Ancient Textssearch the texts themselves, not just their titles

← All works

De laudibus Constantini

First Thousand Years of Greek · First Thousand Years of Greek · 250 sections

  1. 15.9.2

    10 δευτέρα δ' ἂν εἴη αἰτία τῆς ἀναβιώσεως τῆς ἐν σώματι κατοι- κησάσης ἐνθέου δυνάμεως ἔνδειξις. ἐπειδὴ γὰρ τὸ πρότερον τοὺς ὑπὸ τοῦ θανάτου νενικημένους ἄνδρας θνητοὺς ἐθείαζον ἅνθρωποι, ἥρωάς τε καὶ θεοὺς ὠνόμαζον τοὺς ὑπὸ τοῦ θανάτου κεκρατημέ- νους, κἀκεῖ εἰκότως ἑαυτὸν ταύτης ἕνεκα τῆς αἰτίας ἔφηνεν ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος, κρείττονα θανάτου φύσιν ἀνθρώποις δεικνύς, καὶ τὸ μὲν θνητὸν μετὰ τὴν λύσιν ἐπὶ τὴν δευτέραν ζωὴν ἄγων, τρόπαιον δὲ ἀθανασίας κατὰ τοῦ θανάτου τοῖς πᾶσι παρέχων ὁρᾶν. καὶ μόνον τοῦτον ἐν θανάτῳ θεὸν ἀληθῆ εἶναι διδάσκων ὁμολογεῖν τὸν τὰ βραβεῖα τῆς κατὰ τοῦ θανάτου νίκης ἀναδησάμενον.

  2. 15.9.3

    ἔχοιμ' ἄν σοι καὶ τρίτην ὑπογράφειν αἰτίαν τοῦ σωτηρίου θανάτου.

  3. 15.11.1

    ἱερεῖον ἧν ὑπὲρ τοῦ κοινοῦ γένους ἀναπεμπόμενον τῷ παμβασιλεῖ θεῷ τῶν ὅλων, ἱερεῖον ὑπὲρ τῆς τῶν άνθρώπων ἀγἐλης καθιερούμενα, ἱερεῖον δαιμονικῆς πλάνης ἀποτρόπαιον. ἱερείου δῆτα ἑνὸς καὶ μεγάλου θύματος, τοῦ πανιέρου σώματος τοῦ σωτῆρος ἡμῶν, ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους σφαγιασθέντος καὶ πάντων Μνῶν τῶν πρὶν ἀσεβείᾳ δαιμονικῆς πλάνης ἐνεσχημένων ἀντίψυχον ἀνενεχθέντος, πᾶσα λοιπὸν ἡ τῶν ἀνάγνων καὶ ἀνιέρων δαιμόνων

  4. 15.11.2

    δύναμις καθῄρητο, ἐλέλυτό τε καὶ παρεῖτο αὐτίκα δυνάμει κρείττονι πᾶσα γεώδης καὶ ἀπατηλὸς πλάνη.

  5. 15.12.1

    τὸ μὲν οὖν ἐξ ἀνθρώπων σωτήριον θῦμα, αὐτὸ δὴ τὸ τοῦ λόγου σωματικὸν ὄργανον, ὑπὲρ τῆς κοινῆς ἀνθρώπων ἀγέλης καθιεροῦτο, καὶ τοῦτ᾿ ἄρα ἦν τὸ τῷ θα- νάτῳ παραβεβλημένον σφάγιον, περὶ οὗ λόγων ἱερῶν βοῶσι φωναί, τοτὲ μὲν ὧδέ πη λέrουσαι· „ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,“ τοτὲ δὲ ὧδε προαναφωνοῦσαι· „ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφω- νος,ι“ καὶ τό γε αἴτιον διδάσκουσιν ἐπιλέγουσαί· „οὗτος τὰς ἁμαρ- τίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει, αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἐπλανήθη. καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.“

  6. 15.13.1

    τὸ μὲν οὖν ὄργανον τὸ ἀνθρώπειον τοῦ θείου λόγου διὰ ταύτας καθιεροῦτο ροῦτο τὰς αἐτίας, οὗτος δὲ ὁ μέγας ἀρχιερεὺς ὁ τῷ πανηγεμόνι καὶ παμβασιλεῖ θεῷ ἱερωμένος, ἕτερος ὢν παρὰ τὸ ἱερεῖον, θεοῦ λόγος, θεοῦ δύναμις καὶ θεοῦ σοφία, τὸ θνητὸν οὐκ εἰς μακρὸν ἀνεκαλεῖτο τοῦ θανάτου, καὶ τοῦτο τῷ πατρὶ τῆς κοινῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχὴν παρίστη, τρόπαιον ἐπινίκιον κατὰ τοῦ θανάτου καὶ τῆς δαιμονικῆς παρατάξεως τῶν τε πάλαι συντελουμένων ἀνθρωποθυσιῶν ἀποτρόπαιον τοῦτο ὑπὲρ πάντων ἀνθρώπων ἀνεγείρας.

  7. 16.1.1

    Ἀλλὰ γὰρ τοῦτων ὧδε ἐχόντων, ὥρα καὶ ἐπὶ τὰς ἀπο- δείξεις ἐλθεῖν, εἰͅ δὴ ἀποδείξεως δεῖ τῆς τούτων ἀληθείας, καὶ εἰ δὴ ἐναργῶν πραγμάτων ἀναγκαῖον πιστώσασθαι τὰς μαρτυρίας· δέχου δὲ ταύτας εὐγνώμονα τῷ λόγῳ τὴν ἀκοὴν παρασκευάσας.

  8. 16.2.1

    διᾴρητο μὲν πάντα τὰ πάλαι ἐπὶ γῆς ἔθνη, καὶ τὸ πᾶν τῶν ἀνθρώπων γένος εἰς ἐπαρχίας καὶ ἐθναρχίας καὶ τοπαρχίας τυραννίδας τε καὶ πολυαρχίας κατετέτμητο, ἐξ ὧν μάχαι συνεχεῖς καὶ πόλεμοι δημώσεις τε καὶ ἀνδραποδισμοὶ κατ᾿ ἀγροὺς καὶ κατὰ πόλεις οὔποτ᾿ αὐτοὺς διελίμπανον, ἱστοριῶν τε ὑποθέσεις μυρίαι, μοιχεῖαί τε καὶ γυναικῶν ἁρπαγί, ἔνθεν τὰ Ἰλίου κακὰ καὶ αἱ παρὰ πᾶσιν ἀνθρώ- ποις μνημονευόμεναι τῶν παλαιῶν τραγῳδίαι.

