Ancient Textssearch the texts themselves, not just their titles

← Library

Anthologiarum libri ix

First Thousand Years of Greek · First Thousand Years of Greek · 670 sections

  1. 6.6.7.1

    Σελήνη δεσπόζει ἐτῶν β΄ μηνὸς α΄· ἐξ ὧν ἑαυτῇ μερίζει μῆνας δ΄ ἡμέρας κδ΄ ὥρας ι΄, Κρόνῳ μῆνας ε΄ ἡμέρας ιδ΄ ὥρας ι΄ , Διὶ μῆνας ἡμέρας θ΄ ὥρας ιη΄, Ἄρει μῆνας β΄ ἡμέρας κβ΄ ὥρας ε΄, Ἡλίῳ μῆνας γ΄ ἡιμέρας κ΄ ὥρας ια΄, Ἑρμῇ μῆνας γ΄ ἡμέρας κϚ΄ ὥρας Ϛ΄ δ΄, Ἀχροδίτῃ μῆνα α΄ ἡμέρας ιζ΄ ὥρας Ϛ΄ δ΄ Κρόνῳ μῆνας ε΄ ἡμέρας κδ΄ ὥρας δ΄.

  2. 6.7.1.1

    Αλλως δʼ ἂν θέλωμεν εἰδέναι αἱ καταγόμεναι ἡμέραι τίνος ἀστέρος εἰσίν, οὕτως ποιήσωμεν. τὰ καταγόμενα ἐπὶ τὰς τξε΄ δ΄ πολυπλασιάσαντες καὶ τὰς ἀπὸ γενεθλίων ἕως τῆς ζητουμένης ἡμέρας ἐπισυνθέντες καὶ συγκεφαλαιώσαντες ἀφαιροῦμεν κύκλους ἀνὰ ρκθ΄ ἡμερῶν ὅσους δυνάμεθα καὶ σκοποῦμεν, πόσοι κύκλοι γεγόνασιν· ἐξ ὧν πάλιν ἑβδομαδικοὺς κύκλους διεκβαλοῦμεν, καὶ ὁ ἐντὸς τῆς ἑβδομάδος περιλειφθεὶς κύκλος προδηλώσει, τίνος ἀστέρος εἰσὶ καὶ τίνος αἱ ἡμέραι. οῖον ἐπὶ τοῦ προκειμένου θέματος τὰ πλήρη νβ’ ἔτη ἐπὶ τξέ πολυπλασιάσαντες γίνονται ἡμέραι μυριὰς ηπ𝒢γ΄ καὶ ἀπὸ Μεχὶρ ιβ΄ ἕως τῆς ζητουμένης Παϋνὶ ιέ ἡμέραι ρκγ΄ ὁμοῦ γίνονται ἡμέραι μνριὰς θρις΄. ἐξ ὧν ἀφεῖλον κύκλους ἀνὰ ρκθ΄ γίνονται κύκλοι ρμη΄ , καὶ λοιπαὶ ἡμέραι κδ΄ τοῦ ρμθ΄ κύκλου. πάλιν ἐκ τούτων ἀφεῖλον ἑβδομαδικοὺς κύκλους κα΄ , τουτέστιν ἐκ τῶν ρμθ΄ λοιποὶ περιλείπονται κύκλοι θ΄. ἐπεὶ οὖν καθὼς πρόκειται ἡ Σελήνη ἀφέτης εὑρέθη, ἔδωκα πάλιν τὸν α’ κύκλον τῆς ἑβδομάδος αὐτῇ τῇ Σελήνη πρώτῃ. τὸν δὲ δεύτερον κύκλον ἔσχεν ἡ μετʼ αὐτὴν Ἀρροδίτη ἡμέρας κδ΄ ἔχουσα, ἐξ ὧν ἑαυτῇ ἔδωκεν ἡμέρας ή . ἔπειτα Διὶ ἡμέρας ιβ΄· λοιπαὶ περιλείπονται ἡμέραι δ΄ Κρόνου, ἐν αἷς κατεδικάσθη.

  3. 6.7.2.1

    Ἤ πάλιν πειρατέον τοὺς ἑβδομαδικοὺς κύκλους εἰς μθ΄ ἐτηρίδας κατάξαντας ἀπολύειν ἀπὸ τοῦ ἀφέτου ἀνὰ μίαν, καὶ εἰς σἶον ἄν ἀστέρα καταλήξῃ, ἐκεῖνος ἄρξει τῆς μθ΄ ἐτηρίδος καὶ τοῦ πρώτου κύκλου τοῦ ἑβδομαδικοῦ· εῖθ᾿ ἑξῆς τοῖς λοιποῖς παραδώσεις τούς κύκλους. οῖον ἐπὶ τοῦ προκειμένου θέματος ἐπεὶ ρμθ΄ κύκλοι ἑβδομαδικοὶ εὑρέθησαν, ἐκ τούτων ἀφεῖλον μθ΄ ἐτηρίδος γ΄. λοιποὶ περιλείπονται κύκλοι δύο τῆς τετάρτης μθ΄ ἐτηρίδος. τὰς οὖν τέσσαρας ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξα ἐπὶ Κρόνον· ὥστε τῆς μὲν τετάρτης μθ΄ ἐτηρίδος ἄρχει Κρόνος. καὶ τὸν πρῶτον ἑβδομαδικὸν κύκλον ἑαυτῶ μερίσας τόν δεύτερον παρέδωκε τῷ μετ' αὐτὸν Ἄρει ἔχοντι ἡμέρας κδ΄ ἐξ ὧν ἐαυτῷ ἐμέρισεν ἡμέρας ιέ· καὶ λοιπαὶ ἡμέραι θ΄ Ἡλίου.

  4. 6.7.3.1

    Ὅτι οὐ δεόντως ἔνιοι τὴν ἄφεσιν τῆς προκειμένης ἀγωγῆς ποιοῦνται.

  5. 6.7.4.1

    Οἱ πλεῖστοι μέντοι μερίζουσι τοὺς χρόνους ἐπὶ πάσης γενέσεως κατὰ τὴν ἑπτάζωνον ἀρξάμενοι ἀπὸ Κρόνου ἔπειτα Διί, εῖτα Ἄρει, εῖτα Ἡλίῳ, μεθʼ ὃν Αφροδίτη, ἔπειτα Ερμῇ καὶ ἐξῆς Σελήνῃ. καὶ ὁμοίως κατὰ ἀνακύκλησιν τῶν χρόνων σκοποῦσι τὸν δεσπόζοντα τῆς ἑβδομάδος καὶ τῶν ἡμερῶν. ἐμοὶ δʼ οὐκ ἀρέσκει τὸ τοιοῦτον, ἐπεὶ οἱ αὐτοὶ χρονοκράτορες ἐπὶ τῶν πλείστων. γενέσεων εὑρεθήσονται, ἀλλὰ καθὼς πρόκειται ἔκ τε Ἡλίου καὶ Σελήνης ὁ ἀφέτης κριθήσεται ἢ ὁ μετὰ τὸν ώροσκόπον εὑρισκόμενος ἀστὴρ καὶ οἱ ἐξῆς, καθὼς ἔτυχον ἐπὶ γενέσεως ζῳδιακῶς τε καὶ μοιρικῶς διακείμενοι.

  6. 6.8.1.1

    Ἐπεὶ δὲ τὴν μὲν εὕρεσιν τῶν ζητουμένων ῥᾳδίαν ἐκεκτήμην διὰ τὴν συνεχῆ γυμνασίαν καὶ ποικίλης ἀγωγῆς ὕλην, ἡ δὲ διάκρισις καὶ ὁ σαχὴς ἔλεγχος ἐδεῖτο χρόνου, οὖτος δέ μοι βραχὺς περιελείπετο (ἔστι γὰρ στιγμιαῖος ὁ τῶν ἀνθρώπων βίος, κἂν πάνυ τι δόξῃ ὑπερρρονεῖν), ὡσὰν πατὴρ πρὸς τῷ τέλει τοῦ βίου νόσῳ βαρούμενος τέκνοις ἐντολὰς συντόμους καταλείπει, πρὶν φθάσαι τὴν φίμωσιν, καὶ αὐτὸς μετὰ πάσης σπουδῆς τὰ συνεμπίπτοντά μοι κεφάλαια τῶν θεμωρημάτων ἀνασκοπούμενος ἐθημειούμην, τοῖς φιλοκάλοις ἀρχὴν εἰσόδου δωρούμενος. εἰ δὲ ἦν μακρόβιος ἢ ἀθάνατος ὁ νοῦς, ἀναμφίλεκτος καὶ μονομερὴς ἡ διάκρισις ἐτύγχανε· θεοὶ δὲ πάντα ἴσα σι. ἐπεὶ οὖν συνεκτικώτατον κεφάλαιόν ἐστι τὸ περὶ χρόνων ζωῆς, πολυμερῶς τε οὕτως τοῖς ἔμπροσθεν συντέτακται. συμβαλὼν δέ τινι μεγαλαυχοῦντι περὶ ἑτέρας ἀγωγῆς εὗρον διὰ πολλῆς πλάνης μεθοδικῶν ἀριθμῶν πεποικιλμένην τὴν αἵρεσιν, ἣν καὶ αὐτὸς πρότερον μὲν ἠπιστάμην σαφέστερον καὶ νῦν δᾶ διὰ τὴν φιλονεικίαν διασαφήσω ἐκκόψας τάς ματαιολογίας. πᾶσα γάρ ἀγωγή συγκρινομένη πρὸς ἑτέραν καὶ τὸν ἔλεγχον λαβοῦσα φυσικὴν καὶ ἀκριβῆ καὶ τὴν θεωρίαν ἐνδείκνυται.

  7. 6.8.2.1

    Ἔστω οὖν ἡμῖν λόγος πρός τε τὴν φωσφόρον Σελήνην καὶ πρὸς τὸν ὡροσκόπον· οὖτοι γάρ ἑαυτοῖς συγκιρνάμενοι κἄτι τάς ὡριαίας κινήσεις πρὸς τάς ἐπικαίρους στάσεις καὶ τὴν φυσικὴν μόρφωσιν τὴν ἄφεσιν καὶ τὴν ἀρχὴν καὶ τέλος ἐνδείκνυνται. τῆς γὰρ σπορᾶς καὶ τῆς ἐκτροπῆς μυστικῶς τὴν δύναμιν ἐκληρώσαντο, καὶ οὔτε Ἄρης οὔτε Κρόνος ἀναιρέται κριθήσονται οὔτε μὴν οἱ ἀγαθοποιοὶ βοηθοί, ἀλλʼ ὁπόταν Σελήνη ἀφέτης εὑρεθῇ, παραφ υλάσσειν χρὴ τὰς κολλήσεις καὶ τὰς ξαγώνους πλευρὰς καὶ τετραγώνους καὶ διαμέτρους τάς πρὸς τὸν ὡροσκόπον, μάλιστα ἐν τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἰσοδυναμοῦσι τοῖς ἀκούουσι καὶ βλέπουσι ζῳδίοις ἢ ἀντισκίοις μοίραις. ὡσαύτως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης, τάς πρὸς Σελήνην διαστάσεις ώσαύτμως σκοπεῖν κατὰ ἀναφοράν.

  8. 6.8.3.1

    Ἔδοξε δέ μοι ἐκ πείρας θανατικὰς κρίνειν μοίρας καὶ δυναστικάς τάς μαρτυρίας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων τετραγώνους καὶ διαμέτρους. αὗται γὰρ εἰς κεντροθεσίαν οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν. πολλῆς δὲ πλάνης συνεμπιπτούσης ἑκάστοτε περὶ τοὺς ἀφετικοὺς ἤτοι ἀναιρετικοὺς τόπους καὶ σχεδόν τινων καὶ παρεχομένων τὰς τῆς θεωρίας ὁ μὴ παρὼν ἔλεγχος τῆς ἀληθείας ψόγον καὶ ἀποτροπὴν ἐργάζεται, ἀναγκαίως ἔσχον ἐξευρὼν ἐπιδιασαρῆσαι τὴν πλάνην. Ὁπόταν μὲν γὰρ κατὰ μόνας αἱ ἀφέσεις πρὸς τὴν δοκοῦσαν ἀναίρεσιν ἀσύμφμωνος εὑρεθῇ, σκοπεῖν δεῖ ἀμφοτέρους τοὺς ἀριθμοὺς καὶ κατὰ ἀναφοράν ἡγεῖσθαι βιώσιμον χρόνον τοῦτον, ἐάνπερ μὴ κατὰ πολὺ ὑπερβάλλῃ τὸν μέγιστον χρόνον σπανίως γάρ τινες βιοῦσιν. ἢ καὶ ἄλίως ὁπόταν πολὺ διάστημα τῆς ἀφέσεως εὑρεθῇ τῆς Σελήνης ἢ| καὶ τοῦ ὡροσκόπου ἐν τῳ αὐτῷ ζῳδίῳ ὄντων ἢ καὶ καθʼ ἑτέραν τινὰ ἄφεσιν μὴ συμβῇ τὸ διάστημα τοῖς πολυαναφόροις ζῳδίοις εὑρεῖν, ὥστε τοὺς ἀφετικοὺς τόπους συνεγγίζειν ἀλλήλοις, ἐξαριθμήσαντας τοὺς χρόνους κατὰ ἀναφορὰν καὶ τούτων λαβόντας τὴν ἡμίσειαν ἡγεῖσθαι ζωτικὸν χρόνον. οὐ μόνον δʼ ἐπὶ τοῦ μεγίστου διαστήματος ἣ τῶν πολυχρονίων σκοπεῖν δεῖ τὴν ἄφεσιν, ἀλλὰ καὶ τοῦ ἐλαχίστου καὶ ἐπισυνθέτου τῶν ἀφέσεων πρὸς τούς ὀλιγοχρονίους. πρὸς δὲ τὴν ἀφετικὴν τῶν χρόνων διάκρισιν τῆς Σελήνης μοιρικαὶ φάσεις καθʼ ἕκαστον ζῴδιον λογιζόμεναι πρὸς τὰς ἀρέσεις καὶ συναρμοζόμεναι πρὸς τὴν τοῦ διαστήματος ρονογραφίαν τὴν ἀναίρεσιν προδηλοῦσι, καὶ μάλιστα ἀπὸ Σελήνης· αὕτη γάρ ἀφέτις γενομένη ὑπὸ ἑαυτῆς ἀναιρεθήσεται· εἰσὶ δὲ αἰ τῆς συνόδου ἢ πανσελήνου καὶ τῶν δυοῖν διχοτόμων, ἐνεργητικῆς οὔσης τῆς ἐπὶ δυτικὸν. πρῶτον φερομένης.

  9. 6.8.4.1

    Ὅθεν μή τις ἡμᾶς δόξη πολυμερῶς καὶ ποικίλως συντεταχέναι· ἀγαπητὸν γὰρ ἐμοὶ μὲν πᾶσαν ζητήματος θέσιν προμεμηνυκέναι, δυνατὸν δὲ καὶ τοῖς ἐντυγχάνουσι προγυμνασθεῖσι χρόνῳ ταῖς ἀγωγαῖς καὶ τὰ πολλὰ παραπεμψαμένοις ἐπὶ τὴν φυσικὴν καὶ ἀτρεκῆ ὁδὸν καταντῆσαι. προεῖπον γὰρ τοῖς ἐμπροσθὲν, ὅτι ἃ μὲν ἐκ τῶν παλαιῶν σκοτεινῶς συντεταγμένα ἐπελυσάμην, ἃ δὲ καθὼς ἔδοξέ τισιν, οὕτως ἔχειν καλῶς ἐδόκουν, ἴνα μὴ δόξω ἀμύητος τῆς ἐντεύξεως γεγονέναι, ἃ δὲ καὶ αὐτὸς ἰδίως ἀνευρὼν συνέταξα, οἷς οἱ πεισθέντες ἀμετανόητον τὴν εἴσοδον κτήσονται. παρατηρητέον δὲ τοὺς ἀφετικούς καὶ ἀναιρετικούς τόπους, τίνων ἀστέρων ζῳδίοις ἢ καὶ ὁρίοις ἔτυχον· ἐκ γάρ τούτων αἵ τε αἰτίαι καὶ οἵ θάνατοι καταλαμβάνονται κατὰ τἀς φυσικάς αὐτῶν ἐνεργείας. χρή οὖν σκοπεῖν, τίς ὑπὸ τίνος κακοῦται ἡ βοηθεῖται ῇ καὶ συμπαθὴς ἢ ἀλλότριος τυγχάνει ὅπως τε πρὸς ἀλλήλους σχηματογραφίαι κατὰ γένεσιν τυγχάνουσι καὶ κατʼ ἐπέμβασιν καὶ κατὰ τὰς τῶν χρόνων παραλήψεις. καὶ περὶ μὲν ζῳδιακῶν καὶ μοιρικῶν ὡρῶν καὶ χρηματιζουσῶν μοιρῶν πολὺς ἡμῖν ὁ λόγος ἐμπροσθεν δεδήλωται τὴν ἁρμονίαν ἐχουσῶν εἰς τὸν περὶ ζωῆς χρόνον πολυμερῶς καὶ ποικίλως, καὶ εἰ μὴ κατὰ τὰς αὐτάς μοίρας ἢ κατὰ τὰ αὐτὰ ζῴδια τὴν κατάληξιν ἐχουσῶν τὴν αὐτὴν καὶ συνεγγίζουσαν, ὅπερ σπάνιον καὶ δύσπιστον παρά πολλῶν νομίζεται, ἀλλὰ τῷ κοσμικῷ περιπολήματι πάντα δυνατὰ καὶ ἐφικτὰ καὶ σεμνὰ καὶ ἀληθινὰ τυγχάνει καὶ χμρεῖ ἐπὶ τοσοῦτον διὰ μυρίων καὶ ποικίλων ἀγωγῶν, ἐφʼ ὅσον ἄν ζητῶν τις εὑρίσκῃ οὐ διὰ πλάνων ἀλλὰ φυσικῆς δημιουργίας. καὶ γὰρ αὐτὸς ὁ κόσμος ἀπλανὴς τυγχάνει καὶ ἃ κέκτηται ἀγαθὰ καὶ σεβάσμια ἡμέρας καὶ νυκτὸς προφανῆ πᾶσι δείκνυται ἀφθόνως. καὶ βλεπόμενα μὲν οὖν οὐ καταλαμβάνεται, συνέσει δὲ νοούμενα γινώσκεται, καθὼς ἕκαστα ὑπολαμβάνει. ἐκ τούτου δὲ μὲν ὁρώμενον καὶ γινόμενον καὶ λεγόμενον καταληπτὸν ὄν καὶ αὐτὸς μετέλαβον παραπεμψάμενος, τίνες ἂν εἴησαν καὶ πόθεν καὶ πῶς· ἕτεροι γὰρ περὶ τῶν τοιούτων ἀπείρους λόγους ἐποιήσαντο. ἀλλʼ ἅγε ἐκ παρατηρήσεμως χρόνων εὑρεθέντα καὶ δοκιμασθέντα συγκρίνας καὶ μύστης γενόμενος συνέταξα δοκῶν ταῖς γραφαῖς τεθεικέναι ἀρχήν, ἀνασκοτεινῶν τυποῦμαι καὶ οὐ διαλιμπάνω κάμνων μεθʼ ἡδονῆς. ἄγει γάρ με ἡ τῶν κοσμικῶν δημιουργία καὶ ἡ τῶν ζητουμένων ἀνεύρεσις πε ριπλέκουσα καινοτέροις θεωρήμασιν.

  10. 6.9.1.1

    Ψηφίζεται ἡ Σελἡνη ἐπὶ πάσης γενέσεως μήκει καὶ πλάτει, καὶ σκοποῦμεν εἰς ποῖον ζῴδιον ἐκπίπτει πλάτος τῆς Σελήνης· ὅπου δʼ ἂν εὕρωμεν, ἐκεῖ ἕξει τὴν σπορίμην Σελήνην. πάντοτε γάρ ἐπὶ πάσης γενέσεως τῆς ἐκτροπῆς πλάτος ἐκπίπτει ἐπὶ τὴν σπορίμην Σελήνην ἐπὶ τὴν αὐτὴν μοῖραν, ἣν καὶ εἶχεν ἐπὶ τῆς σπορᾶς. οὐ γάρ δυνατὸν πληρωθέντος τοῦ χρόνου ὑπερβῆναι τὴν Σελήνην τὸν ἴδιον σκοπόν. ἀνάδραμε γὰρ τὰς ἡμέρας καὶ στήσας τὴν Σελήνην ἐπὶ τὴν μοῖραν ἴδε, πῶς γέγονεν ἡ προγενομένη σύνοδος, καὶ ἀπʼ αὐτῆς προτίθει τὰς ἡμέρας καὶ γνώσῃ, ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ συνελήφθη καὶ πότερον μηνῶν η΄ ἢ ι΄ ἐγέετο ὁ γεννηθείς.

  11. 6.9.2.1

    Ἔὰν γὰρ ὁ σπόριμος Ἥλιος ὑποδείγματος χάριν Κριῷ ᾖ τῆς Σελήνης φερομένης ἀπὸ συνόδου ἄχρι μοιρῶν ρκ΄, ἕξει τὴν τελείαν σποράν (οὐ γάρ δυνατὸν ὑπερβῆναι τὲς ρκ΄ μοίρας διὰ αὐταῖς πληροῦσθαι τὸν τέλειον ὡροσκόπον τῶν σο΄ μοιρῶν) καὶ γίνεται τῳ δεκάτῳ μηνί. ἐὰν οὖν ὑπερβῇ τὰς ρκ΄ μοίρας, πάντοτε τοῖς θ΄ προστίθει εἰς τάς ἡμέρας καὶ ἐπικεραλαιὼσας ἐπιγνώσῃ, πόσαις ἡμέραις συνελήφ θη. πάντοτε οὖν θηρεύσας τὴν μοῖραν τοῦ πλάτους ἴδε, διὰ πόσων ἡμερῶν καὶ ὡρῶν ἡ Σελήνη ἐπέχει ἐπὶ τὸν αὐτὸν σκοπόν ὥσπερ γάρ τροχὸς κυλιόμενος ἐνέκοψεν ἐπὶ τὴν ἰδίαν ἐλθοῦσα ἐποχήν.

  12. 6.9.3.1

    Ταῦτα μὲν οὖν συνέταξα οὐ ποιητικῶς, ὥς τινες ἢ ἐπακτικὴν ἀκρόασιν πράσσουσι τῇ τῶν λόγων συνθήκη ἣ καὶ μέτρου ἁρμονίᾳ θέλγοντες τούς ἀκούοντας μυθώδεις καὶ ἐπιπλάστους ἐπιφερόμενοι σκοτεινολογίας. ἐγώ δὲ οὐ λόγῳ καλῷ χρησάμενος, πολλὰ δὲ καμών καὶ παθὼν αὐτόπτης γενόμενος τῶν πραγμάτων δοκιμάσας συνέγραψα. τὸ γάρ παθεῖν τοῦ ἀκούειν βέλτιον καὶ ἀληθέστερον ὑπάρχει. ὁ μὲν γὰρ ἀκούσας δύσπιστον καὶ ἀμφίβολον τὴν χρῆσιν ἔχει, ὁ δὲ πεπονθώς παρεὶς πολλὰ καὶ μεμνημένος ἐκύρωσε τὸ πάσχον. ἀλλὰ φυσικῶς τινες βάσκανοι καὶ ιλόνεικοι καί ἐναντιόβουλοι ὑπάρχοντες ῥᾳδίως ἁλίσκονται καὶ τιμωροῦνται, φύσις δὲ ῥυθμισθῆναι μὲν οὐ δύναται, ἀναγκασθεῖσα δὲ μετὰ αἰδοῦς καὶ λύπης πραύνεται, ἐλεγχομένη δὲ ἀγανακτεῖ καὶ τολμηροτέρα γίνεται ἐρεθιζομένη. καὶ μάλιστα ἐπὶ τῶν νέων ἐστι συνιδεῖν, ὡς ἄλλο πράσσειν οἴονται καὶ τὴν ἐξουσίαν αὐτῶν διαδιδόασι τοῦ τε φαύλου καὶ ἀγαθοῦ καὶ πρὸς θέλον φερόμενοι βιάζονται ἄρχειν τε καὶ ἀντιπράσσειν καὶ πρὸς πάντα θρασύνεσθαι φίλων τε γένους ἀλλότριοι γινόμενοι ἐχθροῖς ἥδονται, βουκολοῦντες δὲ μέλλον πάντων καταφρονοῦσι χαίροντες ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς, ὡς καὶ καθʼ ἑαυτῶν ἐπιβάλλεσθαι καὶ ἐπικίνδυνον εὔξασθαι διὰ τούς ἐχθρούς κακίαν. τοὐναντίον δὲ πάσχουσιν ὀδυνώμενοι μάτην θεούς τε μή τιμῶντες τὸν θάνατον οὐ φοβοῦνται, ἀγονται δὲ ὑπὸ τοῦ δαίμονος. τῶν δὲ τοιούτων καὶ τὸ τέλος αίφνίδιον καὶ ἐπισφαλὲς καὶ ὁ βίος εὔθραυστος. βέλτιον οὖν ἐστι κατὰ δυνατὸν ἑκόντας ἀνθρώπους ἀποθέσθαι μὲν ἀπὸ τῆς ψυχῆς ὑψηλὸν αὐχένα καὶ μὴ θρασύνεσθαι, μεταμφιασαμένους δὲ τὸν λογισμὸν ἐκδότους ἑαυτοὺς παρέχειν· οὐδεὶς γὰρ ἐλεύθερος, πάντες δὲ δοῦλοι τῆς εἱμαρμένης πεφύκασιν, ἦ κατακόλουθοι γενόμενοι ἀτάραχοι μὲν καὶ ἀλύπητοι κατὰ τὸ ὅσιον διεξάγουσι προγεγυμνακότες θαρραλέαν τὴν ψυχήν. ἢν δέ τις ἀληθινὸν ἀναλαβὼν φρόνημα τὴν ἐξουσίαν τῶν πρασσομένων ἑαυτῷ ἀπονέμῃ. ἐλεγχόμενος ὑπὸ τοῦ μὴ δύνασθαι καὶ μάτην καταγέλαστος γενόμενος μιμήσεται τὸν τραγικὸν Εὐριπί ίδην λέγων· ἄγου δέ μʼ ὦ Ζε ῦ καὶ σύ γʼ ἡ πεπρμμένη, ὅπο ποθ᾿ ὑμπῖν εἰμι διατεταγμένος, ὡς ἕψομαί γε κἂν ὀκνῶ. κἂν μὴ θέλω, κακὸς γενόμενος αὐτὸ τοῦτο πείσομαι. ἀλλʼ ἐπὶ παντὶ εἴδει λογικῷ τε καὶ ἀλόγῳ τέχνης καὶ ἐπιτηδεύσεως ἢ καὶ ἄλλης ἡσδηποτοῦν αἰτίας Νέμεσις χαλιναγωγὸς ἔπεστι, κατὰ τὸν μυθικὸν λόγον πῆχυν κατέχουσα, μηδὲν πράσσειν ὑπαρ τὸ μέτρον ἐμφαίνουσα, καὶ τροχὸν ὑποκείμενον τῷ σφυρῷ κέκτῃται σημαίνουσα τὰ λεγόμενα ἄστατα καὶ ἀβέαια τυγχάνειν, ἐπεὶ καὶ ὁ τροχὸς εἰς ἑαυτὸν ἀνακυκλούμενος ἀστήρικτος ὑπάρχει. τὸν αὑτὸν τρόπον καὶ ψέγοντες καὶ μεγαλαυχοῦντες παλίνδρομον τὴν διάνοιαν κτησάμενοι καὶ ἀμετανόητον λογισμὸν τοῖς αὑτοῖς πάθεσι περιπεσόντες ἐν ἱδρῶσι διάγουσι μὴ δυνάμενοι τυχεῖν, ὧν προτέρως μὲν καταφρονοῦντες ὑστέρου δὲ θελήσαντες ἐσφάλήσαν.

  13. 6.9.4.1

    Οὐεττίου Οὐάλεντος ἀνθολογιῶν βιβλίον Ϛ΄ τετέλεσται.

  14. 7.pr.1.1

    Χρὴ μὲν οὖν πρὸ πάντων καὶ περὶ ταύτης τῆς βίβλου ὅρκον προτάξαι τοῖς ἐντυγχάνουσιν, ὅπως πεφυλαγμένως καὶ μυστικῶς ἔχωσι τὰ λεγόμενα ποικίλως γάρ καὶ ἀκολούθως τάς προκειμένας αἱρέσεις ἐθέμην εἰς προτροπὴν καὶ ἀγωγὴν φιλόκαλον πολλὴν δύναμιν ἐχούσας, ὅπως ἀπὸ τῶν ἐλαχίστων ἐπὶ τὰ μείζονα τὴν ἐπιθυμίαν ἐπεκτείνωσι καὶ μὴ διαλιπόντες ψόγον καθʼ ἡμῶν οἴσονται. βέλτιον οὖν ἐστι προγυμνασθέντας ταῖς συντεταγμέναις ὑφ’ ἡμῶν βίβλοις ἐπὶ ταύτας ἐλθεῖν· ἐκ γὰρ τῶν καθολικῶν καὶ μερικῶν συγκρίσεων ἄπταιστος ἡ διαίρεσις καὶ σεβάσμιος κριθήσεται. καὶ καθάπερ ἄν εἴς τινα ἀκρώρειαν διὰ βαθμῶν καὶ περικαμπῶν τόπων ἀνελθὼν τις μετά πολλοῦ πόνου καὶ εὑρὼν ναοῦ κατασκευὴν καὶ πολυτέλειαν ἀγαλμάτων χρυσοῦ τε καὶ ἀργύρου ήδ᾿ ἐλέφαντος καὶ τινα τινα ἁλουργήματα ἀμετανόητον καὶ ἀκοπίατον ἡγεῖται τὴν ἄνοδον καὶ μεθʼ ἡδονῆς θρησκεύει φαντασιούμενος οὐρανίοις θεοῖς προσομιλεῖν, τὸν αὐτὸν τρόπον καὶ οἱ ταῖς παραγγελίαις ἡμῶν πειθόμενοι· οὕς ὁρκίζω Ἡλἰου μὲν ἱερὸν κύκλον καὶ Σελήνης ἀνωμάλους δρόμους τῶν τε λοιπῶν ἀστέρων δυνάμεις καὶ κύκλον δυοκαίδεκα ζῳδίων ἀποκρύφ οις ταῦτα ἔχειν καὶ τοῖς ἀπαιδεύτοις ἥ ἀμυήτοις μὴ μεταδιδόναι τιμήν τε καὶ μνήμην τῳ εἰσηγησαμένῳ ἀπονέμειν. εὐορκοῦσι μὲν εὖ εἴη καὶ καταθύμιοι οἱ προκείμενοι θεοί, ἐπιορκοῦσι δὲ τὰ ἐναντία.

