Ancient Textssearch the texts themselves, not just their titles

← Library

De laudibus Constantini

First Thousand Years of Greek · First Thousand Years of Greek · 250 sections

  1. pr.1.1

    Ἀλλ’ οὐκ ἐγὼ μύθους, οὐκ ἀκοῆς θήραστρα, λόγων εὐγλωττίαν πλασάμενος πάρειμι κησήσων ὦτα φωνῇ Σειρήνων, οὐδὲ χρυσέοις δεπάεσσιν, ὡραίοις ἄνθεσι ῥημάτων φράσει κεκαλλιεπημένοις, ἡδονῆς φάρμακα τοῖς τῶνδε προπιοῦμαι φίλοις, σοφοῖς δὲ πειθόμενος παρ- αγγέλλω τὰς λεωξόρους φεύγειν καὶ ἐκτρίπεσθαι, μηδὲ τῷ πλήθει συνωθεῖσθαι διακελεύομαι.

  2. pr.2.1

    ἥκω δὴ βασιλικῶν ὕμνων καινοτέρας ᾠδῆς ἐν ὑμῖν ἀπαρξόμενος. μευρίων δ’ ἀμφὶ τὴν αὐτὴν ἐμοὶ σπευ- δόντων πορείαν, πάτον ἀνθρώπων ἀλεείνων αὐτὸς τὴν ἀπριβῆ βα- διοῦμαι, ἧς οὐ θέμις ἀνίπροτις ἐπιβαίνειν ποσίν. οἱ μέν γε δημώδεις μειρακίων τε σοφίσμασι πεπατημένους μετιόντες λόγους μούσάν τε ἡδεῖαν καὶ πάνδημον ἀσπαζόμενοι θνητὰς ἀκοὰς θνητοῖς διηγήμασι θελγόντων, ἡδονῇ τὸ κριτήριον ἀποδόντες· οἱ δ’ αὐτῆς μύσται τῆς καθ- όλου σοφίας, θείων ἐίων ἐν ἀγαθοῦ μοίρᾳ θέμενοι τὰς αὐτοῦ βασιλέως θεοπρεπεῖς ἀρετὰς φιλοθέους τε πράξεις τῶν ἀνθρωπίνων προὐτίμησάν τε καὶ εἵλοντο, δευτέροις ἀνυμνεῖν τὰ δεύτερα τῶν καλῶν παραχωρή- σαντες.

  3. pr.3.1

    θείων γάρ τοι καὶ ἀνθρωπείων δορίας οὔσης καὶ ἐν Βασιλέως ψυχῇ, καὶ τῶν μὲν εἰς θεὸν τῶν δ’ εἰς ἀνθρώπους τεινόντων, τοῖς μὲν ἐκτὸς περιβόλων ἱερῶν ἑστῶσιν οἵπερ δὴ ἐπιτήδειοι τὰ ἀνθρώπεια διακονείσθων, σεμνὰ μὲν ὅμως καὶ ἡπερξυῆ βιωφελῆ τε καὶ ταῦτα· πάντα γὰρ τὰ βασιλέως καλά, πλὴν ἔτι λειπόμενα τῶν θειοτέρων.

  4. pr.4.1

    οἱ δ’ ἀνακτόρων ἁγίων εἴσω ἀδύτων τε καὶ ἀβάτων μυχῶν ἐντὸς διαβεβηκότες, θύρας βεβήλοις ἀκοαῖς ἀποκλείσαντες, τὰς ἀπορρήτους βασιλέως μυήσεις τοῖς τούτων μύσταις διηγείσθων μόνοις, οἱδὲ τὰ ὦτα νάμασιν εὐσεβείας καθηράμενοι ψυχῆς τε αὐτῆς μεταρσίῳ πρερῷ τὸ νοερὸν ἐπερείσαντες ἀμφὶ τὸν πάντων βασιλέα χορευόντων, σιγῇ τὰ θεῖα τελούμενοι.

  5. pr.5.1

    λογίων δὲ χρησμοί, οὐκ ἐκ μαντείας (μᾶλλον δὲ μανίας παράφρονος) φωτὸς δ’ ἐπιπνοίαις ἐνθέου προσπεφωνημένοι, τῶν τελετῶν ἡμῖν γενέσθωσαν διδάσκλοι ἀμφὶ βασιλείας αὐτῆς ἀμφί τε βασιλέως τοῦ ἀνωτάτω δορυφορίας τε θείας ἀμφὶ τὸν πάντων βασιλέα τοῦ τε καθ᾿ ἡμᾶς βασιλικοῦ παραδείγματος καὶ τοῦ τὸ χάραγμα κεκιβδηλευμένου τῶν θ᾿ ἑκατέρῳ συνομαρτούντων τάγματι. οἷς δὴ τὰς θεοπρεπεῖς τελετὰς ἱεροφαντούμενοι ὧδέ πη θείων ὀργίων ἐφαψόμεθα.

  6. 1.1.1

    Πανήγυρις μὲν αὕτη βασιλέως μεγάλου. χαιρωμεν δ᾿ ἐν αὐτῇ θειάζοντες λόγων ἱερῶν παιδεύμασιν οἱ βασιλικοὶ παῖδες, ἐξάρχει δ᾿ ἡμῖν τῆς ἑορτῆς ὁ μέγας βασιλεύς. μέγαν δ᾿ ἐγὼ βασιλέα καλῶ τὸν ἀληθῶς μέγαν· τοῦτον δ᾿ εἶναί φημι (οὐ νεμεσσήσει δὲ παρὼν βασιλεύς, ἀλλὰ καὶ συνευφημήσει τῂ θεολογίᾳ) τὸν ἐπέκεινα τῶν ὅλων, τὸν πάντων ἀνώτατον, τὸν ὑπέρτατον, τὸν ὑπερμεγέθη, οὗ θρόνοι μὲν τῆς βασιλείας ἁψῖδες οὐράνιοι, γῆ δ᾿ ὑποπόδιον αὐτοῦ τῶν ποδῶν. . .εἴ τις ἐπαξίως νοῆσαι τοῦτον δύναιτο, φῶς δ᾿ ἀμφ᾿ αὐτὸν ἀπαστράπτον ἀρρήτοις ἀκτίνων μαρμαρυγαῖς παντί τῳ τῆς αὐτοῦ θεότητος ἀπείρηει τὴν θέαν.

  7. 1.2.1

    τοῦτον στρατιαὶ περιπολοῦσιν οὐράνιοι, δορυφοροῦσι δ᾿ ὑπερκόσμιοι δυνάμεις, τὸν αὐτῶν δεσπότην καὶ κύριον καὶ βασιλέα γνωρίζουσαι, ἀγγέλων τε ἄπειρα πλήθη θίασοί τε ἀρχαγγέλων καὶ πνευμάτων ἁγίων χοροὶ τῶν ἀμφ᾿ αὐτὸν μαρμαρυγῶν ὥσπερ ἐξ ἀενάων φωτὸς πηγῶν ἀρυτόμενοι καταυγάζονται. φῶτά τε πάντα καὶ φώτων ἀσωμάτων θεῖα καὶ νοερὰ γένη τὸν ἐπέκεινα χῶρον οὐρανοῦ λαχόντα τὸν μέγαν βασιλέα τοῖς ἀνωτάτω καὶ θερπερπέσιν ὕμνοις γεραίρουσιν, μέσος δ᾿ ἀμφιβέβλται μέγας οὐρανὸς περιπέτασμα κυάνεον τοὺς ἐκτὸς τῶν εἴσω βασιλικῶν οἴκων διεῖργον. ἀμφὶ δὲ τοῦτον ὡς ἐν βασιλείων προθύροις περιπολοῦσι δᾳδουχοῦντες ἥλιος καὶ σελήνη καὶ τὰ κατ᾿ οὐρανὸν φωσφόρα, τὸν ἐπέκεινα τῶν ὅλων βασιλέα τιμῶντες αὐτοῦ τε νεύματι καὶ λόγῳ τοῖς τὸν σκότιον ἔξω λαχοῦσιν οὐρανοῦ χῶρον φωτὸς ἀσβέστους ἐξάπτοντες λαμπάδας.

  8. 1.3.1

    τοῦτον ἠμῖν τὸν μέγαν βασιλέα Χριστὸν καὶ αὐτὸς ὁ καλλίνικος ἡμῶν βασιλεὺς ἀνυμνεῖ συνῃσθημένος εὖ μάλα τοῦ τῆς βασιλείας αἰτίου· τοῦτον φιλόθεοι καίσαρες πηγὴν ἁπάντων ἀγαθῶν εἶναι γνωρίζουσιν πατρόθεν τὸ μάθημα παρειληφότες· τοῦτον στρατοπέδων δῆμοι, λαοὶ παμπληθεῖς κατὰ χώρας καὶ κατὰ πόλεις, ἐθνῶν τε ἄρχοντες ἐκκλησιάζοντες εὐσεβοῦσιν ὑπὸ μεγάλῳ σωτῆρι διδασκαάλῳ παιδευόμενοι, ἀλλὰ καὶ πᾶν ἀθρόως γένος ἀνθρώπων, ἔθνη παντοῖς, φυλαὶ καὶ γλὼσσαι, κοινῇ τε πάντες ὁμοῦ καὶ κατὰ μέρος, ταῖς γνώμαις διεστῶντες τὰ ἄλλα, κατὰ μόνην τήνδε συμφωνοῦσι τὴν ὁμολογίαν τὸν ἕνα καὶ μόνον λογισμοῖς ἐμφύτοις αὐτομαθέσι τε καὶ αὐτοδιδάκτοις ἐννοίαις θεοκλυτοῦντες.

  9. 1.4.1

    τί δ᾿ ; οὐχὶ καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον αὐτὸν δεσπότην γνωρίζει τοῖς ἐξ αὐτῆς αναδιδομένοις βλαστήμασί τε καὶ ζώοις τὴν πρὸς τὸ νεῦμα τοῦ κρείττονος ὑποταγὴν ἐνδεικνυμένη; τοῦτον καὶ ποταμῶν ῥοαὶ πλημμυροῦσαι τοῖς νάμασι πηγῶν τε τῶν ἐξ αἰῶνος βυθῶν τ᾿ ἀπείρων ἀενάων πηγάζουσαι ῥύσεις τῆς ἀρρήτου θαυματουργίας ἐπιγράφονται τὸν αἴτιον· αὐτὸν καὶ θαλάττης ἄβυσσοι βένθεσιν ἀπείροις ἐγεεκλεισμέναι κυρτούμενά τε κύχατα, μετέωρα εἰς ὕψος αἰρόμενα καὶ φόβον ἀπειλοῦντα τῇ γῇ, μέχρις αὐτῶν αἰγιαλῶν προϊόντα, πτήσσει νεύματι θείου νόμου πεπεδημένα· αὐτὸν καὶ χειμερίων ὄμβρων μεμετρημένα ῥεύματα, κτύποι τε βροντῶν καὶ ἀστραπῶν λαμπηδόνες, παλίνστροφοί τε ἀνέμων ῥιπαί, νεφῶν τε διαέριοι πορεῖαι τοῖς τὴν αὐτοῦ θέαν αὐτοπτεῖν ἀδυνάτοις προφαίνουσιν.

  10. 1.5.1

    ἀλλὰ καὶ ὁ παμφαὴς ἥλιος τὸν μακρὸν αἰῶνα δολιχεύων μόνον αὐτὸν οἴδεν κύριον αὐτοῦ τε νεύματι δουλεύων οὔποτε βαίνειν ἐκτὸς ὅρων τολμᾷ· σελήνη τε ὑποχωροῦσα τὸ φέγγος ἡλίῳ χρόνων τε περιόδοις μειουμένη καὶ πάλιν αὐξομένη θεσμοῖς ὑποτάττεται θείοις· κάλλη τε οὐ ρανοῦ, χορείαις ἄστρων ἀποστίλβοντα βαίνοντά τε σὺν τάξει καὶ ἁρμονίᾳ καὶ τοὺς αὐτῶν ἀναμετρούμενα κύκλους, τὸν παντοίων δοτῆρα φώτων ἀνακηρύττουσιν· ὁμοῦ τε πάντες οὐράνιοι φωστῆρες, αὐτοῦ νεύματι κὰι λόγῳ μίαν συνταξάμενοι μελῳδίαν, μακρῶν αἰώνων κύκλοις δολιχὸν ἐξανύοντες δρόμον αἰθερίων σταδίων διιππεύουσιν ἀγῶναι· νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖαι κινδήσεις, ὡρῶν τε καὶ καιρῶν μεταβολαί, ῥυθμοί τε καὶ τάξεις τοῦ παντὸς τῆς ἀπειρομεγέθους δυνάμεως τὴν πολυποίκιλον σοφίαν γεραίρουσιν. αὐτῷ καὶ δυνάμεις ἀφανεῖς ἀμφὶ τὰ δ᾿ ἀέρος ἀνειμένα πεδία ποτώμεναι τὴν ὀφειλομένην καὶ πρέπουσαν θεολογίαν ἀναπέμπουσιν· τοῦτον δὴ τὸν μέγαν βασιλέα καὶ αὐτὸς ὁμοῦ πᾶς ἀνυμνεῖ κόσμος· τοῦτον ἄνωθεν οὐρανοὶ οὐρανίων τε ἁψίδων ὑπέρτεροι χοροὶ γεραίρουσιν· ὑμνοῦσι δ᾿ ὕμνοις ἀρρήτοις ἀγγέλων στρατιαί, πνεύματά τε νοεροῦ φωτὸς ἔκγονα τὸν σφῶν γεννήτορα θεολογοῦσιν· τοῦτον αἰῶνες ἄχρονοι πρὸ οὐρανοῦ τοῦδε καὶ πρὸ κόσμου ἄλλοι τε τούτων ἄπειροι αἰῶνες αἰώνων πρὸ πάσης τῆς τῶν ὁρατῶν ὑποστάσεως μόνον καὶ μέγαν δεσπότην καὶ κύριον ἐπιγράφονται.

  11. 1.6.1

    τοῦτον καὶ αὐτὸς ἐπὶ πᾶσι καὶ πρὸ πάντων καὶ μετὰ πάντας ὁ προὼν αὐτοῦ μονογενὴς λόγος, ὁ δὴ μέγας ἀρχιερεὺς τοῦ μεγάλου θεοῦ, παντὸς χρόνου καὶ πάντων αἰώνων πρεσβύτατος, τῇ τοῦ πατρὸς καθωσιωμένος τιμῇ πρῶτος καὶ μόνος, τῆς πάντων ὐπεριλάσεκται σωτηρίας, πρωτείοις μὲν τῆς τῶν ὅλων ἀρχῆς δευτερείοις δὲ τῆς πατρικῆς βασιλείας ἐνδοξαζόμενος, ὅτι δὴ τὸ φῶς αὐτὸς ἦν τὸ ἐπέκεινα τῶν ὅλων ἀμφὶ τὸν πατέρα χορεῦον μεσιτεὐόν τε καὶ διεῖργον τῆς τῶν γενητῶν οὐσίας τὴν ἄναρχον καὶ ἀγένητον ἰδέαν, ὃ δὴ καὶ ἄνωθεν ἐξ ἀλήκτου καὶ ἀνάρχου θεότητος ἀναβλυστάνον ἔξω πρόεισιν τὸν ὑπερουράνιον χῶρον τά τε εἴσω οὐρανοῦ πάντα κρείττοσιν ἢ καθ᾿ ἥλιον σοφίας καταλάμπον αὐγαῖς. αὐτὸς δ᾿ ἂν εἴη ὁ τοῦδε τοῦ σύμπαντος καθηγεμὼν κόσμου, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ έν πᾶσιν ὀρωμένοις τε καὶ ἀφανέσιν ἐπιπορευόμενος τοῦ θεοῦ λόγος, παρ᾿ οὗ καὶ δι᾿ οὗ τῆς ἀνωτάτω βασιλείας τὴν εἰκόνα φέρων ὁ τῷ θεῷ φίλος βασιλεὺς κατὰ μίμησιν τοῦ κρείττονος τῶν ἐπὶ γῆς ἁπάντων τοὺς οἴακας διαδυβερνῶν ἰθύνει.

