κάτω δὲ εἰς γῆν τὰς χεῖρας βαλὼν καὶ χαμαὶ εἰς ἔδαφος ῥίψας ὲν πηλῷ καὶ βορβόρῳ τὰς οὐρανίους δυνάμεις ἐπιζη- τοίη. οὕτω δὴ καὶ τὸ τῶν ἀνθρώπων γένος φρενοβλαβείᾳ καὶ δαι- μόνων ἀπάτῃ πονηρῶν τὴν ἐπέκεινα οὐρανοῦ τε καὶ κόσμου θείαν Λαὶ νοητὴν οὐσίαν κάτω που ἐν σωμάτων γενέσει καὶ θνητῶν πάθεσί τε καὶ θανάτοις ἐπέπειστο εἰναι.
- 13.6.3
οἱ δ' εἰς τοσοῦτον ἤλαυνον ἀνοίας, ὡς καὶ τὰ φίλτατα θύειν αὐτοῖς μηδὲ φειδὼ ποιεῖσθαι τῆς φύσεως, ἀλλ’ ἤδη καὶ τὰ μονογενῆ καὶ ἀγαπητὰ τῶν τέκνων μανίᾳ καὶ διανοίας ἐκστάσει κατασφάττειν.
- 13.7.1
καὶ τί γὰρ ἂν γένοιτο τούτου μανικώτερον θύειν ἀνθρώπους καὶ τὰς πόλεις ἀπέσας καὶ τοὺς αὐτῶν οἵκους ἐμφυλίοις μολύνειν φόνοις; ἢ οὐ ταῦτα Ἑλλήνων παῖδες μαρτυροῦσι καὶ πᾶσά γε ἡ ἱστορία τῆς τούτων μνήμης πεπλήρωται; Κρόνῳ μὲν γὰρ Φοίνικες καθ’ ἕκαστον ἔτος ἔθυον τὰ ἀγαπητὰ καὶ μονογενῆ τῶν τέκνων, τῷ δ’ αὐτῷ τούτῳ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἀνθρώπους ἔσφαττον. ἐν δὲ Σαλαμῖνι ὑφ' ἔνα περίβολον Ἀθηνᾶς Ἀγραύλιδος καὶ Διομήδους ἐλαυνόμενός τις ἀνὴρ τρὶς περιέθει τὸν βωμόν, ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζεν. ἐγίγνοντο δὲ καὶ ἐπὶ τῆς Αἰγύπτου πλεῖσται ὅσαι ἀνθρωποκτονίαι, ἐθύοντό τε τῇ Ἥρᾳ ἐν Ἡλίου πόλει τῆς ἡμέρας τρεῖς, ἀνθ’ ὧν Ἀμόσης ὁ βασιλεὺς τὸ δεινὸν συνιδὼν κηρίνους τοὺς ἴσους ἐκέλευσεν έπιτίθεσθαι. καὶ ἐν Χίῳ δὲ τῷ Ὠμαδίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες ἔθυον, καὶ ἐν Τενέδῳ δὲ ὡσαύτως, ἐν δὲ Λακεδαίμονι τῷ Ἄρει τὴν δί ἀνθρώπων ἐτέλουν θυσίαν. καὶ ἐν Κρήτῃ δὲ αὐτὸ τοῦτ' ἄπραττον, ἀνθρωποθυτοῦντες τῷ Κρόνῳ. Ἀθηνᾷ δὲ παρθένος κατ' ἔτος ἐθύετο ἐν Λαοδαμείᾳ τῆς Συρίας, νῦν δὲ ἔλαφος. οὐ μὴν ἀλλὰ καὶ Λίβυες καὶ Καρχηδόνιοι ταῖς ἀνθρωποθυσίαις τοὺς ἑαυτῶν ἱλεοῦντο θεούς. καὶ Δουματηνοὶ
- 13.7.2
δὲ τῆς Ἀραβίας καθ' ἕκαστον ἔτος ἔθυον παῖδα, ὃν ὑπὸ τὸν βωμὸν ἔθαπτον, κοινῶς δὲ πάντας Ἕλληνας, πρὶν ἐπὶ πολέμους ἐξιέναι, ἀνθρωποκτονεῖν ἡ ἱστορία διδάσκει, Θρᾷκας τε καὶ Σκύθας ὁμοίως. Ἀθηναῖοι δὲ τὰς Λεὼ κόρας καὶ τὴν Ἐρεχθέως θυγατέρα σφαγιασθεῖσαν μνημονεύουσιν. ἀλλ' ἔτι καὶ νῦν τίς ἀγνοεῖ κατὰ τὴν μεγάλην πόλιν τῇ τοῦ Λατριαρίου Διὸς ἑορτὴ σφαγιαζόμενον ἄνθρωπον;
- 13.8.1