  15. 7.1.1.1

    Ἐπεὶ οὖν ἐν τοῖς ἐμπροσθὲν περὶ τῶν ἀναρορῶν ἐδηλώσαμεν. ὡς δύναμιν ἔχουσι περὶ τὰς τῶν χρόνων αἱρέσεις, ἀναγκαῖον καὶ νῦν ἐπιδιασαφῆ ῆσαι. ἐπὶ πάσης γενέσεως ἀκριβῶς τῶν ἀστέρων ἐκτεθέντων σκοπεῖν δεήσει τὸν οἰκοδεσπότην, πῶς ἐχημάτισται ἢ ὑπὸ τίνων μαρτυρεῖται καὶ εἰ ἀνατολικὸς ἢ δυτικὸς καὶ εἰ οἰκεῖον σχῆμα ἢ ἀλλότριον τῆς αἱρέσεως κέκτηται, τόν τε τούτου ἐπίκοινον καὶ τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον συνορᾶν, ὁμοίως δὲ καὶ μέγεθος τῆς γενέσεως.

  16. 7.1.2.1

    Ἐὰν γάρ πως ἐπίκεντρος χρηματίζων εὑρεθῇ οἰκοδεσπότης, αὐτὸς ἄρξει τῶν χρόνων, εἶτα ἐξῆς οἱ μετʼ αὐτόν. ἐὰν δὲ ἐν τῷ αὐτῷ ζῳδίῳ ὦσι, κατὰ τὰς μοίρας λογιστέον, ἐπεί τοι γε οἱ ἀνατολικώτεροι . προηγουμένως δὲ συνορᾶν χρὴ τὸ ὡροσκοπικὸν κέντρον τόν τε τούτου οἰκοδεσπότην δπμως ἐθχημάτισται· ἐὰν γὰρ αὐτοῦ τύχῃ παρών ἢ οἰκείως ἐν ἑτέρῳ, ἀγαθὸς πρὸς τοὺς ζωτικοὺς χρόνους καὶ πρὸς τὰ τῆς ψυχῆς ἐνεργήματα εἰ δὲ ὑπὸ δύσιν τύχη ἦ ἐναντίος ἢ ἀνοικείως σχηματισθῇ, χαλεπός. ἢ γὰρ τὴν τοῦ ὡροσκοποῦντος ζῳδίου ἀναφοράν ἢ τὴν ἐφʼ οὖ πάρεστιν ἢ τὴν οὖ τὸ ζῴδιόν ἐστιν ἢ τὴν περίοδον τελέσας ἀπολείπει τούς χρόνους. ποιεῖ δὲ καὶ οὕτω τυχὼν ὀλιγοχρονίους ἢ καὶ ἀντὶ ἐτῶν μῆνας ἢ ἀντὶ μηνῶν ἡμέρας παρέχει. ἐὰν δὲ κύριος μὲν τοῦ ὡροσκόπου μὴ συμπαρῇ, ἕτερος δέ, ἐκεῖνος ἄρξει τῶν χρόνων· ἂν δὲ καὶ ἕτεροι συμπαρῶσι, κἀκεῖνοι συμμεριοῦσι, πρότερος μέντοι ὁ ἀνατολικώτερος ἢ οἰκειούμενρς τῷ ζῳδίῳ. ὅμοια δὲ ἀποτελέσματα ἐκ τε τῆς τοῦ ἀστέρος καὶ ἐκ τῆς τοῦ ζῳδίου φύσεως καταληφθήσεται. εἰ δέ πως ἐν τῷ κέντρῳ μὴ εὑρεθεῖεν, προανηνεγμένοι δέ, πρὸς ὀλίγον ἄρξουσι τῶν χρόνων ἢ καὶ ὅσον τοῦ ζῳδίου μέρος κατὰ τάς μοίρας διώδευσαν, ἀφελοῦσιν ἐκ τῶν ἰδίων ἀριθμῶν καὶ ἀναφορῶν.

  17. 7.1.3.1

    Μετὰ δὲ ὡροσκοπικὸν κέντρον θεωρεῖν δεῖ μεσουράνημα ὁμοίως καὶ τὸν τούτου κύριον συγκρίνειν καὶ ἐξῆς δῦνον, μεθʼ ὃ ὑπόγειον. ἐὰν δέ πως ἐπὶ τῶν κέντρων μὴ εὑρεθῶσι, τὴν ἐπὶ τῶν ἀναφορῶν ἡγεμονίαν σκοπητέον· ἐὰν δὲ μηδὲ οὕτως τύχωσιν οἱ ἀστέρες ἐπιπαρόντες, τούς τοῖς ἀποκλίμασι συνορᾶν χρή εἰ γάρ καὶ μὴ τοσαύτην δύναμιν κέκτηνται πρός τε τὰς πράξεις καὶ τούς τελείους χρόνους, πλὴν ἐνεργήσουσιν. ἀναγκαῖον δὲ καὶ τὴν τῆς Σελήνης συναφὴν ἢ ἐπιμαρτυρίαν καὶ τὸν τοῦ ζῳδίου κύριον συνθεωρεῖν· ἐὰν γάρ πως ἐπίκεντρος εὑρεθῇ αἱρέσεως θχῆμα ἔχων, οὖτος ἄρξει τῶν πρώτων χρόνμων, μεθʼ ὃν οἱ ἐπιἐπί κεντρότεροι ἢ φάσιν πεποιημένοιʼ οἱ μέντοι ἀνατολικώτεροι τῶν ἀπεράτων διοίσουσι.

  18. 7.1.4.1

    Τούτων οὕτως κατʼ ἐξέτασιν ἠκριβωμένων λοιπὸν ἐνταῦθα ἀναγκαῖον προειδέναι τὴν καθολικὴν ὑπόστασιν τῆς γενέσεως, καὶ εἰς ποῖον μέγεθος ἢ ἐλάττωμα καταντᾷ, τούς τε βλάπτοντας καὶ ὠφελοῦντας ἀστέρας καὶ τίς τίνος τόπου ἢ εἴδους τὴν κυρίαν κεπλήρωται, οἶον πράξεως δόξης γυναικὸς τέκνων πατρὸς μητρὸς ἀδελφῶν καὶ τῶν λοιπῶν τῶν περὶ σῶμα καὶ ψυχὴν καὶ τὸν βίον ἀνηκόντων, ὦν τοῖς ἐπιμερισμοῖς πρόδηλα τὰ ἀποτελἐθματα γίνεται.

  19. 7.1.5.1

    Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν. πολλάκις δὲ οἱ αὐτοὶ ἀστέρες πολλῶν πραγμάτων δεσπόζουσιν, ἅτινα ἀποτελέσουσι κατὰ τοὺς ἰδίους χρόνους. κἂν ὁμόσε δὲ τύχωσιν τῷ αὐτῷ χρόνῳ, τὰ πράγματα προδηλώσουσι· γνωστέοι δὲ οἱ χρόνοι ἐκ τῆς τῶν ζῳδίων ἀναφορᾶς καὶ ἐκ τῆς ἑκάστου ἀστέρος περιόδου. ἐὰν μὲν οὖν ἐπίκεντροι τύχωσιν ἤ ἐπαναφερόμενοι, τάς ἀναφορὰς καὶ τὰς ἑκάστου ἀστέρος περιόδους ὁλοκλήρους μερίζουσι· καὶ εἰ μὲν πλείων ἡ περίοδος εὑρίσκοιτο τῆς τοῦ ζῳδίου ἀναφορᾶς, ὁ τοὺς χρόνους ἔχων τὴν περίοδον μεριεῖ· εἰ δὲ ἡ ἀναφορὰ τῆς περίοδου πλείων, τὴν ἀναφοράν μεριοῦμεν· ποτὲ δὲ τὰ ὁλόκληρα αὐτῶν ἔτη μερίσουσι. πολλοὶ δὲ ἅμα παρόντες, εἰ μὲν περίοδοι ἐκ πάντων ὑπερβάλλοιεν τῆς ἀναφορᾶς μέγεθος, τὰς περιόδους μερίζουσιν· εἰ δὲ ἐλάττους εὑρίσκοιντο αἱ περίοδοι τῆς ἀναφορᾶς, τὴν ἀναφοράν μεριοῦσιν. ἀλλὰ οἱ λόγον πρὸς μερίσαν ἔχοντες ζῴδιον οἱ γάρ μὴ ἔχοντες λόγον ὥσπερ ἀπὸ τῶν ἀποκλιμάτων οὕτως μερίζουσι τὰ ἐλάχιστα. εἰ δέ τις ἰδιοπροσωπῶν ἢ ἄλλο τι οἰκεῖον ἔχων ζῴδιον τύχῃ, τὴν τοῦ ζῳδίου ἀναφορὰν μόνην μεριεῖ, Τὰ δʼ ἀποτελέσματα γίνεται συμπεραιουμένων τῶν ἀναφορῶν ἢ τῶν περιόδων. ἐὰν δέ πως τοῖς ἀποκλίμασιν εὑρίσκωνται, οὔτε τἀς ἑαυτῶν ἀναφοράς οὔτε τὰς περιόδους τελείας μερίζουσι.

  20. 7.1.6.1

    Χρὴ δὲ καὶ τοῦτο προγινώσκειν, ὅτι οὐ πάντοτε οἱ κακοποιοὶ βλαπτικοὶ τυγχάνουσιν, ἀλλὰ καὶ ὠφέλιμοι καὶ ζωῆς καὶ δόξης παραίτιοι, ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ κινδύνων καὶ βλάβης παρεκτικοί. ἅπερ διὰ τῆς οἰκείας αὐτῶν σχηματογραφίας ἢ καὶ ἐναντιότητος προγινώσκεται. κατελαβόμην μὲν οὖν τοὺς κακοποιἀπεράτων οὺς ἐκ πείρας ἐπὶ μὲν τῶν μετρίων καὶ ταπεινῶν γενέσεων ἀληκακοποιούς· ἀλλεπαλλήλοις γάρ κακοῖς περιτρέπουσι, κἀν πρὸς ὀλίγον ἀγαθοποιοὶ βοηθεῖν δόξωσιν, ἀφαιροῦνται τά περικτηθέντα καὶ ἀπράκτους καὶ δυστυχεῖς κατασκευάζουσι· πλήν τινας εὐεκτοῦντας περὶ σῶμα καὶ ὀρεκτικούς περὶ τάς γραφὰς καὶ ἀδιαφόρους καὶ ἱλαροὺς περὶ τάς πράξεις καὶ μεθʼ ἡδονῆς κοπιῶντας. ἐπὶ δὲ τῶν μειζόνων πρακτικούς καὶ ἐπιδόξους καὶ περιποιητικούς· ἀλλʼ ὅμως οὐδʼ οὕτως λείπονται τῆς οἰκείας αὐτῶν φύσεως· ἕξουσι γάρ τὸ τολμηρὸν καὶ ἐπίφοβον καὶ τυραννικὸν καὶ τὸ πλεονεκτικὸν καὶ τὸ ἀναιρετικὸν καὶ ἀλλοτρίων ἐπιθυμεῖν καὶ παρανόμοις καὶ βιαίοις πράγμασι μολύνεσθαι τό τε καθαιρειικὸν τῆς δόξης καὶ τὸ εὐμετάβολον τῆς τύχης. ὅθεν οὐδὲ τὰς ἀρχὰς οὐδὲ τὰς ἡγεμονίας οὐδὲ τὸν βίον ὁμαλῶς διευθύνουσι, θορύβοις δὲ καὶ ἐπιβουλαῖς περιπίπτουσι πολέμοις τε καὶ ὄχλων ἐπαναστάσεσι καὶ ὕβρεσι. Συμβαίνει δὲ πολλάκις καὶ ἐπί τινων γίνεσθαι λοιμούς, ἐμπρηθμούς, ἀρορίας καρπῶν, κατακλυσμούς, σεισμοὺς κατὰ τὴν ἑκάστου κακοποιοῦ δχηματογραφίαν. ὅθεν καὶ ἃ ἕτεροι ἐνεδείξαντο αὐτοῖς πάσχοντες ἀνιαρῶς διάγουσι καὶ θανάτοις δὲ βιαίοις ἢ ἀπροσδοκήτοις περιπεσόντες ἀπέτισαν δίκας. τῶν δὲ τοιούτων καὶ ἡ τύχη μυθώδης καὶ τὸ τέλος πολυθρύληττον γίνεται.

  21. 7.1.7.1

    Ἵνα δὲ συντόμως τὴν ἀπόδειξιν ποιησώμεθα, ὁποῖον ἂν σχῆμα ἐπὶ γενέσεως οἱ ἀστέρες εὑρίσκωνται ποιούμενοι πρὸς ἀλλήλους, ἤτοι ἀγαθὸν ἢ φαῦλον κατὰ τὴν ὑπόστασιν τῆς καταβολῆς, ἐκεῖνο ἀποτελέσουσι τῶν χρόνων δεσπόζοντες. οἱ μέντοι καθυπερτεροῦντες ἢ ἐναντιούμενοι δυναμικὼτεροί εἰσιν, εὐτονώτεροι δὲ καὶ βεδαιότεροι πρὸς ἀποτέλεσμα οἱ οἰκείοις καὶ ἐπικαίροις ζῳδίοις ὄντες καὶ οἱ τῶν χρόνων δεσπόζοντες. μέντοι Κρόνου καὶ Διὸς διάμετρον πρακτικὸν καὶ ὠφέλιμον διαλαμβανέσθω καὶ μάλιστα ἐν τοῖς οἰκείοις ζῳδίοις, ἐάνπερ μὴ ἀναλύηται ὑπὸ ἑτέρας κακωτικῆς δυνάμεως. ὁμοίως δὲ καὶ ἡ Διὸς καὶ Ἄρεως σχηματογραφία, ἐὰν ἐν οἰκείοις τύχῃ, ἀγαθή· καὶ ἕτερος δὲ ἐν ἑτέρου ζῳδίῳ παρὼν καὶ λόγον ἔχων πρακτικὸς καὶ ὠφέλιμος ἐν τοῖς ἐπιβάλλουσι χρόνοις. χρηματίσει δὲ καὶ ἐκαστος ἀστὴρ σιντελειουμένης τῆς ἰδίας μεγίστης περιόδου.

  22. 7.2.1.1

    Τῶν μὲν οὖν καθολικῶν χρόνων κατά σύγκρισιν προκειμένων λεπτομερεστέραν διαίρεσιν ἐκ πείρας καὶ πόνου ἐξηρευνημένην ὑποτάξω. προλέγω δὲ πᾶσι τοῖς τὰ βέλτιστα μετιέναι βουλομένοις καὶ μάλιστα ταῖς ἡμετέραις αἱρέσεσιν ἢ καὶ τοῖς πολυχρονίαν νόσον τοῦ μαθήματος ἀνίατον κτησαμένοις νηπτεκῶς περὶ τὴν ἀγωγὴν φέρεσθαι καὶ μή παρέργμς μηδεμιῇ αἱρέσει χρησαμένους ἀποφαίνεσθαι. πολλάκις γάρ μιᾷ μὲν συνδραμοῦσα τὸν χρόνον ἀγαθόν τε ἐσήμανεν (ὅπερ καὶ γενήσεται, ἐάν μόνη τῶν χρόνων κυριεύσῃ). ἐὰν δὲ καὶ ἄλλαι κακοποιῶν συνδράμωσιν, οὐ μόνον τὸ ἀγαθὸν ἀνέτρεψαν, ἀλλὰ καὶ φαύλων παραίτιοι γεγόνασι. κἂν μὲν εὔτονος ἡ τῶν ἀγαθοποιῶν χρονογραφί ία κατὰ τὴν γένεσιν τύχῃ, πρᾶξις ἢ δόξα γενήσεται μετʼ ἐναντιωμάτων καὶ ἀναλωμάτων· ἐὰν δὲ ἡ τῶν κακοποιῶν, ἀπραξίαι καὶ ζημίαι καὶ θόρυβοι παρακολουθήσουσι, μέρις ἄν ἡ τῶν ἀγαθοποιῶν χρηματίσῃ. πολλάκις μὲν οὖν ἀστὴρ ἔν τινι ζῳδίῳ ὑπάρχων καὶ συντελέσας ἰδίαν περίοδον ἢ τὴν τοῦ ζῳδίου χρονογραφ ίαν καὶ δοκῶν ἀπολείπειν τοὺς χρόνους συναρμοζόμενος καὶ ἑτέρου ἀποτελέσματος αἴτιος καθίσταται ἢ καὶ ἐν τοῖς αὐτοῖς πράγμασι διακατέχει τὴν γένεσιν. προσπαραληπτέον δὲ καὶ τάς ἑξαγώνους πλευράς, καὶ μάλιστα ὅταν μόναι χρηματίζωσιν, ὡς εὐτόνους καὶ εὐεργετικάς. ἐπὶ μέντοι τῶν νηπίων γενέσεων χρὴ τοὺς χρόνους τῶν μαρτυριῶν λογίζεσθαι, πρῶτον ἡμέρας, εἶτα αὐτὰ τὰ ἔτη. Ὡς ἐπὶ ὑποδείγματος δὲ γενέσεις ὑποτάξωμεν, ἃς μετὰ ἀκριβείας ἐδοκιμάσαμεν ἔν τισιν ἀποτελέσμασι καὶ ὡς παρέτυχον. οἶον ὑποδείγματος χάριν Ἡλιος Σελήνη Ερμῆς Τοξόδτῃ, Κθρόνος Καρκίνῳ, Ζεὺς ὡροσκόπος Σκορπίῳ, Ἄρης Αίγόκερῳ, Ἀφροδίτη Ὑδροχόῳ, κλῆρος τύχης Σκορπίῳ· κλίμα δεύτερον. τῷ λγ΄ ἐφυγαδεύθη· ἡ γὰρ τοῦ ζῳδίου ἀναφορά, ἐν ᾦ ἦν Κρόνος, ἐναντιουμένου Ἄρεως καὶ ἑξάγωνος Σελήνης στάσις πρὸς Ἀρροδίτην ἐπιβουλὴν ἐδήλου διὰ θηλυκῶν προσώπων κατὰ τὰ λγ΄ ἔτη. καὶ τῷ μὲν κζ΄ ἔτει ἔσχε κίνδυνον διὰ τὸν Αἰγόκερων καὶ τῷ λ΄ ἔτει καὶ τῷ μ΄ σωματικὰ πάθη περὶ τὰς ὁψεις καὶ τοὺς πόδας· Καρκίνου γὰρ περίοδος κε΄ καὶ Ἄρεως ἐναντιουμένου ιέ . καὶ ἔως μὲν μβ΄ ἡ τοῦ Ἄρεως περίοδος καὶ ἡ τοῦ Αίγόκερω ἀναφορὰ ἐχρημάτισεν, ἐν οῖς πολλὰ αἴτια ἐγένετο· ὅθεν ὁρικῶς ἐπὶ τῶν τοιούτων σχημάτων προλέγειν χρή, ἐὰν μή πως ἀκτὶς ἀγαθοποιῶν συνδραμοῦσα τὰ πολλὰ τῶν φαύλων ἐκκόψῃ.

  23. 7.2.2.1

    Ἄλλη. Ἥλιος Ἀχροδίτη Ζυγῷ, Κρόνος Κριῷ, Ζεὺς Ταύρω. Ἄρης Ἑρμῆς Παρθένῳ, Σελήνη Τοξότῃ, ὡροσκόπος Ζυγῷ· κλίμα γ΄ . τῷ λθʼ ἔτει ἐφυγαδεύθη. τοῦ Κριοῦ ἀναφορὰ κʼ· ἐκεῖ Κρόνος, καὶ Ἡλἰου διαμετροῦντος ιθ΄ ήναντιώθησαν γὰρ ἀμφότεροι τοῖς ἰδίοις ὑψώμασιν. ἔσχε μὲν οὖν καὶ ἐν τοῖς ἐμπροσθεν χρόνοις κλιμακτῆρας, ἀλλὰ πρὸς σύγκρισιν τῆς προκειμένης γενέσεως (ἐστι γὰρ ἀδελφός) παρεφυλάξαμεν τὸ λθ΄ ἔτος· θαυμάζειν οὖν δεῖ τὴν φύσιν, ὅτι ἐπὶ τὸ αὐτὸ συνήγαγεν τούς χρόνους, καίτοι έν διαφόροις κλίμασι γεννηθέντων.

  24. 7.2.3.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς ὡροσκόπος Τοξδτη, Σελήνη Καρκίν. Κρόνος Λέοντι, Ζεύς Αίγόκερῳ, Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Σκορπίῳ· κλίμα β΄ . τῷ λδ’ ἔτει γυναικὸς θάνατος, τοῖς Λέοντος ἴθ’ καὶ Σκορπίου ιε΄ ῇ αὐτοῦ τοῦ Ἄρεως. ἀμφότεροι δὲ οἱ κακοποιοὶ ἐμπεριέσχον τὴν Ἀχροδίτην. τῷ δὲ λς΄ ἔτει διὰ τὴν αἰτίαν τοῦ θανάτου τῆς γυναικὸς ὡς ἐπιδουλευθείσης ἔμελλε κινδυνεύειν ἐπὶ βασιλέως κατηγορηθείς, πλὴν ἐφυγαδεύθη· τὰ γὰρ λϚ΄ ἔτη ἀναφορά Λέοντος, ὁμοίως δὲ καὶ Σκορπίου, ἔνθα ἔτυχεν Ἀρροδίτη καθυπερτερουμένη ὑπὸ Κρόνου. ἔμελλε δὲ καὶ φιλανθρμωποτέρα χρονογραφία γίνεσθαι τῷ λζ΄ ἔτει, Διὸς ιβ΄ καὶ Σελήνης κατὰ διάμετρον κε . πολλαὶ μὲν οὖν καὶ ἄλλαι ἐπὶ τῶν παρῳχημένων καὶ μελλόντων ἐχρημάτιζον, ἀλλʼ ἅς αὐτὸς ἀκριβέστερον ἐπέγνων καὶ αἷς παρέτυχον, ἐκείνας ἀναγκαῖον ἡγησάμην προτάξαι.

  25. 7.2.4.1

    Ἄ λλη. Ἥλιος Ἄρης Ἀχροδίτη Τοξδτῃ, Σελήνη Ζυγῷ. Κρόνος Διδύμοις, Ζεὺς Παρθένῳ, Ερμῆς Σκορπίῳ, ώροσκόπος Αίγόκερῳ. τῷ ιθ’ ἔτει πατρὸς βιαιοθανασία καὶ αὐτὸς ἀρθαλμοὺς πονήσας ἐπηρώθη· ἐν δὲ τῷ αύτῷ ἔτει ἐξενίτευσε καὶ κίνδυνον κατὰ θάλασσαν ἔσχε· ἐχρημάτισε γὰρ Ἡλἰου περίοδος συνόντος Ἄρεως καὶ διαμετροῦντος Κρόνου. τῷ δὲ κ΄ ἔτει χρησμῷ θεοῦ ἀγωγῇ καὶ χρίσμασιν ἀνέβλεψε· ἐχρημάτισε μὲν γὰρ τότε Κρόνος τῶν δὲ Διδύμων τὰ κ΄ δόντων, ὅθεν καὶ πολλὰ κακὰ ἔπαθε καὶ ἡ Παρθένος τὰ κ΄ ἐδήλου Διὸς ἐπόντος, ἢ Διὸς ιβ΄ καὶ τῆς κατὰ τετράγμωνον Ἀφροδίτης ή γίνεται κ΄. καὶ πρὸς πολλούς οὖν ἀστέρας ὁ χρόνος ἐχώρησε, πλὴν δυναμικοὶ οἱ χρηματίζοντες· οἱ δὲ συμπαρόντες ἥ μαρτυροῦντες ἥττονες εἰς εὐεργετεῖν ἢ κακοποιεῖν, ἀλλʼ ὅμως σθένουσι, καὶ μάλισθʼ ὅταν καθὼς προείπομεν συναιρετιστοῦ ζῴδιον ἢ ὕψωμα ἢ τρίγωνον ἔχωσι. τὴν αὐτὴν οὖν δύναμιν ἔσχον οἶ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ οἱ ἐν ἀποκλμασι τετευχότες, ἐνεργέστερος δὲ Ζεὺς ζῳδίῳ καὶ τόπῳ περὶ θεοῦ καὶ ξένης· ἄλλως τε καὶ ἐὰν ἰσαναφόροις ζῳδίοις ἤ ὁμοζώνοις εὑρεθῶσιν, εἰσὶν εὔτονοι ὡς κατὰ μαρτυρίαν, καὶ μάλισθʼ ὅταν ἐπίκεντρα ἢ χρηματίζοντα τὰ ζῴδια εὑρεθῇ. Αλλη. Ἡλιος Ζεὺς ὡροσκόπος Καρκίνῳ, Σελήνη Τοξότῃ, Κρόνος Διδύμοις, Ἄρης Ταύρῳ, Ἀφροδίτη Ἑρμῆς Λέοντι· κλίμα γ΄ ἐν ἐπισήμῳ τάξει στρατευσάμενος κατηγορίᾳ περιπεσὼν τῷ λη΄ ἔτει καθῃρέθη τῆς δόξης. ἐχρημάτισε γὰρ ἡ ἀναφορὰ τοῦ Ταύρου κγ΄ καὶ Ἀρεως περίοδος ιε΄ . γίνονται λη΄ , ἀλλὰ καὶ ἑξάγμωνος πλευρὰ θρόνου καὶ Ἀφροδίτης λη΄ ἀπὸ μὲν οὖν τοῦ λζ΄ ἔτους φθόνους καὶ ἐναντιώματα ὑπέμεινε· Σελήνη γὰρ τὰ κε΄ ἐδήλου καὶ Τοξότης τὰ ιβ΄. γίνονται λζ΄, ἐναντιουμένου Κρόνου· ἀλλὰ καὶ Καρκίνος κε΄ καὶ Ζεὺς ιβ΄, ὅθεν μικρᾶς βοηθείας ἔτυχε. τῷ δὲ λθ΄ ἔτει ἀπολογηθεὶς καὶ δεηθεὶς οὐδὲν ἴσχυσε κατορθῶσαι· Ἑρμῆς γὰρ Λέοντι ὢν τὰς κ΄ ἐμέρισε καὶ τοῦ ζῳδίου ιθ’, καθυπερτερηθεὶς δὲ ὑπὸ τοῦ τὸ αἴτιον ἀποτελοῦντος ἥττων ἐγένετο. ἄλλως τε καὶ ἔμελλεν ἑτέρου ἐναντιώματος ἄρχεσθαι Κρόνος. Διδύμων ἀναφορὰ κη΄ καὶ Τοξότου ιβ΄. γίνονται μ΄ γέγονεν οὖν καὶ ἐν τούτοις τοῖς χρόνοις καὶ ἐν ξενιτείαις καὶ προδοσίας ἀπὸ γυναxκὸς ἔσχε διὰ γραπτὰ καὶ ὑπόχρεως ἐγένετο καὶ ἐπὶ δούλοις ἐλυπήθη, ὧν μὲν διʼ ἀλλοτρίωσιν, ὧν δὲ διὰ φθορὰν καὶ ζημίαν· καὶ αὐτὸς δὲ σωματικῶς ὠχλήθη. ἐπὰν οὖν κακοποιῶν ὄντων τῶν χρόνων μέλλῃ τινὶ ὑπὸ ἀγαθοποιῶν ὐποαίνεσθαι, οὐ παντελὴς μείωσις οὐδʼ ἀδοξία παρακολουθήσεται. προυποσπείρονται γὰρ φιλίαι καὶ ἐλπίδες, διʼ ὧν γενόμενος εὐπαρηγόρητος καθίσταται. ὁμοίως δὲ ἐὰν ἀγαθοποιῶν ὄντων τῶν χρόνων μέλλῃ τι κακοποιὸν συντρέχειν, αἱ μὲν φιλίαι εἰς ἔχθρας συγκατατίθενται καὶ κατʼ ἀλίγον δὲ τοῦ βίου μείωσις γίνεται, τῆς δὲ δόξης καθαίρεσις κατασκευάζεται. ἐὰν δέ πως οἱ τριγώνοις ἥ ἑξαγώνοις ἢ καθʼ ἑτέραν μαρτυρίαν χρηματίσωσιν ἀστέρες, δὲ τῷ ἐξῆς χρόνῳ μὴ συντρέχῃ ἑτέρα μαρτυρία, ἡ πρώτη διακρατήσει· ἢ κἂν ἐξ ὑστέρου οἱ αὐτοὶ ἀστέρες παραλάβωσι τὸν χρόνον, τὴν αὐτὴν δύναμιν τῶν ἀποτελεσμάτων ἐνδείξονται ἐν τοῖς αὑτοῖς πράγμασιν ἢ ταῖς αὐταῖς δόξαις διακρατοῦντες, μέχρις ἂν ἑτέρα δύναμις Ἀρηματίσῃ.