  12. 2.1.1

    Ὁ μέν γε τοῦ θεοῦ μονογενὴς λόγος τῷ αὐτοῦ πατρὶ συμβασιλεύων ἐξ ἀνάρχων αἰώνων εἰς ἀπείρους καὶ ἀτελευτήτους αἰῶανας διαρεκεῖ· ὁ δὲ τούτῳ φίλος, ταῖς ἄνωθεν βασιλικαῖς ἀπορροίαις χορηγούμενος τῷ τε τῆς θεικῆς ἐπηγορίας ἐπωνύμῳ δυναμούμενος, μακραῖς ἐτῶν περιόδοις τῶν ἐπὶ γῆς κρατεῖ.

  13. 2.2.1

    εἶδ᾿ ὁ μὲν τῶν ὅλων σωτὴρ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον τὴν τε ἀνωτάτω βασιλείαν τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον τήν τε ἀνωτάτω βασιλείαν εὐπρεπῆ τῷ αὐτοῦ πατρὶ παρασκευάζει· ὁ δὲ τούτῳ φίλος αὐτῷ τῷ μονογενεῖ καὶ σωτῆρι λόγῳ τῶν ἐπὶ γῆς τοὺς ὑποχειρίους προσάγων ἐπιτησείους πρὸς τὴν αὐτοῦ βασιλείαν καθίστησιν.

  14. 2.3.1

    καὶ ὁ μὲν κοινὸς τῶν ὅλων σωτὴρ τὰς ἀποστατικὰς δυνάμεις, ὅσαι ποτὲ ἀμφὶ τόνδε τὸν ὑπὲρ γῆς ἀέρα διιπτάμεναι ταῖς τῶν ἀνθρώπων ἐνέχριμπτον φυχαῖς, ἀοράτῳ καὶ θεικῇ δυμάμει οἷα θῆρας ἀγρίους τῶν αὐτοῦ φρεμμάτων ποιμένος ἀγαθοῦ δίκην πορρωτάτω καθίστησιν· ὁ δὲ τούτῳ φίλος ἄνωθεν παρ᾿αὐτοῦ τοῖς κατ᾿ ἐχθρῶν κοσμούμενος τροπαίοις τοὺς ἐμφανεῖς τῆς ἀληθείας ἐχθροὺς νόμω πολέμου χειρούμενος σωφρονίζει.

  15. 2.4.1

    καὶ ὁ μὲν λόγος ὢν προκόσμιος καὶ σωτὴρ τῶν ὅλων λογικὰ καὶ σωτηριώδη σπέρματα τοῖς αὐτοῦ παραδιδοὺς θιασώταις λογικοὺς ἅμα καὶ τῆς τοῦ πατρὸς βασιλείας ἐπιστημονικοὺς ἀπεργάζεται· ὁ δὲ τούτῳ φίλος οἷά τις ὑποφήτης τοῦ θεοῦ γόλου πᾶν γένος ἀνθρώπινον ἐπὶ τὴν τοῦ κρείττονος ἀνακαλεῖται γνῶσιν, ταῖς πάντων ἀκοαῖς ἐμβοῶν μεγάλῃ τε φωνῇ τοῖς ἐπὶ γῆς ἅπασι τοὺς τῆς ἀληθοῦς εὐσεβείας ἀνακηρύττων νόμους.

  16. 2.5.1

    καὶ ὁ μὲν τῶν ὅλων σωτὴρ τὰς οὐρανίους πύλας τῆς τοῦ πατρὸς βασιλείας τοῖς ἐνθένδε ἐκεῖσε μεθισταμένοις ἀναπετάννσιν· ὁ δὲ ζήλῳ τοῦ κρείττονος πάντα ῥύπον ἀθέου πλάνης τῆς κατὰ γῆν βασιλείας ἀποκαθηράμενος χοροὺς ὁσίων καὶ εὐσεβῶν ἀνδρῶν εἴσω βασιλικῶν οἴκων εἰσκαλεῖται, αὔτανδρον τὸν σύμπαντα στόλον τῶν ὑπ᾿ αὐτῷ κυβερνωμένων διασώσασθαι προμηθούμενος.

  17. 2.5.2

    πανήγυρίν τε ταύτην μόνος οὗτος τῶν πώποτε τῆς Ῥωμαίων καθηγησαμένων βασιλείας,τριτταῖς ἤδη περιόδιοις δεκάδων πρὸς τοῦ παμβασιλέως θεοῦ τιμηθείς, οὐ χθονίοις κατὰ τοὺς παλαιοὺς συντελεῖ πνεύμασιν, οὐδὲ λαοπλάνων φάσμασι δαιμόνων, οὐδ᾿ ἀπάταις καὶ λήροις ἀθέων ἀνδρῶν, αὐτῷ δὲ τὰ χαριστήρια τῷ τετιμηκότι, συνῃσθημένος τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν, ἀποδίδωσιν, οὐ κατὰ τοὺς παλαιοὺς αἵμασι καὶ λύθροις τοὺς βασιλικοὺς οἴκους μιαίνων, οὐδὲ καπνῷ καὶ πυρὶ ζώων τε ὁλοκαύτων θυσίαις χθονίους δαίμονας ἀπομειλισςόμενος, τὴν δ’ αὐτῷ τῷ βασιλεῖ τῶν ὅλων προσφιλῆ καὶ χαρίεσσαν θυςίαν, αὐτὴν δηλαδὴ τὴν αὐτοῦ βασιλικὴν ψυχὴν καὶ ηνὴς αὐτῷ μόνη, ἣν δὴ βασιλεὺς ὁ ἡμεδαπὸς καλλιερεῖν ἀπύροις καὶ ἀναίμοις τοῖς κατὰ διάνοιαν κεκαθαρμένοις λογισμοῖς δεδίδακται, ψυχῆς μὲν ἀδιαψεύστοις δόγμασι τὰ τῆς εὐσεβείας κρατύνων, λόγῳ δὲ μεγαλοπρεπεῖ γεραίρων τὴν θεολογίαν, πράξεσί τε βασιλικαῖς τὴν τοῦ κρείττονος ζηλῶν φιλανθρωπίαν, ολος τε ἀνακείμενος αὐτῷ καὶ μέγα δῶρον ἀνατιθεὶς αὐτὸς ἑαυτὸν οὗ πεπίστευται κόσμου τὸ ἀκροθίνιον· τοῦτο δὴ μέγιστον ἱερεῖον πρὸ τῶν ἁπάντων καλλιερεῖ βασιλεύς, θύει δ’ ἅτε ποιμὴν ἀγαθός οὐκ Ἀρνῶν πρωτογόνων ῥέζων κλειτὰς ἑκατόμβας, τῶν ὑπ’ αὐτῷ ποιμαινομένων λογικῶν θρεμμάτων τὰς ψυχὰς τῇ αὐτοῦ γνώσει καὶ εὐσεβείᾳ προσάγων.

  18. 3.1.1

    Ὁ δὲ τῷ τοιῷδε χαίρων ἱερείῳ καὶ τὸ δῶρον ἀσμένως ἀσπαζόμενος τῆς τε σεμνῆς καὶ καλλιπρεποῦς θυςίας τὸν ἱεροφάντην ἀγάμενος προσθήκας αὐτῷ μακρῶν περιόδων τῆς βασιλείας προστίθησιν, ἀμοιβαίως ταῖς εἰς αὐτὸν ὁσίαις αὔξων τὰς εὐεργεςίας, παρέχει τε παντοίας ἑορτὰς ἐκτελεῖν σὺν πολλῇ ῥᾳστώνῃ τῆς μοναρχίας, ἐφ’ ἑκάστῃ περιόδῳ δεκαετοῦς πανηγύρεως ἕνα τινὰ τῶν αὐτοῦ παίδων ἐπὶ τὴν τοῦ βασιλικοῦ θρόνου κοινωνίαν προχειριζόμενος καὶ ὥσπερ εὐθαλεῖ καὶ ἀκμαίῳ φυτῷ χρόνων αὐξήσεις δωρούμενος.

  19. 3.2.1

    πρῶτόνγε τοῦ πατρὸς τὸν ὁμώνυμον κατὰ τὴν πρώτην τῆς βασιλικῆς περιόδου δεκάδα τοῦ βασιλικοῦ κοινωνὸν ἀπέφηνε κλήρου, δεύτερον δ’ ἐπὶ τῇ δευτέρᾳ δεκάδι τὸν ἐφεξῆς τῷ χρόνῳ, τὸν τρίτον ὡσαύτως ἐπὶ τῇ τρίτῃ τῆς μετὰ χεῖρας ἑρτῆς δεκάδι. ἤδη δὲ καὶ τετάρτης ἀνακυκλουμένης περιόδου, ὡς ἂν τῶν χρόνων εἰς μῆκος ἐκτεινομένων, συναύξων τὴν βασιλείαν ἀφθόνῳ κοινωνίᾳ τοῦ γένους καιςάρων τε ἀναδείξεσι θείων προφητῶν ἀποπληροῖ θεσπίσματα, ἃ δὴ πάλαι καὶ πρόπαλαι ὧδέ πη ἐβόα· „καὶ διαλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου.“

  20. 3.3.1

    οὕτω δῆτα χρόνων ἅμα καὶ παίδων αὐξήσεις βασιλεῖ τῷ θεοφιλεστάτῳ θεὸς αὐτὸς ὁ παμβασιλεὺς δωρούμενος, ἀκμάζουσαν αὐτῷ καὶ νεαρὰν τὴν κατὰ τῶν ἐπὶ γῆς ἐθνῶν ἡγεμονίαν ὥσπερ ἄρτι φύειν ἀρχομένην καθίστησιν, αὐτός τε αὐτῷ συντελεῖ τὴν πανήγυριν, νικητὴν αὐτὸν καθιστὰς ἐχθρῶν ἁπάντων καὶ πολεμίων εὐσεβείας τε ἀληθοῦς ὑπόδειγμα τοῖς ἐπὶ γῆς ἅπασιν ἀποφαίνων.

  21. 3.4.1

    ὁ δ’, ὡς φῶς ἡλίου μαρμαρυγαῖς, ταῖς τῶν καιςάρων ἐπιλάμψεσι τοὺς πορρωτάτω τοῖς τόποις ἀπῳκισμένους ταῖς εἰς μακρὸν ἐξ αὐτοῦ παραπεμπομέναις ἀκτῖσι καταυγάζει, ὧδε μὲν ἡμῖν τοῖς τὴν ἑῴαν λαχοῦσι τὸν ἐπάξιον αὐτοῦ καρπόν, θάτερον δὲ τῶν παίδων θατέρῳ γένει τῶν ἀνθρώπων, καὶ πάλιν ἄλλον ἀλλαχόθι, λαμπτῆρας οἷα καὶ φωστῆρας τῶν ἐξ αὐτοῦ προχεομένων φώτων διενείματο· εἶθ’ ὑπὸ μίαν ζεύγλην βασιλικοῦ τεθρίππου τέτταρας ὑποζεύξας αὐτὸς αὐτῷ οἷά τινας πώλους τοὺς ἀνδρειοτάτους καίσαρας ἡνίαις τε αὐτοὺς ἐνθέου συμφωνίς τε καὶ ὁμονοίας ἁρμοςάμενος, ἄνωθεν ὑψηλῶς ἡνιοχῶν ἐλαύνει, ὁμοῦ τὴν σύμπασαν ὅσην ἥλιος ἐφορᾷ διϊππεύων, αὐτός τε τοῖς πᾶσιν ἐπιπᾶρὼν καὶ τὰ πάντα διασκοπούμενος.

  22. 3.5.1

    κἄπειτα τῆς οὐρανίου βασιλείας εἰκόνι κεκοσμημένος. ἄνω βλέπων κατὰ τὴν ἀρχέτυπον ἰδέαν τοὺς κάτω διακυβερνῶν ἰθύνει, μονάρχου δυναστείας μιμήματι κραταιούμενος· τοῦτο γὰρ ἀνθρώπου φύσει τῶν ἐπὶ γῆς μόνῃ ὁ τῶν ἁπάντων δεδώρηται βασιλεύς. νόμος γὰρ οὗτος βασιλικῆς ἐξουςίας ὁ τὴν κατὰ πάντων μίαν ἀρχὴν ὁριζόμενος.

  23. 3.6.1

    μοναρχία δὲ τῆς πάντων ὑπέρκειται συστάσεώς τε καὶ διοικήσεως· ἀναρχία γὰρ μᾶλλον καὶ στάσις ἡ ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένη πολυαρχία. διὸ δὴ εἷς θεὸς ἀλλ’ οὐ δύο οὐδὲ τρεῖς οὐδὲ ἔτι πλείονες· ἀκριβῶς γὰρ ἄθεον τὸ πολύθεον, εἷς βασιλεύς, καὶ ὁ τούτου λόγος καὶ νόμος βασιλικὸς εἷς, οὐ ῥήμασι καὶ συλλαβαῖς ἐκφωνούμενος οὐδ’ ἐν γραφαῖς καὶ στήλαις χρόνου μήκει δαπανώμενος, ζῶν δὲ καὶ ὑφεστὼς θεὸς λόγος, τοῖς ὑπ’ αὐτὸν καὶ μετ’ αὐτὸν ἅπασι τὴν τοῦ πατρὸς διαταττόμενος βασιλείαν. στρατιαὶ δὲ τοῦτον οὐράνιοι περιπολοῦσι, μυριάδες τε ἀγγέλων θεοῦ λειτουργῶν πλήθη τε στρατοπεδείας ὑπερκοσμίου τῶν τε εἴσω οὐρανοῦ πνευμάτων ἀφα- νῶν τῇ τοῦ παντὸς κόσμου τάξει διακονουμένων, ὧν πάντων ὁ βασιλικὸς καθηγεῖται λόγος οἷά τις μεγάλου βασιλέως ὕπαρχος. ἀρχιστράτηγον αὐτὸν καὶ ἀρχιερέα μέγαν προφήτην τε τοῦ πατρὸς καὶ μεγάλης βουλῆς ἄγγελον φωτός τε ἀπαύγασμα πατρικοῦ μονογενῆ τε υἱὸν καὶ τούτων ἕτερα μυρία θεσπίζουσιν ἀναφωνοῦσαι θεολόγων φωναί, ὃν δὴ ζῶντα λόγον καὶ νόμον καὶ σοφίαν ἀγαθοῦ τε πλήρωμα παντὸς ὁ γεννήσας ὑποστηςάμενος, μεγίστων ἀγαθῶν δόμα τοῖς ὑπὸ τὴν βασιλείαν πᾶσιν ἐδωρήσατο. ὁ δὲ διήκων τὰ πάντα πάντη τε ἐπιπορευόμενος καὶ τάς τε τοῦ πατρὸς χάριτας ἀφθόνως ἐξαπλῶν εἰς πάντας μέχρι καὶ τῶν ἐπὶ γῆς λογικῶν τὸ τῆς βασιλικῆς δυναστείας ἐξέτεινεν μίμημα, θεϊκαῖς δυνάμεσι τὴν κατ’ εἰκόνα τὴν αὐτοῦ πεποιημένην ἀνθρώπου ψυχὴν κατακοσμήσας· ἔνθεν αὐτῇ καὶ τῶν ἄλλων ἀρετῶν ἡ κοινωνία θεϊκῆς ἐξ ἀπορροίας περίεστι. μόνος μὲν γὰρ σοφὸς ὁ καὶ θεὸς μόνος. ὁ δ’ αὐτὸς τὴν οὐσίαν ἀγαθὸς μόνος, ἰσχύι τε δυνατὸς αὐτὸς μόνος, καὶ γεννήτωρ μὲν αὐτῆς δικαιοςύνης, πατὴρ δὲ λόγου καὶ σοφίας, πηγή τε φωτὸς καὶ ζωῆς, ἀληθείας τε καὶ ἀρετῆς ταμίας, καὶ δὴ βασιλείας αὐτῆς ἀρχῆς τε πάσης καὶ ἐξουσίας καθηγεμών.

