Ancient Textssearch the texts themselves, not just their titles

← Library

Anthologiarum libri ix

First Thousand Years of Greek · First Thousand Years of Greek · 670 sections

  1. 4.23.5.1

    Ἀφροδίτη Διὶ ἀγαθὸν καὶ περικτητικὸν τὸ ἔτος δηλοῖ καὶ μειζόνων προσώπων συστάσεις καὶ δωρεὰς ἐπάγει ἀρχάς τε καὶ πολιτικὰς καὶ ὀχλικάς φαντασίας δόξας τε καὶ προκοπάς γάμους τε καὶ συμβουλάς θηλυκῶν προσώπων καὶ φιλίας σποράς τε καὶ τεκνώσεις καὶ ἐπαφροδισίας τοῖς ἐγχειρουμένοις. ἐὰν δὲ καὶ μέτριός τις ἢ, εὐπρακτήσει καὶ τῶν φαύλων ἢ ὑποταγῆς ἀπόλυσιν ἕξει πίστεως τε ἢ τιμῆς καταξιωθήσεται καὶ συγκοσμηθήσεται τῇ περὶ αὐτὸν ὑποστάσει.

  2. 4.23.6.1

    Ἀφροδίτη Ἄρεῖ, μετέωρος ἐνιαυτός· γυναικῶν μάχας χυρισμοὺς αἱμαγμοὺς φθοράς θηλυκῶν ἣ μητρὸς θάνατον οἱ δὲ καὶ δίκας λέγουσι διὰ γυναῖκας ἀντιζηλίας καὶ ἔχθρας ὑπομένοντες καὶ δειγματισμοὺς ψόγους τε ἢ μοιχείας· ἀδικοῦνται δὲ ἢ προδίδονται καὶ παρὰ προαίρεσιν πράσσοντες ἢ ὑποκρινόμενοι φέρουσι τὴν κόλασιν. ἔσθʼ ὅτε μὲν οὖν καὶ εὐκταῖον τὸν χωρισμὸν τῆς συμβιώσεως ἡγούμενοι ὁιακρατοῦσι διά τινας προσδοκωμένας ἐλπίδας εὐθρυλλήτους περιβοήσεις.

  3. 4.23.7.1

    Ἀφροδίτη Ἑρμῇ πρακτικὸν καὶ εὐεπήβολον τὸν χρόνον δηλοῖ περί τε τὰς δόσεις καὶ λήψεις καὶ ἐμπορίας καὶ τοῖς περὶ λόγον ἢ παιδείαν ὁρμωμένοις φιλίας περιποιεῖ ἀγορασμούς τε κόσμου καὶ σωμάτων κοινωνίας τε καὶ συναρμογὰς ἀρρενικῶν καὶ θηλυκῶν δόξας τε καὶ τιμάς κατορθώσεις πραγμάτων συνίστοράς τε μυστικῶν καὶ παραθηκῶν πίστεις καὶ συγγενῶν συμπαθείας.

  4. 4.24.1.1

    Ἑρμῆς ἐαυτῷ ἐπιμερίσας πρακτικὸς καὶ ἐπωφελὺς περί τε τάς ἐπιχειρήσεις καὶ πίστεις καὶ εὐεπηβόλους ἀποτελεῖ καὶ ἐχθρῶν ὑπερτέρους ὑποκριτικῶς καὶ μυστικῶς διαπρασσομένους πραγμάτων τε κατορθωτάς καὶ τὰς ἀπὸ λόγων ἢ ψήφμων εὐημερίας ἀναδεχομένους· καὶ μάλιστα ἐὰν ἀνατολικὸς τύχῃ ἢ ἐν χρηματιστικοῖς ζῳδίοις ἢ ὑπὸ Διὸς καὶ Ἀφροδίτης ἐπιθεωρηθῇ, μείζονας πίστεις καὶ ἐπωφελεῖς δηλοῖ· ὑπὸ δὲ κακοποιῶν, φόβων καὶ ἐναντιωμάτων δηλωτικός.

  5. 4.24.2.1

    Ἑρμῆς Ἡλίῳ παραδιδοὺς τὸ ἔτος εὐεπήβολος κοινωνικὸς πρακτικός, συστάσεις ἐπάγμων μειζόνων καὶ αἰτήσεις καὶ δωρεάς, μεθ᾿ ὑπερθέσεων δὲ καὶ έμποδισμῶν, διοικονομίας τε καὶ προστασίας καὶ ἱστορήθεις μυστικῶν πραγμάτων, τοῖς τε ἀπὸ λόγου καὶ παιδείας δοξαστικὸς καὶ ὠφέλιμος. τὰ δὲ πλεῖστα μυστικῶς καὶ μεθʼ ὑποκρίσεμως τελοῦντες περιγίνονται.

  6. 4.24.3.1

    Ἑρμῆς Σελήνη πρακτικὸν τὸ ἔτος δηλοῖ, μάλιστα δὲ ἐὰν καὶ καλῶς σχηματιζομένη καὶ ἀνατολικὴ ἡ Σελήνη τύχη καὶ ἐν χρηιιατιστικοῖς τόποις τύχωσι, συστάσεις τε ἀρρενικῶν καὶ θηλυκῶν προσώπων ἐπάγει καὶ ὠφελείας πραγμάτων καὶ κατορθώσεις καὶ πίστεις καὶ ἐν τοῖς διαπραθθομένοις ἐπιτευκτικὸς καὶ πρὸς τὰ μείζονα πρόσωπα συμπαθής. ἐὰν δὲ ἀνοικείως τύχῃ ἢ ὑπὸ κακοποιῶν θεωρηθῇ, κρίσεις καὶ ἐξοδιασμούς ἢ ἐπηρείας τε καὶ μειποιῶν ἀπειλάς ἐπάγει συνοχάς τε ἢ φόβους μυστικῶν τε προδοσίας.

  7. 4.24.4.1

    Ἑρμῆς Κρόνῳ ἐπιτάραχον καὶ ἐπικίνδυνον τὸ ἔτος δηλοῖ, πραγμάτων ἀνασκευὰς ἐπηρείας ζημίας τε καὶ κρίσεις ἐπάγων μυστικῶν τε ἢ γραπτῶν χάριν ἡ δανείων. γίνονται δὲ ἀσθενείαις ἢ φθίσεσι καὶ νόσοις καὶ ὑπὸ χολῆς ὀχλοῦνται ἡ καὶ φαρμάκων πεῖραν λαμβάνουσι θανάτους τε ἰδίων ἢ ἀδελφῶν ἢ τέκνων θεωροῦσι καὶ περὶ νεκρικῶν δικάζονται ἢ ἀμφισβητοῦσιν. ἐὰν δὲ καὶ διάμετροι ἢ τετράγωνοι ἢ κακῶς πεσόντες ὑπὸ Ἄρεως θεωρηθῶσι, καὶ καθʼ ἑαυτῶν κινδυνῶδές τι μηχανῶνται ναυαγίοις τε καὶ κυλἱσεσι περιπίπτουσι καὶ ἐπωδύνως διάγουσιν. οἰκείως δὲ σχηματισθέντες μετὰ ἐξοδιασμῶν καὶ ὑπερθέσεως δόξας καὶ κατορθώσεις πραγμάτων ἐπάγουσι, ἀπόστροφοι δὲ μέτριοι πρὸς τὰς αἰτίας γενήσονται.

  8. 4.24.5.1

    Ἑρμῆς Διὶ πρακτικὸς μὲν καὶ εὐεπήβολος συστάσεις καὶ φιλίας ἐπάγων κατορθώσεις τε πραγμάτων καὶ διοικονομίας καὶ μάντεις καὶ περὶ λόγους καὶ ψήφους εὐημερίας πλὴν καθολικῶς ὄχλοις ἐπιταράσσονται καὶ περιβοησίας καὶ φόβους ὑπομένουσιν ἀκαίροις τε ἐξοδιασμοῖς περιτρέπονται καὶ πρὸς οἰκεῖα ἢ φιλικὰ ἢ συγγενικὰ ἀκαταστατοῦσι καὶ ἀγῶνα σώματος ὑπομένουσι, κἂν μὴ ἴδιον πλὴν ὑπὲρ ἑτέρων.

  9. 4.24.6.1

    Ἑρμῆς Ἄρεῖ οὐκ ἀγαθός· ἔχθρας καὶ κρίσεις ζημίας τε καὶ κακουργίας ἐπάγει πλαστογραφίας καὶ ἐγγύας καὶ δάνη ἐπιθέσεις τε καὶ συλήσεις ἀστασίας τε καὶ προδοσίας οἰκείων τε ἀκαταστασίας. ἐσθʼ ὅτε μὲν οὖν καὶ αὐτοὶ ἑτέροις τὰ αὐτὰ ἐνδείξονται· πλὴν περὶ τὰς ἐπιβολὰς θρασεῖς καὶ πρακτικοὶ γίνονται καὶ ποικίλως διευθύνουσιν ἐπιβολάς μηχανώμενοι καὶ ἐπιφόβως καὶ ἐπιταράχμς διάγουσιν ὑπόπτους αἰτίας ἢ καθαιρέσεις προσδοκῶντες.

  10. 4.24.7.1

    Ἑρμῆς Ἀφροδίτη ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ περί τε τὰς δόσεις καὶ τὰς λήψεις ἀγορασμούς τε καὶ συναλλαγὰς ἐπαφροδίτους καὶ τοῖς διὰ λόγου ἢ παιδείας ἢ διʼ οἰκονομίας ὠφέλιμον, συστάσεις τε καὶ φιλίας καινοτέρας ἐπικτῶνται καὶ συνηθείας, καὶ ἐπιπλοκαῖς ἀρρενικῶν καὶ θηλυκῶν περιτρέπονται. τοῖς δʼ μείζονι τύχη καθεστῶσι σωμάτων καὶ κόσμου περίκτησιν ἐπάγει εἴς τε τὰς αἰτήσεις καὶ φιλίας καὶ προκοπάς εὐεπιτεύκτους ἀποτελεῖ καὶ πρὸς ἰδίους εὐεργετικούς.

  11. 4.25.1.1

    Ὁ κλῆρος τῆς τύχης παραδιδούς ἢ παραλαμβάνων χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων εὐτυχίαν δηλοῖ καὶ προκοπὴν πράξεις τε καὶ δόξας καὶ πραγμάτων κατορθώσεις καὶ προσδοκωμένων συντέλειαν καὶ ἀπὸ νεκρικῶν ὠφελείας. ἀποκεκλικὼς δὲ ἡ ὑπὸ κακοποιῶν μαρτυρούμενος ἥττονας μὲν τὰς πράξεις ἢ τὰς δόξας παρέχει, ἀπαραμόνους δὲ ἢ ὅσα ἂν διαπράξωνται μετὰ ἐναντιωμάτων καὶ κινδύνων ἢ κρίσεων καὶ ἐπηρειῶν.

  12. 4.25.2.1

    δαίμων παραδιδοὺς ἢ παραλαμβάνων χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων καταθυμίους πρθαιρέθεις ἀποτελεῖ κριτικούς τε καὶ εὐκατορθώτους λογισμούς καὶ φίλων συμβουλίας ἐπωφελεῖς συστάσεις τε μειζόνων δωρεάς τε καὶ δόξαν καὶ εἰς τὰς ἐπιβολὰς εὐεπιτεύκτους παρεπηρμένους τε τῇ διανοίᾳ οἴῃσιν πλείστην ἔχοντας. παραπεπτωκώς δὲ ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενος μετεωρισμοὺς καὶ ψυχικάς βασάνους ἐπάγει ἀναισθησίας τε καὶ ἐναντιοβουλίας τὰ ἴδια ἁμαρτήματα κατορθώσεις νομίζοντας καὶ ἄλλοις τὰς αἰτίας ἐπιφέροντας, τῶν δὲ πλείστων ἀστοχοῦντας. ὅθεν οἱ τοιοῦτοι ἐκκακοῦντες ἔσθ᾿ ὅτε καὶ καθʼ αὐτῶν κινδυνῶδές τι μῃχανῶνται καὶ ὡς μανιώδεις διαλαμβάνονται καὶ ἐκστάσει φρενῶν γίνονται.