  26. 7.2.5.1

    Ἄλλη. Ἡλιος Κρόνος Ζεὺς Ερμῆς Τοξδτη, Σελήνη Καρκίνῳ. Ἄρης Παρθένῳ, Ἀφροδίτη ὡροσκόπος Ζυγῷ· κλίμα α΄. τῷ ξθ΄ ἔτει ἡγεμονίας κατηξιώθη καὶ ἐπίφοβος καὶ εὐφαντασίωτος γενόμενος καὶ ὑπὸ πολλῶν μακαρισθεὶς διεφθονήθη καὶ θορύβοις ὀχλικοῖς καὶ ταραχαῖς περιπεσών ἀτέλεστον τὴν ἀρχὴν ἐκτήσατο, ἐπωδύνοις νόσοις καὶ θανάτῳ προληφθείς· ἐχρημάτισε γάρ τότε ἡ ἀναφορὰ τοῦ Ζυγοῦ λή κ΄ καὶ ἡ τοῦ Καρκίνου λα΄ μ΄. γίνονται ξθ΄· ἔνθα οἱ κακοποιοὶ ἐτύγχανον· ἀλλὰ καὶ Κρόνου λ΄ καὶ Ἡλίου ιθ΄ καὶ Ἑρμοῦ κ΄ γίνονται ξθ΄ καὶ πάλιν Παρθένου λη΄ κ΄, Διὸς ιβ΄ Ηλίου ιθ΄ γίνονται ξθ΄. πάντες οὖν οἱ ἀστέρες ἐχρημάτισαν καὶ ἕκαστος αὐτῶν κατὰ τὴν ἰδίαν φύσιν καὶ θχηματογρασίαν τὸ ἴδιον ἀπετέλεσεν.

  27. 7.2.6.1

    Ὅτι δἓ οἱ πλείους τῶν ἀστέρων ἢ καὶ πάντες κατὰ τὸν αὐτὸν χρόνον δύνανται ἐνεργεῖν πρὸς τὰ ἀποτελέσματα, ἐκ τούτων ἔστι συνιδεῖν. εὑρίσκομεν ἐν τῷ κοσμικῷ καταστήματι τῆς γῆς κατὰ πᾶσαν ἡμέραν καὶ πᾶσαν ὥραν πράγματα γινόμενα, οῖον γέννας θανάτους κληρονομίας δόξας καθαιρέσεις σίνη πάθη καὶ τὰ λοιπά, ὅσα τῳ τῶν ἀνθρώπων βίῳ συνέστηκεν ἀγαθά τε καὶ φαῦλα. ὁ γὰρ κόσμος σφαιρηδὸν εἰλούμενος καὶ τὰς τῶν ἀστέρων ἀπορροίας εἰς τὸν οὐρανὸν πέμπων οὐδὲν ἄπρακτον ἀποτελεῖ οὐδʼ ἀργόν, κατὰ πᾶσαν δὲ στιγμῆς παρέγκλισιν πολλὰ τῷ βίῳ καινίζει, ἅπερ ἕκαστος ἄλλοτε ἄλλως ὑπομένων τὸν τῆς εἱμαρμένῆς. ἐκπληροῖ σκοπόν. πολλοὶ μὲν οὖν περὶ τὰ τοιάδε ἐσχολακότες πολλὰς βίβλους καὶ πολλὰς αἱρέσεις συνέταξαν· καίτοι γε πάντες διηγήματα αἰώνια μεγάλα καὶ πολλὰ κατέλιvπον τοῖς ἀνθρώποις. ὅνπερ οὖν τρόπον οἱ πλούσιοι μὲν τῇ φαντασίᾳ, πολλὰ δὲ ὀφείλοντες τοῖς κληρονόμοις καταλείπουσιν, οἵτινες κατʼ ἀρχάς μὲν ἡδέως φέρονται ἀλίγων ἁψάμενοι καὶ πολλῶν ὀλιγοχρόνιον τὴν κτῆσιν ἔχοντες (ἡ γάρ πρόφασις τῆς ἁγνείας τῦφον μέγαν αὐτοῖς περιτίθησιν), ἐπὰν δὲ δίκαις καὶ μόχθοις καὶ ἐναντιώμασι περιπέσωσιν, αἱροῦνται οὐ μόνον τῆς κενοδόξου κληρονομίας ἀπαλλαγῆναι, ἀλλὰ καὶ ὧν ἡδέως ἐκέκτηντο διὰ τὸν φθόνον καὶ τὴν μέριμναν, τὸν αὐτὸν τρόπον καὶ οἶ πολλαῖς ὕλαις συνταγμάτων ἐνδιατρίψαντες πολυχρονίαν νόσον μή θεραπεύσαντες προσαπώλεσαν καὶ τὸν νοῦν καὶ τὴν προῦπάρχουσαν παιδείαν καὶ τὴν πρᾶξιν. ἐγὼ δὲ εἰ καὶ φαντασίᾳ λόγων πλήθει βίβλων οὐ περιπεφρούρημαι, ἀλλʼ οὖν γε τῇ συντομίᾳ καὶ ἀληθείᾳ συγκεκόσμημαι· ὥστε τούς κληρονόμους ἄτερ δίκης καὶ φθόνου καρπώσασθαι, ἐφʼ ὅσον χρόνον διαμένουσι, τοὺς μὲν προσιόντας μετὰ πόνου καὶ ἀκριβείας πολλὰ τῶν ἀποτελεσμάτων, τοὺς δὲ ἀκροθιγῶς ἢ ἀκολάστως ὀλίγα, πλὴν περισσότερα καὶ μείζονα τῶν διὰ μοχθηρίας καὶ πολυχρονιότητος ἑτέραις αἱρέσεσιν ἐσχολακότων. ἐπεὶ οὖν αὐτὸς θησαυροῦ μηνυτὴς ἐγενόμην καὶ οὐ μόνον τοὺς παραφυλάσσοντας τόπους ἐμήνυσα, ἀλλὰ καί τινα τῶν ἀποκειμένων ἐφώτισα, συνεπινοεῖν δὲ δεῖ καὶ τοῦς ἐντυγχάνοντας, ὅπως κατὰ βάθους ὀρύττοντες τὰ μυστικῶς κατακεχωθμένα ἀνεύρωσιν. δεῖ μέντοι καὶ τὸν ἀπογραψάμενον τῇ ἐμῇ αἱρέσει προγικώσκειν τὸ ἴδιον διάθεμα ὁποίαν δὴ ὑπόστασιν κέκτηται, καὶ κατὰ τοὺς πρακτικοὺς χρόνους ἐπιβάλλεσθαι τοῖς ἀποτελέσμασιν, ἵνα καὶ ὠφελείας ἢ μαρτυρίας τύχῃ ἐὰν δὲ κακοποιοῖς χρόνοις ἐπιβάληται, ἀποτυχὼν διʼ ἄγνοιαν ἢ παραλιπών τινα τόπον μέμψεται τὴν ἀγωγήν. ἀλλʼ ὅμως, ἐὰν μετὰ ἀκριβείας τις ζητῇ, οὐ διαψευσθήσεται τῆς δωρεᾶς ἢ καὶ τοσαύτης τιμῆς καταξιωθήσεται, ὅσην οἱ τῶν καιροφίλων τις ἐδήλου κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν. ταῦτα δὲ ἐν τοῖς ἐμαυτοῦ πεπειρακώς ἐδήλωσα· ὥστε οὐ δεῖ μέμφεσθαι τοὺς χρόνους οὔτε ἐμαυτῷ οὔτε τῇ προγνώσει, ἀλλὰ καταμαθόντα τὸ μέγεθος τῆς ἑαυτοῦ γενέσεως συστρατεύεσθαι τοῖς καιροῖς γενναίως καὶ ἀλύπως (οὐδὲν γὰρ ἀνύει μοχθηρῶς διάγων καὶ ἑτέρων τύχαις ἐξισοῦσθαι βουλόμενος ἑαυτόν), ἔχειν δὲ κατὰ νοῦν τὸ τοιοῦτον· ἄγου δέ μ᾿ ὧ Ζεῦ καὶ σύ γʼ ἡ πεπρμμένη, ὅποι πο θʼ ὑμῖν εἰμι διατεταγμένος. ὡς ἕψομαίγ᾿ ἄοκνος. ἂν δὲ μὴ θέλω, κακὸς γενόμενος αὐτὸ τοῦτο πείσομαι καὶ τό· γινομένῳ ἐπένησε λίνῳ, δτε μιν τέκε μήτηρ καί. μοῖραν δʼ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν.

  28. 7.3.1.1

    Πότερον οἱ παλαιοὶ τὴν ἐνέργειαν τῆς προγνώσεως ἐπιστάμενοι διὰ τὸ μεγαλαυχὲς καὶ ἀνθρωπίνῃ φύσει δυσέφικτον φθόνῳ ἐνεχθέντες ἀπέκρυψαν ἢ μὴ καταλαμβανόμενοι, ἅπερ ἡ φύσις διήρθρωσε καὶ ἐνομοθέτησε καὶ ἀνάγκῃ περικλείσασα ἀρθόνως ἀνθρώποις ἐδωρήσατο, ὅμως ἠνίξαντο, οὐκ ἔχω λέγειν. οὐδὲν γάρ μοι δοκεῖ τῶν ἐν κόσμῳ καλλίστων στοιχείων καὶ πλείστων καὶ μεγάλων δημιουργημάτων ὑπὸ τοῦ θεοῦ ἐθονημένον ἀνθρώποις πρὸς καιρικὴν χρῆσιν· οὐδὲ γὰρ ἄν προέδειξε τὸ θεῖον μὴ βουληθὲν παρέχειν. ἀλλʼ ἐκεῖνοι μὲν ὡς ἠθέλησαν ἢ ὡς δδυνήθησαν· διὸ καὶ τὸ κάτω κεφάλαιον αὐτῶν μνημονεύων θαυμάζω τὴν γνώμην σκολιάν τε καὶ δυσθήρατον. ἐγὼ δὲ ὅσα ποτὲ μὲν εἶρον διὰ πείρας προέδειξα, ὅσα δὲ καὶ ἐν τῷ μεταξὺ χρόνῳ ἐπεξεῦρον, οὐκ ἐβουλήθην ἀποκρύψαι διὰ τὸ παράδοξον τῶν πολλῶν ἀποτελεσμάτων, ἀγαθῶν τε καὶ φαύλων, ἐν ὀλίγῳ χρόνῳ γενομένων ἢ καὶ ἐπὶ τοῖς αὐτοῖς ἐπιμενόντων· ἡ δὲ ὑποκειμένη ὑποδιαίρεσις διδάξει τοὺς φιλομαθεῖς· ταύτην γάρ προκρίνας μὲν πασῶν καὶ συγκοσμῆσαι βουλόμενος ἀλλεπαλλήλως κατὰ τὴν λεπτομέρειαν διασαφ ήσω. ἡ γάρ πλατικὴ θεωρία ἀμαυροτάτην τάξιν ἔχουσα διὰ τὴν ἀκόλαστον τῶν ἐντυγχανόντων γνώμην ἐλέγχεται ῥᾳδίως. μὴ ὑπολάβῃ δέ τις διὰ τὸ ποικίλον καὶ πολυμερὲς τεχνικὸν ὑπάρχειν τὸν λόγον, ἀλλʼ ἐκθειάζειν τὴν φύσιν· πολλοὶ μὲν γὰρ πολλὰς αἱρέσεις διαγραψάμενοι οὐδεμίαν βεβαίαν συνέταξαν.

  29. 7.3.2.1

    Τοιγαροῦν ἐπὶ τὰ προκείμενα βαδιστέον. οἶ μὲν οὖν θανατικοὶ κλιμακτῆρες καταληπτέοι ἔσονται, καθὼς ἐν τῷ περὶ χρόνων ζωῆς προέταξα καὶ νῦν δὲ ἐν τούτῳ ἀκριβέστερον δηλώσω. ἐκ τριῶν ὅδρων θυνεστώτων τῶν χρόνμων, ἐλαχίστου μέσου καὶ μεγίστου, τὴν σύγκρασιν οὕτως ἀνεῦρον· ἐκ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ οἰκοδεσπότου λογιζόμενος τάς περιόδους τῶν ἀστέρων καὶ τὰς ἀναφοράς τῶν ζῳδίων, πρῶτον ὥρας εῖτα ἡμέρας εῖτα μῆνας εῖτα ἔτη, ἢ ὧν μὲν ὥρας ὧν δὲ ἡμέρας ὧν δὲ μῆνας ὧν δὲ ἐνιαυτούς, κατὰ τούς ἐπικέντρους καὶ ἀνατολικούς ἀστέρας καὶ τὰ οἰκεῖα σχήματα ἡμέρας εῖτα μῆνας εῖτα τάς περιόδους. ἐπὶ μὲν γάρ τῶν ἤδη τὴν ἡλικίαν προβεβηκότων δυνατὸν τὰς περιόδους καὶ τὰς ἀναφοράς μερίζειν , ἐπὶ δὲ τῶν νηπίων ἀπὸ τῶν ἐλαχίστων ἀρξάμενος.

  30. 7.3.3.1

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Ζεὺς ἀρχαῖς Κριοῦ, Κρόνος Κριῷ. Ἄρης Τοξότῃ, Ἑρμῆς Αίγόκερῳ, ὡροσκόπος Σκορπίῳ, κλῆρος τύχης Ζυγῷ, κλίμα Ϛ΄ οἱ μερίζοντες οὗτοι· Ἀφροδίτη διὰ τὸν Ζυγόν, Κρόνος διὰ τὸ τὴν Ἀφροδίτην εῖναι Ὑδροχόῳ, Ἄρης διὰ τὸ τὸν Κρόνον Κριῷ εἶναι. ἐλογισάμην οὖν κατά τε τάς περιόδους καὶ τὰς ἀναφοράς πρῶτον ὥρας εῖτα ἡμέρας εἷτα μῆνας οὕτως· ἔλαβον τοῦ Ζυγοῦ ἡμέρας η΄ καὶ ὥρας η΄ καὶ πάλιν τοῦ Ζυγοῦ ἀναφορὰς κλίματος Ϛ΄ ὥρας γ΄ . καὶ ἐπεὶ Ἀφροδίτη Ὑδροχόῳ ἐστίν, ἔλαβον Κρόνου ὥρας νζ΄, καὶ πάλιν ἐπεὶ ὁ Κρόνος ἐν τῷ Κρίῷ ἐστιν, ἔλαβον Ἄρεως ὥρας ιέ γίνονται ἐπὶ τὸ αὐτὸ ἡμέραι η΄ καὶ ὧραι ρκγ΄ , αἵ εἰσιν ἡμέραι ε’ ὧραι γ΄ γίνονται αἱ πᾶσαι ἡμέραι ιγ΄ ὧραι γ΄· ἔζησεν ἡμέρας ιγ΄ ὥρας γ΄ .

  31. 7.3.4.1

    Ἄλλη. Ἡλιος Ἀχροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Αἰγόκερ. Κρόνος Σκορπίῳ, Ζεὺς Υδροχόῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ταύρῳ, κλῆρος τύχης Σκορπίῳ, ὁ κύριος Λἑοντι. ὁ τούτου κύριος Καρκίνῳ τάς ὥρας καὶ τὰς ἡμέρας τῶν τε ἀστέρων καὶ τῶν ζῳδίων παρεληλύθει· διὰ τοῦτο οὖν τρίτῳ τόπῳ μῆνας ἐλογισάμην· Ἄρεως μῆνες ξς΄ καὶ ιε΄ καὶ Ἡλίου τοῦ ἐν Καρκίνῳ μῆνες κε΄ γίνονται μῆνες ρς΄ , οἵ εἰσιν ἔτη η΄ μῆνες ι΄ Ταύτας προεθέμην τὰς γενέσεις. προσκοπεῖν οὖν χρὴ τοὺς οἰκοδεσπότας καὶ τοὺς τόπους, μὴ ὑπὸ τῶν κακοποιῶν διακατέχονται ἢ ἐναντιοῦνται ἢ παρʼ αἵρεσιν τύχωσι, καὶ τὰς λοιπὰς παραγγελίας.

  32. 7.3.5.1

    Ἄλλη. Ἥλιος Ερμῆς Ὑὄροχόῳ. Σελήνη Ταύρῳ. Κρόνος Τοξότῃ, Ζεὺς Κριῷ. Ἄρης Αἰγόκερῳ, Ἀφροδίτη ὡροσκόπος Ἰχθύσι. κλίμα ς΄ κλῆρος τύχης Διδύμοις. ἔλαβον Ερμοῦ μῆνας ος΄ . καὶ ἐπεὶ Ἑρμῆς ἐν Ὑδροχόῳ ἐστίν, ἔλαβον τοῦ Υδροχόου τὴν ἀναφοφοράν μῆνας κγ΄ καὶ Κρόνου ἐν Τοξότῃ ὄντος τοῦ Τοξότου μῆνας λγ΄ γίνονται οἱ πάντες μῆνες ρλβ΄ , ἃ γίνεται ἔτη ια΄· τοσούτων ἐτελεύτα. τὰς δὲ λεπτομερεῖς ἡμέρας καὶ σταλαγμιαίας ὥρας ἀπὸ τῆς ἑκάστου ἀστέρος περιόδου τὸ ιβ΄ λαμβάνοντες εὑρήσομεν.

  33. 7.3.6.1

    Συμμερίζουσι δὲ οἱ ἀστέρες ἀλλήλοις οἰκείως κείμενοι καὶ τῆς αἱρέσεως ὄντες. οἷον Ἥλιος Ἑρμῆς Καρκίνῳ, Σελήνη Ἄρης Ζυγῷ, Κρόνος Ἀφροδίτη Λέοντι, Ζεὺς Τοξότη, ὡροσκόπος Αἰγόκερῳ, κλίμα Ϛ΄, ὁ κλῆρος τῆς τύχης Τοξότῃ. τούτου ὁ κύριος Ζεὺς ἐπίκειται τῷ κλήρῳ. ἐμέρισεν οὖν τὴν ἀναφορὰν τοῦ Τοξότου ἔτη λγ΄ καὶ τὴν ἰδίαν περίοδον ἔτη ιβ΄ γίνεται ἔτη με΄ τούτῳ οὖν τρίγανος Κρόνος ὑπάρχμων συνεμέρισε τῆς ἰδίας περιόδου μῆνας νζ΄ γίνεται ἔτη ἔγγιστα ν΄· ἐν τούτῳ καὶ ἐτελεύτα. εἰ δέ τις λογίσηται καὶ τῆς τοῦ Λέοντος ἀναφορᾶς μῆνας λή καὶ Ἡλίου μῆνας ιθ’, τοσούτους μῆνας συνάξει.

  34. 7.3.7.1

    Αὗται αἱ γενέσεις δεδοκιμασμέναι ἐξ αὐτοψίας πρόκεινται. εἰ δέ τις ἐξ ἀκοῆς θέλει δοκιμάζειν λαβὼν γένεσιν, διαψευσθήσεται τὴν ἀγωγήν. καὶ ἕτεροι δὲ κλιμακτῆρες σημαίνονται, ὁπόταν κακοποιοῦ σχήματος καὶ μαρτυρίας χρόνος συνδράμῃ ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τοῦ ὡροσκόπου καὶ τοῦ τούτου κυρίου, ὁπόταν κατὰ διαδοχὴν ἢ ἀντιπαραχώρησιν οἱ ἀστέρες τύχωσι μὴ χρηματίζοντος τοῦ κλήρου τῆς τύχης ἢ τοῦ οἰκοδεσπότου.

  35. 7.4.1.1

    Ὁμοίως δὲ καὶ περὶ τῶν πρακτικῶν καὶ ἀπράκτων χρόνων στοιχητέον, μετὰ τοὺς ἐνιαυσίους χρόνους μηνιαίους ἐπιμερίζειν τοῖς χρηματίζουσι ζῳδίοις καὶ τοῖς τούτων οἰκοδεσπόταις. καὶ ὥσπερ κανονικῆς συμπήξεως φυσικῆς ἐχούσης διὰ πολυχώρων ἀριθμῶν καὶ λεπτομερῶν μορίων εἰς στερεὰν σύμπηξιν τὴν ἁρμονίαν οὐ καθεστῶσαν ὁρῶμεν μὴ προκειμένης τῆς ἀρχῆς τοῦ ἀριθμοῦ ἐνδηλοτέρας, οὕτως χρὴ καὶ τοὺς βουλομένους διʼ ἀκριβείας διεξιέναι ἀρξαμένους ἀπὸ ὡρῶν καὶ μηνῶν κατάγειν τοὺς χρόνους πολυμερῶς ἐπὶ τοσοῦτον, μέχρις οὗ ἡ τοῦ ζητουμένου χρονογραφία ἐπιτρέπῃ. οὕτως γὰρ εὑρήσομεν ἀναφο ορᾶς μὲν ἕτερον χρονοκρατοῦντα, περιόδου δὲ ἕτερον καὶ προκειμένου πλατικῶς τοῦ ἀποτελέσματος ἀγαθοῦ ἢ φαύλου ἐν ταῖς μεταξὺ ἡμέραις καὶ μησὶ τὸ ἐναντίον γίνεται, καὶ ποτὰ μὲν δοκεῖ προλαμβάνειν ποτὲ δὲ μετέπειτα γίνεσθαι. ὅνπερ οὖν τρόπον λίθος ἀκοντισθεὶς ἐπί τι χάλκειον δαιδπλούργημα τὴν μὲν εὐθεῖαν στιγμήν ἔχει, τὸν δὲ ὖχον ἐπὶ πολύ κατασὲευάζει, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀστέρες, ἐπὰν τῶν χρόνων κυριεύσωσι, πρὸς ἀλίγον ἐνδειξάμενοι ἀποτέλεσμα ὑστέρων ἀπηχήματος τρόπον ἐνεργοῦσιν. οἶ μὲν οὖν σχηματισμοὶ τῶν ἀστέρων καὶ αἱ πρὸς ἀλλήλους μαρτυρίαι εὐτονοῦσιν τοῖς ἁρμόζουσι χρόνοις, ἐξαιρέτως δὲ αἰ πρὸς τὸν κλῆρον τῆς τύχης. τά γὰρ ὅλα ἐκ τούτου συνορᾶται καὶ συνέστηκεν καὶ ἐκ τοῦ οἰκοδεσπότου.

  36. 7.4.2.1

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἑρμῆς Διδύμοις, Σελήνη Ὑδροχόῳ, ρόνος Ἀφροδίτη Λέοντι, Ζεὺς Τοξδότῃ, ὡροσκόπος Ζυγῷ, κλίμα α’. ἔστω ἡμᾶς ζητεῖν ἔτος μβ΄. ἔλαβον τὴν ἀναφορὰν τοῦ Ζυγοῦ λή κ΄, ἅ ἐστιν ἔτη λή μῆνες καὶ πάλιν τούτων ἰσάριθμοι μῆνες λή , οἳ εἰσιν ἔτη γ΄ μῆνες γίνονται ὁμοῦ ἔτη μα΄ μῆνες Ϛ΄ τούτῳ τῳ ἔτει ἐκ πολέμου φεύγων καὶ ἀπὸ ἵππου πεσὼν ἐπελθόντων τῶν πολεμίων καὶ πολλῶν ἀναιρεθέντων καὶ αὐτὸς τρωθεὶς συνεφυρήθη ἑτέροις πτώμασι καὶ ὑποκριθεὶς νεκρὸς διέφυγε τὸν κίνδυνον καὶ διέμεινεν εἰς τὴν τῶν πολεμίων χώραν ἕως τοῦ πδ΄ ἔτους στρατεύματος ἡγούμενος. προσεπικατήγαγον οὖν τοῖς προκειμένοις ἔτεσι καὶ τούς Ἀφροδίτης μῆνας ή διὰ τὸν Ζυγὸν καὶ Ἄρεως ἐπικειμένου μῆνας ιε΄· ἄλλως τε καὶ τὸ διάμετρον Κρόνου καὶ Σελήνης ἐχρημάτιζε κατʼ ἐκεῖνον τὸν χρόνον· Λέοντος ἀναφορὰ λε΄ καὶ Κρόνου μῆνες νζ΄ καὶ Ἀφροδίτης μῆνες η΄ καὶ Σελήνης μῆνες κε΄ καὶ Λέοντος μῆνες ιθ’· γίνεται ὁμοῦ ἔτη μδ΄ μὴν α΄. ὥστε ἐχʼ ὅσον μὲν ἡ γένεσις χωρεῖ, πλῆθος ἀναφορῶν οὐ περιόδων διδόναι χρή. ἔπειτα δὲ μῆνας καὶ ἡμέρας, ἕως ἐπὶ λεπτομερέστατον τοῦ χρόνου τὸ ἀποτέλεσμα καταντήση· ὅθεν ἐπὶ πάσης γενέσεως παρατηρητέον τὰ τετράγωνα καὶ διάμετρα, μάλιστα κακοποιῶν συσχηματιζομένων ἀνοικείως. δυσεκλύτοις γάρ καὶ ἀλλεπαλλήλοις πράγμασι περιτρέπουσιν οἱ γοῦν τοιοῦτοι ἐν τῷ βίῳ ἀθλοῦσι δυσκαταγωνίστοις καιροῖς παλαίοντες, εὔθραυστοι δὲ ὄντες καὶ ὀλισθηροὶ ῥᾳδίως σφάλλονται. ἐὰν δὲ καὶ κατοπτεύσωσιν, οὐκ ἀφίστανται μεμφ όμενοι τοὺς θεούς καὶ ὀδυνηρῶς διάγοντες μάτην τὸν θάνατον ἀνακαλοῦνται, ἐκτὸς εἰ μὴ ἑτέρα ἀγαθοποιῶν μαριυρία εὐτονήσασα βοηθήσῃ. ὁπόσον ἂν χρηματίσῃ χρόνον ἀγαθοποιὸς κακοποιῳ, ἡμιτελὲς τὸ φαῦλον ἔσται καὶ εὔκρατον ἐὰν δὲ κατὰ μόνας ὁποῖός τις ἂν ἦ, βέβαιον καὶ πλῆρες τὸ ἀποτέλεσμα δηλοῖ· κωλύεται μὲν γάρ τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοποιοῦ νικώμενον, θραύεται δὲ τὸ φαῦλον ὑπὸ τοῦ ἀγαθοῦ παρηγορούμενον.

  37. 7.4.3.1

    Σημαίνεσθαι δεῖ τὰς ἀρχάς καὶ τὰ πέρατα τῶν χρόνων, καθʼ σὓς ἐὰν ἄρξωνται οἱ ἀστέρες χρονοκρατορεῖν ἢ καὶ ἀπολείπειν τοὺς χρόνους. ἐν τούτοις γάρ τὰ ἀποτελέσματα ἐνεργῆ τὴν δύναμιν κέκτηνται· ἐστι δὲ καὶ τοῦτο ἀκριβέστερον ἐξιχνευτέον, τὰ σχήματα τῶν ἀστέρων καὶ τῶν μαρτυριῶν εἰ κατὰ μόνας ἢ ὁμοῦ ὄντων πότερον ἀγαθοποιὸν ἡ κακοποιὸν ἢ μέσον ἢ εὔκρατον ὑπάρχει, ἵνα καὶ πρὸς τοῦτο ἡ ἀπόφασις γένηται. πολλάκις γὰρ διάμετροι καὶ τετράγωνοι σχηματογραφίαι κακοποιῶν οὐδὲν φαῦλον εἰργάσαντο, ἀλλὰ καὶ μᾶλλον ὠφέλησαν διὰ ἰδιοτοπίαν ἥ ἀγαθοποιοῦ μαρτυρίαν ἢ οἰκείου σχήματος αἵρεσιν καὶ ἐν τούτοις οἱ ἀμαθεῖς πλανῶνται. ὅθεν περὶ τῶν αὐτῶν πολλάκις πομιμμνήσκω· ἄμεινον γάρ ἐστι δισσολογοῦντα καὶ πολυλογοῦντα τὴν σύνταξιν ἀκατηγόρητον διαφυλάξαι ἢ τοῖς βασκάνοις καὶ ματαίοις ἀφορμὴν τοῦ κακῶς λέγειν καταλεῖψαι· ἀχθόμενοι γάρ ἐπὶ τῇ ἑτέρων εὐημερίᾳ λοιδοροῦσι τὰ καλῶς ἔχοντα, μήτε παρακολουθεῖν δυνάμενοι τοῖς λεγομένοις μήτε ψέξαι ἃ λέγουσι. Πρὸς τοὺς τοιούτους ὁ λόγος οὗτος ἁρμόσει. λέγεταί ποτε νεανίσκον τινὰ ψέξαντα τὰ Εὐριπίδου δράματα διορθῶσαι· τὸν δʼ Εὐριπίδην παραγενόμενον λέγειν· κακῶς γέγραπται, σὺ κρεῖττον ποίησον. τὸν δὲ εἰρηκέναι. γράφειν ποιήματα οὐκ ἐπίσταμαι, τὰ δὲ κακῶς γραφέντα διορθοῦσθαι. τοιγαροῦν κακῶς γράψας, φησί, τὰ σαυτοῦ καλῶς διόρθωσον. καὶ δοκεῖ μὲν ἡ προκειμένη αἵρεσις τὴν εἴσοδον εὐχερεστάτην κεκτῆσθαι, λαβυρινθοειδὲς δὲ τέλος καὶ τὴν δίοδον τοῖς τὸ ἀκριβὲς φιλοπευστοῦσι· τῆς γὰρ ἀρχῆς δραξάμενοι καθάπερ μίτου ὁδηγούσης τῆς Ἀριάδνης, τουτέστι τῆς ἐπιδιαιρέσεως, εἰς τὸν ζητούμενον τόπον καταντήσαντες καὶ εὑρόντες τὸν περαιούμενον χρόνον καὶ τὸ ἀποτέλεσμα, ὡς ὁ Θησεὺς τὸν Μινώταυρον, εἴδησιν μεγίστην ἀναδέξονται.