  9. 16.3.1

    τούτων δ' οὐκ ἂν ἁμάρτοις τὰς αἰτίας τῇ πολυθέῳ πλάνῃ προσγράφων. ὡς δὲ τὸ σωτήριον ὄργανον, αὐτὸ δὴ τὸ πανάγιον τοῦ Χριστοῦ σῶμα, τὸ κρεἱττον ἁπάσης δαιμονικῆς πλάνης καὶ ἐνεργείας ὀφθὲν κακίας τε τῆς δι' ἔργων καὶ λόγων ἀλλότριον, νικητήριον τρόπαιον κατὰ δαιμόνων παλαιῶν τε κακῶν ἀποτρόπαιον ἀνυψοῦτο, ἐλύετό τε αὐτίκα πάντα δαιμόνων ἔργα καὶ οὐκέτ’ ἠσαν τοπαρχίαι καὶ πολυαρχίαι. τυραννίδες τε καὶ δημοκρατίαι, αἱ τε διὰ ταῦτα συνιστάμεναι κατὰ πόλεις καὶ κατὰ χώρας δᾐώσεις καὶ πολιορκίαι, ἀλλὰ θεὸς μὲν x003E; εἰς πάντας ἐκηρύττετο·

  10. 16.4.1

    ἐν ταὐτῷ δὲ καὶ βασιλεία μία τοῖς πᾶσιν ἡ Ῥωμαίων ἐπήνθει, ἀνῄρητό τε ἀθρόως ἡ ἐξ αἰῶνος ἄσπειστος καὶ ἀκατάλλακτος τῶν ἐθνῶν ἔχθρα. ὡς δὲ ἑνὸς θεοῦ γνῶσις πᾶσιν ἀνθρώποις παρεδίδοτο καὶ τρόπος εἶς εὐσεβείας σωτήριός τε ἡ Χρι- στοῦ διδασκαλία, κατὰ ταῦτα καὶ βασιλέως ἑνὸς ὑφ' ἕνα καὶ τὸν αὐτὸν χρόνον καθ' ὅλης τῆς Ῥωμαίων ἀρχῆς ὑποστάντος εἰρήνη βαθεῖα τὰ σύμπαντα διελάμβανεν· ὁμοῦ τε καὶ ὑφ’ ἑνὶ καιρῶ ὥνπερ ἐξ ἑνὸς Μου νεύματος ἀνεφύοντο εἰς ἀνθρώπους ἀγαθῶν δύο βλαστοί, ἥ τε Ῥωμαίων ἀρχὴ καὶ ἡ εὐσεβὴς διδασκαλία.

  11. 16.5.1

    πρό γε μὴν ταύτης οἱ μὲν ἀφωρισμένως Συρίας ἐκράτουν, οἱ δὲ τῆς Ἀσίας ἐβασίλευον, ἄλλοι δὲ Μακεδονίας, τὴν δὲ Αἴγυπτον ἀποτεμόντες ἕτεροι κατεῖχον, καὶ χώραν τὴν Ἀράβων ὡσαύτως ὡσαύτως ναὶ μὴν καὶ Παλαιστινῶν τὸ Ἰουδαίων ἐκράτει γένος, καὶ κατὰ κώμας τε καὶ πόλεις καὶ κατὰ πάντα τόπον ὥσπερ ὑπό τινος παραπληθίας κατ' ἀλλήλων φονῶντες καὶ δαιμονῶντες ἀληθῶς πολέμοις καὶ μάχαις ἐσχόλαζον.

  12. 16.5.2

    ἀλλὰ γὰρ ἀθρόως ἅπαντα ὥσπερ ἀπὸ νύσσης μιᾶς δύο μεγάλαι προελθοῦσαι δυνάμεις ἡμέρωσάν τε καὶ εἰς φιλίαν συνήγαγον. ἥ τε Ῥωμαίων ἀρχὴ μόναρχος ἐξ ἐκείνου φανθεῖσα καὶ ἡ τοῦ Χριστοῦ διδασκαλία, ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ συνακμάσασαι ἀλλήλαις.

  13. 16.6.1

    ἡ μέν γε τοῦ σωτῆρος ἡμῶν δύναμις τὰς τῶν δαιμόνων πολυαρχίας τε καὶ πολυθείας καθεῖλε, μίαν βασιλείαν θεοῦ πᾶσιν ἀνθρώποις Ἑλλησί τε καὶ βαρβάροις καὶ μέχρι μέχρι τῶν ἐσχατιῶν τῆς γῆς κηρύττουσα·

  14. 16.6.2

    ἡ δὲ Ῥωμαίων ἀρχή, ὡς ἂν προκαθῃρημένων τῶν τῆς αἰτιῶν, τὰς ὁρωμένας ἐχειροῦτο, εἰς μίαν ἕνωσιν καὶ συμφωνίαν τὸ Πᾶν γένος ουνάπτειν σπεύδουσα, καὶ τὰ πολλὰ μὲν παντοίων ἐθνῶν συναγαγοῦσα, μέλλουσα δὲ ὅσον οὔπω καὶ αὐτῶν ἄχρι τῶν ἄκρων τῆς οἰκουμένης ἐφάπτεσθαι, τῆς σωτηρίου διδασκαλίας σὺν θεϊκῇ δυνάμει προεξευμαριζούσης αὐτῇ τὰ πάντα καὶ ὁμαλὰ καθιστώσης.

  15. 16.7.1

    τοῦτό γέ τοι ἂν εἴη τὸ μέγα θαῦμα τοῖς φιλαλήθως τὸν νοῦν ἐφιστῶσι καὶ μὴ τοῖς καλοῖς βασκαίνειν ἐθέλουσιν· ὁμοῦ τε γὰρ ἡ τῶν δαιμόνων ἀπηλέγχετο πλάνη, ὁμοῦ καὶ ἡ ἐξ αἰῶνος ἔχθρα καὶ μάχη τῶν ἐθνῶν διελύετο, καὶ πάλιν ὁμοῦ θεὸς εἶς καὶ μία τούτου γνῶσις εἰς πάντας ἐκηρύττετο, ὁμοῦ καὶ βασιλεία μία ἐν ἀνθρώποις ἐκρατύνετο, καὶ τὸ πᾶν ὁμοῦ τῶν ἀνθρώπων γένος εἰς εἰρήνην καὶ φιλίαν μεθηρμόζετο, ἀδελφούς τε ὡμολόγουν ἀλλήλους οἱ πάντες καὶ τὴν οἰκείαν φύσιν ἐγνώριζον΄. αὐτίκα γοῦν ὥσπερ ἐξ ἑνὸς φύντες πατρὸς ἑνός τε θεοῦ οἷα παῖδες καὶ μητρὸς μιᾶς, τῆς ἀληθοῦς εύσεβείας, εἰρηνικῶς ἀλλήλους ἠσπάζοντό τε καὶ ἀπελάμβανον, ὡς μη- δὲν ἀποδεῖν ἐξ ἐκείνου τὴν σύμπασαν οἰκουμένην μιᾶς εὐνομουμένης οἰκετείας τε καὶ συγγενείας, ἐξεῖναί τε πορείας ὅτῳ φίλον στέλλεσθαι ἀποδημεῖν τε ὅπη τις θέλοι σὺη πάγῃ ῥᾳστώνῃ, καὶ τοὺς μὲν ἀπὸ δυσμῶν ἀκινδύνως ἐπὶ τὰ ἑῷα παριέναι, τοὺς δὲ ἐνθένδε πάλιν ἐκεῖσε ὡς ἐπὶ πατρίδας οἰκείας στέλλεσθαι, πληροῦμαί τε παλαιῶν χρησ- μῶν λόγια καὶ προφητῶν ἀναφωνήσεις, μυρίας μὲν καὶ ἄλλας ἅς οὐ νῦν παρατίθεσθαι σχολή, ἀτὰρ δὲ καὶ τὰς ἀμφὶ τοῦ σωτηρίου λόγου ὡδέ πη βοώσας· κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.“ καὶ αἶθες· „ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης.“ „ καὶ συγκό- ψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα. καὶ οὐ μὴ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν."

