Ancient Textssearch the texts themselves, not just their titles

← All works

Anthologiarum libri ix

First Thousand Years of Greek · First Thousand Years of Greek · 670 sections

  1. 8.6.19.1

    Ἄλλη. Νέρωνος ἔτος ιδ΄ Θὼθ ιδ΄ εἰς ιε΄ ὥρα νυκτὸς ια΄. Ἥλιος Παρθένῳ κε΄, Σελήνη Κρίῷ ι΄, ὡροσκόπος Παρθένῳ. ταῖς κε΄ μοίραις τῆς Παρθένου παράκειται Αἰγόκερως, ἐν Αίγόκερῳ κε΄ παράκειται Σκορπίος· τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοίἀπέχει ρας ια΄. εἶτα τῇ σεληνιακῇ μοίρᾳ ι΄ ἐν Κριῷ παράκειται Παρθένος, ἐν Παρθένῳ ταῖς ια΄ Σκορπίος. λαμβάνω οὖν τὰς λοιπὰς μοίρας τῆς Παρθένου ιθ΄ καὶ ἃς ἐπέχει ὁ Ἥλιος μοίρας κε΄ καὶ ἂς ἐπέχει ἡ Σελήνη ι΄, γίνονται νδ΄ ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Ταύρῳ μοίραις κδ΄ αἷς παράκειται Καρκίνος· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κ΄. τὰ δὲ μεταξὺ σελίδια τῆς ια΄ μοίρας ἐτύγχανεν γ΄ ταύτας ἀφαιρῶ ἀπὸ τῶν ια΄ καὶ λοιπαὶ η΄· τοσούτων μοιρῶν ὁ ὡροσκόπος Παρθένῳ. εἰσελθὼν οὖν εἰς τὰς ἀναφορὰς εὗρον ἐν τῷ γ΄ ὅρῳ τοῦ α΄ κλίματος παρακείμενα ἔτη νϚ΄· τοσούτων ἐτελεύτα.

  2. 8.6.20.1

    Ἄλλη. Τραϊανοῦ ἔτος ιβ΄ Παϋνὶ η΄ ὥρα ἡμερινὴ β΄. Ἥλιος Διδύμοις μοίραις ιγ΄ , Σελήνη Αἰγόκερῳ δ΄ , ὡροσκόπος Καρκίνῳ. ταῖς τῶν Διδύμων μοίραις ιγ΄ παράκειται Ζυγός, ἐν Ζυγῷ Παρθένος· ταύτην τῷ ὡροσκοποῦντι Καρκίνῳ εὗρον περὶ μοίρας κ΄. εἶτα ταῖς δ΄ μοίραις τῆς Σελήνης ἐν Αἰγόκερῳ εὗρον Παρθένον, ἐν Παρθένῳ ταῖς κ΄ τοῦ ἡλιακοῦ γνώμονος εὗρον Καρκίνον· τοῦτον ἐν τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας δ΄ οὗτος σεληνιακὸς γνώμων. ἐπεὶ οὖν προάγει ὁ ἡλιακὸς γνώμων τὸν σεληνιακόν, τὰ δὲ μεταξὺ σελίδια Ϛ΄ , ταύτας προστίθημι ταῖς κ΄ καὶ γίνονται κς΄ μοῖραι, αἵτινες ὡροσκοποῦσιν Καρκίνῳ. εἶτα λαμβάνω τὰς λοιπὰς δ΄ τοῦ Καρκίνου καὶ τὰς ιγ΄ τοῦ Ἡλίου καὶ τὰς δ΄ τῆς Σελήνης, γίνονται κα΄· ταύτας ἀπέλυσα ἀπὸ Αἰγόκερω καὶ καταλήγει περὶ τὴν κα΄ μοῖραν τοῦ αὐτοῦ ζῳδίου. ταύτας ζητῶ ἐν Αἰγόκερῳ, εὗρον Ζυγόν· τοῦτον ἐν Καρκίνῳ, εὗρον περὶ μοίρας ιη΄ . τὰ δὲ μεταξὺ τῆς κϚ΄ σελίδια β΄· ταῦτα προστίθημι πάλιν ταῖς κϚ΄ καὶ γίνονται μοῖραι κη΄ ὡροσκόπος Καρκίνῳ· διευκρινημένος δὲ οὗτος. εἰσελθὼν οὖν εἰς τὸ Ϛ΄ κλίμα εὗρον τῷ μὲν α΄ ὅρῳ παρακείμενα λ΄ κε΄, τῷ δὲ β΄ ξζ΄ νε΄ . τῷ δέ γ΄ ρι΄ κη΄ . τοῦ μὲν α΄ ὅρου λογιζόμεθα ἔτη, τοῦ δὲ β΄ καὶ τοῦ γ΄ μῆνας, οἳ γίγνονται ἔγγιστα ρπα΄, ἃ ἐστιν ἔτη ιε΄, καὶ τὰ τοῦ α΄ ὅρου ἔτη λ΄ γίγνονται ὁμοῦ με΄ ἔτη· ἐτελεύτα δὲ τῷ με΄ ἔτει. πρῶτον δὲ καθὼς προεῖπον τῶν ὅρων τὰς παρακειμένας ὥρας λογίζεσθαι, εἶτα ἡμέρας, εἶτα μῆνας, εἶτα ἔτη.

  3. 8.6.21.1

    Ἄλλη. Δομετιανοῦ ἔτος β΄ Παχὼν κ΄ ὥρα α΄. Ἥλιος Ταύρῳ κζ΄ , Σελήνη Παρθένῳ κ΄, ὡροσκόπος Διδύμοις. ταῖς κζ΄ τοῦ Ταύρου παράκειται Κριός, ἐν Κριῷ Καρκίνος· τοῦτον ἐν Διδύμοις εὗρον περὶ μοίρας κ΄. ταῖς κ΄ τῆς Σελήνης ἐν Παρθένῳ παράκειται 15 melius erat ⟨ἐν⟩ ταῖς 20 εἶτα] εἶναι S 26 fort. διευκρινημένως δὲ οὕτως· 28 νε΄] nempe ιε΄ λογιζόμενοι S 34 β΄] ιβ΄ Sa Καρκίνος, ἐν Καρκίνῳ ταῖς προευρεθείσαις κ΄ παράκειται Παρθένος· ταύτην ἐν Διδύμοις εὗρον περὶ μοίρας δ΄ τὰ μεταξὺ τῆς κ΄ σελίδια Ϛ΄ ταύτας προστίθημι ταῖς κ΄ καὶ γίγνονται κϚ΄ Διδύμοις· εἶτα λαμβάνω τὰς λοιπὰς τῶν Διδύμων δ΄ καὶ τὰς τοῦ Ἡλίου κζ΄ καὶ τὰς τῆς Σελήνης κ΄ , γίγνονται να΄ ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Ζυγῷ μθίραις κα΄ τόποις Καρκίνου· ταύτας ἐν Διδύμοις εὗρον περὶ μοίρας ια΄· τὰ μεταξὺ σελίδια ε΄ ταύτας προστίθημι ταῖς κϚ΄ τῶν Διδύμων καὶ γίγνεται ὁ ὡροσκόπος Καρκίνου μοῖρα α΄ , ἧ παράκειται ἐν τῷ δ΄ κλίματι καὶ κατὰ τὸν γ΄ ὅρον ἔτη οα΄· ἃ καὶ ἐβίωσεν.

  4. 8.6.22.1

    Ἄλλη. Δομετιανοῦ ἔτος ε΄ Ἀθύρ κδ΄ ὥρα ε΄ ἥμισυ. Ἥλιος Τοξότῃ γ΄, Σελήνη Διδύμοις δ΄, ὡροσκόπος Ἰχθύσι. ταῖς μοίραις τοῦ Τοξότου παράκειται Γοξότης, πάλιν ταῖς γ΄ Γοξότης. τοῦτον ἐν Ἰχθύσι περὶ ια΄. ιβ΄ μοίρας εὗρον. εἶτα καὶ ταῖς τῆς Σελήνης μοίραις δ΄ ἐν Σσιδύμοις παράκειται Παρθένος, ἐν Παρθένῳ ταῖς ια΄ παράκειται Σκορπίος· τοῦτον ἐν Ἰχθύσιν εὗρον περὶ μοίρας κϚ΄ . τὰ μεταξὺ σελίδια ε΄· ταύτας ἀφεῖλον ἀπὸ τῶν ια΄ καὶ λοιπαὶ Ϛ΄. ἔλαβον οὖν τὰς λοιπὰς κδ΄ καὶ Ἡλίου γ΄ καὶ Σελήνης δ΄, γίγνονται λα΄· ταύτας ἀπέλυσα ἀπὸ τῶν Διδύμων καὶ κατέληξαν Καρκίνῳ μοίρᾳ α΄ τόπῳ Σκορπίου. τοῦτον ἐν Ἰχθύσιν εὗρον πάλιν περὶ μοίρας κς΄, μεταξὺ ζῴδια ζ΄ ταῦτα ἀφαιρῶ ἀπὸ τῶν Ϛ΄ τῶν Ἰχθύων εὗρον πάλιν περὶ μοίρας κϚ΄, λοιπαὶ γίγνονται Ὑδροχόου μοῖραι κθ΄, αἵτινες ὡροσκοποῦσιν. ταύταις παράκειται κατὰ τὸ δ΄ κλίμα τῷ μὲν πρώτῳ ὅρῳ κβ΄ λγ΄ . τῷ δὲ β΄ ὅρῳ μβ΄ κζ΄ . γίγνονται ξε΄ ἐτελεύτα τῷ ξε΄ ἔτει.

  5. 8.6.23.1

    Ἄλλη. Τίτου ἔτος β΄ Χοιὰκ α΄ ὥρα θ΄ ἥμισυ. Ἥλιος Τοξότῃ η΄ , Σελήνη Γαύρῳ κζ΄ , ὡροσκόπος Γαύρῳ. ταῖς η΄ τοῦ Τοξότου παράκειται Καρκίνος, ἐν Καρκίνῳ Γαῦρος· τοῦτον ἐν τῷ αὐτῷ ὡροσκόπῳ περὶ μοίρας α΄ β΄ γ΄ εὗρον. ταῖς κζ΄ τῆς Σελήνης ἐν Γαύρῳ παράκειται Κριός, ἐν τῷ Κρίῷ τῇ α΄ β΄ γ΄ παράκειται Λέων· τοῦτον ἐν Γαύρῳ εὗρον περὶ μοίρας ιθ΄. τὰ μεταξὺ σελίδια Ϛ΄ ταῦτα ἀφαιρῶ ἀπὸ τῆς α΄ Γαύρου καὶ λοιπὸν Κριοῦ κε΄· λοιπαὶ Κριοῦ ε΄ καὶ Ἥλίου η΄ καὶ Σελήνης κζ΄ . γίγνονται ⟨μ΄⟩ · ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Διδύμοις μοίρᾳ ι΄ τόπῳ Γοξότου. τοῦτον ἐν Κριῷ εὗρον περὶ μοίρας Ϛ΄ ζ΄ καὶ τὰ μεταξὺ τῆς κε΄ μοίρας ἐστὶν Ϛ΄ . ταύτας προσέθηκα ταῖς κε΄ τοῦ Κριοῦ· γίγνεται ἡ ὥρα Γαύρου μοίρᾳ α΄, ἧ παράκειται κατὰ τὸ Βαβυλῶνος κλίμα τῷ μὲν α΄ ὅρῳ ο μη΄, τῷ β΄ κδ΄ κϚ΄ , τῷ δὲ γ΄ νγ΄ δ΄ συνέθηκα οὖν τοὺς γ΄ ὅρους, γίγνονται οη΄ μή· ἐβίωσεν ἔτη οζ΄ μβ΄.

  6. 8.6.24.1

    Ἄλλη. Ἀντωνίνου ἔτος ιδ΄ Μεχὶρ κγ΄ ὥρα ἡμερινὴ θ΄. Ἥλιος Ἰχθύσι γ΄ , Σελήνη Λέοντι ιγ΄ , ὡροσκόπος Καρκίνῳ. ταῖς τοῦ Ἡλίου γ΄ μοίραις παράκεινται Ἰχθύες, τούτους ἐν Καρκίνῳ εὗρον περὶ μοίρας ι΄ . ὁμοίως ταῖς ιγ΄ μοίραις τῆς Σελήνης τῆς ἐν Λέοντι παράκειται Ὑδροχόος, ταῖς ι΄ παράκειται Ζυγός· τοῦτον ἐν Καρκίνῳ εὗρον περὶ μοίρας ιη΄ . τὰ μεταξὺ ζῴδια β΄· ταῦτα ἀφεῖλον ἀπὸ τοῦ ι΄, λοιπαὶ η΄ . ἔλαβον τὰς λοιπὰς κβ΄ τοῦ Καρκίνου καὶ Ἡλίου γ΄ καὶ Σελήνης ιγ΄ . γίγνονται λη΄ ταύτας ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξεν ἐν Παρθένῳ η΄ τόπῳ Ζυγοῦ. τοῦτον εὗρον ἐν Καρκίνῳ περὶ μοίρας ιμ΄ . τὰ μεταξὺ τῆς η΄ μοίρας ἐστὶ ζῴδια γ΄ . ταύτας ἀφεῖλον ἀπὸ τῶν η΄ , λοιπαὶ γίγνονται ε΄ Καρκίνου μοῖραι, αἷς παράκειται ε΄ κ΄· ἐτελεύτα τῷ Ϛ΄ ἔτει.

  7. 8.6.25.1

    Ἄλλη. Ἀδριανοῦ ἕτος ε΄ Παχὼν κγ΄ εἰς κδ΄ ὥρα νυκτερινὴ ι΄ ὡροσκόπος γέγονεν Αἰγόκερῳ, εὕρομεν δὲ ἡμεῖς Ὑδροχόον οὕτως. Ἥλιος Γαύρῳ κθ΄, Σελήνη Σκορπίῳ ιε΄. ταῖς κθ΄ τοῦ Γαύρου παράκειται Σκορπίος, Σκορπίῳ Ζυγός· τοῦτον ἐν Ὑδροχόῳ εὗρον περὶ μοίρας ι΄ . εἶτα ταῖς ιε΄ τῆς Σελήνης παράκειται Παρθένος, ἐν Παρθένῳ ἐν ταῖς προευρεθείσαις Ζυγός· τοῦτον ἐν Ὑδροχόῳ περὶ τὴν αὐτὴν μοῖραν εὗρον. λοιπαὶ οὖν τοῦ Ὑδροχόου κ΄ καὶ Ἡλίου κθ΄ καὶ Σελήνης ιε΄ , γίγνονται ξδ΄· ταύτας ἀπολύω ἀπὸ Σελήνης καὶ καταλήγει Αἰγόκερῳ δ΄ τόπῳ Παρθένου. ζητῶ Παρθένον ἐν Ὑδροχόῳ τῷ ὡροσκοποῦντι, εὗρον περὶ μοίρας Ϛ΄· τὸ μεταξὺ σελίδιον α΄· τοῦτο προστίθημι ταῖς ι΄ μοίραις καὶ γίγνονται ὡροσκόπος Ὑδροχόου μοῖραι ια΄, αἷς παράκειται κατὰ τὸ β΄ κλίμα ἐν τῷ β΄ ὅρῳ λα΄ κε΄· ἐτελεύτα συμπληρώσας ἔτη λβ΄. Ὁθεν οὐ δεῖ πιστεύειν πάντοτε τοῖς διδομένοις ὡροσκόποις καὶ μάλιστα ἐπὶ τῶν νυκτερινῶν γενέσεων ἢ ἐν τῷ χειμερινῷ κύκλῳ ἐχόντων τὸν Ἡλιον διὰ τὸ ζοφῶδες τοῦ ἀέρος καὶ εἰκαστικὸν τῶν ὡρῶν, ἀλλὰ καὶ κατὰ τὸν λογιζόμενον ὡροσκόπον συγκρίνειν καὶ τὰ παρʼ ἑκάτερα ζῴδια· καὶ ἐὰν μὲν τὸ προαναφερόμενον δοκιμάζειν θέλῃ, ἀφαιρεῖν δεήσει ἐκ τῶν προεψηφισμένων σεληνιακῶν μοιρῶν κατὰ τὴν λογισθεῖσαν ὥραν τὸ ἐπιβάλλον τῷ ζῳδίῳ ἢ ταῖς ὥραις κατὰ τὸ δρόμημα· ἐν δὲ τῷ ἐπαναφερομένῳ ζῳδίῳ προστιθέναι ταῖς τῆς Σελήνης μοίραις ὁμοίως τὸ ἐπιβάλλον· οὕτως γὰρ ἀεὶ ἄπταιστος ἡ διαίρεσις κριθήσεται.

  8. 8.6.26.1

    Ἄλλη. Ἀδριανοῦ ἔτος γ΄ , Φαμενὼθ κθ΄ εἰς λ΄, ὥρα νυκτερινὴ δ΄ ἥμισυ. Ἥλιος Κριῷ μοίραις ζ΄, Σελήνη Ἰχθύσι β΄, ὡροσκόπος Σκορπίῳ. ⟨οὗτος⟩ μὲν καθʼ αὑτὸ οὐκ ἐδήλου δὲ τὴν ὑπόστασιν τῶν ἐτῶν, ἐκ δὲ τῆς ἐκβάσεως τοῦ ἀποτελέσματος καὶ τῆς διακρίσεως ἀπὸ τοῦ Τοξότου ἐν τῷ Σκορπίῳ εὑρέθη οὕτως. ταῖς ζ΄ τοῦ Κριοῦ παράκειται Τοξότης, ταῖς τοῦ Τοξότου ζ΄ παράκειται Καρκίνος· τοῦτον ἐν τῷ ἀναγκαστικῷ ὡροσκόπῳ τῷ Τοξότῃ, ἵνα ὁ κατὰ φύσιν εὑρεθῇ· δῆλον περὶ τὴν αὐτὴν μοῖραν Ϛ΄ εἶναι. εἶτα Σελήνης Ἰχθύων μοίραις β΄ παράκεινται Ἰχθύες· ἐν Ἰχθύσι ταῖς Ϛ΄ παράκειται Ταῦρος. τοῦτον ἐν Τοξότῃ περὶ μοίρας ιβ΄· μεταξὺ σελίδιον α΄· τοῦτο ἀφεῖλον ἀπὸ τῶν Ϛ΄, λοιπὸν γίγνεται ε΄ Τοξότου. εἶτα ἔλαβον τὰς λοιπὰς τοῦ Τοξότου μοίρας κε΄ καὶ Ἡλίου ζ΄ καὶ Σελήνης β΄· γίνονται λδ΄· ταῦτα ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξεν περὶ μοίρας δ΄ τοῦ Κριοῦ τόπον Αἰγόκερω. τοῦτον ἐν Τοξότῃ εὗρον περὶ μοίρας κδ΄· τὰ μεταξὺ τῆς ε΄ μοίρας σελίδιά ἐστιν ζ΄· ταῦτα ἀφεῖλον ἀπὸ τῶν ε΄ μοιρῶν τοῦ Τοξότου καὶ λοιπαὶ γίγνονται Σκορπίου κη΄ , αἵτινες ὡροσκοποῦσιν. ταύταις κατὰ τὸ β΄ κλίμα παράκειται ἔτη μοῖραι ἐν τῷ α΄ ὅρῳ λγ΄ λγ΄ · ἐτελεύτησεν πληρώσας ἔτη λγ΄.

  9. 8.6.27.1

    Τῆς δὲ προκειμένης διευκρινήσεως οὕτως ἐχούσης εὕρομεν καὶ ἑτέραν ἐπὶ ἐνίων γενέσεων σπανίως, ἣν καὶ ὑποτάξομεν πρὸς τὸ μὴ πλέκεσθαί τινας ἢ ἀποδοκιμάζειν τὴν αἵρεσιν. ἐπὰν γὰρ κατὰ τὸ τετράγωνον εὑρεθῇ τὰ φῶτα ἢ κατὰ τὸ διάμετρον ἢ ἐν τῷ αὐτῷ ζῳδίῳ τῆς Σελήνης ὁμοίως τῷ Ἡλίῳ, ψηφιοῦμεν οὕτως. οἷον ἔστω ὑποδείγματος χάριν Ἥλιος Τοξότῃ μοίραις λ΄, Σελήνη Τοξότῃ μοίραις κε΄ , ὡροσκόπος Παρθένῳ. ταῖς λ΄ μοίραις παράκειται ταῖς τοῦ Τοξότου Κριός· ἐν Κρίῷ ταῖς λ΄ παράκειται Σκορπίος, τοῦτον εὗρον ἐν Παρθένῳ περὶ μοίρας ια΄· οὗτος ἡλιακὸς γνώμων ἐστίν. ὁμοίως καὶ ταῖς τῆς Σελήνης μοίραις κε΄ ἐν Τοξότῃ παράκειται Σκορπίος, τὰς αὐτὰς πάλιν κε΄ ζητῶ ἐν Σκορπίῳ· εὗρον ἐν Διδύμοις. τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοίρας κς΄ οὗτος ἔσται σεληνιακὸς γνώμων. τὰ δὲ μεταξὺ σελίδια τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη ε΄ ταῦτα ἀφαιρῶ ἀπὸ τῶν ια΄ , γίγνονται τοσούτων ὁ ὡροσκόπος γίγνεται, αἷς παράκειται κατὰ τὸ ζ΄ κλίμα ἔτη οα΄, ἃ ἔζησεν.

  10. 8.6.28.1

    Ἄλλη. Ἥλιος Τοξότῃ μοίραις γ΄ Σελήνη Τοξότῃ μοίραις ζ, ὡροσκόπος Ζυγῷ. ταῖς γ΄ τοῦ Τοξότου παράκειται Γοξότης, τοῦτον ἐν Ζυγῷ εὗρον περὶ μοίρας ια΄· οὗτός ἐστιν ὁ ἡλιακὸς γνώμων. ὁμοίως ταῖς τῆς Σελήνης ζ΄ ἐν Τοξότῃ παράκειται Καρκίνος, ἐν Καρκίνῳ τὰς ζ΄ πάλιν εὗρον Κριοῦ· τοῦτον εὗρον ἐν Ζυγῷ περὶ μοίρας ιη΄ οὗτος σεληνιακὸς γνώμων. ἔσται εἰς τὸ μεταξὺ σελίδια β΄· ταῦτα ἀφαιρῶ ἐκ τοῦ ἡλιακοῦ γνώμονος τῶν ια΄, λοιπαὶ θ΄, ὡροσκοποῦσι Ζυγοῦ μοῖραι θ΄ ἅμα Ἡλίου τε καὶ Σελήνης. οὗτοι γὰρ τὰ πάντα συνέχουσι καὶ τῶν ἀστέρων τὰς φάσεις διέπουσιν ἄλλοτε ἄλλως περιδινουμένων καὶ ἐναλλασσομένων τὴν δύναμιν. ἀλλὰ κατὰ τὸν ἡμέτερον λόγον μοῖραί εἰσιν τοῦ κύκλου τξ΄ ἃς ὁ κοσμοκράτωρ Ἥλιος διιππεύει ἐν ἐνιαυτῷ καὶ τὸν μὲν ὁρώμενον χρόνον ἐπιμερίζει ἑκάστῳ, τὰ δʼ εἴδη τῶν θανάτων ἐναλλαγήσεται· καὶ γὰρ ἔστιν ἰδεῖν τῶν μὲν αὐτῶν ἐτῶν πολλοὺς τελευτῶντας, ἀλλʼ οὐ τῇ αὐτῇ ἡμέρᾳ ἢ τῇ αὐτῇ ὥρᾳ ἢ τῷ αὐτῷ πάθει καὶ μόρῳ. καὶ γὰρ ὁ Ἥλιος μίαν μὲν μοῖραν ἡμερονυκτίῳ διέρχεται, ἀλλʼ οὐχὶ τὰ αὐτὰ τοῖς τότε γεννωμένοις ἀποτελεῖ διὰ τὰς στιγμιαίας καὶ ὡριαίας παρεγκλίσεις.