  13. 4.25.3.1

    Ὁ ἔρως παραδιδούς ἢ παραλαμβάνων ἐν χρηματιστικοῖς τόποις καὶ ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων εὐπροαιρέτους ἐπιθυμίας κατασκευάζει καὶ καλῶν ἐραστάς· οἱ μὲν γάρ περὶ παιδείαν καὶ ἄσκησιν σωματικὴν ἢ μουσικὴν τρέπονται καὶ μεθʼ ἡδονῆς κολακευόμενοι τῇ μελλούσῃ ἐλπίδι ἀκοπίαστον ἡγοῦνται τὴν ἀνίαν, οἱ δὲ ἀφροδισίοις καὶ συνηθείαις θελχθέντες θηλυκῶν τε καὶ ἀρρενικῶν ἀγαθὸν ἡγοῦνται. Ἄρης μὲν οὖν καὶ Ἑρμῆς ἐπιμαρτυρήσαντες ἐπόντες τῳ τόπῳ καὶ μάλιστα ἐν ἰδίοις ζῳδίοις παιδεραστὰς ποιοῦσιν ἢ ἐπʼ ἀμφοτέροις ψογίζονται ἢ φιλόπλους τε καὶ φιλοκυνήγους καὶ φιλοπαλαίστρους· Ἀφροδίτη δὲ θηλυκῶν συνηθείας, ἐσθʼ ὅτε μὲν οὖν καὶ στερχθέντες ἀντιστέργουσιν. ὁμοίως δὲ καὶ ἕκκαστος τῶν ἀστέρων ὁ κεκληρμμένος τὸν τόπον ᾒ ἐπιμαρτυρῶν ἢ παραλαμβάνων τὸν χρόνον κατὰ τὴν ἰδίαν φύσιν τὸ εῖδος τῆς ἐπιθυμίας κατασκευάσει. καθόλου μὲν οὖν κακοποιῶν ἐπόντων ἢ μαρτυρούντων ἐπὶ βασάνῳ καὶ ζημίᾳ καὶ κινδύνῳ τὰ τῆς ἐπιθυμίας γενήσεται. ἐὰν δέ πως ὁ τοῦ Κρόνου σύν τῳ τῆς Ἀφροδίτης καὶ τῇ Σελήνη συμπαρῇ ἢ ἐπιμαρτυρήσῃ, αἰσχρῶν καὶ ἀσελγῶν ἔργων ἐρῶσι ἐπί τε ἀρρενικῶν καὶ θηλυκῶν ψογίζονται καὶ περιβοησίας ὑπομένουσιν ἢ μετανοοῦντες ἀντιστρεπτοῦσιν ὑπὸ τοῦ πάθους νικώμενοι. ἐὰν δέ πως ὁ τοῦ Διὸς συνειμαρνυρήσῃ, ἀξιοπίστως ἢ δυνατῶς γενόμενον ἔσται ἢ μυστικῶς. Ἄρεως δὲ καὶ Ἑρμοῦ ἐπόντων ἢ ἐπιμαρτυρούντων ἢ παραλαμβανόντων τὸν χρόνον κακούργων πραγμάτων ἢ λῃστρικῶν ἐρῶσι· γίνονται γὰρ πλαστογράφοι ἅρπαγες θυρεπανοῖκται κυβευταὶ τεθηριωμένην τὴν διάνοιαν ἔχοντες. ἐὰν δὲ καὶ δ τῆς Ἀφροδίτης ἐπιμαρτυρήσῃ. φαρμακοὶ μοιχοὶ αὐτόχειρες· ὅθεν κατὰ τούς ἐπιβάλλοντας χρόνους ἐγγύαις καὶ δάνεσι περικυλιόμενοι καὶ κακουργίαις συνοχῆς ἥ κρίσεως πεῖραν λαμβάνοντες ἐπικινδύνως διάγουσιν. ἰσχυρὸς δ τόπος πρὸς πολλὰ ὑπάρχει, ὅθεν αὐτῷ προσεκτέον. λαμβάνεται δὲ ὁ κλῆρος τοῦ ἔρωτος ἡμέρας μὲν ἀπὸ τοῦ κλήρου τῆς τύχης ἐπὶ τὸν τοῦ δαίμονος καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἀνάπαλιν.

  14. 4.25.4.1

    Περὶ ἀνάγκης. Ἀνάγκη παραδιδοῦσα ἢ παραλαμβάνουσα χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων οἰκειώσεις μὲν ἐπάγει καὶ μείζονας συστάσεις καὶ ἐχθρῶν καθαιρέσεις ἢ θανάτους, κακοποιῶν δὲ ἐπόντων ἀντιδικίας καὶ κρίθεις ἐπάγει καὶ ἐξοδιασμούς· ὅθεν καὶ παρά προαίρεσιν διαπράξαντες ἀνιαρῶς διάγουσιν. ἐὰν δέ πως τὸ σχῆμα κακωθῇ, τινὲς καταδικά- ἢ καθαιροῦνται. λάμβανε δὲ ἀπὸ δαίμονος ἐπὶ τύχην, νυκτὸς δὲ ἀνάvπαλιν.

  15. 4.25.5.1

    Ταῦτα μὲν οὖν ἐπὶ τῶν ἀρρενικῶν γενέσεων καὶ χρόνων διέσταλται· ὁμοίως δὲ κατὰ τὰ οἰκεῖα σχήματα τῶν παραδόσεων καὶ τὰ δυνάμενα χωρεῖν ἁρμόσει καὶ ἐπὶ θηλυκῶν γενέσεων.

  16. 4.26.1.1

    Σελήνη σ΄ ἕτος α΄· Ἑρμῆς β΄ ἔτη β΄ Ἀφροδίτη γ΄ ἔτη γ΄ Ἥλιος δ΄ ἔτη δ΄· Ἄρης ε΄ ἔτη ε΄· Ζεὺς ς΄ ἔτη ς΄ Κρόνος Ϛ΄ ἔτη Ϛ΄ γίνοντα ἔτη κη΄ . μονομοιρία δὲ γίνεται οὕτως· ἐν ᾧ ἐὰν ἡ Σελήνη ζῳδίῳ ἦ, αὑτὸς γίνεται πρῶτος ὁ κύριος τοῦ ζῳδίου καὶ λήψεται, εἶτα κατὰ ζώνην οἱ ἀλλοι. οἷον ὑποδείγματος χάριν ἔστω Σελήνην εἶναι Ζυγῷ μοίραις ς΄· πρώτη Ἀφροδίτη λήψεται, δεύτερος Ἑρμῆς, τρίτη Σελήνη, τέταρτος Κρόνος, πέμπτος Ζεύς, ἕκτος᾿ Ἄρης· γίνεται Ἄρεως μονομοιρία. Ἄρης οὖν πρῶτος λήψεται, ὁ κύριος τῆς μονομοιρίας τῆς Σελήνης, ἔτη ε΄, εἶτα οἱ ἐξῆς κατὰ γένεσιν μετὰ τὸν Ἄρεα κείμενοι ἀστέρες· μετὰ δὲ συμπληρωθῆναι ἔτη κη΄ ἄρχου πάλιν ἀπὸ τοῦ μετὰ τὸν Ἄρεα κειμένου ἀστέρος. ποίει δὲ καὶ τὰ ι΄ ἕτη καὶ μῆνας θ΄, ἡμέρας μὲν ἀπὸ Ἡλου, νυκτὸς δὲ ἀπὸ Σελήνης. ἐὰν δὲ ἡμέρας ὁ Ἥλιος μὲν κακῶς κεῖται, ἀπὸ Σελήνης ἄρχου· ὁμοίως καὶ νυκτὸς ἀπὸ Ἡλἰου. ἐὰν δὲ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἀκυρολόγητοι γένωνται, ἀπὸ τοῦ οἰκοδεσπότου ἢ ἂλλου τινὸς ἀστέρος καλῶς κειμένου.

  17. 4.27.1.1

    Τόποι εἰσίν, ἀφʼ ὧν ἡ ἀρχή τοῦ ἔτους λαμβάνεται, οἶον Ἡλἰου ἢ Σελήνης ἢ ὡροσκόπου ἢ κλήρου τύχης. ἐστι δὲ ἡ κατάκρισις ῆδε· Ἡλίου ἐπικέντρου ὄντος ἀπὸ αὐτοῦ ψηφίζειν δεῖ· ἐπὶ δὲ νυκτὸς ἀπὸ Σελήνης ὁμοίως ἐπικέντρου μοιρικῶς οὔσης· τούτων δὲ ὑστερούντων ἀπὸ τοῦ ὡροσκόπου· ἐὰν δὲ κλῆρος τῆς τύχης ἐπίκεντρος ὑστερούντων τῶν φώτων, ἀπὸ αὐτοῦ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ ποιοῦ. ἀλλότριον δὲ ὁμοίως ἔσται ἐπὶ τῶν τὰ φῶτα ἐπιφερόμενα τοῖς κέντροις ἐχόντων ἀπὸ τοῦ παρʼ ἰδίαν αἵρεσιν ἄρχεσθαι· ἰσχυροτέρμως γάρ κατὰ τὴν ἡμετέραν ἀγωγὴν ἐπιγνώσῃ, ἐπὶ ποίων ζῳδίων χρηματίζει ἐπιφερόμενος τῆς γενέσεως ὁ ἐνιαυτός. ἡμέρας μὲν ἀπὸ Ἡλίου, ἐὰν μὲν τύχῃ ὡροσκοπῶν ἢ μεσουρανῶν· εἰ δὲ μή γε, ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἔκβαλλε, καὶ εἰς δ ἂν καταλήξῃ ὖ ἐνιαυτός, ἀπὸ τοῦ κυρίου τοῦ τόπου οὖ ἦν ἐπὶ γενέσεως διέκβαλλε τὸν ἐνιαυτόν. νυκτὸς δὲ ἀπὸ Σελήνης, ἐάνπερ τύχῃ ὡς προεῖπον ἐπὶ τοῦ Ἡλίου, μάλιστα ἐὰν ἀνατολικὴ ᾗ καὶ τοῖς ἀριθμοῖς προσθετική ἐπὶ δὲ τῶν δύο φώτων πνευμάτων ἐὰν μὺ καὶ πλήρη κἂν ἀφαιρῇ τὸν ἀριθμὸν τύχῃ ἀπὸ τοῦ συνδέσμου ἐὰν ἐπίκεντρος μόνον ἐπὶ μέγιστα . εἰ δὲ μή γε καθώς προγέγραπται, ἀπὸ τοῦ κυρίου τοῦ καταλήγοντος τόπου ἀπὸ τοῦ ὡροσκόπου. ἐὰν γὰρ εὕρῃς τὰ ζῴδια κεντρούμενα ἢ ἀγαθοποιούμενα ἢ καὶ αἴτια ἀπὸ τῶν ἐπιπαρόντων ἢ καὶ ἐφορώντων κἄτι τὴν πρώτην τάξιν καὶ ἐπὶ τῆς παρόδου, δηλοῖ ὅτι καλὰ ἔσται τὰ ἐνιαυτῶν ἀποτελέσματα· κακῶν δὲ ὄντων τῶν τόπων ἐναντίον ἀποβήσεται, ὡς τῶν ἐφορώντων ἀνατολικῶν ἀστέρων καὶ πράσσειν παρεχόντων, τῶν δὲ δυτικῶν ἀπραγίας καθαιρέσεις τῶν πρασσομένων, ἐὰν μὴ τὰ πράγματα κρύφιμα τύχῃ.