  24. 4.1.1

    Ἀλλὰ ταῦτα πόθεν ἀνθρώποις εἰδέναι; τίς δ’ ἀκοῇ θνητῶν ταῦτα διηκονήσατο; πόθεν δὲ γλώττῃ σαρκὸς τὰ σαρκῶν ἀλλότρια καὶ σωμάτων ἀποφθέγγεσθαι; τίς τὸν ἀφανῆ βασιλέα διοπτεύσας ταύτας ἐν αὐτῷ κατεῖδεν δυνάμεις; αἰσθήσει μὲν γὰρ σωμάτων ἀδελφὰ στοιχεῖα τά τ’ ἐκ τούτων συγκρίματα καταλαμβάνεται, ἀλλ’ οὐδείς πω σωμάτων ὀφθαλμοῖς τὴν κατὰ πάντων ἀφανῆ βασιλείαν ὄψει παραλαβὼν ἐσεμνύνατο, οὐδὲ θνητὴ φύσις τὸ σοφίας κατενόησε κάλλος. τίς δὲ σαρκῶν αἰσθήσει τὸ δικαιοςύνης ἐνεῖδε πρόσωπον; ἐννόμου δ’ ἀρχῆς καὶ βασιλικῆς ἐξουςίας πόθεν ἀνθρώποις ὑπειςῆλθον ἔννοιαι; πόθεν αὐτοκρατορικὴ δύναμις τῷ σαρκὶ καὶ αἵματι πεπιλημένῳ; τίς δὲ τὰς ἀφανεῖς καὶ ἀσχηματίστους ἰδέας καὶ τὴν ἀσώματον καὶ ἀσχημάτιστον οὐσίαν τοῖς ἐὶ γῆς ἐξηγόρευσεν;

  25. 4.2.1

    ἀλλ’ ἦν ἄρα τούτων εἷς ἑρμηνεὺς ὁ διὰ πάντων ἥκων τοῦ θεοῦ λόγος, ὁ τῆς ἐν ἀνθρώποις λογικῆς καὶ νοερᾶς πατὴρ οὐσίας, μόνος μὲν τῆς τοῦ πατρὸς θέοτητος ἐξημμένος, τοῖς δὲ σφετέροις ἐκγόνοις τὰς πατρικὰς ἀπορροίας ἐπάρδων. ἔνθεν ἅπασιν ἀνθρώποις Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις οἱ κατὰ φύσιν αὐτομαθεῖς λογισμοί, ἔνθεν λόγου καὶ σοφίας ἔννοιαι, ἔνθεν φρονήσεως καὶ δικαιοσύνης σπέρματα, ἔνθεν αἱ τῶν τεχνῶν καταλήψεις, ἔνθεν ἀρετῆς ἐπιστήμη σοφίας τε φίλον ὄνομα καὶ σεμνὸς φιλοςόφου παιδείας ἔρως, ἔνθεν ἀγαθοῦ παντὸς καὶ καλοῦ γνῶσις, ἔνθεν αὐτοῦ φανταςία θεοῦ καὶ βίος θεοσεβείας ἐπάξιος, ἔνθεν ἀνθρώπῳ βασιλείας ἰσχὺς καὶ κράτος ἄμαχον τῶν ἐπὶ γῆς ἁπάντων. ὡς δὲ τὸν κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν ἐν ἀνθρώπου ψυχῇ χαρακτῆρα λόγος ὁ τῶν λογικῶν ὑφίστη πατὴρ βασιλικόν τε τουτοὶ τὸ ζῶον ἀπειργάζετο, μόνον τῶν ἐπὶ γῆς βασιλεύειν καὶ βασιλεύεσθαι τοῦτ’ εἰδέναι ἀναδείξας προμελετᾶν τε καὶ προδιδάσκεσθαι ἐνθένδε τῆς οὐρανίου βασιλείας τὴν ἐπηγγελμένην ἐλπίδα, δι’ ἣν καὶ ἀφῖκται, θνητοῖς τε εἰς ὁμιλίαν ἐλθεῖν αὐτὸς ὁ τῶν παίδων οὐκ ἀπώκνει πατήρ, τὰ δ’ αὐτοῦ γεωργῶν σπέρματα καὶ τὰς ἄνωθεν ἀνανεούμενος χορηγίας οὐρανίου μεθέξειν βασιλείας τοῖς πᾶσιν εὐηγγελίζετο, ἐκάλει τε καὶ παρεκάλει πρὸς τὴν ἄνω πορείαν εὐτρεπεῖς εἶναι τὴν ἐπάξιον τῆς κλήσεως στολὴν παρασκευασαμένους, ἐπλήρου τε ἀρρήτῳ δυνάμει τὴν σύμπασαν ὅσην ἥλιος ἐφορᾷ τοῦ κηρύγματος, τῷ τῆς κατὰ γῆς βασιλείας μιμήματι τὴν οὐράνιον ἐκτυπούμενος, ἐφ’ ἣν καὶ σπεύδειν τὸ πᾶν τῶν ἀνθρώπων παρορμᾷ γένος, ἀγαθὴν ἐλπίδα ταύτην προβεβλημένος.

  26. 5.1.1

    Ἧς ὁ μὲν τῷ θεῷ φίλος ἐντεῦθεν ἤδη μέθεξει, ταῖς ἐμφύτοις τῷ θεῷ κοσμηθεὶς ἀρεταῖς καὶ τὰς ἐκεῖθεν ἀπορροίας τῇ ψυχῇ καταδεδεγμένος, καὶ λογικὸς μὲν ἐκ τοῦ καθόλου γεγονὼς λόγου, σοφίας δὲ μετουσίᾳ σοφός, ἀγαθὸς δ’ ἀγαθοῦ κοινωνίᾳ, καὶ δίκαιος μετοχῇ δικαιοςύνης, σώφρων τε σωφροςύνης ἰδέᾳ, καὶ τῆς ἀνωτάτω μετασχὼν δυνάμεως ἀνδρεῖος.

  27. 5.2.1

    ἀτὰρ δὴ καὶ βασιλεὺς ἀληθεῖ λόγῳ χρηματίσειεν ἂν οὗτος ὁ τῆς ἐπέκεινα βασιλείας τὸ μίμημα βασιλικαῖς ἀρεταῖς τῇ ψυχῇ μεμορφωμένος. ὁ δὲ τούτων ἀπεξενωμένος καὶ τὸν βασιλέα τῶν ὅλων ἀπαρνηθείς, μηδὲ τὸν ἐπουράνιον ψυχῶν ἐπιγραψάμενος πατέρα, μηδὲ τὸν πρεποντα βασιλεῖ κόσμον περιθέμενος, ἀμορφίαν δὲ καὶ αἶσχος ἀναλαβὼν τῇ ψυχῇ, καὶ θηρὸς μὲν ἀγρίου θυμὸν βασιλικῆς ἡμερότητος ἀντικαταλλαξάμενος, ἰὸν δὲ δυσαλθῆ κακίας ἀντ’ ἐλευθερίου διαθέσεως, μωρίαν δ’ ἀντὶ φρονήσεως, καὶ ἀντὶ λόγου καὶ σοφίας τὴν παντὸς δυσειδεστάτην ἀλογίαν, ἐξ ἧς ὥσπερ ἀπὸ πικροῦ πόματος τὰ λυμαντικὰ συνομαρτεῖ βλαστήματα, βίος ἄσωτος, πλεονεξίαι, μιαιφονίαι, θεομαχίαι, δυσςέβειαι· τούτοις ἐκδοθείς, κἂν νομίζηταί ποτε τυραννικῇ βίᾳ κρατεῖν, ἀλλ’ οὔποτ’ ἀληθεῖ λόγῳ χρηματίσει βασιλεὺς οὗτος.

  28. 5.3.1

    πῶς δ’ ἂν τὸ μίμημα τῆς μοναρχικῆς ἐξουςίας οἷός τε ἂν εἴη φέρειν ὁ μυρίας ἐψευδογραφημένας δαιμόνων εἰκόνας τῇ αὐτοῦ ψυχῇ τετυπωμένος; πῶς δ’ ἄρχων καὶ τῶν ὅλων κύριος ὁ μυρίους καθ’ ἑαυτοῦ πικροὺς δεσπότας ἐφειλκυσμένος, καὶ δοῦλος μὲν αἰσχρᾶς ἡδονῆς, δοῦλος δ’ ἀκολάστου γυναικομανίας, δοῦλος χρημάτων ἐξ ἀδίκου ποριζομένων, δοῦλος θυμοῦ καὶ ὀργῆς, δοῦλος φόβου καὶ δειμάτων, δοῦλος μιαιφόνων δαιμόνων, δοῦλος ψυχοφθόρων πνευμάτων;

  29. 5.4.1

    διὸ δὴ μόνος ἡμῖν βασιλεὺς σὺν ἀληθείᾳ μάρτυρι κεκηρύχθω ὁ τῷ παμβασιλεῖ θεῷ φίλος, ὁ δὴ μόνος ἐλεύθερος μᾶλλον δὲ ὁ κύριος ἀληθῶς, καὶ χρημάτων μὲν ἀνώτερος, γυναικῶν δ’ ἐπιθυμίας κρείττων, νικητὴς δὲ ἡδονῶν καὶ τῶν κατὰ φύσιν, κρατῶν δὲ θυμοῦ καὶ ὀργῆς, ἀλλ’ οὐ κρατούμενος, αὐτοκράτωρ ἀληθῶς οὗτος, φερώνυμον τῇ πράξει φέρων τὴν ἐπηγορίαν· νικητὴς ἐτύμως ὁ τὴν νίκην τῶν καταπαλαιόντων θνητὸν γένος παθῶν ἀράμενος, ὁ πρὸς τὴν ἀρχέτυπον τοῦ μεγάλου βασιλέως ἀπεικονισμένος ἰδέαν καὶ ταῖς ἐξ αὐτῆς τῶν ἀρετῶν αὐγαῖς ὥσπερ ἐν κατόπτρῳ τῇ διανοίᾳ μορφωθείς, ἐξ αὐτῶν δὲ ἀποτελεσθεὶς σώφρων, ἀγαθός, δίκαιος, ἀνδρεῖος, εὐσεβής, φιλόθεος. ἀληθῶς δὴ καὶ μόνος φιλόσοφος βασιλεὺς οὗτος ὁ ἑαυτὸν εἰδὼς καὶ τὰς ἔξωθεν αὐτῷ μᾶλλον δ’ οὐρανόθεν ἐπαρδομένας παντὸς ἀγαθοῦ χορηγίας ἐξεπιστάμενος, ὁ τῆς μονάρχου δυναστείας τὸ σεβάσμιον πρόσρημα τῷ τῆς ἀμπεχόνης ἐξαιρέτῳ περιβλήματι διαφαίνων καὶ τὴν ἐμπρέπουσαν αὐτῷ βασιλικὴν ἁλουργίδα μόνος ἐπαξίως ἐμπεριειλημμένος.

  30. 5.5.1

    βασιλεὺς οὗτος ὁ νύκτωρ καὶ μεθ’ ἡμέραν τὸν ἐπουράνιον ἀνακαλούμενος πατέρα, ὁ τοῦτον ἐν ταῖς εὐχαῖς ἐπιβοώμενος, ὁ τῆς ἀνωτάτω βασιλείας ὀριγνώμενος. μὴ γὰρ τὰ παρόντα ἄξια τοῦ παμβασιλέως θεοῦ συνειδώς, τὰ θνητὰ καὶ ἐπίκηρα ποταμοῦ δίκην ῥέοντα καὶ ἀπολλύμενα, τὴν ἄφθαρτον καὶ ἀσώματον τοῦ θεοῦ βασιλείαν πουεῖ, κἀκείνης τυχεῖν εὔχεται, διὰ μεγαλόφρονα λογισμὸν ὑπὲρ τὴν οὐράνιον ἁφῖδα τὴν διάνοιαν μετεωρίσας καὶ τῶν ἐκεῖ φώτων ἄλεκτον πόθον ἐνεστερνισμένος, ὧν τῇ παραθέσει σκότους οὐδὲν διαφέρειν ἡγεῖται τὰ τοῦ παρόντος βίου τίμια· τήν τε γὰρ ἀνθρώπων άρχὴν θνητοῦ καὶ προσκαίρου βίου μικρὰν καὶ ὀλιγοχρόνιον ἐπισταςίαν οὖσαν ὁρᾷ, οὐ μακρῷ κρείττονα τῆς αἰπόλων ἢ ποιμένων ἢ βουκόλων ἀρχῆς (μᾶλλον δὲ καὶ ἐργωδεστέραν καὶ δυσκολωτέρων θρεμμάτων ἡγεῖται), τάς τε τῶν δήμων ἐκβοήσεις καὶ τὰς τῶν κολάκων φωνὰς πρὸς ὄχλου τίθεται μᾶλλον ἢ πρὸς ἡδονῆς, διὰ στερρὸν ἦθος καὶ γνηςίαν ψυχῆς παίδευσιν.