ταῦτα μὲν φιλοσόφων οἱ καὶ δοκιμώτατοι μεμαρτυρήκασιν οὕτως ἔχειν, Διόδωρος δὲ ὁ τὰς βιβλιοθήκας ἐπιτεμὼν φηοὶ τῷ Κρόνῳ δια- κοσίους τῶν ἐπιφανεστάτων παίδων δημοσίᾳ θῦσαι τοὺς Λίβυας, οὐκ ἐλάττους δὲ ἐπιδοῦναι τῇ θυσίᾳ τριακοσίους ἑτέρους, ὁ δὲ τῆς Ῥωμαϊκῆς ἱστορίας συγγραφεὺς Διονύσιος αὐτὸν αὐτὸν τὸν Δία καὶ τὸν Ἀπόλλωνa αἰτῆσαι ἀνθρωποθυσίας ἐν Ἰταλίᾳ παρὸ τῶν καλου- μένων Ἀβοριγινῶν. τοὺς αἰτηθέντας οὐν φησι καρπῶν μὲν ἁπάν- των τὸ λάχος ἀποθῦσαι τις θεοῖς· ὅτι δὲ μὴ καὶ ἀνθρώπους ἔθυσαν, παντοίαις περιπεσεῖν συμφοραῖς, μὴ πρότερόν τε κακῶν παῦλαν σχεῖ; ἢ δεκατεῦσαι ἑαυτούς· οὕτω δ' οὖν ἀνθρώπων δεκάτας ἀφαιρουμενους τε καὶ θύοντας ἐρημίας αἰτίους γενέσθαι τῇ χώρᾳ. τοσούτοις κακοῖς τὸ πᾶν τῶν ’ν γένος πάλαι πρότερον κατετρύχετο.
- 13.9.1
οὐκ ἤρκει δ ἐπὶ τούτοις τὸ κακῶς πράττειν, μυρίαις δὲ καὶ ἄλλαις ἀνηκέστοις καταδεδούλωτο συμφοραῖς. όμοῦ γὰρ τὰ καθ ὅλης τῆς οἰκουμένης ἔθνη, Ἕλληνά τε καὶ βαρβάρα, ὡς ὑπὸ δαιμονι- κῆς ἐνεργείας οἰστρούμενα δεινῇ καὶ χαλεπωτάτῃ νόσῳ διεστασίαζεν, τῷ ἄμικτον εἶναι καὶ ἀκατάλλακτον αὐτὸ πρὸς ἑαυτὸ τὸ τῶν ἀν- θρώπων γένος, ὡδε κἀκεῖσε τοῦ μεγάλου σώματος τῆς κοινῆς φύσεως διεσπασμένου, ἐφ' ἑκάστῃ γωνίᾳ γῆς ἀποστατούντων ἀνθρώπων νό- μοις τε καὶ πολιτείαις διαμαχομένων ἀλλήλοις,
- 13.10.1
καὶ οὐ τοῦτο μό- νον, ἀλλὰ καὶ ἐξαγριουμένων πυκναῖς ταῖς κατ’ ἀλλήλων ἐπανα- στάσεσιν, ὥστ' ἀεὶ καὶ διὰ παντὸς τοῦ βίου μάχαις ταῖς κατ' ἀλλή- λων καὶ πολέμοις σχολάζειν , μὴ ἐξεῖναί τέ ποι τῷ βουλομένῳ στέλλεσθαι μὴ πολεμίου τρόπον καθωπλισμένῳ, κατ’ ἀγρούς τε καὶ κατὰ κώμας ξιφηφορεῖν τοὺς γεωπόνους καὶ μᾶλλον τῶν πρὸς γεωρυίαν
- 13.10.2
ὀργάνων τὰς ἐνόπλους κεκτῆσθαι παρασκευάς, τό τε ληΐζεσθαι ἀνδραποδίζεσθαι τοὺς ἐκ γειτόνων ἐπ' ἀρετῆς τίθεσθαι μέρει.
- 13.11.1
καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξ αὐτῶν, ὡν ἐλογοποίησαν περὶ τῶν οἰκείων θεῶν, αἰσχρᾶς καὶ παρανόμου ζωῆς ἐφόδια προσλαβόντες, Παντοίοις τρόποις ἀκολασίας όμοῦ τοῖς σώμασι καὶ τὰς αὐτῶν ψυχὰς προσδιέφθειραν. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς ὅρους ὑπερβάβτες τῆς φύσεως ἐπέκεινα ἐχώρουν ἀρρητοποιΐας καὶ τὰ ἄπιστα κατ' ἀλλήλων ἐμπαροινοῦντες· „ἄρρενές τε ἐπ' ἄρσεσι ἀσχημοσύνην κατεργαςόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες,“ ᾗ φασὶν ἰεροὶ λόγοι.
- 13.12.1
καὶ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς περὶ θεοῦ φυσικὰς ἐννοίας παρατρέψαν- τες ἀπρονόητα μὲν καὶ ἀνεπιτρόπευτα τὰ τῇδε πάντα ἡγοῦντο, ἀλόγῳ δὲ καὶ αὐτομάτῳ φύσει εἱμαρμένης τε ἀνάγκῃ τὴν τοῦ παντὸς οὐσίωσίν τε καὶ σύοτασιν ἀνετίθεσαν.