  18. 4.28.1.1

    Τὸν δὲ μῆνα λήψῃ οὕτως. ἀπὸ τοῦ παροδικοῦ Ἡλἰου ἐπὶ τὸν κατὰ γένεσιν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ τοῦ κεκληρωμένου τὸν ἐνιαυτὸν ζῳδίου. ἐπιτηρεῖν καὶ τὸ ζῴδιον, ᾧ ἡ σύνοδος γέγονεν, ἐάνπερ ᾖ συνοδικὴ ἡ γένεσις· ὁμοίως δὲ καὶ τὸ ζῴδιον, ἐν ᾧ ἔσται καὶ ἡ πανσέληνος, καὶ ἐάνπερ ἦ πανσεληνιακή· γὰρ τούτοις τοῖς ζῳδίοις οἱ μῆνες χρηματίζουσι καὶ τὴν ἀρχὴν ἔχουσιν· ὁποίαν ἄν τύχη ἐπὶ γενέσεως ἔχουσα ἡ Σελήνη ἤτοι ἀπὸ συνόδου ἡ ἀπὸ πανσελήνου, καὶ ἐπὶ τὴν ὁμοίαν ἀναπληροῖ ἡ τοῦ μηνός. οἱον ἐἀν τριταία ἢ πεμπταία ἤτοι ἀπὸ τῆς συνόδου ἢ πανσελήνου, ἔκτοτε ἔσται καὶ ἡ ἀρχή τοῦ μηνός.

  19. 4.29.1.1

    Τὰς δὲ ἡμέρας οὕτως εὑρήσεις. τὰ καταγόμενα ἔτη πλήρη τῆς γενέσεως πολυπλασίασον ἐπὶ καὶ τὰς ἀπὸ τῆς γενεθλίου ἡμέρας μέχρις οὖ ζητεῖς προσυπολάμβανε μετὰ τῶν πολυπλασιασθέντων ἀριθμῶν κἂν μὲν ἦ κατὰ Ἄλε ξανδρεῖς, πρόσθες τὰς ἐμβολίμους τουτέστι τῶν πλήρων ἐτῶν τὸ καὶ ταῦτα ἀπὸ τοῦ πλήθους διέκβαλλε ὁσάκις δύνασαι ἀνὰ ιβ΄. τὰς λοιπάς πολυπλασίασον ἐπὶ τὸν ε΄ καὶ ἐπὶ τάς ἀπὸ γενέσεως ἡμέρας μέχρις οὖ ζητεῖς καὶ μέριζε εἰς τὸν ιβ΄· καὶ τὰ καταλειφθέντα ἔκβαλλε ἀπὸ τῆς Σελήνης τῆς κατὰ γένεσιν καὶ ἑκάστῳ ζῳδίῳ μίαν ψῆφον διδούς ἀπὸ τοῦ κεκληρωμένου ζῳδίου τὸν μῆνα διέκβαλλε. καὶ ὅπου δἂν καταντήση ὁ ἀριθμός, ἐκείνου τοῦ ζῳδίου τὸν κύριον σκόπει καὶ πρὸς τούς ἐφορῶντας ἀστέρας τὴν ποιότητα τῆς ἡμέρας δήλωσον.

  20. 4.29.2.1

    Τὰς δὲ ὥρας οὕτως. ἀπὸ τοῦ κεκληρωμένου ζῳδίου τὴν ἡμέραν διέκβαλλε περὶ τὴν τῆς ἡμέρας ἀρχὴν ἀνὰ δύο ἀπὸ τῆς γενεσιακῆς ὥρας, καὶ γνώση τὰς καλὰς καὶ ἐμπράκτους ὥρας. εὔχρηστον δὲ καὶ πρὸς παντὸς πράγματος ἐπιβολὴν καὶ καταρχήν· καὶ μάλιστα τὰς ἀσθενικὰς καὶ κατακλιτικὰς ἀκριβῶς ἐπιγνώσῃ ὡροσκοπικῶν πρὸς τὰ φῶτα καὶ τὰ λοιπὰ κέντρα τῶν ἀστέρων. Ὅσα μὲν κύρια ἦν ἐπὶ ἑτοιμοτέρας σκέψεμως, ἐν τούτοις εἴρηται· δσον δὲ τῆς ἐκ τῆς συντόμου ταύτης ἀναπτύξεως, πολλὴν ἐπίδοσιν ἐαυτῷ παρέξει, ἐάνπερ ἧ εὐφυεῖ χρώμενος ψυχῇ καὶ πρὸς ὅν ἂν ὁ νοῦς τοῦ ἀνθρώπου ἔρχηται λογισμὸν κἀν ἐν φύσει κεχορηγημένος.

  21. 4.29.3.1

    Τὸν περίπατον ἐὰν ποιῇς, τοῖς ἐρίοις χρῶ, οἰον η΄ ζ΄ ς΄ ε΄ δ΄, ἐὰν ἢ τὸν ἀπὸ Ἡλἰου ἐνιαυτὸν ἢ τὸν μῆνα ἀπὸ τοῦ κατὰ πάροδον Ἡλίου ἐπὶ τὴν κατὰ γένεσιν Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου τῶν ἐνιαυτῶν ἢ ὡς παρετηρησάμην ἐγὼ Ἑρμείας. δεῖ δὲ ἀπὸ πάντων τῶν ἀστέρων ἐπὶ πάντας τούς ἀστέρας ἀφέσεις τὸν περίπατον ποιεῖσθαι κατὰ τὰς ἀναφοράς τῶν ζῳδίων καὶ τὰ κλίματα. οἷον ἐὰν περὶ γυναικός, ἀπὸ Ἀφροδίτης, ἢ θυγατέρων ἦ θηλυκῶν εἰδῶν· ὅταν δὲ περὶ πράξεως, ἀπὸ Ἑρμοῦ, καὶ τῶν ἀνηκόντων· ὅταν δὲ περὶ κινδύνων ἢ θανάτου ἢ νόσων ἢ αμαγμῶν, ἀπὸ τῶν κακοποιῶν ἐπὶ τὸν ὡροσκόπον ἢ Ἥλιον ἢ Σελήνην· καὶ ἀπὸ τῶν ἄλλων ὁμοίως. προσέχειν δὲ δεῖ καὶ τίσιν ὁρίοις οἱ περίπατοί εἰσι καὶ τίνες τῶν ἀστέρων ἀκτινοβολοῦσι καὶ τίνες κατʼ ἐπέμβασιν ἐν τῷ ζῳδίῳ τοῦ περιπάτου εἰσίν· ὁμοίως καὶ τὸν παραδεδωκότα ἢ παραλαμβάνοντα, πῶς ἔχουσι πρὸς τὴν γένεσιν καὶ πῶς ἀνέτειλαν καὶ πῶς ἐν τῇ γενέσει ἐγένοντο.

  22. 4.29.4.1

    Ἄλλως περὶ ἐνι ιαυτοῦ. Τοὺς δὲ ἐνιαυτούς οὕτως λήψῃ· ἀπὸ Ἡλίου, δς δηλοῖ τὰ ψυχικά· ἀπὸ Σελήνης, ἣ δηλοῖ τὰ σωματικὰ καὶ περὶ μητρός· ἀπὸ κλήρου τύχης. τούτους δὲ ἐξεταστέον, πῶς ἔχουσι πρὸς ἀλλήλους· ἐάν γὰρ ἀγαθοποιοὶ ὦσι καὶ συμφώνως φανῶσι, καὶ ἀγαθὸν τὸν ἐνιαυτὸν σημαίνουσιν ἐὰν δὲ κακοποιοί, ἐναντίον· ἐὰν δὲ ἀγαθοποιοὶ καὶ κακοποιοί, μεμιγμένον καὶ τὲ ἔτος ἀποτελοῦσι. χρηστέον δὲ καὶ τῷ λεγομένῳ κυνικῷ ἐνιαυτῷ.

  23. 4.30.1.1

    Διαίρεσις χρόνων ἐμπράκτων πρὸς τὰ τέταρτα. οἱον Κρόνου ἔτη λ΄, τὸ τέταρτον ζ΄ ἥμισυ· Διὸς ἔτη ιβ΄, τὸ τέταρτον ἔτη γ΄ Ἄρεως ἔτη ιε΄, τὸ τέταρτον ἔτη γ΄ μῆνες θ΄ Ἡλἱου ἔτη ιθ΄, τὸ τέταρτον ἔτη δ΄ μῆνες θʼ. Ἀφροδίτης ἔτη η΄ τὸ τέταρτον ἔτη β΄· Ἑρμοῦ ἔτη κ΄, τὸ τέταρτον ἔτη ε΄· Σελήνης ἔτη κε΄ τὸ τέταρτον ἔτη ς΄ μῆνες γ΄ ταῦτα οἱ μικροὶ κύκλοι αὐτῶν, ὁ δὲ μέγιστος αὐτῶν Ἡλίου ρκ΄ Σελήνης ρη΄, . Κρόνου νζ΄, Διὸς ὅθ’, Ἄρεως ξς΄, Ἀφροδίτης πβ΄, Ἑρμοῦ ος΄. μερίζουσι δὲ τὰς ἡμέρας οὕτως· οἱον Κρόνου εἰσὶν ἡμέραι χλζ΄, Διὸς σνε΄, Ἄρεως τιηʼ, λἰου υλγ΄, Ἀφροδίτης τξη΄ ιη΄ Ἑρμοῦ υκγ΄ ιη΄, Σελήνης φλα΄. Ζεὺς ἐκ τῶν γ΄ ἐτῶν μερίζει ἐαυτῳ ἡμέρας ρβ΄, Ἄρει ρκζ΄ ιβ΄, Ἡλῖῳ ρξα΄ ς΄, Ἀφροδίτη ξζ΄ ιβ΄ Ἑρμη ρο΄ ιβ΄, Σελήνη σιβ΄ ς΄, Κρόνῳ σνεʼ. Ἄρης ἐκ τῶν γ΄ ἐτῶν καὶ μηνῶν θ΄ ἐαυτῷ ρνθ΄ έ, Κρόνῳ τιή΄, Διὶ ρκζ΄, Ἡλίῳ σιθ΄ Ἀφροδῖτη πδ΄ ιη΄), Ἑρμῇ σιβ΄ κα΄, Σελήνῃ σξε΄ δύο τρίτα. Ἥλιος ἐκ τῶν ἐτῶν δ΄ καὶ μηνῶν θʼ Κρόνῳ υγ΄ Διὶ ρξα ὡρπς ιβ΄, Ἀρεϊ σα΄, Ἡλίῳ σνεʼ η΄, Ἀφροδίτῃ ξςʼ κα΄. Ερμῇ σξζ΄ δ΄ Σελήνη τλς΄ ς΄ Ἀχροὔίτη ἔτη β΄· Κρόνῳ ρο΄, Διὶ ξη΄, Ἀρεϊ πε΄, Ηλίῳ ρζ΄ ιβ΄, έαυτῇ με΄, Ἑρμῇ ριγ΄ ιβ΄. Σελήνη ρμα΄ ιβ΄. Ἑρμῆς ἔτη ε΄· Κρόνῳ υκε΄ Διὶ ρο΄, Ἀρεῖ σιβ΄, Ἡλιῳ σξη΄ ιζ΄, Ἀφροδίτῃ ριβ΄, ἑαυτῷ σπγ΄ ιβ΄ Σελήνῃ τνη΄ ιη΄. Σελήνη ἐκ τῶν ἐτῶν καὶ μηνῶν γ΄ Κρόνῳ υκε΄, Διὶ ρο΄, Ἀρεῖ σξε΄ ιε΄, Ἡλἰῳ τλς΄, Ἀφροδίτη ρμα΄ ις΄, Σελήνῃ υμβ΄. ὅπου δʼ ἂν καταλήξῃ τὸ ἔτος, ὁ κύριος τοῦ ζῳδίου πρῶτος δίδωσιν· οἷον Κρόνος πε΄, εἶτα Ἡλιος νγ΄ ὥρας ιη΄, Ἑρμῆς νς΄ ὥρας ιη΄, Ἀφροδίτη κβ΄ ὥρας ιη΄, Ζεὺς λδ΄, Σελήνη ο΄ ὥρας ιή, Ἄρης μβ΄ ὥρας ιβ΄. Ἄλλη ἀγωγή. Οσα ὅρια ἔχει τις τῶν ἀστέρων ἐν τοῖς ιθ’ ζῳδίοις, τοσαῦτα ἔτη δίδωσιν. οἶον ὡροσκόπος Ζυγῷ· κατάγονται ἔτη κη΄ Αἰγόκερως τὰς πρώτας νζ΄ Κρόνῳ δίδωσιν, εἶτα Ἑρμῇ ος΄, εἶτα Ἀφροδίτῃ πβ΄, εἶτα Διὶ οθ΄, εἶτα Ἀρεἶ ξε΄, εἶτα Σελήνῃ ο΄, εἶτο Ἡλἰῳ ὥρας ς΄.