  31. 5.5.2

    6 ἀλλὰ καὶ τὴν τῶν ὑπηκόων δορυφορίαν, μυριάδας στρατοπέδων, ὁπλιτῶν πεζῶν τε ὁμοῦ καὶ ἱππικῶν δοῦλα καὶ ὑπήκοα πλήθη οὐδαμῶς ὁρῶν καταπλήττεται, οὐδ’ ἐπὶ τῇ τούτων ἀρχῇ τυφοῦται, στρέφων εἰς αὐτὸν τὴν διάνοιαν τήν τε κοινὴν ἁπάντων φύσιν καὶ παρ’ ἑαυτῷ βλέπων. ἐσθῆτά γε μὴν χρυσοϋφῆ ποικίλοις ἄνθεσιν ἐξυφασμένην ἁλουργίδα τε βασιλικὴν σὺν αὐτῷ διαδήματι γελᾷ τοὺς πολλοὺς θεώμενος ἐκπεπληγμένους καὶ τὸ φάντασμα κομιδῇ νηπίων δίκην οἷόν τι μορμολύκειον θειάζοντας· οὐδαμῶς δ’ αὐτὸς τὰ ὅμοια πεπονθὼς τῇ ψυχῇ δι’ ἐπιστήμην τοῦ θείου περίβλημα σωφροσύνῃ καὶ δικαιοσύνῃ εὐσεβείᾳ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς πεποικιλμένον τὸν ἐπ’ ἀληθείας πρέποντα βασιλεῖ κόσμον περιτίθησιν.

  32. 5.7.1

    ἔτι μὴν πρὸς τούτοις τὰ τριπόθητα τοῖς πολλοῖς χρήματα, χρυσὸν λέγω καὶ ἄργυρον καὶ ὅσα λίθων θαυμάζεται γένη, λίθους ἀληθῶς ὑπάρχειν ἀνωφελεῖς καὶ ἄχρηστον ὕλην, οἷα τῇ φύσει ὄντα τυγχάνει τοιαῦτα καὶ ὄντα βλέπει, οὐδὲν πρὸς κακῶν ἀλέξημα οἷά τε ὄντα βοηθεῖν· τί γὰρ ταῦτα πρὸς νόσων ἀπαλλαγὴν ἢ θανάτου ἀποφυγὴν ἰσχύει; ὅμως δ’ οὖν, καίπερ ταῦτα εἰδώς, ἐπιστημόνως αὐτῦν τὴν χρῆσιν πρὸς εὐπρεπῆ τῶν ἀρχομένων κόσμον ἀπαθεῖ λογισμῷ διατίθεται, γελῶν τοὺς ταῦτα διὰ νηπιότητα φρενῶν ἐπτοημένους· κραιπάλης γε μὴν καὶ μέθης τῆς τε περιττῆς καρυκείας οἷα γαστριμάργοις οἰκείας ἀπέχεται, προςήκειν ἑτέροις ταῦτα ἀλλ’ οὐχ ἑαυτῷ ὑπολαμβάνων· ζημιοῦν γὰρ τὰ μεγάλα καὶ τὸ τῆς ψυχῆς νοςρὸν ἀμαυροῦν τὰ τοιαῦτα πέπεισται.

  33. 5.8.1

    τούτων δὴ ἕπάντων ὁ τὰ θεῖα πεπαιδετμένος βασιλεὺς καὶ τὰ μεγάλα φρονῶν τοῦ παρόντος βίου τῶν κρειττόνων ἐφίεται, τὸν πατέρα καλῶν τὸν ἐπουράνιον καὶ τὴν ἐκείνου βασιλείαν ποθῶν, πάντα τε σὺν εὐσεβε3ίᾳ πράττων καὶ τοῖς ὑπ᾿ αὐτὸν ἀρχομένοις ὡς ὑπὸ διδασκάλῳ παιδευομένοις ἀγαθῷ τὴν τοῦ μεγάλου βασιλέως θεογνωςίαν προβαλλόμενος.

  34. 6.1.1

    Ὁ δὲ τῶν ἀμοιβαίων τὰ ἐχέγγυα προμνώμενος τριακονταετηρικοὺς αὐτῷ διανέμει στεφάνους χρόνων ἀγαθαῖς περιόδοις ἀποτελεσθέντας, τριττούς τε ἤδη δεκάδων περιελθὼν κύκλους πανδήμους μᾶλλον δὲ κοσμικὰς ἑορτὰς πᾶσιν ἐφίησιν ἀνθρώποις ἐκτελεῖν.

  35. 6.2.1

    τῶν δ᾿ ἐπὶ γῆς θεογνωςίας ἄνθεσι φαιδρυνομένων, οὐκ ἀπὸ σκοποῦ ἂν εἴη καὶ τὰς ἐν οὐρανῷ χορείας φύσεως νόμοις ἑλκομένας τοῖς ἐπὶ γῆς συγχαίρειν, αὐτόν τε τὸν ἐπὶ πάντων βασιλέα πατρὸς ἀγαθοῦ δίκην ἐφ᾿ υἱοῖς ἀγαθοῖς θεοσεβοῦσιν εὐφραίνεσθαι, καὶ ταύτῃ μάλιστα τὸν καθηγεμόνα καὶ τῶν ἀγαθῶν αἴτιον πολυχρονίοις γεραίρειν τιμαῖς, ὡς μὴ ἀπαρκεῖν τρεῖς ἐν δεκάσι περιόδους τῇ βασιλείᾳ, νέμειν δὲ αὐτὴν ἐπὶ μήκιστον κὰι εἰς μακρὸν παραπέμπειν αἰῶνα.

  36. 6.2.2

    3 αἰὼν δ᾿ ὁ σύμπας ἀγήρως καὶ ἀτελεύτητος οὔτ᾿ ἀρχὴν οὔτε περιγραφὴν θνητῶν λογισμοῖς πεφυκὼς ὁρᾶσθαι, ἀλλ᾿ οὐδ᾿ ἐκ μέσου κέντρου λαμβάνεσθαι οὐδὲ τὸ νῦν αὐτοῦ λεγόμνον ἐφιεὶς τοῖς ἐθέλουσι περιδράττεσθαι, μήτι γε τὸ μέλλον ἢ τὸ παρῳχηκὸς τοῦ χρόνου· τὸ μὲν γὰρ οὐκ ἔστιν ὁ δὴ παρῆλθεν, τὸ δὲ μέλλον οὔπω πάρεστιν, διὸ οὐδ᾿ ἔστιν, τὸ δέ γε νῦν αὐτοῦ λεγόμενον ἅμα νοήματι καὶ φωνῇ λόγου θᾶττον διαδιδράσκει. οὐκ ἔστιν δ᾿ ὅλως αὐτοῦ ἐπιλαβέσθαι ὡς ἑστῶτος. ἢ γὰρ μέλλοντα προσδοκᾶν ἢ παρελθόντα συνορᾶν ἀνάγκη· ἅμα γὰρ ἐννοίᾳ διολισθάνων φεύγει. οὕτως ὁ σύμπας αἰὼν οὐ φέρει θνητῶν λογισμοῖς καθυποτάττεσθαι, ἀλλ᾿ ἀναίνεται τὴν παρὰ τούτοις δουλείαν.

  37. 6.4.1

    τὸν δ᾿ αὐτοῦ βασιλέα καὶ δεσπότην ὁμολογεῖν οὐ παραιτεῖται, φέρει δ᾿ αὐτὸν ἐπὶ νώτων ὀχούμενον, ἐναβρυνόμενος τοῖς ἐξ αὐτοῦ καλλωπίσμασιν. ὁ δὲ ἄνωθεν αὐτὸν ἡνιοχῶν, οὐ σειρῇ χρυςῇ κατὰ τὸ ποιητικὸν ἐνδηςάμενος, σοφίας δ᾿ ἀρρήτου δεσμοῖς ὥσπερ τιςὶν ἡνίαις χαλινώσας, μῆνας ἐν αὐτῷ καὶ χρόνους, καιρούς τε καὶ ἐνιαυτούς, νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖα διαστήματα σὺν ἁρμονίᾳ τῇ πάσῃ κατεβάλετο, ποικίλοις αὐτὸν ὅροις καὶ μέτροις περιδήσας. ὁ μὲν γὰρ εὐθυτενὴς ὢν καὶ εἰς ἄπειρον ἐκτεινόμενος, τήν τε τοῦ αἰῶνος ἐπηγορίαν ὥσπερ ἀεὶ ὤν εἰληφώς, αὐτός τε αὐτοῦ ὢν τοῖς μέρεσιν ἐμφερής, μᾶλλον δὲ ἀμερὴς ὤν καὶ ἀδιάστος, εἰς μόνην εὐθεῖαν μηκυνόμενος αὔξει· ὁ δὲ μέσοις αὐτὸν διαλαβὼν τμήμασι καὶ ὥσπερ εὐθεῖαν γραμμὴν εἰς μῆκος τεταμένην διελὼν κέντροις πολὺ πλῆθος ἐν αὐτῷ κατεβάλετο, ἕνα τε ὄντα καὶ μονάδι παρεικασμένον παντοίοις κατεδήσατο ἀριθμοῖς, πολύμορφον ἐξ ἀμόρφου τὴν ἐν αὐτῷ ποικιλίαν ὑποστηςάμενος.

  38. 6.5.1

    μὶαν μὲν γὰρ πρώτιστα πάντων ἐν αὐτῷ τὴν ἄμορφον ὕλην ὥσπερ τινὰ πάνδοχον οὐσίαν ὑφίστη, δεύτερον δ᾿ ἐν ὕλῃ ποιότητα δυνάμει δυάδος εἶδος ἐξ ἀειδοῦς ἀπεργαζόμενος ἐποίει, τριάδος δ᾿ ἀριθμῷ τριχῆ διαστατόν, εἴς τε πλάτος καὶ μῆκος καὶ βάθος, σύνθετον ἐξὕλης καὶ εἴδους σῶμα κατειργάζετο. διττῆς δ᾿ ἐκ δυάδος τὴν τῶν στοιχείων τετρακτὺν ἐπινοήσας, γῆν, ὕδωρ, ἀέρα, πῦρ, πηγὰς ἀενάους εἰς τὴν τοῦδε τοῦ παντὸς προὐβάλετο χορηγίαν. τετρακτὺς δὲ γεννᾷ δεκάδα· ἕν γὰρ δύο τρία τέσσαρα τὸν δέκα συντελοῦσιν ἀριθμόν. τριὰς δὲ συμπλακεῖσα δεκάτῃ μηνὸς ἀνεῦρε φύσιν, μὴν δὲ τροπαῖς δώδεκα ἡλίου περίοδον ἐπλήρου, ἔνθεν ἐνιαυτῶν κύκλοι καιρῶν τε μεταβολαὶ τὸν ἄμορφον καὶ ἀνείδεον αἰῶνα, αἰῶνα, ὥσπερ ἐν ποικιλίᾳ γραφῆς πολυανθοῦς, ἐμόρφουν εἰς ἀνάπαυλαν καὶ θυμηδίαν τῶν ἐν αὐτῷ τὸν τῆς ζωῆς διϊππευόντων δρόμον.

  39. 6.6.1

    ὡς γὰρ καὶ τοῖς ἐπ᾿ ἐλπίδι βραβείων ἐν ἀγῶνι τοὺς δρόμους διεφανύουσι σταδίοις ὥρισται τὰ διαστήματα, τοῖς τε μακρὰς πορείας ὁδοιποροῦσι σταθμοῖς τισι καὶ σημείοις περιγράφεται ἡ λεωφόρος, ὡς ἂν μὴ εἰς ἄπειρόν τις τὴν προσδοκίαν ἐκτείνων ἀποκάμοι τὴν προθυμίαν, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸν σύμπαντα αἰῶνα σοφίας θεσμοῖς ὁ τῶν ὅλων βασιλεὺς περιβαλὼν ἄει καὶ φέρρει, ποικίλως ἡνιοχῶν ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται.

  40. 6.6.2

    ὁ δ᾿ αὐτὸς χρώμασιν ὡραίοις καὶ νεαροῖς ἄνθεσι τὸν πρὶν ἀσχημάτιστον ἀμφιεννὺς αἰῶνα, λευκὴν μὲν ἐφαίδρυνεν ἡμέραν ἡλίῳ, νύκτα δ᾿ ὑποστρώσας μελαντέρῳ χρώματι ὥσπερ τινὰ χρυσοϋφῆ ψήγματα στίλβειν ἐν αὐτῇ τὰς τῶν ἀστέρων λαμπηδόνας ἐποίησε, φωσφόρου δ᾿ ἐξάψας λαμπρὰς ἀκτῖνας σελήνης τε ποικίλα φέγγη ἄστρων τε συνόδους πολυαυγεῖς τὸν σύμπαντα οὐρανὸν οἷον μέγαν πέπλον παντοίοις γραφῆς κάλλεσιν ἐστεφάνου. ἀέρα δ᾿ ἐκτείνας εἰς βάθος ἄνωθεν ἐξ ὕφους, πλάτη τε καὶ μήκη τοῦ σύμπαντος κόσμου τῇ τούτου ψυχώσας δυνάμει, πτηνοῖς ἅπασιν ἀνῆκε μορφοῦσθαι, τοῖς δι᾿ ἀέρος φερομένοις ἀφανέσι τε καὶ ὁρωμένοις μέγα πέλαγος ἐξαπλώσας διανήχεσθαι. γῆν δ᾿ ἐν μέσῳ κέντρου δίκην σταθμηςάμενος, ὠκεανῷ ταύτην περιέβαλε σμαραγεῖ τε πόντος ἐπ᾿ αὐτῇ, τῷ τῆς περιβολῆς κυανῷ χρώματι καλλωπιζομένην.

  41. 6.7.1

    ταύτην δ᾿ ἑστίαν καὶ μητέρα καὶ τιθήνην ζώων ἁπάντων τῶν ἐν αὐτῇ καταδείξαις ὀμβρίοις τε καὶ πηγαίοις νάμασιν ἀρδεύσας, χλοάζειν παντοίοις καὶ φυτοῖς καὶ ὡραίοις ἄνθεσιν εἰς εὔθυμον ζωῆς ἀπόλαυσιν ἐδωρήσατο.

  42. 6.7.2

    ζώων δ᾿ ἐν αὐτῇ τὸ τιμιώτατον καὶ αὐτῷ φίλον κατ᾿ εἰκόνα τὴν αὐτοῦ πλαςάμενος, νοῦ καὶ ἐπιστήμης ἐπήβολον, λόγου τε καὶ σοφίας ἔκγονον, λογικὸν ἄνθρωπον, τῶν λοιπῶν ὅσα κατὰ γῆν ἕρπει καὶ νέμεται ἀρχικῇ δυνάμει κρατεῖν τούτῳ ἔδωκεν. ἄνθρωπος γὰρ ἦν αὐτῷ ζώων τῶν ἐπὶ γῆς τὸ θεοφιλέστατον, ᾧ καὶ τὰ τῶν ἀλόγων γένη δουλεύειν οἷα πατὴρ παραδέδωκε3 ν, ἄνθρωπος, ᾧ καὶ θάλατταν πλωτὴν ἀνῆκε καὶ γῆν παντοίοις φυτοῖς ἐστεφάνωσεν, ᾧ καὶ τὰ ἐν βυθοῖς ἕρποντα πτηνῶν τε τὰ μετάρσια ὑποχείρια πεποίηται, ᾧ καὶ δυνάμεις ἐπτστημονικὰς εἰς παντοίων μαθημάτων ὑποδοχὴν ἐδωρήσατο, ᾧ καὶ τὰς οὐρανίους ἐξεκάλυψε θεωρίας, δρόμους ἡλίου καὶ σελήνης τροπὰς περιόδους τε πλανήτων καὶ ἀπλανῶν ἀστέρων ἐκφήνας, ἄνθρωπος, ᾧ μόνῳ τῶν ἐπὶ γῆς τὸν πατέρα γινώσκειν τὸν ἐπουράνιον καὶ τὸν μέγαν τοῦ σύμπαντος αἰῶνος βασιλέα γεραίρειν ὕμνοις διετάξατο.