- 13.13.1
καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς σφῶν ψυχὰς αὐτοῖς συνδιαφθείρεσθαι τοῖς σώμασιν ὑπολαμβάνοντες θηριώδη ζωὴν καὶ βίον ἀβίωτον διῆγον, οὐ ψυχῆς οὐσίαν διερευνώμενοι, οὐ θείας κρίσεως δικαιωτήρια προσόοκῶντες, οὐκ ἀρετῆς ἔπαθλα, οὐκ ἀδίκου βίου τιμωρίας ἐν νῷ βαλλόμενοι,
- 13.14.1
ἤδη δὲ καὶ ὅλα ἔθνη πολυτρόποις κακίας εἴδεσι θηριώδει κατετήκονο βίῳ, οἱ μὲν μητράσι μιγνύμενοι μίξιν ἔκθεσμον καὶ παρανομω- τάτην, οἱ δὲ τὰς ἀδελφὰς αὐτῶν γαμοῦντες, οἱ δὲ τὰς αὐτῶν θυγατέρας διαφθείροντες, καὶ οἱ μὲν τοὺς ἐπιδημοῦντας ξένους κατασφάτ- τοντες, οἱ δὲ καὶ κρεῶν ἀνθρωπείων ἀπογευόμενοι, οἱ δ' ἀγχόνῃ τοὺς γεγηρακότας ἀποπνίγοντες κἄπειτα τούτοις ἑστιώμενοι, οἱ δὲ κυσὶν ἔτι ζῶντας παραβάλλοντες.
- 13.14.2
ἐπιλείψει με ὁ χρόνος τὰ πάντα τῆς παλαιᾶς νόσου τῆς δὴ τὸ πᾶν τῶν ἀνθρώπων γένος κεκρατηκυίας διηγούμενον,
- 13.15.1
ταῦτα καὶ ἀδελφὰ τούτοις μυρία, ὡν δὴ χάριν ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος, τῆς ἐν ἀνθρώποις λογικῆς ἀγέλης οἶκτον λαβών, πάλαι μὲν διά τινων αὐτοῦ προφητῶν καὶ ἔτι πάλαι πρότερον δι’ ἑτέρων θεοφιλῶν ἀνδρῶν καὶ μετὰ τούτους διὰ τῶν μετέπειτα γνωρίμων ἐπὶ τὴν σφῶν θεραπείαν ἀνεκαλεῖτο τοὺς ἀπεγνωσμένους, νόμοις καὶ παραινέσεσι ποικίλαις διδασκαλίαις τε παντοίαις προοίμί ὄττα καὶ στοιχεῖα θεοσε-
- 13.15.2
βείας εἰς ἀνθρώπους καταβαλλόμενος. ὡς οὖν οὐκέτ’ ἀνθρωπείας δυνάμεως κρε,ίττονος δὲ ἥ κατὰ ἄνθρωπον ἐδεῖτο βοηθοῦ τὸ θνητὸν γένος, ὡδε κἀκεῖσε πλανώμενον ἀφειδῶς τε σπαραττόμενον οὐχ ὑπὸ λύκων καὶ θηρίων ἀτιθάοων, δεινῶν δὲ καὶ ἀγρίων ὑπὸ δαιμόνων καὶ πνευμάτων ἀπηνῶν καὶ ψυχοφθόρων, ἧκεν λοιπὸν ἡμῖν αὐτὸς μάλα προθύμως καὶ παρῆν ἐφ' ἡμετέρας παρεμβολὲς ὁ τοῦ θεοῦ λόγος, πατρὸς παναγάθου πειθαρχῶν νεύματι.
- 13.16.1
αἰτία δ’ ἦν αὐτῷ τῆς ἐνταυθοῖ παρουσίας τὰ δεδηλωμένα, ὧν δὴ ἕνεκα πάντων εἰς θνητῶν ὁμιλίας παριὼν οὐχ ὅπερ αὐτῷ σύνηθες ἦν τοῦτ' ἔπραττεν, ἀσωμάτῳ μὲν ὄντι καὶ τὸν ἅπαντα κόσμον ἀφανῶς ἐπιπορευομένῳ ἔργοις δ’ αὐτοῖς οὐρανίοις τε καὶ τοῖς κατὰ γῆν τὰς αὐτοῦ μεγαλουργίας ἐκφαίνοντι, καινοτέρῳ δὲ καὶ τὸν συνήθη παραλλάττοντι τρόπῳ. δι' ὀργάνου γάρ τοι θνητοῦ τὰς πρὸς τοὺς θνητοὺς ὁμιλίας τε καὶ διατριβὰς ὑπῄει, τὸ θνητὸν διὰ τοῦ όμοίου σῶσαι προμηθούμενος.