  24. 4.30.2.1

    Ἄλλη δίαίρεσις. Τὰ ἐλάχιστα τοῦ ἀστέρος πολυπλασίασον ἐπὶ τὸν δ΄ καὶ δίδου Σελήνη κε΄ Ἡλίῳ ὥρας ς΄· ἕξει οὖν ὁ τοῦ Κρόνου διὰ τὸν Αἰγόκερμω ἡμέρας ρκ΄, εἶτα Ἑρμῆς π΄, εἶτα Ἀφροδίτη β΄, εῖτα Ζεὐς μη΄, εἶτα Ἄρης ξ΄, εἶτα Σελήνη κε΄, εἶτα Ἡλιος ὥρας ς΄ δ ἐνιαυτὸς ἡμέρας καὶ νυκτὸς ἀπὸ τοῦ ὡροσκόπου. κατάγει τις ἔτ κῃ΄ ἐλάχιστα ἀπὸ Ζυγοῦ, ἔστι δὲ Κρόνος Γαύρῳ τὰ κη΄ καταλήγει εἰς Λέοντα· Ζυγῷ οὖν Κρόνος παρέδωκεν Ἡλίῳ καὶ ἔχει τὸν ἐνιαυτὸν Ἡλιος. τοῦτο ἀρέσκει Αἰγυπτίοις Βαβυ— λωνίοις καὶ Ἑλλη σιν.

  25. 4.30.3.1

    Τὰ τρίγωνα συγκρίνουσιν οὕτως {κη΄ Ἀφροδίτη κυρία τοῦ τριγώνου ἀπὸ οὖν Ἀφροδίτης τῆς ἐν Καρκίνῳ καταλήγει εἰς Ζυγόν· ὁ κύριος τοῦ τριγώνου ἡμέρας Κρόνος Ζυγῷ· Κρόνος ἀπὸ Ἀφροδίτης παρέλαβε τὸν ἐνιαυτόν· ἡ διαίρεσις μάχεται.

  26. 5.1.1.1

    Ἐν μὲν τοῖς προτεταγμένοις βιβλίοις αἱρέσεις μετ᾿ ἐπιλύσεως ἐξεθέμεθα, νυνὶ δὲ ἐν ταύτῃ καὶ ἑτέρους δυναστικοὺς τόπους ἐπιδιασαφήσομεν καὶ τὰς εἰς τὴν τῶν ἀστέρων διαίρεσιν ἁρμοζούσας κλεῖδας.

  27. 5.1.2.1

    Τούτων οὕτως ἐχόντων ἀναγκαῖον καὶ ἕτερον τόπον ἐκ πείρας δοκιμάσαι, ὃν ἀφθόνως ἐπιδείξω, ὅς ἐστιν αἰτιατικὸς καὶ φόβων καὶ κινδύνων καὶ δεσμῶν παραίτιος. ἔστι μὲν οὖν καὶ οὗτος ὁ τόπος ἰσχυρός, λαμβανόμενος ἡμέρας ἀπὸ Κρόνου ἐπὶ Ἄρεα, νυκτὸς δὲ ἀπὸ Ἄρεως ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου (ἄλλοι τὰ ἴσα ἀπὸ Ἑρμοῦ). ὅπου δ᾿ ἂν ἐκπέσῃ, σκοπεῖν δεήσει μὴ κακοποιοῦ ζῴδιον ἢ κακοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσιν. οὕτως γὰρ ἐπισφαλεῖς καὶ ἐπικίνδυνοι αἱ γενέσεις γίνονται καὶ καθαιρετικαί· ἑκάστου δὲ ἀστέρος καὶ ζῳδίου ἡ φύσις τὸ εἶδος ἐποίσει· οἱ δὲ ἀγαθοποιοὶ ἐπόντες ἢ μαρτυροῦντες ἧττον τὸ κακὸν ἢ διεκδρομὴν τῶν αἰτίων ἐποίσουσιν.

  28. 5.1.3.1

    Ἔδοξε δὲ μᾶλλον καὶ τούτῳ τῳ τόπῳ χρῆσθαι· ἐπὰν γὰρ ἑξάγωνος εὑρεθῇ ἢ Ἥλιος ἢ Σελήνη Κρόνῳ ἢ Ἄρεῖ ζῳδιακῶς, ἐπίφοβος ἡ γένεσις καὶ καταιτιατικὴ ἐντὸς μοιρῶν ο΄ καὶ ἐν τοῖς ἀκούουσι ζῳδίοις, ἐξαιρέτως δὲ ἐν ἐκείνῳ τῷ χρόνῳ, ὅταν τις αὐτῶν τὴν παράδοσιν πρὸς τὸ τοιοῦτον σχῆμα ποιήσηται. οἷον ἐὰν Ἥλιος Κρόνῳ Ἄρεῖ ἢ Σελήνη, πάλιν εἰ Κρόνος ἢ Ἄρης Ἡλίῳ ἢ Σελήνῃ, κἂν μὴ ἀμφότεροι κατὰ τὸ αὐτὸ τύχωσιν, εἶς δὲ αὐτῶν ἑξάγωνος εὑρεθῇ, ὁ δὲ ἕτερος ἀπὸ τετραγώνου ἢ τριγώνου ἢ διαμέτρου ἀπόστροφος τυχὼν παράδοσιν ἢ παράληψιν ποιήσηται πρὸς τὸ τοιοῦτον σχῆμα· τότε γὰρ ἐπιταραχθήσεται ἡ γένεσις καὶ ἐν ἀπολογίαις ἢ συνοχαῖς ἢ τηρήσεσι γενήσεται ἢ ὑπόπτους αἰτίας περὶ τοιούτων ἕξει καὶ δυσσυνείδητος ἀναστρέψει· καὶ ἂν μὲν ἀγαθοποιὸς συμπροσῇ ὁποτέρῳ τούτων ἢ οἰκείως μαρτυρήσῃ, ἀπαλλαγὴν τῶν φόβων ἢ κινδύνων ἕξει ἢ μεταβολὴν ἐπὶ τὸ ἀγαθόν, πλὴν οὐκ ἀτάραχος διαμενεῖ, ἐὰν δὲ τὸ σχῆμα κεκακωμένον τύχῃ χωρὶς τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας, καταδικασθήσεται ἢ ἐν δεσμοῖς γενήσεται ἢ συνοχῇ ἢ τηρήσει· ἐὰν δέ πως ἡ ὑπόστασις μεγάλη εὑρεθῇ τοιούτου σχήματος ὄντος, καὶ κατὰ τὸν χρόνον ἐκεῖνον εὐλαβηθήσεται περὶ τοῦ ἀξιώματος καὶ τοῦ βίου καὶ κατηγορίας προδοσίας ὑπομενεῖ καὶ ἐξουσίᾳ ἢ βασιλεῖ ἀπολογήσεται, καὶ ἐὰν μὴ ὑπὲρ ἑαυτοῦ, ὑπὲρ ἑτέρου δέ, ἵνα τὸ τοῦ φόβου καὶ τὸ τῆς ἀγωνίας ἀποτελεσθῇ. οὕτως ὁ τόπος δυναστικός.

  29. 5.1.4.1

    Ἐὰν δὲ οἱ καθολικοὶ χρόνοι καὶ οἱ ἐνιαυτοὶ εἰς τὸ αὐτὸ συνδράμωσι, πλῆρες τὸ τῆς αἰτίας γενήσεται συνοχῆς τε ἢ καθαιρέσεως· κατὰ δὲ τοὺς κυκλικοὺς ἐνιαυτοὺς ἡ διαίρεσις γενομένη τοὺς φόβους καὶ τὰς ἀνίας ἀποτελέσει· ἐὰν δὲ νηπίου γένεσις τοιοῦτον σχῆμα ἔχῃ, δεήσει περὶ τὸν πατέρα ἢ τὴν μητέρα τὸν φόβον λέγειν ἢ περὶ τοὺς δεσπότας, ἐὰν ἦ δουλική. τινὲς μὲν οὖν καὶ ἔτι νήπιοι ὄντες ἐν συνοχαῖς ἢ εἱρκταῖς γίνονται καὶ ἐν τούτοις τοῖς τόποις τὰς ἀναστροφὰς ποιοῦνται. ἐὰν δέ πως κατ᾿ ἐκεῖνον τὸν χρόνον ἀγαθοποιὸς κατὰ τὸν τόπον ἐπεμβῇ ἢ μαρτυρήσῃ, διέκπαυσις ἢ παρηγορία τοῦ κακοῦ γενήσεται· ἐὰν δὲ κακοποιός, χείρω· ἐὰν δὲ ἀγαθοποιὸς καὶ κακοποιός, ἀμφότερα. ἄλλως τε κἂν οἱ κακοποιοὶ διαμετροῦντες ἢ τετραγωνίζοντες τὸν Ἥλιον ἢ τὴν Σελήνην εὑρεθῶσι, φόβους καὶ συνοχὰς ποιοῦσιν· ἐὰν δέ πως ἡ γένεσις βοηθουμένη εὑρεθῇ ἐκ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας ἢ καὶ καθολικῆς ὑποστάσεως καὶ μὴ γένηται συνοχή, ἑτέρας τινὸς ἀφορμὴ συνοχῆς ἢ καταιτιασμοῦ γενήσεται, οἶον στρατείας τηρήσεως ἐγγυήσεως δανείων, τὸ συνδεθῆναι καταδίκαις ἐπάνω τῶν τοιούτων γενέσθαι ἤ, ὥσπερ εἴωθεν ἐπὶ πολλῶν συμβαίνειν, ἕνεκεν νόμου ἢ χρείας παρεδρεύειν τισὶ καὶ παρὰ προαίρεσιν πάσχειν καὶ μὴ δύνασθαι πράσσειν τὰ καταθύμια, καὶ δοκεῖν συνέχεσθαι ὑπὸ ἑτέρων ἐξουσίαν ὄντας καὶ κολαζομένους κατὰ συνείδησιν, ὡς καὶ ξενιτεύοντας ἢ πλέοντας κατέχεσθαί που ἢ νήσοις ἢ ἐρήμοις τόποις εἴτε καὶ ἐν ἱεροῖς τόποις ἢ ναοῖς παρεδρεύειν. ἔσθ᾿ ὅτε μὲν οὖν χρονικοῖς πάθεσι συνέχονται ἢ ἱεραῖς νόσοις θεοληψίαις μαγείαις σκιασμοῖς ῥιγοπυρέτοις καὶ τοῖς ὁμοίοις. εὐσυνέτως οὖν περὶ τούτων τῶν τόπων τὴν διάκρισιν δεῖ ποιεῖσθαι, πότερον ἐπὶ δόξῇ ἢ δι᾿ ἀνάγκην καὶ ἑτέραν κακωτικὴν αἰτίαν ἡ κατοχὴ γενήσεται. Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ζεὺς Σκορπίῳ, Σελήνη Ἑρμῆς Ἀφροδίτη ὡροσκόπος Ζυγῷ, Κρόνος Λέοντι, Ἄρης Αἰγόκερῳ. ἀμφότεροι οἱ κακοποιοὶ ἑξάγωνοι Ἡλίῳ καὶ Σελήνῃ· εἰ μὲν οὖν ἄνευ τῆς τῶν ἀγαθοποιῶν συμπαρουσίας τὰ φῶτα ἐτύγχανεν, ἦν λέγειν συνοχήν· νυνὶ δὲ τὸ σχῆμα εὐφαντασίωτον καὶ ἐπίδοξον γέγονεν. ὁ τοιοῦτος γὰρ στρατιώτης τυγχάνων ἐτῶν λε΄ ἐπὶ δεσμωτῶν καὶ φυλακῆς ἐπάγει καὶ ἐν τῇ εἱρκτῇ γυναικὸς ήράσθη, δι᾿ ἣν κατηγορίαν ἐπιτάραχον ἀναλαβὼν ἐξοδιασμὸν ποιησάμενος διέφυγε τὸν κίνδυνον· ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ δοῦλον φυγόντα συλλαβὼν ἔδησεν.