  43. 6.8.1

    ἀλλὰ γὰρ ἐπὶ τούτοις ἅπασιν ὁ κοσμοποιὸς τέτταρσιν ἐνιαυτοῦ τροπαῖς τὸν ἄτρετον αἰῶνα περιεζώννυ, χειμερίους μὲν ὥρας ἔαρι περιγράψας, ἔαρ δέ, ἐνιαυςίων ὡρῶν ἀρχήν, ἰσορρόποις ταλαντεύσας ζυγοῖς, κἄπειτα ἔαρος πολυκαρπίᾳ τὰον σύμπαντα στεφανώσας αἰῶνα, θέρους ἀκμῇ τοῦτον μεταπαραδέδωκεν, εἶθ᾿ οἷα καμάτου διαναπαύσας ἀνεκτήσατο μετοπωρινῷ διαστήματι, ὑγραῖς τ᾿ αὐτὸν ὄμβρων χειμερίων φοραῖς ὥσπερ τινὰ βασιλικὸν ἀποσμήχων ἵππον καὶ τοῖς ἐξ αὐτοῦ νάμασι λαμπρὸν ἀπεργαζόμενος , τοῖς τ᾿ ἐξ ὑετῶν αὐτάρκως πιάνας ἀρδεύμασιν, αὖθις αὐτὸν ἔαρος ἐν προθύροις ἵστησι πύλαις.

  44. 6.9.1

    ἐνθένδε δὴ ἐν τῷ τοῦ παντὸς ἐνιαυτοῦ κύκλῳ τοιαῖσδε σοφίας ἡνίαις ὁ μέγας βασιλεὺς ὁ μέγας βασιλεὺς ὧδε περιδηςάμενος τὸν αὐτοῦ αἰῶνα, ὑπὸ μείονι φέρεσθαι διετάξατο κυβερνήτῃ, τῷ αὐτοῦ μονογενεῖ λόγῳ, τῷ δὴ κοινῷ τῶν ὅλων σωτῆρι, τὰς τοῦ παντὸς παραδοὺς ἡνίας. ὁ δ᾿ οἷα παρὰ πατρὸς ἀγαθοῦ τὸν κλῆρον ὑποδεδεγμένος, ὁμοῦ τε πάντα ὅσα κύτος οὐρανοῦ εἴσω τε καὶ ἐκτὸς αὐτοῦ περιλαβὼν ἔχει μιᾷ συνδηςάμενος ἁρμονίᾳ, εὐθείᾳ περαίνει, σὺν δίκῃ τὰ πρόσφορα τοῖς κατὰ γῆν αὐτοῦ λογικοῖς θρέμμασιν ἐπισκοπούμενος. μέτρα τε ζωῆς τοῖς τὸν θνητὸν διανύουσι βίον διαθεσμοθετήσας, πρεμμελετᾶν ἐν τῷ δε τὰ προοίμια τῆς ὑπὲρ τὸν νῦν αἰῶνα ζωῆς ἅπασιν ἀνθρώποις συγκεχώρηκεν· εἶναι γάρ, εἶναι καὶ ὑπὲρ τὸν παρόντα αἰῶνα θείαν καὶ μακαρίαν ζωήν, ἥν τοῖς εὖ διηγωνισμένοις ἐν ἀγαθῶν ἐλπίσι τεταμιεῦσθαι ἐδίδαξεν, καὶ ἐν . . τοῖς μὲν σωφρόνως καὶ εὐσεβῶς βεβιωκόσιν τὴν ἐνθένδε ἐπὶ τὰ κρείττω μετάβαςίν τε καὶ μετοικίαν γενήσεσθαι, τοῖς δὲ ἐληλεγμένοις ἐν τῷδε χῶρον ἀπονεῖμαι τὸν προςήκοντα.

  45. 6.10.1

    εἶθ᾿ ὡς ἐν ἀγῶνος ἄθλοις παντοίους τοῖς νενικηκόσιν ἀναγορεύσας στεφάνους, ἄλλους ἐφ᾿ ἑτέροις . . ἀρετῶν βραβείοις στεφανοῖ, βασιλεῖ δ᾿ ἀγαθῷ θεοσεβείᾳ κοσμησαμένῳ μείζονα προητοιμάσθαι κηρύττει τῶν ἐπάθλων τὰ γέρα, ὧν τοῖς προοιμίοις ἐντεῦθεν ἤδη πανηγυρίζειν δίδωσιν, ἑορτῇ τελείων ἐξ ἀριθμῶν συγκειμένῃ, δεκάδων τριάδων μονάδων τε τριπλασιόνων,

  46. 6.11.1

    ὧν ἡ μὲν πρώτη τριὰς μονάδος ἂν γένοιτο ἔκγονος, μονὰς δὲ μήτηρ ἀριθμῶν, μηνῶν ἁπάντων καὶ ὡρῶν καὶ ἐνιαυτῶν πάσης τε χρόνων περιόδου πρεσβεύουσα, ἤδη καὶ παντὸς πλήθους ἀρχὴ καταβολὴ τε καὶ στοιχεῖον εἰκότως ἄν ῥηθείη, μονὰς παρὰ τὸ μένειν ὠνομασμένη, ὅτι δή, μειουμένου καὶ αὐξομένου παντὸς πλήθους κατὰ τὴν τῶν ἀριθμῶν ὑφαίρεςίν τε καὶ προσθήκην, μόνη μονὰς στάσιν καὶ μονὴν εἴληφε, μεμονωμένη πληθύος ἁπάσης καὶ τῶν ἐξ αὐτῆς γεννωμένων ἀριθ μῶν, φέρουςά τε εἰκόνα τῆς ἀμερίστου καὶ διακεκριμένης τῶν ἄλλων οὐσίας, ἧς δυνάμει καὶ μετοχῇ ἡ τῶν ὄντων ἁπάντων συνέστηκε φύσις.

  47. 6.12.1

    μονὰς γὰρ παντὸς δημιουργὸς ἀριθμοῦ, ἐπείπερ κατὰ σύνθεσιν καὶ προσθήκην μονάδων πᾶν πλῆθος κρατύνεται, οὑδ᾿ ἔστιν ἄλλως δίχα μονάδος οὐσίαν ἀριθμῶν ἐπινοῆσαι· αὕτη δ᾿ ἐκτὸς ἂν εἴη πλήθους πορρωτάτω τε καὶ κρείττων ἀριθμοῦ παντός, πάντα ποιοῦσα καὶ ὑφισταμένη, τεινομένη δὲ ὑπ᾿ οὐδενὸς πώποτε.

  48. 6.13.1

    τριὰς δὲ ταύτῃ συγγενής, ἄσχιστος ὡσαύτως καὶ ἀδιαίρετο, καὶ πρώτη τῶν ἐξ ἀρτίων κὰι περιττῶν ἀριθμῶν συνεσταμένων· ἄρτιος γὰρ ὁ δύο μονάδα προσλαβὼν τριάδος πρώτην περιττὴν ἐγέννησε φύσιν. πρώτη δὲ τριὰς δικαιοςύνην ἀνέδειξεν ἰσότητος καθηγησαμένη, ὡς ἂν ἀρχὴν καὶ μεςότητα καὶ τελευτὴν ἴσην ἀπολαβοῦσα. εἰκὼν δὲ ταῦτα μυστικῆς καὶ παναγίας καὶ βασιλικῆς τριάδος, ἥ τῆς ἀνάρχου καὶ ἀγεννήτου φύσεως ἠρτημένη τῆς τῶν γεννητῶν ἁπάντων οὐσίας τὰ σπέρματα καὶ τοὺς λόγους καὶ τὰς αἰτίας ἀπείληφεν.

  49. 6.14.1

    καὶ τριάδος μὲν δύναμις ἄρα παντὸς εἰκότως ἂν ἀρχὴ νομισθείη. δεκὰς δὲ τὸ πάντων ἀριθμῶν πέρας ἀπολαβοῦσα μέχρις αὐτῆς τὸ πᾶν ἵστησιν, πλήρης καὶ παντέλειος ὠνομασμένη εἰκότως, ἅτε δὴ πάσας ἰδέας καὶ πάντα μέτρα πάντων ἀριθμῶν λόγων τε καὶ συμφωνιῶν καὶ ἁρμονιῶν περιέχουσα. μονάδες γοῦν αὐξηθεῖσαι κατὰ σύνθεσιν τοῖς δέκα περιορίζονται· μητέρα ταύτην καὶ πηξαι ὅρον τε καὶ περιγραφὴν κτηςάμεναι ὥσπερ ἐν περιδρόμῳ καμπτῆρα περιθέουσιν.

  50. 6.15.1

    εἶτακύκλον ἐργαςάμεναι δεύτερον καὶ πάλιν τρίτον καὶ τέταρτον καὶ μέχρι τῶν δέκα τὸν ἑκατὸν ἐκ δεκάδων δέκα πληροῦσι, κἄπειτα ἐπὶ τὴν πρώτην ἀνατρέχουσιν ἀφετηρίαν, καὐντεῦεν πάλιν ἀρξάμεναι καὶ ἐπὶ τὸν δέκα προελθοῦσαι δεκάκις τε τὸν ἑκατὸν ἀμφιδραμοῦσαι, παλίσσυτοι διὰ τῶν αὐτῶν καμπτήρων μακροὺς δολιχεύουσι διαύουσι διαύλους ἐξ αὐτῶν εἰς ἑαυτὰς ἀνακυκλούμεναι.

  51. 6.16.1

    τῶν γοῦν δέκα τὸ δέκατον μονάς· δέκα δὲ μονάδες μίαν ἀποφαίνουσι δεκάδα· δεκὰς δὲ πέρας μονάδων, ὅρος καὶ καμπτὴρ ἁποκαταστατικός, καμπτὴρ μὲν τῆς ἀπειρίας τῶν ἀριθμῶν ὅρος δὲ καὶ τέλος μονάδων, ὁμοῦ δὲ τριὰς δεκάδι συμπλα- κεῖσα τρίτον τε περιελθοῦσα τὴν τῶν δέκα κύκλων περίσοδον φυσικώτατον ἀριθμὸν γεννᾷ τὸν τριάκοντα· ὅ γὰρ ἐν μονάσι τριάς, τοῦτο ἐν δεκάσι τριακοντάς.

  52. 6.17.1

    ὅρος τε πάγιος οὗτος τοῦ δευτέρου μεθ᾿ ἥλιον μεγάλου φωστῆρος· σελήνης γοῦν περίοδος ἀπὸ συνόδου ἐπὶ σφύνοδον μηνὸς κύκλον ἀπειργάζετο, μεθ᾿ ὅν αὖθις ἀρχὴν γενέσεως ἀπολαβοῦσα νέου φωτὸς καὶ νέων ἡμερῶν ἀπάρχεται, τριάκοντα μὲν κοσμηθεῖσα μονάσι, τρισὶ δὲ τιμηθεῖσα δεκάσι, δέκα δὲ τριάσι φαιδρυνθεῖσα.

  53. 6.18.1

    τούτοις αὐτοῖς τὰ τῆς κοσμοκρατορικῆς ἀρχῆς τοῦ νικητοῦ βασιλέως πρὸς τοῦ πάντων ἀγαθῶν δοτῆρος τετιμημένα νέων ἀρχῆς ἀγαθῶν ἐπιλαμβάνεται, τέως μὲν τριακονταετηρικὰς ἑορτὰς ἀποπληροῦντα, ἤδη δ᾿ ἐντεῦθεν μακροτέρων ἐφαπτόμενα διαστημάτων προμνώμενά τε μελλόντων ἀγαθῶν ἐλπίδας ἐν οὐρανίῳ βασιλείᾳ ἔνθα στρατιαὶ φώτων ἀπείρων ἀμφὶ τὸν πάντων βασιλέα χορεύουσιν, οὐχ ἑνὸς ἡλίου, πάντων δ᾿ αὐτόθι τὰ φῶτα ἡλίου κρείττονα ἐπαγομένων φαιδρυνομένων τε καὶ ἀποστιλβόντων τῇ αἴγλῃ τῶν τῆς ἀιδίου πηγῆς μαρμαρυγῶν,

  54. 6.19.1

    ἔνθα ζωὴ ψυχῆς ἐν ἀγαθῶν ἀκηράτοις κὰλλεσιν, ἔνθα βίος πάσης ἐκτὸς ἀχθηδόνος, ἔνθα σώφρονος καὶ παναγίας ἡδονῆς ἀπόλαυσις, καὶ χρόνος ἄχρονος ὁ μακραίων καὶ ἀτελεύτητος, εἰς ἀπερίγραφον τέλος μηκυνόμενος, οὐκέθ᾿ ἡμερῶν καὶ μηνῶν διαστήμασιν οὐδ᾿ ἐνιαυτῶν κύκλοις καιρῶν τε καὶ χρόνων περιόδοις ἀναμτρούμενος, μιᾷ δ᾿ εἰς ἄπειρον ἐκτεινομένῃ ζωῇ διαρκῶν, οὐχ ὐφ᾿ ἡλίου φωτιζομένῃ οὑδ᾿ ἀστέρων πλήθει καὶ σελήνης αὐγαῖς καταλαμπομένῃ, ἀλλ᾿ αὐτὸν ἐχούσῃ φωστῆρα τὸν θεὸν λόγον, τὸν μονογενῆ παῖδα τοῦ παμβασιλέως.

  55. 6.20.1

    παρὸ καὶ ἥλιον αὐτὸν δικαιοςύνης καὶ φῶς ἐπέκεινα φώτων ἁπάντων λόγων ἀπόρρητοι μυοῦσι θεολογίαι, τοῦτον δ᾿ αὐτὸν δικαιοςύνης ἀκτῖσι σοφίας τε αὐγαῖς τὰς παμμακαρίας καταλάμπειν δυνάμεις, τάς τε εὐσεβείᾳ παρεσκευασμένας ψυχὰς ἀντὶ τῆς οὐρανίου περιφερείας τοῖς αὐτοῦ κόλποις ἀπολαβόντα τῶν οἰκείων ἐπαγγελιῶν ἔργοις πιστοῦσθαι τὰς ὑποσχέσεις.

  56. 6.21.1

    θνητῶν δ᾿ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἀκοή τις διέγνω, ἀλλ᾿ οὐδὲ νοῦς σάρκα ἠμφιεσμένος οἷός τε ἂν εἴη διαθρῆσαι ἅ τοῖς εὐσεβείᾳ διακοσμησαμένοις προητούμασται, ὥσπερ οὖν καὶ σοί, βασιλεῦ θεοσεβέστατε, ᾧ μόνῳ τῶν ἐξ αἰῶνος ἐντεῦθεν ἤδη τὸν ἀνθρώπειον ἀποκαθᾶραι βίον αὐτὸς ὁ τῶν ὅλων παμβασιλεὺς θεὸς ἐδωρήσατο, ᾧ καὶ τὸ αὐτοῦ σωτήριον ἀνέδειξε σημεῖον, δι’ οὗ τὸν θάνατον καταγωνιςάμενος τὸν κατὰ τῶν ἐχθρῶν ἤγειρε θρίαμβον· ὅ δὴ νικητικὸν τρόπαιον, δαιμόνων ἀποτρόπαιον, τοῖς τῆς πλάνης ἰνδάλμασιν ἀντιπαρατάξας τὰς κατὰ πάντων ἀθέων πολεμίων τε καὶ βαρβάρων ἤδη δὲ καὶ αὐτῶν δαιμόνων, ἄλλων τουτωνὶ βαρβάρων, ἤρατο νίκας.