  16. 16.7.2

    8 ταῦτα προὐλέγετο καὶ φωναῖς Ἑβραίων ἐξ αἰῶνος μακροῦ προεκηρύττετο· ταῦτα τοῖς ἔργοις καθ’ ἡμᾶς αὐτοὺς ὁρώμενα τῶν παλαιῶν φωνῶν πιστοῦται τὰς μαρτυρίας. σὺ δὲ δὴ εἰ ποθεῖς

  17. 16.7.3

    ἑτέρων ἀποδείξεων περιουσίας, μὴ λόγοις ἀλλ’ ἔργοις ταύτας λάμβανε. διάνοιξον τῆς σαυτοῦ διονοίας τοὺρ ὀφθαλμούς, καὶ τοῦ λογισμοῦ τὰς πύλας ἀναπέτασον, πολύ τε ἐπισχὼν παρὰ σαυτῷ λόγισαι, αὐτός τε σαυτὸν ἐρώτα, καὶ ὡς παρ' ἑτέρου πυνθάνου, ὧδέ πη τὴν τῶν πραγμάτων φύσιν διερευνώμενος· τίς πώποτε τῶν ἐξ αἰῶνος βασιλεὺς ἢ ἄρχων ἢ φιλόσοφος ἢ νομοθέτης ἢ προφήτης Ἑλληνικὸς ἢ βάρβαρος τοσοῦτον ἀρετῆς ἀπηνέγκατο, οὔτι γε μετὰ θάνατον ἀλλ’ ἔτι ζῶν καὶ ἐμπνέων καὶ πολλὰ δυνάμενος, ὡς πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἀκοὴν καὶ γλῶτταν ἐμπλῆσαι τῆς αὐτοῦ προσηγορίας; ἀλλὰ τοῦτό γε οὐδεὶς ἢ μόνος εἷς ὁ ἡμέτερος σωτὴρ μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην διεπράξατο, τοῖς αὐτοῦ γνωρίμοις λόγον εἰπὼν καὶ ἔργῳ τελέσας, „πορευθέντες γοῦν μαθητεύσατε Πάντα τὰ ἐν τῷ ὀνόματί μου“ φήσας αὐτοῖς. προειπών τε καὶ μενος, ὡς ἄρα δεῖ τὸ εὐαγγἐλιον αὐτοῦ κηρυχθῆναι ἐν ὄλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν, ἅμα λόγῳ τοὔργον ἐπήγαγεν. αὐτίκα δ' οὑν καὶ οὐκ εἰς μακρὸν ἡ σύμπασα οἰκουμένη τῶν αὐτοῦ λόγων ἐπληροῦτο.

  18. 16.9.1

    τί οὖν ἔχοι ἂν πρὸς τοῦτο εἰπεῖν ἡ κατ' ἀρχὰς τοῦ λόγου ἡμῖν ἐπιμεμψάμενος, ὁπότε παντὸς λόγου κρείττων ἡ διὰ τῆς ὄφεως τυγχάνει μαρτυρία; ἀλλὰ γὰρ ἀπὸ τοῦ προτέρου μεταβάς, ἐλθὲ καὶ ἐφ' ἕτερον καὶ σκέψαι παρὰ σαυτῷ· τίς πώποτε ἐκ τοῦ παντὸς αἰῶνος νόμους εὐσεβεῖς καὶ σώφρονας λόγῳ μόνῳ δίχα πάσης γραφῆς διαταξάμενος, τούτους διὰ τῶν αὐτοῦ φοιτητῶν ἀπὸ περάτων γῆς καὶ εἰς ἄκρα τῆς ὅλης οἰκουμένης, διδασκαλεῖα παν- ταχοῦ γῆς ἀνοίξας, εἰς ἐπήκοον ἀνθρώποις πᾶσι βαρβάροις ὁμοῦ καὶ Ἕλλησιν ἀναγινώσκεσθαι ῥᾳδίως ἐκράτυνεν; ἀλλ' οὐκ ἂν εὕροις ἐπιζητήσας ἄλλον. καὶ τοῦτο δὴ μόνου τοῦ ἡμετέρου σωτῆρος ἔργον ἠν. ὅ δὴ μετὰ τὸν θάνατον αὐτοῦ πεπραγμένον τῆς ἐνθέου ζωῆς τε καὶ δυνάμεως αὐτοῦ παραστατικὸν ἂν εἴη. ἀλλ' οὐδὲ τοῦτο πείθει τὸν ἀπειθῆ. οὐκοῦν ἡμῖν αὐτὸς λεγέτω ποθοῦσι μαθεῖν, ἤ τίς ποτε ἄλλος τῶν ἐν ἀνθρώποις ἐπὶ σοφίᾳ βοηθέντων ἔθη βάρβαρα καὶ ἀνήμερα βαρβάρων ἐθνῶν τοῖς φιλανθρωποτάτοις αὐτοῦ παρέλυσε νόμοις, ὡς μηκέτι τοὺς αὑτῷ μαθητευομένους ἐν Σ̓κύθαις άνθρωποβορεῖν, μηδ' ἐν Πέρσαις μητρογαμεῖν, μηδ’ ἄλλους κυοὶ παραβάλλειν τοὺς ἑαυτῶν νεκρούς, μηδ’ ἑτέρους ἀγχόνῃ παραδιδόναι τοὺς 7