  30. 5.2.1.1

    Λεκτέον δὲ ἀκολούθως καὶ τὰ λοιπὰ πρὸς ἀναπλήρωσιν τῆς συντάξεως, νυνὶ δὲ περὶ κλιμακτηρικοῦ ἐνιαυτοῦ. Ἐνιαυτὸς κλιμακτηρικὸς εὑρίσκεται μὲν ἀπὸ τῆς τῶν κακοποιῶν παραλήψεως ἢ παραδόσεως πρός τε τὰ φῶτα καὶ τὸν ὡροσκόπον καὶ πρὸς ἀλλήλους, καθολικῶς δὲ οὕτως. πάντοτε ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου δεῖ ἀπολύειν τὰ ἔτη· τὸ δὲ καταγόμενον ἔτος ἐὰν καταλήξῃ εἰς συνοδικὸν ἢ πανσεληνιακὸν ζῴδιον ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις, κλιμακτηρικὸν καὶ ἐπιτάραχον τὸ ἔτος, μάλιστα δὲ ἐὰν καὶ τούτων οὕτως ἐχόντων κατὰ πάροδον Κρόνος εὑρεθῇ ἐν τοῖς τέτταρσι τῆς γενέσεως ἀποκλίμασι καὶ τῆς ὑποστάσεως συντρεχούσης, θάνατος ἐπακολουθήσει καὶ σωματικὴ ἀσθένεια καὶ αἱμαγμοὶ καὶ ἐπισφαλεῖς νόσοι ἢ κρυπτοὶ πόνοι πτώσεις τε καὶ αἰφνίδιοι κίνδυνοι. ἔσθ ὅτε δὲ περὶ τὰ τοῦ βίου πράγματα καὶ τὰς δόξας συντρέχει ὁ κλιμακτήρ, τῶν σωμάτων βοηθουμένων ὑπὸ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας.

  31. 5.2.2.1

    Ἄλλως τε ἀπὸ τοῦ κατὰ γένεσιν Κρόνου ἐπὶ τὸν κύριον τῆς συνόδου ἢ πανσελήνου καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· ὅπου δ᾿ ἂν ἐκπέσῃ, ἐκεῖ γενομένου Κρόνου ἢ ἐν τοῖς τετραγώνοις ἢ διαμέτροις ἔσται ὁ θάνατος ἢ ἐπισφαλὴς κλιμακτὴρ σωματικὸς ἢ πρακτικός· ὁμοίως δὲ καὶ ἐὰν ἐν τῷ ἀναβιβάζοντι ἢ καταβιβάζοντι ἢ ἐν τοῖς τούτων τετραγώνοις γενήσεται ὁ ἐνιαυτὸς κλιμακτηρικός. ἐὰν δέ πως Ἡλίου γενομένου κατὰ πάροδον ἐν τῷ ἀναβιβάζοντι ἢ καταβιβάζοντι ἢ ἐν τοῖς τετραγώνοις κακοποιοῦ ἐπιθεωροῦντος τὸν Ἥλιον τότε κατακλιθῇ τις, ἐπισφαλὴς καὶ ἐπικίνδυνος ἡ κατάκλισις. αἱ δ᾿ ἐπισημασίαι τῶν ἐπιτάσεων ἢ κινδύνων τότε γενήσονται, τῆς Σελήνης κατὰ τοὺς αὐτοὺς τόπους τοῦ ἀναβιβάζοντος διαπορευομένης.

  32. 5.2.3.1

    Τοῦ δὲ προκειμένου τόπου δυναστικοῦ τετευχότος, τουτέστι τοῦ ἐκλειπτικοῦ, παραίρεσίν τινα τοῖς ἐντυγχάνουσιν ὑποτίθεμαι, οὐχ ὅτι μὲν δυνατὸν τὰ τῆς εἱμαρμένης δόγματα παραιτησάμενον τινὰ κατὰ τὴν ἰδίαν βούλησιν πράσσειν· ἐγὼ δέ φημι τάχα καὶ δυνατὸν τοῖς ἐντυγχάνουσι ταύτῃ τῇ θεωρίᾳ θραῦσαι τὸ κακὸν μετρίως. τὸ γὰρ θεῖον βουληθὲν προγινώσκειν ἀνθρώπους τὰ μέλλοντα εἰς φῶς προήγαγε τὴν ἐπιστήμην, δι᾿ ἧς τὸ καθ᾿ αὑτὸν ἕκαστος προγινώσκων εὐθυμότερος μὲν πρὸς τὸ ἀγαθόν, γενναιότρος δὲ πρὸς τὸ φαῦλον ἀποκαθίσταται. ἐπεὶ οὖν τινὰ μὲν φυλακτέα ἐκ τῆς τῶν ἀγαθοποιῶν ἀστέρων συμπαρουσίας ἢ μαρτυρίας προγινώσκεται, ὁμοίως δὲ καὶ ἀγαθοποιοῦ τι δυναμένου παρέχειν εἰ κακοποιὸς συνεμπέσῃ ἢ μαρτυρῆ, κωλυτὴς τοῦ ἀγαθοῦ γενήσεται· εἰ δὲ κακοποιοὶ ἢ ἀγαθοποιοὶ ἄνευ τῆς ἑτέρων μαρτυρίας ἐπῶσιν ἢ συσχηματισθῶσι, βέβαιον καὶ τὸ ἀποτέλεσμα γενήσεται. κατὰ τοῦτο γοῦν οἱ μὲν μυσταγωγούμενοι τῇ θεωρίᾳ ταύτῃ προγινώσκειν θέλοντες ὠφεληθήσονται τὸ μὴ κεναῖς ἐλπίσι μοχθεῖν καὶ ὀδυνηρὰν ἐπάγρυπνον βάσανον ἀναλαμβάνειν καὶ τὸ μὴ ματαίως ἐρᾶν ἀδυνάτων ἢ πάλιν τὸ προθυμίαν τινὰ τῇ τοῦ καιροῦ ἀγαθοποιίᾳ εἰσενεγκαμένους ἐπιτυχεῖν τῶν προσδοκωμένων. αἰφνίδιον γὰρ ἀγαθὸν πολλάκις ὡς κακὸν ἐλύπησε καὶ αἰφνίδιον κακὸν μὴ προγεγυμνακόσι τὴν ψυχὴν μεγίστην παρέσχε λύπην.

  33. 5.2.4.1

    Ἵνα δὲ μὴ παρεκτραπέντες εἰς ἑτέραν καταντήσωμεν, σκοπεῖν δεήσει τὸν ἀναβιβάζοντα ἑκάστης γενέσεως ἐν ποίῳ ζῳδίῳ τέτευχε, πότερον τροπικῷ ἢ στερεῷ ἢ δισώμῳ καὶ τίνος ἀστέρος, καὶ ἡ τοῦ ζῳδίου δύναμις θραυσθήσεται. εὑρίσκομεν οὖν πολλάκις ἀστέρας δυναμένους παρασχεῖν τι κατὰ γένεσιν ἢ κατ᾿ ἐπέμβασιν ἐν τούτοις τοῖς τόποις καὶ μηδὲν ἀποτελοῦντας. ἐὰν δέ πως καὶ φάσιν τινὰ ποιήσωνται κατὰ τοῦ ἀναβιβάζοντος ἢ τοῦ καταβιβάζοντος, αἴτιοι κακῶν καθίστανται, μάλιστα ἐὰν καὶ ἀναποδίζοντες ἢ δύνοντες εὑρεθῶσι. πρὸς δὲ τὸ καταγόμενον ἔτος σκοπεῖν δεήσει τὸν καιρικὸν ἀναβιβάζοντα, ἐν ποίῳ τόπῳ τῆς γενέσεως τὴν ἐπέμβασιν πεποίηται· ὁμοίως γὰρ τοῦ τε ζῳδίου καὶ τοῦ δεσπότου τὴν δύναμιν θραύσει· καὶ ἐὰν μάλιστα οἱ αὐτοὶ χρονοκράτορες εὑρεθῶσιν, οὐδὲν δύνανται παρέχειν, μέχρις οἷ τοῦ τόπου χωρισθῶσιν.