- 14.1.1
Φἐρε δὴ μετὰ ταῦτα καὶ δι’ ἣν αἰτίαν ὀργάνῳ σώματι χρησάμενος εἰς ἀνθρώπων διατριβὰς παρῄει ὁ ἀσώματος τοῦ θεοῦ λόγος εμεν. καὶ πῶς ἂν ἄλλως θεία καὶ ἀναφὴς ἄυλός τε καὶ ἀόρατος οὑσία τοῖς ἐν γενέσει τὸν θεὸν καὶ ἐπὶ γῆς κάτω ζητοῦσιν, ἄλλως τε οὐ δυναμένοις ἢ μὴ βουλομένοις τὸν τῶν ἀπάντων γενεσιουργόν τε καὶ ποιητὴν ἐποπτεύειν, ἢ δέ ἀνθρωπείου σχήματός τε καὶ εἴδους ἑαυτὴν ἔφηνεν;
- 14.2.1
ὅθεν δἰ ὀργάνου θνητοῦ, καταλλήλου βοηθήματος, τοῖς θνητοῖς εἰς ὁμιλίαν κατῄει, ὅτι δὴ τοῦτ' αὐτοῖς φίλον ἠν· τὰ ὅμοια γοῦν, φασί, τοῖς όμοίοις φίλα. τοῖς δῆτα χαίρουσι τῇ τῶν ὁρωμένων αἰσθήσει, ἐν ἀγάλμασί τε καὶ ξοάνων ἀψύχων γλυφαῖς θεοὺς ἀναζητοῦσιν, ἐν ὕλῃ τε καὶ σώμασιν τὸ θεῖον εἶναι φανταζομένοις, θνητούς τε ἄνδρας τὴν φύσιν θεοὺς ἀναγορεύουσιν, καὶ ταύτῃ πη ἑαυτὸν ὁ τοῦ θεοῦ λόγος ἐδείκνυ.
- 14.3.1
διὸ δὴ νεὼν πανάγιον αὐτὸς αὐτῷ σωματικὸν ὄργανον κατεσκευάσατο, λογικῆς δυνάμεως αἰσθητικὸν οἰκητήριον, ἄγαλμα σεμνὸν καὶ πανίερον, ξοάνου παντὸς ἀψύχου προτιμότερον. τὸ μὲν γὰρ ἐξ ὕλης ἀψύχου δείκηλον,
- 14.3.2
χερσὶ βαναύσων ἀνδρῶν ἐν εἰκόνι χαλκοῦ καὶ σιδήρου χρυσοῦ τε καὶ ἐλέφαντος λίθων τε καὶ ξύλων ἐν ὕλῃ τετεχνασμένον, προσφυὲς ἂν εἴη δαιμόνων οἰκητήριον· τὸ δ' ἔνθεον ἄγαλμα σοφίας ἐνθέου δυνάμει πεποικιλμένον ζωῆς μετεῖχεν καὶ νοερᾶς οὐσίας, ἄγαλμα πάσης ἀρετῆς ἔμπλεων, ἄγαλμα Μου λόγου οἰκητήριον νεώς τε ἅηιος θεοῦ.
- 14.4.1
οὑ δὴ ὁ ἔνοικος λόγος θνητοῖς μὲν διὰ τοῦ συγγενοῦς συνῆν τε καὶ ἐγνωρίζετο, οὐ μὴν ὑπέπιπτε ταῖς όμοιοπαθείαις, οὐδ’ ἀνθρώπου ψυχῆς τρόπον τῷ σώματι κατεδεσμεῖτο, οὐδέ γε χείρων αὐτὸς αὐτοῦ γενόμενος τῆς οἰκείας θεότητος μετεβάλλετο. ὡς γὰρ οὐδ' ἡλίου φωτὸς πάθοιεν ἄν τι ἀκτῖνες, τὰ πάντα πληροῦσαι καὶ μάτων νεκρῶν καὶ οὐ καθαρῶν ἐφαπτόμεναι, ταύτῃ πολὺ πλέον ἡ ἀσώματος τοῦ θεοῦ λόγου δύναμις οὔτ’ ἂν πάθοι τι τὴν οὐσίαν ἂν βλαβείη οὐδ' ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως επαφωμενη.