  19. 16.9.2

    ρακότας, μηδ’ ἕτερα τούτων ἀδελφὰ ὠμὰ καὶ θηριώδη παρ' ἐτέροις ἐπιτελεῖσθαι. ἀλλὰ μικρὰ ταῦτα τυγχάνει δείγματα τῆς τοῦ σωτῆρος ἡμῶν μετὰ τὸν θάνατον ἐνθέου ζωῆς. θέα δὴ καὶ ἕτερα τούτων μείζω, σκεψάμενος τίς πώποτε ἐν ἀνθρώποις τοσούτοις δὴ χρόνοις ὑπὸ πάι των ἀνθρώπων, ἀρχόντων τε καὶ βασιλέων, πολιτῶν τε καὶ στρατοπέδων, δήμων τε καὶ Μνῶν, πολεμηθεὶς καὶ εἰς ἀεὶ πολεμού- μενος τὴν ὑπὲρ ἄνθρωπον ἀρετὴν ἐπεδείξατο. ὡς ἀνθεῖν ὁσημέραι καὶ νεάζειν διὰ παντὸς τοῦ βίου. τίς δὲ καὶ ἄλλος τῶν ἐξ αἰῶνος ὁμοίως τῷ ἡμετέρῳ σωτῆρι ἔθνος τὸ μηδ’ ἀκουσθὲν ἄλλοτέ ποτε ἐπ' ὀνόματι τῷ αὐτοῦ συστήσασθαι βουληθείς, τοῦτο οὐκ ἐν γωνίᾳ ποι γῆς λεληθὼς ἀλλὰ καθ' ὅλης τῆς ὑφ' ἥλιον ἱδρύσατο, δυνάμει θεϊκῆς ἐξουσίας πέρας ἐπιθεὶς τῷ αὐτοῦ βουλήματι; θεὸν δὲ μόνον τὸν ἐπέκεινα οὐρανοῦ καὶ τοῦ παντὸς κόσμου γνωρίζειν τε καὶ σέβειν πάντα τὰ ἔθνη τίς πωποτε διδάξαι προὔθετο; κἄπειτα τοιοῦτον προθέμενος σκοπὸν εἰς ἔργον ἤγαγε τὸ κατόρθωμα, μόνον οὐχὶ δι' αὐτῆς ἐνεργείας φιλόθεον ἀποφήνας τὸ πεπραγμένον· ὅ δὴ καὶ μάλιστα πᾶν ἄθυρον ἀπέφραξε στόμα, ὅτι δὴ τὸν ἀνωτάτω κηρύξας θεὸν καὶ τοῦτον μόνον ἀληθῆ γνωρίζειν τοῖς πᾶσιν ἔθνεσιν ἐγκελευσάμενος, ὡς ἂν τὰ φίλα τῷ θεῷ βουληθείς, τῆς πρὸς αὐτοῦ τοῦ πρεσβευομένου συνεργίας τε καὶ βοηθείας ἠξιώθη.

  20. 16.9.3

    τὰ δ' ἐπὶ τῷ τοιούτῳ κηρύγματι συμπαραληφθέντα μαθήματα καὶ πᾶσιν εἰς ἐπήκοον παραδοθέντα ἔργῳ τε κρατυνθέντα ὁποῖα τυγχάνει; θέα καὶ σκέψαι. ἥ τίς καὶ ἄλλος τῶν πώποτε, τὰς τῶν ἀνθρώπων ψυχὰς λογικῷ φωτὶ καταλάμψας, καταγελάσαι τῆς πατρίου πλάνης αὐτοὺς παρεσκεύασεν, ὡς μηκέτι λίθοις καὶ ξύλοις μήδ' ἀψύχῳ ὕλῃ τὴν Θείαν περιάπτειν προσηγορίαν. Αἰγυπτίους δὲ τοὺς πάντων δεισιδαιμονεστάτους, ἀφ' ὧν καὶ εἰς Ἕλληνας τὰ τῆς πολυθέου πλάνης προῆλθεν, τίς ἄλλος πλὴν τοῦ ἡμετέρου σωτῆρος μηκέτ' ἀφρονεῖν ἔπεισεν, μηδἐ γε θηρσὶ καὶ ἑρπετοῖς καὶ ζώων ἀλόβων τοῖς ἀτιμοτάτοις τὴν σεβάσμιον ἀπονέμειν τιμήν, μόνον δὲ τὸν ἐπὶ πάντων γνωρίζειν θεόν, καὶ διὰ παντοίων θανάτων ὑπὲρ τῆς ἀγωνίζεσθαι. τίς δὲ ἐξ αἰῶνος τὸ βλαπτικὸν καὶ ὀλέθριον δαιμόνων φῦλον, τὸ πάλαι πᾶσαν ἀνθρώπων φύσιν ἐπινεμόμενον καὶ διὰ τῆς τῶν ξοάνων κινήσεως πολλὰς ἐν ἀνθρώποις γοητείας ἐπιδεικνύμενον, ἀοράτῳ καὶ κραταιᾷ χειρὶ οἷα θῆρας δεινοὺς τῆς

  21. 16.9.4

    ἀνθρώπων ἀπεδίωξεν ἀγέλης; τίς δ' ἕτερος ὡς ὁ ἡμέτερος σωτὴρ διὰ τῆς εἰς αὐτὸν ἐπικλήσεως καθαρωτάταις εὐχαῖς ταῖς δι’ αὐτοῦ πρὸς τὸν τῶν ὅλων θεὸν ἀναπεμπομέναις τὰ λείψανα τῶν πονηρῶν πνευμάτων ἐξ ἀνθρώπων ἀπελαύνειν ἐπ' ἐξουσίας ἔδωκεν τοῖς καθαρῶς καὶ ἀπλάστως μετερχομένοις τὸν βίον τῆς ὑπ' αὐτοῦ παρακοθείσης φιλοσοφίας; ἀναίμους δὲ καὶ λογικὰς θυσίας τὰς δι’ εὐχῶν καὶ ἀπορρήτου θεολογίας τοῖς αὐτοῦ θιασώταις τίς ἐπιτελεῖν παρέδωκεν ἄλλος ἢ μόνος ὁ ἡμέτερος σωτήρ;

  22. 16.10.1

    διὸ καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης θυσιαστήρια ουνέστη ἐκκλησιῶν τε ἀφιερώματα, νοερῶν τε καὶ λογικῶν θυσιῶν ἱεροπρεπεῖς λειτουργίαι μόνῳ τῷ παμβασιλεῖ θεῷ πρὸς ἁπάντων τῶν ἐθνῶν ἀναπεμπόμεναι. τὰς δὲ δι' αἱμάτων καὶ λύθρων καπνοῦ τε καὶ πυρὸς ἐπιτελουμέναις θυσίας τάς τε ὠμὰς ἐκείνας καὶ μανιώδεις ἀνδροκτασίας τε καὶ ἀνθρωποθυσίας τίς ἀφανεῖ τε καὶ ἀοράτῳ δυνάμει σβεσθῆναι καὶ μηκέτι ὑπάρχειν παρεσκεύασεν, ὡς μαρτυρεῖσθαι πρὸς αὐτῆς γε τῆς Ἑλλήνων ἱστορίας; ἐπειδὴ οὐ πρότερον ἀλλ’ ἢ μετὰ τὴν ἔνθεον τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν κατὰ τοὺς Ἀδριανοῦ χρόνους πᾶσαι αἱ πανταχοῦ γῆς κατελύθησαν ἀνθρωποθυσίαι.