  11. 8.6.29.1

    Πολλὴν οὖν διαφ ορὰν προσθέσεως ἢ ἀφαιρέσεως ἐτῶν καὶ ἡ μοῖρα αὐτοῦ καὶ ἡ ὥρα ἐπέχει καὶ τὰ λεπτά, καὶ μάλιστα ὅταν ἐπὶ συνδέσμους δράμῃ. οἷον τῇ τοῦ Λέοντος μοίρᾳ β΄ παράκειται Ϛ΄ , ἅτινα σημαίνει κατὰ τὸ μέγεθος ἔτη κβ΄ τῇ γ΄ μοίρᾳ τοῦ αὐτοῦ ζῳδίου, ἐπεί ἐστι συνδέσμου λύσις, παράκειται κ΄ , ἅτινα σημαίνει ἔτη οε΄· τὸ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων νοείσθω. ὥσπερ οὖν οἱ ἐξ ἐλαχίστων συνδέσμων εἰς τοὺς μεγίστους ἐμπίπτοντες πολυχρόνιοι γίγνονται, οὕτως οἱ ἐκ τῶν μειζόνων εἰς τοὺς ἥττονας ὀλιγοχρόνιοι· εἰσὶ δὲ καὶ σύνδεσμοι μεσοχρονίους ἀποτελοῦντες, ὅταν εὔκρατος ὁ ἀριθμὸς συνεμπέσῃ· ἐκ δὲ τούτων ἐστιν εὑρεῖν τὴν διάκρισιν τῶν διδύμων τῇ αὐτῇ ὥρᾳ ἔγγιστα γεγενημένων. ἐπὶ πάσης οὖν γενέσεως παραφυλακτέον τάς τε ἡλιακὰς καὶ σεληνιακάς μοίρας, μήποτε κατὰ σύνδεσμον συνδράμωσιν οὗτοι γὰρ οὐ μόνον δυσεπιτεύκτους κατὰ τὰς ἐγχειρήσεις ἀποτελοῦσιν, ἀλλὰ καὶ βιαίοις μόροις καὶ κακωτικοῖς περιτρέπουσι καὶ τοὺς θανάτους παραβόλους καὶ ἀοιδίμους καὶ αἰφνιδίους καὶ ἀπροσδοκήτους· τῶν δὲ τοιούτων καὶ αἱ νόσοι ἐπισραλεῖς καὶ δυσίατοι. ὥστε ἡ μὲν ὑπόστασις τῆς ἀγωγῆς ταύτης βεβαία καὶ ἀδιάπτωτός ἐστιν, παρὰ δὲ τὰς μοίρας τῶν τε φώτων καὶ τῶν ὡρῶν τοὺς ὅρους διαψεύσεται· ὅθεν μετὰ πάσης τῆς ἐπιμελείας καὶ σπουδῆς ἐξετάζειν δεῖ καὶ πραγματεύεσθαι, τῆς θεωρίας μηδέν τι πάρεργον καὶ τὸ τυχόν, ἀλλʼ ἰσόθεον πρᾶγμα καὶ ἀθανασίαν ἐπαγγελλομένης. προκειμένου δὲ καὶ τούτου τοῦ λόγου πρός τε ὀλιγοχρονίους καὶ πολυχρονίους διὰ τὸ παράδοξον καὶ δύσπιστον τῆς πλάνης, ὅπως ἀκατηγόρητος ἡ σύνταξις ἡμῶν διαμένοι, ἐπάνιμεν ἐπʼ αὐτόν.

  12. 8.6.30.1

    Ὁπόταν μὲν γὰρ ἡ ὡροσκοποῦσα μοῖρα εἰς τὴν ἁρμόζουσαν ἀκολουθίαν τῆς καταγωργῆς εὑρεθῇ τουτέστιν ἀνὰ δύο προστιθέμεναι, οὐ ῥᾳδίως διαφεύξεται τοὺς χρόνους· εἰ δὲ καὶ μιᾶς μοίρας γένοιτο παραλλαγή, οὐ πολὺ τὸ διάφ ορον τῶν ἐτῶν γενήσεται ὁπόταν δὲ εἰς σύνδεσμον ἢ τριακοντάδος συμπλήρωσιν, ἀμφιβολίας δεῖται ποικίλης διὰ τὴν ἀνυπέρβλητον τῶν ἐτῶν παραλλαγήν. οἷον τῇ τοῦ Καρκίνου μοίρᾳ κζ΄ παράκειται ἔτη ρδ΄ τῇ δὲ κη΄ μοίρᾳ ἔτη ζ΄ ἔσται οὖν πολλὴ διαφορά καὶ ἐστιν εἰκάσαι τινὰς τοὺς τοιούτους παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν βεβιωκέναι ἢ τεθνηκέναι. ὁ μὲν οὖν λόγος οὗτος ἀληθής· τοὺς μὲν γὰρ παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν οἱ β΄ τόποι διὰ στιγμῆς σημαίνουσι τὸν πολύν χρόνον ἢ ὀλιγοχρονίων. δοκεῖ δὲ μὴ θανὼν ὑπάρχειν ἡ γὰρ φυσικὴ καὶ ἀκριβὴς τοῦ Ἥλίου μοῖρα ἐνδειξαμένη τὴν ἐνέργειαν τὸν ὡρισμένον χρόνον ἐμέρισεν καὶ τὸ πιθανὸν τῆς πλάνης ήμαύρωσεν. παραφυλάσσειν οὖν χρὴ τοὺς ἀριθμοὺς τῶν τριακοντάδων τῷ θερινῷ κύκλῳ πάντως γάρ τινες τὸν χρόνον βιώσονται· ἐν δὲ τῷ χειμερινῷ ἀδύνατον πολλοὺς τουτέστι τὰ 𝒢α΄ ἢ σε΄ βιῶσαι. δεῖ γάρ λογίζεσθαι ἀπὸ τῶν ἰσημερινῶν ζῳδίων Κριοῦ τε καὶ Ζυγοῦ τὰς προσθέσεις τε καὶ ἀφαιρέσεις τῶν ἐτῶν κατὰ τὴν ἁρμονίαν τοῦ μεγέθους, καὶ δεῖ εἰδέναι ἑνὸς ἑκάστου ζῳδίου τὸ πλῆθος τῶν ἐτῶν· οὐ γὰρ δυνατὸν τὸν Ζυγὸν ὑπὲρ τὰς 𝒢α΄ μερίσαι οὐδὲ τὸν Αἰγόκερων ὑπὲρ τὰς σε΄ . εἰ δέ τις τῶν πανούργων τὸν ὡροσκόπον καὶ ἐν τούτῳ τῷ κύκλῳ καλῶν φήσει τινὰ ὑπερ τὰ 𝒢΄ ἔτη βεβιωκέναι, αὐτόθεν χρὴ νοεῖν, ὅτι διαψεύσεται βουλόμενος ἀδύνατον μεθοδεύειν· καὶ οὕτως τῆς ἰδίας ἀμαθίας κατεγνωκὼς ἔκληψιν ἀληθείας ἀναλήψεται. ἤ ποτε καὶ ὥρας ὅρους χρόνου μηνῶν ἀληθὴς συνεγγίζων δὲ τῇ ἀκριβείᾳ τῷ καταγομένῳ χρόνῳ, κλιμακτὴρ μὲν ἰσοθάνατος καὶ κινδυνώδεις αἰτίαι γενήσονται, οὐ παρακολουθήσει δὲ θάνατος διὰ τὸ τὴν διάστασιν τῶν ἐτῶν ἀμφίβολον γεγονέναι καὶ ὕποπτον. οἷον ἐὰν βάλῃ τις ὥρας γ΄ , προσκοπεῖν δεήσει καὶ τὸ τῆς β΄ ὥρας καὶ τὸ τῆς δ΄ καὶ τούτων τοὺς χρόνους εἰ συνεγγίζουσι τῇ δεδομένῃ ὥρᾳ· δυνατὸν γὰρ τὴν κατὰ σκοπὸν παραπεσεῖν. οὐ λέγω δὲ τὴν πόρρωθεν ὥραν συγκρίνειν τῇ γ΄ , οἷον τὴν ζ΄ ἢ η΄ ἢ θ΄ ι΄ ια΄ ιβ΄ (τεχνικὸς γὰρ οὗτος ὁ τόπος γενήσεται), ἀλλὰ τὴν πλησίον τῆς μέντοι γε ὑστέρας μοίρας τὸ Ϛ΄ τῶν ἐτῶν δεῖ λογίζεσθαι, ἐπεὶ καθὼς προεῖπον ἐν τῷ ὀργάνῳ αἱ μοῖραι ἀνὰ β΄ προσθέσεως ἀριθμὸν ἔχουσιν, ὧν ἡ μία τῶν ἐτῶν λογισθήσεται. οἷον ἐὰν τὰ δωδεκαπλασιασθέντα μέγεθος σημαίνῃ ἔτη ζ΄ ις΄ ιε΄ ιδ΄ ἥμισυ, τούτων τὸ ἥμισυ. ἐὰν δὲ εἰς σύνδεσμον ἔλθῃ ἡ ὡροσκοποῦσα μοῖρα, μίαν ἀφαίρεσιν ἐτῶν ποιήσεται τοῦ μεγέθους, τουτέστι τῶν ζ΄ ιϚ΄ ιε΄ ιδ΄ ἥμισυ. Σκοπεῖν δὲ δεῖ καὶ τὴν τοῦ Ἡλίου μοῖραν ἀκριβῶς· ἐὰν γὰρ παρὰ λεπτὸν εἴη, ἀφαιρῶ τὸ ἀνάλογον. ἐκ παρατηρήσεως δὲ Ἡλίου καὶ τὸν ὡροσκόπον εὗρον ἐν Παρθένῳ παρὰ μίαν μοῖραν καὶ δύο φέροντα.

  13. 8.7.1.1

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτος Ϛ΄ Τραϊανοῦ Χοιὰκ α΄ εἰς τὴν β΄ ὥρα νυκτερινὴ η΄ σύνοδος⟩ Τοξότῃ η΄ λ΄. ἔλαβον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ ὥρας ἕως τῆς τῶν γενέσεων ἡμέρας καὶ ὥρας, γίγνονται ἡμέραι ζ΄ ὧραι ιδ΄ αἵπερ εἰσὶν μισυ τοῦ ἀπὸ συνόδου δρόμου ἕως τῆς πανσελήνου τουτέστι τῶν ιε΄ ἡμερῶν. τούτου τὸ ἥμισυ ἀφεῖλον ἀπὸ τοῦ μεγέθους τὸν ὡροσκόπον ιβ΄ ο τῆς τοῦ Τοξότου μοίρας η΄ , ὅπερ ἐστὶ ιβ΄, ὧν τὸ ἥμισυ γίγνεται Ϛ΄ τοῦτο τὸ μέρος ὥρας ἡγοῦμαι. ψηφί σας οὖν ὥρας θ΄ καὶ προστιθεὶς τὸ μέρος καὶ ἐγκλίματος σνθ΄ εὗρον τὰς πάσας τογ΄ κ΄, ἐξ ὧν ἀφεῖλον κύκλου ἑνὸς τξ΄· λοιπαὶ ιγ΄ κ΄. ταύτας ἔχων εἰσῆλθον κατὰ τὸ ἔγκλιμα καὶ εὗρον κατὰ τὴν κθ΄ μοῖραν τοῦ Κριοῦ παρακειμένας κλίματος ιϚ΄ κε΄· χρηματίζει ἄρα αὕτη. καὶ προσέθηκα ταῖς κθ΄ ἄλλας η΄ . ἅς ἀφεῖλον ἀπὸ τῆς ἡλιακῆς μοίρας, καὶ γίγνεται Γαύρου ζ΄ μοῖρα ὡροσκοποῦσα. ταύτας ἔχων εἰσῆλθον εἰς τὸ προκείμενον ὄργανον κατὰ τὴν τοῦ Γαύρου μοῖ~ραν ζ΄ καὶ εὗρον παρακείμενα κ΄· τὰ δὲ κ΄ τῆς ἑξηκοντάδος ἐστὶ γ΄ . λαμβάνω τοῦ μεγέθους τὸ γ΄ οὕτως· ἐπεὶ τῇ κθ΄ μοίρᾳ τοῦ Κριοῦ, ὅπου κατέληξε τὸ ἔγκλιμα, παράκειται μέγεθος ις΄ κδ΄ ταῦτα ποιῶ ἐπὶ τὸν ιβ΄ καὶ γίγνονται ρ𝒢ς΄ μη΄ τούτων λαμβάνω τὸ γ΄ . γίγνονται ἔτη ξε΄ ἥμισυ· τῷ ξε΄ ἡμίσει ἔτει ἐτελεύτα. Τὴν δὲ ἀφαίρεσιν τῶν η΄ μοιρῶν καὶ πρόσθεσιν ἐκ τῶν ἡλιακῶν μοιρῶν διʼ ἥν αἰτίαν ἐποιησάμην, τῷ προϊόντι λόγῳ δηλώσω. καὶ αὕτη μὲν συνοδικὴ γένεσις καὶ ἐγνωσμένη μοι ἐξ ἀκοῆς, ὥς τινες μαθεῖν βουλόμενοι τὴν τοῦ μαθήματος ὕπαρξιν ταῦτα πράσσουσι.

  14. 8.7.2.1

    Ἄλλη. Οὐεσπασιανοῦ ἔτος ζ΄ Επιφὶ κε΄ εἰς τὴν κς΄ ὥρα νυκτερινὴ ς΄ κλίμα Ἥλιος Καρκίνῳ κζ΄ μγ΄ , Σελήνη Ἰχθύσι ιβ΄ νβ΄, πανσέληνος Επιφὶ κβ΄ ὥρᾳ ἡμερινῇ ς΄ Αἰγόκερῳ κ΄. ἀπὸ πανσεληνιακῆς ἡμέρας τε καὶ ὥρας ἐπὶ τὴν γενεθλιακὴν ἡμέραν τε καὶ ὥραν γίγνονται ἡμέραι γ΄ ὧραι ιβ΄ αἵπερ εἰσὶ τοῦ ἀπὸ πανσελήνου δρόμου ἐπὶ σύνοδον, τουτέστι τῶν ιε΄ , ε΄λ΄ τοῦτο ἀφεῖλον ἀπὸ τοῦ μεγέθους τοῦ παρακειμένου τῇ τοῦ Αἰγόκερω μοίρᾳ κ΄, ὅπερ ἐστὶ ιβ΄ κ΄, καὶ λοιπαὶ γίγνονται ε΄ β΄ τοῦτο μέρος ὥρας ἔσται. ἐψήφισα οὖν ὥρας β΄ καὶ προσέθηκα μέρος ἐγκλίματος τζ΄ . γίγνονται τμ΄ νε΄ ταύτας εὗρον ἐν τῷ ἐγκλίματι περὶ τὴν κθ΄ τοῦ Ὑδροχόου καὶ προσέθηκα τὰς η΄ καὶ γίγνεται ὁ ὡροσκόπος Ὑδροχόου μοῖραι ζ΄ . ταύτας ἔχων εἰσῆλθον εἰς τὸ ὄργανον κατὰ τὴν ζ΄ μοῖραν τῶν Ἰχθύων καὶ εὗρον παρακειμένας κϚ΄ , αἵπερ εἰσὶν τῆς ἑξηκοντάδος γ΄ ι΄ τὸ δὲ παρακείμενον μέγεθος τῇ τοῦ Ὑδροχόου μοίρᾳ κθ΄ ἐτύγχανεν ιγ΄ ἐγγύς. ταῦτα ποιῶ ἐπὶ τὸν ιβ΄ , γίγνονται ρνς΄ εἶτα λαμβάνω τὸ γ΄ καὶ τὸ ι΄, γίγνονται ξη΄ ἐτελεύτα κατʼ ἀρχὰς τῷ ξθ΄ ἥμισυ ἔτει.

  15. 8.7.3.1

    Ἄλλη. Ἔτος ιη΄ Ἀδριανοῦ Φαμενὼθ β΄ ὥρα ἡμερινὴ δ΄ Ἥλιος Ἰχθύσι θ΄ μϚ΄ μϚ΄ Σελήνη Αἰγόκερῳ θ΄ μ΄, πανσέληνος ἤμελλεν γενέσθαι. τὸ τῆς Σελήνης φῶς πλῆρες καὶ ἡ ὥρα ἡ δ΄ πλήρης ψηφισθεῖσα σὺν ἐγκλίματι ἤνεγκεν ὡροσκόπον Γαύρῳ μοίρᾳ κθ΄. κατὰ δὲ τὸ ὄργανον παράκειται τῇ κθ΄ μοίρᾳ τοῦ Γαύρου ι΄, ὅπερ ἐστὶ τῆς ἑξηκοντάδος Ϛ΄· τὸ δὲ μέγεθος ἦν τῆς κθ΄ μοίρας τοῦ Ταύρου ιζ΄ κζ΄. ταῦτα ἐπὶ τὸν ιβ΄ γίγνεται σι΄ ἔγγιστα· τούτων τὸ Ϛ΄ λαμβάνω, γίνεται λε΄· ἐτελεύτα τῷ λα΄ ἡμίσει ἔτει. αἱ γὰρ ὕστεραι μοῖραι τῶν χρόνων τὴν ἔλλειψιν ἔχουσιν παρὰ τὰ τοῦ Ἡλίου λεπτὰ λογιζομένης τῆς μοίρας πρὸς τὰ ἕκασται ἔτος τὸ δ΄ ιϚ΄ ιζ΄.

  16. 8.7.4.1

    Ἄλλη. Ἔτος ιε΄ Ἀντωνίνου Εὐσεβοῦς Ἀθὺρ κε΄ εἰς τὴν κϚ΄ , ὥρα νυκτερινὴ θ΄ ἔληγεν, κλίμα Ϛ΄. Ἥλιος Τοξότῃ β΄ νβ΄, Σελήνη Τοξότῃ Ϛ΄ μη΄, σύνοδος γέγονεν. οὐ πολὺ τὸ διάστημα πλήρης ἡ ὥρα ψηφ ισθεῖσα ἡ θ΄ οὐ συνεφώνησεν, ἡ δὲ η΄ ἤνεγκεν ὡροσκόπον Λέοντι ιβ΄· μετὰ τῆς προσθήκης τῶν η΄ μοιρῶν ταύταις παράκειται ἐν τῷ ὀργάνῳ δ΄, ἅπερ εἰσὶ τῆς ἑξηκοντάδος ιε΄. τὸ παρακείμενον τῇ τοῦ Ζυγοῦ μοίρᾳ γ΄ μέγεθος ιε΄· ταῦτα ἐπὶ τὸν β΄ γίγνονται ρπ΄, τούτων τὸ ιε΄ γίγνεται ιβ΄· ταῦτα ἔζησεν.

  17. 8.8.1.1

    Σκοπεῖν δὲ δεῖ τοὺς ἐχθροὺς τόπους καὶ τοὺς ἀστέρας οὐ μόνον ἐπὶ τῶν ἄλλων, ἀλλὰ καὶ τοῦ ὡροσκόπου καὶ Ἡλίου καὶ Σελήνης· οὗτοι γὰρ καὶ ἐναντίοι ἐν ταῖς παρόδοις γενόμενοι τοὺς κλιμακτῆρας καὶ τοὺς θανάτους σημαίνουσιν. οἷον ἐπὶ τοῦ Κρόνου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν χρή, τίνος εἰσὶ θεοῦ ὅρια, καθὼς ἐν τῷ ὀργάνῳ πρόκειται, κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται ἢ ἐν τοῖς τετραγώνοις ἢ ἰσαναφόροις, καθὼς ἂν καὶ ὁ χρόνος συντρέχῃ ἐν τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων· ἐχθροὶ γάρ εἰσιν οἱ ἐκ τῶν ἀντικειμένων μοιρῶν τῶν ὁρίων οἱ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις δημαίνουσιν ἢ εἰς τὰ ἰσανάφορα τοῦ ὡροσκόπου.

  18. 8.8.2.1

    Οἷον ἔστω Κρόνος Καρκίνου μοίρᾳ κα΄ ὁρίοις Ἀχροδίτης· διαμετρεῖ Αἰγόκερως ὅρια Ἄρεως· οὗτος ἦν Ταύρου μοίρρ κζ΄· ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται. Παρθένῳ ἀπέθανεν· τὸ γὰρ μοιρικὸν τετράγωνον τούτου Σκορπίῳ μοίραις ιδ΄ ὁρίοις Κρόνου· ἡ δὲ ιδ΄ τοῦ Ταύρου ἐστὶν ὅρια Κρόνου. οὗτος μὲν αὑτῷ ἐχθρὸς οὐ γίγνεται· εἰσὶν οὖν τὸ ἰσανάφ ορον Σκορπίου Λέων, ἡ δὲ ιδ΄ μοῖρα Λέοντος εἰσὶν ὅρια Ἡλίου. ἐλθὼν οὖν ὁ Ζεὺς ἐπὶ τοὺς τόπους Ἡλἱου εἰς τὸ ἰσανάφορον ἐκεῖ ἀνεῖλεν.

  19. 8.8.3.1

    Ἄρης Ταύρου μοίρᾳ κζ΄ ὁρίοις Ἡλίου· αἱ δὲ αὐταὶ ἐν Σκορπίῳ ὅρια Σελήνης. ἐχθρὸς δὲ αὑτοῦ οὐδεὶς γίγνεται· ζητῶ οὖν τὰς Λέοντος μοίρας κζ΄ η ε ἐν τῷ ἰσαναφόρῳ, οἵ εἰσι Δίδυμοι ὅρια Ἀφροδίτης. ἀποθανεῖται οὖν Ἄρεως ὄντος ἐν Σκορπίῳ ἢ Ἰχθύσι τοῖς ἰσανατόλοις ἢ τοῖς τούτων τετραγώνοις. ἐὰν δὲ λογίσηταί τις τὰς κζ΄ τοῦ Λέοντος, εὑρήσει Κρόνου ὅρια· Κρόνος δὲ ἦν ἐν Καρκίνῳ ἀποθανεῖται οὖν Ἄρεως ὄντος ἐν Καρκίνῳ ἢ Τοξότῃ ἢ τοῖς τούτων τετραγώνοις.

  20. 8.8.4.1

    Ἀφροδίτη Σκορπίῳ μοίραις κζ΄ ὁρίοις Ἡλίου· αἱ διαμετροῦσαι Γαύρου κζ΄ εἰσὶν ὅρία Ἡλίου. αὐτὸς δὲ ἑαυτῷ ἐχθρὸς οὐ γίγνεται. ζητῶ οὖν ἐν τῷ ἰσανατόλῳ τοῦ Σκορπίου τὰς κζ΄ , εἰσὶ δὲ Ἐρμοῦ ὅρια· ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης ἐν Παρθένῳ, ὅπου Ερμῆς, ἢ ἐν τοῖς τετραγώνοις· τὸ δʼ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον. Σκοπεῖν δὲ δεῖ καὶ τὰς κατακλίσεις πρὸς τὸν ἐναντίον τόπον ἐπὶ τοῖς ἐχθροῖς τόποις ὄντα καὶ τοὺς μηνιαίους καὶ ἡμερησίους καὶ ὡριαίους κλιμακτῆρας ποιοῦντας πρὸς τὴν τῆς Σελήνης τριακοντάδα, ἐξ ἧς ὁ ἐναντίος ἀστὴρ εὑρίσκεται.