- 14.5.1
οὕτω δῆτα ὁ κοινὸς ἀπάντων σωτὴρ εὐεργετικὸν ἑαυτὸν τοῖς πᾶσι καὶ σωτήριον παρέσχε δι' ὀργάνου οὗ προβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν δεικνύμενος. Ὀρφέα μὲν δὴ μῦθος Ἑλληνικὸς παντοῖα γένη θηρίων θέλγειν τῇ ᾠδῇ ἐξημεροῦν τε τῶν ἀγρίων τοὺς θυμούς, έν ὀργάνῳ πλήκτρῳ κρουρμένων χορδῶν, παραδίδωσιν, καὶ τοῦθ’ Ἑλλήνων ᾄδεται χορῷ, καὶ πιστεύεται ἄψυχος λύρα τιθασεύειν τοὺς θῆρας καὶ δὴ καὶ τὰ δένδρα τὰς φηγοὺς μεταβάλλειν μουσικῇ εἴκοντα. τοιγαροῦν ὁ πάνσοφος καὶ παναρμόνιος τοῦ θεοῦ λόγος ψυχαῖς ἀνθρώπων πολυτρόποις κακίαις ὑποβεβλημέναις παντοίας θεραπείας προβαλλόμενος, μουσικὸν ὄργανον χερσὶ λαβών, αὐτοῦ ποίημα σοφίας, τὸν ἄνθρωπον, ᾠδὰς καὶ ἐπῳδὰς διὰ τούτου λογικοῖς ἀλλ’ οὐκ ἀλόγοις θηρσὶω ἀνεκρούετο. πάντα τρόπον ἀνήμερον Ἑλλήνων τε καὶ βαρβάρων πάθη τε ἄγρια καὶ θηριώδη ψυχῶν τοῖς τῆς ἐνθέου διδασκαλίας φαρμάκοις ἐξιώμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς τὸ θεῖον ἐν γενέσει καὶ σώμασιν ἀναζητούσαις οἷά τις ἰατρῶν ἄριστος συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι θεὸν έν ἀνθρώπῳ παρίοτη.
- 14.6.1
κἄπειτα σωμάτων οὐχ ἧττον ἢ ψυχῶν έπιμελόμενος, σαρκὸς μὲν ὀφθαλμοῖς . . ὁρᾶν θαύματά τινα
- 14.6.2
παράδοξα καὶ θεϊκὰς τερατείας τε καὶ δυνάμεις, ἀκοαῖς δὲ πάλιν σαρκὸς τὰς διὰ γλώττης καὶ σαρκὸς ὑπήχει διδασκαλίας, πάντα δ’ ἐπετέλει δι' οὗ ἀνείληφεν ἀνθρώπου τοῖς οὐκ ἄλλως ἢ μόνως οὕτως τῆς τοιαύτης θεότητος συναισθέσθαι δυναμένοις.
- 14.6.3
7 καὶ ταῦτα ταῖς πατρικαῖς βουλαῖς διηκονεῖτο, μένων πάλιν αὐτὸς ἄυλος, οἷος καὶ πρὸ τούτου παρὰ τῷ πατρὶ ἦν, οὔτι μετα- βαλὼν τὴν οὐσίαν, οὐδ’ ἀφανισθείης τῆς αὐτοῦ φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθείς, οὐδ' ὧδε μὲν ἔνθα ἦν αὐτῷ τὸ ἀνθρώπειον σκεῦος τὰς διατριβὰς ποιούμενος, έν ἑτέροις δὲ εἶναι τοῦ παντὸς κεκωλυμένος.
- 14.8.1
ἀλλὰ γὰρ καὶ έν τῷ τότε, καθ’ ὅ ἐν ἀν- θρώποις ἐπολιτεύετο, τὰ πάντα ἐπλήρου, καὶ τῷ πατρὶ συνῆν, καὶ ἐν αὐτῷ γε ἠν, καὶ τῶν πάντων ἁθρόως καὶ ἐν τῷ τότε τῶν τε κατ' οὐρανὸν καὶ ἐπὶ γῆς ἐπεμέλετο, οὐδαμῶς τῆς πανταχόσε παρου- σίας ὁμοίως ἡμῖν ἀποκλειόμενος οὐδὲ τὰ θεῖα πρότεινε συνήθως παραποδιζόμενος, ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ παραδιδοὺς τῷ ἀνθρώπῳ τὰ δ' ἐκ τοῦ θνητοῦ μὴ ἀντιλαμβάνων, καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν τῆς δ' ἐκ τοῦ θνητοῦ μετουσίας μὴ ἀντ- επαρυόμενος.
- 14.9.1
οὔκουν έμολύνετο τικτομένου τοῦ σώματος, οὐδὲ τὴν οὐσίαν ἔπασχεν ὁ ἀπαθὴς τοῦ θνητοῦ πάλιν αὐτῶ̣ διαιρουμένου· ἐπεὶ μηδὲ τῆς λύρας εἰ οὕτω τύχόι κοπτομένης ἢ τῶν χορ- δῶν διασπωμένων πάσχειν εἰκὸς τὸν ἀνακρουόμενον, οὐδέ γε σοφοῦ τινος ἀνδρὸς τιμωρουμένου σώματος τὴν ἐν τῷ σοφῷ σοφίαν ἢ τὴν ἐν τῷ σώματι ψυχὴν κόπτεσθαι ἢ κάεσθαι φαίημεν ἂν εἰκότως.