  34. 5.3.1.1

    Πρὸς δὲ τὰς καταγομένας ἡμέρας φυλακτέον τῆς Σελήνης διαπορευομένης τὸν καιρικὸν ἀναβιβάζοντα καὶ τὰ τούτου τετράγωνα καὶ διάμετρα, μάλιστα δὲ κατὰ τὰς αὐτὰς μοίρας, μὴ κατάρχεσθαί τινος μὴ πλεῖν μὴ γαμεῖν μὴ ἐντυγχάνειν μὴ κτίζειν μὴ καταφυτεύειν μὴ συνίστασθαι μήτε τὸ καθόλου τι πράττειν. οὔτε γὰρ βέβαιον κριθήσεται τὸ γενόμενον οὔτε εὐσυντέλεστον, εὐμετανόητον δὲ καὶ ἀτελὲς καὶ ἐπιζήμιον ἢ λυπηρὸν καὶ μὴ ἐπιμένον. ἐὰν δόξῃ τις ἐν αὐταῖς ταῖς ἡμέραις ἐκπλοκήν τινα πεποιηκέναι πράγματός τινος, ἀνασκευασθήσεται καὶ ἐπιτάραχον γενήσεται καὶ ἐπιζήμιον εὐκαθαίρετον καὶ προσκοπτικόν· οὐδὲ γὰρ οἱ ἀγαθοποιοὶ παρατυγχάνοντες τούτοις τοῖς τόποις πλῆρες ἀγαθόν τι πράξουσιν. ὅθεν καὶ ἄνευ γενέσεως ἐάν τις τὰς καιρικὰς παρόδους τῆς Σελήνης πρὸς τὸν ἀναβιβάζοντα παραφυλάσσῃ, οὐ διαμαρτήσεται. ἐὰν δέ πως καὶ ἕτερόν τινα ἐναρξάμενον πράγματος εὕρῃς τῆς Σελήνης φερομένης κατὰ τῶν ἐκλειπτικῶν τόπων, προλέγειν ἀτελὲς καὶ εὐμετανόητον καὶ ἐπιζήμιον. καὶ αὐτὸς μὲν οὖν τὰς τοιαύτας ἡμέρας φυλαττόμενος κατὰ τὸ δυνατὸν καὶ ποιούμενος τὰς καταρχὰς τῶν πράξεων ἢ τῶν φιλιῶν κατὰ τὴν τῶν καιρῶν χρονογραφίαν ἀμετανόητον ἡγούμην τὴν καταρχὴν καὶ εὐσυντέλεστον, ἔσθ᾿ ὅτε δ᾿ ἐπλανήθην καὶ διὰ φίλου ἄκαιρον παρουσίαν ἢ σύστασιν ἢ μετὰ ἀνάγκης καταρξάμενός τινος ἐπιζήμιον καὶ ἐπίλυπον ἢ ὑπερθετικὴν ἔκβασιν κατελαβόμην. ὅθεν ἐπὶ πάσης καταρχῆς παρατηρητέον ἐπί τε τῆς τῶν στόλων ἀναγωγῆς καὶ στρατοπεδαρχίας καὶ πολεμαρχίας καὶ προκοπῆς καὶ ἐξόδου καὶ πᾶν ὅτι ποτʼ οὖν ἐν βίῳ τελούμενον τυγχάνει· οὐδὲ μὴν τῷ θεῷ θύειν καὶ ἱερὰ καθιδρύειν χρήσιμον· οὔτε γὰρ εὐχαὶ συντελεσθήσονται οὔτε θεὸς θρησκευθήσεται, ἀλλ᾿ ὡς ἀργὸν καὶ ἄπρακτον διαφημισθήσεται καὶ οἱ ὀμνύντες ἐπιορκήσουσι καὶ αἱ πίστεις οὐ συντελεσθήσονται οὔτε εἰς ἄχλους δωρεαὶ ἢ πολυτέλειαι κτισμάτων εὔφημοι ἢ ἐπίμονοι γενήσονται, ἐπίψογοι δὲ καὶ εὐκαθαίρετοι. οὐδὲ μὴν αἱ σωματικαὶ θεραπεῖαι εὐίατοι, ἐπίνοσοι δὲ καὶ δυσθεράπευτοι, καὶ μάλιστα τῶν κακοποιῶν μαρτυρούντων τοῖς τόποις ἡ τῆς Σελήνης μοιρικῶς κατʼ αὐτῶν φερομένης· ἐν μὲν γὰρ τῳ αὐτῳ ζῳδίῳ οὖσα μεθʼ ὑπερθέσεως καὶ ἐμποδισμῶν τινῶν ἔσται ἀνυστική· πλὴν καὶ οὕτως ἀβεβαίους τὰς πράξεις ἀποτελεῖ.

  35. 5.4.1.1

    Καὶ ταῦτα δὲ τὰ ζῳδια κλιμακτηρικὰ τυγχάνει· Κριὸς Ταῦρος Καρκίνος Σκορπίος Ὑδροχόος. ἐν τούτοις οἱ ἐνιαυτοὶ γινόμενοι ἐπισφαλεῖς τυγχάνουσι· τοῦ δὲ Ἡλίου κατʼ αὐτούς γινομένου ἐν ταύταις ταῖς παραδόσεσι καὶ ὁ μὴν πρόδηλος ἔσται.

  36. 5.5.1.1

    Τὴν δὲ ἀντιγένεσιν ἀναγκαίως ποιήσομεν πολλὰ γὰρ συμβάλλεται πρὸς τὰς καιρικὰς τῶν χρόνων ἐναλλαγάς· ὁτὲ μὲν γὰρ συμβεβαιοῦσα τὰς τῶν ἀποτελεσμάτων δυνάμεις, ὁτὲ δὲ κωλύουσα ἰδίων ἀποτελεσμάτων ἐστὶ δηλωτική. τῇ οὖν γενεθλιακῇ ἡμέρᾳ κατὰ τὸ ἔτος τὸ καταγόμενον ψηφίσαντες ἀκριβῶς τοὺς ἀστέρας τὸν ὡροσκόπον οὕτως εὑρήσομεν. τοῦ Ἥλίου ἔτι ὄντος ἐν τῷ γενεθλιακῷ ζῳδίῳ σκοποῦμεν, πότε ὁ Ἥλιος καὶ ποίᾳ ὥρᾳ ἔλθῃ ἐπὶ τὴν ἀποκαταστατικὴν μοῖραν, ἥνπερ καὶ ἔσχεν ἀπὸ γενέσεως, καὶ ἐκείνην ἐροῦμεν ὡροσκοποῦσαν. ἐὰν δέ πως νυκτερινῆς οὔσης τῆς γενέσεως ἡμέρας ἡ ἀποκατάστασις εὑρεθῇ, τοὺς ἡμερινοὺς οἰκοδεσπότας συγκρινοῦμεν καὶ τὸν κύριον τοῦ ὁρίου καὶ τοῦ ὡροσκόπου πρὸς τοὺς κατὰ γένεσιν ἀστέρας.

  37. 5.6.1.1

    Περὶ δὲ μηνὸς χρηματιστικοῦ οὕτως ἔδοξε τῷ βασιλεῖ. ἀπὸ τοῦ παροδικοῦ Ἡλίου ἐπὶ τὴν κατʼ ἐκτροπὴν Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, καὶ ὅπου δἂν καταλήξῃ, σκοπεῖν δεήσει τὸν κύριον τοῦ ζῳδίου, εἰ ἐν τοῖς χρηματίζουσι ζῳδίοις ὑπάρχει, τούς τε ἐπόντας μαρτυροῦντας ἤτοι ἀγαθοποιούς ἢ κακοποιούς συγκρίνειν τὰς δὲ ἡμέρας ἀπὸ τῆς παροδικῆς Σελήνης ἐπὶ τὸν κατὰ γένεσιν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. οἱ δὲ τὸν κύριον τῶν συνοδικῶν μοιρῶν μαθόντες ἢ τῶν πανσεληνιακῶν πρὸς ἐκεῖνον τὸν μῆνα λέγουσι. Καὶ τοῦτον δὲ τὸν μῆνα τινὲς ἐνεργῆ φέρουσι· ὁποῖον γὰρ ἂν ἡ Σελήνη ἢ ἐπὶ γενέσεως σχῆμα εὑρεθῇ ἔχουσα πρὸς τὸν Ἥλιον, τοιοῦτον καὶ ἐπὶ τῆς παρόδου κτησαμένη προδηλώσει τὸν μῆνα. οἶον Ἡλιος Λέοντι μοίρᾳ έ, Σελήνη Ζυγῷ μοίρᾳ κς΄· τὸ διάστημα τὸ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην μοῖραι εἰσὶ πα΄· τοσαύτας ἡ Σελήνη ἀποδιαστήσασα τοῦ Ἡλίου καὶ τὸν μῆνα καὶ αὐτὸ σχῆμα ποιησαμένη ὁποῖον καὶ ἐπὶ γενέσεως ἐνδείξεται τὸν μῆνα.

  38. 5.6.2.1

    Ἐμοὶ δὲ μᾶλλον ἔδοξεν ἐκ πείρας χρηματιστικούς μῆνας ἐκείνους ὑπάρχειν, ἐν οἷς ἂν ζῳδίοις αἱ διαιρέσεις τῶν ἐνιαυτῶν γένωνται· κατʼ ἐκείνους γὰρ τοὺς τόπους γενόμενος ὁ Ἥλιος ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις τὸ ἀποτέλεσμα προμηνύει τὸ ἐν τῳ ἔτει ἢ ἐν ταῖς παραδόσεσι σημαινόμενον· ὁμοίως δὲ καὶ ὁ Ἄρης καὶ Ἀφροδίτη καὶ Ἑρμῆς καὶ Σελήνη ἐν τοῖς προειρημένοις τόποις κατʼ ἐπέμβασιν γενόμενοι ἐνδείξονται. ἐνεργέστερον δὲ μᾶλλον ἐκεῖνον τὸν τόπον κρινοῦμεν πρὸς ἀποτέλεσμα, ἐν ᾧ ἂν οἱ προκείμενοι ἀστέρες ἐπεμβάντες φάσιν ποιήσωνται· τότε γὰρ καὶ τῶν πραγμάτων καινοποιΐαι ἢ ἐνέργειαι γενήσονται. ἐὰν δὲ ὁποῖόν τις ἔχων σχῆμα τύχῃ, οὕτω καὶ διεξέλθῃ τὸ ζῴδιον, οὐδεμία ἐναλλαγὴ οὐδὲ καινοποιία γενήσεται οὐδὲ προσδοκωμένου ἀποτελέσματος συντέλεια. ὁ μέντοι Ἥλιος διαπορευόμενος τοὺς τόπους καὶ διεγείρων τῶν χρονοκρατόρων τὰς δυνάμεις ἐνεργέστερος καθίσταται.

  39. 5.7.1.1

    Περὶ δὲ ἡμέρας χρηματιστικῆς τε καὶ ἀπράκτου οὕτως. τὰ καταγόμενα τῆς γενέσεως ἔτη πλήρη πολυπλασίασον ἐπὶ τὸν ε΄ δʼ καὶ τὰς ἀπὸ τῆς γενέσεως ἕως τῆς ζητουμένης ἡμέρας συναγαγόντες καὶ ταῖς προτέραις ἐπισυμμίξαντες ἐκκρούομεν δωδεκάδας, τὰς δὲ περιλειπομένας ἀπολύομεν ἀπὸ τοῦ ὡροσκόπου ἀνὰ μίαν ἑκάστῳ ζῳδίῳ διδόντες. ἔνιοι δὲ ἀπὸ τοῦ παρακόλλου Σελήνης εἰς ὃ ἂν ζῴδιον καταλήξῃ σκοποῦσι, πότερον χρηματιστικὸν ἢ ὡς ἐναλλάξ. τῇ μὲν οὖν Σελήνῃ προσέχειν δεῖ καὶ τῇ ταύτης προσνεύσει, πῶς πρὸς τὸ ζῴδιον σχηματίζεται. ἐὰν γάρ πως τῇ ζητουμένῃ ἡμέρᾳ ἡ Σελήνη τῷ τῆς προσνεύσεως ζῳδίῳ μαρτυρήσῃ, ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις καλὴ καὶ ἐπίσημος καὶ ἐπωφελὴς ἡ ἡμέρα γενήσεται· ἐὰν δὲ εἰς τὸ αὐτὸ ζῴδιον καὶ ἡ ἡμέρα καὶ ἡ πρόσνευσις τῆς Σελήνης εὑρεθῇ, κρεῖσσον· ἐὰν δὲ ἀπόστροφος ᾖ ἡ Σελήνη ἢ ἡ πρόσνευσις τῇ ἡμέρᾳ, ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις μέση καὶ οὐ πάνυ ἄπρακτος, ἐν δὲ τοῖς λοιποῖς λυπηρὰ καὶ ἐπιζήμιος ἢ ἐπικίνδυνος γενήσεται. σκοπεῖν δὲ δεῖ καὶ τὸν κύριον τῆς ἡμέρας, πῶς σχηματίζεται καὶ ὑπὸ τίνων μαρτυρεῖται καὶ πότερον ἐν τῳ αὐτῷ ζῳδίῳ ἢ χρηματιστικῷ ἢ ἀποστρόφῳ, τούς τε κατʼ ἐπέμβασιν ἀστέρας, πῶς πρὸς τὴν ἡμέραν ἢ τὸν κύριον κεῖνται· κατὰ γὰρ τὴν ἑκάστου ζῳδίου καὶ ἀστέρος φύσιν πρόδηλος ἡ ἡμέρα γενήσεται. ἐὰν δὲ καὶ ἐν ᾧ τις ζῳδίῳ τὴν ἡμέραν καταγάγῃ, αὐτῇ τῇ ἡμέρᾳ ἀστέρος ἐπέμβασις γένηται ἢ ἐπιμαρτύρησις, χρηματιστικὴ ἀγαθοῦ ἢ κακοῦ κατὰ τοὺς ἐπόντας ἀστέρας. ὁμοίως δὲ καὶ περὶ ἃ σημαίνει ἀποτελέσματα ὁ ἐνιαυτός, περὶ ἐκεῖνα ἐνεργὴς ἡ ἡμέρα γενομένη κατὰ τοὺς τόπους τῶν παραδόσεων ἢ παραλήψεων καὶ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις.