  21. 8.8.5.1

    Πρῶτον εἰπεῖν χρὴ περὶ τῆς πήξεως τοῦ ἀργάνου, ἵνα κἂν βούληταί τις ἀποκατάγειν ἀπὸ χειρῶν ῥᾳδίως εὕρῃ τὴν σύστασιν. περὶ μὲν οὖν τῆς συστάσεως τοῦ ἀργάνου κατὰ τάξιν εὑρήσεις οὕτως. τοῦ κατὰ τὴν ἡμέραν μεγέθους τὸ ξ΄ πολυπλασίασον ἐπὶ τὸ λ΄ καὶ ἐκβὰν ἔσται ζωῆς χρόνος καὶ οὐδεὶς τῶν ἀστέρων οὔτε προσθήσει οὔτε ἀφαιρήσει. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ὑποτίθεταί τις στήλας τινὰς ἐν τοῖς ἱεροῖς ἀδύτοις εὑρημένας, ὧν ἡ παραύξησίς ἐστι δυάδος προστιθεμένης. ἕκαστον δὲ τῶν στηλῶν τὸ ξ΄ τοῦ μεγέθους τῆς ἡμέρας πολυπλασιασθὲν ποιεῖ χρόνον ζωῆς. οἷον ἀρχή ἐστιν ἀπὸ Θώθ· ἡ πρώτη μοῖρα ἔχει παρακείμενα β΄ ἢ β΄ δ΄ ἕως Ϛ΄ παραύξεται ἡ δυὰς καὶ γίγνονται Ϛ΄ , αἵ παρακείμενον ἀριθμὸν ἔχουσι τὸν ιβ΄ ἔπειτα λύει τὸν σύνδεσμον· κατὰ γὰρ Ϛ΄ αἱ ἀναλύσεις γίγνονται τοῦ συνδέσμου. προστίθησιν οὖν τὸν ιδ΄ ἀριθμὸν τῇ προκειμένῃ ἑξάδι, ἃ δὴ ἔσται φῶτα τῆς Σελήνης. γίγνονται οὖν τῶν ζ΄ κϚ΄ , τῶν η΄ κη΄ , τῶν θ΄ λ΄ , καὶ ἐπειδὴ πεπλήρωται τὰ λ΄, πάλιν ἀπὸ τῆς δυάδος ἄρχεται. καὶ πάλιν εὑρίσκεται παρακείμενα τοῖς ια΄ δ΄ τοῖς ιβ΄ Ϛ΄ καὶ πάλιν πεπλήρωται τῆς δυάδος ἑξάδος. λύσις γίγνεται τοῦ συνδέσμου, καὶ πάλιν προστίθεται τὰς ιδ΄ ταῖς Ϛ΄ καὶ γίγνονται ἐπὶ τοῦ ιγ΄ στίχου κ΄ . οὕτως οὖν ποιοῦσιν κατὰ ἑξάδα συνδέσμου λυομένου καὶ προστιθεμένων τῶν τῳ προκειμένῳ ἀριθμῷ. ἐὰν κατὰ τὰ μέσα ἡσδηποτοῦν ἑξάδος ὡς ἐπὶ τῆς δευτέρας δεδήλωται ἀπαρτηθῇ ὁ τριακοστὸς ἀριθμός, οὐκέτι προσθήσομεν τὸν ιδ΄, ἀλλὰ πάλιν ἀπὸ δυάδος ἡ ἀρχή. οὗτως οὖν ἀπὸ τῆς ἀρχῆς ἡ σύστασις λαβοῦσα πέρας τέθεικε τῷ ὀργάνῳ ἄχρι μιᾶς τριακοστῆς. πρὸς τὸ εἰδέναι τὸν πρῶτον ἀριθμὸν ἑκάστου ζῳδίου μέθοδος ἦδε, ἧστινος ὑπόκειται ἑξῆς

  22. 9.pr.1.1

    Οὐάλης Μάρχῳ χαίρειν. Ὅσα μὲν ὁ θειότατος βασιλεὺς εἴρηκε Νεχεψὼ ὁ τὴν ἀρχὴν ποιησάμενος τῆς ιγ΄ βίβλου, τοῖς προσυντεταγμένοις ὑφ᾿ ἡμῶν καὶ ἄλλων πόνοις κατημαξευμένα ἐστίν· νυνὶ δὲ ταύτην συντάσσω λειπομένην οὐδενί. ὅτι μὲν οὖν μυστικῇ συνέσει τὴν ὑφήγησιν πεποίηται καὶ ἀρχηγὸς τῆς εἰς ταῦτα εἰσόδου καὶ ἡμῖν ἐγένετο, πρόδηλον· τό τε ὁμολογεῖν περὶ τῶν ἡμαρτημένων αὐτῷ πρότερον, ὑστέρου δὲ κατωρθωμένων ἀνδρὸς ἀγαθοῦ καὶ σοφοῦ ἀπολογίαν καὶ διάνοιαν ἐπιφερομένου, καθὸ καταφρονεῖ ὅλης τῆς βασιλείας καὶ τυραννίδος, καὶ τὸ περὶ τὰ τοιαῦτα ἐσπουδακέναι ἐμπείρου καὶ πεποιθότος καὶ ἐρωτικὴν καὶ προτρεπτικὴν θεωρίαν ἐνδεικνυμένου τοῖς μεταγενεστέροις. οὐδέ γε αὐτὸν μεθεῖλκεν ἀνάγκη βιωτικὴ καὶ πλάνη φιλάργυρος, ὥσπερ πολλούς τῶν νῦν· ὅθεν ἀποδεκτέος ὁ τοιοῦτος.

  23. 9.pr.2.1

    Ὁ δὲ σοφώτατος Κριτόδημος ἐν τῇ ἐπιγραφομένῃ αὐτοῦ ὁράσει συνεκτικωτάτῃ πολλῶν μαρτυριῶν ἀρχὴν τοιαύτην ἐποιήσατο· ἤδη ποτὲ πελαγοδρομήσας καὶ πολλὴν ἔρημον διοδεύσας ἠξιώθην ἀπὸ θεῶν λιμένος ἀκινδύνου τυχεῖν καὶ μονῆς ἀσφαλεστάτης. ἄλλως τε καὶ ὁ Τίμαιος καὶ Ἀσκλατίων καὶ ἕτεροι πλεῖστοι. οὗτοι μὲν οὖν καλλονῇ λόγων ἐνεχθέντες καὶ τερατολογίᾳ οὐ κατὰ τὰ ἐπαγγέλματα τὰ ἔργα ἐπέδειξαν οὐδὲ τὰς συντάξεις πλήρεις καὶ ἐπιλελυμένας, ἀλλὰ λειπομένας πολλοῖς τισιν ἀεὶ τῶν ἐντυγχανόντων· πᾶσι δὲ σκολιὸν καὶ ἐρθονημένον καὶ ἀναδυόμενον καὶ ἐπιπλεκόμενον· καὶ μηδεμιᾷ δδῷ διευθύνοντες ἀλλὰ προσεισφέροντες αἱρεσιν αἱρέσει καὶ ἀναπομπίμους βίβλους πλάνης μᾶλλον ἤ ἀληθείας τεκμήρια. ὁ μὲν οὖν Κριτόδημος, πλῆθος θεωρημάτων κεκτημένος καὶ τοῖς ἄλλοις συγκεκοσμημένος καὶ δυνάμενος σαφῶς διερμηνεῦσαι διὰ τῆς τούτων τῶν ὀργάνων φαντασίας ἠμαύρωσε τὴν ἐπιστήμην· ἐγὼ δὲ ταῖς προσυντεταγμέναις μοι βίβλοις οὔτε κενῶν οὔτε ματαίων ὕθλων πόνους διήνυσα, οὐ μὴν κατά τὴν δόκησιν τινῶν ἀμφιβόλους ἐπιλύσεις καὶ γραφὰς ἀναρίθμους περιττῶν συντάξεων· διὸ καὶ τὰ δοκοῦντα ἀληθείας ἐφικνεῖσθαι εἰς ἄπειρον ζήτησιν καὶ λόγον ἐχώρησεν. χρὴ δέ γε τὸν βουλόμενον συγγράφειν μή χρήζειν ἑτέρου· εἰ δὲ οὖν, διὰ ἀγνοεῖν καὶ φθονεῖν τὴν πλοκὴν ἐπεισφέρει· πελαγοδρομήσας οὖν καὶ πολλὴν γῆν διοδεύσας κλιμάτων τε καὶ ἐθνῶν κατόπτης γενόμενος πολυχρονίᾳ πείρᾳ καὶ πόνοις συνεμφυρεὶς ἠξιώθην ὑπὸ θεοῦ καὶ τῆς προνοίας βεβαίου καὶ ἀσφαλοῦς λιμένος τυχεῖν οὐ γάρ φθαρτὰ πάντα καὶ μοχθηρὰ ἔλαχον οἱ ἄνθρωποι, ἔστι δέ τι καὶ θεῖον ἡμῖν θεόπνευστον δημιούργημα, τε περικεχυμένος ἀὴρ ἄρθαρτος ὑπάρχων καὶ διήκων εἰς ἡμᾶς ἀπόρροιαν καιρικὴν ἀθανασίας ἀπονέμει τακτῷ καὶ μεμετρημένῳ χρόνῳ. ἣν ἕκαστος ἡμῶν καθʼ ἡμέραν μελετᾷ γυμναζόμενος λαμβάνειν ἢ καὶ ἀποδιδόναι ζωτικὸν πνεῦμα. καθώς καὶ ὁ θειότατος Ὀρφεὺς λέγει· Ψυχὴ δʼ ἀνθρώποισιν ἀπʼ αἰθέρος ἐρρίζωται. καὶ ἄλλως· Ἀέρα δʼ ἕλκοντες ψυχὴν θείαν δρεπόμεσθα. ἄλλως· Ψυχὴ δʼ ἀθάνατος καὶ ἀγήρως ἐκ Διός ἐστιν. ἄλλως· Ψυχὴ δʼ ἀθάνατος πάντων, τὰ δὲ σώματα θνητά.

  24. 9.pr.3.1

    Ἔνθεν ἐφ᾿ ὅσον ἔχομεν τὴν ψυχὴν κινούμεθα καὶ ὁμιλοῦμεν καὶ πράσσομεν καὶ μηχανώμεθα καὶ ποιοῦμεν ἔργα ἰσόθεα· ὁπότε δʼ εἰς τὸν ἀέρα ἀναδράμῃ χρέος, πρόκειται σῶμα νεκρὸν ἄναυδον κατὰ διαδοχὴν ἑτέρῳ πνεῦμα συγχεχωρηκὸς κενὸν εἱμαρμένης δημιούργημα οὐδενὸς ὂν δεκτικόν τῆς γάρ φύσεως ἀναλυθείσης εἰς τὸν οἰκεῖον τόπον ἐλέγχεται τότε θνητὸν σῶμα.

  25. 9.pr.4.1

    Ὅθεν τοῦ θεοῦ συνεργοῦντος ἀνεῦρον ταῦτα σκότει τεθησαυρισμένα· καί μοι κατʼ ἀρχάς μὲν δαψιλὴς λόγος συνεμπεσὼν ἀπορρήτους ἀμεταδότους τάς ὑφηγήσεις διαφυλάσσει διὰ πολλοὺς τῶν ἀναξίων· ἵνα δὲ μὴ δόξω κατήγορος μείζονι ψόγῳ περιπίπτειν καὶ τάς ἑτέρων αἰτίας ἀνάπτεσθαι, ἔδοξέ μοι μή κατεζητημένως μηδὲ ἐπεσκοτισμένως ταύτῃ τῇ βίβλῳ μυστικῶς προτάξαι τὰ δοκοῦντα κεφάλαια εἰς συμπλήρωσιν τῶν προσυντεταγμένων καὶ ἀτρεκῆ σαφήνειαν διὰ πολλῆς συνέσεως τοῖς γε νοῦν ἔχουσιν· ὅπως διὰ τούτων οἱ ἀμαθεῖς καὶ θεομάχοι πίστιν ἐνεγκάμενοι καὶ ἑταῖροί γε τῆς ἀληθείας γενόμενοι ὑπαρκτὴν καὶ σεβάσμιον τὴν ἐπιστήμην καταλάβωσιν.

  26. 9.1.1.1

    Περὶ μὲν οὖν τοῦ κλήρου τῆς τύχης καὶ τοῦ δαίμονος τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται· καὶ νῦν δὲ ἐπάνιμεν εἰς αὐτούς διαβεβαιούμενοι δυναστικούς καὶ κραταιούς τόπους. ὅνπερ γάρ τρόπον ἐπὶ τοῦ κοσμικοῦ περιπολίσματος ὁ παντεπόπτης Ἥλιος ἀκαμάτοις φοραῖς δινούμενος καὶ μακροῦ αίῶνος χρόνον διῖππεύων τὰς τῶν ἀστέρμν χορείας ἀλλεπαλλήλοις δρόμοις ἀποκαθίστησι καὶ ἀποχωρίζει, τροπάς τε καὶ καιρούς καὶ φάσεις ποιούμενος, ἀρχόμενος ὅθεν ἔληξεν καὶ λήγων ὅθεν ἄρχεται, τὰς δὲ ψυχάς τῶν ἀνθρώπων θέλγων καὶ διεγείρων αἴτιος δόξης καὶ πράξεως καὶ πάσης προκοπῆς τυγχάνει, ὁμοίως δὲ καὶ ἡ Σελήνη Τύχη τοῦ κόσμου ὑπάρχουσα καὶ ὑπὸ τῆς ἡλιακῆς δυνάμεως αὐξομειουμένη τάς φάσεις ποιεῖται καὶ τάς τῶν ἀέρων μεταβολὰς καὶ τούς καρπούς πεπαίνουσα τοῖς ἀνθρώποις ζωῆς παραιτία γίνεται, τῳ αὐτῷ τρόπῳ καὶ ἐπὶ πάσης γενέσεως σκοπεῖν δεήσει τὸν κλῆρον τῆς τύχης καὶ τοῦ δαίμονος, ποίοις μέρεσι τοῦ κόσμου ἀπερρύησαν. πρὸς μὲν γάρ τὸν ἀποτελεσματικὸν λόγον, ἐὰν τοῖς χρηματιστικοῖς ὦσι ζῳδίοις καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρῶνται, ἐμπράκτους καὶ ἐνδόξους καὶ εὐπόρους τάς γενέσεις ἀποτελοῦσιν· μάλιστα ἐὰν ἀρσενικοῖς ζῳδίοις οἱ κλῆροι ἐμπέσωσιν καὶ οἱ κύριοι ἀρσενικοῖς ἤ θηλυκοῖς οἴκοις καὶ χρηματίζοντες ἐπιθεωρῶσι τὸν τόπον, μείζονάς τε καὶ ἐπισήμους καὶ ἀπροσδοκήτως προκόπτοντας καὶ εἰς ἀνυπέρβλητον τύχην χμροῦντας. ἐὰν δὲ οἱ μὲν κλῆροι ἀρσενικοῖς ὦσι ζῳδίοις, οἱ κύριοι δὲ αὐτῶν θηλυκοῖς ἀχρημάτιστοι, ὑπὸ κακοποιῶν ἐναντιούμενοι ἢ καθυπερτερούμενοι, πτώσεως ὁ τρόπος δηλωτικὸς καθαιρέσεως τε καὶ ἐνδείας καὶ πάσης αἰτίας ἐπακτικός, δημοσίαις τε καὶ πολυθρυλήτοις ἢ βασιλικαῖς συμπεφυρμένους κακίαις· τῶν δὲ τοιούτων καὶ τέλος εὕρηται κακόν. πρὸς δὲ τούς τῆς ζωῆς χρόνους συγκρινόμενοι οἱ δύο κλῆροι πρός τε τὸν Ηλιον καὶ τὴν Σελήνην καὶ τὴν μοιρικὴν αὐτῶν ἀπόρροιαν πρός τε τὸν ὡροσκόπον καὶ τὸν πλανητικὸν σκοπὸν καὶ τὴν μοῖραν προδηλώσουσι καὶ τούς βιωσίμους χρόνους ἐκ τοῦ διαστήματος, τὴν ἡμίσειαν ἔμπαλιν καὶ ἀνάπαλιν ἐκμετρηθέντες, ἡ προλαβόμενοι τοῦ μεγέθους τῆς ὥρας ἢ ἀπολειφθέντες τούτου, ὡς δύο μοίρας χρηματίζειν τοῦ ζῳδίου ἀνάγκης, τὴν δὲ γένεσιν καίπερ ἐπίκηρον οὖσαν πρὸς τὴν τοῦ κόσμου συμπάθειαν ζωτικὸν ἀναλαβεῖν πνεῦμα. Προσεκτέοι οὖν οἱ τρόποι μυστικῶς καὶ μή παρέργμως ἡγεῖσθαι· ἐκ τούτων γάρ συνοράται καὶ εὐκατάληπτα γίνεται τὰ πολλῷ χρόνῳ καὶ καμάτῳ ἐπισωρεύοντα τοῖς ἀνθρώποις τὴν παρά τούτων ἐνέργειαν. οὐκ ἀσκόπως δὲ ὁ Πετόσιρις περὶ συμπαθείας Ηλίου καὶ Σελήνης λέγει τοῖς ὅροις· εἴτε τὴν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου εἴτε ἀπὸ Σελήνης ἐπὶ τὸν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, κατὰ αὐτὸ ἐμπεπτωκότα εὑρήσεις· ὁρᾶταί γε ἔνθεν ὁ διακρατῶν τοῦ ζητουμένου, πρὸς δν τὰ ὁλα τετύχηκεν καὶ συμβήσεται. καὶ ὁ βασιλεὺς λεὺς δὲ τῇ ἀρχῇ τῆς ιγ΄ βίβλου εῖπεν· εῖτ᾿ ἐχομένως δεήσει σαφῶς ἀριθμεῖν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην· ἔμπαλιν, οἱ δὲ ἀνάπαλιν, ἀπὸ ὡροσκόπου ἰσότητας ποιεῖν καὶ τὸν ἀποβάντα κύριον τόπον συνορᾶν, οὗτινος τετύχηκεν ἀστέρος καὶ τίνες τούτῳ πρόσεισιν· ἐκ γὰρ τῇς διὰ τῶν τόπων συμπτώσεως πρόδηλα κρίνειν τῶν γενομένων τὰ πράγματα. καὶ τὰ λέγειν μὲν κύριον τόπον κρατητικὸν καὶ ἔνθεν ὁρᾶσθαι τὰ ὅλα δυναστικόν ἄλλως τε καὶ τοῖς μεταξὺ τῆς διηγήσεως πλειστάκις περὶ τοῦ αὐτοῦ λέγων ἰσχυροποιεῖται, ὅτι εἰ μὲν ἀγαθοποιοὶ ἐπῶσιν ἢ καὶ προσμαρτυρῶσιν, ἀγαθῶν πρόδηλοι καὶ ὑπαρχόντων δοτῆρες εἰσίν εἰ δὲ φθοροποιοί, ἀποβολὰς ὑπαρχόντων καὶ φθίσεως σώματος αἰτίας λέγειν. εἰ δὲ καὶ γενομένου τινὸς θηλυκῷ τύχη ἡ Σελήνη, ἀνδράσι μὲν γενομένοις οὐκ ἀγαθὴν ἀποτελεῖ φάσιν, γυναιξὶ δὲ ὁμογενέσιν ὑπόστασις· καὶ ἐπὶ Ἡλίου πρὸς τούς ἀρσενικοῖς καὶ θηλυκοῖς ἐσχηκότας τοὺς τόπους καὶ τούς κυρίους. ἐὰν δέ πως οἱ κακοποιοὶ μόνοι ἐπῶσι τοῖς τόποις καὶ προσνεύσωσιν, ἀποτελοῦσιν ἐμπρησμούς, ναυάγια, ἀπὸ ὕψους πτώσεις, θραύσεις μελῶν, αἱμαγμούς, καὶ μάλιστα στερεοῖς ζῳδίοις, ἤ παθήματα ἤ σπασμούς· καὶ ἐπὶ χεῖρον τρέπονται, ὁπόταν καὶ τῶν τόπων κυριεύσωσιν.

  27. 9.1.2.1

    Ἀλλὰ περὶ μὲν τούτων καὶ τοῖς μεταξὺ τῆς διηγήσεως δηλώσομεν ἀποδεικνύντες ἑτεροσχημόνως, ὁπηλίκη δύναμις περὶ αὐτοῦ νενόμισται ἐπί τε τῶν πρακτικῶν καὶ βιωσίμων χρόνων. παρατηρητέον δὲ κατὰ πλεῖστον, ἐάν πως οἱ κλῆροι εἰς Καρκίνον ἤ Λέοντα ἤ Αἰγόκερω ἢ Υδροχόον συνεμπέσωσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι ἤ ὑπὸ οἰκείων ἀστέρων χρηματιστικοῖς ζῳδίοις· λαμπράς μὲν οὔσης τῆς ὑποστάσεως ἡγεμονικοὶ βασιλικοὶ στραταρχικοὶ καθίστανται, ἐξουσίαν ζωῆς καὶ θανάτου ἔχοντες, συμπάθειάν τε βασιλικὴν κεκτημένοι δωρεᾶς καὶ δόξης καταξιοῦνται καὶ ταῖς ἐπιβολαῖς εὐημεροῦσιν, ἄπρακτοι δὲ τὰ πρῶτα ταῖς ψυχαῖς καταβολάς ὑπομείναντες καὶ χαλεπανθέντες μεταμφιασάμενοι εἰς ἀπροσδόκητον ἔρεισμα καταντῶσιν, ὑπὸ τῶν πλείστων εὐφημούμενοι καὶ μακαριζόμενοι. ὅσοι δὲ τὴν ὑπόστασιν μετρίαν ἐκληρώσαντο, βασιλέως πράγματα πιστεύονται καὶ διοικοῦσιν καὶ ἀνωμάλως καὶ ἐπιθόνως διευθύνουσιν τινὲς δὲ στρατιωτικοὶ ἢ μεταξὺ τούτων ἀναστρεφόμενοι ἤ βασιλικαῖς αὐλαῖς καὶ δημοσίοις τόποις ὀψωνίων μετέχουσιν, οὐ τοσοῦτον περὶ τὸν βίον συγκεκοσμημένοι, ὅσον τῇ κακοδόξῳ φαντασίᾳ καὶ πολυμερίμνῳ καὶ εὐθραύστῳ κακοπαθείᾳ.

  28. 9.2.1.1

    Καὶ τούτων μὲν κατά κοσμικὴν ἁρμονίαν οὕτως διατεταγμένων κατὰ παλαιὸν ἄνδρες Αἰγύπτιο κατὰ ἀρχαῖον ἀπὸ τούτων μονομερῆ παραλαβόντες εἰς ποικίλας καὶ συγκρατικάς διαστολὰς κατέκλεισαν, σοφιστικοῖς λόγοις καὶ ἐφόδοις χρησάμενοι· περιτειχίσαντες δὲ τὴν θεωρίαν μυρίοις ἐρείσμασι καὶ κλειἀχαλκεύτων γομφώμασιν ἀπηλλάγησαν· ὅθεν οἱ ἐμπεσόντες εἰς τούς περιβόλους τρόπον τετυφλωμένων ἀλητεύοντες διὰ ἀπύλους ποιεῖν ἢ τὴν τῶν πυλῶν τοποθεσίαν μὴ εὐτυχηκέναι τῆς εὑρέσεως τοῦ μυριάκις περινοστεῖν ἐκτήσαντο τὴν συμφοράν. ἐγὼ δὲ τούτου τοῦ φρουρίου ἐκκόψας τινὰ μέρη πυλῶν τοῖς βουλομένοις τὴν διέξοδον ἐμήνυσα πλέον· ἐπὶ οὖν τὸν προκείμενον πάλιν δρόμον τὴν διάνοιαν μεταθήσομαι καὶ ἔστω λόγος περὶ τῆς δωδεκατρόπου. ἐκ ταύτης γάρ καὶ Ἀσκληπιὸς κινηθεὶς συνέταξε τὰ πλεῖστα καὶ ἕτεροι δὲ πολλοὶ Αίγυπτίων τε καὶ Χαλδαίων. ὁμοίως δὲ καὶ τὴν ὀκτάτροπον.