  38. 7.4.4.1

    Μερίσουσι δὲ οἱ ἀστέρες καὶ τοὺς μέσους χρόνους ὧν δεσπόζουσιν ἐτῶν· Ἥλιος μὲν τὴν ἡμίσειαν τῶν ρκ΄ ἐτῶν κεκτημένος τὰ ξ΄ παραλήψεται καὶ τὰ ἐλάχιστα τὰ ιθ΄ καὶ γίνεται ρθ΄, ὧν τὸ ἥμισυ γίνεται λθ΄ μῆνες Ϛ΄, Σελήνη δὲ τὴν ἡμίσειαν τῶν ρή νδ΄ καὶ ἐλάχιστα κε , καὶ γίνονται ὁμοῦ ρθ΄, ὧν τὸ ἥμισυ λθ΄ μῆνες Ϛ΄. ταῦτα μερίσει. Ἄρης δὲ τὰ μὲν μέγιστα ξϚ΄ καὶ τὰ ἐλάχιστα ιε΄ , καὶ γίνονται πα΄, ὧν τὸ ἥμισυ μί ἔτη καὶ μῆνες Ϛ΄ Ἀφροδίτη τὰ τέλεια πδ΄ καὶ τὰ ἐλάχιστα η΄ . γίνονται 𝒢β΄ , ὧν ἥμισυ μϚ΄ . Ερμῆς τά μέγιστα οϚ΄ καὶ τὰ ἐλάχιστα κ΄ , γίνονται 𝒢Ϛ΄, ὧν τὸ ἥμισυ γίνονται μή Ζεὺς τὰ μέγιστα οθ’ [καὶ τὰ οϚ΄ ] καὶ τὰ ἐλάχιστα ιβ΄ γίνονται 𝒢α΄ , ὦν τὸ ἥμισυ γίνονται μέ μῆνες Ϛ΄. οὗτοι οἱ μέσοι χρόνοι φυσικώτεροί μοι ἔδοξαν τυγχάνειν.

  39. 7.5.1.1

    Μετὰ πολλῆς μὲν οὖν κακοπαθείας καὶ ζητήσεως εὑρόντες τάς αἱρέσεις καὶ ἐπιδιακρίναντες ἐκ τῶν γενέσεων προεθέμεθα. ὑποτάξομεν δέ, καθὼς ὁ βασιλε ὺς καὶ Πε τό σίρις ᾐνίξαντο περὶ χρόνων ἐμπράκτων τε καὶ ἀπράκτων. εἰ δέ πως δόξει τοῖς ἐντυγχάνουσι ποικίλην καὶ ἀναμεμιγμένην ὑπάρχειν αὐτὴν τὴν αἵρεσιν, τά τῆς ἀποτελεσματογραφίας καὶ τῆς φυ υσικῆς ἐνεργείας ἀποθαυμάσειεν. γάρ ἕνα χρονοκράτορα τῶν ἀστέρων καὶ πρὸς τὰς λοιπάς ἀγωγάς εὑρόντα ἀποφαίνεσθαι περὶ τῶν μελλόντων, διʼ ἀνακυκλήσεως χρόνων τὸν αὐτὸν πάλιν παραλαβόντα τὰ αὐτὰ πράγματα ἀποτελεῖν, ἀμαθές μοι δοκεῖ καὶ πλάνης ἀνάμεστον. ὁ γάρ εἴς ἤτοι ἀγαθὸν ἢ φα σῦλον ἀποτελεῖ καὶ κατὰ τὴν ἰδίαν φύσιν ἐν τῷ ἔτει ἢ δυσὶν ἢ τρισὶν ἔτεσιν. εὑρίσκομεν δὲ ἐν ἑνὶ χρόνῳ ἢ καὶ μησὶ καὶ ἡμέραις διάφορα ἀποτελέσματα συμβαίνοντα καὶ ἀναμεμιγμένα κακῶν τε καὶ ἀγαθῶν, ὅθεν πίστιν ἡμῖν παρέχει αὐτὰ τὰ πράγματα. εὑρίσκομεν γάρ ἐπὶ γενέσεως καθʼ ἕνα χρόνον δόξαν κληρονομίαν κατηγορίαν φυγαδείαν ἢ πάλιν ἀρχὴν ἐπίσημον, πένθος ἐπίλυπον, ἀσθένειαν καὶ πάλιν ἡγεμονίαν, περίκτησιν βίου, θάνατον· καὶ τινάς μὲν περὶ σῶμα κακοδαιμονοῦντας, περὶ δὲ τὸν βίον εὐτυχοῦντας, ἑτέρους περὶ γυναῖκα καὶ πράξεις ἀνωμαλοῦντας, ῥωμαλέους δὲ καὶ ἱλαρούς. ταῦτα δʼ οὐκ οἶμαι ἀπὸ ἑνὸς κοσμοκράτορος συντελεῖσθαι, ἀλλὰ ὑπὸ τῶν πολλῶν· καὶ τὸ μὲν ἀγαθὸν προδειχθὲν ἀναλύεται ὑπὸ τῆς τῶν κακοποιῶν δυνάμεμς, ὁμοίως δὲ καὶ φαῦλον ὑπὸ τῆς τῶν ἀγαθοποιῶν. ὅθεν καὶ ὁ συγγραφεὺς ἔφη τινὰ μὲν εἶναι ἀφύλακτα, τινὰ δὲ φυλακτά· ἀχύλακτα μέν, ἐπὰν οἱ κακοποιοὶ μόνοι παρατυγχάνοντες ἐνεργῶσί τι, φυλακτὰ δέ, ὅταν τῶν κακοποιῶν ἀποτελούντων ἀγαθοποιὸς περιπεσὼν τὴν ἐκείνων δύναμιν θραύσῃ. ὅταν δὲ ἐπὶ γενέσεως σχῆμα ἀγαθοποιοῦ εὑρεθῇ καὶ τῶν χρόνων δεσπόζῃ, πλῆρες τὸ ἀγαθὸν γενήσεται, ὁμοίως δὲ καὶ τῶν κακοποιῶν ἐὰν συγχρηματίσωσι τῶν μαρτυριῶν οἱ χρόνοι, ἀμφότερα γενήσεται κατὰ τὴν τῶν ἀστέρων τε καὶ ζῳδίων φύσιν. ἄλλως τε καὶ κατὰ τὸ μέγεθος τῆς γενέσεως καὶ τῆς ὑποστάσεως τά τε ἀγαθὰ καὶ φαῦλα συντελεῖται. καὶ καθάπερ ἐπὶ τῶν νηπίων καθολικῶν γενέσεων, ἐπὰν τοῦς ἀγαθοποιοὺς εὕρωμεν χρηματίζοντας καὶ τὸν Ἥλιον ἤ τὴν Σελήνην ἐπιθεωροῦντας καὶ τὸν ὡροσκόπον, ἐπαγγελλόμεθα καὶ χρόνον ζωῆς καὶ δόξαν καὶ ὑπόστασιν βίου, ἐὰν δὲ τοὺς κακοποιούς, ἀποδοκιμάζομεν τὴν γένεσιν, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως σκοπεῖν δεήσει, ἐφʼ ὅσον μὲν ἂν οἱ ἀγαθοποιοὶ διακρατῶσι, μεγάλα καὶ πρακτικὰ ἐπαγγέλλεσθαι, ἐὰν δὲ ἀναμεμιγμένοι, ὁμοίως, ἐὰν δὲ μόνη κακοποιῶν χρονογραφία συνδράμῃ , κινδύνους καθαιρέσεις καὶ πολλῶν αἰτίων ἐπιφορὰς προλέγειν. Φησὶν οὖν ὁ βασιλεύς. ἐπὰν τῆς χρονογραφίας ὑπὸ ὄψιν ἐκτεθείσης (τουτέστι τῆς γενέσεως) χρηματίσωσιν ὁποῖοι ἂν τύχωσι, πάντας λέγε τοὺς ἀστέρας, ἕτερος δέ τις κατὰ τὸ ἐναλλὰξ ἐφεστὼς ἐπιμαρτυρὴσῃ ἢ καὶ τὴν συναφὴν ἐπίσχῃ, συναμφοῖν οἱ χρόνοι ἀναγραπτέοι. οἷον οὕτως· ἐὰν ἡ Σελήνη τὸν ἀρίθμιον τόπον ἐπίσχῃ, ἕτερος δέ τις ἐπὶ τοῦ τῆς Σελήνης τύχῃ ζῳδίου, ἐπειδὴ αὐτὴ ἡ Σελήνη ἐφ᾿ ἑτέρου τόπου τὴν συναφὴν ἐπίσχει, τοὺς μὲν τοῦ ζῳδίου χρόνονς κατάξει, οἵτινές ποτε ἂν ὦσιν, εἴτε ἀγαθοποιοὶ προσόντες ἢ καὶ ὡς ἐναντίοι. ἐπὰν γὰρ ὁ τοῦ Διὸς ἐπὶ τοῦ προκειμένου τόπου τύχῃ, δόξης δηλωτικὸς ἢ δόξα μέτριος ἐπικτητικοῦ βίου συλλογῇ γενήσεται (τουτέστι τὸν κλῆρον τῆς τύχης, ὅστις τὸν περὶ ὑπαρχόντων καὶ ὠφελείας δηλοῖ. τὴν δὲ περὶ δόξης ἕτερον)· εἰ δὲ τούτῳ συνεπιμαρτυρήσῃ ἤ καὶ τούτῳ συναφὴν ἐπίσχῃ κακοποιός, ἐν τοῖς τῶν ἀγαθοποιῶν κρόνοις καὶ τὸ κακὸν ἐπιτελεσθήσεται. συμπαραλαμβανομένου δὲ καὶ συμψηφοθετουμένου τοῦ τὴν συνεπιπλοκὴν ἔχοντος τοῦ ἀστέρος κρόνου, δσοι ἂν ὦσι συμπεπαιούμενοι, πρὸς τὰ τέλη τῶν περιόδων ἣ τῶν ἀναφορῶν τὰ ἀποτελέσματα λέγειν γίνεσθαι. ππας μὲν οὖν ἀστὴρ ἐπίκεντρος ὑπάρχων τοὺς ἰδίους χρόνους πλἡρεις δίδωσι (περὶ τούτου καὶ ἡμεῖς ὲν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν), ἔκκεντρος δὲ ὑπάρχων, ὅσους ἂν ἀπομερίζῃ λοιπογραφουμένους ἀπὸ τῶν ἰδίων ἀριθμῶν(τοῦτον δἐ τὸν λόγον, ὡς ἐμοὶ δοκεῖ, ἐν τῷ περὶ χρόνων ζωῆς ἐδηλώσαμεν.)

  40. 7.5.2.1

    Ἄλλως δὲ πάλιν ὑπόθου τὴν Σελήνην ἐπικρατεῖν τῷ προκεινένῳ, ἐπιπαρεῖναι δὲ τούτῳ τὸν τοῦ Κρόνου, ὡροσκοπεῖν δὲ τὸν τῆς Σελήνης τόπον, δπου ὁ τοῦ Κρόνου τέτευχεν ἐπιπροσών. ὁ μὲν οῦν δλοτελὴς τοῦ Κρόνου χρόνος ἔπιπροσών. ὁ μὲν οὖν δλοτελὴς λά μοίρας. ἔστω δὲ καὶ τὴν Σελήνην ἐν ᾧ δἡποτε ζῳδίῳ τετευχυῖαν ἐπίκεντρον, ἐπαναφέρεσθαι δὲ ἤ ἐπικαταφέρεσθαι τὸν τοῦ Ἄρεως ἐπὶ τοῦ ἐχομένου ζῳδίου, ἐφ' δν καὶ τὴν συναφὴν ποιήσεται, μαρτθρεῖσθαι δὲ τὸν τοῦ Κρόνου ὑπὸ τοῦ Ἄρεως ἤ καὶ αὐτῆς τῆς Σελδήνης ἢ καὶ τοῦ Ἡλίου. οἱ τοιοῦτοι ἐκ ταπεινῶν γονέων ἔσονται· τοὺς δὲ τοῦ ζῳδἱου χρόνους, ἐφ᾿ οὗ τοῦ Κρόνου τέτευχε, καὶ τοὺς τοῦ Ἄρεως ἐπισυνθέντας, τούτους ἀνωμαγήσει ἢ καὶ ἐν ξενιτείαις ἔσται· δὲ τοῖς αὐτοῖς χρόνοις δινῶν καὶ τομῶν παραίτιος γενήσεται τῶν περὶ τὰς ὄψεις. ἐὰν δέ πως ὴ Σελήνη ἐπὶ προσθέσεως ὑ πάρχουσα καὶ μηδέπω ἐπὶ τὴν ἐπιδεῆ σημαίνει φέρεται φέρεται ἀποσκότωσιν ἐπὶ μηδενὸς τῶν ὁρατικῶν μέντοι γε τὰ περὶ τοὺς ὀφθαλμοὺς γενόμενα αἴτια· ἤτοι πρὸς ἀναφοραῖς ἢ καὶ τομαῖς ἐπὶ τῶν αὐτῶν τόπων διὰ τὸ φωσφορούσῃ συνάπτειν Ἄρεα ἢ καὶ καύσεσι ἐμπεριισχάνονται. εἷτ᾿ ἐχομένως τὰ τοῦ ἐπιματρυροῦντος ἀστέρος τὸ τῆς Σελήνης ζῴδιον ἢ καὶ συμπροσόντος, εἰ τὶς ἢ καὶ τινὲς τύχωσιν ἐπισυμπαρεῖναι τῷ κλήρῳ, λέγειν· εἷθ᾿ ἑξῆς τοὺς ἐπαναφερομένους, καθ᾿ ὃν ἂν τόπον ἐπαναφερόμενοι κέντρῳ οἱῳδήποτε τύχωσι.

  41. 7.5.3.1

    Καὶ ταῦτα μὲν αὐταῖς λέξεσι προεθέμεθα διὰ τὴν ἐπακολουθοῦσαν ἐπίλυσιν· καὶ αὐτοὶ γὰρ δοκιμάσαντες καὶ συνεπινοήσαντες εὕρομεν.

  42. 7.5.4.1

    Ἐὰν οὖν καθὼς προείπαμεν σχήματος χρόνος συντρέχῃ τῷ ζητουμένῳ χρόνῳ κατʼ ἐπισύνθεσιν ζῳδίου ἀναφοράς ἢ καὶ περιόδου ἀστέρος, χρῆσθαι τοῖς προκειμένοις παραγγέλμασι· εἶτ᾿ οὖν διὰ συνθέτους χρόνους συντρέχειν τοῖς μέλλουσι λέγεσθαι προθέχειν καὶ συγκρίνειν τὰ ἀποτελέσματα κατὰ τὰς τῶν κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων τοποθεσίας τῶν τε κλήρων καὶ συνόδων καὶ πανσελήνων κατὰ τὰς οἰκείας μαρτυρίας τῶν ἀστέρων ἢ καὶ ἐναντιότητας. ἐὰν οὖν συντεθῶσι τῶν μαρτυριῶν οἱ χρόνοι, τοῖς διὰ μέσου τούτων ἢ καὶ τρίτοις ἢ καὶ διμοίροις συντελεσθήσονται τὰ ἀποτελέσματα, ἐάνπερ μὴ κατά μόνας συνάπτωσι. σκοπεῖν δὲ δεῖ καὶ τὴν τῆς Σελήνης συναφήν, κἂν μὴ τῷ αὐτῷ ζῳδίῳ ἦ καθʼ ἑτέρου σχηματογραφίαν, ἀλλʼ τῷ ἑξῆς, ἀμφοτέρων συνθέντας τοὺς χρόνους ἢ τῶν ζῳδίων, οἷς πάρεισιν, ἀποφαίνεσθαι. πολυμερῶς μὲν οὖν τὰ τῶν χρόνων γενήσονται, ὁτὲ μὲν ἐκ τῆς σεληνιακῆς φορᾶς καὶ τοῦ κλήρου, ὁτὲ δὲ πρὸς τὰ κέντρα, ὁτὲ δὲ πρὸς τοὺς ἑῴους καὶ ἑσπερίους καὶ τὰς λοιπάς φάσεις, ὁτὲ δὲ λἡγοντες οἵ τε χρόνοι καταληπτέοι ἔσονται ἐκ τῆς τῶν κακοποιῶν καὶ ἀγαθοποιῶν παρεμπλοκῆς. μέντοι λέγειν τῳ διὰ μέσου ἢ καὶ ἐπὶ τρίτοις ἢ καὶ διμοιριαίοις χρόνοις, εἰς τὸν περὶ σίνους τόπον ἡ τομὴ γενήσεται μοιρικὸν διάστημα λαβόντα λογίζεσθαι· ἡμεῖς δὲ ἐπεξεύρομεν καὶ εἰς τὸν περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων τόπον.

  43. 7.5.5.1

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Σελήνη Λέοντι, Κρόνος Παρθένῳ, Ζεὺς Ἰχθύσιν, Ἄρης Τοξότῃ, Ἀφροδίτη Διδύμοις, Ἑρμῆς Καρκίνῳ, ὡροσκόπος Ζυγῷ, κλίμα ζ΄. τῷ λζ΄ ἔτει ὑπὲρ γυναικός, ἧς μεγάλην ὠφέλειαν προσεδόκα, δίκην περὶ κληρονομίας ὑπομείνας ἡττήθη ἐπὶ βασιλέως· οὐ μέντοι ἐπιβλαβὴς αὐτῷ ὁ χρόνος παντελῶς ἐγένετο, πλὴν τῆς ἐλπίδος ἀφαιρετικός. τὰ μὲν οὖν λζ΄ ἔτη καὶ αἱ τρίγωνοι στάσεις ἐδήλουν Σελήνης πρὸς Ἄρεα· Σελήνης μὲν κε´, Γοξότου δὲ ιβ´, γίνονται λζ´. καὶ Διὸς πρὸς Ερμῆν· Διὸς ιβ´ , Καρκίνου κε´ γίνονται λζ΄ ζητήσαντες καθώς προεκτεθείμεθα εὕρομεν τὴν ἐναντίωσιν Ἄρεως καὶ Ἀφροδίτης χρηματίζουσαν οὕτως κατὰ ζ΄ κλίμα καὶ τὴν τετράγωνον πλευράν· Κρόνου τῶν Διδύμων κζ΄ καὶ Ἀφροδίτης η΄ καὶ Παρθένου κ΄ , γίνονται νε΄ ὧν δίμοιρον γίνονται λϚ´ μῆνες η´ αὐτὸ καὶ οἱ Ἴχθύες ἐσήμαινον. πλὴν ἴσχυσαν οἱ κακοποιοί· ἦν γάρ καὶ Ἀφροδίτη κυρία τοῦ κλήρου· τὴν αὐτὴν δίκην τῳ λεʼ ἔτει ἐνίκησεν, ἐπικλήσεως δὲ γενομένης ἡττήθη· ἐσήμαινε γὰρ ὁ λε´ μὲν ἀγαθὸν ἀπὸ τῆς ἀναρορᾶς τῶν Ἰχθύων ιε´ καὶ Διδύμων κ´ , καὶ πάλιν Διδύμων κζ´ καὶ Ἀφροδίτης η´ γίνονται λε´ , καὶ πάλιν Διδύμων κʼ καὶ Ἄρεως ιε´ γίνονται λε´ , καὶ πάλιν Παρθένου κ´ καὶ Ἄρεως ιε´ γίνονται λεʼ. ἐχρημάτισαν οὖν καὶ οἱ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοί, καὶ καθότι δισώμοις, δεήσει πολλάκις περὶ αὐτῶν. ἡ οὖν καθυπερτέρησις καὶ ἐναντίωσις τῶν κακοποιῶν πολλὴν δύναμιν ἔχουσιν, ὅθεν καὶ αὐτὸς Πετ ό σι ρις ἔφη· ἱ δὲ χρόνοι ἔσονται ἐκ τῆς τῶν κακοποιῶν καὶ ἀγαθοποιῶν παρεμπλοκῆς.

  44. 7.5.6.1

    Ἦν δὲ καὶ τῆς ἡττηθείσης γυναικὸς θέμα οὕτως ἔχον. Ἄλλη. Ἣλιος Καρκίνῳ, Σελήνη Κρόνος Ζεὺς Τοξότῃ, Ἄρης Ἀφροδίτη Ἑρμῆς Διδύμοις, ὡροσκόπος Αἰγόκερῳ, κλίμα ζ΄ τῷ μὲν κε´ ἔτει ἔδοξε περιγενέσθαι τοῦ πράγματος· ἐσήμανε γὰρ ἡ Σελήνη τὰ κε´ μετὰ τοῦ Διὸς καὶ Κρόνου ὑπάρχουσα, καὶ ὁμοίως Ἡλιος Καρκίνῳ τὰ κε´ ἐδήλου. ἀλλὰ καὶ οἱ λοιποὶ ἀστέρες κατὰ συμπλοκὴν καὶ ἐναντίωσιν ἐχρημάτισαν, οἷον Κρόνου ἔτη λ´ καὶ Ἑρμοῦ κατὰ διάμετρον κ´ γίνονται ν´, ὧν ἥμισυ γίνονται κε´· καὶ πάλιν Κρόνου λ´ καὶ Ἑρμοῦ κ´ καὶ Σελήνης κε γίνονται οε´ , ὧν τρίτον γίνονται κε´· ὅθεν εἰς ἐναντίωμα ἐχώρει πρᾶγμα τότε. τῆς δὲ ἐπικλήσεως γενομένης τῳ κζ´ ἔτει κατεδικάσθη· ἐχρημάτισε γάρ ἡ ἀναφ ορὰ τῶν Διδύμων, ἔνθα ὁ κλῆρος τῆς τύχης Ἄρεως καὶ Ἑρμοῦ ἐπόντων. ἄλλως τε καὶ Σελήνης κε´ καὶ Ἄρεως διαμέτρου ιε´ γίνονται μ´. ὧν δίμοιρον γίνονται κϚ´ μῆνες η´ . ὡσαύτως δὲ καὶ ἐνθάδε δισώμοις οἱ ἀστέρες ἔτυχον. Ἄλλη. Ἥλιος Ἑρμῆς Ζεεὺς Σκορπίῳ, Σελήνη Ταύρῳ), Κρόνος Ὑδροχόῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ζυγῷ, ὡροσκόπος Λέοντι. κλίμα δεύτερον. τῳ νβ´ ἔτει μεγίστην ταραχὴν καὶ πρὸς ἀδελφὴν δίκην ἔσχε περὶ ὑπαρχόντων καὶ κληρονομίας καὶ ἐπὶ βασιλέως ἐνίκησεν ἐχρημάτισε γὰρ ἡ διάμετρος στάσις Σελἡνης κε´ . Διὸς τβ´, Σκορπίου ιε´ γίνονται νβ´ ἄλλως τε καὶ κατὰ δεύτερον κλίμα Σκορπίου λϚ´ , Διὸς ιβ´ , Κρόνου ἐπικειμένου τῷ κλήρῳ λ´ γίνονται οη´ ὧν δίμοιρον γίνονται νβ´ . καὶ πάλιν Γαύρου κδ´ Ὑδροχόου κδ´ καὶ Κρόνου λ´ γίνονται οη´ ὧν δίμοιρον νβ´ ἐχρημάτισαν οὖν πάντες οἱ ἀστέρες ἐκτὸς Ἄρεως· ἐνόσησε μὲν οὖν τούτῳ τῳ χρόνῳ καὶ θαλάσσῃ μικροῦ δεῖν ἐκινδύνευσε καὶ πολλὰ ἀναλώματα ἐποίησεν· ἀλλὰ οἱ ἀγαθοποιοὶ ἔδοξαν καθυπερτερεῖν τὸν Κρόνον καὶ μᾶλλον ἴσχυσαν.

  45. 7.5.7.1

    Ἡ δὲ ἡττηθεῖσα οὕτως εἶχε θέμα. Ἄλλη. Ἥλιος Ἑρμῆς Τοξότη, Σελήνη Καρκίνῳ. Κρόνος Ὑδροχόῳ, Ζεὺς Παρθέῳ, Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, ὡροσκόπος Διδύμοις, κλίμα δ΄. νδ´ ἔτος Κρόνου καὶ Ἀφροδίτης ἐδήλουν λ´ καὶ κδ´ γίνονται νδ´ καὶ πάλιν Σκορπίου λϚ´ καὶ Ἄρεως ἐπικειμένου τῷ κλήρῳ, ὅς ἐχρημάτισεν, ιε´ καὶ Κρόνου λ´ γίνονται πα´, ὧν δίμοιρον νδ´· ἐχρημάτισε γὰρ καὶ αὕτη ἡ καθυπερτέρησις τῶν κακοποιῶν. τῷ μὲν οὖν νγ´ φαντασίαν καὶ οἴησιν νίκης ἔσχε διὰ μειζόνων προσώπων βοηθείας, ὅθεν καὶ ἐπὶ τὴν δίκην προετράπη, ἐπεὶ Σελήνη ἐμέρισεν κε´ καὶ Αἰγόκερως κη´ . γίνονται νγ´ . τῷ δὲ νδ´ ἔτει ὑπὸ τῶν βοηθῶν κατελείφ θη· οὐδὲ γὰρ συμπαρῆσαν τοῖς χρόνοις οἱ ἀγαθοποιοί.

  46. 7.5.8.1

    Ἄλλη. Ἥλιος Σελήνη Καρκίνῳ. Κρόνος Ζεὺς Ἄρης Κριῷ, Ἀφ ροδίτη Ἑρμῆς ὡροσκόπος Διδύμοις, κλίμα α´. τῷ μὲν μζ´ ἔτει καὶ μή καὶ μθ´ ἐνόσησε καὶ αἵματος πολλὴν ῥύσιν ὑπομείνας παρείθη, δὲ τοῖς αὐτοῖς χρόνοις ἔκπτωτος ἐγένετο. τὰ μὲν οὖν μζ´ ἔτη ἐδήλου Καρκίνος λα´ μ´ καὶ Ἄρης ιε´ . γίνονται μϚ´ μῆνες η´· τὰ δὲ μή πάλιν Καρκίνου λα´ μ´ καὶ Σελήνης κε´ καὶ Ἄρεως ιε´ , γίνονται οβ´, ὧν δίμοιρον μή . ἐχρημάτισε μὲν οὖν τῷ μή ἔτει καὶ ἡ τῶν Διδύμων ἀναφορά κη´ κ´ καὶ ἡ τοῦ Ερμοῦ περίοδος κ´, γίνονται μη´ μῆνες δ´· ὅθεν καὶ μικράς φιλανθρωπίας ἔτυχε καὶ πορισμοῦ τῷ μθ´ ἔτει. Ἥλιος καὶ Κρόνος ἐμέρισαν ιθ´ ναὶ λ´ , γίνονται μθ´ · οἱ οὖν κακοποιοὶ καθυπερτερήσαντες τὰ φῶτα μεγάλων κινδύνων παραίτιοι· καὶ εἰ μὴ συμπαρῆν Ζεύς, πάντως ἄν καὶ βιαιοθανασίαν ἐπήγαγον.

  47. 7.5.9.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ. Σελήνη Ἄρης ὡροσκόπος Ταύρῳ, Κρόνος Σκορπίῳ, Ζεὺς Καρκίνῳ, Ἀφροδίτη Ἰχθύσιν, κλίμα Ϛ´ τῷ λε´ ἔτει ἀπὸ δουλείας φυγών πολλὰ ἐσύλησε καὶ πρὸς ὀλίγον χρόνον διαλαθὼν συνελήφθη τῷ αὐτῷ ἔτει. ἀμφότερα γὰρ τὰ διάμετρα ἐχρημάτισε· συνήγαγε γὰρ ἀνὰ ξ´ ὧν ἥμισυ λ´ Αἰγόκερω γὰρ κη´ καὶ Ἑρμοῦ κ´ καὶ Διὸς ιβ´ γίνονται ξ´ , ὧν ἥμισυ λ´ καὶ Κρόνου λ´ καὶ Ἄρεως ιε´ , ὧν δίμοιρον λ´ καὶ Καρκίνου κε´ καὶ Διὸς ιβ´, ἐκ τριγώνου δὲ Ἀφροδίτης η´ γίνονται με´ , ὧν δίμοιρον γίνεται λ´ ἔδοξεν οὖν διὰ τοὺς ἀγαθοποιοὺς πρὸς ὀλίγον ἀποπεφευγέναι τὸν κίνδυνον καὶ ἡδέως διατεθεῖσθαι ἐκ τῶν συλῶν διὰ τὸ τούς κακοποιοὺς ἐμπεπτωκέναι.