  23. 16.11.1

    τοσούτων ἐναργῶν ἀποδείξεων τὴν μετὰ τὸν θάνατον ἀρετήν τε καὶ δύναμιν τοῦ σωτῆρος ἡμῶν πατουμένων, τίς οὕτω σιδήρεος τὴν ψυχήν, ὡς μὴ συμμαρτυρεῖν τῇ ἀληθείᾳ καὶ τὴν ἔνθεον αὐτοῦ ζωὴν ὁμολογεῖν; ζώντων γὰρ ἄλλ' οὐ νεκρῶν τὰ κατορθώματα, ὄφεις τε ἀδήλων φαοὶν εἶναι τὰ φαινόμενα. αὐτίκα δ’ οὖν χθὲς καὶ πρώην θεομάχων γένος τὸν τῶν ἀνθρώπων βίον ἐκύκα, ἠγέν τε καὶ ἀπῆγεν καὶ πολλὰ ἴσχυεν. ἐπεὶ δὲ ἐξ ἀνθρώπων ἀπηλλάγη, ἐ δὴ μετὰ ταῦτα ἐπὶ γῆς σκυβάλων έκβλητότερον, ἄπνουν ἀκίνητον ἄναυδον, καὶ οὐκέτ’ αὐτῶν λόγος οὐδείς, οὐ μνήμη· φύσις γαρ αυτη νεκρῶν, καὶ ὁ μηκέτ' ὢν οὐδεὶς ἐστιν. ὁ δὲ μηδεὶς ὤν x003E; πράξειέν τι; ὁ δ’ ἐνεργῶν καὶ πράττων καὶ πλείονα τῶν ζώντων δυνάμενος πῶς ἂν ὑποληφθείη μὴ ὤν; εἰ δ' ἀφανὴς εἴη σαρκὸς ὀφθαλμοῖς, ἀλλ’ οὐκ ἐν αἰσθήσει τὸ κριτήριον, οὐδὲ τεχνικοὺς λογους οὐδ’ ἐπιστημονικὰς Θεωρίας αἰσθήσει σωμάτων καταμανθάνομεν, οὐδὲ νοῦν τὸν ἐν ἀνθρώποις μήτι γε θεοῦ δύναμιν εἶδεν τις πώποτε

  24. 16.11.2

    ἀφθαλμοῖς, ἀλλ' ἐκ τῶν ἔργων τὰ τοιάδε πέφυκεν ἐπινοεῖσθαι.

  25. 16.12.1

    διὸ δὴ καὶ ἐπὶ τοῦ ἡμετέρου σωτῆρος τὴν ἀφανῆ δύναμιν αὐτοῦ προσή- κοι ἂν ἐκ τῶν ἔργων ἐπισκοπεῖν καὶ διακρίνειν, εἴτε χρὴ ζῶντος ὁμολογεῖν τὰ εἰσέτι δεῦρο πρὸς αὐτοῦ κατορθούμενα, εἴτε καὶ μὴ ὄντος εἶναι λέγειν· ἢ μωρὸν καὶ ἀσύστατον τὸ ἐρώτημα· τὸν γὰρ μὴ ὄντα πῶς ἄν τις εὐλόγως εἴποι ἂν εἶναι; τὸ γὰρ μὴ ὃν πάσαις ψήφοις οὐκ εἶναι ἀποπέφανται οὐδέ τι δύνασθαι οὔτ' ἐνεργεῖν οὔτε πράττειν. αὕτη γὰρ φύσις νεκρῶν ζώντων δὲ ἡ ἐναντία.

  26. 17.1.1

    Ἕνθα δὴ καιρὸς ἐπιθεωρῆσαι τοῦ ἡμετέρου σωτῆρος τὰ καθ’ ἡμᾶς ἀποτελέσματα καὶ ζῶντος θεοῦ ζῶντα ἔργα συνιδεῖν· ἦ γὰρ οὐ ζῶντος καὶ θεοῦ ζωὴν ὡς ἀληθῶς ζῶντος ἔργα ζῶντα τυγχάνει τὰ τοιαδὶ κατορθώματα; τίνα δὴ ταῦτα, ἐρωτᾶς; μάνθανε.

  27. 17.2.1

    θεομάχοι τινὲς πρώην τῶν αὐτοῦ προσευκτηρίων τὰς οἰκοδομὰς οὺν πλείονι φιλονεικίᾳ καὶ σὺν μείζονι δυνάμει τε καὶ χειρὶ ἐκ βάθρων ἀνορύττοντες καθῄρουν ἀφανεῖς τε αὐτοῦ καθίστων τὰς ἐκ. κλησίας, πάσαις τε μηχαναῖς τὸν μὴ τοῖς ὀφθαλμοῖς ὁρώμενον ἐπο- λέμουν βάλλοντες καὶ ἀκοντίζοντες μυρίαις λόγων βολαῖς, ὁ δ' ἀφα- νὴς ἀφανῶς ἠμύνατο.

  28. 17.3.1

    εἶθ' οἱ μὲν οὐκέτ’ ἦσαν ἑνὶ θεοῦ νεύματι πρὸ μικροῦ τρυφηλοὶ καὶ τρισευδαίμονες, οἱ ἰσόθεοι παρὰ τοῖς πᾶσιν ἀνυμνούμενοι, οἱ μακραῖς ἐτῶν περιόδοις διαπρεπῶς τὴν ἀρχὴν εὐθύ- ναντες, ὅτε δὴ τὰ πρὸς τὸν ὕστερον πολεμηθέντα φίλα τε ἦν αὑτοῖς καὶ εἰρηναῖα· ὡς δὲ καταβαλλόμενοι θεομαχεῖν ἐτόλμων, τοὺς αὐτῶν θεοὺς προμάχους καὶ προασπιστὰς ἀντιπαρατάττοντες τῷ ἡμετέρῳ. αὐτίκα μιᾷ ῥοπῇ καὶ θεοῦ νεύματι καὶ δυνάμει τοῦ πολεμουμένου δίκας ὑπεῖχον οἱ ἅπαντες τῶν τετολμημένων, ὡς παραχωρεῖν τῷ πολεμουμένῳ καὶ νῶτα δόντες αὐτῷ τῇ θεότητι συνομολογεῖν συγχωρεῖν τε καὶ ἐπιτρέπειν τἀναντία τοῖς πρὶν τετολμημένοις.

  29. 17.4.1

    ὁ δὲ τρόπαια νικητήρια παραχρῆμα πανταχοῦ γῆς ἀνίστη, ναοῖς τε ἀγίοις καὶ προσευκτηρίων σεμνοῖς ἀφιερώμασι τὴν σύμπασαν οἰκουμένην αὖθις ἐξ ὑπαρχῆς κοσμήσας, κατὰ πόλεις τε καὶ κώμας χώρας τε πάσας καὶ τὰς τῶν βαρβάρων ἐρήμους ἱερὰ καὶ τεμένη ἐνὶ τῷ πάν- των βασιλεῖ θεῷ, τῷ δὴ καὶ τῶν ὅλων δεσπότῃ, καθιερώσας, ἐΜεν

  30. 17.4.2

    καὶ τῆς τοῦ δεσπότου προσηγορίας ἠξίωται τὰ καθιερωμένα, οὐκ ἐξ ἀνθρώπων τυχόντα τῆς ἐπικλήσεως, ἐξ αὐτοῦ δὲ τοῦ τῶν ὅλων κυρίου, παρὸ καὶ κυριακῶν ἠξίωνται τῶν ἐπωνυμιῶν.