  29. 9.2.2.1

    Ὅθεν δὲ οἱ τόποι ἀπὸ ὡροσκόπου λαμβανόμενοι οὕτως. α΄ ζωὴ καὶ ὑπόστασις τῶν χρόνων καὶ ψυχικὸν πνεῦμα, τουτέστιν αὐτὸς ὁ ὡροσκόπος· τοῦ δὲ περὶ ἀδελφῶν ὁ ἀγαθὸς δαῖμαων καὶ τέκνων καὶ φίλων τόπος, γονέων δὲ πρακτικός, γυναικὸς δὲ γαμοστόλος, τέκνων ἔνατος. β΄ βίος καὶ ὑπαρχόντων πρόσοδος, τοῦ δὲ περὶ ἀδελφῶν κακὸς δαίμων καὶ δούλων καὶ ἐχθρῶν τόπος καὶ κακωτικῆς αἰτίας, γονέων δὲ ἀγαθὸς δαίμων καὶ φίλων τόπος, τέκνων δὲ περὶ πράξεως καὶ δόξης, γυναικὸς δὲ θανατικὸς τόπος. τούτῳ τῳ ζῳδίῳ ἤ τῷ τούτου διαμέτῳ ὁ κύριος τῆς συνόδου πανσελήνου εὑρεθεὶς ἔκπτωσιν δηλοῖ· ὁμοίως δὲ καὶ ἡ σύνοδος καὶ ἡ πανσέληνος παρατηρεῖται. γ΄ περὶ ἀδελφῶν ζωῆς, καὶ γονεῦσι περὶ ἐχθρῶν καὶ δούλων, καὶ γυναικὸς ἔνατος περὶ δόξης καὶ πράξεως καὶ τεκνώσεως· ἐστι δὲ καὶ θεᾶς καὶ βασιλίσσης καὶ πράξεως τόπος. ὁ δὲ δʼ γονέων περὶ ζωῆς καὶ μυστικῶν ἤ ἀποκρύφων καὶ θεμελίων καὶ κτημάτων καὶ εὑρημάτων τόπος, ἀδελφῶν δὲ περὶ βίου, γυναικὸς δὲ περὶ δόξης καὶ πράξεως. ε΄ περὶ τέκνων ζωῆς καὶ ἀγαθῆς τύχης τόπος, ἀδελφῶν δὲ ὁ περὶ ἀδελφῶν νόθων καὶ ἐπιμίκτων καὶ θεᾶς καὶ βασιλίσσης, γυναιξὶ δὲ ἀγαθὸς δαίμων. ὁ περὶ σίνους καὶ πάθους καὶ κακωτικῆς αἰτίας, γονέων δὲ περὶ ἀδελφῶν, ἀδελφῶν δὲ περὶ γονέων ἐπιμίκτων ἤ ἐπιπλάστων, γυναικὸς δὲ περὶ ἐχθρῶν καὶ δούλων. ζ΄ γαμοστόλος τῆς γενέσεως, καὶ γυναικὸς περὶ ζωῆς, καὶ ἀδελφῶν περὶ τέκνων καὶ ἀγαθῆς τύχης τόπος, καὶ γονεῦσι περὶ γονέων καὶ θεμελίων καὶ κτημάτων καὶ εὑρημάτων καὶ μυστικῶν. η΄ περὶ θανάτου ὁμοίως τῆς γενέσεως, ἀδελφῶν δὲ περὶ σίνους καὶ πάθους, καὶ γονέων περὶ τέκνων νόθων, γυναικὸς δὲ περὶ βίου. θʼ περὶ ξένης καὶ θεοῦ καὶ βασιλέως καὶ μαντικῆς καὶ χρηματιστικῆς, ἀδελφῶν δὲ γαμοστόλος καὶ γονέων περὶ σίνους καὶ πάθους καὶ κακωτικῆς αἰτίας, γυναικὸς δὲ περὶ ἀδελφῶν καὶ βίου περὶ θανάτου. δέκατον περὶ πράξεως καὶ δόξης, καὶ γυναικὸς περὶ θεμελίων καὶ κτημάτων καὶ μυστικῆς ἐγχειρήσεως καὶ γονέων τόπος. ὁ ια΄ περὶ ἀγαθοῦ δαίμονος καὶ φίλων καὶ ἐπιθυμίας καὶ περικτήσεως τόπος, ἀδελφῶν δὲ θεοῦ καὶ βασιλέως καὶ μαντικῆς καὶ χρηματιστικῆς, καὶ γονέων περὶ θανάτου, τέκνων δὲ γαμοστόλος, καὶ γυναικὸς περὶ τέκνων ἐπιμίκτων. ιβ΄ περὶ ἐχθρῶν καὶ δούλων καὶ κακωτικῆς αἰτίας, ἀδελφῶν δὲ περὶ πράξεως καὶ δόξης, γονέων περὶ ξένης καὶ θεοῦ καὶ βασιλέως, τέκνων δὲ περὶ θανάτου, γυναικὸς δὲ περὶ σίνους καὶ πάθους.

  30. 9.2.3.1

    Πρὸς μὲν οὖν λεπτομερῆ διάκρισιν τῶν σημαινομένων ἑτέροις δεδήλωται. τούτων δὲ τῶν τόπων κατὰ σύγκρισιν στοιχειογραφέντων σκοπεῖν δεήσει, τίνες ἀστέρες ἔπεισιν ἤ προσμαρτυροῦσιν, πότερον ἀγαθοποιοὶ ἤ κακοποιοί, καὶ τίνων τὰ ζῴδια τυγχάνει καὶ εἰ τροπικὰ ἤ στερεὰ ἤ δίσωμα ἤ κάθυγρα ἤ χερσαῖα ἢ ἀσελγῆ ἢ λατρευτικὰ καὶ τὰ λοιπά· ὁμοίως δὲ καὶ τούς κυρίους τῶν τόπων, τίς τίνος κυριεύσας ποίῳ τόπῳ ἔπεστιν. δέ ταῖς ἰδίαις διαιρέσεσι τῶν χρόνων σκοπεῖν, ἀπὸ ποίου τόπου εἰς τίνα ὁ χρόνος καταλήγει, τά τε ἔτη ἃ κατάγει τις ἀπὸ ἑκάστου τόπου ἀπολύειν· οὕτως τε ἀνακυκλούμενοι οἱ ιβ΄ τόποι εἰς ἀλλήλους καὶ ἀποτέλεσμα καὶ εῖδος προδηλώσουσιν. πρὸ πάντων δὲ τούς τόπους μοιρικῶς δεῖ λογίζεσθαι, καὶ ὁπόταν τε ἡ τοῦ ὡροσκόπου μοῖρα καταληφθῇ, ἀπʼ ἐκείνης τῆς μοίρας ἐξαριθμεῖν ἔως συμπληρώσεως τριακονταμοίρου τοῦ ἐξῆς ζῳδίου· καὶ ἐκεῖνος ἔσται περὶ ζωῆς τόπος· εἷθ᾿ ὁμοίως ἔως συμπληρώσεως ἄλλων μοιρῶν λ΄ περὶ βίου καὶ τὰ ἐξῆς ὡς πρόκειται. πολλάκις γάρ εἰς ἔν ζῴδιον δύο τόποι συνεμπεσόντες ἀμφότερα τὰ εἴδη προδηλοῦσι κατὰ τὰς μοιρικάς αὐτῶν διαστάσεις. ὁμοίως δὲ καὶ τὸν κύριον τοῦ ζῳδίου σκοπεῖν, ἐν ποίῳ ζῳδίῳ τυγχάνει ἥ ποῖον τόπον διακρατεῖ κατὰ τὴν ἑαυτοῦ ἰσομοιρικὴν κανονογραφίαν· οὕτως γὰρ εὐσύνοπτος ὁ τρόπος κριθήσεται. εἰ δέ τις πλατικῶς καθʼ ἔκαστον ζῴδιον ἔνα τόπον λογίζοιτο, ὅπερ ἐστὶ σπάνιον, συνοχαῖς καὶ ὕβρεσι γίνονται ἡ πραγμάτων περιπλοκαῖς. εἰ δʼ τοῦ Ἑρμοῦ τούτοις συμπροσγένηται τοῖς χρόνοις ἤτοι σύν τῷ τοῦ Ἡλίου ἤ καὶ ἐπὶ τῶν προσηκόντων ζῳδίων τῷ τοῦ Ἄρεως, γραπτῶν χάριν τὴν ἐπιφοράν ἤ τὴν σύσχεσιν ἔσεσθαι δηλοῖ καὶ τὰ ἐξῆς.

  31. 9.2.4.1

    οὖν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τάς μετεμβάσεις ἐκ τῶν ζῳδίων κατὰ τούς χρόνους, καθώς πρόκειται. δεῖ οὖν λογίζεσθαι οὕτως· ὅσα ἄν κατάγῃ ἡ γένεσις ἔτη, τοσαύτας ἡμέρας ἐπιπροσθέντες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ σκοπήσαντες, πόσοι μηνὸς ἑτέρου ἡ αὐτοῦ τοῦ γεννητικοῦ, ἐκείνην τὴν ἡμέραν ἀστερίσαντες πρῶτον, εἰ ὡροσκοπεῖ τις ἢ ἐπί τινα μετῆλθεν, καὶ πότερον ἀπὸ κέντρου εἰς ἐπαναφοράν ἤ εἰς ἀπόκλιμα ἤ ἀπὸ ἀποκλίματος εἰς ἐπίκεντρον τόπον, ἤ ἀνατολικὸς ὑπάρχων κατά τὴν τῆς καταβολῆς χρονογραφἱαν ὑπὸ δύσιν κατῆλθεν ἢ εἰς ἑτέραν ἄτακτον φάσιν ἢ βελτίονα· καὶ τούτων αί καιρικαὶ ἀποτελεσματογραφίαι σοι νοηθήσονται. ἔδοξε δέ μοι καὶ τοῦτο ἔχειν καλῶς· τὰ καταγόμενα ἔτη ἐπιπροσθέντες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ λογισάμενοι, εἰς ποῖον μῆνα ἡ ἡμέρα ἐκπίπτει, αὐτοῦ τοῦ καταγομένου ἐνιαυτοῦ τῶν ἀστέρων ποιεῖν τε καὶ συγκρίνειν, καθὼς πρόκειται· ἐπὶ μὲν τῆς προδεδηλωμένης ἐπεμβάσεως καὶ μεταβάσεως τῶν ἀστέρων εἰς πολλὴν διαφοράν Κρόνον καὶ Δία καὶ Ἄρεα εὑρήσομεν ἀνεπαίσθητον καὶ αὐτοῖς τοῖς τόποις ἐπόντας· ἐπὶ δὲ ταύτης κατὰ τετράγωνον καὶ τρίγωνον καὶ διάμετρον γινομένους εὑρήσομεν.

  32. 9.3.1.1

    Ἐξεῦρον δὲ καὶ ἑτέραν ἄφεσιν ἐκ πείρας, καθώς ᾐνίξατο Ζωροάστρης, πρὸς τὰς τῶν ἀστέρων ζώνας. ἀπὸ Σελήνης ἀρχὴν ποιησάμενος ἀνωφερῶς ἑκάστῳ ἀστέρι· Σελήνη θ΄, εἶτα Ἑρμῇ θ΄, ἑξῆς Ἀφροδίτῃ θ΄, εἶτα Ηλίῳ θ΄, εἶτα Ἄρεῖ θ΄, εῖτα Διὶ θ΄, εἶτα Κρόνῳ θ΄· καὶ ἐξῆς κατωφερῶς ἕως συμπληρώσεως ἐτῶν ρη΄ τῶν τῆς Σελήνης τελείων χρόνων. ταῦτα δὲ κοσμικῶς προέθετο ὑποδείγματος χάριν, ὡς καὶ βασιλεὺς καὶ ἕτεροι πλεῖστοι. Πάντες μὲν οὖν καθώς πρόκεινται χρῶνται· ἐμοὶ δʼ ἔδοξε τὸν μερισμὸν τοῦτον ποιεῖσθαι· πλῆθος τῶν καταγομένων ἐτῶν ἀπολύειν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου προεκκρούσαντας διάφορον, ὦν ἐπέχει ἡ Σελήνη, καὶ ἐπίλοιπον εἰς συμπλήρωσιν τῶν θ΄ ἐτῶν ἀπομερίζειν, ἔπειτα τοῖς ἐξῆς ζῳδίοις διδόναι ἀνὰ θ΄ ἔτη· ἐὰν δὲ μὴ χωρῇ ζῴδιον θ΄ ἔτη, εἶτα μηνιαίους χρόνους ἑκάστῳ ζῳδίῳ διδόναι μέχρι συμπληρώσεως τοῦ ζητουμένου χρόνου, προκατοπτεύσαντας κεκληρωμένον ζῴδιον τὴν ἐννεατηρίδα, ὅθεν καὶ ἡ ἄφεσις τῶν θ΄ μηνῶν ἐγένετο· ὅπου δʼ ἄν καταλήξῃ, συγκρίνειν κατὰ τὴν προγεγραμμένην αἵρεσιν, πότερον ἐνεργὴς ἤ ἄτονος τερματίζεται. ἐὰν γάρ πως αἱ ιβ΄ ἀρέσεις τὴν αὐτὴν δύναμιν ἐπισχῶσι, πρὸς μὲν τὰ ζωτικὰ τέλειον ἐποίσουσι, πρὸς δὲ τὰ πρακτικὰ εὐτονήσουσι καὶ οὕτως μὲν τοῖς ιβ΄ ζῳδίοις μερίζοντες ἀνὰ ἔτη θ΄ εὑρήσομεν τὴν συμπλήρωσιν ρη΄ ἐτῶν· εἰ δὲ τοῖς ζῳδίοις προμερίζοντες ἐκ δευτέρου τοῖς αὐτοῖς πάλιν προσνέμομεν, πλεονεξία τις καὶ μειότης εὑρεθήσεται πρὸς τοὺς ἀστέρας. ἄλλως τε καὶ τὰς πλείους γενέσεις ὑπὸ τὸν αὐτὸν χρόνον ἕνα ἔχειν χρονοκράτορα ἀδύνατον καὶ ἀνάρμοστον. ἡ οὖν ζῳδιακὴ ἄφεσις καθʼ ἑκάτερα ἥ τε Σελήνη παρά τὰς στάσεις ἀλλοιουμένη κατὰ γένεσιν οὐ τὴν τυχοῦσαν διαφοράν ἀπεργάζεται. σκοπεῖν οὖν χρή, καθὼς προεῖπον καὶ νῦν δὲ διασαφήσω ἀναγκαίως, τὸν τοῦ Διὸς ἀστέρα, εἰ ἐπιθεωρεῖ τὸν ὡροσκόπον μοιρικῶς, τουτέστι πότερον ἐντὸς τῶν μοιρῶν αὐτοῦ ἢ ὑπὲρ τὰς μοίρας ἔβαλλεν τὰς ἀκτῖνας· ἐὰν μὲν πλειόνων μοιρῶν εὑρεθῇ ἀναποδιστικὸν σχῆμα ἔχων, εὔτονος πρὸς βοήθειαν· φέρεται γὰρ ὡς ἐπὶ τάς τοῦ ὡροσκόπου μοίρας· ἐὰν δὲ ἡττόνων, κατὰ φύσιν βέλτιον· ἐὰν δὲ ἀπόστροφος τοῦ ὡροσκόπου εὑρεθῇ, χαλεπός· καὶ ἐφʼ ὅσον μὲν ἐπιθεωρεῖ τόπον τινὰ ἀφετικὸν ἤ ἀστέρος ἢ ζῳδίου κατὰ τὴν τοῦ ζητουμένου χρόνου μετάβασιν, ἀγαθοποιὸς καθίσταται· ὅταν δὲ ἀπαλλαγῇ τοῦ ζῳδίου ἤ τῶν μοιρῶν κατὰ προποδιστικὴν ἤ ἀναποδιστικὴν φάσιν, κακοποιὸς καὶ βλαπτικὸς ὑπάρχει. παρατηρητέον δὲ καὶ τὴν Σελήνην πρὸς τὰς τοῦ Ἡλίου καὶ τῶν κέντρων ἰσομοιρίας ἤ τετράγωνον ἤ τρίγωνον ἤ διάμετρον οὐ μόνον δὲ ἀλλὰ καὶ κατά τὰς διαστάσεις τῶν ιε΄ μοιρῶν ἢ τῆς τοῦ ζῳδίου ἡμισείας ἀναφορᾶς· τότε γὰρ δοκεῖ τὴν κίνησιν ποιεῖσθαι. μάλιστα μὲν οὖν καὶ ὁπόταν ἔν τινι χρόνῳ κατὰ δύο συνδέσμων φέρηται, ἀναμφίλεκτος ἔσται ἡ ἀναίρεσις· ἡ δὲ διάκριθις τοῦ θανατικοῦ κύκλου καταληφθήσεται ἐκ τε τῆς ἡλιακῆς καὶ σεληνιακῆς μοίρας, καθὼς ἐκτεθείμεθα ἀμφοῖν καὶ κατὰ τάς ἀγωγάς ἀνακυκλουμένων, ἡ καὶ ἑτέρας δυναστικῆς ἀγωγῆς συντρεχούσης τοῖς συνδέσμοις.

  33. 9.4.1.1

    Ἰδίως μὲν οὖν συναφαὶ καὶ κολλήσεις τῶν ἀστέρων Ἡλίου τε καὶ Σελήνης πρός τε ἀγαθὸν καὶ φαῦλον ἐνεργητικαὶ καθίστανται· σκοπεῖν δὲ δεῖ καὶ τοὺς ἑκάστου ἀστέρος περιοδικούς χρόνους, εἰ συντρέχουσι τοῖς τῶν ἀγαθοποιῶν ἥ κακοποιῶν χρόνοις καὶ ἐκ τίνων ἀριθμῶν σύγκεινται. οἷον ἐπὶ Κρόνου ἡ περίοδός ἐστιν ἔτη λ΄· ζητῶ, ἐπὶ πόσων ἄλλων δύνανται τὰ λ΄ χρηματίζειν· εὖρον οὕτως. ἠρξάμην ἀπὸ τετάρτου καὶ ἐφεξῆς τούς ἄλλους συντιθέναι· δ΄, ἔπειτα ε΄, γίνονται θ΄· εἶτα Ϛ΄ εῖτα ζ, γίνονται κβ΄ εἶτα η΄, λ΄· συμπληροῦται ἄρα τὰ λ΄ ἐκ τεσσάρων. ἔσται οὖν Κρονικὸς κλιμακτὴρ ὁ διὰ δ΄ εῖτα καὶ αὐτὸς λ΄. Ζεύς δὲ πρὸς ἀγαθοποιίαν καὶ δόξαν διὰ τριάδος· γ΄ δ΄ ε΄ γίνονται ιβ΄ Ἄρης δὲ δ΄ ε΄ Ϛ΄, γίνονται ιε΄ . Ἀφροδίτη δὲ ἀσύνδετος εὑρέθη· ἔξει οὖν τὸν διὰ τῆς η΄ . Ερμῆς δὲ τὸν διὰ τῆς δυάδος: β΄ γ΄ δ΄ ε΄ γίνονται κ΄. Σελήνη δὲ ἐκληρώσατο τὴν τριάδα· γ΄ δ΄ ε΄ Ϛ΄ ζ΄ γίνονται κε΄. Ἥλιος δὲ τὴν ἐννεάδα· θ΄ ι΄ γίνονται ιθ΄· ἔτι δὲ καὶ τῆς εἰκοσάδος δεσπόζει ὁ Ἥλιος· συνέστηκε δὲ αὕτη ἐκ τε μονάδος καὶ ἐννεακαιδεκάδος, ἐπειδὴ ὁ Ἥλιος ἐν τῷ ἡμερονυκτίῳ μίαν μοῖραν διαπορεύεται, τουτέστιν ἐν ταῖς κδ΄ ὥραις ποιεῖται φάσεις δ΄, μίαν μὲν ἀπὸ ἀνατολῆς ἕως μεσημβρίας, δευτέραν δὲ ἀπὸ μεσημβρίας ἕως δύσεως, τρίτην δὲ ἀπὸ δύσεως ἕως μεσονυκτίου, τετάρτην δὲ ἀπὸ μεσονυκτίου ἕως ἀνατολῆς. ἐὰν οὖν συνθῶμεν τάς μοίρας τῶν φάσεων, τῆς μὲν α΄ ὥρας Ϛ΄ καὶ τῆς β΄ δώδεκα καὶ τῆς γ΄ τη΄ καὶ τῆς τετάρτης κδ΄, γίνεται ξ΄ τὸ ἡμερονύκτιον γίνεται ξ΄. ὁ δὲ τρόπος νοητέος, ὅσπερ ἐστὶ κατὰ τάς τοποθεσίας τῶν ἀστέρων χρηατιστικὸς παραχρῆμα κατά τὴν τῶν ζῳδίων φύσιν.

  34. 9.5.1.1

    Συγκρίνειν δὲ δεῖ καὶ τάς γινομένας κατακλίσεις τὸν τρόπον τοῦτον. ἀπὸ τῆς γενεθλίου συνόδου ἕως τῆς γεννητικῆς ἡμέρας μαθόντες τὸ τῶν ἡμερῶν πλῆθος ἐκκρούομεν ὁσάκις δυνατὸν τετραετηρίδας· τὸ περιττὸν τῶν δ΄ ἀριθμῶν σημειωσάμενοι λαμβάνομεν ἀπὸ τῆς συνόδου τοῦ καταγομένου ἔτους ἕως τῆς γενεθλιακῆς ἡμέρας καὶ ἐκκρούσαντες τετραετηρίδας τὸ περίλοιπον σημειούμεθα. τρίτῳ δὲ λόγῳ λαμβάνειν χρὴ ἀπὸ τῆς πρὸ τῆς κατακλίσεως συνόδου ἕως τῆς κατακλιτικῆς ἡμέρας καὶ ἐκκρούσαντας τάς τετραετηρίδας τὸν λοιπὸν ἀριθμὸν συγκρίνειν τοῖς προτέροις. ἐὰν δέ πως αἱ τῆς γραφῆς εἰς ἕνα ἀριθμὸν καταλήξωσι, θανατικὸς ὁ χρόνος κριθήσεται. ἐὰν δὲ διάφοροι, κίνδυνος διὰ νόσου ἢ πάθους ἢ σίνους διερχόμενος. διὰ πείρας δʼ ἡμῖν ἔδοξεν οὐ μόνον τὰς καταρχάς τῶν κατακλίσεων χρηματιστικὰς ἡγεῖσθαι, ἀλλὰ καὶ παντὸς οἱουδήποτε οὖν πράγματος, ἥττονος ἐπισήμου, σὺστατικοῦ ἐπιψόγου, κοινωνικοῦ· καὶ ἀπλῶς οὐ μόνον τὰ εἰς ἀνθρώπους συντελούμενα, ἀλλὰ καὶ τὰ ἐξ ἀνθρώπων, οἷον κτήσεων ἀναθημάτων κατασκευάς, ἀγωγάς στραταρχίας πολεμαρχίας, φαύλων καὶ ἀγαθῶν ἐγχειρημάτων· καὶ κατὰ εἶδος εἰ βουλοίμην λέγειν, πολύς ἄν μοι ὁ περὶ τούτων λόγος ἀνυσθήσεται.

  35. 9.5.2.1

    Ὅθεν κατὰ τὸν τῆς καταρχῆς χρόνον καὶ τὸν τῆς ὥρας καὶ τὸν αὐτοῦ μόνον τοῦ εἴδους ἡ ἀποτελεσματογραφία κριθήσεται, ἤτοι ἀγαθὴ ἢ καὶ ὡς ἐναλλὰξ ἢ ἐπίμονος ἢ εὐκαθαίρετος ἢ ὠφέλιμος ἢ ἐπιβλαβής· καὶ οὐχ ὥς τινες γόητες πάντα τὰ πράγματα ἀπὸ μιᾶς καταρχῆς λέγειν πειρῶνται, οὐ μόνον περὶ πραγματικῶν, ἀλλὰ καὶ περὶ χρόνων ζωῆς, ἀπατᾶν βουλόμενοι τάς τῶν προσιόντων ψυχάς. ἀγαπητὸν γὰρ εἰ θέματος τεθέντος νήφοντι λογιθμῳ κατὰ τὸ τῆς συγκρατικῆς καὶ κεντρικῆς συστάσεως ἄρξαιτό τις ἑρμηνεύειν μὴ διὰ πλήθους λόγων, ἀλλὰ διὰ βραχέων εἰς ἀλήθειαν εὐθυνόντων· οὗτος δόξειεν κυβερνήτης μὲν βίου, σύμβουλος δὲ ἀγαθὸς καὶ ἀτρεκὴς προφήτης εἱμαρμένης καθεστάναι. ἀλλὰ τινὰ μὲν παρά τούς ἀμαθεῖς καὶ χρημάτων ἐραστάς γίνονται· κολακεύοντες γὰρ καὶ ψευδεῖς ἡδονὰς ἐπεισφέροντες ἀμαυροῦσι μὲν τὸν λογισμὸν καὶ μεταρσίους τάς ψυχάς τηρήσαντες ἀπʼ αἰθέρος εἰς γῆν καταρριπτοῦσιν· ὅθεν οἱ πλείους ὀδυνηρὰ λαμβάνοντες διασκευάζουσι τὴν πρόγνωσιν ἀνυπόστατον.

  36. 9.6.1.1

    Ζῳδιακὸς μὲν οὖν ὡροσκόπος καταλαμβάνεται ἡμέρας ἀπὸ τῶν Ἥλίου μοιρῶν ἀπολυομένων ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου, ἑκάστῳ μοῖραν α΄· ὅπου δʼ ἄν καταλήξῃ, ἐκεῖνο ὡροσκοπεῖ Σελήνη καὶ ὁμοιόπτωτον τούτῳ καὶ τὸ ἡμερινὸν ἢ νυκτερινὸν ἡμικύκλιον. ἐὰν δέ πως εἰς νυκτερινὴν ἐμπέσῃ ἡ μονομοιρία ἢ ἡμερινῆς οὔσης τῆς γενέσεως ἀντίθετον τούτου ὡροσκοπήσῃ ζῴδιον ἤ τὸ τετράγωνον, νυκτὸς τὴν μονομοιρίαν τῆς Σελήνης ἀπʼ αὐτῆς ἀπολύειν ὁμοίως.

  37. 9.6.2.1

    Ἄλλως. τὸ δωδεκατημόριον τοῦ Ἡλἱου δεῖ ἐκβάλλειν ἀπὸ τοῦ εὐωνύμου τριγώνου· ὅπου δʼ ἂν καταλήξῃ, ἐκεῖνο ὡροσκοπήσει ἢ τὸ ὁμοιόπτωτον.