  48. 7.5.10.1

    Ἄλλη. Ἣλιος Κρόνος Ἑρμῆς Τοξότῃ, Σελήνη Καρκίνῳ. Ζεὺς Γαύρῳ, Ἄρης Λέοντι, Ἀφροδίτη Αἰγόκερῳ. ὡροσκόπος Παρθένῳ, κλίμα β.´ οὗτος ἡγεμονικὸς ὑπάρχων ἡγεμονικῇ ἔχθρᾳ περιπεσὼν τῷ λδ´ ἔτει κατεδικάσθη εἰς μέταλλον· Ἄρης γὰρ σὺν Ἡλίῳ ἐπικρατεῖ τοῦ χρόνου· Ἡλίου μὲν τθ´ , Ἄρεως δὲ με´ γίνονται λδ´ τῷ δὲ λϚ´ ἔτει διὰ βοήθειαν μειζόνων ἀνείθη τῆς συνοχῆς ὡς ἐπισινής· καὶ τότε μὲν ἡ ἀναφορά τοῦ Λέοντος ἐχρημάτισε τῷ λϚ´ ἔτει, ἀλλὰ Διὸς καθυπερτεροῦντος ιβ´ καὶ Γαύρου κδ´ γίνονται λϚ´ ἀλλὰ καὶ Αἰγόκερω κη´ καὶ Ἀρροδίτης η´ γίνονται λϚ´ οἱ οὖν ἀγαθοποιοὶ ἴσχυσαν. τῷ δὲ λθ´ ἔτει τοῦ πράγματος ἀνασκευασθέντος διὰ τὴν προϋπάρχουσαν ἔχθραν εἰς νῆσον κατεδικάσθη· οἱ γὰρ Τοξότῃ ἐκράτουν τῶν χρόνων, Ἡλίου ιθ´ καὶ Ἑρμοῦ κ´ γίνονται λθ´ καὶ λάβε δίμοιρον τῶν νή, ὅπερ ἐστὶν νή μῆνες η´ . πάλιν Ἡλίου τθ´ Ἑρμοῦ κ´ καὶ Λέοντος διὰ τὸν Ἄρεα τρίγωνον τθ´ γίνονται νή Ἄρεως γάρ τθ´ καὶ Ἡλίου ιθ´ καὶ Ερμοῦ κ´ γίνονται νή . τῷ δὲ μ´ ἔτει ἐπικινδύνως διῆξε καὶ νόσοις περιέπεσε· πλὴν συνεξελθοῦσα αὐτῷ γυνὴ κατὰ φιλοστοργίαν τά τʼ ἄλλα παρηγόρει καὶ τῶν ὑπαρχόντων μέτοχον ἐποίησε. τὰ μὲν οὖν μ´ ἔτη καὶ τῇ τῆς Σελήνης συναφῇ πρὸς Ἄρεα δηλοῦνται (Σελήνης γὰρ κε´ καὶ Ἄρεως ιε´ γίνονται μ´) καὶ ἡ τρίγωνος δὲ Διὸς καὶ Ἀφροδίτης στάσις αὐτὸ ἐδήλου· Διὸς γάρ ιβ´ καὶ Ἀφροδίτης κη´ γίνονται μ´ καὶ τούτοις τοῖς ἀποτελέσμασιν αὐτὸς παρέτυχον.

  49. 7.5.11.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ, Σελήνη Κρόνος Τοξότῃ, Ζεὺς Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ὑδροχόῳ, ὡροσκόπος Ζυγῷ, κλίμα β´ . τῷ μη´ ἔτει πένθος βαρύτατον τέκνου φιλοστόργου θάνατον θεασάμενος, δὲ τῷ αὐτῷ καὶ μητρός. ἐσήμανεν οὖν καὶ ἡ Παρθένος καὶ ὁ Ζυγὸς διὰ ἰσανάφορον· Ζυγοῦ μὲν ἔτη η´ , Παρθένου δὲ μ´ γίνονται μη´ ὅθεν ὡς κατὰ συμπαρουσίαν ὁ Ἄρης τῳ ὡροσκόπῳ ψυχικὸν ἐλύπησε. ἄλλως τε καὶ Παρθένου μ´ καὶ Τοξότου λβ´ γίνονται ρβ´, ὧν δίμοιρον γίνονται μή .

  50. 7.5.12.1

    Ἄλλη. Ἡλιος Ἑρμῆς Ἀφροδίτη Λέοντι. Σελήνη Παρθένῳ, Κρόνος Ζυγῷ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, ροσκόπος Καρκίνῳ, κλίμα Ϛ´ . ἐκ παρατηρήσεως καὶ τούτους τοὺς χρόνους ἐσημειωσάμην, καὶ ἐπεὶ ἔτι νήπιος ἦν, ἀντὶ τῶν ἐτῶν μῆνας ἐλογισάμην τῷ γὰρ η´ μηνὶ συμπληρουμένῳ καὶ ἕως μέρους τοῦ θ´ σπασμοῖς περίεπεσεν, ὥστε μικροῦ δεῖν κινδυνεῦσαι. μὲν οὖν η´ Ζυγὸς ἐδήλου ἐπικειμένου Κρόνου καὶ ἐνάτῳ ἡμίσει ἀναφ ορὰ γὰρ τοῦ Κριοῦ τῶν ιζ´ ἕως συμπληρώσεως μηνῶν η´ καὶ ἡμερῶν τε´ . ἀλλὰ καὶ ἡ ἀναφ ορὰ τοῦ Αἰγόκερω ἐχρημάτισεν οὕτως· τῶν κζ´ τρίτον γίνονται θ´ καὶ Ἡλίου ιθ´ καὶ Ἀφροδίτης η´ γίνονται κζ´ , ὧν τρίτον γίνονται θ´ καὶ τοῖς μὲν ἀλλοις μησὶ τοῖς ὑπὸ τῶν κακοποιῶν διακατεχομένοις ἐπεσημαίνετο καὶ ἐξανθήμασι καὶ ἐκζέμασι περιέπεσεν, οἷον τῷ ιε´ καὶ ιζ´ καὶ κγ´ καὶ τοῖς λοιποῖς, ἐξαιρέτως δὲ περὶ τὸν κζ´ μῆνα· ἐκ προφ άσεως γὰρ τετράποδος παγνίῳ πεσὼν ἐπλήγη περὶ τοὺς φυσικοὺς τόπους. τὸν μὲν κζ´ Ἄρης καὶ Σελήνη ἐδήλουν, Ἄρεως ιε´ καὶ Σελήνης κε´ γίνονται μ´ , ὧν δίμοιρον γίνονται κϚ´ ἡμέραι κ´ Κριοῦ καὶ Παρθένου διαμέτρῳ ἡγοῦμαι ἢ καὶ ὅτι πρὸς αὐτὸν ἐφ έρετο. ἄλλως τε Ἄρεως ιε´ καὶ τοῦ ὡροσκόπου Καρκίνου κε´ γίνονται μ´ , ὧν δίμοιρον κϚ´ ἡμέραι κ´ · ἀλλὰ καὶ τότε ἡ ἀναφορὰ τοῦ Αἰγόκερω ἐχρημάτιζε τὰ κζ´ , καὶ ἡ Ἄρεως ιε´ καὶ Διὸς ιβ´ γίνονται κζ´, καὶ πάλιν Ἡλίου ιβ´ καὶ Ἀφροδίτης η´ γίνονται κζ´. ἀπὸ οὖν τοῦ κη´ μηνὸς ἀνωμάλως διῆγε· συνέτρεχε γὰρ καὶ ἡ ἀναφορὰ τοῦ Ζυγοῦ καὶ ἡ τοῦ Κρόνου περίοδος· τῷ δὲ λβ´ μηνὶ ἐπισφα αλῶς ἐνόσησε καὶ ἐσπάσθη. Ἄρεως γὰρ ιε´ καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζ´ γίνονται λβ´ τῷ δὲ λγ´ μηνὶ ἐτελεύτα· συνετελεῖτο γὰρ ἡ ἀναφ ορὰ τοῦ Καρκίνου· ἀλλὰ καὶ Καρκίνου κε καὶ Ζυγοῦ η´ γίνονται λγ´ ἤ καὶ Σελήνης κε´ καὶ Ζυγοῦ η´ γίνονται λγ´ ὡς συνούσης οὖν τῷ Ζυγῷ καὶ τῷ Κρόνου διὰ ἰσανάφορον ἐλογισάμην.

  51. 7.5.13.1

    Ἄλλη. Ἡλιος Ἑρμῆς Ζυγῷ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἰχθύσι, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, Ἀφροδίτη Λέοντι. ὡροσκόπος Καρκίνῳ, κλίμα Ϛ´ . οὗτος πλούσιος ὑπάρχων περὶ μζ´ ἔτος ἐξέπεσεν· ἐχρημάτισε γὰρ Κρόνος μεσουρανῶν θ´ καὶ ἡ ἀναφορὰ τῶν Ἰχθύων, Κρόνου μὲν λ´ Ἰχθύων δὲ ιζ´ γίνονται μζ´ . ἀλλὰ καὶ διάμετρον Ἡλίου καὶ Ἄρεως καὶ Ἑρμοῦ, Ἄρεως μὲν ιε´ καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζ´ καὶ Ἡλίου τθ´ καὶ Ἑρμοῦ κ´ καὶ Λέοντος λη´ γίνονται ὁμοῦ ρα´, ὧν δίμοιρον γίνεται μζ´ μῆνες δ´· ἀλλὰ καὶ ἡ τετράγωνος πλευρὰ Ζυγοῦ τε καὶ Αἰγόκερω, Αἰγόκερω μὲν κζ´ Ἑρμοῦ δὲ κ´, γίνονται μζ´ . τῇ μὲν οὖν φαντασίᾳ ἔδοξε περισκέπεσθαι, ἐναντιώματα δὲ καὶ μείωσιν διὰ γυναῖκα ὑπέμεινε.

  52. 7.5.14.1

    Τοὺς οὖν ὑποτεταγμένους τόπους δοκιμάσαι ἀναγκαίως ὑπῆρξεν. Κρόνος νυκτὸς μεσουρανῶν ἐκπτώσεως δηλωτικός· Ἄρης ἡμέρας ἐπαναφερόμενος τῷ μεσουρανήματι αὐτὸ ἀποτελεῖ· ἐὰν δὲ ὁ κύριος τοῦ μεσουρανήματος ἐπιθεωρήσῃ μεσουράνημα ἢ χρηματίθῃ, μετὰ τὴν ἔκπτωσίν ἐστιν ἀνάσφαλσις καὶ ἀποκατάστασις ἀπὸ τῶν τῆς ἀναφορᾶς τοῦ ζῳδίου χρόνων ἢ ἀπὸ τῆς τοῦ ἀστέρος κυκλικῆς ἀποκαταστάσεως. Ἥλιος νυκτὸς ὑπὸ γῆν ἄνευ οἰκοδεσποτείας χρηματίσας, Σελήνη ὑπὲρ γῆν κινδυνευκυίας τὰς γενέσεις ἀποτελοῦσι· σύνοδοι καὶ διχότομοι Σελήνης ὑπὸ Κρόνου τετραγωνιζόμεναι ἢ διαμετρούμεναι ἢ συνόντα ἔχουσαι ἐκπτώσεως δηλωτικαί· ὁμοίως δὲ καὶ αἱ πανσέληνοι καὶ πρῶται διχότομοι ὑπὸ Ἄρεως διαμετρούμεναι ἢ τετραγωνιζόμεναι ἢ συνόντα ἔχουσαι μεγάλας ἄτας καὶ συμφορὰς σημαίνουσι ἀοιδίμους τε καὶ περιβοήτους τὰς ἐκπτώσεις, καὶ ἐπὶ μὲν τῶν στερεῶν ζῳδίων ἢ μοιρῶν παρόντες ἅπαξ τε καὶ ἀπαραιτήτως δαμάζουσιν, δὲ τοῖς δισώμοις πλεονάκις, δὲ τοῖς τροπικοῖς πολυθρυλήτως περιάπτουσι· καὶ ἐπίκεντροι μὲν τυχόντες ἐκ μεγίστων εὐτυχιῶν εἰς μεγίστας ἀτυχίας περιιστάνουσιν, δὲ ταῖς ἐπαναρ οραῖς ἑτέρων ἕτερα πάσχειν ποιοῦσι καὶ προσδοκᾶν, δὲ τοῖς ἀποκλίμασι σφάλσιν καὶ ἐπαγωγὴν ἢ λατρείας καὶ ὕβρεις καὶ βασάνοις καὶ κακοθανασίαις περιτρέπουσι. χαλεπὸν τοῖς νυκτὸς τὴν Σελήνην ἀποκλίμασι κεκτημένοις καὶ τὸν Ἥλιον ἡμέρας. ἐὰν δέ πως καὶ οἱ κακοποιοὶ τετραγωνίσωσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, καθολικοῖς πολέμοις καὶ περιστάσεσιν ἐμπίπτουσι καὶ ἀναιροῦνται. καθολικοῦ Κρόνος Ἄρεϊ κατὰ διάμετρον οὐκ ἀγαθὸς οὔτε ἐπὶ δούλου οὔτε ἐπὶ ἐλευθέρου· πολὺ γὰρ δυστυχὲς παρέξεται· καὶ τετραγωνίζοντες δὲ καὶ συνόντες ἐπιμόχθους ποιοῦσι καὶ ἐπιταράχους. βέλτιον δὲ τοὺς τοιούτους αὐτῶν σχηματισμοὺς ἀποκλίσει τετευχέναι· ἐπὶ μὲν γὰρ τῶν κέντρων ὄντες τῇ τε τύχῃ τὸν θάνατον καὶ τῇ πράξει καὶ τῇ ὅλῃ ὑποστάσει τοὺς κινδύνους ἐπιφέρουσιν ἐπὶ δὲ τῶν ἐπαναφορῶν τὰ ἐλπιζόμενα ἐπὶ χεῖρον ἀποβαίνειν ποιοῦσι καὶ θλίβουσι τὰς ἐγχειρήσεις, ἐπιμόχθους δὲ καὶ ἐπιπόνους ποιοῦσι τὰς τύχας· δὲ τοῖς ἀποκλίμασι περὶ τὰ βιωτικὰ ποικίλως καὶ εὐπροφασίστως τοῖς ποριζομένοις ἀντήλλακται. ἐὰν δέ πως οἱ ἀγαθοποιοὶ τοῖς προειρημένοις σχήμασι μαρτυρήσωσι, ἧττον τὸ φαῦλον ἢ εὐπαραμύθητον γενήσεται· τὸ δʼ ὅμοιον καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως ἀποτελοῦσι τῶν σχημάτων κυριεύσαντες. ἐπεὶ δὲ δοκοῦσιν οἱ πλείους ἀστέρες ἢ καὶ πάντες πλειστάκις τῶν χρόνων ἐπικρατεῖν, ἡ διάκρισις τοῦ τε φαύλου καὶ ἀγαθοῦ καταληφθήσεται ἐκ τῶν κατὰ καιρὸν ἐπεμβάσεων, καὶ μάλιστα ὖπόταν ἀστὴρ χρονοκρατῶν ἐπεμβῇ εἰς τοὺς χρηματιστικοὺς τόπους λόγον ἔχων εἰς τὰ τῆς γενέσεως πράγματα· βέβαιον γάρ σημαινόμενον ἀποτέλεσμα δηλοῖ.

  53. 7.5.15.1

    Πρὸς δὲ θαυμάσαι τὴν φύσιν καὶ ὅτι χωρὶς εἱμαρμένης οὐδὲν γίνεται, ἀλλὰ καὶ οἱ πολέμῳ καὶ συμπτώσει καὶ ἐμπρησμῷ καὶ ναυαγίῳ ἢ καὶ κατὰ ἄλλην αἰτίαν τινὰ ἁλισκόμενοι ὁμοθυμαθὸν συνάγονται ὑπὸ τῆς εἱμαρμένης, ἐκ μικροῦ ὑποδείγματος δηλώσομεν. Ἥλιος Ἑρμῆς Λέοντι, Σελήνη Ζυγῷ, Κρόνος Κριῷ, Ζεὺς Ταύρῳ, Ἄρης Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Αἰγόκερῳ, κλίμα β´. τῷ μ´ ἔτει κλιμακτῆρα ἔσχε· Σελήνης μὲν κε´, Κριοῦ δὲ ιε´ γίνονται μ´ ἢ καὶ αὐτοῦ τοῦ διαμετροῦντος Κριὸν κ´ Ζυγοῦ μ´ γίνονται ξ´ ὧν δίμοιρον γίνεται μ´ γέγονεν οὖν διπλοῦς ὁ κλιμακτήρ. δὲ τῷ αὐτῷ χρόνῳ εὗρον καὶ Αἰγόκερω τοῦ ὡροσκόπου κη´ καὶ τοῦ κατὰ τρίγωνον Διὸς ιβ´ , γίνονται μ´ · καὶ πάλιν Αἰγόκερω λ´ καὶ Ταύρου κβ´ καὶ περιόδου η´ , γίνονται ξ´ ὧν δίμοιρον μ´ .

  54. 7.5.16.1

    Αλλη. Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ, κλίμα ζ . τῷ λε´ ἔτει κλιμακτῆρα ἔσχεν· ἐχρημάτισε γὰρ Ἄρεως ἡ περίοδος ἔτη ιε´ καὶ Παρθένου κʼ, γίνεται λε´ ἀλλὰ καὶ Ἀφροδίτης η´ καὶ ἡ ἀναφορὰ τοῦ Αἰγόκερω κζ´ γίνεται λε´ καὶ πάλιν διάμετρον Κρόνου λ´ καὶ Καρκίνου λβ´ λ´ καὶ Ἀχροδίτης η´ γίνονται ο´ μῆνες Ϛ´ , ὧν ἥμισυ γίνεται λε´ μῆνες γ´ . ἀλλὰ καὶ Ζεὺς Κρόνος τότε συμμετέσχον τοῦ χρόνου, Ζυγοῦ μβ´ μῆνες Ϛ´ Καρκίνου κζ´ μῆνες Ϛ´ γίνονται ο´ , ὧν ἥμισυ γίνεται λβ´.

  55. 7.5.17.1

    Ἄλλη. Ἥλιος Ἄρης Ἀφροδέτη Τοξότῃ, Σελήνη Ζυγῷ, Κρόνος Διδύμοις, Ζεὺς Παρθένῳ, ὡροσκόπος Ἑρμῆς Αἰγόκερῳ, κλίμα ς´. τῷ λϚ´ ἡμίσει ἔτει κλιμακτῆρα ἔσχε. Διδύμων κζ´ μῆνες ς´ καὶ Ἀφροδίτης η´ γίνονται λε´ μῆνες Ϛ´ Ἡλίου ιθ´, γίνονται νδ´ μῆνες ς´, ὧν δἱμοιρον γίνεται λϚ´ μῆνες δ´ συμμετέσχον οὖν καὶ ἐνθάδε οἱ ἀγαθοποιοί.

  56. 7.5.18.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Καρκίνῳ. Σελήνη Κριῷ. Ζεὺς ὡροσκόπος Διδύμοις, Κρόνος Ζυγῷ, Ἄρης Λἑοντι, κλίμα α´. τῷ κζ κλιμακτῆρα ἔσχε. ἁλίου μὲν ιθ´ Ζυγοῦ δὲ η´ γίνονται κζ´ ἀλλὰ καὶ Διδύμων κη μῆνες δ´ καὶ Διὸς ιβ´ γίνονται μ´ μῆνες δʼ, ὧν δίμοιρον μζ´ ἔγγιστα· καὶ πάλιν Λέοντος ιθ’ καὶ Καρκίνου λα´ μῆνες η´ , Κρόνου λ´ γίνονται π´ μῆνες η´ , ὧν τρίτον γίνεται κζ´ ἔγγιστα.

  57. 7.5.19.1

    Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη Κριῷ. Κρόνος Λέοντι. Ζεὺς Τοξότῃ, Ἄρης Ζυγῷ. Ἀφροδίτη Ἑρμῆς Αίγόκερῳ. ὡροσκόπος Ἰχθύσι, κλίμα Ϛ´ . τῷ λγ´ ἔτει κλιμακτῆρα ἔσχε. Σελήνης κε´ καὶ Ζυγοῦ η´ γίνονται λγ´ καὶ Κρόνου λ´ καὶ Ἡλίου ιθ´ γίνονται μθ´, ὧν δίμοιρον λβ´ μῆνες η´ ἀλλὰ καὶ Τοξότου ἀναφ ορὰ ἐχρημάτισε Διὸς ἐπικειμένου, τουτέστι τὰ λγ´ .

  58. 7.5.20.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀχροδίτη Σελήνη Ταύρῳ. Κρόνος Τοξότῃ, Ζεὺς Σκορπίῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ἰχθύσι, κλίμα β´ . τῷ κβ´ ἔτει κλιμακτῆρα ἔσχε. Λέοντος ιθ’ καὶ Σελήνης κε´ γίνονται μδ´ , ὧν ῆμισυ γίνεται κβ´ ἀλλὰ καὶ Σκορπίου λϚ´ καὶ Ταύρου η´ γίνονται μδ´ ὧν ἥμισυ γίνεται κβ.

  59. 7.5.21.1

    Οὗιοι οἱ Ϛ´ ἄνθρωποι πλέοντες, ἔτεροι δὲ πολλοὶ καὶ βίᾳ ἀνέμου περιπεσόντες ἀποπτερυγωθέντος τοῦ πηδαλίου ἐκινδύνευσαν ὑποβρύχιοι ἀπελθεῖν τοῦ σκάφους κῦμα ἐκδεξαμένου. ἀλλὰ τῇ φορᾷ τοῦ πνέοντος ἀνέμου καὶ τῳ ἀρμένῳ χρησαμένου τοῦ κυβερνήτου διέφυγον καὶ ἑτέροις δὲ κινδύνοις περιέπεσον κατὰ τὸν αὐτὸν χρόνον κατὰ θάλασσαν καὶ διὰ πλάνην πειρατικήν.

  60. 7.5.22.1

    Ὅθεν ἐὰν πολλάκις κατά τινας χρόνους οἱ πλείους ἢ πάντες οἱ ἀστέρες εὑρίσκωνται χρηματίζοντες, συγκρίνειν δεήσει ἑκάστῳ, πῶς σχηματίζεται καὶ τίνος ἐπικαιρότερος ἢ δυναστικώτερος τυγχάνει, πότερον ὁ φαῦλον ἢ ὁ ἀγαθὸν ἀποτελῶν, κἀκείνῳ βραβεῖον τοῦ ἀποτελέσματος ἀπονέμειν, εἶτα τοῖς λοιποῖς τοῖς ἀσθενέστερον δυναμένοις ἀποτελεῖν διʼ ἐλπίδος καὶ ὑπερθέσεως καὶ φόβου καὶ ζημίας· πολλάκις γάρ ὐπʼ ὄψιν προδείξαντες ἀποτέλεσμα ἠτόνησαν διὰ ἐπὶ δυναστικοῦ τόπου ἕτερον τετευχότα ἐξισχῦσαι. ἐὰν δὲ τὴν αὐτὴν δύναμιν τῆς σχηματογραφίας ἢ τῶν ζῳδίων ἐπισχῶσιν, ἀμφότερα γενήσεται τά τε φαῦλα καὶ τὰ ἀγαθά, πολλάκις μὲν οὖν πρὸς χρόνους δυσέκλυτοι καὶ εὔτονοι πλευραὶ εὑρισκόμεναι ἐπὶ πολὺ διακατέχουσι, κἂν ἤδη δοκῶσι τῶν χρόνων ἐξίστασθαι, πάλιν ἐπικρατοῦσι καὶ ἄρχουσιν· ὡς καὶ ἂν ἑτέρα μαρτυρία χρηματίσῃ, οὐκ εὐτονήσει νικωμένη ὑπὸ τῆς πρώτης, καὶ μάλιστα ὅταν κατὰ διάμετρον ἢ καθʼ ὑπερτέρησιν τύχῃ κακοποιὸς ἐνεργῶν τι.

  61. 7.5.23.1

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος χάριν Ἥλιος Κρόνος Ἑρμῆς Κριῷ. Σελήνη Ζεὺς Λέοντι. Ἄρης Ταύρῳ, Ἀχροδίτη Ὑδροχόῳ, ὡροσκόπος Παρθένῳ, κλίμα α´ . τῷ ιη´ ἔτει σὺν ἐπισήμῳ γυναικὶ ἐξενίτευσε διὰ φιλίαν καὶ δόξαν καὶ πρὸς ἄλλην συνήθειαν καὶ ἐρωτικὴν ἐπιθυμίαν ἔσχεν· ἐσήμαινε γὰρ τὰ κε´ ἔτη ἡ ἀναφορὰ τοῦ Ὑδροχόου, ἔνθα ἡ Ἀφροδίτη ἐπῆν· καὶ εἰ μὲν μόνη κεχρηματίκει, τῆς εὐεργεσίας τάχει συνετελεῖτο· νυνὶ δὲ καὶ Ἄρης διὰ τὴν τοῦ Γαύρου ἀναφοράν τὰ κε´ ἐπεκράτει, ἀλλὰ καὶ ἡ Σελήνης περίοδος τὰ κε´ ἔφερεν, ὧν δίμοιρον γίνεται ιϚ´ μῆνες η´· εἰ μὲν οὖν ἐπισυνῆγεν ἑτέρα ἀγαθοποιῶν μαρτυρία μετὰ τοὺς προγεγραμμένους χρόνους, ἐλπιζόμενον ἐπετελεῖτο· νυνὶ δὲ οἱ αὐτοὶ πάλιν ἐπεκράτησαν τῷ γὰρ ιη´ ἔτει μὲν θηλυκὸν πρόσωπον ἐτελεύτα, αὑτὸς δὲ τῆς ἐλπίδος σφαλεὶς ὑπέστρεψεν ὀλίγα ὠφεληθείς. Ζεὺς γὰρ ἐμέρισε ιβ´ καὶ Ἄρης αὐτὸν καθυπερτερήσας ιε´ γίνεται κζ´ , ὧν δίμοιρον ἔτη ιη´ ἐλλὰ καὶ Λέοντος ιθ´ καὶ Γαύρου η´ γίνονται κζ´ ὧν δίμοιρον ιη´ τῷ ιθ´ ἔτει ὠφελείας μὲν καὶ περικτήσεως ἔτυχε, στάσεις δὲ καὶ μετεωρισμοὺς ψυχῆς καὶ πρὸς οἰκείους ἔχθρας ἔσχε· τὰ μὲν γὰρ ιθ´ ὁ Λέων ἐσήμαινε Διὸς καὶ Σελήνης ἐπόντων· ἀλλὰ καὶ αὐτὸς Ἥλιος σὺν Κρόνῳ ὢν Κρίῷ ἐσήμαινε τὰ ιθ´ καὶ πάλιν Ὑδροχόου λ´ καὶ Ταύρου η´ , ὧν ἥμισυ γίνεται ιθ´. τῷ δὲ κ´ ἔτει διὰ τὴν τῆς γυναικὸς φιλίαν ἐξενίτευσε καὶ μείζονας ἐλπίδας καὶ ὠφελείας προσεδόκησε, πλὴν καὶ τότε ἐσφάλη θανούσης αὐτῆς· ἐδήλου γὰρ Ἄρης ιε´ καὶ Σελήνη κε´ γίνονται μ´ ὧν ἥμισυ κ´ ἀλλὰ καὶ Ταύρου ἀναφορὰ κε´ καὶ Λέοντος λεʼ γίνονται ξ´ , ὧν τρίτον γίνεται κ΄. καὶ Ερμῆς δὲ Κριῷ σὺν Κρόνῳ ἐσήμαινε τὰ κ´. ὁμοίως δὲ καὶ τῷ κα΄ ἔτει οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθ´ καὶ Ταύρου η΄ , Ἄρεως ιε΄ γίνονται μβ΄ , ὧν ἥμισυ γίνεται κα´ · καὶ ἀναφορὰ Κριοῦ κα´ μῆνες η καὶ Ἑρμοῦ κ´ γίνονται μα´ μῆνες η΄ , ὧν ἥμισυ ἔτη κ΄ μῆνες ι΄ καὶ τῷ κβ΄ ἔτει ὁμοίως οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθ´ καὶ Γαύρου κε΄ γίνεται μδ΄ ὧν ἥμισυ γίνεται κβ΄. κγ΄ ἔτος Ἀφροδίτη καὶ Ἄρης· Ἀφροδίτης η΄ Ἄρεως ιε΄ γίνονται κγ΄.

  62. 7.5.24.1

    Οὕτως πολλάκις κατὰ πλατικὴν καὶ καθολικὴν θεωρίαν οἱ ἀστέρες καλῶς δοκοῦντες ἐσχηματίσθαι ἐναντιωμάτων εἰσὶ δηλωτικοί, ἀνταναλυόμενοι ὑπὸ τῆς τῶν χρόνων δυνάμεως. οἷον κα΄ ἔτος ἐσήμαινε μὲν Λέων τθ΄ καὶ Διὸς ἐπικειμένου ιβ΄ , ὧν δίσοιρον γίνεται ἔτη κ΄ μῆνες η΄· ἀλλὰ καὶ τρίγωνον Διὸς καὶ Ἡλίου αὐτὸ ἐδήλου· ἔσχεν οὖν φιλίαν πρὸς μείζονα καὶ βασιλικὸν πρόσωπον, παρʼ οὗ καὶ στεμματοφορίαν καὶ ἀρχιερωσύνην προσεδόκησεν. ἀναμφιλέκτως οὖν τοιοῦτο ἐγεγόνει ἄν, εἰ μὴ Ἄρης καθυπερτερῶν κεχρηματίκει· καὶ Κρόνου δὲ συνόντος τοῖς τὴν δωρεὰν παρεχομένοις ἀνακρίσεις καὶ βραδυτῆτες καὶ ἀναλώματα καὶ φθόνοι παρηκολούθησαν, καὶ οὐ τοσοῦτον ἐμποδιστικὸς δόξης ἐφαίνετο τρίγωνος Διὶ τυγχάνων, ὅσον παρʼ ἵρεσιν Ἄρης καθυπερτερήσας. ἐγένετο οὖν καὶ κλιμακτηρικὴ νόσος καὶ αἱμαγμὸς καὶ ἐμπόδιον τῆς δόξης, δούλων προδοσία, ἐπιθέσεις ζημίαι ἐνδειαι. εῖθ’ οὗτος ὑστέρου εὐπόρησε καὶ εἰς μέλλοντα χρόνον ἀναβολῆς γενομένης ἀπηλλάγη εἰς τὴν τῶν ἀγαθοποιῶν καὶ κακοποιῶν κατὰ τὸν αὐτὸν χρόνον χρημάτισιν· ἔσονται μὲν πράξεις, ἀναλώματα δὲ πλεῖστα, ἢ καὶ ἐκ προγενομένης πράξεως αὐτάρκεια ἔσται ἢ καὶ ἑτέρας τινὸς προσόδου καὶ φίλων ἐπικουρίας. γίνεται δὲ καὶ τὰ ἀποτελέσματα μετὰ συμπληρωθῆναι τὰς ἀναφορὰς τῶν ζῳδίων ἢ τὰς τῶν ἀστέρων περιόδους, καθὼς καὶ αὐτός φησιν ὁ βασιλεύς ἐπὶ γενέσεως· ὁ το ιοῦτος διελθὼν τοὺς τῆς Ἀφοδίτης καιρικοὺς χρόνους ἄτεκ νος τῶν ἀν αγκαίων στερηθήσε τακα ἱπάνια ἀχρειώ σατρόπον ἐπαίτου ζήσετα ι. ἄρχονται οὖν τότε ἐνεργεῖν οἱ χρόνοι, ἐπὰν εἰς συντέλειαν συντρέχωσι, προκατασκευάζοντες ἐπὶ τῶν ἀγαθῶν ἀποτελεσμάτων φιλίας συστάσεις ὠφελείας συμπαθείας δόξας, ἐπὶ δὲ τῶν φαύλων κακωτικὰς αἰτίας.