  31. 17.5.1

    παρελθὼν οὑν εἰς μέσον ὁ βουλόμενος διδασκέτω, τίς τὴν τοσαύτην καθαίρεσίν τε καὶ ἐρημίαν ἱδρύματα ἐξ ἐδάφους εἰς ὕψος ἀνήγειρεν, τίς τὰ πόσης ἐλπίδος ἀφῃρημένα δευτέρας ἠξίωσεν πολὺ κρείττονος τῆς ἔμπροσθεν ἀνανεώσεως, καὶ ἀνενεώσατο, αὐτὸ δὴ τὸ τοῦ λόγου μέγιστον θαῦμα, οὐ μετὰ τὴν τῶν θεομάχων ἐκείνων τελευτήν, ἀλλ' ἔτι xm βίῳ περιόντων αὐτῶν δὴ τῶν καθῃρηκότων, ὡς δί αύτῶν στόματος καὶ δἰ αὐτῶν γραφῆς τὴν παλινῳδίαν τῶν τετολμημένων αὐτοῖς ᾀσθῆναι, καὶ τοῦτο πρᾶξαι αὐτοὺς οὐκ ἐν θυμηδίαις ὄντας φιλανθρωπίας λογιομῷ τάχα ἄν τις νομίοειεν), θεηλάτοις δὲ μάστιξιν ἐλαυνομένους.

  32. 17.6.1

    τίς μετὰ τοσούσδε τοῦ διωγμοῦ χειμῶνας καὶ ἐν αὐτῇ γε τῇ τῶν δεινῶν ἀκμῇ φιλοσόφου βίου ζηλωτὰς καὶ θεραπευτὰς τοῦ θεοῦ μυρίους ἄνδρας γυναικῶν τε ἱερείας καὶ χοροὺς ἀειπαρθένων ἁγνείᾳ παντελεῖ τὸν πάντα τῆς ςωῆς αὐτῶν χρόνον ἀναθείσας τοῖς τῆς ἐνθέου διδασκαλίας αὐτοῦ μαθήμασι καθ’ ὅλης συνίστη τῆς οἰκουμένης τροφῶν δ᾿ ἀποχαῖς ἀσιτίαις τε ἀνοινίαις πολυημέροις προθυμότατα διακαρτερεῖν ἐγκρατείᾳ τε καὶ ῥώμῃ βίου στερροῦ χρῆσθαι μετὰ σωφροσύνης; τίς γύναια καὶ μυρία πλήθη ἀνδρῶν ἀναπέπεικεν λογικὰς τροφὰς ψυχαῖς λογικαῖς καταλλήλους δι’ ἐνθέων ἀναγνωρισμάτων ἀντικαταλλάξασθαι τῶν τοῦ σώματος τροφῶν; τίς βαρβάρους καὶ ἀγροίκους ἄνδρας γύναια τε κοὶ παῖδας καὶ οἰκετῶν γἐνη πλήθη τε μυρία μυρίων ἐθνῶν θανάτου μὲν καταφρονεῖν ἐδίδαξεν ἀθάνατον δὲ πεπεῖσθαι εἶναι τὴν αὐτῶν Ψυχήν, κω δίκης ὀφθαλμὸν ὑπάρχειν ἔφορον τῶν ἀνθρωπίνων πραγμάτων εὐσεβῶν τε καὶ ἀσεβῶν, δικαιωτήρια τε θεοῦ προσδοκῶν, τούτων ἕνεκα δικαίου καὶ σώφρονος δεῖν ἐπιμελεῖσθαι βίου; μὴ γὰρ οὕτω διατεθέντας ἀδύνατον ἄλλως εἶναι τὸν τῆς θεοσεβείας ὑποδῦναι ζυγόν· ὁ δὴ μόνῳ τῷ ἡμετέρῳ σωτῆρι εἰσέτι καὶ νῦν κατορθοῦται.

  33. 17.6.2

    ἀλλὰ ταῦτα μὲν παρῶμεν,

  34. 17.7.1

    φέρε δὲ ἄλλως τὸν τὴν διάνοιαν λελιθωμένον καὶ ἐκ τῶν τοιωνδὶ προσαγάγωμεν ἐρωτήσεων, ὧδέ πη αὐτοῦ Πυνθανόμενοι. ἄγε δή, οὗτος, φωνὴν λογικὴν ἀφείς, μὴ ἐξ ἠλιθίου καρδίας ψυχῆς δὲ ωοερᾶς καὶ λογικῆς καρπὸν λέγε δή, παρὰ σαυτῷ πολλάκις ἐπισκεψάμενος, τίς ἄλλος πώποτε τῶν ἐξ αἰῶνος βοηθέντων σοφῶν όμοίως τῷ ἡμετέρῳ σωτῆρι προ- φητικαῖς ἄνωθεν πρὸ μυρίων χρόνο)ν φωναῖς ἐγνώσθη τε καὶ προεκηρύχθη παρὰ τοῖς πρόπαλαι θεοφιλέσιν Ἑβραίων παισίν; οἳ καὶ τὸν τόπον αὐτοῦ τῆς γενέσεως καὶ χρόνους τῆς ἀφίξεως καὶ τρόπον τοῦ βίου καὶ δυνάμεις καὶ λόγους καὶ κατορθώματα αὐτοῦ προλαβόντες βίβλοις ἱεραῖς καταβεβλήκασιν.

  35. 17.8.1

    ἥ τίς οὕτω ταχὺς ἔκδιχος τῶν εἰς αὐτὸν τετολμημένων ἀποδέδεικται, ὡς ἅμα τῇ κατ αὐτοῦ δυσσεβείᾳ τὸ πᾶν Ἰουδαίων ἔθνος ἀοράτῳ δυνάμει μετελθεῖν, ἄρδην τε τὸν βασιλικὸν αὐτῶν τόπον ἐκ βάθρων ἀρθῆναι, αὐτό τε τὸ ἱερὸν ἅμα τοῖς ἐν αὐτῷ σεμνοῖς εἰς ἔδαφος κατενεχθῶαι; τίς δὲ προρρήσεις αὐτῶν τε τούτων πέρι τῶν ἀσεβῶν ἀνδρῶν ἀμφί τε τῆς πρὸς αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης ὑποστάσης ἐκκλησίας καταλλή- λους τοῖς πράγμασιν ἀπρφθεγθάμενος, πιστὰς ἔδειξε ταύτας τοῖς ἔργοις, ὡς ὁ ἡμέτερος σωτήρ; περὶ μὲν τοῦ τῶν ἀσεβῶν ἱεροῦ φήσας· ἀφίεται ὑμῖν ὸ οἶκος ὑμῶν ἔρημος·„ καί· οὐ μὴ μείνῃ λίθος λίθον ἐν τῷ τόπῳ τούτῳ, ὃς οὐ μὴ καταλυθῇ·“ περὶ δὲ τῆς ἐκκλησίας· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύουσιν αὐτῆς.“

  36. 17.9.1

    τὸ δὲ ἄνδρας εὐτελεῖς καὶ ἀγροίκους ἐξ ἁλείας μεταγαγεῖν τὴν ἀρχὴν καὶ τούτους νομοθέτας καὶ νομοδιδασκάλους ἀποφῆναι τῆς ἀνθρώπων οἰκουμένης, οἶόν σοι εἶναι δοκεῖ; τὸ δὲ ἐπαγγείλασθαι καὶ λόγῳ μὲν εἰπεῖν ἐ̓ργῳ δὲ ποιῆσαι αὐτοὺς ἁλιέας ἀνθρώπων , καὶ τοιαύτην αὐτοῖς ἀρετὴν τε καὶ δύναμιν παρασχεῖν, ὡς καὶ γραφὰς συντάξαι καὶ βίβλους παραδοῦναι, καὶ τούτας εἰς τοσοῦτον κρατῦναι, ὡς καθ’ ὅλης τῆς οἰκουμένης παντοίᾳ γλώσσῃ βαρβάρων τε καὶ Ἑλλήνων μεταβαλλομένας παρὰ πᾶσι τοῖς ἔθωεσι μελετᾶσθαι, καὶ πιοτεύεσθαι θεῖα εἶναι λόγια τὰ ἐν αὑταῖς καταβεβλημένα.