  40. 5.7.2.1

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἀδριανοῦ ἔτος δ΄ Μεχὶρ ιγ΄ ὥρα νυκτερινὴ α΄, ζητεῖν δὲ τῷ κ΄ ἔτει Ἀντωνίνου Φαωφὶ ι΄· εἰσὶ σμγ΄, καὶ γίνονται ὁμοῦ υλβ΄. ἀφαιρῶ τὰς τξ΄, λοιπαὶ οβ΄. ταύτας ἀπολύω ἀπὸ τοῦ ὡροσκόπου Παρθένου· κατέληξεν ἐν Λέοντι. ἡ ἡμέρα ἐν τῳ ἀποκλίματι· ὁ κατὰ γένεσιν κύριος Ἥλιος ἠναντιώθη τῇ ἡμέρᾳ· ἦν γὰρ ὁ Ἥλιος ἐπὶ τῆς γενέσεως Ὑδροχόῳ καὶ ὁ κατʼ ἐπέμβασιν Ἄρης καὶ ἡ Σελήνη Αἰγόκερῳ ἀπόστρφος· μετέωρος ἡ ἡμέρα. ἦν δὲ καὶ εἰς τὸν περὶ δούλων τόπον· γέγονε στόμαχος πρὸς δουλικὸν πρόσωπον. καὶ αὕτη δὲ ἡ ἀγωγὴ φυσική, ἐν οἷς ἂν ὁ Ἥλιος γενόμενος προμηνύει τὸ ἐν τῷ μηνὶ ἀποτέλεσμα γενόμενον.

  41. 5.8.1.1

    Ὑπετάξαμεν δὲ καὶ τὰς προσνεύσεις τῆς Σελήνης ἀναγκαίως. συνοδεύσασα γὰρ τῷ Ἡλίῳ ἐν Καρκίνῳ καὶ φανεῖσα ἐν Λέοντι προσνεύσει τῷ Καρκίνῳ· εἶτα ἐν Παρθένῳ προσνεύσει τοῖς Διδύμοις, εἶτ᾿ ἐν Ζυγῷ γενομένη προσνεύσει Ταύρῳ, εἶτα Σκορπίῳ γενομένη προσνεύσει Κρίῷ, εἶτ᾿ ἐν Τοξότῃ γενομένη προσνεύσει Αἰγόκερῳ. ὥστε τὴν α΄ διχομηνίαν, ἥτις ἐστί, πρώτη πανσέληνος ποιεῖ βλέπουσα πρὸς ἀπηλιώτην· εἶτα ἀπὸ τῆς δευτέρας διχομηνίας ἀφαρπάξει βλέπουσα πρὸς λίβα· εἶτ᾿ ἐν Αίγόκερῳ ἀποκρούσασα προσνεύσει Τοξότῃ, εἶτ’ ἐν Ὑδροχόῳ γενομένη προσνεύσει Σκορπίῳ, εἶτ’ ἐν Ἰχθύσι γενομένη προσνεύσει Παρθένῳ, εἶτα ἐν Ταύρῳ προσνεύσει Λέοντι, εἶτα ἐν Διδύμοις γενομένη προσνεύσει Καρκίνῳ· γίνεται πρὸς ἀπηλιώτην ζῴδια Ϛ΄ καὶ πρὸς λίβα ζῴδια Ϛ´ σύνοδος Λέοντι.

  42. 5.8.2.1

    Ἔστω νεομηνίᾳ ἀνατείλασα ἡ Σελήνη καὶ φανεῖσα ἐν Αἰγόκερῳ· προσνεύσει Διδύμοις· ἐν Ζυγῷ προσνεύσει Ταύρῳ, ἐν Σκορπίῳ προσνεύσει Κριῷ, ἐν Τοξότῃ προσνεύσει Ἰχθύσιν, ἐν Αἰγόκερῳ προσνεύσει Ὑδροχόῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Ὑδροχόῳ προσνεύσει Αἰγόκερῳ, ἐν Ἰχθύσι προσνεύσει Τοξότῃ ἐν Κριῷ προσνεύσει Σκορπίῳ, ἐν Ταύρῳ προσνεύσει Ζυγῷ ὲν Διδύμοις προσνέυσει Ταύρῳ, ἐν Διδύμοις προσνεύσει Παρθένῳ, ἐν Κριῷ προσνεύσει Λέοντι. Παρθένου νεομηνίᾳ ἀνατείλασα ἡ Σελήνη καὶ γενομένη ἐν Ζυγῷ προσνεύσει Καρκίνῳ, ἐν Σκορπίῳ προσνεύσει Διδύμοις, ἐν Τοξότῃ προσνεύσει Ταύρῳ, ἐν Αἰγόκερῳ προσνεύσει Κριῷ, ἐν Ὑδροχόῳ προσνεύσει Ἰχθύσι. δευτέρᾳ διχοτομίᾳ ἀποκρούσασα ἐν Ἰχθύσι προσνεύσει Ὑδροχόῳ, ἐν Κριῷ προσνεύσει Αἰγόκερῳ, ἐν Ταύρῳ προσνεύσει Τοξότῃ, ἐν Διδύμοις προσνεύσει Σκορπίῳ, ἐν Καρκίνῳ προσνεύσει Ζυγῳ, ἐν Λέοντι προσνεύσει Παρθένῳ. σύνοδος Ζυγῷ· ἀνατείλασα ἡ Σελήνη καὶ γενομένη ἐν Σκορπίῳ προσνεύσει Λέοντι, ἐν Τοξότῃ προσνεύσει Καρκίνῳ, ἐν Αἰγόκερῳ προσνεύσει Διδύμοις, ἐν Υδροχόῳ προσνεύσει Ταύρῳ, ἐν Ἰχθύσι προσνεύσει Κριῷ. δευτέρᾳ διχοτομίᾳ ἀποκρούσασα Κριοῦ προσνεύσει Ἰχθύσιν, ἐν Ταύρῳ προσνεύσει Ὑδροχόῳ, ἐν Διδύμοις προσνεύσει Αἰγόκερῳ, ἐν Καρκίνῳ προσνεύσει Τοξότῃ, ἐν Λέοντι προσνεύσει Σκορπίῳ, ἐν Παρθένῳ προσνεύσει Ζυγῷ. σύνοδος Σκορπίῳ γενομένη· ἀνατείλασα ἐν Τοξότη προσνεύσει Παρθένῳ, ἐν Αἰγόκερῳ προσνεύσει Λέοντι, ἐν Υδροχόῳ προσνεύσει Καρκίνῳ, ἐν Διδύμοις προσνεύσει Διδύμοις, ἐν Κριῷ προσνεύσει Ταύρῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Ταύρῳ προσνεύσει Κριῷ, ἐν Διδύμοις προσνεύσει Ἰχθύσιν, ἐν Καρκίνῳ προσνεύσει Υδροχόῳ, ἐν Λέοντι προσνεύσει Αἰγόκερῳ, ἐν Παρθένῳ προσνεύσει Τοξότῃ, ἐν Ζυγῷ προσνεύσει Σκορπίῳ. σύνοδος Τοξότῃ· Τοξότου νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Αἰγόκερῳ προσνεύσει Ζυγῷ, ἐν Υδροχόῳ προσνεύσει Παρθένῳ, ἐν Ἰχθύσι προσνεύσει Λέοντι, ἐν Κριῷ προσνεύσει Καρκίνῳ καὶ Ταύρῳ προσνεύσει Διδύμοις. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα Διδύμων προσνεύσει Ταύρῳ, ἐν Καρκίνῳ προσνεύσει Κριῷ, ἐν Λέοντι προσνεύσει Ἰχθύσιν, ἐν Παρθένῳ προσνεύσει Ὑδροχόῳ, ἐν Ζυγῷ προσνεύσει Αἰγόκερῳ, ἐν Σκορπίῳ προσνεύσει Τοξότῃ. σύνοδος Αἰγόκερῳ γενομένη· ἀνατείλασα ἐν Ὑδροχόῳ προσνεύσει Σκορπίῳ, ἐν Ἰχθύσι προσνεύσει Ζυγῷ, ἐν Κριῷ προσνεύσει Παρθένῳ, ἐν Ταύρῳ προσνεύσει Λέοντι, ἐν Διδύμοις προσνεύσει Καρκίνῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Καρκίνῳ προσνεύσει Διδύμοις, ἐν Λέοντι προσνεύσει Γαύρῳ, ἐν Παρθένῳ προσνεύσει Κριῷ, ἐν Ζυγῷ προσνεύσει χθύσιν, ἐν Σκορπίῳ προσνεύσει Υδροχόῳ, ἐν Τοξότῃ προσνεύσει Αἰγόκερῳ. Ὑδροχόου νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Ἰχθύσι προσνεύσει Τοξότῃ, ἐν Κριῷ προσνεύσει Σκορπίῳ, ἐν Ταύρῳ προσνεύσει Ζυγῷ, ἐν Διδύμοις προσνεύσει Παρθένῳ, ἐν Καρκίνῳ προσνεύσει Λέοντι. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Λέοντι προσνεύσει Καρκίνῳ, ἐν Παρθένῳ προσνεύσει Διδύμοις, ἐν Ζυγῷ προσνεύσει Ταύρῳ, ἐν Σκορπίῳ προσνεύσει Κριῷ, ἐν Τοξότη προσνεύσει Ἰχθύσιν, ἐν Αἰγόκερῳ προσνεύσει Ὑδροχόῳ. Ἰχθύων νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Κριῷ προσνεύσει Αἰγόκερῳ, ἐν Ταύρῳ προσνεύσει Τοξότῃ, ἐν Διδύμοις προσνεύσει Σκορπίῳ, ἐν Καρκίνῳ προσνεύσει Ζυγῷ, ἐν Λέοντι προσνεύσει Παρθένῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Παρθένῳ προσνεύσει Λέοντι, ἐν Ζυγῷ προσνεύσει Καρκίνῳ, ἐν Σκορπίῳ προσνεύσει Διδύμοις, ἐν Τοξότῃ προσνεύσει Ταύρῳ, ἐν Αἰγόκερῳ προσνεύσει Κριῷ, ἐν Ὑδροχόῳ προσνεύσει Ἰχθύσι. Κριοῦ νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Ταύρῳ προσνεύσει Ὑδροχόῳ, ἐν Διδύμοις προσνεύσει Αἰγόκερῳ, ἐν Καρκίνῳ προσνεύσει Τοξότῃ, ἐν Λέοντι προσνεύσει Σκορπίῳ, ἐν Παρθένῳ προσνεύσει Ζυγῷ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Ζυγῷ προσνεύσει Παρθένῳ, ἐν Σκορπίῳ προσνεύσει Λέοντι, ἐν Τοξότῃ προσνεύσει Καρκίνῳ, ἐν Αἰγόκερῳ προσνεύσει Διδύμοις, ἐν Ὑδροχόῳ προσνεύσει Ταύρῳ, ἐν Ἰχθύσι προσνεύσει Κριῷ. σύνοδος Ταύρῳ· Ταύρου νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Διδύμοις προσνεύσει Ἰχθύσιν, ἐν Κακρίνῳ προσνεύσει Ὑδροχόῳ, ἐν Λέοντι προσνεύσει Αἰγόκερῳ, ἐν Παρθένῳ προσνεύσει Τοξότῃ, ἐν Ζυγῷ προσνεύσει Σκορπίῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Σκορπίῳ προσνεύσει Ζυγῷ, ἐν Τοξότῃ προσνεύσει Παρθένῳ, ἐν Αἰγόκερῳ προσνεύσει Λέοντι, ἐν Ὑδροχόῳ προσνεύσει Καρκίνῳ, ἐν Ἰχθύσι προσνεύσει Διδύμοις, ἐν Κριῷ προσνεύσει Ταύρῳ. Διδύμων νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Καρκίνῳ προσνεύσει Κριῷ, ἐν Λέοντι προσνεύσει Ἰχθύσιν, ἐν Παρθένῳ προσνεύσει Ὑδροχόω, ἐν Ζυγῷ προσνεύσει Αἰγόκερῳ, ἐν Σκορπίῳ προσνεύσει Τοξότῃ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Τοξότῃ προσνεύσει. Σκορπίῳ, ἐν Αἰγόκερῳ προσνεύσει Ζυγῷ, ἐν Ὑδροχόῳ προσνεύσει Παρθένῳ, ἐν Ἰχθύσι προσνεύσει Λέοντι, ἐν Κριῷ προσνεύσει Καρκίνῳ, ἐν Τούρῳ προσνεύσει Διδύμοις.