- 14.10.1
ταύτῃ τοι πολὺ πλέον οὐδὲ τὴν τοῦ λόγου δύναμιν βλάβος τι ἐκ τῶν τοῦ σώματος παθῶν ἀποφέρεσθαι φάναι εὔλογον, ὅτι μηδὲ τὸ τοῦ φωτὸς ἡμῖν ὑπόδειγμα χραίνεσθαι τὰς ἡλιακὰς ἀκτῖνας ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας πηλοῦ τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας συνεχώρει· φωτίζεσθαι μὲν γὰρ καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν κωλύοι λέγειν, τὸ δέ γε μὴν φῶς οὐκέτι πηλοῦσθαι οὐδὲ τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τῶν σωμάτων ἐπιμιξίας.
- 14.11.1
καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν εἴη ἀλλότρια. ὸ δέ γε σωτὴρ καὶ ἀσώματος τοῦ θεοῦ λόγος, αὐτοζωὴ τυγχάνων καὶ αὐτοφῶς νοε- ρόν, παντὸς οὗ δἂν ἐφάψηται ἐνθέῳ καὶ ἀσωμάτῳ δυνάμει, ζῆν τοῦτο ἀνάγκη καὶ ἐν λογικῷ διάγειν φωτί· ταύτῃ τοι καὶ σώματος οὗ δ'ὰν ἐφάψηται, ἡγίασται τοῦτο καὶ πεφώτισται αὐτίκα, πᾶσά τε νόσος αὐτῷ καὶ ἀρρωστία καὶ πάθος ὑπεξίσταται, ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως τὰ ἐν στερήσει.
- 14.12.1
διὸ δὴ τὸν πόντα βίον ταύτῃ πη διετέλει, τότε μὲν τοῦ σωματικοῦ ἀρηγάνου τὴν πρὸς ἡμᾶς ὁμοιοπάθειαν ὑποδεικνύς, τότε δὲ τὸν θεὸν λόγον ὑποφαίνων, μεγαλουργῶν καὶ παραδοξοποιῶν ὡς θεός, καὶ τῶν μελλόντων ἔσεσθαι προαναφωνῶν τὰς προρρήσεις, καὶ τὸν μὴ τοῖς πολλοῖς ὁρώμενον θεοῦ λόγον τοῖς ἔργοις αὐτοῖς ἐπιδεικνύμενος ἐν τεραστίαις πράξεσι, θαύμασί τε καὶ σημείοις καὶ παραδόξοις δυνάμεσι, ναὶ μὴν καὶ διδασκαλίαις ἐνθέοις ἄνω πρὸς τὸν ὑπερουράνιον τόπον τὰς ψυχὰς παρα- σκευάζεσθαι προαγούσαις.
- 15.1.1
Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ' ἢ αὐτὸ δὴ τὸ τοῦ τὸς κεφάλαιον ὁποίαν ἔσχε τὴν αἰτίαν ἐξειπεῖν, λέγω δὴ τὸ πολυ- θρύλητον τοῦ βίου τέλος καὶ τοῦ πάθους τὸν τρόΠον καὶ τῆς τὸν θάνατον ἀναβιώσεως αὐτοῦ τὸ μέγα θαῦμα. μετὰ δὲ τὴν τούτων θεωρίαν τὰς πάντων πόντων δι' πιστωσόμεθα μαρτυ- ριῶν.
- 15.2.1
ὀργάνῳ μὲν οὖν θνητῷ δἰ ὃς προείπομεν αἰτίας δἷα δὴ ἀγάλματι θεοπρεπεῖ κεχρημένος τούτῳ τε αὐτῷ ola μέγας βασιλεὺς δι' ἑρμηνέως τὸν ἀνθρώπειον διεξελθὼν βίον, πάντ' ἐπαξίως θεϊκῆς δυνάμεως διεπράξατο. εἰ μὲν οὖν ἄλλως πως μετὰ τὰς ἐν ἀνθρῶποις διατριβὰς ἀφανὴς γεγονὼς ἐξαίφνης ἀπέπτη, ὑποκλέψας γάθρα τὸν ἑρμηνέα καὶ τὸ οἰκεῖον ἄγαλμα φυγῇ τὸν θάνατον διαδρᾶναι σπουδάσας, κἄπειτά που τὸ θνητὸν αὐτὸς δι' ἑαυτοῦ φθορᾷ καὶ ἀπωλείᾳ συμψήσας, φάσματι ἂν ἐᾠκει τοῖς πᾶσι καὶ οὔτ' ἂν αὐτὸς αὐτῷ τὰ πρέποντα διεπράξατο. ζωὴ μὲν τυγχάνων καὶ θεοῦ λόγος καὶ θεοῦ δύναμις· φθορᾷ δὲ καὶ ἀπωλείᾳ τὸν αὐτὸς αὐτοῦ παραδοὺς ἑρμηνέα,
- 15.3.1
οὔτ' ἂν τὰ κατὰ δαιμόνων αὐτῷ πεπραγμένα διὰ τῆς τοῦ θανάτου συμπλοκῆς τέλους ἠξιοῦτο, οὔτ’ ἂν ἐγνώσθη ὅπη ποτὲ ὑπῆρεν
- 15.3.2
χωρήσας, ουτ αν ἐπιστεύθη τοῖς μὴ παρειληφόσιν , οὔτ’ ἂν θανάτου τὴν φύσιν ἐφάνη κρείττων, οὔτ' ἂν τὸ θνητὸν τῆς οἰκείας ἠλευθέρου φύσεως, οὔτ' ἂν καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἠκούσθη, οὔτ’ ἂν θανάτου καταφρονεῖν τοὺς αὐτοῦ μαθητὰς ἔπεισεν, οὔτ ἂν τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα τις τὴν αὐτοῦ διδασκαλίαν μετιοῦσι παρεστήσατο, οὕτ' ἂν τῶν αὐτοῦ λόγων τὰς ἐπαγγελίας ἐπλήρου, οὔτ’ ἂν ταῖς προφητικαῖς περὶ αὐτοῦ προρρήσεσι σύμφωνα παρεῖχε τὰ ἀποτελέσματα, οὔτ' ἂν τὸν ὕστατον ἀπάντων ἀγῶνα διῆλθεν· οὗτος δ’ ἦν ὁ κατὰ τοῦ θανάτου.