  37. 17.10.1

    οἱον δὲ καὶ τὸ αὐτὸν προφητεῦσαι τὸ μέλλον καὶ τοῖς μαθηταῖς προμαρ-

  38. 17.10.2

    τύρασθαι, ὡς ἄρα ἐπὶ βασιλέων καὶ ἡγεμόνων μέλλοιεν ἄγεσθαι τιμωρεῖσθαί τε καὶ τὰς ἐσχάτας ὑπομένειν κολάσεις, οὐ διά τινα πρᾶξιν ἄτοπον διὰ μόνην δὲ τὴν εἰς τοῦτον ὁμολογίαν; τὸ δὲ καὶ προθύμως αὐτοὺς ταῦθ' ὑπομεῖναι παρασκευάσαι εὐσεβείας τε ὅπλοις οὕτω φράξαι, ὡς ἀδάμαντος τὰς ψυχὰς κραταιοτέρους ἐν τοῖς πρὸς τοὺς ἀντιπάλους ἀμῶσι διαφαίνεσθαι, ποῖον οὐκ ἂν ὑπερβάλοιτο λόγον,.

  39. 17.11.1

    τὸ δὲ μὴ μόνον ἐκείνους τοὺς αὐτῷ παρηκολουθηκότας, ἀλλ' ἤδη καὶ τοὺς ἐκείνων διαδόχους καὶ αὐθις τοὺς μετέπειτα γενομένους καὶ τοὺς εἰσέτι δεῦρο καθ’ ἡμᾶς αὐτοὺς οὕτω τῆς ψυχῆς νευρῶσαι τὰς δυνάμεις, ὡς μηδὲν ἄξιον θανάτου πράξαντας παντοίας κολάσεις καὶ πᾶν εἶδος στρεβλωτηρίων μεθ’ ἡδονῆς ὑπομένειν εὐσεβείας χάριν τῆς εἰς τὸν τῶν ὅλων θεόν, ποῖον οὐκ ἂν ὑπερβάλοιτο

  40. 17.11.2

    ἀλλὰ βασιλέων εἰς τοσοῦτον αἰῶνα τίς πώποτε κρατῶν διετέ- λεσεν; τίς δ’ οὕτω στρατηγεῖ μετὰ θάνατον καὶ τρόπαια κατ' ἐχθρῶν ἵστησι, καὶ πάντα τόπον καὶ χώραν καὶ πόλιν, Ἑλλάδα τε καὶ βάρβαρον, ὑποτάττει, ἀοράτῳ καὶ ἀμφανεῖ δεξιᾷ τοὺς ἀντιπάλους χειρού- μενος;

  41. 17.12.1

    τό γε μὴν κεφάλαιον τῶν εἰρημένων, ἡ πανταχοῦ γῆς διὰ τῆς αὐτοῦ δυνάμεως πρυτανευθεῖσα εἰρήνη, περὶ ἧς τὰ εἰκότα προ- λαβόντες εἰρήκαμεν, ποῖον οὐκ ἂν συκοφαντῶν ἀποφράξειε στόμα, οὕτω μὲν ἔργῳ συνδραμούσης τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ καὶ τῷ καταβληθέντι ὑπ' αὐτοῦ τῷ παντὶ κόσμῳ κηρύγματι τῆς τῶν ἐθνῶν πάντων ὁμονοίας τε καὶ συμφωνίας, οὕτω δὲ πρόπαλαι ὑπὸ τῶν τοῦ θεοῦ προφητῶν προαναπεφωνημένης τῆς κοσμικῆς τῶν ἐθνῶν εἰρήνης τοῦ τε πρὸς αὐτοῦ καταβληθέντος τοῖς ἔθνεσι λόγου; ἐπιλείψει με, βασιλεῦ, τὸ πᾶν τῆς ἡμέρας μῆκος τὰς ἐναργεῖς ἀποδείξεις τῆς ἐνθέου δυνάμεως τοῦ σωτῆρος ἡμῶν τὰς ἐκ τῶν εἰσέτι νῦν ὁρωμένων ὑφ' ἕν πειρώμενον συνέγειν καὶ συνιστᾶν, ὅτι μηδεὶς πώποτε τῶν ἐξ αἰῶνος μήτε παρ' Ἕλλησι μήτε παρὰ βαρβάροις τοσαύτην ἀρετῆς ἐνθέου δύναμιν ἐπιδέδεικται, ὅλην ὁ σωτὴρ ὁ ἡμέτερος.

  42. 17.13.1

    τί δὲ λέγω ἀνδρῶν ὁπότε μηδ’ αὐτῶν τῶν παρὰ πᾶσιν τοῖς ἔθνεσι θεολογουμένων τοιαύτη τις πέφηνεν ἐπὶ γῆς φύσις ἢ δεικνύτω ὁ βουλόμενος, παρίτω δὲ πᾶς φιλόσοφος καὶ ἡμῖν λεγέτω, τίς ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσέν ποτε θεὸς καὶ ἥρως αἰωνίον

  43. 17.13.2

    ζωῆς οὐρανίου τε βασιλείας μαθήματα πρόξενα παραδεδωκὼς ἀνθρώποις, οἷα ὁ ἡμέτερος σωτήρ, φιλοσόφοις δόμασιν μυρία πλήθη καθ' ὅλης τῆς οἰκουμένης συνασκεῖσθαι ποιήσας, οὐρανόν τε πείσας μεταδιώκειν καὶ τὰς ἐν οὐρανῷ διατριβὰς θεοφιλέσι Ψυχαῖς ἀποκειμένας ἐλπίςειν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως ἄνδρωπος τὴν ἀφ' ἀνίσχοντος μέχρι δυομένου, μόνον οὐχὶ τὸν ἴσον ἡλίῳ διϊππεύσας δρόμον, ταῖς λαμπροτάταις τῆς αὐτοῦ διδασκαλίας αὐγαῖς κατηύγασἐν τε καὶ ἐφώτισεν, ὡς πανταχοῦ γῆς ἑνὶ θεῷ πᾶν ἔθνος μίαν καὶ τὴν αὐτὴν ἐπιτελεῖν λατρείαν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως πάντας θεούς τε καὶ ἥρωας Ἑλληνικούς καὶ βαρβάρους παραγκωνισάμενος, μηδένα μὲν ἐκείνων θεὸν εἶναι νομίξειν ἐνομοθέτησεν καὶ νομοθετήσας ἔπεισεν· ὲ́πειτα πολεμηθεὶς ὑπὸ πάντων, εἷς ὤν αὐτὸς τὸ πᾶν τῶν ἐναντίων στρατόπεδον καθεῖλεν, τῶν ἐξ αἰῶνος ἁπάντων θεῶν τε καὶ ἡρώων κρατῶν, ἀπὸ περάτων ὡς καθ’ ὅλης τῆς οἰκουμένης θεοῦ μόνον μόνον αὐτὸν πρὸς τῶν ἐθνῶν ἁπάντων ἀνα- γορεύεσθαι;