  38. 9.6.3.1

    Ἄλλως πρὸς ἀναγκαστικὴν ἀγωγήν. ἐφʼ ὅσον μὲν ὁ Ἥλιος ἐν τῷ συνοδικῷ ζῳδίῳ ἐπιπάρεστι τῆς Σελήνης διαπορευομένης τὸ ἐξῆς ἀπὸ συνόδου ζῴδιον, ἐστὶν ὡροσκόπος ἐν τῷ συνοδικῷ ζῳδίῳ ἢ εἰς τὰ ἐξάγωνα ἢ τρίγωνα ἡ διάμετρα τῆς Σελήνης ἀπό γε τῆς προσνεύσεως αὑτῆς, ἀφʼ ἧς ὁ ἔλεγχος εὑρίσκεται. ὅταν δὲ σῦν τῷ Ἤλίῳ τύχη καὶ κεντροῦται ἡ Σελήνη, ἐὰν παραλλάξη ὁ Ἥλιος συνοδικὸν ζῴδιον τῆς Σελήνης ἔτι τὸν πρῶτον κύκλον διαπορευομένης, εἰς τὰ τετράγωνα τῆς Σελήνης ἤ εἰς τὸ ἀσύνδετον ὁ ὡροσκόπος εὑρεθήσεται. ἐὰν δέ τις προεπιγνῷ νυκτὸς καὶ ἡμέρας ἄτερ ὥρας, δύο ζῴδια ὡροσκοποῦντα δεῖ κρίνειν.

  39. 9.7.1.1

    Ἐπὶ πάσης γενέσεως σκοπεῖν δεῖ, ποῦ τὸ δωδεκατημόριον τῆς Σελήνης ἐξέπεσεν· κἀν μὲν ἐν θηλυκῷ ζῳδίῳ καὶ ὁ τούτου κύριος ἐν θηλυκῷ, λέγειν κατὰ τὸ πλεῖστον θηλυκὴν τὴν γένεσιν. ἐὰν δὲ ἀρσενικὴ τύχη, πρόσθεσιν καὶ ἀφαίρεσιν λογίζεσθαι τῆς ὥρας τοσαύτην, ὅσον δύναται τὸ ἀρσενικὸν δωδεκατημόριον ὡροσκοπεῖν ἐκ τοῦ ἀναφορικοῦ ψηφίσαντες. σκοπεῖν δὲ καὶ τὸ διάμετρον καὶ δωδεκατημόριον· ἐὰν δέ πως τὸ δωδεκατημόριον εἰς θηριῶδες ἐκπέσῃ ἤ τὸ τούτῳ διάμετρον ἢ οἱ τούτων κύριοι, τέρας ἢ ἄλογον ζῷον ἀποφαίνεσθαι.

  40. 9.7.2.1

    Οἱον ἔστω ὴ Σελήνη Ἰχθύσι μοίρᾳ ιθ’· τὸ δωδεκατημόριον Ζυγῷ ἀρσενικῷ καὶ ἀνθρωποειδεῖ ζῳδίῳ, καὶ ἡ γένεσις ἀρσενική. ἤ κυρία Ἀφροδίτη Τοξότη· ἡ ὥρα οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἔχει, ἐπεὶ εἰς ἀνθρωποειδῆ ἐξέπεσεν. λαμβάνω οὖν τούς κυρίους τοῦ τε Ζυγοῦ καὶ Κριοῦ, Ἀφροδίτην καὶ Ἄρεα· ἦν δὲ μὲν Ἀρης Παρθένῳ, ἡ δὲ Ἀφροδίτη Τοξότῃ· ὁ δὲ ὡροσκόπος ἐκ τοῦ ἀναφορικοῦ ψηφισθεὶς κατὰ τὸν διδόμενον ὡροσκόπον εὑρέθη Λέοντι μοίρᾳ ιε΄. ἐκβάλλω οὖν ἀπὸ τούτου δωδεκατημόρια ἕως Ἄρεος καὶ Ἀφροδίτης καὶ τὴν συνέγγιστα τῆς ὡροσκοπούσης μοίρας τοῦ Λεόντος ιε΄ ἡγοῦμαι κυρίαν τῆς μονομοιρίας. ἔως οὖν Ἄρεως τοῦ ἐν Παρθένῳ ἀπὸ Λέοντος μοίρας ιε΄ γίνεται νε΄ ἡ διάστασις· εἰς τὰς ιε΄ ἀπολύω ἄλλα δύο δωδεκατημόρια ἕως Σκορπίου· γίνονται μοῖραι ις΄ ἡ γὰρ Ἀφροδίτη Τοξότῃ εὑρέθη, ὥστε καὶ Γοξότῃ μέρος ἐὰν δῶμεν τοῦ δωδεκατημορίου, ἔσονται ιβ΄· συνέγγισται αὗται αἱ μοίραι τῇ τοῦ Λέοντος ιε΄. ἐπεὶ οὖν τὸ δωδεκατημόριον ἔγγιστα ἔχει, δεῖ ζητεῖν μονομοιρίαν Ἀρρο-δίτης Λέοντι περὶ μοίρας ια΄ καὶ ιβ΄ καὶ ιγ΄ κἀκεῖνο ἡγεῖσθαι ὡροθκοπικόν.

  41. 9.7.3.1

    Ἄλλως. ἀεὶ μὲν οὖν ὁ Ἥλιος τὸ μέγεθος τῆς ἡμέρας καὶ τῆς ὥρας ἀποδείκνυσι, καθʼ οἷον ζῴδιον ἐπιπαρών τυγχάνει. ἐκ δὲ τῆς ὥρας συνίσταται ὁ ὡροσκόπος, ἐκ δὲ τοῦ ὡροσκόπου ἡ μοῖρα, ἐκ δὲ ταύτης ἡ τοῦ ὡροσκόπου ἀτρεκὴς μοῖρα, ὑπʼ ἀλλήλων φυόμενοι καὶ ἡνιοχούμενοι, στηρίζοντες, καὶ μάλιστα περὶ τῶν ἡμέρας γεννωμένων. ἐπὶ δὲ τῶν νυκτὸς λαμβάνειν χρή τὰς ὑπολειπομένας τοῦ Ἡλίου μοίρας καὶ καταλειφθέντας μοίρας ἐφέξειν τῶν ἀνακειμένων εἰς τάς τριακοντάδας. εἰ δέ τις πλάνη περὶ τὸν ὡροσκόπον νομίζοιτο, εἰσελθόντας χρὴ εἰς τὸ ἀναφορικὸν κατὰ τὴν τοῦ θέματος διαταγὴν σκοπεῖν τὸ ὡριαῖον μέγεθος, πόσον διάστημα τῶν ἀριθμῶν ἐπέχει, καὶ προσθέντας τῷ ἐγκλίματι καὶ ἀφελόντας κατά τὴν δοκοῦσαν πλάνην τὴν εὑρεθεῖσαν μοῖραν κρίνειν ὡροσκοπικήν· αὕτη γάρ στιγμῇ διὰ τῆς παρεγκλίσεως ἑκάστης γενέσεως τὸν ἔλεγχον ἀποδείκνυσιν. ἐντεῦθεν δὲ ὁ τῆς ὡριμαίας λόγος μυστικῶς προδηλοῦται· οὐ γὰρ πᾶσα γένεσις τὸν αὐτὸν ἀφηλιώτην ἤ τὴν ἴσην διάστασιν ἐφέξει, ἀλλʼ ὁτα μὲν εἰς μῆκος ἀνακυκλούμενον, ὁτὲ δὲ β΄ ἢ γ΄ ζῴδια, ὁτὲ δὲ οὐδʼ ὅλως· εἰ δέ τις βούλοιτο καὶ τὸ μέρος τῆς ὡροσκοπούσης προγινώσκειν, ἐξ αὑτῆς τῆς εὑρεθείσης μοίρας καταληπτὸς ἔσται, καθώς καὶ ἐν τῇ προτέρᾳ βίβλῳ ἀπεδείξαμεν. καὶ νῦν δὲ προσυπομιμνήσκωμεν σαφέστερον· τὸν ἀπὸ συνόδου ἐπὶ τὴν κατʼ ἐκτροπὴν Σελήνην μοιρικῶς λόγον ἐξαριθμησάμενος δίπλου τὸν ἀριθμόν· ὃν ὁ πρῶτος ἀριθμὸς ἀπὸ τῆς συνοδικῆς μοίρας ἀφεθεὶς ἀνωφερῶς τὸ ἀφηλιωτικὸν μέρος ἐμφαίνει, ὁ δὲ δεύτερος ἀπὸ συνόδου κατωφερῶς τὸ λιβυκὸν μέρος. λαμβάνειν οὖν χρὴ ἀπὸ τῆς ἀφηλιωτικῆς μοίρας ἐπὶ τὴν λιβυκὴν καὶ τὸ συναχθὲν πλῆθος σκοπεῖν, πόσον μέρος ποιεῖ τῶν τξ΄ , καὶ ἐκεῖνο τὸ μέρος τῆς ὥρας ἡ γένεσις φέρει πρὸς τάς πεπληρωμένας ὥρας. ὡσαύτως δὲ καὶ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας τὸ πλῆθος τῶν μηνῶν διεκβάλλειν ἀνωφερῶς καὶ κατωφερῶς πρός τε τὸ ἀφηλιωτικὸν καὶ λιβυκὸν ἡμισφαίριον.

  42. 9.7.4.1

    Ἄλλως. κατὰ μόνας μὰν ἕκαστος τῶν κλήρων ἐμφαίνει τὴν ὡροσκοποῦσαν μοῖραν, οἷον εἰ τύχης ὁ κλῆρος ἐστὶν ἐπί τινος ζῳδίου ἐκπεπτωκώς πλατικῶς· κατὰ μέντοι τὸν μοιρικὸν λόγον τῆς Σελήνης ἐφέξει τὰς μοίρας ἐξαριθμῆσαι, οἷον ἄχρι ἀπὸ Σελήνης ἐπὶ Ἥλιον, καὶ τὸ γινόμενον πλῆθος ἀποδιδόναι ἀπὸ τοῦ κλήρου ἀνωφερῶς· ὅπου δʼ ἄν καταλήξῃ, ἐκεῖνο ὡροσκοπήσει ὁμοίως δὲ καὶ δαίμων καθολικῶς ἐπί τε τῶν νυκτερινῶν καὶ ἡμερινῶν ἐνεργήσει ζῳδιακῶς πρὸς σύγκρισιν, μοιρικῶς δὲ κατὰ τὸν Ἥλιον· εἶθ᾿ οὕτως ἀριθμεῖν ἡμέρας μὲν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ δαίμονος ἀνωφερῶς, νυκτὸς δὲ ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ τὰ ἴσα ἀπὸ δαίμονος κατωφερῶς, ἢ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ δαίμονος ἀνωφερῶς· κατʼ ἀμφότερα δὲ τὸ ἐκβησόμενον εἰς τὸ αὐτὸ τὴν κατάληξιν ἔχει. αὕτη οὖν ἡ χρηματιστικὴ μοῖρα κριθήσεται· ἡ δὲ σύγκρισις τοῦ ζητουμένου κατά τὴν προκειμένην ἀγωγὴν διαληφθήσεται ἐκ τοῦ ἀναφορικοῦ καὶ τῆς παρεγκλίσεως, ὅσον χρόνον διείληπται τὸ μέγεθος τῆς ὥρας, ἐπιπροσθέντας τῳ ἐγκλίματι ἢ ἀφελόντας λογίζεσθαι, ὅσον τὸ διάστημα τῶν μοιρῶν, καὶ ταῦτα πάλιν ἐπιπροσθέντας τῇ προευρεθείσῃ χρηματιστικῇ μοίρᾳ ἢ ἀφελόντας ἐκείνην ἡγεῖσθαι ὡς ὡροσκοπικήν. ὅθεν αἱ τῶν οἰκήσεων τοποθεσίαι κατὰ τὴν τοῦ ὁρίζοντος παρέγκλισιν ἄλλοτε ἄλλως ἀναμετρούμεναι διαφοράν οὐ τὴν τυχοῦσαν ἐνδείκνυνται, οὔτε τούς αὑτούς χρόνους βιώσονται οἱ ἐν τῇ Ρώμῃ γεννηθέντες τοῖς ἐν Βαβυλῶνι οὐδʼ ἕτεροι ἑτέροις· ἀλλ᾿ ὁτὲ μὲν διαφορὰ ἐλαχίστη εὑρεθήσεται, ὁτὲ δὲ μεγίστη, ὁτὲ δʼ ὑπερβάλλουσα· εἰ γὰρ ὥρα ὥρας μυρία ὑπερτείλασα δύναμιν ἔχει καὶ ἡμέρας, πῶς οὐχὶ καὶ κλίμα κλίματι διὰ τὰ τῆς γῆς σκιάσματα καὶ τὰς ἀνοδίας καὶ στάσεις τοῦ Ἡλίου πρὸς τοὺς ὁρίζοντας. ἀλλὰ ταῦτα τοῖς πλείστοις δυσέφικτα καὶ ληρώδη τυγχάνει, τοῖς δὲ σοφοῖς ἀπόδειξις τῶν προκειμένων τὰ γινόμενα ἀποτελέσματα. Ἄλλως. τὰς τοῦ Ἡλίου καὶ τὰς τῆς Σελήνης μοίρας ἐπισυνθέντας χρηματιστικὸν γνώμονα ἡγεῖσθαι καὶ συνεκτικὴν μοῖραν καὶ κατὰ τὴν τοῦ προστάσσοντος διάκρισιν ἐνεργητικήν· ἔπειτα ἀπὸ τοῦ δοκοῦντος ὡροσκοπικοῦ ζῳδίου ἀπὸ τῆς α΄ μοίρας ἀρξάμενος ποίει τούς δύο κλήρους, ἕως ἰσάριθμοι γένωνται Ἥλιος καὶ Σελήνη. πάντως γάρ δεῖ δύο μοίρας ἑκάστῳ ζῳδίῳ ὡροσκοπεῖν μετʼ ἀνάγκης ἢ ἐσθʼ ὅτε καὶ γ΄ , ὅταν ἀρχῇ τοῦ ζῳδίου καταλήξῃ ὁ σύμπας ἀριθμὸς Ἡλίου καὶ Σελήνης ἐν μέσοις ἢ ἐπὶ τέλει· κατὰ γάρ τὸν ἰσημερινὸν χρόνον ἡ πρόσθεσις καὶ διαίρεσις γινομένη τὴν συμφμωνίαν τῶν μοιρῶν ἐνδείξονται. ὁμοίως δὲ καὶ ἐπὶ Ἡλίυ καὶ Σελήνης· καὶ γὰρ ἡ Σελήνη διὰ δύο ἡμερῶν καὶ ἡμίσους διέξεισι τὸ ζῴδιον. δίχα μὲν οὖν τμηθεὶς ὁ γνώμων εἰς τὴν αὐτὴν συμφωνίαν ἀποκαθίσταται. ἀπὸ γάρ τῶν ἀθανάτων τῶν στοιχείων ἡ φύσις εἰς ἡμᾶς τάς ἀπορροίας πέμπουσα σύμπηξιν κοσμικὴν ἀπεργάζεται καὶ δημιουργεῖ ἠρέμα τὰ πάντα τε καὶ ἀποικίλως, μὴ ὑπερβαίνουσα δὲ τούς ὅρους τῆς νομοθεσίας κόσμον διευθύνει, ὑπηρετοῦσα δὲ τοῖς κοσμικοῖς καὶ ὕπνου μέγεθος καὶ εἰς μακρὸν αἰῶνα κυκλοστρεφουμένη τὰς τῶν ἀνθρώπων καὶ ζωμῶν γενεὰς φυτῶν τε καὶ καρπῶν εἴδη ἃ μὲν φθείρει καὶ δαπανᾷ καὶ εἰς λήθην ἄγει, ἃ δὲ γεννῶσα καὶ τρέφουσα ἀνανεοῖ πάλιν· καὶ οὔτε μὴν ἀΐδόν τι καὶ ἐπίμηκες περὶ μονὴν τῶν ἐπὶ γῆς οὔτε φθαρτὸν καὶ ἔρημον, ὅπως καὶ ἡ γῇ χηρεύουσα ἀμορφίας τύπον ἀναλάβῃ, ἀλλὰ καὶ κυβερνωμένη ὑπὸ τῶν οὐρανίων καὶ ἀγαλλομένη τοῖς περὶ αὑτὴν ἀγαθοῖς καὶ ἀγλαοφοροῦσα καὶ χρωμάτων εἴδεσι μεταμορφουμένη εὐμορφώσῃ· οὐδὲν γὰρ τῶν ἐν κόσμῳ στοιχείων ἄμορφον. καὶ τὴν θάλασσαν ὑπὸ τῶν ἀμπώτεων καὶ τῶν ἀνέμων γυμναζομένην ἀνανεοῦσι, καὶ διὰ τήν χροιάν ἀποκαθίσταται πλοῦς καὶ ναμάτων ἀπὸ τῆς γῆς ἐπιθωρευομένην, καὶ πάντοτε πλημμυρουμένη οὐδέποτε λήγει οὐδὲ μὴν πλημμυρεῖ ὑπὲρ τὴν φύσιν, τοῖς εἰς ἑαυτὴν δὲ ἀνακεχυμένη μυρίοις κλύδωσιν ἑστάναι δοκεῖ, καίπερ ἀστήρικτος οὖσα· νηκτῶν δὲ πλῆθος ἰχθύων ἐν τοῖς κόλποις καὶ κοιλώμασιν ἀνατρέφουσα ἃ μὲν κήτοις, ἃ δὲ εἰς χρῆσιν ἀνθρώπων δημιουργεῖ, ἃ δὲ εἰς ἀλλήλων βοράν. ἀλλʼ οὐδὲ μὴν ὁ δοκῶν ἀὴρ κενὸς δρᾶσθαι ἀργὸς καὶ ἄπρακτος τυγχάνει, ὑπὸ δὲ τῶν πνευμάτων ἡνιοχούμενος καὶ ταχέμως μεταμορφούμενος ποικίλος ὁρᾶται καὶ λεληθότως ἡμῖν τὸ ζωτικὸν πνεῦμα μετὰ εὐκρασίας ἀπεργάζεται, πτηνῶν δὲ παντοίων ἰδέα αὐτὸν ἐγχορεύουσα ὄχλον καὶ τέρψιν τῇ θεωρίᾳ παρέχεται. καὶ οὕτω τῶν στοιχείων κατὰ τὸν φυσικὸν λόγον ἕτερον ἐξ ἑτέρου γινόμενον καὶ ἀνατυπούμενον καὶ εὐμορφίαν καὶ χρῆσιν ἰδίαν κεκτημένον τὴν κοσμικὴν σύστασιν ἐνδείκνυται· οὐδὲν γάρ καθʼ ἑαυτὸ μένον πλεονεκτεῖ τὸ ἕτερον, ἀλλʼ ἄχρηστον καὶ βλαβερὸν τυγχάνει· συγκιρνάμενον δὲ ἑτέρῳ εὐκρασίαν ἀποτελεῖ διὰ παντὸς χρώμενον ὑπὸ πάντων οὐκ ἀναλοῦται· δοκεῖ δὲ καθώς ὁρῶμεν ἡ γῆ καταβραβεύειν τῶν λοιπῶν ἐπέχουσα αὐτὴ τὰ πάντα ὡς πρόγονος.

  43. 9.8.1.1

    Πᾶσαι μὲν οὖν αἱ προκείμεναι ἀγωγαὶ χρηματιστικαὶ καὶ εὐκατάληπτοι τοῖς ἐντυγχάνουσίν εἰσιν, αἵτινες εἰς ταὐτὸ καταλήγουσι, τουτέστι καὶ εἰς τὴν αὐτὴν μοῖραν, οὐ μέντοι τὴν αὐτὴν δύναμιν τῶν χρόνων· ὅθεν χρὴ τούς βουλομένους τυχεῖν τῶν τοιούτων μετά πάσης σπουδῆς καὶ προθυμίας ἐπιβάλλεσθαι. ὁ γὰρ θέλων πονεῖν κρατεῖ ὧν ἐπιθυμεῖ· παντὶ γάρ πράγματι καλῷ τε καὶ φαύλῳ συνέπεται πόνος καὶ λογισμὸς ἄστατος ἐπί τε βασιλικῶν καὶ ἡγεμονικῶν ἀρχηγικῶν πλουσίων πενήτων καὶ ἐπὶ τέχναις καὶ ἐπιστήμαις· ἀλλʼ οὐδὲ μὴν ἡδοναὶ καὶ τέρψεις ἀμερίμνμως καὶ ἀλύπως διευθύνουσιν, ἔχουσι δὲ παρείσδυσιν καὶ φιλαυτότητα καὶ λύπην ψυχικὴν αἰωνίαν. πλουσίαν οὖν μαθημάτων τράπεζαν παρασκευασάμενος συνεστιάτορας ἐπὶ τὸ σύνδειπνον ἀνακέκληκα οἱ οὖν βουλόμενοι θοινᾶσθαι διὰ τὴν τοῦ σώματος φυσικὴν ὑπηρεσίαν ἐνεργείτωσαν, βοηθοῦντος αὐτοῖς μὴ λάβρως μηδὲ ἀκορέστως ταῖς τροφαῖς χρωμένοις, ἀλλʼ ἐφ᾿ ὅσον ἡδονὴν αὐτάρκη τὰ ἐδέσματα δύναται παρέχεσθαι· τὰ δὲ παρὰ φύσιν βλάπτειν εἴωθεν. εἰ δέ τις τῶν κεκλημένων ἐθέλοι ἀβλαβὴς διαμένειν, μιᾴ μερίδι ἤ καὶ δευτέρᾳ χρησάμενος εὐφρανθήσεται· καθάπερ γάρ ἐπί τινος πυρὸς κατὰ βραχύ ὕλη προσμεμιγμένη ἀκμαιοτέραν καὶ μείζονα τὴν φλόγα παρασκευάζει κατεργαστικωτέραν τε καὶ λαμπροτέραν, ἀθρόως δὲ αὐτῷ συνεμπεσοῦσα ήμαύρωσε καὶ κατέσβεσε τὴν εὐμορφίαν τοῦ φωτὸς καὶ πρὸς τούτοις θολώδη καπνὸν καὶ βαρυτάτην ἀδμὴν τοῖς πλησίον μετὰ δακρύων παρέχεται, τοῖς δὲ πόρρωθεν θρύαλλον μέγαν, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν προκειμένων ἀγωγῶν ἐάν τις μιᾷ ἢ καὶ δευτέρᾳ συγχρονίσαι, εὐκατάληπτον ἔξει τὸ ζητούμενον μεθʼ ἡδονῆς καὶ τέρψεως εἰς ἀεὶ δὲ διατρίβων καὶ φαντασιούμενος. εἰ δέ τις εἴη μὲν ἐκ τοῦ ἀναγινώσκειν δυσνόητος, θέλοι δὲ εἰς μίαν ἡμέραν δύο καὶ τρεῖς βίβλους διεξιέναι, τὴν μὲν ἀλήθειαν οὐκ ἐξιχνεύσει, παραπλήσιος δὲ ἔσται χειμάρρῳ ποταμῷ σύροντι φορκίον ἄκαρπον καὶ ἀνωφελὲς τοῖς ὁρῶσιν ἢ παλινδρόμῳ εἰς μάτην ἀξέως φερομένῳ· οὐδέ γε ἵππος χωρὶς σταδίου καὶ πολέμου ἐπʼ ἐρημίας τρέχων ἔπαινον οἴσεται. ἐὰν δὲ μὲν ποταμὸς φέρῃ ἔγκαρπον φορτίον, ῥᾳδίως εἰς αὐτόν τινες εἰσπηδήσουσι τυχεῖν τοῦ καρποῦ, κἀν ῥοθίως ἤ ἐπικινδύνως. ἡ δὲ ναῦς ῥοθίως δρομήσασα κατὰ τρόπον μεγίστην χαράν τοῖς ναυτιλλομένοις παρέχει· ὁ δὲ ἵππος ἕξει σταδίῳ διαθεύσας ἀγάλλεται μὲν πρὸ τῶν ἐπαίνων καὶ πολλούς ἐραστὰς ἐπάγεται καὶ πολλῆς ἐπιμελείας τυγχάνει καὶ ἄθλων πόνους διαλαμβάνεται.