- 15.3.3
4 διὸ δὴ τούτων ἕνεκα πάντων, ἐπειδὴ ἐχρῆν ἐξ ἅπαντος τὸ τὸν ὄργανον μετὰ τὴν αὐτάρκη διακονίαν, ἣν τῷ θείῳ λόγω̣ διηκο- νήσατο, τέλους θεοπρεποῦς τυχεῖν, ταύτῃ πη καὶ αὐτῷ ὁ θάνατος οἰκονομεῖται. δυεῖν γὰρ λειπομένων τῷ τέλει, ἢ φθορᾷ καὶ ἀπωλείᾳ παραδοῦναι τὸ πᾶν καὶ τοῦ παντὸς δράματος αἰσχίστην ποιήσασθαι τὴν τοῦ βίου καταστροφήν, ἢ θανάτου ἑωυτὸν κρείττονα ἀποφῆναι θεϊκῇ δυνάμει τὸ θνητὸν ἀθάνατον παραστησάμενον, τὸ μὲν πρῶτον ἀνοίκειον ἦν τῆς ἐπαγγελίας. οὐ οὐ γὰρ πυρὸς οἰκεῖον τὸ ψύχειν, οὐδὲ ·φωτὸς τὸ σκοτίζειν· οὕτως οὐδὲ ςωῆς τὸ θανατοῦν, οὐδὲ Μου λόγου τὸ παραλόγως ἐνεργεῖν. ποῖον οὖν οὖν λόγον τὸν ἑτέροις ζωὴν ἐπαγγελλόμενον τὸ οἰκεῖον ὄργανον φθειρόμενον παριδεῖν ἀπωλείᾳ τε παραδοῦναι τὸ αὐτοῦ ἄγαλμα, καὶ τὸν τῆς θεότη- τος αὐτοῦ ἑρμηνέα θανάτῳ λυμήνασθαι τὸν τοῖς πρόσφυξιν ἀθανα- σίαν προμνώμενον;
- 15.5.1
οὐκοῦν τὸ δεύτερον ἀναγκαῖον ἦν, λέγω δὴ τὸ θανάτου κρείττονα ἑαυτὸν φῆναι; πῶς οὖν ἐχρῆν τοῦτο ποιήσασθαι; λαθραίως ἄρα καὶ κλοπιμαίως ἢ τοῖς πᾶσιν ἀριπρεπῶς καὶ καὶ ἀριδήλως; ἀλλὰ σκότιον μὲν καὶ κρυφαῖον αὐτῷ πραχθὲν τὸ κατόρθωμα μηδενί τε γνωσθὲν οὐδένα ’ν ὤνησεν· βοηθὲν δὲ καὶ ἀκουσθὲν εἰς ἅπαντας τοῖς πᾶσι τὴν ἐκ τοῦ θαύματος παρεῖχεν ὠφέλειαν. εἰκότως ἄρα, ἐπειδὴ ἐχρῆν τὸ αὐτοῦ ὄργανον κρεῖττον θανάτου φῆναι καὶ τοῦτο πρᾶξαι μὴ εἰς τὸ λεληθὸς ἀλλ' ἐπ' ὄψεσιν ἀνθρώπων, οὐ
- 15.5.2
φεύγει μὲν τὸν θάνατον· ἠν γὰρ ἂν δειλὸς καὶ θανάτου χείρων ἐνομίσθη· διὰ δὲ τῆς πρὸς τὸν θάνατον συμπλοκῆς οἶα πρὸς ἀνταγωνιστὴν τὸ θνητὸν ἀθάνατον παρίστη, τὸν ἀγῶνα τοῦτον ὑπὲρ τῆς ἀπάντων σωτηρίας ζωῆς τε καὶ ἀθανασίας ἀναδεδεγμένος.