  57. 7.1.1

    Δυεῖν γάρ τοι φύσεων ἐν ἡμῖν συμπελεγμένων, ψυχῆς λέγω καὶ σώματος, καὶ τοῦ μὲν ὁρωμένου τοῖς πᾶσι τοῦ δ’ ἀφανοῦς καθεστῶτος, δύο τούτοις ἐναντία βάρβαρα καὶ πολέμια γένη, τὸ μὲν ἀφανῶς τὸ δ’ ἐκ τοῦ προφανοῦς παρετάττετο. καὶ τὸ μὲν σώματα σώμασι προβεβλημένον, τὸ δ’ ἀσωμάτοις παντευχίαις γυμνὴν αὐτὴν ἐπολιόρκει τὴν ἀνθρώπου ψυχήν.

  58. 7.2.1

    εἶθ’ οἱ μὲν ὁρατοὶ βάρβαροι, νομάδες τινὲς ἄγριοι θηρῶν οὐδὲν διαφέροντες, ἐπὶ τὰς ἡμέρους τῶν ἀνθρώπων ἐφοίτων ἀγέλας, χώρας δῃοῦντες, πόλεις ἐξανδραποδιζόμενοι, λύκων ἀπηνῶν δίκην ἐκ τῆς ἐρήμης τοῖς κατὰ πόλιν ἐπιόντες, κἄπειτα λυμαινόμενοι ὅσοις ἄν δύναιντο οἱ δ’ ἀφανεῖς ἐχθροί, ψυχοφθόροι δαίμονες, οἹ δὴ βαρβάρων ἁπάντων ἀπηνέστεροι, ἀμφὶ τὸν ἀέρα τόνδε ποτώμενοι πᾶν τὸ θνητὸν γένος μηχαναῖς πολυθέου κακίας ἐξηνδραποδίζοντο, ὡς μηκέτ’ αὐτοῖς εἶναι θεὸν τὸν ἀληθῆ θεὸν ἀλλά τινα πολὺν καὶ ἄθεον πλάνον· τοὺς γὰρ μηδαμῆ μηδαμῶς ὄντας οὐκ οἶδ’ ὁπόθεν παραγαγόντες, τὸν ὄντα καὶ μόνον ἀληθῶς ὄντα ὡς οὐκ ὄντα πάρεργον ἐποιήσαντο.

  59. 7.3.1

    ἔνθεν αὐτοῖς ἡ τῶν σωμέτων γένεσις ἐνομίσθη θεός, καὶ πάλιν ἄλλος ἐναντίος τούτῳ θεός, ἡ τῶν αὐτῶν διαφθορὰ τε καὶ λύσις. ἀλλ’ ὁ μὲν πρῶτος αὐτοῖς ὡς ἄν γενέσεως ἀρχηγὸς Ἀφροδίτης ὀργίοις ἐτιμᾶτο, ὁ δὲ δεύτερος ὡς ἄν πολὺς καὶ τοῦ θνητοῦ κατισχύων γένους Πλούτων καὶ Θάνατος ὠνομάζετο. ὡς γὰρ μὴ ἑτέραν ἤ τὴν διὰ γενέσεως ζωὴν εἰδότες οἱ τότ’ ἄνθρωποι τὴν ταύτης αἰτίαν γένεσιν θεὸν εἶναι ἀπέφαινον· καὶ ὡς μηκέτ’ ὄντες μετὰ θάνατον νικητὴν ἁπάντων καὶ μέγαν θεὸν τὸν Θάνατον ἀνηγόρευον· εἶθ’ ὡς εὐθύναις οὐθαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ τοῦ θανάτου λύσιν τὰ μυρίων θανάτων ἄξια δρῶντες διῆγον, βίον τε ἔζων ἀβίωτον, οὐ θεὸν ἐν νῷ λαμβάνοντες, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐ τῆς σφῶν κατὰ ψυχὴν οὐσίας τὴν μνήμην ἀναζωπυροῦντες, ἑνὶ δὲ δεινῷ προστάτῃ τῷ Θανάτῳ χρώμενοι, καὶ τὴν ἐκ τούτου τῶν σωμάτων φθορὰν λύσιν τοῦ παντὸς ἑαυτοὺς εἶναι πείσαντες, μέγαν θεὸν καὶ πλούσιον, παρὸ καὶ Πλούτωνα, τὸν Θάνατον ἀνηγόρευον. καὶ Θάνατος ἦν αὐτοῖς θεὸς οὐ μόνος, ἀλλὰ καὶ τὰ πρὸ τούτοτυ τίμια, τὰ δὴ πρὸς ἡδυπαθῆ ζωὴν αὐτοῖς συμβαλλόμενα.

  60. 7.4.1

    θεὸς γοῦν αὐτοῖς ἦν ἡ τῶν σαρκῶν ἡδονή, θεὸς ἡ τροφή, θεὸς ἡ τούτων βλάστη, θεὸς ἡ τῶν ἀκροδρύων φυή, θεὸς ἡ διὰ μέθης τρυφή, θεὸς ὁ τῶν σωμάτων πόθος, θεὸς ἡ τούτων ἡδονή. ἔνθεν τὰ Δήμητρος καὶ Φερεφάττης μυστήρια καὶ Κόρης ἁρπαγὴ ὑπὸ Ἀϊδωνέως καὶ πάλιν ἡ ταύτης ἀνάδοσις. ἔνθεν Διονύσου τελεταὶ καὶ νικώμενος Ἡρακλῆς ὡς ὑπὸ κρείττονος θεοῦ τῆς μέθης, ἔνθεν Ἔρωτος καὶ Ἀφροδίτης ὄργια μοιχικά. ἔνθεν Ζεὺς αὐτὸς γυναικομανῶν καὶ Γανυμήδους ἐρῶν, φιληδόνων τε θεῶν καὶ φιλοπαθῶν ἀσελγῆ μύθων ἀναπλάσματα.

  61. 7.5.1

    τοσούτοις δῆτα βέλεσι θεομάχου πλάνης οἱ δεινὶ βάρβαροι καὶ τῷ βασιλεῖ τῶν ὅλων ἐχθροὶ τοὺς ἐπὶ γῆς κατεπόνουν, καὶ εἷλόν γε τὸ πᾶν γένος ὑποχείριον, ὡς ἁπανταχοῦ γῆς ἀθεότητος ἀνεγεῖραι στήλας νεώς τε καὶ ἱερὰ ψευδωνύμου θεολογίας καθ’ ἑκάστην γωνίαν συνίστασθαι.

  62. 7.6.1

    οἱ γοῦν τότε κρατεῖν νομιζόμενοι τοσοῦτον καταδεδούλωντο τῇ πλάνῃ, ὡς ὁμοφύλων καὶ συγγενῶν φόνους τοῖς αὐτῶν καλλιερεῖν θεοῖς καὶ τὰ ξίφη θήγειν κατὰ τῶν προμάχων τῆς ἀληθείας, πόλεμόν τε ἄσπονδον καὶ ἀθέους αἴρεσθαι χεῖρας, οὐ κατ’ ἐχθρῶν ἀλλοφύλων καὶ ἀπεξενωμένων, κατὰ δὲ τῶν συνεστίων καὶ φίλων, κατά τε ἀδελφῶν καὶ συγγενῶν καὶ φιλτάτων, οἵ δὴ σεμνότητι βίου σωφροςύνῃ τε καὶ θεοσεβείας ἀληθοῦς ἐγχειρήμασι τιμᾶν τὸ θεῖον καὶ σέβειν διεγνώκεσαν.

  63. 7.7.1

    ἀλλ’ οἱ μὲν ὧδέ πη μανίᾳ φρενῶν τοὺς τῷ βασιλεῖ τῶν ὅλων καθωσιωμένους τοῖς αὐτῶν δαίμοσι κατέσφαττον, οἱ δὲ τῆς ἀληθοῦς εὐθσεβείας γενναῖοι μάρτυρες καὶ ζωῆς αὐτῆς τὸν ὑπὲρ ἀληθείας εὐκλεῆ θάνατον προτιμᾶν μεμελετηκότες παρ’ οὐδὲν τὴν τοσαύτην ἐτίθεντο τυραννίδα, οἷα δὲ θεοῦ στρατιῶται καρτερίας ἀρετῇ φραξάμενοι, πάντα τρόπον θανάτου γέλωτα ἔθεντο, πῦρ καὶ σίδηρον καὶ προσηλώσεις, θῆράς τε ἀγρίους καὶ θαλάττης βυθούς, ἀποτομὰς μελῶν καὶ καυτῆρας, ὀφθαλμῶν ἐξορύξεις, τοῦ παντὸς σώματος ἀκρωτηριασμούς, λιμὸν ἐπὶ τούτοις καὶ μέταλλα καὶ δεσμὰ παντὸς καλοῦ καὶ ἡδονῆς ἁπάσης γλυκίονα ἡγηςάμενοι δι’ ἔρωτα καὶ πόθον τὸν πρὸς τὸν αὐτῶν βασιλέα. θηλειῶν τε ὡσαύτως νεανικαὶ ψυχαὶ τῶν ἀνδρῶν οὐχ ἧττον ἠρρενωμέναι, αἱ μὲν τοὺς αὐτοὺς τοῖς ἀνδράσιν ἀγῶνας ὑποστᾶσαι ἴσα τῆς ἀρετῆς ἀπηνέγκαντο βραβεῖα, αἱ δ’ ἐπὶ φθορᾷ τῶν σωμάτων ἑλκόμεναι θᾶττον τὴν ψυχὴν θανάτῳ ἤτὸ σῶμα τῇ φθορᾷ παραδεδώκασιν, μυρίαι τε ἄλλαι πρὸς τῶν κατ’ ἔθνος ἀρχόντων, πορνείας ἀπειλὴν μηδ’ ἄκροις ὠσὶν ἐπακοῦσαι δεδυνημέναι, πᾶν εἶδος στρεβλωτηρίων πᾶσάν τε ψῆφον θανατηφόρον εὐθαρςῶς ὑπέστησαν.

  64. 7.8.1

    ἀλλ’ οἱ μὲν τοῦ μεγάλου βασιλέως πρόμαχοι τῆς πολυθέου στρατιᾶς ὧδέ πη τοὺς ἄθλους ψυχῆς ἐρρωμένῳ λογισμῷ κατηγωνίζοντο· οἱ δ’ ἐχθροὶ τῷ θεῷ καὶ τῆς ἀνθρώπων πολέμιοι σωτηρίας, πάντων ἀνημέρων βαρβάρων χείρους, τοιαύταις ἔχαιρον ἀνθρωπίνων αἱμάτων σπονδαῖς· οἵ τ’ αὖ τούτων ὑπηρέται τοιαύτας αὐτοῖς προπόσεις ἐξ ἀδίκου μιαιφονίας προὔπινον, πικρὰν ταύτην καὶ δυσσεβῆ πανδαιςίαν ἐπ’ ὀλέθρῳ τοῦ κοινοῦ γένους αὐτοῖς παρασκευάζοντες.

  65. 7.8.2

    9 τούτων δ’ ὧδε ἐχόντων τί ἐχρῆν τὸν τῶν καταπονοτυμένων βασιλέα θεὸν διαπράξασθαι; ἆρά γε τὴν τῶν φιλτάτων ἀντιπαρελθεῖν σωτηρίαν καὶ παριδεῖν οὕτω τοὺς οἰκείους πολιορκουμένους; ἀλλ’ οὔτε κυβερβήτης οὕτω ποτ’ ἄν λεχθείη σοφός, εἰ κατὰ βυθῶν αὔτανδρον τὸ σκάφος ἐκδώσει, μηδὲν παρ’ ἑαυτοῦ πρὸς τὴν τῶν ἐμπλεόντων σωτηρίαν ποριςάμενος, οὔτε στρατηγὸς οὕτω ποτ’ ἄν γένοιτο ἀφειδής, ὡς τοὺς αὐτοῦ γνωρίμους ἀτιμωρητὶ τοῖς ἐχθροῖς παραχωρῆσαι· ἀλλ’ οὐδὲ ποιμὴν ἀγαθὸς τῆς αὐτοῦ ποίμνης τὸ πεπλαβνημένον ἀπαθῶς παρίδοι ἄν θρέμμα, ἀλλὰ τὰ μὲν εὖ ἔχοντα αὐτῷ ἐν ἀσφαλεῖ κείμενα καταλείψει, τῆς δὲ τοῦ πεπλανημένου χάριν σω- τηρίας πᾶν ὁτιοῦν ἄν πάθοι, εἰ καὶ πρὸς θῆρας ἀγρίους συμπλακῆναι δέοι.

  66. 7.10.1

    ἀλλ’ οὐκ ἦν ἀλόγου θρέμματος ἡ σπουδὴ τῷ μεγάλῳ βασιλεῖ, τὸ δὲ πᾶν αὐτῷ τῆς οἰκείας στρατιᾶς καὶ τῶν δι’ αὐτὸν πολεμουμένων χάριν ἐσπουδάζετο. ὧς τοὺς ἀγῶνας καὶ τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἀποδεξάμενος, τοὺς μὲν τὴν πρὸς αὐτὸν στειλαμένους πορείαν τοῖς παρ’ αὐτῷ νικητηρίοις τιμήσας ταῖς κατ’ οὐρανὸν ἀγγελικαῖς ἐν;ργραφεν χορείαις, τοὺς δ’ ἐπὶ γῆν ἐφύλαττεν, εὐσεβείας ζώπυρα σπέρματα τοῖς ὀψιγόνοις, θεατὰς ἅμα τῆς κατὰ τῶν ἀσεβῶν δίκης καὶ τῆς τῶν πεπραγμένων ἱστορίας ἐξηγητὰς γενησομένους.

  67. 7.11.1

    εἶτ’ ἐπὶ τὴν ἄμυναν τῶν πολεμίων τὴν αὐτοῦ δεξιὰν ἐκτείνας, ἑνὶ νεύματι τοὺς μὲν ἀθρόως ἀφανεῖς κατεστήσατο θεηλάτοις πληγαῖς προτιμωρηςάμενος, αὐτούς τε οἰκείοις χείλεσι τὴν παλινῳδίαν τῆς τῶν πεπλημμελημένων σφίσιν αὐτοῖς καὶ μὴ βουλομένους ᾆσαι καταναγκάσας, τοὺς δ’ ἀπὸ χθονὸς ἤγειρεν ὑψώσας τοὺς πάλαι ταπεινοὺς καὶ πρὸς ἁπάντων ἀπεγνωσμένους.