  63. 7.5.25.1

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ζεὺς Ἑρμῆς Ζυγῷ, Σελήνη Ταύρῳ. Κρόνος Καρκίνῳ, Ἄρης Τοξότῃ, Ἀφροδίτη ὡροσκόπος Σκορπίῳ, κλίμα β΄. ὁ τοιοῦτος διελθών μ΄ ἔτος κατεδικάσθη φυγῇ. ἐδήλουν τὰ μ΄ ἔτη ἡ καθυπερτέρησις Κρόνου Ζυγοῦ Καρκίνου μοῖραι λβ΄ καὶ Ζυγοῦ η΄ , γίνονται μ΄· καὶ διάμετρον Σελήνης πρὸς Ἀφροδίτην Γαύρου κε΄ Σκορπίου ιε΄ γίνονται μ΄· ἔνθεν καὶ διʼ εἴδη θηλυκὰ καὶ ὠφελείας πρόφασιν ἐνήργει ἀποτέλεσμα· καὶ πάλιν ἡ τῆς Σελήνης συναφὴ πρὸς Ἄρεα, Σελήνης κε΄ καὶ Ἄρεως ιε΄ γίνονται μ΄ , ὡς καὶ ὁ βασιλεύς φησιν· ἔστω δὲ καὶ τὴν Σελήνην ᾧδήτοτε ζῳδίω τετευχένα ἢ ἐπίκεντρον εἶναι, ἐπαναφέρεσθαι δὲ ἢ ἐπικαταφέρεσθαι τὸν τοῦ Ἄρεως τῳ ἐχομένῳ ζῳδίῳ ἐπόντα, ᾧ καὶ τὴν συναφὴν ποιήσεται. ὥστε κἀν μὴ ἐν τῷ αὐτῷ ζῳδίῳ συμπαρῇ ἀστὴρ τῇ Σελήνη, δὲ τῷ μεταξὺ ἢ ἐν τῷ τούτου τετραγώνῳ ἢ διαμέτρῳ εὑρεθῇ, βέβαιον τὴν συναφὴν προκρίνειν καὶ συμπεριθέντα τὰς τούτων περιόδους ἢ καὶ τὰς τῶν ζῳδίῳν ἀναφ ορὰς ἀποφ αίνεσθαι τὸν χρόνον.

  64. 7.5.26.1

    Πρὸ πάντων οὖν, καθὼς προείπαμεν, ἐκ τῶν καθολικῶν ἀποτελεσμάτων σκοπεῖν δεήσει τὰ σχήματα τῶν ἀστέρων ὁποῖα τυγχάνει, πότερον ἀγαθοποιὰ ἢ φαῦλα καὶ τίς ὁ τόπος καὶ τί δύναται σημᾶναι, καὶ τῶν ἐπιπαρόντων ἀστέρων ἢ μαρτυρούντων τὰς φάσεις, καὶ οὕτως τοῖς ἐπιμερισμοῖς τὰ ἀποτελέσματα προλέγειν. οἷον τὸ διάμετρον οὐ πάντως κακοποιὸν οὐδὲ τετράγωνον, ἀλλʼ ἔσθʼ ὅτε. ὥσπερ οὖν ἐν τοῖς καθολικοῖς ἀποτελέσμασιν ἐναλλοιοῦται ὑπὸ τοῦ τόπου ἡ μαρτυρίας ἥ κέντρου ἢ ἄλλης τινὸς φύσεως, οὕτως καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως ἐναλλοιοῦται ἢ βεβαιοῦται τὰ ἀποτελέσματα ἐκ τῆς τῶν ἀστέρων καιρικῆς ἐπεμβάσεως. τῇ οὖν ἐπεμβάσει τῶν ἀστέρων ἀναγκαίως δεῖ προσέχειν, ὅπως καὶ τὸ λεγόμενον ἀκριβὲς ἦ καὶ εὐκατάληπτον τὴν δύναμιν ἔχῃ.

  65. 7.5.27.1

    Ἵνα δὲ μὴ δόξω πάλιν τὰ αὐτὰ σοφίζεσθαι, καθὼς ἐμὴνυσεν ὁ βα σιλεὺς περὶ τούτων, αὐταῖς λέξεσιν ὑποτάξω. πάντα δὲ ἀ στέρα ἢ ἐπὶ τοῦ ἰδίου τόπου που ἐπιπαρόντα ἢ καὶἐπὶ τῶν τετραγώνων ὄντα, ἐάνπερ ᾖ προσφορώτερος ἐπὶ τῆς γενέσεως ἢ βλα πτικὸς ἐπὶ τῶν ὁμοίων τόπων, ἐάνπερ ἦ βλαβερὸν ὑπὸ τῶν τῆς γενέσεως χρόνων. εἰ δὲ δ μὲν ὠφέλιμος ὑπάρχει, ὁ δὲ βλαβερός, καὶ τύχωσιν ἑκάτεροι ἐπὶ ἰδίου τόπου ἢ τετραγώνου, καὶ ὁ μὲν περιποιῶν ἐπιμερίσει ἐπὶ τὸνκ ακοποιοῦ τόπον ἐπιπαρελθών, δ δὲ στερητικὸς γενήσεται ὧν προεμέρισε, χάριν τοῦ ἑκάτερον αὐτῶν ἐκ τετραγώνου γενομένους τὸν μὲν δοτικὸν γεγονέναι, τὸν δὲ ἕτερον ἐπιμαρτυρήσαντα τῇ δόσει τῆς βλάβης τὸ μεῖον ἀποδεδειχέναι. πάλιν λέγει· νοεῖν δὲ χρὴ καὶ τὸν τῶν χρόνων κρατοῦντα τὸ πῶς τέτακται πρὸς τὰ τῆς γενέσεως πράγματα, ἔτι δὲ τοὺς ἐπικρατήτορας καὶ περιποιητικοὺς ἢ βλαπτικοὺς τόπους. οὐκ ἐπὶ μόνης δὲ τῆς καταρχῆς τῶν χρόνων, ὅπου τετεύχασιν οἱ ἀστέρες, συνορατεός δ τρόπος ἔσται ὁλοτελῶς, ἀλλὰ καὶ ἐν τοῖς διαμέσοις προσκοπητέον τὰς ἐπεμβάσεις τῶν λοιπῶν ἀστέρων τὰς τῶν προσμ αρτυρούν των ἢ συμ παρε δρευόν των τῷ δε σπόζον τι τῶν χρόνων, συμ παραλαμβανομένων δὲ καὶ Ερμοῦ καὶ Σε λήνης. ἐνδέχεται γὰρ ἐπὶ τῆς καταρχής τῶν χρόνω συμφόρων ὄνυ των αὐτῶν τὸν ἀγα θοπο ιὸν ἐπὶ τοῦ περιπο ιητκοῦ ῦτόπου παρεῖναι ἢ μεθ᾿ δπόσον ὖν δήποθεν χρόνον τὴν ἐπέμβασιν ποτεῖσθαι, κακοποιὸν δὲ ἐποἰὸν δὲ ἐπεμβεβηκέναι· καὶ τῶν κρόνων καλῶν ὄντων ἀπο βολὴν τῶν ἐἲσοδιασθέντων ποτήσεται. εἰ δὲ τῶν κρόνων κατὰ τὸ ἐναλλὰξ ἀποβὰντων ἀγαθοποιὸς ἐπὶ τοῦ περιποιητικοῦ τὑχῃ, δ δὲ κακοποιὸς χρηματίσας πρὸς τὴν γένεσιν τύχῃ, ἐφ᾿ ὦν χρόνων δ κακοποιὸς ἐπικρατεῖ, τότε πάντοτε περιποιητικὸς ἔσται δ χρόνος οὐδενὶ τῶν χρόνων ἐναντιω ὅντων, προσεπισημανθήσεται δὲ ταῖς προσκυπούσαις δυσκολίαις καὶ ἀντερείσεσι.

  66. 7.5.28.1

    Παρ᾿ ἔκαστα δὲ ἐπιτηρεῖν τὰς ἐκάστου ἀστέρος ἐπεμβάσεις εἰς τὰ προσήκοντα τῇ γενέσει ζῴδια· καὶ τῆς Σελήνης ἐπιμελῶς τοὺς δρόμους σκοπεῖν· ὁπότε γὰρ ἐπʼ ἀνατολῆς τύχη ἐν τοῖς τετραγώνοις τοῖς δεξιοῖς ἢ εὐωνύμοις ὑπὸ Ἄρεως ἢ Κρόνου κατοπτευομένη, προφυλακτέα ἡ παράδοσις ἔσται, ὅπερ οὐδὲν ὄφελος. κἂν μὲν ἐν χρόνοις κακοποιῶν τοῦτο συμβῇ, οἷον ἐπὶ τῶν τοῦ Ἄρεως χρόνων, συνοχαῖς καὶ βάρεσι γίνονται ἢ τραυμάτων περιπλοκαῖς· εἰ δὲ δ τοῦ Ερμοῦ τούτοις συμπροσγένηται τοῖς χρόνοις ἤτοι σὺν τῷ τοῦ Ἄρεως ἢ ἐπὶ τῶν προσηκόντων ζῳδίων τῷ τοῦ Ἀρεως, γραπτῶν γὰρ χάριν τὴν ἐπιφορὰν ἢ τὴν σύσχεσιν ἔσεσθαι σημαίνει· Κρόνος δὲ ἐπιμαρτυράμενος ἢ συμπαρὼν χάριν παλαιῶν τινῶν ἢ χρόνων ἢ πατρικῶν ἢ τῶν ὁμοίων ἢ πρεσβυτέρας κεφαλῆς χάριν. ἐπὰν δὲ τῶν χρόνων δ τῆς Ἀφροδίτης τὴν κυρίαν ἔχῃ, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ τῶν τῆς Ἀφροδίτης οἴκων τύχῃ, γυναικείας χάριν κεφαλῆς· εἰ δὲ Ἀφροδίτη τοῦ Διὸς τοὺς χρόνους τύχῃ, ἐπὶ δὲ τῶν τοῦ Διὸς ὁ τοῦ Ἄρεως τύχη, βσιλικῶν χάριν ἢ καὶ μεγιστᾶνός τινος· ἰσχάνουσι δὲ καὶ προκοπὰς μεγίστας, ἐπὰν τῶν χρόνων τοῦ Διὸς ὄντων τοῦ Διὸς ἐπὶ τοῦ κατὰ κορυφὴν ἢ τοῦ περιποιητικοῦ σὺν τῷ τοῦ Ἄρεως ὑπάρχῃ. σκοπεῖν οὖν δεήσει ἐπί τε τοῦ Διὸς καὶ τοῦ Ἄρεως πράσσειν παρεχόντων, ἐπὰν ὁ τοῦ Κρόνου τὴν ἐπέμβασιν ἐπιλάβῃ καὶ τὴν ἐναντιότητα, ἷνα οἱ χρόνοι τῶν πράξεων ἐναντίοι γένωνται. εἰ δὲ ὁ τοῦ Ερμοῦ τὴν κυρίαν ἔχει, ὁ δὲ τοῦ Διὸς ἐπʼ αὐτοῦ παρέξει, τοῖς χρόνοις τούτοις ἐπὶ πράγματος προβιβασθήσεται καὶ καλῶς διάξει· κἂν μὲν ἐπὶ τῆς γενέσεως τύχῃ καλῶς διακείμενος, μείζονας τὰς πράξεις ἕξει κατὰ τὴν ἐπὶ τῆς γενέσεως διαστολήν· ἐναλλοιοῦται γὰρ ταῦτα ἐκείνοις καὶ ἐκεῖνα τούτοις ἐπὶ τῶν ἐκ γενετῆς διαστολῶν. τῶν γὰρ προδηκόντων κατὰ γένεσιν τόπων ἀκυρολογήτων κατὰ τὰς θέσεις τῶν ἀστέρων φανέντων, ἐπὰν δοτῆρες οἱ χρόνοι τύχωσι, καθάπερ προείπαμεν, ἐπὶ τοῦ περιποιητικοῦ παρῆν ὁ ἀστήρ. προσοδικῶς οὖν γενόμενος οὐ παράμονα ποιήσει τὰ προσοδιασθέντα ὑπὸ τῶν ἀνοικείως κατὰ γένεσιν ἠστερισμένων τὰ δὲ ὑπὸ τῶν ἰδίως πρὸς ἑκάστην γένεσιν ἠστερισμένων δοθέντα, ἐπὰν οἰκείως τύχη κατὰ τοὺς χρόνους ὁοθέντα, κυρίως περιέσται, ἐπὰν οἱ πλείους τῶν ἀστέρων τῶν ἀγαθοποιῶν συμπροσῶσιν ὁποτέρῳ εἴτε καὶ ἐπὶ τῶν προσκυρούντων τῇ γενέσει ζῳδίων ἐπιμαρτυρῶσι τῷ κρατοῦντι τῶν χρόνων ὑπὸ τὸν τῆς γενέσεως καιρόν. τοῦ δὲ τοῦ Κρόνου ἐπιλαβόντος τὸν τόπον ἐναντιότητα καὶ ψύξιν ἀποτελεῖ τῶν πράξεων· εἰ δὲ καὶ τὸν τῶν ἐπόντων ἀστέρων τόπον ἐπιλάβῃ, ὁ δὲ τοῦ Ἄρεως τὸν περιποιητικὸν ἐπέχῃ τοῦ τοῦ Κρόνου καὶ τὸν τῶν πράξεων τόπον ἔχοντος, καὶ κινδύνοις ἰσοθανάτοις περιβαλεῖ, δεῖ μὲν οὖν νοεῖν πάντοτε τὸν τοῦ Κρόνου κατὰ τὸ περιποιητικὸν ζῴδιον ἐπόντα βλαπτικὸν ὑπάρχοντα καὶ ἐπὶ τοῦ τούτου ἐναντίου ἐπί τε τὸν τοῦ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ κατὰ τὴν ὁποτέρου τούτων διαστσλήν. τὸ δʼ ὅμοιον ἀποτελεῖ καὶ ὁ τοῦ Ἑρμοῦ ἐπὶ τῶν τῆς Σελήνης καὶ τῶν οἰκείων ζῳδίων μαρτυρούμενος ὑπὸ Ἄρεως καὶ Κρόνου· τὸ δʼ αὐτὸ καὶ ὁ τῆς Ἀφροδίτης· πᾶς δὲ ἀστὴρ ἐπιπαρὼν τοῖς κατὰ γένεσιν ζῳδίοις οἰκείως ἐπί τε τοὺς Ἡλίου καὶ Σελήνης τόπους καὶ συγκερασθεὶς τῇ προκειμένῃ συγκρατικῇ διαστολῇ. τὸ δʼ ὅμοιον ἀποδείκνυσι τῶν ἀποτελεσμάτων τῆς κυρίας τοῦ δεσπόζοντος τῶν χρόνων συνεπικρατούσης σὺν τοῖς παρατυγχάνουσι τῶν λοιπῶν ἀστέρων. πάντοτε δὲ δεῖ τηρεῖν κατὰ φάσιν τὴν Σελήνην ἀπὸ συνόδου φωτιζομένην τοῖς τετραγώνοις μάλιστα ἐπὶ τοῦ δεκάτου ζῳδίου, καθὼς πρόκειται, ὑπὸ τῶν κακοποιῶν μαρτυρουμένην εἰ δὲ καὶ ὁ τοῦ Ἄρεως καὶ ὁ τοῦ Κρόνου ἐπὶ τῶν ἐναντίων τόπων θεωρούμενοι κατὰ τὸν τῆς γενέσεως χρόνον καὶ τοὺς κυρίους τόπους διαπορευομένης τῆς Σελήνης. ὠφέλιμος δέ ἐστιν ἐπὶ τοὺς τῶν ἀγαθοποιῶν τόπους παριοῦσα, εἴπερ ἐπὶ τῶν ἐπικαιρίων τῆς γενέσεως τόπων τετευχυῖα καταλαμβάνεται.

  67. 7.5.29.1

    Καὶ ταῦτα μέν, ὦ Μάρκε, μετὰ πολλοῦ πόνου καὶ ἐγκρατείας ζητήσας καὶ ἀνευρὼν συνέταξα καὶ τὰς αἱρέσεις ἐξεδόμην. τοιγαροῦν ὁρκίζω σε Ἥλιον καὶ Σελήνην καὶ τῶν πέντε ἀστέρων τοὺς δρόμους φύσιν τε καὶ πρόνοιαν καὶ τὰ τέσσαρα στοιχεῖα μὴ ταχέως τινὶ μεταδοῦναι καὶ ταῦτα ἀμαθεῖ μηδ’ ὡς ἔτυχε, λογισάμενον τὸν πόνον καὶ τὸν πόθον καὶ τὴν πολυχρονίαν εἰς τὰ τοιαῦτα διατριβήν τε καὶ ζήτησιν. τοῦ γὰρ χρόνου τὴν πρᾶξιν εἰκάσας ἀντὶ πολλῶν σοι χρημάτων κατέλιπον τὸ γὰρ ἀργύριον εὐανάλωτον καὶ ἐπίφθονον καὶ εὐεπιβούλευτον ὑπάρχει, τὰ δὲ συντάγματά μου καὶ βίον σοι καὶ δόξαν καὶ τιμὴν καὶ ἡδονὴν καὶ ὠφέλειαν παρέξει, ἐάνπερ κοσμίως καὶ ἀσφαλῶς ἐνεχθῇς, καθὼς προγέγραπται, καὶ μὴ ἐγκληματικῶς μηδʼ ἀκροθιγῶς. καὶ αὐτὸς οὖν ὁμοίαν τὴν κακοπάθειαν ἡγησάμενος, ὥσπερ ἄν εἰ αὐτὸς συνέταξας — ἀλλʼ ὅμως ἐκακοπάθησας παραλαμβάνων καὶ ἀνεκρίθης ἀξίαν ἀμοιβὴν κομιδάμενος, μετάδος τοῖς δυναμένοις· τοῦτο δὲ ποιήσας ἐμὲ μὲν καὶ τὸ μάθημα δοξάσεις, σαυτὸν δὲ ὠφελήσεις καὶ φιλόπονον καὶ φιλόκαλον ἀποδείξεις. εὐορκοῦντι μέν σοι καταθύμιος συντέλεια.

  68. 7.5.30.1

    Οὺεττίου Οὐάλεντος Ἀντιοχέως τῆς πρὸς Δάφνην γενεθλιαλογουμένων βιβλίον ζ᾿ τετέλεσται.

  69. 8.1.1.1

    Τὸ ὄργανον τὴν πῆξιν ἔχει ἀπὸ α΄ ἕως μοίρας θ΄ τοιαύτην. τῇ α΄ μοίρᾳ τοῦ Ζυγοῦ παράκειται ἀριθμὸς β΄, τῇ β΄ δ΄, τῇ γ΄ ς΄, τῇ δ΄ η΄, τῇ ε΄ ι΄, τῇ ς΄ ιβ΄, τουτέσι παραύξησις μοιρῶν β΄· εἶτα ἀπὸ τῆς ζ΄ μοίρας συνδέσμου λύσις, παραύξησις προσθέσεως μοιρῶν ιδ΄ καὶ γίνονται ἐπὶ τῆς μοίρας ζ΄ μοῖραι κϚ΄, ἐπὶ τῆς η΄ μοίρας κη΄, ἐπὶ τῆς θ΄ μοίρας λ΄ ἐπὶ τῆς ι΄ β΄, ἐπὶ τῆς ια΄ δ΄, ἐπὶ τῆς ιβ΄ ς΄ ἔπειτα πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται ἐπὶ τῆς ιγ΄ μοίρας κ΄, ἐπὶ τῆς ιδ΄ μοίρας κβ΄, ἐπὶ τῆς ιε΄ μοίρας κδ΄, ἐπὶ τῆς ις΄ μοίρας κς΄ . ἐπὶ τῆς ιζ΄ μοίρας κη΄, ἐπὶ τῆς ιη΄ μοίρας λ΄ εἶτα συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται μοῖραι μδ΄ ἐξ ὧν ἀφελὼν τὰς λ΄ λοιπαὶ ιδ΄· αὗται ἔσονται ἐπὶ τῆς ιθ΄ μοίρας, ἐπὶ τῆς κ΄ ις΄, ἐπὶ τῆς κα΄. ιη΄ . ἐπὶ τῆς κβ΄ κ΄, ἐπὶ τῆς κγ΄ κβ΄, ἐπὶ τῆς κδ΄ κδ΄ καὶ πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται λη΄ , ἐξ ὧν ἀφελὼν τὰς λ΄ λοιπαὶ η΄ αὗται ἔσονται ἐπὶ τῆς κε΄ , ἐπὶ τῆς κς΄ ί, ἐπὶ τῆς κζ΄ ιβ΄, ἐπὶ τῆς κη΄ ιδ΄ . ἐπὶ τῆς κθ΄ ιϚ΄ , ἐπὶ τῆς λ΄ ιη΄ . ὥστε κατὰ μὲν μοίρας Ϛ΄ συνδέσμου λύσις ἔσται προστιθεμένων τῶν ιδ΄ μοιρῶν καὶ ἐφε ξῆς τῶν τῆς παραυξήσεως β΄ ἐπὶ πάντων ζῳδίων. ἕξει οὖν ὁ μὲν Ζυγὸς ἐπὶ τῆς α΄ μοίρας παρακειμένας β΄ ἐπὶ δὲ τῆς λ΄ μοίρας ιη΄ . ὁμοίως δὲ τοῖς αὐτοῖς ἀριθμοῖς τοῦ Ζυγοῦ ὅ τε Λέων καὶ οἱ Ιχθύες ὠργανοθέτηνται. εἶτα ἀκολούθως Σκορπίος ἕξει ἐπὶ μὲν τῆς α΄ μοίρας ιδ΄ καὶ τῆς παραυξήσεως τῶν β΄ προστιθεμένων γενήσονται ἕως τῆς Ϛ΄ μοίρας κδ΄ καὶ ὁμοίως τῶν συνδέσμων λυομένων ἔξει τῇ μοίρᾳ λ΄ παρακειμένας λ΄ . τοὺς δὲ αὐτοὺς ἀριθμοὺς ἕξει ὅ τε Κριὸς καὶ ἡ Παρθένος. Ἵνα δὲ συντομωτέραν τὴν πῆξιν δηλώσωμεν πρὸς τό τινας καὶ ὅλον τὸ ὄργανον μνημονεύειν, οὕτως λογιζόμεθα ἐπὶ προσθέσεως· ἐπὶ τῆς πρώτης μοίρας τοῦ Ζυγοῦ παρακειμένους ἔχει β΄· ταύταις προσέθηκα ιβ΄ τοῦ κύκλου καὶ γίνονται ιδ΄ ταύτας ὁ Σκορπίος ἐπὶ τῆς α΄ μοίρας ἕξει. πάλιν τὰς ιδ΄ προσέθηκα ταῖς β΄ καὶ γίνονται κϚ΄ ταύτας ὁ Τοξότης ἕξει ἐπὶ τῆς α΄ μοίρας καὶ ἐφεξῆς ἀνὰ ιβ΄ προστιθέντες εὑρήσομεν τοῦ ἐξῆς ζῳδίου ταύτας παρακειμένας τῇ α΄ μοίρᾳ· αἷς ἐπισυνθέντες τὰς ιβ΄ καὶ λύοντες συνδέσμους τῇ τῶν ιδ΄ μοιρῶν συνθέσει ὅλον τὸ ἀργανον συμπήξομεν. ὅσας οὖν ὁ Τοξότης ἔχει παρακειμένας, τοσαύτας καὶ Γαῦρος· ὅσας ὁ Ὑδροχόος, τοσαύτας καὶ ὁ Καρκίνος· ὅσας ὁ Αἰγόκερως, τοσαύτας καὶ οἱ Δίδυμοι. καὶ ἔσται τούτων ἰσοδυναμία μὲν καὶ ἀλληλουχία, διάφορος δὲ διὰ τὰς ἀνωμαλίας τῶν ἀναφορῶν. ἔστι δὲ τὸ ὄργανον τοῦτο ἔχον καὶ τὰ ἔτη παρακείμενα τοῖς ἀριθμοῖς καὶ ταῖς μοίραις ὑποδείγματος χάριν. τὴν δὲ ἀκρίβειαν καὶ ἕκαστον κλίμα καὶ τὰς τῶν τόπων ἀλλαγὰς οἵ γε νοῦν ἔχοντες εὐκατάληπτον ἕξουσι.

  70. 8.2.1.1

    Τῆς περὶ τὸ ὄργανον οἰκονομίας προκειμένης ἀναγκαῖον ἔσχον καὶ τὴν καταγωγὴν τῆς πήξεως ὑποτάξαι. ἡ μὲν οὖν τῶν συνδέσμων πρόσθεσις, τουτέστιν αἱ ιδ΄, σημαίνουσι τὰ φῶτα τῆς Σελήνης, δὲ δύο τῆς παραυξήσεως δακτύλους Ἡλίου. δὶς δὲ τὰ ιδ΄ γίνονται κη΄ , κύκλος Σελήνης· ἐπεὶ οὖν α΄ μοίρᾳ τοῦ Ζυγοῦ παράκεινται β΄ , ἐκ τούτων ἀφεῖλον μοῖραν α΄ μ΄· λοιπὰ γίνονται ο κ΄ , ἐστι μέγεθος τρίτον. ταῦτα ἐπὶ τὸν ξ΄ γίνεται ρη΄ ταῦτα ἀναλύω ἔως τῶν ξ΄ καὶ γίνεται μύρια καὶ ὀκτακόσια. ταύτας ποιῶ φμ΄ εἰς κύκλον ἕνα ἥμισυ καὶ γίνεται ο κ΄· ταῦτα ἔσται παρακείμενα ἐπὶ τῆς τοῦ Ζυγοῦ α΄ μοίρας· ταῦτα γ΄ γίνεται ξ΄ , ὅπερ ἐστὶν ἐνιαυτὸς εἷς. προσεπικατάξομεν δὲ καὶ τοὺς λοιποὺς ἐνιαυτοὺς οὕτως, προστιθέντες ἑκάστῳ ἔτει β΄ κ΄. ἔσονται οὖν ἐπὶ τῆς β΄ μοίρας τοῦ Ζυγοῦ β΄ μ΄, ἐπὶ τῆς γ΄ ε΄ ο, ἐπὶ τῆς δ΄ ζ΄ κ΄ , ἐπὶ τῆς ε΄ θ΄ μ΄, ἐπὶ τῆς ς΄ ιβ΄ ο. εἶτα ἐπὶ τοῦ συνδέσμου προσθέντες τὰ τδ΄ φῶτα τῆς Σελήνης τοῖς ιβ΄ ο ἕξομεν κϚ΄ ο· ἐκ τούτων ἀφ είλαμεν α΄ μ΄ , καὶ λοιπὸν ἔσονται ἐπὶ τῆς ζ΄ μοίρας κδ΄ κ΄ ἐπὶ τῆς η΄ μοίρας παλινδρομήσομεν δύο κ΄, καὶ ἔσονται κϚ΄ μ΄, ἐπὶ τῆς θ΄ κθ΄ ο, ἐπὶ τῆς ι΄ α΄ κ΄, ἐπὶ τῆς ια΄ γ΄ μ΄, ἐπὶ τῆς ιβ΄ ς΄ ο. ὥστε ἐπὶ τὸν σύνδεσμον καὶ τὸν πρῶτον ἀριθμὸν ἀφαιρεῖν δεῖ α΄ μ΄ , ἐπὶ δὲ τῆς παραυξήσεως προστιθέναι β΄ κ΄· τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων οἰκονομεῖν δεῖ. καθάπερ δὲ καὶ ἐπὶ τοῦ α΄ ὀργάνου εὑρίσκομεν τοῦ ἐξῆς ζῳδίου τὸν παρακείμενον ἀριθμὸν τῇ α΄ μοίρᾳ, οὕτως καὶ ἐπὶ τοῦ δευτέρου ὀργάνου εὑρήσομεν.