- 15.6.1
ὥσπερ δὲ εἴ τις ἄκαυστον ἡμῖν καὶ πυρὸς κρεῖττον οκεῦός τι δεῖξαι ἀθέλησεν, οὐκ ἂν ἄλλως τὸ θαῦμα παρεστήσατο ἢ τῷ πυρὶ παραδοὺς τὸ μετὰ χεῖρας κἄπειτα αὐτὸ σῶον καὶ ἀδιάφθορον τοῦ πυρὸς ἐξελών, κατὰ ταῦτα δὴ καὶ ὁ τῶν ὅλων ζωοποιὸς τοῦ θεοῦ λόγος τὸ θνητὸν ὄργανον, ᾧ πρὸς ἀνθρώπων κέχρητο σωτηρίαν, κρεῖττον θανάτου δεῖξαι βουληθεὶς κοινωνόν τε ἀποφῆναι τῆς οἰκείας ζωῆς τε καὶ ἀθανασίας, εὐ μάλα χρησίμην ὑπῄει τὴν οἰκονομίαν, τὸ μὲν σῶμα πρὸς βραχὺ καταλιπὼν καὶ τὸ θνητὸν τῷ θανάτῳ παραδίδους εἰς ἔλεγχον τῆς οἰκείας φύσεως, εἶτ' οὐκ εἰς μακρὸν αὐτὸ τοῦ θανάτου πάλιν ὑφαιρούμενος, εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, δί ἡς παντὸς θανάτου κρείττονα τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν ζωὴν ἀίδιον ἔφαινεν.
- 15.7.1
ἡ δ’ αἰτία πρόδηλος καὶ σαφής. ἐπειδὴ γὰρ τοῖς αὐτοῦ φοιτηταῖς ὀφθαλμοῖς ἰδεῖν ἀναγκαῖον ἦν ζωῆς τῆς μετὰ θάνατον ἐναργῆ τὴν παλιγγενεσίαν, ἐφ' ἣν τὰς αὐτῶν ἐλπίδας ἀναρτᾶν αὐτοὺς ἐδίδασκεν, κρείττονας εἶναι θανάτου παρασκευάζων , εἰκότως τοῦτ' αὐτοῖς ὁρᾶν ὀφθαλμοῖς παρεῖχεν· ἐχρῆν γὰρ τοὺς μέλλοντας εὐσεβῆ μετιέναι βίον τοῦτο πρῶτον πάντων ἀναγκαιότατον μάθημα δἱ ἐναργοῦς ὄφεως παραλαβεῖν, καὶ πολὺ μᾶλλον ἐκείνους τοὺς εἰς ἅπασαν τὴν οἰκουμένην μέλλοντας αὐτὸν ὅσον οὕπω κηρύττειν καὶ τὴν τὴν αὐτοῦ πᾶσι τοῖς ἔθενσι προβληθεῖσαν θεογνωσίαν εἰς πάντας καταγγέλλειν ἀνθρώπους.
- 15.8.1
οὕς δὴ πεῖσμα μέγιστον ἀναλαβεῖν ἐχρῆν τῆς μετὰ τὸν
- 15.8.2
θάνατον ζωῆς, ὡς ἄν ἀδεεῖς καὶ ἄφοβοι θανάτου τὸν κατὰ τῆς τῶν Μνῶν πολυθέου πλάνης ἀγῶνα προθύμως ἀναδέξοιντο· μὴ γὰρ θα- νάτου καταφρονεῖν μελετήσαντες, οὐκ ἂν Πώποτε πρὸς τὰ δεινὰ παρεσκευάζοντο. διὸ δὴ ἀναγκαίως όπλίςων αὐτοὺς κατὰ τῆς τοῦ θανάτου δυναστείας, οὐ ῥηματίοις καὶ φωναῖς παρεδίδου τὸ μάθημα, οὐδὲ λόγιος ὁμοίως ἀνθρωπίνοις τὸν περὶ ψυχῆς ἀθανασίας πιθανῶς καὶ ἐξ εἰκότων συντάττων, αὐτῷ δὲ ἔργῳ τὰ κατὰ τοῦ θανάτου ἐπεδείκνυ αὐτοῖς τρόπαια.
- 15.9.1
πρώτη μὲν οὑν αὕτη καὶ μεγίστη αἰτία τῆς τοῦ σωτῆρος ἡμῶν κατὰ τοῦ θανάτου παρατάξεως· τὸν γοῦν φοβερὸν τοῖς πᾶσι θάνατον τοῖς αὐτοῦ φοιτηταῖς τὸ μηδὲν ὄντα ἐδείκνυ, καὶ τὴν ἐπηγγελμένην πρὸς αὐτοῦ ζωὴν τοῖς αὐτῶν ἀφθαλμοῖς δέ ἐναργοῦς ὄψεως παρίστη, ἀπαρχὴν τῆς κοινῆς ἡμῶν ἐλπίδος ζωῆς τε τῆς παρὰ θεῷ καὶ ἀθανασίας αὐτὴν ἐκείνην πεποιημένος.
← Previous · Next → — showing 101–200 of 250
First Thousand Years of Greek. CTS URN tlg2018.tlg022.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.