  68. 7.12.1

    καὶ τοῦθ’ ὁ μένας φασιλεὺς οὐρανόθεν ἐνήργει, ὁπλίτην ἄμαχον τὸν αὐτοῦ θεράποντα προστηςάμενος (χαίρει γὰρ ὧδε προσφωνούμενος εὐσεβείας ὑπερβολῇ βασιλεύς)· ὅν δὴ νικητὴν παντὸς τοῦ τῶν πολεμίων ἀπέφηνε γένους, ἕνα κατὰ πολλῶν ἐγείρας. οἱ μὲν γὰρ ἦσαν μυρίοι πολλοί τε, πολλῶν ἅτε φίλοι δαιμόνων, μᾶλλον δ’ οὐδένες ἦσαν, ὅθεν οὐδ’ εἰσίν, ὁ δ’ ἐξ ἑνὸς εἷς βασιλεύς, εἰκὼν ἑνὸς τοῦ παμβασιλέως, καὶ οἱ μὲν ἀθέῳ ψυχῇ τοὺς εὐσεβεῖς ἄνδρας μιαιφόνοις ἀνῄρουν σφαγαῖς, ὁ δὲ τὸν αὐτοῦ σωτῆρα μιμούμενος καὶ μόνον σώζειν εἰδὼς καὶ τοὺς ἀθέους ἔσωζεν εὐσεβεῖν διδάσκων.

  69. 7.13.1

    εἶθ’ οἷα νικητὴς ἀληθῶς τὸ διττὸν ἐκεῖνο βάρβαρον ἐνίκα γένος, ἀνδρῶν μὲν τὰ ἀνήμερα φῦλα λογικαῖς ἐξημερῶν πρεσβείαις καὶ τοὺς κρείττονας εἰδέναι καὶ μὴ ἀγνοεῖν ἐπαναγκάζων, ἐξ ἀνόμου τε καὶ θηριώδους βίου ἐπὶ τὸ λογικὸν καὶ νομιμὸν μεθαρμοζόμενος, τὸ δ΄ ἀπηνὲς καὶ ἀπηγριωμένον τῆς ἀφανοῦς δαιμόνων φύσεως ἔργοις αὐτοῖς ἀπελέγχων ὑπὸ τοῦ κρείτττονος δπάλαι νενικημένον. ὁ μὲν γὰρ κοινὸς τῶν ὅλων σωτὴρ τοὺς ἀφανεῖς ἀφανῶς ἠμέυνατο, ὁ δ’ οἷα μεγάλου βασιλέως ὕπαρχος τοῖς νενικημένοις ἐπεξῄει, τοὺς πάλαι νεκροὺς καὶ ἀπολωλότας σκυλεύων καὶ τὰ λάφυρα διανέμων ἀφθόνως τοῖς τοῦ νικητοῦ στρατιώταις.

  70. 8.1.1

    Ἐπειδὴ γὰρ συνεῖδεν μάτην δειμαίνοντα νηπίων δίκην ἀφρόνων τὰ πλήθη τῆς πλάνης τὰ μορμολύκεια ὕλῃ χρυσοῦ καὶ ἀργύρου πεπλασμένα, καὶ ταῦτα ἐκποδῶν ᾤετο δεῖν ἄρασθαι ὥσπερ τινᾶ λίθων ἐγκόμματα τοῖς ἐν σκότῳ βαδίζουσι πρὸ τῶν πολδῶν ἐρριμμένα, λείαν τε καὶ ὁμαλὴν τοῦ λοιποῦ τὴν βασιλικὴν τοῖς πᾶσιν ἀναπετάσας πορείαν.

  71. 8.2.1

    ταῦτ’ τὖν διανοηθεὶς οὐχ ὁπλιτῶν αὐτῷ καὶ πλήθους στρατοπεδίας ἡγήσατο δεῖν πρὸς τὸν τούτων ἔλεγχον, εἷς δὲ μόνος αὐτῷ καὶ δεύτερος τῶν αὐτοῦ γνωρίμων πρὸς τὴν ὑπηρεςίαν ἀπήρκουν, οὕς ἑνὶ νεύματι κατὰ πᾶν ἔθνος διεπέμπετο.

  72. 8.3.1

    οἱ δ’ εὐσεβείᾳ πίσυνοι μυριάνδρων δήμων τε καὶ λαπων μέσον παριόντες ἀνὰ πάσας πόλεις τε καὶ χώρας πολυχρονίου πλάνης ἐποιοῦντο φωράν, αὐτοὺς τοὺς ἱερωμένους σὺν πολλῷ γέλωτι καὶ σὺν αἰσχύνῃ παράγειν εἰς φῶς ἐκ σκοτίων μυχῶν τοὺς αὐτῶν θεοὺς παρακελευόμενοι, κἄπειτα ἀπογυμνοῦτες τοῦ φάσματος καὶ τὴν εἴσω τῆς ἐπικεχρωσμένης μορφῆς ἀμορφίαν τοῖς πάντων ὀφθαλμοῖς ἐνδεικνύμενοι. εἶτ’ ἀποξέοντες τὸ δοκοῦν χρήσιμον τῆς ὕλης, χωνείᾳ τε καὶ πυρὶ δοκιμάζοντες, τὸ μὲν λυσιτελὲς ὅσον αὐτοῖς ἀναγκαῖον ἐνομίζετο ἐν ἀσφαλεῖ τιθέμενοι συνεῖχον, τὸ δ’ ἄλλως περιττὸν καὶ ἄχρηστον εἰς μνήμην αἰσχύνης παρεχώρουν τοῖς δεισιδαίμοσιν.

  73. 8.4.1

    οἷον δὲ καὶ τόδ΄ ἔρεξε βασιλεὺς ὁ θαυμάσιος· ὡς γὰρ καὶ τῶν νεκρῶν εἰδώλων τὰ τῆς πολυτελοῦς ὕλης τὸν ἀποδοθέντα τρόπον ἐσκυλεύετο, τὰ λοιπὰ μετῄει ἀνδρείκελα χαλκοῦ πεποιημένα. δέδμιοι δῆτα καὶ οἵδε μύθων θεοὶ γεγηρακότων τριχῶν ὑφάσμασιν ἤγοντο περιβληθέντες, κἀπὶ τούτοις ὁ μέγα ςβασιλεὺς ὥσπερ τινὰ πολυφεγγῆ πυρςὸν ἐξάψας, μή πη λανθάνοι κρύφιόν τι πλάνης λείχανον, ὄμματι βασιλικῷ περιεσκόπει·

  74. 8.5.1

    οἷα δέ τις οὐρανοπετὴς ἀετῶς ὀξυωπέστατος ἄνωθεν ἀφ’ ὑψηλοῦ τὰ πορρωτάτω διεστῶτα κατὰ γῆς ἴδοι, ὧδε καὶ αὐτὸς τῆς αὐτοῦ καλλιπόλεως τὴν βασιλικὴν ἀμφιπολεύων ἑστίαν, δεινόν τι ψυχῶν θήρατρον ἐπὶ τοῦ Φοινίκων λανθάνον ἔθνους ἐξ ἀπόπτου συνεῖδεν. ἄλσος δὲ τοῦτ’ ἦν καὶ τέμενος, οὐκ ἐν μέσαις πόλεσιν οὐδ’ ἐν ἀγοραῖς καὶ πλατείαις, ὁποῖα τὰ πολλὰ κόσμου χάριν ταῖς πόλεσι φιλοτιμεῖται,

  75. 8.6.1

    τὸ δὲ ἦν ἔξω πάτου τριόδων τε καὶ λεωφόρων αἰσχρῷ δαίμονι Ἀφροδίτης ἐπ’ ἀκρωρείας μέρει τοῦ Λιβάνου καθιδρυμένον. σχολή τις ἦν αὕτη κακοεργίας ἅπασιν ἀκολάστοις πολλῇ τε ῥᾳστώνῃ διερθορόσι τὰ σώματα· γύννιδες γοῦν τινες ἄνδρες οὐκ ἄνδρες τὸ σεμνὸν τῆς φύσεως ἀπαρνηςάμενοι θηλείᾳ νόσῳ τὴν δαίμονα ἱλεοῦντο, γυναικῶν τε αὖ παράνομοι ὁμιλίαι, κλεχίγαμοί τε φθοραί, ἄρρητοί τε καὶ ἐπίρρητοι πράξεις ὡς ἐν ἀνόμῳ καὶ ἀπροστατῃ χώρῳ κατὰ τόνδε τὸν νεὼν ἐπεχειροῦτο. φώρ τε οὐδεὶς ἦν τῶν πραττομένων, τῷ μηδένα σεμνῶν αὐτόθι τολμᾶν παριέναι.

  76. 8.7.1

    ἀλλ’ οὐχὶ καὶ βασιλέα τὸν μέγαν οἷα τε ἦν τὰ τῇδε δρώμενα λανθάνειν, α υτοπτήσας δὲ ταῦτα βασιλικῇ προμηθείᾳ οὐκ ἔξιον εἶναι ἡλίου αὐγῶν τὸν τοιόνδε νεὼν ἔκρινεν, αὐτοῖς δὲ ἀφιερώμασιν ἐκ βάθρων τὸ πᾶν ἀφανισθῆναι κελεύει. ἐλύετο δῆτα αὐτίκα βασιλικῷ νεύματι τὰ τῆς ἀκολάστου πλάνης μηχανήματα, χείρ τε στρατιωτικὴ τῇ τοῦ τόπου καθάρσει διηκονεῖτο, σωφρονεῖν δ’ ἐμάνθανον ἀπειλῇ βασιλέως οἱ μέχρι τοῦδε ἀκόλαστοι,

  77. 8.8.1

    ἀλλὰ γὰρ ὧδε καὶ τὰ τῆς λαοπλάνου φάσματα κακίας ἐμφανῆ τοῖς πᾶσι καταστηςάμενος βασιλεύς, τὸν αὐτοῦ σωτῆρα τοῖς πᾶσιν ἀνεκήρυττεν, οὐκ ἦν τε ἀρωγὸς οὐδεὶς οὐδ’ ἐπαμύνων τοῖς ἑαλωκόσιν, οὐ δαίμων, οὐ θεός, οὐ χρησμῳδός, οὐ μάντις. οὐδὲ γὰρ ἔτι σκοτίῳ ζόφῳ αἱ τῶν ἀνθρώπων ἐκαλινδοῦντο ψυχαί, θεοσεβείας δὲ ἀπλανοῦς ἀκτῖσι πεφωτισμέναι τοῖς μὲν αὐτῶν προπάτορσι κατεμέμφοντο ἀγνωςίαν ἠλέουν τε αὐτοὺς τῆς ἀβλεψίας, σφᾶς δὲ αὐτὰς μακαρίας ἀπέφαινον ὡς ἄν δεινῆς ἠλευθερωμέναι πλάνης.

  78. 8.9.1

    οὕτω δῆτα ἐν βραχεῖ θεοῦ μεγάλου βουλῇ βασιλέως τε ὑπουργίᾳ πᾶν τὸ τῶν ἐχθρῶν καὶ πολεμίων ὁρωμένων τε καὶ ἀφανῶν ἀνῄρητο γένος, εἰρήνη τε λοιπὸν ἀγαθὴ καὶ κουροτρόφος τὸ πάντων ἀνθρώπων διελάμβανεν οἰκητήριον, καὶ οὐκέτ’ ἦσαν πόλεμοι, ὅτε μηδὲ θεοί, ἀλλ’ οὐδὲ μάχαι κατ’ ἀγροὺς καὶ κατὰ πόλεις, οἷαι τὸ πρὶν ὅτε τὰ δαιμόνων ἐπήνθει, καὶ οὐκέθ’ αἹμάτῶν παρ’ ἀνθρώποις ἐκχύσεις, ὡς ὅτε τὰ τῆς πολυθέου μανίας ἤκμαζεν.

  79. 9.1.1

    Ὥρα δ’ οὖν τὰ νέα τοῖς παλαιοῖς ἀντιπαραβάλλειν καὶ τὴν ἐπὶ τὰ κρείττω ῥοπὴν ἐκ τῆς τῶν χειρόνων ἀντιπαραθέσεως ἐπισκοπεῖν, διακρίνειν τε καὶ συνορᾶν ὡς πάλαι μὲν πρόπυλα καὶ τε- μένη ἄλση τε καὶ ἱερὰ κατὰ πᾶσαν πόλιν αὐτοῖς φιλοπόνων ἐξησκεῖτο ἀναθήμαςί τε πάνυ πολλοῖς ἐστεφανοῦντο οἱ ναοί.

  80. 9.2.1

    καὶ θεῶν μὲν πολλὺς ἦν ὁ παρὰ τοῖς τότε τυράννοις λόγος, ἔθνη τε καὶ δῆμοι κατ’ ἀγροὺς καὶ κατὰ πάντα τόπον ἤδη τε κατ’ οἴκους ἐν αὐτοῖς αὐτῶν ταμείοις τε καὶ θαλάμοις βωμοῖς καὶ ἀγάλμασιν ἐτίμων τὰ πάτρια, τῆς δ’ εὐσεβείας αὐτοῖς ὁ καρπὸς οὐ τὰ νῦν ὀφθαλμοῖς ὁρώμενα τῆς πρὸς ἀλλήλους ὑπῆρχεν εἰρήνης, πάντα δὲ τἀναντία τούτοις, πόλεμοι καὶ μάχαι καὶ στάσεις· αἷς διὰ παντὸς τοῦ βίου κατατριβόμενοι αἵμασι καὶ φόνοις ἐμφυλίοις τὰς ἑαυτῶν ἐπλήρουν χώρας.

  81. 9.3.1

    οἱ τ’ αὖ πρὸς αὐτῶν τιμώμενοι μαντείας μὲν καὶ χρησμοὺς καὶ μελλόντων προγνώσεις σὺν κολακεὶᾳ πολλῇ τοῖς τότε κρατοῦσιν ἐπηγγέλλοντο, τὸν δὲ σφῶν ὄλεθρον οὐκ ἔγνωσαν προγνῶναι οὐδὲ προφῆσαι σφίσιν αὐτοῖς, ὅ δὴ καὶ μέγιστον γένοιτ’ ἄν δεῖγμα τοῦ τῆς ἀπάτης ἐλέγχου.

  82. 9.4.1

    οὐδεὶς γοῦν πώποτε τῶν ἐπὶ χρησμοῖς πάλαι θαυμαζομένων τὴν εἰς ἀνθρώπους ἔκλαμψιν τοῦ κοινοῦ σωτῆρος προγόρευσεν οὐδὲ τὸ νέον κήρυγμα τῆς ὑπ’ αὐτοῦ προβληθείσης θεογνωςίας· ἀλλ’ οὐδ΄ αὐτὸς ὁ Πύθιος συνῆκεν οὐδ’ ἕτερος τῶν μεγαλοδαιμόνων τὴν οἰκείαν ἐρημίαν οὐδὲ τὸν πολιορκητὴν ἐθέσπισεν οὐδὲ τὸν αὐτῶν καθαιρέτην ἐμαντεύσατο.