  44. 9.8.2.1

    Οὕτως καὶ οἱ μετά ἀκριβείας καὶ συνέσεως μεμυσταγμωγημένοι ἐπαίνου μὲν καταξιοῦνται, ἡδονὴν δὲ καὶ ὠφέλειαν ἑαυτοῖς περιποιοῦνται· οἱ δὲ ἀκροθιγεῖς τὰς εἰσόδους ποιησάμενοι ῥᾳδίως τὴν ἐπιστήμην χλευάζουσι διὰ τὸ καὶ μὴ εὐμάθειαν ἑαυτοῖς ἐπιμείρεσθαι καὶ ἀθανασίαν. οὐδὲ γὰρ ἀρκετόν τι ἡ φύσις τοῖς ἀνθρώποις ἐδωρήσατο τἀς ἐπικύκλους τῶν ἀστέρων θεωρίας εἰδέναι σταθμοῖς καὶ μέτροις ἀμεταθέτοις, ἀλλʼ ἔτι καὶ κύκλοις διήρθρωσε τὰ πάντα· διὸ εὐσύνοπτα τὰ θνητῶν τελίσκεται. εἴ γε μεριζόμενα καὶ συλλογιζόμενα ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις πρὸς ἀκριβῆ μάθησιν δυσέφικτα τυγχάνει, οἷον κλιμάτων καὶ ἐθνῶν ἀπομετρήσεις, θαλάσσης ὅροι καὶ σταθμοί, τὸ βραχύτατον καὶ ἐθνῶν ἀσθενέστατον τὴν τοῦ μὴ συνορᾶν πόρρωθεν (ἅπερ εἰκάζει τις μέχρις οὖ πλησίον γένηταί πως) ἴσχει διὰ τῆς τῶν ἄλλων ἁρμονίας, ἄνθρωποι διεξιχνεύοντες τὸν οὐράνιον κύκλον καὶ τὰς τῶν ἀστέρων κινήσεις Ἡλίου τε καὶ Σελήνης δρόμους ἐνιαυσίων τε καὶ μηνιαίων καὶ ὡριαίων μέρη τροπάς τε καὶ μεταβολἀς ἀέρων συναφάς τε καὶ ἀπορροίας ἐκ τοιαύτης προγνώσεως ἀθανασίας δόξαιεν ἄν μετειληφέναι καὶ πρὸ καιροῦ τοῖς θεοῖς προδομιλεῖν· εἴ γε κατὰ τὸν ποιητὴν Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ἀνδρῶν μνηστήρων.

  45. 9.8.3.1

    Καὶ ἔστιν ἐπιχθόνιος δηλονότι καὶ οὐράνιος ὑπάρχων (κοινὸς γὰρ ὁ θεός) τάς ψυχάς τῶν ἀνθρώπων μετεώρους ἀνάγει περὶ τὴν τοῦ κόσμου ἀστροθεσίαν ἐνθουσιαστικοῖς καὶ φυσικοῖς περιβάλλων νοήμασι, μάλιστα τοῖς περὶ ταῦτα σεμνῶς ἐσπουδακόσιν. ὧν οἳ γε ἀθεεῖς καὶ πανοῦργοι οὐ μόνον τοῦ μέρους τῆς ἀθανασίας ήτύχησαν, ἀλλὰ καὶ τῆς ἀνθρωπότητος, δίκην δὲ θηρίων καὶ ἀλόγων ἀγελαζόμενοι διὰ τῆς πλεονεξίας καὶ ἀκρίτου λογισμοῦ ἐξ ὑστέρου τιμωρίας ἀξίας ἔδοσαν μή φυγόντες τὸν νόμον. ὅτι μὲν γὰρ οἱ θεοὶ σθένουσιν ὑπακούειν ἀνθρώπων καὶ τὰ κάλλιστα καὶ τὰ τίμια παρέχειν καὶ βοηθεῖν, παντελῶς πρόδηλον· βουλόμενοι δʼ σὕς ἐψηφίσαντο νόμους διαφυλάσσειν οὐκ ἀθετοῦσι τάς μοίρας, ταύταις γε τὴν ἐπιτροπίαν τῶν ἀνθρωπίνων πραγμάτων ἀνύσιμον ἰσχυροποιησάμενοι ἀλύτοις ὅρκοις. ἐστι γάρ καὶ ἐπὶ θεοῖς στύγιος ὅρκος φόβον ἔχων καὶ τιμωρίαν, συνέπεται δʼ αὐτοῖς λογισμὸς εὐσταθὴς καὶ ἀμετάθετος ἀνάγκη. μαρτυρεῖ δὲ τούτοις ὁ ποιητὴς λέγων·

  46. 9.8.4.1

    Σειρὴν χρυσείαν ἐξ οὐρανόθεν κρεμάσαντες καὶ τὰ ἐξῆς· τὴν μὲν ἀπειλὴν τοῦ Διὸς ἐνεδείξατο ὡς δυναμένου τοῦτο πρᾶξαι ὅπερ εἶπεν, ἀλλʼ ὑπέμνησεν αὐτὸν μηδὲν παρὰ τοὺς νόμους ὑπερβῆναι οὐδʼ ἀδικεῖν ἐπὶ θεοῖς· μυστικῶς δὴ ταῦτα εἴρηται καὶ οὐχ ὥς τινες διαλαμβάνουσι μεμνῆσθαι αὐτὸν καὶ ἐπὶ τῆς Ἕκτορος ἀριστείας, ὅτι ἐφʼ ὅσον μὲν αὐτοῦ ἡ ὐπδστασις τῶν χρόνων ὑπῆρχεν, ἀκατάληπτος ἦν καὶ πολλούς ἀνῄρει τήν τε τάφρον διελθὼν καὶ τὰς πύλας ῥήξας τῶν Ἑλλήνων ἐμπρήθας τε τὸν σταθμὸν Μαίνετο δʼ ὡς δι᾿ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ· καὶ ἐδόκει γάρ βοηθεῖσθαι ὑπὸ Ἀπόλλωνος. ὅτε δὲ τὸ μοιρίδιον αὐτῳ ἐπέστη πληρωθέντων τῶν χρόνων, τρωθεὶς ὑπὸ Ἀχιλλέως Ὤιχετο δʼ εἰς Αίδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.

  47. 9.8.5.1

    Ὁμοίως δὲ καὶ Ἀχιλλεύς τὸ Τρωικὸν πεδίον αἵματι πληρώσας καὶ Ξάνθον τὸν ποταμὸν νεκρῶν πλήσας καὶ δόξας θεομαχεῖν καὶ ὑπὲρ ὑπὸ θεῶν βοηθούμενος καταλειφθεὶς ὑπὸ Ἀθηνᾶς ἀνῃρέθη ὑπὸ Ἀλεξάνδρου μητρὸς αὐτῷ θεᾶς παρεστώσης. ἀλλὰ μὴν καὶ ἐπὶ Διομήδους καὶ Ὀδυσσέως Ἀθηνᾶ ὕπνῳ μεθύσασα τοὺς βαρβάρους, ὅπως Ῥῆσος ὁ Θρακῶν βασιλεύς ἀπόληται, τούτοις παρέσχε τὴν ἀριστείαν· καὶ ἕτερα δὲ τεκμήρια περὶ τοιούτων ὑπὸ πολλῶν συντεταγμένα φέρεται. τοῖς δὲ ἐν ῥώμῃ σωμάτων οὖσι καὶ δυνάμει πράξεων βοηθουμένοις ὑπὸ τοῦ χρόνου καὶ θεοῖς προσομιλεῖν δοκοῦσι καὶ παρεστάναι δεῖ συλλογίζεσθαι, ὅτι καὶ οἱ θεοὶ τῶν μοιρῶν ὑπουργοὶ γενόμενοι ὧν μὲν βοηθοὶ ὧν δὲ πολέμιοι καθίστανται· ἀπροφάσιστον γὰρ οὐδὲν ἐν ἀνθρὼποις ἐπί τε τῶν φαύλων καὶ ἀγαθῶν δημιουργεῖται· ἔτι δὲ καὶ κατασκευάζεται ὑπὸ εἱμαρμένης τά μέλλοντα ἔσεσθαι διά τε ἁρμονίας καὶ φιλίας καὶ δόξης συστάσεως προκειμένης ἔχθρας σίνους πάθους ἀπορρήτμων πραγμάτων καὶ μυστικῶν καὶ θανάτου καὶ τῶν λοιπῶν.

  48. 9.8.6.1

    Τούτων οὕτως ἐχόντων νῦν καὶ περὶ τῆς τῶν ἀπογωνίων δυνάμεως ἀρκτέον. τὴν μὲν πῆξιν Κριτόδημος ἐποιήσατο, τὴν δὲ εἴσοδον πρότερον αὐτὸς ἀνευρών, διασαφήσας δὲ ἐν ἑτέροις βιβλίοις καὶ νῦν δὲ ἀκριβέστερον ἐξευρὼν ἐπιδιαγραφήσω. πᾶσα γάρ ἀγωγῆς εἴσοδος κατʼ ἀρχάς ἀμελεστέραν τὴν εὕρεσιν ἔχει, ἐξιχνευθεῖσα δὲ ἐξ ὑστέρου βεβαιοτέρα καθίσταται. εἰ μὲν οὖν τις συνήνοοίη πότερος βελτίων, ὁ συντάξας σοφῶς καὶ κατεζητημένως ἢ ὁ τὰς ἐπιλύσεις ἐξευρὼν, φήσει κατὰ τὸν ἐμὸν νοῦν τὸν ἐξευρόντα βελτίονα. καὶ γάρ ὄργανον μουσικὸν οὐ τῷ κατασκευάσαντι τὸν ἔπαινον παρέχει, ἀλλὰ τῷ μέλλοντι ἐμπείρως διὰ πνεύματος μουσικὸν ἦχον ἐνδείκνυσθαι. ὁμοίως δὲ καὶ πᾶν εἷδπς ὀργανοποιίας ἢ συντάξεως μή ἔχον τὸν εἰδημόνως προεστῶτα τοῦ ἔργου κενὸν καὶ μάταιον καὶ ἀργὸν νομίζεται· ἢν δέ τις αὐτὸ διαιρήσῃ κατὰ τρόπον ἢ καὶ ἐπιγνῷ τὴν δύναμιν, οὐ μόνον ἡδονὴν καὶ τέρψιν παρέχει, ἀλλὰ καὶ ὠφέλειαν καὶ δόξαν. πολλοὺς γοῦν ἐγώ κατελαβόμην λογίους παραιτησαμένους τινὰς τῶν συγγραφέων διὰ τὸ σκολιὸν καὶ κατεζητημένον. ἀλλʼ εἰς τὸ προκείμενον τὴν διάνοιαν μετάγειν δεῖ. καὶ γὰρ ἐν ταύτῃ τῇ ἀγωγῇ συμφ ορεύειν Ἥλιόν τε καὶ Σελήνην, ὧν καὶ τὴν εἰς ἄλλους συμπάθειαν κοσμικὴν καὶ ἁρμονίαν μετὰ τὰς πρσγεγραμμένας οὐκ ἀναγκαῖον ἐπιβεβαιῶσαι διὰ πολλῶν. τὴν οὗν ἀπόδειξιν ποικίλως ἔχει, πρότερον δὲ καθὼς ἑτέροις ἔδοξε προτάξω.

  49. 9.8.7.1

    Ἐπιγνόντας οὖν χρή πόσων μοιρῶν ἐστιν ὁ Ἥλιος εἰσέρχεσθαι εἰς τὸ ἀπογώνιον, καθʼ ὃ κλίμα ἔπεστιν, καὶ παρακείμενον τῶν μοιρῶν πλῆθος πολυπλασιάζειν ἐπὶ τὰς Ἡλίου μοίρας καὶ τοῦτο ἀπογράφεσθαι. ἔπειτα εἰς τὸ ἀναφορικὸν εἰσελθόντας κατὰ τὴν ἡλιακὴν μοῖραν τὸ παρακείμενον μέγεθος ἐπὶ τάς γεννητικάς ὥρας πολυπλασιάζειν καὶ μή προσθέντας τὸ πλῆθος πολυπλασιάζειν ἐπὶ τὸ πρότερον εὑρεθὲν πολυπλασίασμα τῶν τοῦ Ἡλίου μοιρῶν καὶ τοῦ ἀπογωνίου πρὸς λεπτά, ὅταν δʼ ἅμα συγκεφαλαιωθῇ ἤτοι μυριάδων ἢ χιλιάδων ἢ ἑκατοντάδων, ἐκκρούειν ἐκ τούτων ὁσάκις δυνατὸν τριακοντάδας, τὸν δὲ λειπόμενον ἄλλων ἀπογράφεσθαι καὶ σκοπεῖν, πόστον μέρος ἐστὶ τῆς τριακοντάδος, καὶ τοῦτο ἀφαιρεῖν ἢ προστιθέναι τῷ καταλειφθέντι μέρει τῆς τριακοντάδος ἢ τῷ μεγέθει τῆς ἡλιακῆς μοίρας· καὶ εὑρόντας τὰς μοίρας εἰσέρχεσθαι εἰς τὰ ἀπογώνια καὶ τὰ παρακείμενα ἔτη ἀποφαίνεσθαι καὶ τοὺς γ΄ ὅρους. οὐ μὴν ὥς τισιν ἔδοξε † παρὰ μὲν ἐμοῦ σαφέστερον ὑφηγησομένου· ἡ δὲ πλάνη τῆς ψήφου οὐ μόνον ἐξαμαυροῖ τὴν διάνοιαν, ἀλλὰ καὶ λήθην τῶν ἐξαριθμηθέντων ἐπάγει· καὶ ὡς ἠβουλήθη τις διὰ πλάνην ἐκ δευτέρου ἢ τρίτου ἐξαριθμήσασθαι, ἀπεχθαίρει καταλείψει· καὶ γὰρ ἐμὲ περὶ τὰ τοιαῦτα εὔτονον καὶ φιλομαθῆ ἀπέστρεψέν τι ἡ πλοκή. ἐγὼ δὲ ἐπεὶ τὰ πλεῖστα ἀπὸ Ἡλίου καὶ Σελήνης ἐπραγματευσάμην καὶ ἐπέγνων, ὅτι ὁ περὶ ζωῆς καὶ τέλους λόγος ἀπὸ τούτων καταλαμβάνεται, καθὼς καὶ πρότερον συνέταξα τριζῳδίαν μυστικὴν καὶ εἰς ταύτην ἐπεβαλόμην, οὕτως ἀκριβῶς χρὴ ἐπιστήσαντας Ἡλίῳ καὶ Σελήνῃ πρὸς ὡριαίαν κίνησιν καὶ πρὸς λεπτόν (τοῦτο δὲ πλειστάκις λέγω, ὅπως μὴ δόξω διαμαρτάνειν) ἐξαριθμεῖν Ἥλιον ἐπὶ Σελἡνην ἢ Σελήνην ἐπὶ Ἥλιον· κατὰ αὐτὸ γὰρ ἐκπεσεῖται μυστικῶς· τὸ δὲ συναθροισθὲν πλῆθος συγκεφαλαιώσαντας ἀφαιρεῖν τριακοντάδας. τὸ δʼ ἐντὸς τῶν τριάκοντα λειφθὲν σκοπεῖν, πόστον μέρος ἐστὶ τῆς τριακοντάδος, καὶ τοῦτο ἀφαιρεῖν ἀπὸ ἰσημερινοῦ· τὸ δʼ ἐντὸς περιλειφθέν μέρει ἔτει προστεθῆναι τῆς τοῦ Ἡλίου μοίρας. καὶ αὕτη μὲν οἴσει ἀπογώνιον ἤτοι ὡροσκοπικὴν μοῖραν· ἢ καὶ ταύτην ἐπιπροσθέντα ἢ καὶ ἀφαιρεθέντα τὰ τοῦ ἰσημερινοῦ κατὰ τὴν συνεγγίζουσαν ὥραν. πάντως γάρ πᾶσα γένεσις εἰς δύο μοίρας τάς γνώμονας ἔχει· ἐὰν γὰρ κατὰ τὴν ὑποδεδειγμένην μοι τροπὴν τῶν δύο κλήρων τὴν ἁρμονίαν ζητῶμεν πρότερον Ἡλἰου καὶ Σελήνης κατὰ τὰς μοιρικὰς κινήσεις, οὐκ ἦν ἕτερον, ἀλλὰ εὑρήσομεν ἁρμόζον οὔτε μείζονα οὔτε ἥττονα τοῦ ἰσημερινοῦ. καὶ γάρ ἐστι κοσμικὸς γνώμων καὶ ἀρχηγὸς κλιμάτων καὶ μεσίτης δίκαιος νυκτὸς καὶ ἡμέρας. ὁπότε οὖν εὑρεθῇ ἡ μοῖρα, εἰς τὰ ἀπογώνια εἰσελθὼν εἷτα ἐκζητεῖν τὰ ἔτη κατὰ τὸ α΄ καὶ β΄ καὶ γ΄ τῶν ὅρων. εἰ δέ ποτε ἡ μοῖρα είς ὀλιγανάφορα ζῴδια ἐμπέσῃ, ἡ δὲ ὑπόστασις τῆς γενέσεως ἄλλων ἐτῶν ἐπιδέχηται πλῆθος, συντιθέναι χρὴ τοὺς γ΄ ὅρους εἰς τὀ αὑτὸ καὶ μετὰ τοὺς γ΄ εἰς α΄ καὶ β΄ ἐπισυντιθέναι καὶ οὕτως ἀποφαίνεσθαι. ὁμοίως δὲ καὶ ἐν τοῖς πολυαναφόροις ζῳδίοις, ἐπὰν πλῆθος ἐτῶν συνδράμῃ, τὸν ὅρον ὁλόκληρον λογίζεσθαι καὶ τοῖς β΄ τὰς εὑρεθείσας μοίρας ἐπιβάλλοντας ἢ καὶ πρὸς τούτοις ἀναδραμόντας ἐπισυνθεῖναι τε τὰ ἐν τῷ α΄ ὅρῳ τῇ μοίρᾳ παρακείμενα ἔτη.

  50. 9.8.8.1

    Τοῦτο δʼ ἀκριβέστερον ἐξιχνευθήσεται, ἐπάν τις ἐκ τῶν προκειμένων λόγων δοκιμάσας καὶ ἐξαριθμησάμενος εὑρήσῃ τὰ ἕτῃ συντρέχοντα τοῖς ἀπογωνίοις. πολὺ γάρ τι συμβάλλεται δύναμις δυνάμει συνανακερασθεῖσα. τὸ γάρ ἓν καθʼ αὑτὸ οὐδὲν τυγχάνει, ἀστήρικτον δʼ ὑπάρχει καὶ ὑπὸ μηδενὸς βοηθούμενον ἀμφ ίβολον τὴν χρῆσιν ἔχει καὶ ὀλισθηράν. καὶ γάρ οἱ νήπιοι παῖδες οἵ τε ὑπέργηροι ὀλισθηρὰν τὴν βάσιν ἔχοντες, ὁμοίως δὲ καὶ οἵ τυφλώττοντες βάκτρῳ ἐπερειδόμενοι τὴν πορείαν ποιοῦνται. ἀλλά μὴν οὐδὲ ἡ φύσις τελείως οὐδὲν καθʼ αὑτὸ μόνον εὔχρηστον ἐδημιούργησεν τοῖς ἀνθρώποις. παρέπεται γὰρ τῇ ἡμέρᾳ νὺξ καὶ τῇ ζωῇ θάνατος καὶ τῷ λευκῷ τὸ μέλαν καὶ τῷ ὑγρῷ τὸ ξηρὸν καὶ τῷ ἀγαθῷ τὸ φαῦλον καὶ γλυκεῖ τὸ πικρὸν καὶ τὰ λοιπὰ εἰς ἄλληλα χωροῦντα καὶ τελούμενα οἷς μὲν ἀγαθὴν ἐλπίδα ζωῆς τε καὶ βίου καὶ σωτηρίας ἐνδεικνύμενα προθυμίαν ὑπομονῆς ἐπάγεται, οἷς δὲ διὰ τὰς κακωτικὰς αἰτίας μετʼ ἀνάγκης ἀπόγνωσιν καὶ εὐπροαίρετον θάνατον μόνον. ὁπότε δʼ εἰς τὰς ἀρχάς τοῦ ζῳδίου ἡ ὥρα συνεκπίπτῃ, δοκιμάζειν καὶ τὸ πρὸ αὐτοῦ ζῴδιον πρὸς τὴν ἄφεσιν· ὁπόταν δʼ ἐπὶ τέλει, καὶ τὸ ἐχόμενον αὐτῷ συμφμωνήσει. Κρ ιτόδημος μὲν οὗν ἐπὶ ταύτῃ τῇ ἀγωγῇ κοινῶς τῷ Ἡλίῳ κέχρηται, μεθόδῳ δʼ ἑτέρᾳ ἣν οὐκ ἐξέδοτο.

  51. 9.9.1.1

    Πλειστάκις δὲ βουλόμενος ἐλέγχειν τὴν ἐμὴν ἀφθονίαν ἐπάνειμι εἰς τὸν περὶ συμπαθείας Ἡλίου καὶ Σελήνης λόγον· ὁπότε γάρ εἰς τὸ αὐτὸ συνέλθωσιν, ὁ μοιρικῶς τῆς ἀπορροίας αὐτῶν ἐπικρατῶν τὸν ζωτικὸν ἀπολήψεται χρόνον καὶ τὴν ποσότητα κατά τὴν τοῦ κλίματος ἁρμονίαν· ὅτε δέ τις κατὰ μόνας αὐτοὺς ἀνακυκλήσῃ, ἡμέρας μὲν Ἥλιον, νυκτὸς δὲ Σελήνην, καὶ ἀφέλῃ σύστημα ζῳδιακόν, τὸ περιλειφθὲν λογιζέσθω τι μέρος τοῦ ζῳδίου, ὅπερ ἀφαιρεῖν χρὴ ἀπὸ τοῦ ἰσημερινοῦ, τῷ δʼ ἀπολειφθέντι μορίῳ ἐπιπροσθεὶς τὰς ἡλιακάς ἢ Σεληνιακάς μοίρας εὑρήσει τὸ ζητούμενον, ἐάνπερ σκοπῇ. οὗτος μὰν οὗν ὁ λόγος προκείσθω διὰ τὴν εἰς ἀλλήλους συνάφειαν· καθολικῶς δʼ ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας ὁμοίως χρηματίσει ἀνακυκλωθεὶς κατὰ τὸν προκείμενον τρόπον. ἄλλως τε τὰς ὑπολοίπους τοῦ Ἡλίου μοίρας ἡμέρας ἐπισυνθεὶς τῇ Σεληνῃ, νυκτὸς δὲ τὰς τῆς Σελήνης ταῖς τοῦ Ἡλίου, τὴν αὐτὴν δύναμιν εὑρήσει. τοῦτο μέντοι ἐγὼ ἐπεξεῦρον, ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων τὴν Σελήνην χρηματίζειν ἀπὸ α’ ὥρας ἕως γ΄ τῆς ἡμέρας, ἔπειτα τὸν Ἥλιον ἀπὸ τῶν Ϛ΄ ὡρῶν ἕως γ΄ τῆς ἐπακολουθούσης νυκτός, καὶ πάλιν ἀπὸ τῆς αὐτῆς νυκτὸς ὥρας ι΄ ια΄ ιβ΄. ὁμοίως δὲ καὶ ἡ Σελήνη τὴν ἡμέρας ι΄ ια΄ ιβ΄ ἐφέξει. καὶ οὕτως κατά τὴν προκειμένην ἀγωγὴν οἰκονομεῖν κατὰ τὴν τοῦ ἰσημερινοῦ διάκρισιν ἐπειράθημεν καὶ τὰς ἀντιβαλλούσας μοίρας τῇ εὑρεθείσῃ ἐπισυντιθέναι, ὅπως ἡ ἑτέρα χρηματἱσει μοίρα· ὧν γε τὴν διαφορὰν οἵ γε νοῦν ἔχοντες δοκιμάσωθιν.

  52. 9.10.1.1

    Ἐπεὶ δὲ πολλοὶ τῶν φιλομαθῶν ἀλλεπαλλήλοις αἱρέσεσι τέρπονται, καὶ ἑτέραν ἀγωγὴν ὑπό τινων αἰνιγματωδῶς ἀναγεω ὑποτάξω, ὅπως καὶ τὰ δοκοῦντα ἑτέροις τίμια οἱ φιλομαθεῖς δἰ ἡμῶν ἐπιγνόντες καὶ τὰς δυνάμεις συγκομίσαντες ἀείμνηστον ἡμῶν δόξαν καταψηφίσωνται. δύσκολον μὲν οὖν καὶ ἐργῶδες ἀλλοτρίας δόξας ἐλέγχειν, καὶ ταῦτα μηδὲ διὰ γραμμάτων βιβλίων μηδὲ διὰ λόγων ἐνεργητικῶν παρειληφότα, καθάπερ ὁ Πετόσιρις τῷ βασιλεῖ περὶ πολλῶν μυστικῶς ἐκτίθεται. ὁ γάρ συντάσσων πρότερος τὴν ἀρχὴν καὶ τὴν δύναμιν εἰδὼς οὗτος ἐναρμόζει καὶ τὸ τέλος. πολλὰς οὖν αἱρέσεις ἐκτίθεται ἐξεπίτηδες διά τε τοὺς μεμυσταγωγημένους καὶ ἀπαιδεύτους, ὧν τὴν δύναμιν οἵ γε νοῦν ἔχοντες εὐκατάληπτον ἐξουσι, καὶ ἃς μὲν ἰδίας ἃς δὲ λεληθότως ἀναγεγραμμένας, αἷς τινες καίπερ ἐντυγχάνοντες καταφρονοῦσιν, ἀγνοοῦντες τὴν δύναμιν· καθάπερ ἂν εἴς τινας τόπους γῆς τεθησαυρισμένους ἄνθρωποι βαδίζοντες οὐ συνορῶσι τὸ ὑποκείμενον, ἀλλὰ μάτην ὑπερβαίνουσι διὰ τὴν ἀγνοιαν· ἢν δέ τις αὐτοῖς προμηνύσῃ τὸ θησαύρισμα, ἀνορύξαντες καὶ εὑρόντες ἡδονὴν οὐ τὴν τυχοῦσαν ἀναδέχονται.