  44. 17.14.1

    τίς τοῖς τὸ μέγα στοιχεῖον τῆς γῆς οἰκοῦσι τοῖς τε κατὰ γῆν καὶ τοῖς κατὰ θάλατταν ἐφ' ἑκάστης ἑβδομάδος τὴν κυριακὴν χρηματίζουσαν ἡμέραν ἑορτὴν ἄγειν ἐπὶ ταὐτὸν συνιόντας παρα- δέδωκεν, καὶ οὐ τὰ σώματα πιαίνειν τὰς δὲ ψυχὰς ἐνθέοις παιδεύμασιν ἀναζωπυρεῖν παρεσκεύασεν ; τίς θεὸς ἢ καὶ ἥρως οὕτω πολε- μηθεὶς ὡς ὁ ἡμέτερος σωτὴρ τρόπαια νικητήρια κατὰ τῶν ἐχθρῶν ἤγειρεν; οἱ μὲν γὰρ οὐ διέλιπον ἐξ ἀρχῆς καὶ εἰς τέλος αὐτοῦ τὰ μαθήματά τε καὶ τὸν λαὸν πολιορκοῦντες, ὁ δ’ ἀφανὴς ἀφανῶς τοὺς οἰκείους αὐτοῖς ἱεροῖς οἴκοις ἐπὶ μέγα δόξης προῆγεν.

  45. 17.15.1

    καὶ τί δεῖ λόγοις τὰς παντὸς λόγου κρείττονας ἐνθέους δυνάμεις τοῦ σωτῆρος ἡμῶν φιλοτιμεῖσθαι συνάγειν, ὅτε καὶ σιωπώντων ἡμῶν αὐτὰ βοῶσι τοῖς ὦτα ψυχῆς κεκτημένοις τὰ πράγματα, τοῦτο ξένον ἀληθῶς καὶ παράδοξον καὶ ἕν μόνον ἐξ αἰῶνος τὸν κόσμον ἀνθρώπων ἐνηνοχέναι,

  46. 17.15.2

    καὶ τὸ ἀληθῶς παῖδα θεοῦ μόνον ἐξ αἰῶνος τοῖς ἐπὶ γῆς ὦφθαι.

  47. 18.1.1

    Περιττὰ δ' ἂν καὶ ἄλλως <σοὶ> εἴη τὰ παρ’ ἡμῶν ὃς αὐτῇ τῇ πείρᾳ τῆς σωτηρίου θεότητος συναίσθησιν πολλάκις εἰληφώς, οὐ λόγοις ἀλλ' ἔργοις αὐτοῖς κήρυξ ἅπασι τῆς ἀληθείας καθέσηκας· σὺ γὰρ ἡμῖν αὐτός, βασιλεῦ, σχολῆς δοθείσης εἴποις ἄν βουληθεὶς μυρίας τοῦ σοῦ σωτῆρος θεοφανείας, μυρίας καθ’ ὕπνους παρουσίας,

  48. 18.2.1

    οὐ τὰς ἀπορρήτους ἡμῖν ὑποβολὰς αὐτοῦ φημι, τὰς δ’ ἐν αὐτῷ σοι λυγισμῷ καταβαλλομένας καὶ περὶ περὶ τῶν ὅλων προνοίας τὰ κοινωφελῆ καὶ τὰ πάντη χρήσιμα παρατιθεμένας·

  49. 18.3.1

    δ’ ἂν ἡμῖν τοῦ σοῦ προασπιστοῦ γε καὶ φύλακος θεοῦ διελεύσῃ τὰς ἐναργεῖς ἐν πολέμοις ἐπικουρίας, τὰς ἐχθρῶν καὶ ἐπιβούλων φθοράς, τὰς ἐν κινδύνοις δεξιώσεις, τὰς έν ἀπόροις εὐπορίας, τὰς ἐν ἐρημίαις ἀντιλήψεις, τὰς ἐν ἀμηχάνοις εὑρέσεις, τὰς τῶν μελλόντων προγνώσεις, τὰς περὶ τῶν καθόλου προμηθείας, τὰς περὶ τῶν ἀδήλων σκέψεις, τὰς περὶ τῶν μεγάλων ἐπιχειρήσεις, τὰς πολιτικὰς οἰκονομίας, τὰς τῶν στρατοπέδων διοικήσεις, τὰς καθ' ἕκαστον διορθώσεις, τὰς περὶ τῶν κοινῶν διατάξεις, τὰς βιωφελεῖς νομοθεσίας. καταριθμήσεις δ’ ἂν ἀπαραλείπτως ἕκαστα τῶν ἡμᾶς μὲν λανθανόντων, σοὶ δ' αὐτῷ μόνῳ γνωριζομένων καὶ ταῖς σαῖς βασιλικαῖς μνή- μαις οἶα θησαυροῖς ἐν ἀπορρήτοις τεταμιευμένων.

  50. 18.3.2

    ὦν δὴ χάριν ἁπάντων εἰκότως, αὐτοῖς δὴ τούτοις λαμπροῖς τεκμηρίοις τῆς σωτηρίου δυνάμεως χρησάμενος, οἶκον εὐκτήριον τρόπαιον τῆς κατὰ τοῦ θανάτου νίκης αὐτοῦ πᾶσιν ἀνθρώποις πιστοῖς ὕμα καὶ ἀπίστοις ἀνέδειξας, νεών τε ἅγιον ἁγίου θεοῦ, ζωῆς τε ἀθανάτου καὶ βασιλείας ἐνθέου λαμπρὰ καὶ μεγάλα περικαλλῆ ἀφιερώματα, τὰ] πρέποντά γε εὖ μάλα καὶ οἰκεῖα βασιλεῖ νικητῇ, τοῦ παμβασιλέως σωτῆρος ἀναθήματα· ἅ δὴ τῷ τῆς ἀθανάτου ζωῆς μαρτυρίῳ τε καὶ μνήματι περιβέβληκας. τὸν οὐράνιον τοῦ θεοῦ λόγον νικητὴν καὶ τροπαιοῦχον βασιλικοῖς χαρακτῆρσιν ἐκτυπού- μενος, πᾶσι τοῖς ἔθνεσι λαμπραῖς καὶ ἀνεπισκιάστοις φωναῖς ἔ τε καὶ λόφῳ, τὴν εὐσεβῆ καὶ φιλόθεον ὁμολογίαν προκηρύττων.

← Previous — showing 201250 of 250

First Thousand Years of Greek. CTS URN tlg2018.tlg022.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.