  83. 9.5.1

    τίς δὲ χρησμῳσὸς ἤ μάντις τὰ μὲν αὐτῶν σεμνὰ νέου τινὸς ἐπιφανέντος τῷ βίῳ σβεσθήσεσθαι, τὴν δ΄ εἰς τὸν πάντων βασιλέα γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις παραδοθήσεσθαι προηγόρευσεν; τίς τὸ σεμνὸν τοῦτὶ καὶ θεοσεβὲς βαςίλειον αὐτόν τε τὸν καλλίνικονἩμῶν τά τε κατὰ δαιμόνων αὐτῷ πανταχοῦ γῆς ἀνεγηγερμένα τρόπαια καὶ τῶν ὑψηλῶν τὸν ἀφανισμὸν προέγνω;

  84. 9.6.1

    τὴν δὲ διὰ πυρὸς χωνείαν καὶ τὴν ἐξ ἀχρήστου ἰδέας εἰς ἀναγκαίας χρήσεις τῶν ἀψύχων μεταβολὴν τίς πώποτε ἡρώων διεστείλατο; χωνευομένων δ’ αὐτοῖς τῶν ξοάνων εἰς λεπτόν τε γελοίως κατακοπτομένων τίς πώποτε θεῶν ξοάνων εἰς λεπτόν τε γελοίως κατακοπτομένων τίς πώποτε θεῶν ἐμνημόνευσεν;

  85. 9.7.1

    ποῖ δ’ ἦσαν οἱ τούτων ἀρωγοὶ μὴ οὐχὶ ἐπαμύνειν τοῖς αὐτῶν ἀφιερώμασιν ὑπ’ ἀνθρώπων ἀφανιζομένοις; σφῶν πολιορκητὰς ἐν βαθυτάτῃ διατελοπυντας εἰρήνῃ θεώμενοι; ποὶ δὲ οἱ τούτοις ὡς θεοῖς ἐπιθαρσοῦντες καὶ τεποιθήσει ματαίᾳ τοὺς λογισμοὺς ἐπαιρό- μενοι, οἱ τὴν μὲν πλάνην εἰς ὕψος ἐγείραντες πόλεμον δ’ ἀκήρυκτον κατὰ τῶν προμάχων τῆς ἀληθείας ἀράμενοι;

  86. 9.8.1

    ποῖ τὸ τῶν θεομάχων γιγάντων στῖφος καὶ τῶν δρακόντων τὰ συρίγματα, οἵ τὰς γλώττας ἀκονήσαντες φωνὰς ἀθέους κατὰ τοῦ παμβασιλέως ἠφίεσαν;

  87. 9.8.2

    ἀλλ’ οἱ μὲν τῷ βασιλεῖ τῶν ὅλων πεπολεμωμένοι πολυπληθείᾳ θεῶν θαρροῦντες, σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆ ἐπῄεσαν, νεκρῶν εἴδωλα καμόντων ἐν ἀψύχοις ἀγάλμασι προβεβλημένοι, ὁ δ’ εὐσεβείας θώρακι πεφραγμένος τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον ὥσπερ τι φόβητρον καὶ κακῶν ἀμυντήριον τῷ πλήθει τῶν ἐναντίων ἀντιπαρατάξας, ὁμοῦ τὴν κατ’ ἐχθρῶν καὶ κατὰ δαιμόνων νίκην ἀπηνέγκατο, εἶτ’ εὐγνώμονι λογισμῷ χαριστήριον ἀποδιδοὺς εὐχὴν τῷ τῆς νίκης αἰτίῳ φωνῇ μεγάλῃ καὶ στήλαις ἅπασιν ἀνθρώποις τὸ νικοποιὸν ἀνεκήρυττεν σημεῖον, μέσῃ τῇ βασιλευούσῃ πόλει μέγα τρόπαιον τοῦτὶ κατὰ πάντων πολεμίων ἐγείρας, διαρρήδην τε ἀνεξάλειπτον σωτήριον τουτὶ σημεῖον τῆς Ῥωμαίων ἀρχῆς καὶ τῆς καθόλου βασιλείας φυλακτήριον.

  88. 9.9.1

    τοῦτο μὲν δὴ γνωρίζειν ἅπαντας ἐδίδασκεν ἀνθρώπους, πρό γε πάντων τὰ στρατιωτικά, οὕς δὴ μάλιστα χρῆναι μὴ δόρασι καὶ παντευχίαις μηδ’ ἀλκῇ σωμάτων τὰς ἐλπίδας ἐξάπτειν, τὸν δ’ ἐπὶ πάντων εἰδέναι θεόν, τὸν παντὸς ἀγαθοῦ καὶ αὐτῆς νίκης δοτῆρα.

  89. 9.10.1

    οὕτω δὴ βασιλεὺς αὐτός, ὤ τῆς παραδόξου ἀκοῆς, τε εὐσεβεῖς θεσμοῖς ἀκολούθως παρεδίδου θείοις, ἄνω μὲν αἴροντας εἰς οὐρανὸν μετεώρους τὰς χεῖρας, ἀνωτάτω δ’ ἐπὶ τὸν ἐπουράνιον βασιλέα τοὺς τῆς διανοίας παραπέμποντας ὀφθαλμούς, κἀκεῖνον ταῖς εὐχαῖς νίκης δοτῆρα σωτῆρα φύλακά τε καὶ βοηθὸν ἐπιβοωμένους· ναὶ μὴν καὶ ἡμέραν εὐχῶν ἡγεῖσθαι κατάλληλον τὴν κυρίαν ἀληθῶς καὶ πρώτην ὄντως κυριακήν τε καὶ σωτήριον, τὴν δὴ καὶ φωτός καὶ ζωῆς, ἀθαναςίας τε καὶ ἀγαθοῦ παντὸς ἐπώνυμον.

  90. 9.11.1

    αὐτὸς τε αὐτοῦ ξδιδάσκαλος ἀγαθῶν ὑποστάς, ἐν αὐτοῖς βασιλικοῖς ταμείοις τὸν αὐτοῦ σωτῆρα γεραίρων, ὧδε μὲν εὐχαῖς θεσμοὺς ἐξετέλει θείους, ὡδε δὲ λόγων ἱερῶν ἀκοαῖς τὸν νοῦν ἐξεπαιδεύετο, διάκονοι δ’ αὐτῷ καὶ ὑπηρέται θεῷ καθιερωμένοι, βίου τε σεμνότητι καὶ ἀρετῇ κεκοσμημένοι ἄνδρες, φύλακες τοῦ παντὸς οἴκου καθίσταντο, καὶ δορυφόροι δὲ πιστοί, σωματοφύλακες τρόποις εὐνοίας ἀγαθῆς καθωπλισμένοι, βασιλέα διδάσκαλον θεοσεβοῦς ἐπεγράφοντο βίου.

  91. 9.12.1

    ὁ δὲ βασιλεὺς τὸ νικοποιὸν ἐτίμα σημεῖον, ἔργῳ τὴν πεῖραν τῆς ἐν αὐτῷ θεότητος μαθών· καὶ γὰρ δὴ τούτῳ πλήθη πολεμίου στρατιᾶς ὑπεχώρει, τούτῳ θεομάχων μεγαλαυχίαι καθῃροῦντο, τούτῳ δυσφήμων καὶ δυσσεβῶν γλῶτται κατεσιγάζοντο, τούτῳ βάρβαρα φῦλα καθυπετάττετο, τούτῳ δυνάμεις ἀφανῶν δαιμόνων ἠλαύνοντο, τούτῳ παιδιαὶ δεισιδαίμονος ἀπάτης ἠλέγχοντο, τούτῳ τὸ πάντων ἀγαθῶν τέλος οἷόν τι χρέος βασιλεὺς ἀποδιδοὺς ἁπανταχοῦ γῆς στήλας ἐπινικίους ἱδρύετο, πλουσίᾳ καὶ βασιλικῇ χειρὶ νεὼς καὶ τεμένη ἱερά τε προσευκτήρια συνίστασθαι τοῖς πᾶσι διακελευόμενος.

  92. 9.13.1

    ὑψοῦτο δὲ παραχρῆμα μέσαις αὐταῖς ἐπαρχίαις τε καὶ πόλεσι βασιλικῆς μεγαλονοίας μεγαλουργήματα, ἐν ὀλίγῳ τε ταῦτα κατὰ πᾶν ἔθνος διέλαμπεν, ἀθέου τυραννίδος τὸν ἔλαχον ἐφελκόμενα· οἱ μὲν γὰρ ψυχῆς ἀπονοίᾳ πρὸ μικροῦ θεομαχεῖν ὡρμημένοι κυνῶν δίκην λυττῶντες κατὰ τῶν ἀψύχων οἰκοδομημάτων, ὅτι μὴ κατ' αὐτοῦ θεοῦ δυνατὸν ἠν αὐτοῖς, τοὺς θυμοὺς ἠφίεσαν, εἶτ' ἐξ ὕψους εἰς ἔδαφος καταρρίπτοντες ἐξ αὐτῶν τε βάθρων ἀνασκάπτοντες τὰ προσευκτήρια ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαν. καὶ τοῦτ΄ ἠν αὐτοῖς τῶν κακῶν τὸ δρᾶμα, δέ οὑ τὸ θεῖον ὥσπερ ἀμυνόμενοι τῆς φρενοβλαβείας αὐτίκα τὴν πεῖραν ἐλάμβανον. οὔπω δ' οὖν αὐτοῖς βραχὺς διῄει χρόνος, καὶ μιᾷ ῥιπῇ θεηλάτου καταιγίδος ἀφανεῖς ἐποίει, ὡς μὴ γένος, μὴ σπέρμα, μηδέ τι λείψανον τῆς αὐτῶν μνήμης ἐν ἀν- θρώποις ἀπολειφθῆναι ἄρδην δ' ἐν βραχεῖ τοὺς πάντας καίπερ εἰς πλῆθος ἀφωρισμένους θεηλάτοις μάστιξι τιμωρουμένους ἀποσβῆναι.

  93. 9.13.2

    14 ἀλλ' οἵδε μὲν θεομάχου λύττης τοιοῦτον εὕραντο τέλος, ὁ δὲ τὸ σωτήριον τρόπαιον προβεβλημένος μόνος αὐτός, οὐ μὴν μόνος συνόντος δὲ καὶ συμπράττοντος αὐτῷ τοῦ μόνου, τῶν μικρῷ πρόσθεν ἑαλωκότων τὰ νέα πολὺ κρείττονα τὰ δεύτερα μακρῷ τῶν πρώτων

  94. 9.13.3

    ἀπέφαινε τιμιώτερα, ὡδε μὲν τὴν ἐπώνυμον αὐτῷ πόλιν διαφόροις ἐκκλησίαις θεοῦ φαιδρύνων, ὡδε δὲ τὴν Βιθυνῶν ἄρχουσαν μεγίστῃ τιμῶν καὶ περικαλλεστάτῃ, καὶ τῶν δὲ λοιπῶν ἐθνῶν τὰς μάλιστα κρατιστευούσας τοῖς ὁμοίοις ἐκόσμει.

  95. 9.15.1

    πάντων δ' ἐξαίρετα δύο τμήματα τῆς ἑῴας ἀπολαβών, τὸ μὲν ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ὡς ἂν ἐνθένδε τοῦ ζωοποιοῦ νάματος πηγῆς δίκην ἀνομβρήσαντος εἰς πάντας, τὸ δ’ ἐπὶ τῆς ἀνατολικῆς μητροπόλεως ἣ τὴν ἐπώνυμον Ἀντιόχου κοσμεῖ προσηγορίαν. τῇδε μὲν ὥσπερ έν κεφαλῇ τῶν τῇδε ἐθνῶν ἀπάντων θεῖόν τι καὶ μονογενὲς χρῆμα μεγέθους ἕνεκα καὶ καλλονῆς ἀφιέρου· μακροῖς ἔξωθεν περιβόλοις τὸν πάντα νεὼν περιλαμβάνων, εἴσω δὲ τὸ ἀνάκτορον εἰς ἀμήχανον ἐπαίρων ὕφος, ἐν ὀκταέδρου μὲν σχήματι κατεποίκιλλεν, οἴκοις δὲ τοῦτο πλείοσιν ἐξέδραις τε ἐν κύκλῳ περιστοιχισάμενος, παντοίοις ἐστεφάνου κάλλεσιν.

  96. 9.16.1

    τάδε μὲν οὖν ὡδε συνετελεῖτο, τὰ δ' ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους τῆς Ἑβραίων βασιλικῆς ἑστίας ἐν μέσῳ κατ' αὐτὸ δὴ τὸ σωτήριον μαρτύριον οἶκον εὐκτήριον παμμεγέθη νεών τε ἅγιον τῷ σωτηρίῳ σημείῳ πλουσίαις καὶ δαψιλέσι κατεκόσμει φιλοτιμίαις, μνῆμά τε μνήμης αἰωνίου γέμον αὐτό τε τοῦ μεγάλου σωτῆρος τὰ κατὰ τοῦ θανάτου τρόπαια λόγου παντὸς κρείττοσιν ἐτίμα καλλωπίσμασιν.

  97. 9.17.1

    τρεῖς δ' ἀπολαβὼν ἐν τῇδε χώρας τρισὶν ἄντροις μυοτικοῖς τετιμημένας, πλουσίαις ταύτας οἰκοδομαῖς ἐκόσμει, τῷ μὲν τῆς πρώτης ἄντρῳ τὰ τῆς καταλλήλου νέμων τιμῆς, τῷ δὲ τῆς ὑστάτης ἀναλήψεως τὴν ἐπὶ τῆς ἀκρωρείας μνήμην σεμνύνων, τῷ δὲ μέσῳ τοῦ παντὸς ἀγῶνος τὰς σωτηρίους ἀνυψῶν νίκας. ταῦτα δὴ πάντα βασιλεὺς ἐκόσμει τὸ σωτήριον εἰς ἅπαντας ἀνακηρύττων σημεῖον·

  98. 9.18.1

    τὸ δὲ τῆς εὐσεβείας αὐτῷ τὰ ἀμοιβαῖα δωρούμενον οἶκον ἅπαντα καὶ γένος αὔξει, θρόνον τε βασιλείας μακραῖς ἐτῶν περίοδοις κρατύνει, παισὶν ἀγαθοῖς καὶ αὐτοῦ γένει διαδοχαῖς τε τούτων τοὺς τῆς ἀρετῆς καρποὺς ταμιευόμενον.

  99. 9.19.1

    καὶ δὴ τοῦτ' ἦν τὸ φέριστον τῆς τοῦ τιμωμένου δυνάμεως δεῖγμα, ὅτι δὴ δικαιοσύνης ἐξ ἴσου νέμων τὰ τάλαντα τὴν κατ’ ἀξίαν ἀμοιβὴν ἑκατέρῳ τάγματι προσῆγεν. διὸ τοῖς μὲν τοὺς εὐκτηρίους οἴκους πολιορκήσασι παρὰ πόδας εἵπετο τἀπίχειρα τῆς δυσσεβείας, ἄρριζοί τε καὶ ἄοικοι ἀνέστιοί τε καὶ

  100. 9.19.2

    ἀφανεῖς καθίσταντο παραχρῆμα· ὁ δὲ τὸν αὐτοῦ δεσπότην παντοίοις τρόποις εὐσεβείας τιμῶν, καὶ τοτὲ μὲν οἴκους αὐτῷ βασιλικοὺς ἀνυψῶν, τοτὲ δὲ τοῖς ἁπανταχοῦ γῆς ἀφιερώμασι τοῖς ἀρχομένοις ἀναφαίνων, εἰκότως αὐτὸν οἴκου, βασιλείας καὶ γένους σωτῆρα καὶ φρουρὸν εὕρατο. ὡδε θεοῦ κατεφαίνοντο πράξεις δἰ ἐνθέου ἀρετῆς τοῦ σωτηρίου σημείου,

Next → — showing 1100 of 250

First Thousand Years of Greek. CTS URN tlg2018.tlg022.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.