  53. 9.10.2.1

    Λαμβάνειν οὖν χρὴ πάντοτε ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν κατὰ τὸ ἑξῆς πρὸς ἀναφορὰν καὶ συναχθὲν πλῆθος τῶν μοιρῶν ἀπογράφεσθαι γνώμονα ἡλιακόν· ἔπειτα εἰσελθόντας εἰς τὸ ἀναφορικὸν κατὰ τὸ γεννητικὸν κλίμα σκοπεῖν, τί μέρος παράκειται τῇ ἡλιακῇ μοίρᾳ ἡμέρας, νυκτὸς δὲ ἐν τῷ διαμἑτρῳ. ὅπερ πολυπλασιάζειν ἐπὶ τὸν ιβ΄ καὶ τὸ γενόμενον πλῆ θος πάλιν ἐπὶ τὰς ὥρας τὰς γεννητικάς πολυπλασιάζειν· καὶ ἐὰν μὲν ὑπερπέσῃ ὁ ἀριθμὸς τάς τξ΄ μοίρας, ἀφελόντα κύκλον τὸν περιλειφθέντα σκοπεῖν, εἰ συντρέχει τῷ εὑρεθέντι γνώμονι. ἐὰν γάρ πως οὕτως εὑρεθῇ, σύμφωνος ἔσται ἡ δοθεῖσα ὥρα καὶ ταύτῃ χρῆσθαιἐὰν δὲ πολὺ ὑπερβάλῃ τοῦ ἡλιακοῦ γνώμονος, ὁ ὡροσκοπικὸς ἀφαίρεσιν ἔχει τοσαύτην, ὕσῃ ἡ ὑπεροχή. ἥνπερ λογίζεσθαι χρή, πόσον μέρος ἐστὶ τοῦ μεγέθους, καὶ τοῦτο ἀφαιρεῖν. ἐὰν δʼ ὁ ἡλιακὸς γνώμων ὑπερβάλῃ, προσθήκην ἔχει ὁ ὡροσκόπος ὁμοίως, ὅση ἡ ὑπεροχή. καὶ οὕτως μὲν ἐπιγνόντας τὸ μέρος καὶ εἰσελθόντας πάλιν εἰς τὸ ἀναφορικὸν ἐπιψηφίσαι τάς τε πλήρεις ὥρας καὶ τὸ μέρος, ἔπειτα τὰ ἔτη προσθέντες τὸ ἓν κλίμα σκοπεῖν, εἰς πόσην μοῖραν τοῦ ζῳδίου καταλήγει, καὶ ἐκείνην ἡγεῖσθαι ὡροσκοπικὴν παραπλησίως. ταύτῃ τῆ ἀγωγῇ ἐνεχθεὶς ὁ Θράσυλλος καὶ τὴν ἀρχὴν φυσικὴν ποιησάμενος τέλος συνέπλεξεν.

  54. 9.11.1.1

    Ἱκανῶς μὲν οὖν ἡγοῦμαι καὶ ἀφθόνως τὰς τῶν προκειμένων δυνάμεις συντεταχέναι, τούτων δʼ οὕτως ἐχόντων ἔτι καὶ φιλοκάλοις πρὸς ἀναζήτησιν καὶ ἐπίνοιαν μέρος καταλεῖψαι. οὐ γὰρ πρὸς ἀμυήτους ἐποιησάμην τοὺς λόγους, ἀλλὰ πρὸς τοὺς τὰ τοιαῦτα δεινούς, ὅπως καὶ αὐτοὶ τὸ πολυμερὲς καὶ ποικίλον καὶ ἀκμαῖον τῆς θεωρίας διὰ πολλῶν ὁδῶν, εἰσόδων τε καὶ ἐξόδων, ἐπιγνόντες θεοῖς προσομιλεῖν δόξωσιν. ὅτι μὲν γὰρ ἡ θειοτάτη ἐπιστήμη καθʼ ἑαυτὴν μὲν ὑπόστασιν ἀέναον καὶ ἀναμφίλεκτον καὶ ἀίδιον κέκτηται, πρόδηλον ἐκ τῶν ὁρωμένων ἔσεσθαι καὶ μελλόντων ὅτι δὲ παρὰ τὴν ἀνανδρείαν τῶν μετιόντων τὸ μάθημα καὶ τοὺς μὴ ἐγγυμνασθέντας κατὰ τρόπον περὶ τὰς τῶν κανόνων διαφορὰς ἔσθʼ ὅτε παραμφοδεῖ, καὶ τοῦτο πρόδηλον. ἐάσω μὲν γὰρ λέγειν καὶ περὶ τῶν τοὺς ἀναφορικοὺς συμπεπηχότων, ὅσην διαφορὰν κέκτηνται γραμμικήν τε καὶ ἀριθμητικὴν Ἡλίου τε καὶ Σελήνης κανονοποιίαι καὶ τῶν λοιπῶν ἀστέρων. τὸν μέν γε ἐνιαυτὸν ἄλλοι ἄλλως διέλαβον· Μέτων μὲν ὁ Ἀθηναῖος καὶ Εὐκτήμων καὶ Φίλιππος τξε΄ ε΄ ιθ΄, Ἀρίσταρχος δὲ ὁ Σάμιος δ΄ κ΄ ξβ΄, Χαλδαῖοι τξέ δʼ έ ζ΄, Βαβυλώνιοι δὲ τξε΄ δ΄ ρμδ΄ , καὶ ἕτεροι δὲ πλεῖστοι ἄλλως· εἰ οὖν κατὰ τετραετηρίδα μία ἡμέρα συνελθοῦσα τῇ τοῦ Ἡλῖου κανονοποιίᾳ ἀτρεκῆ μοῖραν ἐνδείκνυται, πῶς οὐκ ἀνάγκη καὶ μετὰ χρόνον καὶ καθʼ ἣν ἕκαστος ἐλογίσατο ἐνιαύσιον κίνησιν προστεθεῖσαν ἐπουσίαν τῇ ζητουμένη ἡμέρᾳ τὴν ἀκριβῆ μοῖραν ἐμφαίνειν;

  55. 9.11.2.1

    Ἐλογισάμην οὖν κατʼ ἐμαυτόν, ὅτι οἱ προειρημένοι ἄνδρες τὴν μὲν δύναμιν τῆς ἀριθμητικῆς ήπίσταντο, τὴν δὲ τῶν ζωτικῶν χρόνων εὕρεσιν οὐκ εὐτύχησαν. εἰ γάρ τις αὐτῶν καὶ τοῦτο ἐξίχνευσεν, πάντως ἂν καὶ τὴν κανονοποιίαν τῷ λείποντι μθρίῳ προσηρμόκει. ἐπειράθην μὲν οὖν καὶ αὐτὸς κανόνα συμπῆξαι Ἡλίου τε καὶ Σελήνης πρὸς τὰς ἐκλείψεις· ἐπεὶ δέ με ὁ χρόνος περιέκλειε τὸ τέλος ἐπάγων, ἠνέχθην κατὰ τὸν βασιλέα εἰς τὸ εἰρηκέναι· ἕτεροι μὲν οὖν κατημάξευσαν τάσδε τὰς τρίβους, διόπερ παρίημι τὸν ὑπὲρ τούτων λόγον. ἔδοξεν οὖν μοι χρῆσθαι Ἱππάρχῳ μὲν πρὸς τὸν Ἡλιον, Σουδίνῃ δὲ καὶ Κιδυνᾷ καὶ Ἀπολλωνίῳ πρὸς τὴν Σελήνην, ἔτι δὲ καὶ. Ἀπολλωνίῳ πρὸς ἀμφότερα τὰ εἴδη, ἐάνπερ τις τῇ προσθέσει τῶν η΄ μοιρῶν χρῆται, καθὼς ἐμοὶ δοκεῖ. ἀλλὰ μὴν καὶ καλῶς πραγματευσάμενος τοὺς κανόνας ὡς πρὸς τὰς τῶν φαινομένων θεωρίας ὁμολογεῖν ὡς θνητὸς παρὰ μίαν ἢ δύο μοίρας τὸ γάρ ἀπλανὲς καὶ ἀναμφίλεκτον παρὰ θεοῖς μόνοις πέφυκεν· ἀναφορικῶς δὲ κέχρηνται τῷ προεγκλίματι πεπραγματευμένων κλιμάτων ιθ΄.

  56. 9.11.3.1

    Πρὸ πάντων οὖν δεῖ τοῖς ἀριθμοῖς προσέχειν μετὰ πάσης ἀκριβείας Ἡλίου τε καὶ Σελήνης καὶ τῶν ε΄ ἀστέρων, τῆς ὥρας σχηματογραφίας καὶ τὰς πρὸς ἀλλήλους μαρτυρίας βραβευούσης. ἐκ γὰρ αὐτῆς ὁ πᾶς σκοπὸς εὐκατάληπτος ἁλίσκεται οἵ τε ικ΄ τόποι συνορῶνται μοιρικῶς. οὕτως γὰρ ἀκριβὴς ἡ ἐπίσκεψις φανεῖσα τοὺς μὲν προλέγοντας δοξάσει, τοὺς δʼ ἐπιστῄμην ἐπισφραγίζει τὰ φαῦλα καὶ τὰ μὴ πρὸς ἡδονήν, τοῖς δὲ βουλομένοις τὴν ἐπίσκεψιν ποιεῖσθαι προθυμίαν τινὰ καὶ προτροπὴν καὶ πίστιν τῶν λεγομένων ἀναλαμβάνει. εἰ μὲν καθολικὸν τοῦτο ὑπῆρχε τὸ πλουτήσαντά τινα μηδέποτε πένεσθαι μηδὲ τὸν εὐδαίμονα ὄντα βασιλείας καὶ ἡγεμονίας ἢ δόξης ἢ ἑτέρας οἱασδηποτεοῦν αἰτίας ἀκαθαίρετον διαφυλαχθῆναι ἢ τὸν ἐν ῥώμῃ σώματος ἀσινῆ ἢ τὸν ἐν πράξει καιροῦ εὐτυχήσαντα μηδέποτε δυσπραγῆσαι ἢ τὸν κυβερνήτην κλυδωνίζεσθαι καὶ ἀστοχεῖν θαλπσσομαχοῦντα ἢ τὸν ἰατρὸν μὴ νοσεῖν ἢ τὸν προγνωστικὸν μηδὲν πάσχειν ἤ τινα προφήτην τῶν θείων ἐπιτυχῆ τοῖς ἀνθρώποις ἀμετάβλητον τυγχάνειν, οὐκ ἂν ἦν εὔχρηστος ἡ πρόγνμωσις, ἀλλʼ ὡς ἕκαστος περὶ ὃν τετύχηκε κεκτημένος κλῆρον ἀσχολούμενος καὶ μηδεμίαν προσδοκῶν καινοποιίαν διετέλει τὸν χρόνον. νυνὶ δὶ καὶ ἀδέβαια καὶ σαθρὰ τὰ τῶν ἀνθρώπων πάντα καὶ ἀστήρικτα νομίζεται εἰς τὸ ἐναντίον τρεπόμενα. γίνεται μὲν γὰρ ὁ βασιλεὺς αἰχμάλωτος καὶ ὑπηρέτης, ὁ δὲ πλούσιος πένης καὶ ἐνδεής, ὁ δὲ ἐν ῥώμῃ σώματος καὶ δυνάμει ἐπισινὴς καὶ ἀδρανὴς καὶ τὰ λοιπὰ πάντα, ὅσα ἐν τῷ βίῳ περὶ σῶμα ἢ μορφὴν καὶ δόξαν καὶ πρᾶξιν κεκαλλώπισται, μεταμορφούμενα ἕτερα ἐξ ἑτέρων πεῖραν δίδωσι τοῦ πάσχειν, ἅπερ ἕτερος πάσχων ἠγνόησε. σπάνιον γάρ τινα ἀμέμπτως τὸν βίον καὶ ἀμερίμνως διευθῦναι· τοὺς δὲ πλείστους κατὰ τὴν ἰδίαν ὑπόστασιν ταῖς τῶν καιρῶν ἐναλλοιοῦσθαι τύχαις συμβαίνει.

  57. 9.11.4.1

    Γοιγαροῦν καὶ αὐτὸς καταμαθὼν ἐμαυτὸν ἐκ τῆς προγνώσεως καὶ ὁποίαν καταβολὴν ἔλαχον τοῦ κλήρου καὶ ὅτι παρά τοῦτο ἀδύνατον γενέσθαι ἕτερον οὔτε ἡγεμονίας οὔτε ἀρχῆς οὔτε ἑτέρας φαντασιώδους δόξης ἢ πλούτου δαψιλείας καὶ κτημάτων ἢ σωμάτων πλήθους ἐραστὴς ἐγενόμην ἢ δοῦλος ἐπιθυμίας καὶ κόλαξ ἀσεβὴς θεῶν τε καὶ ἀνθρώπων δυνάμενος τυχεῖν, ὧν μὴ ἐβούλετο τὸ δαιμόνιον παρέχειν· ἀλλὰ καθάπερ δεσπότου φαύλου συνέσει δοῦλος ἐπίσταται ἤθη καὶ τὰς περὶ τὸν βίον ἀναστροφὰς κοσμίως τὰς ἐξυπηρετήσεις ποιούμενος κατὰ τὴν τοῦ κελεύοντος διαταγὴν μὴ ἀντιτασσόμενος ἀλύπητον καὶ ἀκοπίατον ἡγεῖται τὴν ὑπόστασιν, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς οὔτε μοχθηράν οὔτε ἐπώδυνον τὴν ὑπηρεσίαν ἐποιησάμην, πάσης δὲ ματαίας ἐλπίδος καὶ φροντίδος ἀπαλλαγεὶς τὸν τῆς εἱμαρμένης νόμον διεφύλαξα.

  58. 9.11.5.1

    Ἐὰν οὖν φιλοπευστῶν τις καὶ ἰσχυροποιησάμενος τὴν διάνοιαν βούληται ἀκούειν παρʼ ἀνδρὸς ἐμπείρου περὶ τῶν ὄντων καὶ τῶν ἐσομένων, τῶν πλείστων καταᾳρονήσας ἐκείνων ἐραστὴς γενήσεται τῶν συνηρμοθαμένων τὴν καταβολήν. ἀνατυπούμενος γάρ καθʼ ἑκάστην ἡμέραν ἅπερ δεῖ παθεῖν τῶν φαύλων τὸν φόβον προμαραίνει· ἀμβλύνεται γὰρ τὸ χαλεπὸν ὑπὸ τῆς εὐθυμίας ἐπιτριβόμενον, οὕτως τε ὡς ὑπὸ ἑτέραν δεσποτείαν καὶ ἐξουσίαν τεταγμένος διὰ τῆς ἰδίας ἐγκρατείας ἀκηρύκτως καὶ κοσμίως τὸ τέλος τοῦ βίου ὑποίσει. ἐὰν δέ τις πείρᾳ βουλόμενος μαθεῖν ἐπιγνῶναι θέλῃ ταῦτα ὅπως ἔχει, ἀντιτασσέσθω τοῖς βουλευομένοις ὑπό τινος ἀπείρου καὶ τὰ ἐναντία πρασσέτω. οἷον εἰ πένης ὢν πλούσιος γένηται ἢ μέτριος ἀρχοντικὸς ἢ ἄπρακτος εὐεπίβολος ἀσυκοφάντητος ἀλύπητος ἀμέριμνος (πάντες γάρ ἄνθρωποι καλῶν ἐρασταὶ πεφύκασι) — τούτων δέ τις τυχὼν καταφρονήσει τῆς πεπρωμένης. ἀδύνατον δʼ ὁπόσα βούλεταί τις συντελεῖσθαι ἢ ἐπὶ τοῖς αὑτοῖς διαμένειν διὰ τέλους· σύμφορον τοιγαροῦν τὴν τύχην καὶ ἀστήρικτον ὑπάρχειν τὰς γὰρ εὐημερίας αὑτῆς οὐ φέρουσιν ἄνθρωποι· καθάπερ γὰρ λυσσώδεις ἐξοιστρημένοι καὶ ὑπὸ πολλὰς δεσποτείας τεταγμένοι ἐπιθυμιῶν τε καὶ παθῶν ὄρεξιν πάσχοντες κἀν μὴ θέλοντες τάς ἁρμοζούσας τιμωρίας κομίσονται.

  59. 9.11.6.1

    Τισὶ μὲν οὖν ἔδοξε τῶν εὐηθῶν λέγειν πάντα ἡμῖν· μὴ δυνάμενοι δὲ τοῦτο ἀποδεῖξαι διὰ πείρας εἰς μέρος τι τοῦ λόγου κατέδραμον φάσκοντες ἃ μὲν ἐν ἡμῖν, ἃ δὶ ἐν τῇ εἰμαρμένῃ. τυχόντες δὲ τούτου καὶ ἀναισχυντοῦντες εἰς ἄπειρα καὶ ἀνοίκεια ζητήματα ἐχώρησαν λέγοντες. τὸ προελθεῖν ἐκ τῆς οἰκίας ἐν ἐμοὶ καὶ τὸ λούσασθαι καὶ πορευθῆναι ὅπου βούλομαι καὶ πρᾶξαί τι καὶ πρίασθαι καὶ συντυχεῖν φίλῳ καὶ ἕτερα πλεῖστα ἄπορα. τοὐναντίον δὲ ἐγὼ φημι πρὸς τούτους, ὅτι οὐδὲ ταῦτα τὰ μάταια ἐν αὐτοῖς ἐστιν· εἰς τὸ ἐναντίον γάρ χωρεῖ τὸ τῆς προαιρέσεως διά τινας ἀπροφασίστους αἰτίας. καὶ γὰρ αὐτὸς πολλάκις πρᾶξαί τι βουλόμενος ἢ συντυχεῖν φί ίλῳ ὥραν καλὴν ἐκλεξάμενος οὐκ ἔτυχον τοῦ προκειμένου οὐδὲ μὴν ὅπου ἐβάδιζον γενόμενος· ὁπότε δʼ οὐκ ἐβουλήθην, τὸ τοιοῦτον συνετελέσθη· πάντως γὰρ ἔδει τὴν ὥραν ἐναρμόνιον τῶ μέλλοντι ἔσεσθαι τυχεῖν. τοιγαροῦν χρή τούς γε νοῦν ἔχοντας ἕπεσθαι τῷ δαιμονίῳ καθὼς βούλεται (κατασκευάζει γάρ τὴν πρὸς ὃ θέλει) ἢ καλὰς ὣρας ἐκλέγεσθαι, ἀρχικῆς δὲ πράξεως τῆς καταρχῆς γενομένης κατὰ τὴν κοσμικὴν κίνησιν καὶ ἀνάγκην συνορᾶν τὸ ἀποτέλεσμα ἐκ τῆς τότε ἀστροθεσίας καὶ τῆς τοῦ ὡροσκόπου.

  60. 9.12.1.1

    Παρατηρητέον δέ, ὁπόταν εἰς σύνδεσμον ἐμπέσῃ μοιρικῶς ἢ ἐπὶ τέλει τῆς ἑξαμοιρίας, τὴν πρόσθεσιν ἢ ἀφαίρεσιν ποιεῖσθαι τῶν ἐπιβαλλόντων ἐτῶν κατὰ τὴν ζῳδιακὴν ὀργανοθεσίαν. πρὸς δὲ σύγκρισιν δυεῖν αἱρέσεων καὶ ἀγωγῶν, εἰ τοὺς αὐτούς φέροιεν χρόνους ἢ συνεγγίζοντας ἀλλήλοις, σκοπεῖν μὴ κατὰ τὸ αὐτὸ ζῴδιον συνεμπέσωσιν αἱ μοῖραι. εἰς δὲ τὰ ὅμορα ἰχυροποιοῦνται τὴν ὑπόστασιν τῶν ἐτῶν, ἐὰν ἀπὸ ἡμέρας εἰς νύκτα ἢ ἀπὸ νυκτὸς εἰς ἡμέραν ὁ ἱερὸς γνώμων συνεμπέσῃ ἐκ τούτων γὰρ καὶ αἱ ἀτρεκεῖς μοῖραι τῶν φώτων καταληπταὶ ἔσονται.

  61. 9.13.1.1

    Καὶ τοῦτο δέ μοι παρεισῆλθεν περὶ τῆς προκειμένης ἀγμωγῆς, τουτέστι τῶν κζ΄ ἐτῶν, καὶ κδ΄ κύκλους σεληνιακοὺς ὑποτάξαι· ὁπόταν μὲν τὸν ἀριθμὸν ἐπιδέχηται ἡ γένεσις. πραγματεύεσθαι ὡς προγέγραπται· περὶ δὲ τῶν νηπίων γενέσεων οὕτως. ἀπὸ μὲν τῆς Σελήνης τὴν ἄφεσιν ποιούμενος διδόναι ἑκάστῳ ζῳδίῳ μῆνας β΄ καὶ ε΄. ἔπειτα ἕως τῆς σεληνιακῆς συναφῆς καὶ τριγώνου ἢ τετραγώνου, εἷτα καὶ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας κέντρου κατὰ τὴν αὐτὴν συνηγγισμένην τῶν τῆς ὐποστάσεμως χρόνων. ἀπὸ δὲ τῆς ἡλιακῆς ἀφέσεως ἑκάστῳ ζῳδίῳ διδόναι μῆνας λ΄ καθὼς ἐπὶ τοῦ κλήρου τὴν διαίρεσεν λεπτομερεστέραν προετάξαμεν, οἰκονομεῖν, μέχρις ἐκ μηνιαίων ἢ ἐνιαυσιαίων ὑπόστασιν ἀναδέξηται ὁ χρόνος.

  62. 9.14.1.1

    Παραληπτέον δὲ καὶ τοῦτον τὸν τρόπον, καθὼς εἰς τὸν περὶ σπορᾶς λόγον ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν καὶ ἡγεῖσθαι τὴν κατʼ ἐκτροπὴν μοιρικὴν Σελήνην σπόριμον ὡροσκόπον, τὴν θὲ ὥραν τῆς ἐκτροπῆς σπορίμην Σελήνην· καὶ ἐπιγνόντας τὸ διάστημα περὶ ἡμερῶν τῆς σπορᾶς πραγματεύεσθαι πρός τε τὰς συνόδους καὶ πανσελήνους καὶ τὰς λοιπὰς ἀποδιαστάσεις. καὶ ἀγωγῆς ὁ τῆς ἐκτροπῆς ὡροσκόπος συμφωνήσει.

  63. 9.15.1.1

    Ἐπει δὲ ὁ παλαιὸς καὶ Μούσαις μεμελημένος κοφὸς ἀνὴρ ἔριδας ὑπεστήσατο, ὧν τὴν μὲν πολεμικὴν καὶ φοβεράν, αἵματι καὶ λύπαις καὶ θανάτῳ χαίρουσαν μάχαις τε καὶ φθόνοις καὶ κακωτικαῖς αἰτίαις, τὴν δʼ ἑτέραν ἐργοπόνον τε καὶ φιλόκαλον εἰρηνικήν τε καὶ ἀμετανόητον τοῖς ἔργοις διὰ τὸ τοὺς πόνους εἰς ἡδονὰς μετατίθεσθαι — ἀγαθὴ δὲ ἡ θεός, ἧς καὶ αὐτὸς ἐραστὴς ἐγενόμην βουληθεὶς κατὰ τῶν ἀντιτασσόντων καὶ βασκάνων νῖκος ἄρασθαι διὰ τῆς ἐμῆς ἐμπειρίας καὶ φιλοκάλης γνώμης, οὐκ ἠρκέσθην ταῖς προγεγραμμέναις ἀγωγαῖς εἰς πίστιν τοῖς μεταγενεστέροις καὶ φιλοκάλοις καταλεῖψαι, ἀλλὰ καὶ ἑτέραν δυναστικὴν ἐξεῦρον διασαρ ήσας, ὅπως δοκιμάσαντες καθʼ ἕταστον κεφάλαιον τὴν ἐμὴν ἀφθονίαν μετά πάσης παρρησίας καὶ σεμνῆς φιλονεικίας τὰς ὀλεθρίας καὶ βλασφήμους τῶν πολεμίων κατασβέσωσι φωνάς (μαραίνεται γάρ ὁργὴ ὑπὸ φθόνου καὶ λύπης τρεφομένη, καὶ μάλιστα ὁπόταν αἱ ἔχθραι εἰς ἧτταν ῥέπωσιν) οὕτως τε ἐγγυμναω προθύμως ταῖς ὑφ’ ἡμῶν συντάξεσι τὸν ψόγον τῆς θεωρίας εἰς ἔπαινον διακηρύξωσιν, εἰδότες ὅτι καὶ τέρψιν καὶ ἡδονὴν ὠφέλειαν καὶ μακαριότητα καὶ ὑπὲρ πολλῶν φρόνησιν ἐπιστήμη κέκτηται. ἀλλʼ ἐπὶ τὸ προκείμενον τὴν διάνοιαντ τρέψωμεν.