  71. 8.3.1.1

    Πρὸ παντὸς μὲν τὴν τοῦ Ἡλίου μοῖραν ἀκριβῶς στήσαντας σκοπεῖν δεήσει τὴν προγενομένην σύνοδον, ἐάνπερ συνοδικὴ τυγχάνῃ ἡ γένεσις, πότε δὲ γέγονε καὶ πόστη ὥρᾳ καὶ πόστῃ μοίρᾳ τοῦ ζῳδίου, καὶ οὕτως λαβὼν ἀπʼ αὐτοῦ ἕως τῆς γεννητικῆς ἡμέρας τε καὶ ὥρας γενόμενον πλῆθος τῶν ἡμερῶν τε καὶ ὡρῶν στοχάζεται, πόσον ἐστὶ μέρος τοῦ ἀπὸ συνόδου ἐπὶ τὴν πανσέληνον χρόνου, τουτέστι τῶν ιε΄ ἡμερῶν, καὶ τοῦτο ἐκκρούειν ἀπὸ τοῦ μεγέθους τῆς ἡλιακῆς μοίρας ἐπὶ τῶν ἡμέρας γενομένων, νυκτὸς δὲ ἀπὸ τοῦ διαμετροῦντος· τὸ δὲ περιλειπόμενον ἡγεῖσθαι μέρος ὥρας. ἢ καὶ ἄλλως ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν ἐξαριθμήσαντας καὶ τούτων τὸ ιβ΄ λαβόντας σκοπεῖν, πόστον μέρος ἐστὶ τῶν ιε΄ καὶ τοσαύτας ἀφελόντας ἐκ τοῦ μεγέθους τὸ περιλειφθὲν μέρος ὥρας ἡγεῖσθαι. ἐὰν οὖν δοθῇ ὥρα δ΄, ψηφιζομένων ὡρῶν γ΄ καὶ τοῦ μέρους· οὐ γὰρ δύνανται πάντες πεπληρωμέναις ὥραις γεννᾶσθαι. ὅθεν καὶ οἱ δίδυμοι πολλὴν διαρορὰν χουσι παρὰ τὰς ἐναλλαγὰς τῶν ὡρῶν καὶ τῶν ζῳδίων καὶ τῶν συνδέσμων· συμβαίνει γάρ τὸν μὲν ὀλιγοχρόνιον γίνεσθαι ἢ παραυτίκα τελευτῆσαι, τὸν δὲ πολυχρόνιον, τῆς ὥρας ἀπὸ συνδέσμου ἢ εἰς σύνδεσμον ἐκπεσούσης. ἐὰν δέ πως ἀπὸ πανσελήνου ἡ Σελήνη φέρηται, τῷ αὐτῷ τρόπῳ χρὴ λογίζεσθαι καὶ ποιεῖν τὸ μέρος· ὅταν δὲ συνοδεύσῃ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἢ κατὰ τὸ πανσεληνιακὸν ζῴδιον τύχῃ μηδέπω β΄ ἢ γ΄ μοίρας ἀπέχουσα τοῦ Ἡλίου, πλήρης ἡ ὥρα κριθήσεται. ὅσας δ᾿ ἂν ἀποστῇ μοίρας, ἐκεῖνο μέρος ἔσται, τουτέστιν ὁ φωτισμὸς τῆς Σελήνης, ὡς ἂν τύχῃ ἤτοι ἀπὸ συνόδου ἢ πανσελήνου· ἐὰν δέ ποτε μὴ συμφωνῇ ἡ ὥρα τῇ αἱρέσει, ἀναδραμόντες μίαν μοῖραν ἢ καὶ ἐπιπροσθέντες εὑρήσομεν τὴν πλάνην τοῦ δεδωκότος καὶ μάλιστα ἐπὶ τῶν τετελευτηκότων· ἐκ γὰρ τούτων καὶ ἔτη τῶν ζώντων ἔστιν εὑρεῖν. ὅθεν πρὸς τὴν ἐπιζήτησιν οὐ χρὴ ἀμελῶς φέρεσθαι, ἀλλὰ μετὰ πάσης ἀκριβείας πραγματευσάμενον ἐπισταμένως ἀποφαίνεσθαι. σκοπεῖν δὲ δεῖν, πότερον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ μοίρας ἕως ἐπὶ τὴν γεννητικὴν ἡμέραν, τουτέστιν ἕως τῆς σεληνιακῆς μοίρας χρὴ λαμβάνειν διάστημα, ἢ ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακήν, ἢ ἀπὸ τοῦ φωτισμοῦ τουτέστιν ἀπὸ τῆς διαμετρούσης τὸν Ἡλιον μοίρας ἕως τῆς πανσελήνου.

  72. 8.3.2.1

    Ὑποδείγματος χάριν ἔστω Ἡλιος Ταύρου μοίρᾳ γ΄ . Σελήνη Κριοῦ μοίρᾳ β΄· τὸ μὲν ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα γίνεται τκθ΄, αἵπερ εἰσὶν ἡμέραι σεληνιακαὶ κζ΄ , τὸ δὲ ἀπὸ τῆς συνοδικῆς ἕως τῆς σεληνιακῆς ἡμερῶν ἐστιν κθ΄ ἀρεῖλον τὰς συνοδικὰς ἡμέρας ἕως πανσελήνου, αἵπερ εἰσὶν ἡμέραι ιε΄ λοιπαὶ γίνονται ἡμέραι ιδ΄ ταύτας πολλαπλασιάζω ἐπὶ τὸν ιβ΄, γίνονται ρξη΄ . τὸ δὲ διάστημα τῆς διαμετρούσης τὸν Ἡλιον μοίρας ἀπὸ Σκορπίου μοίρας γ΄ ἕως τῆς σεληνιακῆς μοίρας γίνεται ρμθ΄ μοῖραι· πλεονάζουσι δὲ αἱ ρξη΄ τῶν ρμθ΄ μόραις ιθ΄· δεῖ γὰρ ἴσους τοὺς ἀριθμοὺς λογίζεσθαι. ἔσται οὖν ἡ διάστασις οὐκ ἀπὸ τῆς συνοδικῆς ἡμέρας καὶ μοίρας, ἀλλʼ ἀπὸ τῆς ἐχομένης τουτέστιν τοῦ φωτισμοῦ τῆς πανσελήνου. δεῖ οὖν ἀφαιρεῖν τοῦ μεγέθους τὸ δοκοῦν περισσὸν εἶναι τῶν ιθ΄ μοιρῶν, ὅπερ ἐστὶν ἡμέρα α΄ ἥμισυ σεληνιακή· ἐὰν οὖν τὴν α΄ ἥμισυ ἡμέραν ἀφέλωμεν ἀπὸ τῶν ιδ΄ ἔσονται λοιπαὶ ιβ΄ ἥμισυ, ὅσαι ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας ἕως ἐπὶ τὴν σεληνιακήν. καὶ ἐπειδὴ τὸ ἀπʼ αὐτῆς τῆς σεληνιακῆς ἕως ἐπὶ τὴν μέλλουσαν σύνοδον διάστημά ἐστι μοιρῶν λβ΄ ὅπερ ἐστὶν ἡμέραι σεληνιακαὶ β΄ ἥμισυ, ἐὰν ταύτας προσθῶμεν ταῖς ιβ΄ ἡμίσει, ἔσονται ιε΄ τὰ τοῦ κύκλου· ὁ γὰρ τῆς Σελήνης συνοδικὸς κύκλος ἐστὶν ἡμερῶν κθλ΄, ὁ δὲ περιδρομικὸς ἡμερῶν κζ΄ γ΄ , ὁ δὲ ἀνώμαλος κζ΄ U+2220΄.

  73. 8.3.3.1

    Ἄλλως. Λογισάμενος τὸ ἀπὸ συνόδου ἐπὶ τὴν Σελήνην διάστημα ἢ τὸ ἀπὸ πανσελήνου ἐπὶ τὴν Σελήνην, καὶ ἐὰν μὲν ἐντὸς τῶν ρπ΄ μοιρῶν εὑρεθῃ, χρῆσθαι τῷ ὑποδεδειγμένῳ τρόπῳ· ἐὰν δὲ ὑπὲρ τὰς ρπ΄ μοίρας, ἀρ΄ ελόντες τὰς ρπ΄ τὰς λοιπὰς συγκρίνειν, πόστον μέρος ἐστὶ τοῦ δρόμου, καὶ τοῦτο ἐκκρούειν ἐκ τοῦ ὡριαίου μεγέθους.

  74. 8.3.4.1

    Ἄλλως. Ἐπεξεύρομεν δὲ καὶ ἄλλως τὸ μέγεθος τὸ τῇ ἡλιακῇ μοίρᾳ παρακείμενον δωδεκαπλασιάσαντες, νυκτὸς δὲ τὸ διάμετρον. πολλαπλασιάσομεν πάλιν τὰς αὐτὰς ἐπὶ τὰς δεδομένας ὥρας τῆς ἀποκυήσεως καὶ ἐκκρούσαντες ἀνὰ τξ΄ τὰς λοιπὰς ἡγεῖσθαι γνώμονα ὡροσκοπικόν ἔπειτα τὸ διάστημα τὸ ἀπὸ Ἡλλίου ἐπὶ Σελήνην λαβὼν πρὸς ἀναφοράν συγκρῖναι τῷ πρώτῳ γνώμονι τῷ ὡροσκοπικῷ· ἐὰν μὲν γάρ πλεονάζῃ ὁ ἡλιακὸς γνώμων, προστίθει τῇ ὥρᾳ, ἐὰν δὲ ἐλλείψῃ, ἀφαίρει. τοσοῦτον δὲ προστιθέναι δεῖ ἢ ἀφαιρεῖν, ὅσον ἂν ἡ ὑπεροχὴ τοῦ ἡλιακοῦ μεγέθους σημαίνῃ· ὁ γὰρ ὁλοτελὴς πρὸ τῆς συγκρίσεως καταληφθήσεται ἐκ τῆς κατὰ τὴν ὥραν ἢ καὶ μέρος ὥρας προσθέσεως καὶ ἀφαιρέσεως.

  75. 8.4.1.1

    Περὶ διδύμων λόγος ἔσται τοιόσδε. ἐάν τις λέγῃ τὸν ἕνα σ΄ γεγενῆσθαι ὥρᾳ πρώτῃ, νοείσθω ἐν τῷ αὐτῷ σημείῳ ἀμφοτέρους γεγενῆσθαι ὥρας πρώτης μέρει δ΄, τὸ δὲ ἄλλο ἐν τῷ ἄλλῳ μέρει τῷ δ΄ δυνατὸν δέ ἐστιν καὶ ἀμφοτέρους ἐν τῷ αὐτῷ μέρει τῷ δ΄ γεγενῆσθαι καὶ ἕτερον ἑτέρῳ ἀκολουθῆσαι. εἰ δὲ λέγει τὸ μὲν πρῶτον γεγενῆσθαι ὥρᾳ β΄ πρωίας, τὸ δὲ δεύτερον ὥρᾳ γ΄ . γίνωσκε αὐτὸ γεγενῆσθαι ὥρᾳ β΄. ἐὰν δὲ λέγῃ αὐτὸ γεγενῆσθαι ὥρᾳ ε΄ , γίνωσκε αὐτὸ γεγενῆσθαι ὥρᾳ γ΄ U+2220΄· ἐὰν δὲ ὥρᾳ ζ΄ , γίνωσκε ὥρᾳ Ϛ΄ ἐὰν δὲ ὥρᾳ η΄, . γίνωσκε ὥρᾳ ζ΄ U+2220΄. ἐὰν δὲ ὥρᾳ ι΄ . γίνωσκε ὥρᾳ θ΄ ἐὰν δὲ ὥρᾳ ια΄, γίνωσκε ὥρᾳ ι΄ ἐὰν δέ ὥρᾳ ιβ΄, ἀσφαλές ἐστιν· οὐ γὰρ δυνατόν ἐστιν διάστασιν ἑτέραν γεγονέναι. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ α΄ πλήρει, τὸ δὲ δεύτερον ὥρᾳ ⟨β΄⟩, οὐ δυνατόν· ἀλλὰ καὶ τὸ ἕτερον ἤτοι ὥρᾳ β΄ U+2220΄ ἢ ὥρᾳ β΄ δ΄ ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ β΄, τὸ δὲ δεύτερον ὥρᾳ γ΄ οὐ δυνατόν, ἀλλὰ καὶ αὐτὸ ὥρᾳ α΄ γ΄ U+2220΄. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ γ΄ , τὸ δὲ δεύτερον ὥρᾳ δ΄, οὐ δυνατόν, ἀλλὰ καὶ αὐτὸ ὥρᾳ γ΄ ἢ δ΄ U+2220΄. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ Ϛ΄, τὸ δὲ δεύτερον ζ΄, οὐ δυνατόν, ἀλλὰ καὶ τὸ δεύτερον ὥρᾳ ς΄ ἢ ζ΄ U+2220΄· ἐὰν δὲ τὸ μὲν ζ΄ τὸ δὲ η΄, γίνωσκε η΄ U+2220΄· ἐὰν δὲ τὸ μὲν η΄ τὸ δὲ θ΄, οὐ δυνατόν, ἀλλὰ καὶ τὸ δεύτερον ὥρᾳ η΄ ἢ θ΄ U+2220΄· ἐὰν δὲ τὸ μὲν θ΄ ὥρᾳ τὸ δὲ ι΄ οὐ δυνατόν, ἀλλὰ καὶ δεύτερον ὥρᾳ θ΄ ἢ ι΄ U+2220΄ ἐὰν δὲ τὸ μὲν ι΄ τὸ δὲ ια΄ γίνωσκε καὶ δεύτερον ὥρᾳ ι΄ ἢ πρώτῃ ὥρᾳ τῆς νυκτὸς γεγενῆσθαι.

  76. 8.4.2.1

    Δυνατὸν μὲν οὖν καὶ ἐν τῷ αὐτῷ μέρει τῆς ὥρας διδύμους γεννᾶσθαι· ἡ δὲ τῆς ὥρας ὀξυρροπία παραλλάξασα τὴν μοῖραν ἀνεικάστους τοὺς χρόνους εἰργάσατο καὶ ἀπὸ ἐλαχίστου συνδέσμου εἰς μείζονα περιγράψασα πολυχρόνιον ἐποίησεν ἢ ἀπὸ μείζονος εἰς ἐλάχιστον ὀλιγοχρόνιον τὸν ἕτερον. δεῖ οὖν συγκρίνειν τὰς μεταξὺ μοίρας καὶ λογίζεσθαι τὴν διαφοράν.

  77. 8.5.1.1

    Γὸ πρότερθν ὄργανον ἁρμόζει πρὸς χρόνους ζωῆς, τὴν σύστασιν ἔχον καὶ τὴν εἴσοδον ἐκ τῆς τοῦ ὡροσκόπου μοίρας· καθʼ ἣν γὰρ ἄν εὑρεθῇ, ταύτης τὸ παρακείμενον κατὰ τὸ κλίμα μέγεθος δωδεκαπλασιάσαντες καὶ τὸ λ΄ λαβόντες τοσαῦτα ἔτη φήσομεν τὰς παρακειμένας μοίρας μερίζειν καὶ τοσοῦτον διάστημα ἀπέχειν τὸν θάνατον τῆς ζωῆς. ὁμοίως δὲ καὶ τὸ ξ΄ τοῦ δωδεκαπλασιασθέντος λαβόντες λογιούμεθα ἑκάστην μοῖραν τοῦ ζῳδίου τοσαῦτα ἔτη μερίζειν· ἐὰν δέ πως ἐπὶ συνδέσμου καταντήση ἡ ὡροσκοποῦσα μοῖρα, τὰ γεννηθέντα δλιγοχρόνια ἔσται. ἔπειτα εἰσελθόντες εἰς τὸ ὄργανον κατὰ τὴν τοῦ ὡροσκοποῦντος ζῳδίου μοῖραν θεωροῦμεν, τίς ἀριθμὸς παράκειται, καὶ τοῦτον συγκρίναντες, πόστον μέρος ἐστὶ τῆς ἑξηκοντάδος, τοσοῦτον ἐκ τοῦ δωδεκαπλασιασθέντος ἀριθμοῦ ἡγησόμεθα πλῆθος βιωσίμων ἐτῶν. δεῖ μέντοι λογίζεσθαι τὸν παρακείμενον ἀριθμὸν καὶ ταῖς μοίραις τῶν ἐτῶν, πρῶτον ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἐνιαυτούς. ἄλλως τε καὶ ἐπεὶ διπλασίων ὁ ἀριθμὸς παράκειται ταῖς μοίραις ἐν τῷ ὀργάνῳ, δεῖ σκοπεῖν τούτων τὴν ἡμίσειαν τοῦ χρόνου τοῦ ἐπιβάλλοντος τῇ μοίρᾳ κατὰ τὰς ζῳδιακὰς καὶ κλιματικὰς διαφοράς.

  78. 8.5.2.1

    Οἷον ἐπὶ τῆς τοῦ Ζυγοῦ α΄ μοίρας παράκειται ἀριθμὸς β΄ τὰ δὲ β΄ τῆς ἑξηκοντάδος ἐστὶ τριακοστόν· τὸ δὲ λ΄ τῶν ρπ΄, τουτέστι τοῦ μεγέθους τοῦ Ζυγοῦ, ἔστιν ἔκτον· σύγκειται γὰρ μοιρῶν ῶν λ΄ . ἐὰν τοσούτων ἐτῶν λογισώμεθα, αἱ λ΄ μοῖραι ρπ΄ ἔτη μεριοῦσιν, ἅπερ ἀδύνατόν ἐστιν ἀνθρώπῳ βιῶσαι· ἐὰν τὸ ξ΄ τῶν ρπ΄ λάβωμεν, εὑρήσομεν γ΄ ἃ μία μοῖρα μεριεῖ· τρὶς οὖν τὰ λ΄ γίνεται 𝒢΄ . φήσομεν τὸν Ζυγὸν τὰ τέλεια ἔτη τοσαῦτα μερίζειν κατὰ τὴν ἐπιβάλλουσαν μοῖραν τοῦ μεγέθους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων τὸ παρακείμενον ἑκάστῃ μοίρᾳ μέγεθος δωδεκαπλασιάσαντες καὶ τούτου τὸ ξ΄ ἢ τὸ U+2220΄ λαβόντες εὑρήσομεν τὰ ἐλάχιστα ἢ τὰ τέλεια ἔτη. ἑκάστη δὲ μοῖρα ἑκάστου ζῳδίου διαφόρους χρόνους παραυξήσεως ἔχει· ὅθεν αἱ στιγμαὶ ἢ ῥοπαὶ τῶν ὡρῶν καὶ παραλλαγαὶ τῶν μοιρῶν πολλὴν δύναμιν κέκτηνται.

  79. 8.5.3.1

    Τοὺς οὖν μάλιστα βουλομένους πᾶσαν αἵρεσιν μεθοδικὴν προσέχειν, ἐπειδὴ ἕκαστος τῶν συνταγματογράφων ἰδίως καὶ ποικίλως τὰς αἱρέσεις πραγματευσάμενος ἀποκρύφως καὶ ἐφθονημένως τὰς ἐπιλύσεις μὴ ἐκθέμενος εἴασεν, ἐγὼ δὲ διὰ πολλοῦ πόνου καὶ πολλῆς πείρας ζητήσας προέταξα. τοῦτο δέ μοι δοκεῖ μέγιστον, ἐξελέγξαι ἀλλοτρίας ἐνθυμήσεις μυστικῶς κατακεχωσμένας, ἐπεὶ καὶ αὐτὸς πολλὰς δυνάμεις διὰ πολλῶν λόγων ὕλης δυνάμενος συντάξαι οὐκ ήβουλήθην ὅμοιον ἑαυτὸν ἀποδεῖξαι τοῖς ματαιολόγοις· γελοῖον γὰρ ἂν εἴη ἐνάρχεσθαι κατά τινων λέγειν μὴ ἐπιγνόντα πρότερον τὸ ἴδιον ἁμάρτημα. ὅθεν ἐὰν πλειστάκις περὶ τῆς ἐμῆς ἀφ θονίας καὶ ἁπλότητος ὑπομιμνήσκω, συγγνωστέος ὁ λόγος· ἔπαθον γὰρ πολλὰ καὶ πολὺν πόνον ἐπηνεγκάμην καὶ ὑπὸ πολλῶν ἐβουκολήθην καὶ τὰ δοκοῦντά μοι ἀπερείσια χρήματα ἐξανάλωσα πειθόμενος γόησι καὶ πλεονέκταις ἀνθρώποις. ἀλλʼ ὅμως διὰ τῆς ἐμῆς ἐγκρατείας καὶ φιλομαθείας περιεγενόμην τῶν αἱρέσεων ἅς οὐ μόνον οἱ ἐντυγχάνοντες καὶ ἐπιγνόντες τὸ ἀκριβὲς μεθʼ ἡδονῆς καθʼ ἡμῶν εἰσοίσουσι ἔπαινον, ἀλλὰ καί τινες διὰ τὸ ἀφελὲς ἐπιφ θονήσουσι καὶ κακολογήσουσσιν ἐπαρασάμενοι διὰ τὴν τῶν μυστικῶν καὶ ἀποκρύφ ων φωταγωγίαν ἢ καὶ ἐκκόψουσί τινας αἱρέσεις ἐκ τῆς ἐμῆς συντάξεως. πρὸς τοὺς τοιούτους οὖν ἀρὰς ἐθέμην δείξας, ἃ οῖμαι αὐτοὺς πείσεσθαι.

  80. 8.5.4.1

    Οἱ οὖν ἐντυγχάνοντες ταῖς ὑφ’ ἡμῶν συντεταγμέναις βίβλοις πάσας αἱρέσεις διελεγχούσαις μὴ λεγέτωσαν· αὕτη μέν ἐστιν τοῦ βασιλέως, ἑτέρα δὲ Πετοσ ίρεως, ἄλλη δὲ Κρι ιτο δήμου καὶ τῶν λοιπῶν, ἀλλʼ ἰδέτωσαν ὅτι ἐκεῖνοι μὲν προθέμενοι κωφῶς καὶ κατεζητημένως ἀνυπόστατον τὴν ἐπιστήμην κατέδειξαν, ἡμεῖς δὲ τὰς ἐπιλύσεις ποιησάμενοι οὐ μόνον θνήσκουσαν τὴν αἵρεσιν ἀνερρώσαμεν, ἀλλὰ καὶ ἑαυτῶν δόξαν κατεψηφι ισάμεθα καὶ ἑτέρους δὲ ἀξίους ἐμυσταγωγήσαμεν, οὐ χρημάτων προτροπῇ θελχθέντες ἀλλὰ φιλομαθεῖς καὶ ἐπιθυμητὰς ἐπιγνόντες· καὶ γὰρ αὐτοὶ τοιούτῳ χαρακτῆρι αἱρέσεως ἐχαλιναγωγήθημεν.

  81. 8.5.5.1

    Ἔστω οὖν ὁ λόγος ἡμῖν πάλιν εἰς τὸν περὶ χρόνων ζωῆς τόπον. πᾶσαι μὲν οὖν αἱ προσυντεταγμέναι ἀγωγαὶ κατʼ ἰδίαν αἵρεσιν ἀκριβεῖς καὶ δεδοκιμασμέναι, καὶ αὕτη δὲ δοκιμαστὴ καὶ θαυμαστὴ τριζῳδία. περιέχει δὲ οὕτως. μαθὼν ἀκριβῶς τὴν σεληνιακὴν καὶ ἡλιακὴν μοῖραν πρὸς τὴν ὡροσκοποῦσαν τῆς γενέσεως εἰσέρχομαι εἰς τὸ ὑποκείμενον ὄργανον καὶ κατὰ τὸν ὑποταχθησόμενον τρόπον ἐπιγνοὺς τὸν λήγοντα τῆς τριζῳδίας τόπον ἐκ τῆς ἡλιακῆς μοίρας ἔρχομαι ἐπὶ τὸ ὡροσκοποῦν ζῴδιον καὶ ἐπιγνούς, κατὰ πόστης μοίρας τυγχάνει, ἐκτίθεμαι τοῦτον ἡλιακὸν γνώμονα. εἶτα ὁμοίως καὶ εἰς τὸ τῆς Σελήνης ζῴδιον παράκειται καὶ εἰς ἐκεῖνο εἰσενέγκας τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας πάλιν ὁρᾷς, τίνος τόπος ζῳδίου τυγχάνει· κἀκεῖνο εἰσενέγκας εἰς τὸ ὡροσκοοῦν ζῴδιον ἡγοῦμαι σεληνιακὸν γνώμονα καὶ συγκρίνω, πότερον ὁ ἡλιακὸς ὑπερέχει ἢ ὁ σεληνιακός. ἐὰν μὲν γὰρ ὁ τοῦ Ἡλίου προάγῃ, πρόσθεσιν ἡ ὥρα ἔχει τῶν ἀνὰ μέσον ζῳδίων· ἐὰν δὲ ὁ τῆς Σελήνης, ἀφαίρεσιν. οὗτος γάρ ἐστιν ἀναγκαστικὸς καὶ φυσικὸς ὡροσκόπος· ὅθεν μή τις ξενισθῇ, ἐὰν ἐν ἄλλῳ ζῳδίῳ ὑπονοῶν εἶναι τὸν ὡροσκόπον ἐν ἑτέρῳ εὕρῃ. μετὰ δὲ τὴν πρόσθεσιν ἢ ἀφ αίρεσιν ἐπιγνούς, πόσων μοιρῶν ὁ ὡροσκόπος ἐστίν, εἰσελθὼν εἰς τὰς τῆς τριζῳδίας ἀναφορὰς σκοπῶ, πόσα ἔτη παράκεινται τῇ εὑρεθείσῃ μοίρᾳ κατὰ τὸ κλίμα, καὶ ἀποφαίνομαι· παραπεσούσης δὲ μιᾶς ἢ καὶ δευτέρας μοίρας ἡλιακῆς ἤτοι σεληνιακῆς ἢ καὶ τῆς ὡροσκοπικῆς ἀσύμφωνα τὰ πράγματα κριθήσεται.

  82. 8.5.6.1

    Εἰ δέ τις βούλοιτο ἐλέγχειν, ἀναδραμὼν μίαν ἢ καὶ δύο μοίρας ἢ καὶ ἐπιπροσθεὶς τῇ ἡλιακῇ ἢ σεληνιακῇ, ἐάνπερ δοκῇ πεπλανῆσθαι, ἤ καὶ ἕτερον ὡροσκόπον λογισάμενος τῷ αὐτῷ τρόπῳ πραγματευσάσθω· καὶ τὴν ὁδὸν ἐξευρήσει. τοῦτο δʼ ἔξεστι δοκιμάζειν ἐκ τῶν ἤδη τετελευτηκότων καὶ μὴ πιστεύειν τοῖς πεπλανημένας ἐξ ἀκοῆς γενέσεις κομίζουσιν καὶ δοκεῖν διαπταίειν, ἀλλὰ κρίνοντα βεβαίαν τὴν ὑπόθεσιν μὴ ξενίζεσθαι. προσπαραληπτέον δὲ ἀναγκαίως ἐνταῦθα τὰς ἀκτινοβολίας καὶ τὰς συμπαρουσίας τῶν κακοποιῶν πρός τε τὸν Ἡλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον τόν τε οἰκοδεσποτικὸν λόγον· ἐκ γὰρ τούτων καὶ οἱ ὅροι τῆς ὑποστάσεως καταλαμβάνονται. πρὸς δὲ τοὺς ἀχρόνους ἢ ὀλιγοχρονίους γοχρονίους λογισόμεθα τούς προκειμένους χρόνους τῶν ὅρων, πρῶτον μὲν ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἐνιαυτούς· μετὰ δὲ τὸ συμπληρῶσαι τὸν πρῶτον ὅρον τῶν ἐτῶν τὸν δεύτερον καὶ τὸν τρίτον ὁμοίως λογισόμεθα, ὥρας ἡμέρας μῆνας, καὶ ἐπιπροσθήσομεν τῳ πρώτῳ. ἐν δὲ τοῖς ἀλιγαναφόροις ζῳδίοις ἐπὰν εὕρωμεν πολυχρονίους γενέσεις, τὸν πρῶτον ἢ τὸν τρίτον ἐπισυνάγομεν ἢ τὸν δεύτερον καὶ τὸν τρίτον ἢ τὸν τέταρτον ὁλόκληρον καὶ τῶν λοιπῶν τὰ τῇ μοίρᾳ παρακείμενα καὶ ἀποφαινόμεθα. Πάλιν δὲ ποῖος ὅρος τῶν τριῶν ἰσχύσει, οὕτως γνωστέον. εἰσελθὼν κατὰ τὴν ὡροσκοποῦσαν μοῖραν θεωρῶ, πόσα ἔτη παράκειται τὸν πρῶτον ὅρον· ἔπειτα εἰσελθὼν εἰς τὴν κατʼ εὐθὺ μοῖραν ζητῶ, τοῖς εὑρεθεῖσιν ἔτεσι καὶ μησὶν πόστος ἀριθμὸς παράκειται, καὶ τοῦτον προσθεὶς ταῖς τοῦ ὡροσκόπου μοίραις ἀπολύω ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἢ τῆς Σελήνης, ἐὰν ἐπίκεντρος ἢ ἐπαναφερομένη τύχῃ. ὅπου δʼ ἄν καταλήξῃ, ὄψομαι τὰς ἀκτῖνας τῶν κακοποιῶν, μήπως ἐμποδίσωσιν ἐὰν γὰρ οὕτως εὑρεθῇ, ὀλετὴς τῶν κύκλων. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου ὅρου. ἄλλως τε πάλιν λήψομαι ἐκ τῶν ἀπὸ συναφῆς τὰ ἔτη, ἐκ τῶν δευτέρων καὶ ἐκ τῶν ἀστέρων, καὶ ὄψομαι μήπως ὁ τῆς λύσεως οἰκοδεσπότης τῶν τριῶν ἐπικρατήσῃ᾿ καθʼ ὃν δήποτε οὖν τρόπον· λύσεως δέ ἐστιν ὁ ιβ΄ τόπος. προβλέπειν δὲ δεῖ καὶ τὸν κλιμακτηρικὸν λόγον, καθὼς ἐπελυσάμεθα. ἐὰν ὁ κατʼ ἔλλειψιν ἀριθμὸς συνεμπέσῃ, χρεοκοπήσει ἐκ τῶν ἐτῶν μέρος· πολλάκις οὖν ἢ προλήψεται ὁ κλιμακτὴρ ἢ μετὰ τὸν λογιζόμενον ἀριθμὸν τῶν ἐτῶν τὸ τέλος ἐποίσει. παρατηρητέον δὲ εἰς ποῖον σελίδιον ἐξέπεσεν τοῦ ὡροσκόπου τόπος, πότερον δύο ἢ τρεῖς ἢ τέσσαρας ἀριθμοὺς ἔχει, καὶ οὕτως τῷ συναμφοῖν ἀριθμῳ χρῆσθαι ἐπὶ τῶν ἐτῶν. οἷον ἔστω ὡροσκοπικὴν μοῖραν ἐκπεπτωκέναι Καρκίνου μοίρᾳ η΄ , ἥτις σημαίνει τόπον Ταύρου· ἐν δὲ τῷ αὐτῷ σελιδίῳ καὶ μοῖρα θ΄ χρηματίζει· ἰσχύσει οὖν καὶ αὕτη ἡ θ΄ μοῖρα πᾶσαν αἵρεσιν. ὁμοίως ἐν αὐτῷ τῷ Καρκίνῳ ἀπὸ κε΄ ἕως κη΄ μοίρας τόπῳ Ὑδροχόου· χρηματίσει οὖν καὶ ἡ κϚ΄ ⟨καὶ〉 κζ΄ μοῖρα.