  64. 9.15.2.1

    Τὸ ἀπὸ συνόδου καὶ πανσελήνου μοιρικὸν διάστημα ἕως τῆς κατʼ ἐκτροπὴν Σελήνης λαβόντες καὶ ἀφελόντες ζῳδιακῷ συστήματι τὸ περιλειφθὲν ἡγεῖσθαι μέρος ὡροσκόπου, ὅθεν καὶ τὴν ἀτρεκῆ τῆς Σελήνης μοῖραν ἐμφανῆ. ἐκ ταύτης δὲ σκοπὸς τῶν ζητουμένων νοηθήσεται, τοῦ Ἡλίου βραβεύοντος τὰ μεγέθη τῆς ἡμέρας καὶ ὡρῶν κατὰ τάς κλιματικάς διαρορὰς καὶ τῶν χρόνων ἐτεροιώσεις. τὸ λεχθὲν εἰ καὶ σύντομον τὴν ὑφήγησιν καὶ ὅραχυτάτην κέκτηται, οὐκ ἀμελεῖν χρὴ τοὺς ἐντυγχάνοντας καὶ ἐν παρέργῳ τίθεσθαι, ἀλλὰ μετὰ πάσης ἐπιμελείας καὶ σπουδῆς ἐξιχνεύειν διδάσκει γὰρ τὰ πλεῖστα, καθὼς ἐπειράθην, ἀνάγκῃ πόνος πενία φιλονεικία ἐγκράτεια ἐπιθυμία· ὧν ἡμεῖς τυχόντες, καὶ ἐὰν μεγαλαυχῶμεν οὕτως, εἰς τὸ τέλειον τῆς ἀρετῆς μέρος ήτυχήσαμεν παραγενέσθαι· ἀλλά τινες σφαλέντες καὶ θρυληθέντες ἐδυστύχησαν, ματαίαν τὴν ἐγχειρισθεῖσαν κτησάμενοι κενοδοξίαν. καὶ αὐτὸ δὲ καθʼ αὑτὸ τὸ μέρος δύναμιν ὡροσκοπικὴν κέκτηται· ἄλλως τε τὸ ἀπὸ συνόδου ἐπὶ Σελήνην μοιρικὸν διάστημα κατά ἀναφ ορὰν λαβόντες καὶ ἀφελόντες ζῳδιακὸν διάστημα, εἰς ἣν κατέληξεν μοῖραν, ἡγεῖσθαι ὡροσκοπικήν. ὁμοίως δὲ καὶ ἀπὸ τῆς Σελήνης πανσελήνου ἐπὶ Σελήνην, ἤ ὡς ἐμοὶ ἔδοξεν ἀπὸ Σελήνης ἐπὶ τὴν μέλλουσαν σύνοδον· ὡς οὕτως λαβόντες καὶ φελόντες τὸ ζῳδιακὸν τὴν εὑρεθεῖσαν ἡγεῖσθαι ὡροσκοπικὴν μοῖραν· τὴν μέντοι δύναμιν τῶν ἐτῶν συμπληροῦσθαι ἐπιπρσθέντας ἢ ἀρελόντας τῶν ἰσημερινῶν χρόνων πρότερον· ἀμφοτέρους γὰρ τοὺς γνώμονας ἐπισυνθέντες καὶ τὴν ἡμίσειαν λαβόντες εὑρήσετε τὸ συνεχὲς ζητούμενον ἐκ τῆς ἀληθείας καὶ πολυμόρφου φύσεως. παντὸς γὰρ εἴδους ἡ μὲν ἀρχὴ μονομερὴς καὶ ποικίλη καὶ δυσκατάληπτος, ἡ δʼ ἐξίχνευσις πολυμερὴς καὶ ποικίλη· ἐὰν μὲν οὖν τὸ διάστημα ἀκριβῶς τὴν κατάληψιν ἐπίσχῃ, καὶ μονομερῆ τὸν χρόνον προδηλοῖ, ὅθεν μοι, τιμιώτατε Μάρκε, εἰδὼς τὴν ἀριθμητικὴν κανονοποιίαν καὶ τὰς τῶν συνταγμάτων ἀγωγάς, ἅς διʼ ἔργων καὶ λόγων καὶ τῶν ἐξ ἐμοῦ παραδόσεων ἐδοκίμασας, συνεπεισφέρων ἐκ τῆς ἰδίας φύσεως τὸ συγκρατικόν, φροντίδα ποιῶν τοῦ μετὰ πάσης ἀκριβείας τὰς πραγματείας ποιεῖσθαι — τοῖς γὰρ πολλοῖς ἔθνεσι καὶ κλίμασι τῆς οἰκουμένης ἐπεμβαίνων καὶ τὰς ἐπιδείξεις ποιούμενος ἐμὲ μὲν ἂν ἀειμνήστου φήμης καταξιώσεις, αὐτὸς δʼ ὡς ἄξιος τῆς οὐρανίου θεωρίας παρὰ πολλοῖς δοξασθήσῃ ἔκ τε τῆς περὶ τὰ μαθήματα δαψιλίας προθεμελιωθεὶς εἰς τὴν τῶν συνταγματογράφμων χώραν καταντήσεις· καὶ γάρ πάρεστί σοι φύσις πόνος ἐγκράτεια, καὶ σεμνῆς γε καὶ ἱερᾶς εἰσόδου τυχὼν πεφμτισμένην τὴν μυσταγωγίαν ἐκτήσω. ἣν φυλάσσειν σε διὰ τῶν προγεγραμμένων ὅρκων παραινῶ καὶ τοὺς ἀναξίους ἢ ἀμυήτους μηδὲ φιλονείκως πρὸς αὐτοὺς φέρεσθαι· ἄμεινον γάρ ἐστίν σε σιγῶντα ἡττᾶσθαι ἢ νικῶντα ἀσεβεῖν εἰς τὰ θεῖα.

  65. 9.16.1.1

    Ἤδη ποτὲ πολλοὺς ἀγῶνας διαθλεύσας καὶ μυρίοις μόχθοις συνεμπεσὼν ὁδηγούμενος ἐπιθυμίᾳ καὶ φιλονεικίᾳ τῇ ἐμῇ πρὸς τοὺς ἀνταγωνιστάς καὶ προσδοκῶν ἤδη πεπάσθαι τῶν ζητημάτων καὶ τὴν συγγραφὴν μέλλων καταλύειν ὥσπερ ἀγαθὸς ἀθλητὴς ἐπὶ τὸν ἱερὸν ἀγῶνα τὴν τῶν Ὀλυμπίων θέαν παλίνδρομον τὴν διάνοιαν ποιούμενος διὰ τὰς πολυμερεῖς τῆς φύσεως ἐνεργείας. γὰρ ὁ ἄγων καὶ αἴρων εἰς τὸ φῶς καὶ τιμὴν καὶ δόξαν αἰωνίαν κέκτηταί τε καὶ τοὺς προγενομένους μόχθους εἰς ἡδονὴν καὶ τέρψιν μετάγων ἰσχυροποιεῖ τὴν δύναμιν καὶ ἐλέγχει τάς πράξεις καὶ τάς ματαιολογίας παραπέμπεται καὶ τοὺς ἐχθροὺς φίλους καὶ συμπαθεῖς καίπερ ἄκοντας κατασκευάζει, καὶ πολλοὺς ἐραστὰς προσαγκαλίζεται.

  66. 9.16.2.1

    Ὅθεν ἐπὶ τοὺς κοσμοκράτορας πάλιν Ἥλιον καὶ Σελήνην χωρητέον· οὓς χρὴ κατὰ μοῖραν ψηφίσαντας πρὸς ἀναφορὰν κατὰ τὸ μέγεθος καὶ τὸ κλίμα ἀφαιρεῖν ζῳδιακοὺς κύκλους, τὴν δὲ περιλειφθεῖσαν μοίραν ἡγεῖσθαι δυναστικὴν καὶ τὴν τούτου ἐπίκοινον, ἣν ὁ ἰσημερινὸς δηλώσει. τέσσαρες δὲ πάντως μοῖραι χρηματίσουσιν, ἐκ δὲ τῶν δ΄ πάλιν β΄ κραταιαὶ περιλειφθήσονται. ἔσθ’ ὅτε μὲν οὖν καὶ ε΄ τόποι χρηματίσουσιν ἢ πάλιν β΄· σκοπεῖν δὲ δεῖ τόν τε ὡροσκόπον καὶ τὰ τούτου παρʼ ἑκάτερα ζῴδια. καὶ ἐκ τούτων γὰρ αἱ χρηματιστικαὶ μοῖραι λογισθεῖσαι φέρουσι τοὺς χρόνους, καὶ μάλιστα ὅταν δοκῇ πλάνην ἔχειν ὁ ὡροσκόπος· ἢ καὶ ἑνὶ μὲν γνώμονι χρῆσαι πρὸς τὸ ὡροσκοποῦν ζῴδιον δʼ ἕτερον οὐ τῷ παρακόλλῳ καὶ ιϚ΄ μοῖρα σημαίνει μίαν καὶ τριακοστήν. νοεῖν δὲ δεῖ καὶ τὰς τῶν κλιμάτων διαφοράς. πολλάκις γὰρ τόπος τις ἢ καὶ ἔθνος δοκοῦν ἀρχὴν ἢ τελευτὴν ἔχειν παραλλήλου εἰς ἑτέρου ἐστὶ χώραν κυρίως ἢ καὶ σχίζεται εἰς β’ παραλλήλους καὶ τοῦ χρόνου κατά πρόσθεσιν ἢ ἀφαίρεσιν παραμφοδεῖν δοκεῖ· ἄλλως τε καί, ὡς δοκεῖ τισιν τῶν περὶ τά τοιαῦτα ἐσπουδακότων, τὰς χωυρογραφίας καὶ διαφόρους ἐκτήσαντο ἡ μέντοι γε θεωρία καὶ ἀγωγὴ ἱερὰ καὶ ἄπταιστος τοῖς γε νοῦν ἔχουσι.

  67. 9.17.1.1

    Καὶ τοῦτο δὲ φυσικὸν καὶ ἐναρμόνιον, τὰς λοιπὰς τοῦ Ἡλίου μοίρας καὶ τῆς Σελήνης ἐπισυνθέντας καὶ ἀρελόντας ζῳδιακὸν σύστημα τὴν περιλειφθεῖσαν μοῖραν ἡγεῖσθαι δυναστικὴν καὶ τὴν τούτου ἐπίκοινον, τὴν δὲ λειπομένην εἰς τὴν τριακοντάδα καῖ κατὰ τὴν τοῦ ἰσημερινοῦ πρόσθεσιν ἢ ἀφαίρεσιν σεληνιακὸν γνώμονα, ὃν ἐπισυνθέντας τῷ ἡλιακῷ καὶ τὴν ἡμίσειαν τῶν χρόνων λαβόντας ἡγεῖσθαι ζωτικούς. πολλάκις μέντοι κατὰ μόνας ὁ τοῦ Ἡλίου γνώμων ἢ τῆς Σελήνης κατὰ τὴν τοῦ ἰσημερινοῦ πρόσθεσιν ἢ ἀφαίρεσιν τῶν β΄ τόπων ἐπισυντεθέντων ἡμίσεια φέρει τοῦ ζῳδιακοῦ κατὰ τὰς ἐπικαίρους αὐτῶν ἢ καὶ χρηματιστικὰς στάσεις. βέλτιον μὲν οὖν τὰ μοιρικά καὶ τὰ ζῳδιακὰ διαστήματα πρὸς ἀναφορὰν λογίζεσθαι· ἐὰν μέντοι κατὰ μόνας ὁ γνώμων χρηματίσῃ, αὐτοῦ μόνου τοὺς χρόνους λογίζεσθαι.

  68. 9.18.1.1

    Τὸ ὑποκείμενον ὄργανον τὴν πῆξιν ἔχει περὶ ὡροσκοπικοῦ ζῳδίου καὶ ἀναγκαστικῆς καὶ φυσικῆς ὥρας, καθὼς καὶ ὁ βασιλεὺ ᾐνίξατο ἀπὸ τοῦ σπορίμου Ἡλίου παχυμερῶς. ἐγὼ δὲ λεπτομερέστερον, τὴν ἀρχὴν ἀπὸ τοῦ Θὼθ μηνὸς ποιησάμενος, ὅς ἐστιν ἀπόζυγος διὰ τὴν μονάδα, ὁ δὲ Φαωφὶ ἄρτιος διὰ τὴν δυάδα, ὁ δὲ Ἀθὺρ ὁμοίως ἀπόζυγος, ὁ δὲ Χοιὰκ ἄρτιος. καὶ ἀκολούθως ἓν παρʼ ἓν τὰ λοιπὰ δεῖ ζῴδια σκοπεῖν. κατὰ τὴν ζητουμένην νύκτα ἤ ἡμέραν καὶ τὸν χρηματίσοντα μῆνα εἰσελθόντες εἰς τὸ ὑποκείμενον κανόνιον ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας γεννωμένων κατʼ εὐθὺ εὑρήσομεν τὰς γεννητικὰς ὥρας.

  69. 9.19.1.1

    Τῶν δὲ περιπεπονημένων μοι μηδὲν ἀποκρύπτειν βουλόμενος καὶ ἑτέραν φιλοκαλίαν ἐπεισφέρω τοῖς περὶ τὰ τοιαῦτα ἐσπουδακόσιν ἀφθόνως ἅτε δὴ γνησίοις παισίν. οἱ κατατεταγμένοι ἔσονται κανόνες τῶν β΄ πλινθίων· πάλιν ἐν ἴσῳ διαστήματι τοῦ πλάτους συνηρμόσθησαν, καὶ ἔστιν ὁ μὲν πρότερος προκείμενος Σελήνης καὶ ἡμερήσιον δρόμον ἔχων ἀπὸ ἐλαχίστου ὄρου ἐτῶν ια΄ εἰς ἔκστασιν χωρῶν ἔτι ἐν τῷ πρώτῳ στίχῳ. τὸ δʼ αὐτὸ διάστημα ἐν τῷ κάτω στίχῳ εἰς ιε΄ ὥρας τοῦ τελείου ὅρου· ἔστι δὲ ἄνωθεν ἕως κάτω στίχων μή ἐπεὶ οὖν ἀπὸ τῶν ια΄ ε΄ παραυξομένων λεπτῶν εἰς τὸν μή στίχον πλήρη τὰ δ΄ τοῦτ᾿ ἔστιν ὑπεροχή. ὅπου δὲ ἡ ἑξηκοντὰς πληροῦται, κινναβάρει ἐπιγέγραπται ἑτέρου δρόμου ἀρχὴν σημαῖνον. καὶ οὕτω ὁ δρόμος τῆς Σελήνης πεπλήρωται. τὸ δὲ ἕτερον κανόνιον τοῦ μεγέθους τῶν ὡρῶν πρὸς τὰ ζ΄ κλίματα· τοῦτο γὰρ καὶ τῶν λοιπῶν κλιμάτων ἔχει τοὺς ἀριθμοὺς ἀπὸ ἐλαχίστου ἕως μεγίστου, τουτέστιν ἀπὸ τῶν ια΄ προκειμένων ἐν τῷ α΄ στίχω ἕως τῶν ιθ΄ λ΄ κειμένων ἐν τῷ ἔξω στίχῳ. προκατάγω οὖν ἐν τῷ α΄ στίχῳ ι΄ λ΄ ἕως τοῦ κάτω στίχου ο΄· ἐπὶ μὲν οὖν λεπτῶν ἐκ παραυξήσεως εὗρον ἐν τῷ κάτω στίχῳ ιε΄ καταλήξαντα, ἃ σημαίνει τὸν ἰσημερινὸν χρόνον· ὁμοίως κατʼ ἄντικρυ τῶν ιε΄ προστιθεμένων πάλιν ἐτῶν καὶ ἀνωφερῶς πληροῦται ιθ΄ λ΄ εἰς τὸν α΄ στίχον. αἰ δὲ πλατικαὶ περιγραφαὶ εἰς β΄ ὥρας διαιροῦνται ἐφεξῆς, ἐπὰν εἰς τὸ ἰσημερινὸν ἡμικύκλιον ἰσωθῇ, ἢ κατὰ τὸ διάμετρον λογιζέσθω νυκτός. ἐστι δὲ ἡ διαχωρίζουσα γραμμὴ διπλῆ. ὃν δὲ λόγον ἔχει νὺξ πρὸς τὴν ἡμέραν, τὸν αὐτὸν λόγον ὥρα πρὸς ὥραν ἕξει τὸ μέγεθος. οἷον τὸ τζ΄ πρὸς τὰ ιγ΄· δωδεκάκις τὰ δεκαεπτὰ γίνεται σδ΄ καὶ δωδεκάκις τὰ ιγ΄ γίνονται ρνζ΄· συμπληροῖ τὰς τξ΄. ἄμ ἀμφότερα οὖν τὰ κανόνια τὰς τῆς Σελήνης μοίρας καὶ τὰς φάσεις αὐτῆς προδηλώσουσιν· ἐὰν οὖν θέλωμεν ἐπιγνῶναι, πόσων μοιρῶν ἡ Σελήνη ἐστὶν ἐπὶ γενέσεως πρὸς ὡριαίαν κίνησιν, οὕτως πραγματευσόμεθα. πάντοτε δεῖ πρῶτον εἰσέρχεσθαι εἰς τὸ τῶν κλιμάτων κανόνιον, ἔχοντα δὲ διαβήτην κεχηνότα καὶ κατὰ τὴν ἡλιακὴν μοίραν εἰς τὸ β΄ ἡμισφαίριον ἐπιγνόντα τὸ μέγεθος τῶν ὡρῶν κατʼ αὐτὸ ἐπιθεῖναι τὴν ἀρχὴν τοῦ διαβήτου δίκην· εἶθ οὕτως τὴν ἑτέραν ἐπεκτείνειν ἕως τῆς ζητουμένης ὥρας· εἰσὶ γὰρ κεκανονισμέναι αἱ ιβ΄ ὧραι τῆς νυκτός. ἐὰν οὖν ᾗ ἡμερινὴ ἡ γένεσις, τὸ διάστημα τοῦ νυκτερινοῦ ἡμισφαιρίου ἀνατυπώσαντα εἰς τὸν διαβήτην ἐκτείνειν πάλιν ἕως τῆς ζητουμένης ὥρας ἡμερινῆς· εἶθ᾿ οὕτως τὸ πᾶν πλῆθος τῶν ὡρῶν ἐκμετρήσαντα εἰσφέρειν τὸν διαβήτην εἰς τὸν τῆς Σελήνης κανόνα καὶ κατὰ τὸ δρόμημα παραπλησίως θέντα τὴν ἀρχὴν τοῦ διαβήτου συνορᾶν, ἐκ ποίας μοίρας τερματίζεται τὸ μέγεθος. αἱ δὲ μοῖραι πρόδηλοι ἔσονται ἐφεξῆς κατὰ τὴν τοῦ δρομήματος χωρογραφίαν, ἃς δεῖ τιθέναι μετὰ τὴν Ἡλίου δύσιν ταῖς προευρεθείσαις μοίρας κατά τῆς Σελήνης καὶ ἔξωθεν πάλιν τὰς κλιματικὰς διαφορὰς ἐπιπροστιθέναι καὶ τοσούτων λογίζεσθαι τὴν Σελήνην μοιρῶν. δεῖ οὖν ἀκριβῶς τὰ ἡμισφαίρια ἐπίστασθαι καὶ μάλιστα τὸ νυκτερινὸν ἀεί· δυνατὸν μὲν οὖν καὶ ἐκ τοῦ ἡμερινοῦ ἡμικυκλίου ἐκμετρήσαντα τὰς λειπούσας εἰς τὸ ἡλιοδύσιον εἰσφέρειν εἰς τὸ τῆς Σελήνης καὶ λογίσασθαι ἔχειν ἐκεῖνο τὸ διάστημα καὶ τὰς εὑρεθείσας μοίρας φέρειν. ἀλλʼ ἐὰν οὕτως μεθοδεύσωμεν, οὐ χρηματίσει ὅλον κανόνιον τῆς Σελήνης κατὰ πλάτος, ἀλλὰ μέρος αὐτοῦ· ὅθεν τῷ νυκτερινῷ προύχρηστέον.

  70. 9.19.2.1

    Σαφέστερον δὲ τὴν εἴσοδον ποιησόμεθα δἰ ὑποδειγμάτων. ἔστω γένεσις Ἀδριανοῦ ἔτος γ΄ , Ἀθὺρ λ΄, ὥρα ἡμέρας δ΄ Ἥλιος Σκορπίου μοίρᾳ ζ΄ , Σελήνη Παρθένου μοίρᾳ λ΄ ἕως ὀψὲ δρόμημα μοιρῶν ιδ΄ ιε΄. τὸ δʼ ἐκ τῆς ἰσημερινῆς μέγεθος κατὰ ἡμέρας κ΄ μοῖραν εὑρέθη ιβ΄ μοῖραι. εἰσελθὼν εἰς τὸ σελίδιον τῶν κλιμάτων κατὰ τὰς ια΄ μοίρας καὶ εὑρών ια΄ μβ΄ τούτῳ χρῶμαι τῷ στίχῳ. ἐπεὶ οὖν ἡμερινόν ἐστιν ἡμισφαίριον, εἰς τὸ ἄντικρυ αὐτοῦ εἰσελθών, ὅπερ ἐστὶ νυκτερινόν, κατά τὰς ιη΄ μοίρας καὶ λεπτὰ ιη΄ τὰ ια΄ μβ΄ πληροῖ τὴν τριακάδα· ἔθηκα οὖν τὴν ἀρχήν τοῦ διαβήτου κατὰ τὰς ιη΄ μοίρας καὶ ἐξέτεινα ἕως τῶν ἄλλων ὡρῶν τῆς ἡμέρας ὑπὲρ τὴν γραμμὴν κατὰ τὰς πάσας ια΄ με΄ . καὶ τοῦτο τὸ μέγεθος τῆς ἐκτάσεως τοῦ διαβήτου εἰσήνεγκα εἰς προκείμενον ὄργανον τῆς Σελήνης κατὰ δρόμημα. ἔτρεχεν δὲ ἐπὶ τῆς προκειμένης γενέσεως ιδ΄ ιε΄· εἰσῆλθον οὖν κατὰ ταῦτα καὶ ἔθηκα τὴν ἀρχὴν τοῦ διαβήτου καὶ ἐσκόπησα κατὰ πᾶσαν χώραν, ποῦ καταλήγει ἡ ἑτέρα ἀρχὴ τοῦ διαβήτου. καὶ εὗρον κατὰ τὴν δεκάτην περὶ δ΄ μέρος. ἐπεὶ οὗν ἑκάστη χώρα μοῖραν δηλοῖ, ταῦτα προσέθηκα ταῖς εὑρεθείσαις ἕως ἡλιοδυσίου Παρθένου μοίραις λ΄ καὶ ἐξευρέθη Σελήνη Ζυγοῦ μοίρᾳ κα΄ ἔγγιστα. καὶ ἄλλως δὲ εἰσελθὼν εἰς τὸ ἡμερινὸν ἡμικύκλιον κατὰ τάς ια΄ μβ΄ τοῦ μεγέθους τῆς ἡλιακῆς μοίρας ἐξέτεινα τὸν διαβήτην ἕως τῶν η΄ ὡρῶν τῶν κυπτουσῶν κατὰ τὴν γένεσιν εἰς τὸ ἡλιοδύσιον καὶ τὸ αὑτὸ μέγεθος.

← Previous — showing 601670 of 670

First Thousand Years of Greek. CTS URN tlg1764.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.