  83. 8.6.1.1

    Ἥ δὲ πῆξις τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὄρων συνέστηκεν οὕτως. ἔστω οὖν ὑποδείγματος χάριν κατὰ δεύτερον κλίμα τὸν Κριὸν ἀναφέρεσθαι ἐν κ΄· ταῦτα ἐδίπλωσα, γίγνονται μ΄ . προσέταξα τὴν α΄ μοῖραν ο μ΄ , αἵτινές εἰσι μη΄· τὴν β΄ μοῖραν α΄ κ΄ τὴν γ΄ β΄ ο, τὴν δ΄ β΄ μ΄, τὴν ε΄ γ΄ κ΄ καὶ ἕως τῆς λ΄ μοίρας ἐπισυναγόμενα τὰ ο μ΄ πληροῖ τὰ κ΄ ἔτη.

  84. 8.6.2.1

    Ἑξῆς δὲ τὸν β΄ ὅρον οὕτως συναρμόσομεν κατὰ τὴν α΄ μοῖραν ἀκολούθως. ἐπεὶ ὁ Ταῦρος ἀναφέρεται ἐν κδ΄ ταύτας ἐδίπλωσα, γίγνονται μη΄, ἅς προσέθηκα ταῖς κ΄ τοῦ Κριοῦ· καὶ γίγνονται κατὰ τὴν α΄ μοῖραν τοῦ Γαύρου κ΄ μή , κατὰ τὴν β΄ μοῖραν κα΄ λϚ΄, κατὰ δὲ τὴν γ΄ κβ΄ κδ΄, κατὰ δὲ τὴν δ΄ κγ΄ ιβ΄, κατὰ δὲ τὴν ε΄ κδ΄ ο· καὶ ἐξῆς ἕως τῆς λ΄ μοίρας τὰς ο μη΄ ταῖς κ΄ ἐπιπροσθέντες εὑρήσομεν ιδ΄ ο.

  85. 8.6.3.1

    Τὸν τρίτον ὅρον οὕτως ἐπισυντάξομεν ἀκολούθως. τὴν α΄ μοῖραν τοῦ τρίτου ὅρου μδ΄ νϚ΄ , κατὰ δὲ τὴν β΄ με΄ νβ΄, κατὰ δὲ τὴν γ΄ μς΄ μή , κατὰ δὲ τὴν δ΄ μζ΄ μδ΄ , κατὰ δὲ τὴν ε΄ μή μ΄ . καὶ ἕως τῶν λ΄. τὰς οὔν νς΄ ἐπισυντάξαντες εὑρήσομεν οβ΄. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων προστάξαντες τὴν ἀναφορὰν τοῦ ζῳδίου ἐν τῷ α΄ ὅρῳ καὶ ἐπικατάγοντες εὑρήσομεν, ἐν δὲ τῷ β΄ τοῦ ἑξῆς ζῳδίου, ἐν δὲ τῷ γ΄ τοῦ γ΄ ζῳδίου, καθʼ ὅ κλίμα τις βούλεται.

  86. 8.6.4.1

    Περὶ μὲν οὖν τῶν ἀναφορῶν καὶ ἐν τῇ α΄ βίβλῳ ἐδηλώσαμεν, νυνὶ δὲ τοὺς ὅρους διεκρίναμεν. διδασκαλικῶς μὲν οὖν οἶμαι καὶ προκεῖσθαι τὴν ὑρήγησιν· καὶ ἦν ἀρκετὸν κατὰ τοὺς λοιποὺς ἐᾶσαι ἢ καὶ ὑποτάξαντας γενέσεις οὐ μόνον ἑπτά, ὥς τινες, ἀλλὰ καὶ πλείους τὰς αἰτίας μὴ ἐκφῆναι· οὐ χρὴ δὲ συνεξομοιοῦσθαι κακίᾳ καὶ φθόνῳ. μή τις δὲ ἡμᾶς δόξη εὐμετάγνωτον ἦθος εἰληφέναι, δὲ ἀποδείξεις γενέσεων. ὅτι δὲ ταύτῃ τῇ ἀγωγῇ καὶ ο ἱ παλαιοὶ κέχρηνται, πρόδηλον ἡμῖν γέγονεν καὶ ἐκ τοῦ μυστικῶς εἰρηκέναι τὸν συγγαφ έα· ὄρον παν τὸς ἀποτελεῖ ζωῆς χρόνου ὁ κατὰ τὴν ἀναφορὰν τυχὼν τόπος· εἶτα ἐπὰν χρόνους μερίζῃ ζωτικούς, ἐχόμενος ὁρᾶται πρακτικῶν τε καὶ ἀπράκτων χρόνων.

  87. 8.6.5.1

    Ὑπόδειγμα γενέσεως. Ἔστω δὲ ἐπὶ ὑποδείγματος γένεσις Νέρωνος ἔτος α΄ Ἀθὺρ β΄ ὥρα γ΄ νυκτερινή. Ἥλιος Σκορπίῳ μοίρᾳ ι΄ Σελήνη Ὑδροχόῳ μοίρᾳ λ΄, ὡροσκόπος Τοξότῃ. τὰς τ΄ Ἡλίου μοίρας εἰς τὸ ὄργανον εἰσφέρω τὸ προκείμενον κατὰ τὸν Σκορπίον καὶ εὑρὼν παρακειμένους Ἱχθῦς εἰς τοὺς Ἰχθῦς πάλιν τὰς ι΄ τοῦ Ἡλίου μοίρας εἰσήνεγκα τοῦ ὡροσκόπου καὶ εὑρὼν παρακείμενον Ζυγὸν ζητῶ ἐν τῷ Γοξότῃ· εὗρον περὶ μοίρας ιδ΄ ιε΄. οὗτος οὖν ἔσται ὁ ἡλιακὸς γνώμων ὁ ὡροσκοπικός, ὃν καὶ σημειοῦμαι. μετὰ τοῦτο ἔρχομαι ἐπὶ τὸ τῆς Σελήνης ζῴδιον τουτέστι τὸν Ὑδροχόον καὶ ζητῶ, ταῖς λ΄ μοίραις ποῖον ζῴδιον παράκειται· εὖρον πάλιν Ὑδροχόον εἰς τὸν Ὑδροχόον δὲ εἰσφέρω τὰς εὑρεθείσας τοῦ ἡλιακοῦ γνώμονος ιδ΄ καὶ εὑρίσκω παρακείμενον ζῴδιον Τοξότην. τοῦτο ζητῶ ἐν τῷ ὡροσκόπῳ εὗρον περὶ μοίρας α΄ β΄ γ΄ οὗτος γέγονεν σεληνιακὸς γνώμων ἐν τῷ α΄ σελιδίῳ, ὁ δὲ ἡλιακὸς ἐν τῷ Ϛ΄ σελιδίῳ. ἐπεὶ οὖν ὁ ἡλιακὸς γνώμων τροάγει, τὰ δὲ μεταξὺ σελίδιά ἐστι δ΄ , ἅπερ εἰσὶν μοῖραι δ΄, ταύτας προστίθημι ταῖς προευρεθείσαις τοῦ ἡλιακοῦ γνώμονος μοίραις ιδ΄ ἄρα οὖν ὁ ὡροσκόπος ἔσται Γοξότῃ μοίρα ιη΄· ταύτας ἔχων εἰσέρχομαι εἰς τὰ ἀπογώνια καὶ εὑρίσκω κατὰ τὸ ς΄ κλίμα ἐν τῷ γ΄ ὅρῳ ἔτη ογ΄ καὶ ἐτελεύτησεν τῷ ργ΄ ἔτει. εἰ δὲ ὁ τῆς Σελήνης γνώμων ὑπερεῖχεν, ἀφεῖλον ἂν ἀπὸ τοῦ ἡλιακοῦ γνώμονος τουτέστι τῶν ιδ΄ τὴν προσθαφαίρεσιν τουτέστι δ΄· καὶ γέγονεν ὁ ὡροσκόπος ἐν Τοξότῃ μοίρᾳ ι΄ .

  88. 8.6.6.1

    Ἄλλη. κλίμα δ΄ Τίτου ἔτος α΄ Θαμενώθ᾿ κ΄ εἰς τὴν κα΄. Ἥλιος Ἰχθύσι μοίραις κθ΄, Σελήνη Αίγόκερῳ κζ΄ , ὡροσκόπος Σκορπίῳ ταῖς κθ΄ τοῦ Ἡλίου ἐν τῷ ἀργάνῳ κατὰ τοὺς Ἰχθῦς παράκειται Καρκίνος· ἐν Καρκίνῳ ταῖς κθ΄ παράκειται Αἰγόκερως· τοῦτον ζητῶ ἐν τῷ Σκορπίῳ τῷ ὡροσκοποῦντι, εὗρον παρακειμένας μοίρας δ΄ ε΄· οὗτος ἡλιακὸς ὡροσκοπικὸς γνώμων, ὅν σημειοῦμαι. εἶτα ἔρχομαι ἐπὶ τὸ σεληνιακὸν ζῴδιον τὸν Αἰγόκερω καὶ κατὰ τὰς κζ΄ μοίρας εὑρίσκω Κριόν. ἐν Κριῷ ζητῶ τὰς δ΄ ε΄ τοῦ ἡλιακοῦ γνώμονος· εὖρον ἐν τῷ β΄ σελιδίῳ περὶ μοίρας δ΄ ε΄ τὸ ζῴδιον Αἰγόκερων. τοῦτον τῷ ὡροσκοποῦντι Σκορπίῳ ζητῶ· εὗρον περὶ τὰς αὐτὰς μοίρας δ΄ ε΄ ἐν τῷ β΄ σελιδίῳ. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ καὶ δῆλον, ὅτι οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἡ ὥρα ἔχει. ἔχων οὖν τὰς δ΄ μοίρας ἔρχομαι εἰς τὰς ἀναφορὰς καὶ εὑρίσκω κατὰ τὸ δ΄ κλίμα ἐν τῷ Σκορπίῳ τῷ ὡροσκοποῦντι εἰς τρίτον ὅρον παρακείμενα ἔτη ρβ΄ λγ΄ ἐτελεύτα ἐτῶν οβ΄ ἥμισυ.

  89. 8.6.7.1

    Ἄλλη. Τραϊανοῦ ἕτος ζ΄ κλίμα β΄ ζ΄ εἰς η΄ ὥρα νυκτερινὴ ι΄ Ἥλιος Λέοντι κβ΄, Σελήνη Γαύρῳ ιδ΄, ὡροσκόπος Κριῷ. ἐν τῷ ὀργάνῳ κατὰ τὰς κβ΄ μοίρας τοῦ Ἡλίου ἐν τῷ Λέοντι εὗρον Παρθένον· ἐν Παρθένῳ εἰς τὰς κβ΄ εὗρον Καρκίνον· τοῦτον ζητῶ ἐν ὡροσκόπῳ Κριῷ τὸν Καρκίνον. εὗρον περὶ μοίρας κϚ΄· οὗτος ἔσται ὁ ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἶτα ὁμοίως τὰς Σελήνης μοίρας ιδ΄ ἔχων εἰσέρχομαι εἰς τὸν Ταῦρον καὶ εὑρίσκω παρακειμένους Διδύμους καὶ εἰσφέρω τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας κϚ΄ καὶ εὑρίσκω παρακείμενον Ὑδροχόον. τοῦτον ζητῶ ἐν Κριῷ τῷ ὡροσκοποῦντι· εὗρον περὶ μοίρας κα΄· οὗτος γέγονεν σεληνιακὸς γνώμων. μεταξὺ δὲ τούτου καὶ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη σελίδιον α΄ ὅ δηλοῖ μοῖραν α΄ ταύτην προσέθηκα ταῖς προευρεθείσαις μοίραις κϚ΄ καὶ γίνονται μοῖραι κζ΄· ὁ ὡροσκόπος Κριῷ ἔσται μοίραις κζ΄ . εἰσῆλθον εἰς τὰς ἀναφορὰς τοῦ Κριοῦ κατὰ τὸ β΄ κλίμα καὶ εὗρον ἐν τῷ β΄ ὅρῳ κατὰ τὰς κζ΄ παρακείμενα ἔτη μα΄ λϚ΄· ἐτελεύτα τῷ μβ΄ ἔτει.

  90. 8.6.8.1

    Ἄλλη. Τραϊανοῦ ἔτος ιη΄ Παϋνὶ ιδ΄ ὥρα ἡμερινὴ ε΄ κδ΄ ὁ Ἥλιος Διδύμοις κ΄, Σελήνη Γαύρῳ κζ΄, ὡροσκόπος Παρθένῳ. ταῖς κ΄ μοίραις τοῦ Ἡλίου παράκειται Καρκίνος· ἐν Καρκίνῳ ταῖς κ΄ παράκειται Παρθένος· Παρθένον ζητῶ ἐν τῷ ὡροσκοποῦντι, εὗρον περὶ μοίρας α΄ β΄ γ΄ οὗτος ἡλιακὸς γνώμων. εἶτα ταῖς τῆς Σελήνης μοίραις κζ΄ παράκειται Κριός· ἐν Κρίῷ τὰς τοῦ ἡλιακοῦ γνώμονος ζητῶ α΄ β΄ γ΄ , εὗρον Λέοντα. τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοίρας δ΄ ε΄· μεταξὺ δὲ οὐδὲν σελίδιον, ὡροσκόπος Παρθένῳ α΄ μοίρᾳ. εἰσῆλθον εἰς τὰς ἀναφοράς ἐν τῷ α΄ κλίματι καὶ εὗρον κατὰ τὴν α΄ μοῖραν τῆς Παρθένου ἐν τῷ β΄ ὅρῳ ἔτη λθ΄ λϚ΄ ἐτελεύτα ἐτῶν μ΄ .

  91. 8.6.9.1

    Ἄλλη· Ἀδριανοῦ ιβ΄ Ἀθὺρ α΄ ὥρα ἡμερινὴ θ΄ κλίμα ε΄ . Ἥλιος Σκορπίῳ η΄, Σελήνη Αίγόκερῳ ιζ΄, ὡροσκόπος Ἰχθύσι μοίραις η΄ . τῷ Σκορπίῳ παράκειται Ταῦρος, ἐν Ταύρῳ Ζυγός· τοῦτον ἐν Ἰχθύσιν εὗρον περὶ μοίρας θ΄ εἶτα ἐν ταῖς ιζ΄ τοῦ Αἰγόκερω ταῖς σεληνιακαῖς μοίραις παράκειται Γαῦρος· ἐν Γαύρῳ ταῖς τοῦ ἡλιακοῦ γνώμονος μοίραις θ΄ παράκειται Παρθένος. Παρθένον ἐν Ἰχθύσιν εὗρον περὶ μοίρας ιε΄ τὰ μεταξὺ σελίδια β΄, ἅτινά εἰσιν β΄ μοῖραι. ταῦτα ἀφαιρῶ ἀπὸ τοῦ ἡλιακοῦ γνώμονος τῶν θ΄, ἐπεὶ ὁ σεληνιακὸς γνώμων εὑρέθη προάγων, καὶ λοιπαὶ γίγνονται ζ΄ αἳτινες ἐν Ἰχθύσιν ὡροσκοποῦσιν, αἷς παράκεινται κατὰ τὸ α΄ κλίμα ἐν τῷ β΄ ὅρῳ ἔτη κϚ΄ μγ΄ ἔζησεν ἔτη κζ΄.

  92. 8.6.10.1

    Ἄλλη· Οὐεσπασιανοῦ ἔτος α΄ Ἐπιφὶ κβ΄ ὥρα ἡμερινὴ ε΄ κλίμα ς΄. Ἥλιος Καρκίνῳ κη΄ , Σελήνη Σκορπίῳ γ΄ . ὡροσκόπος Ζυγῷ. ταῖς κη΄ μοίραις τοῦ Ἥλἰου παράκειται Ὑδροχόος, ἐν Ὑδροχόῳ ταῖς κη΄ πάλιν Ὑδροχόος· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας δ΄ ε΄ Ϛ΄ . εἶτα ταῖς τῆς Σελήνης μοίραις γ΄ ἐν Σκορπίῳ παράκειται Σκορπίος· ἐν τούτῳ ζητῶ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας δ΄ ε΄, εὗρον παρακείμενον Αἰγόκερων· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας κβ΄. τὰ μεταξὺ σελίδια τοῦ τε ἡλιακοῦ καὶ τοῦ σεληνιακοῦ γνώμονος εὑρέθησαν μοῖραι ζ΄, ἅτινα ἀφαιρῶ ἀπὸ τῶν δ΄ τοῦ Ζυγοῦ, λοιπαὶ γίγνονται Παρθένου μοῖραι κζ΄ , αἵτινες ὡροσκοποῦσιν. ταύταις παράκειται ἐν τῷ ς΄ κλίματι ἐν τῷ β΄ ὅρῳ ἔτη πα΄. ἐτελεύτα ἐτῶν πα΄.

  93. 8.6.11.1

    Ἄλλη. Τραϊανοῦ ἔτος τη΄ Θὼθ ιδ΄ εἰς ιε΄ ὥρα νυκτερινὴ θ΄. Ἥλιος Παρθένῳ κβ΄ Σελήνη Ὑδροχόῳ δ΄ ὡροσκόπος Λέοντι παράκειται Λέων. ἐν Λέοντι τῇ α΄ β΄ γ΄ παράκειται Τοξότης· τοῦτον ἐν Λέοντι τῷ ὡροσκοποῦντι ὁμοίως εὗρον περὶ τὴν αὑτὴν μοῖραν α΄ β΄ γ΄. ὡροσκοπεῖ Λέοντος μοῖρα α΄ , ἧ παράκειται κατὰ τὸ α΄ κλίμα ἔτος α΄ ἐτελεύτα τῷ α΄ ἔτει.

  94. 8.6.12.1

    Ἄλλη. Ἀντωνίνου ἔτος ε΄ Τυβὶ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ ια΄. Ἥλιος Ὑδροχόῳ ς΄, Σελήνη Γούρῳ κη΄ . ὡροσκόπος Ἀἰγόκερῳ ζ΄ . τῷ Ὑδροχόῳ παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦτον ἐν Αἰγόκερῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας α΄ β΄ τῇ δὲ κη΄ σεληνιακῇ μοίρᾳ ἐν Γαύρῳ παράκειται Κριός. ἐν Κρίῷ τὴν α΄ β΄ εἰσενέγκας εὗρον Λέοντα· τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας ι΄ ια΄ . τὰ μεταξύ σελίδια γ΄ ἀφ αιρῶ ἀπὸ τῆς β΄ τῆς Παρθένου τὰς γ΄ . καὶ γίνονται λοιπαὶ Τοξότου κη΄ , αἵ εἰσιν μῆνες· ἐτελεύτα ἐτῶν γ΄ .

  95. 8.6.13.1

    Ἄλλη. Ἀντωνίνου ἔτος ιε΄ Τυβὶ ιβ΄ ὥρα ἡμερινὴ α΄. Ἡλιος Αἰγόκερῳ κ΄ . Σελήνη Διδύμοις κη΄ , ὡροσκόπος Αἰγόκερῳ. ταῖς κ΄ τοῦ Αἰγόρερω παράκειται Ζυγός· ἐν Ζυγῷ Ἰχθύες· τούτους ἐν τῷ ὡροσκοποῦντι εὗρον Αἰγόκερῳ περὶ μοίρας κθ΄ λ΄. εἶτα ταῖς κη΄ σεληνιακαῖς μοίραις ἐν Διδύμοις ⟨εὗρον⟩ παρακείμενον Ὑδροχόον, ἐν Ὑδροχόῳ ταῖς κθ΄ μοίραις τοῦ ἡλιακοῦ γνώμονος εὖρον πάλιν Ὑδροχόον. τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας κγ΄ κδ΄· τὰ δὲ μεταξὺ σελίδια β΄ ἃ προσέθηκα ταῖς κθ΄ τοῦ Αἰγόκερω. καὶ γέγονεν ὁ ὡροσκόπος Ὑδροχόῳ μοίρᾳ α΄ , ἧ παράκειται κατὰ τὸ Ϛ΄ κλίμα ο μδ΄· ἐτελεύτα ἐν τῷ α΄.

  96. 8.6.14.1

    Ἄλλη. Ἀντωνίνου ἔτος κα΄ Ἀθύρ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ γ΄ Ἥλιος Τοξότῃ ς΄, Σελήνη Ὑδροχόῳ ε΄ . ὡροσκόπος Καρκίνῳ. ταῖς ς΄ τοῦ Τοξότου παράκειται Καρκίνος· ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ τὴν αὐτὴν Ϛ΄ μοῖραν. ὁμοίως ταῖς τῆς Σελήνης γ΄ μοίραις ἐν Ὑδροχόῳ παράκειται Καρκίνος· ἐν Καρκίνῳ Ϛ΄ παράκειται Παρθένος. Παρθένον ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας κ΄· τὰ μεταξὺ σελίδια ε΄· ταύτας ἀφεῖλον ἀπὸ τῶν ς΄ καὶ λοιπαὶ γίνεται Καρκίνου μοῖρα α΄ , ἥτις καὶ ὡροσκοπεῖ. ταύτῃ παράκειται α΄ β΄ ἔζησεν μα΄ .

  97. 8.6.15.1

    Ἄλλη. κλίμα Ϛ΄ Τραϊανοῦ ἔτος η΄ Φαρμουθὶ κς΄ . ὡροσκόπον οἱ πλείους ἔφερον Καρκίνῳ βουλόμενοί που ἀγαθοποιοὺς κεντρῶσαι, εὕρομεν δὲ ἡμεῖς ἐκ τῶν πραγμάτων Διδύμοις· Ἥλιος Ταύρῳ γ΄ , Σελήνη Γοξότῃ κγ΄ . ταῖς γ΄ μοίραις τοῦ Ἥλίου παράκειται Ὑδροχόος· ἐν τούτῳ τὰς κγ΄ εὗρον Σκορπίῳ· τοῦτον ἐν Διδύμοις εὗρον περὶ μοίρας ιη΄ . τὸ μεταξὺ σελίδιον ἓν προστίθημι ταῖς κγ΄ καὶ γίνονται κδ΄ αἵτινες ἐν Διδύμοις ὡροσκόπουν. εἰσελθὼν κατὰ τὸ γ΄ κλίμα εὗρον κδ΄ νε΄. ἐβίωσεν ἔτη κβ΄ ἡμέρας με΄ .

  98. 8.6.16.1

    Ταῖς μὲν οὖν συντεταγμέναις παραγγελίαις καὶ κλιμακτηρικαῖς ἀγωγαῖς προσέχων τις οὐ διαμαρτήσει. ὥσπερ δὲ οἰκοδεσπότης ἢ αἵρεσις ἢ ἀκτινοβολία ὅτε μὲν πρόσθεσιν ἐτῶν ἔχει ὅτε δὲ ἀφαίρεσιν κατὰ τὰς τῶν ἀγαθοποιῶν μαρτυρίας, τὸν αὐτὸν τρόπον καὶ αὕτη ἡ ἀγωγὴ ἔχει. ἔστι δὲ ἡ διάκρισις μετὰ πολλοῦ πόνου οὕτως ἡμῖν ἐζητημένη, ἣν καὶ ὑποτάξομεν διʼ ὑποδειγμάτων.

  99. 8.6.17.1

    Ἄλλη. Ἀδριανοῦ ἔτος θ΄ Φαμενὼθ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ γ΄ Ἥλιος Κριῷ ς΄, Σελήνη Κριῷ λ΄, ὡροσκόπος Σκορπίῳ. ταῖς ς΄ τοῦ Κριοῦ παράκειται Τοξότης, ἐν Τοξότῃ ταῖς ς΄ Καρκίνος· τοῦτον ἐν Σκορπίῳ εὗρον περὶ μοίρας κβ΄· οὗτος ἔσται ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἰσελθὼν καὶ κατὰ τὰς λ΄ τῆς Σελήνης μοίρας εὗρον Σκορπίον· Σκορπίῳ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας κβ΄ εὗρον περὶ τὸν αὐτόν. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ γνώμονι· τὴν οὖν διάκρισιν οὕτως ἐποιησάμην. ἔλαβον τὰς λοιπὰς ὡροσκόπου μοίρας η΄ καὶ ἅς ἐπέχει ὁ Ἥλιος μοίρας ς΄ καὶ ἅς ἐπέχει ἡ Σελήνη μοίρας λ΄ καὶ γίνονται μοῖραι μδ΄ ταύτας ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου Κριοῦ καὶ κατέληξεν περὶ τὴν δ΄ καὶ ι΄ μοῖραν τοῦ Ταύρου ἐν τόπῳ Διδύμων. τούτους ζητῶ Σκορπίῳ τῷ ὡροσκόπῳ καὶ εὗρον περὶ μοίρας ιβ΄. τὰς οὖν μεταξὺ τῆς κβ΄ μοίρας σελίδιά ἐστι γ΄ ταύτας προστίθημι ταῖς κβ΄ μοίραις καὶ γίνονται ὡροσκοποῦσαι διευκρινημένως ἐν Σκορπίῳ μοῖραι κε΄ , αἷς παράκεινται κατὰ τὸ ς΄ κλίμα ἐν τῷ α΄ ὅρῳ λα΄ κη΄ ἐτελεύτα τῷ λα΄ ἔτει. οἱ μέντοι πλεῖστοι περιφεύγοντες τὴν τοῦ Ἄρεως ἀντίζυγον στάσιν ἔφερον Ζυγῷ τὸν ὡροσκόπον.

  100. 8.6.18.1

    Ἄλλη. Ἀδριανοῦ ἔτος ιε΄ Ἐπιφὶ ις΄ ὥρα ἡμερινὴ γ΄ . Ἥλιος Καρκίνῳ κ΄ , Σελήνη Διδύμοις κε΄, ὡροσκόπος Παρθένῳ. ταῖς κ΄ τοῦ Καρκίνου παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦτον ἐν τῷ ὡροσκοποῦντι εὗρον ἐν τῇ κ΄ μοίρᾳ. ὁμοίως ταῖς τῆς Σελήνης μοίραις κέ παράκειται Ὑδροχόος· Ὑδροχόῳ ἐν ταῖς κ΄ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη Κριός· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κθ΄ ἐπεὶ οὖν ὁ σεληνιακὸς γνώμων προάγει τὸν ἡλιακὸν γνώμονα, τὰ μεταξὺ σελίδιά ἐστι β΄ . ταύτας ἀφαιρῶ ἐκ τῶν κ΄ καὶ λοιπαὶ γίγνονται ἐν Παρθένῳ μοῖραι ιη΄ . τὴν δὲ διευκρίνησιν οὕτως ἐποιησάμην ἔλαβον τὰς λοιπὰς τῆς Παρθένου μοίρας ιβ΄ καὶ ἅπερ εἶχεν ὁ Ἥλιος κ΄ καὶ ἃς ἐπέχει ἡ Σελήνη κε΄ καὶ γίγνονται νζ΄ . ταῦτα ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ κατέληξεν Καρκίνῳ μοίραις κζ΄ , αἵτινες σημαίνουσι τόπον Ὑδροχόου. Ὑδροχόον ζητῶν ἐν Παρθένῳ εὗρον περὶ μοίρας κς΄ τὰ δὲ μεταξὺ τῆς ιη΄ μοίρας σελίδια η΄ ἀφαιρῶ ἐκ τῶν η΄· λοιπαὶ γίγνονται ις΄ Παρθένου, αἷς παράκειται κατὰ τὸ β΄ κλίμα κα΄ κ΄. ἐτελεύτα τῷ κα΄ ἔτει.

← Previous · Next → — showing 501600 of 670

First Thousand Years of Greek. CTS URN tlg1764.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.