  43. 5.8.3.1

    Καὶ ταῦτα δὲ τὰ ζῴδια κλιμακτηρικὰ τυγχάνει· Κριὸς Καρκίνος Ζυγὸς Αἰγόκερως Σκορπίος Ὑδροχόος. ἐν τούτοις οἱ ἐνιαυτοὶ γενόμενοι ἐπισφαλεῖς τυγχάνουσι· τοῦ δὲ Ἡλίου κατʼ αὐτοὺς γινομένου ἐν ταῖς παρόδοις καὶ ὁ μὴν πρόδηλος ἔσται.

  44. 5.9.1.1

    Προβλέπειν δὲ δεῖ τοὺς παρῳχηκότας καὶ τούς ἐνεστῶτας καὶ τοὺς μέλλοντας χρόνους καὶ συγκρίνειν, πότερον ἀπὸ πρακτικῶν εἰς ἀπράκτους καταντῶσιν ἢ ἀπὸ κακοποιῶν εἰς ἀγαθοποιούς. πολλάκις γὰρ ἐπίδικόν τις τὸν καιρὸν ἔχων ἢ ἐπίφοβον διὰ τὴν κακοποιῶν χρονογραφίαν κατεδικάσθη, ἐξ ὑστέρου δὲ μεταπαραλαμβανόντων τῶν ἀγαθοποιῶν καὶ τῆς καθολικῆς χρονογραφίας ἐνδειξαμένης ἀκαθαίρετον τὴν γένεσιν ἀποκατάστασις τῆς τε δόξης καὶ τοῦ βίου ἐγένετο δι᾿ ἑτέρας ἀπολογίας καὶ εἰς μείζονα τύχην ἡ ὑπόστασις προεξῆκεν. ἐπὰν οὖν εἰς ἧτταν καθολικὴν φέρηται ἡ γένεσις καὶ οἱ χρόνοι συντρέχωθι, προκατασκευάζονται διάφοροι κατηγορίαι κρίσεις μειώσεις ἔχθραι, ἕως ἂν ἐκεῖνο τὸ αῖτιον καταντήσῃ, ὅπερ ἔδει γενέσθαι. ὡσαύτως κἂν ἀγαθοῦ πρόφαθτς γένηται κατὰ τὴν τῶν χρόνων μετέλευσιν, προκατασκευάζονται φιλίαι, συστάσεις μειζόνων καὶ συμπάθειαι, κληρονομίαι, καταλείψεις, δωρεαί, ἔνθεν καὶ οἱ ἄδοξοι καὶ οἱ ἀσθενέστεροι κατὰ τὰς αἰτίας γενόμενοι νέοι καὶ φρόνιμοι καὶ ἐπέραστοι διαλαμβάνονται διὰ τῶν τῆς εὐδαιμονίας ὅρων, οἱ δὲ πάνυ ἀνδρεῖοι καὶ πεπαιδευμένοι τῇ ἐξ ἀρχῆς καταβολῇ καταδικασθέντες σκληροὶ δειλοί τε καὶ ἄπρακτοι νομιζόμενοι ὑπὸ τῶν ἡττόνων καταδυναστεύονται καὶ τὰς ἀδοξίας γενναίως ὑπομένοντες τοῖς τῆς εἱμαρμένης νόμοις ὑπείκουσιν. εὑρίσκομεν δὲ καὶ ἐπὶ τῶν ἡγεμονικῶν γενέσεων μηδέπω τὸν χρόνον τῆς ἀρχῆς πεπληρωκότας, κατὰ διαδοχὴν δὲ ἑτέρων τὰς μεταβάσεις ποιουμένους οὓς μὲν ἐπὶ τὸ ἐνδοξότερον καὶ ἐπωφελές, οὓς δὲ ἐπὶ τὸ ἐναντίον καὶ καθαιρετικὸν ἐπιβραδύνοντας· ὅθεν ἐνίοις ἐπʼ ἀγαθῷ καὶ σωτηρίᾳ τὰ κακὰ προσγίνεται, ἑτέροις δὲ τὰ δοκοῦντα ἀγαθὰ ἐξ ὑστέρου κακῶν αἴτια καθίστανται.

  45. 5.9.2.1

    Νενομοθέτηκε γὰρ ἡ εἱμαρμένη ἑκάστῳ ἀμετάθετον ἀποτελεσμάτων ἐνέργειαν περιτειχίσασα πολλαῖς αἰτίαις ἀγαθῶν τε καὶ κακῶν, διʼ ὧν αὐτογέννητοι ὑπουργοὶ δύο θεαὶ φερόμεναι, Ἑλπίς τε καὶ Τύχη, διακρατοῦσι τὸν βίον καὶ μετὰ ἀνάγκης καὶ πλάνης φέρειν ἐῶσι τὰ νενομοθετημένα. καὶ ἡ μὲν αὐτῶν πρόδηλος πᾶσι διὰ τῆς τῶν ἀποτελεσμάτων ἐκβάσεως ἑαυτὴν ἀπελέγχουσα ὁτὲ μὲν ἀγαθὴν καὶ μακαρίαν, ὁτὲ δὲ σκυθρωπὴν καὶ ἀνήμερον· οὓς μὲν γὰρ ἀνίστησιν ἵνα καταβάλῃ, οὓς δὲ εἰς ταπεινὸν καταρρίπτει ἵνα λαμπρότερον ἀναστήσῃ· ἡ δὲ οὔτε σκυθρωπὴ οὔτε φαιδρά, ἀλλὰ διὰ παντὸς ἀποκεκρυμμένη πανταχοῦ λεληθότως ἐπιβαίνει καὶ προσμειδιῶσα πᾶσιν οἷά τε κόλαξ πολλὰς αἱρέσεις ἀγαθῶν ἐπιδείκννσιν ὧν οὐκ ἔστι λαβέσθαι· πλανῶσα δὲ τοὺς πλείστους διακρατεῖ, οἱ δὲ καίπερ ἀδικούμενοι καὶ κατακόλουθοι γενόμενοι ταῖς ἡδοναῖς πάλιν ὐπ᾿ αὐτῆς ἀνθέλκονται, καὶ ἐλπίζοντες ἃ θέλουσι πιστεύουσιν, ἐπιτυγχάνουσι δὲ ἃ μὴ προσδοκῶσιν. εἰ δέ ποτε καὶ βεβαίαν οἴησίν τινα παράαχῃ, καταλείπουσα πρὸς ἑτέρους πεπόρευται καὶ δοκεῖ παρὰ πᾶσιν εἶναι παῤ οὐδενὶ μένουσα. ὅθεν οἱ μὲν ἄπειροι τῆς προγνώσεως ἢ μηδ᾿ ὅλως ἐντυχεῖν βουλόμενοι ἄγονται καὶ λεηλατοῦνται ὑπὸ τῶν προειρημένων θεῶν καὶ πᾶσαν τιμωρίαν ὑπομένοντες μεθ᾿ ἡδονῆς κολάζονται· καὶ οἱ μὲν τῶν προσδοκηθέντων ἀπὸ μέρους ἐπιτυγχάνοντες καὶ μείζονας πίστεις εἰσενεγκάμενοι βεβαίας καὶ καλὰς τὰς ἐκβάσεις περιμένουσιν, οὐκ εἰδότες τὸ εὐκαθαίρετον καὶ τὸ ἐπισφαλὲς τῶν ἀντιπτωμάτων, ἔνιοι δὲ οὐ πρὸς καιρὸν ἀλλὰ διὰ παντὸς ταῖς γνώμαις καταδικασθέντες, ἔκδοτον δὲ τὴν ψυχὴν καὶ τὸ σῶμα ταῖς ἐπιθυμίαις παραδεδωκότες ἀτιμαζόμενοι καὶ ἀναισχυντοῦντες ἢ μηδ᾿ ὅλως ἐπιτυχεῖν δυνάμενοι παραμένουσιν ἀβεβαίῳ τύχῃ καὶ πλάνῳ ἐλπίδι ἐξυπηρετοῦντες. οἱ δὲ περὶ τὴν τῶν μελλόντων πρόγνωσιν καὶ τὴν ἀλήθειαν ἀσχοληθέντες ἀδουλαγώγητον καὶ ἐλευθέραν τὴν ψυχὴν κτησάμενοι καταφρονοῦσι μὲν τῆς τύχης, οὐ προσκαρτεροῦσι δὲ ἐλπίδι, τὸν δὲ θάνατον οὐ φοβοῦνται, ἀταράχως δὲ διάγουσι, προγεγυμνακότες τὴν ψυχὴν θαρσαλέαν, καὶ οὔτε μὴν ἐπὶ τοῖς ἀγαθοῖς ἀγάλλονται οὔτε ἐπὶ τοῖς φαύλοις ταπεινοῦνται, ἀρκοῦνται δὲ τοῖς παροῦσι. ἀδυνάτων δὲ μὴ ἐρῶντες ἐγκρατῶς φέρουσι τὰ νενομοθετημένα καὶ πάσης ἡδονῆς ἢ κολακείας ἀλλοτριωθέντες στρατιῶται τῆς εἱμαρμένης καθίστανται. ἀδύνατον γάρ τινα εὐχαῖς ἢ θυσίαις ἐπινικῆσαι τὴν ἐξ ἀρχῆς καταβολὴν καὶ κατασκευάσαι ἑαυτῷ πρὸς τὸ θέλειν ἑτέραν· τὰ γὰρ δεδομένα καὶ μὴ εὐχομένων ἡμῶν γενήσεται, τὰ δὲ μὴ πεπρωμένα οὐδὲ εὐχομένων συμβήσεται. καθάπερ οὖν οἱ ἐν τῇ σκηνῇ ὑποκριταὶ ταῖς τῶν ποιητῶν γραφαῖς ὑπαλλάσσοντες καὶ τὰ πρόσωπα ὑποκρίνονται κοσμίως ὁτὲ μὲν βασιλεῖς ὁτὲ λῃστὰς ὁτὲ ἀγρότας δημότας τε καὶ θεούς, τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς χρὴ τοῖς τῆς εἱμαρμένης περιτεθειμένοις προσώποις ὑποκρίνασθαι καὶ ἐξομοιοῦσθαι ταῖς τῶν καιρῶν τύχαις οὐ συγγινώσκοντας. ἐὰν δέ τις μὴ θέλῃ, κακὸς γενόμενος αὐτὸ τοῦτο πείσεται. κἂν μέν τις προσέχῃ ταῖς ὑπʼ ἐμοῦ συντεταγμέναις παραγγελίαις καὶ καθολικαῖς χρονογραφίαις, πάντα κατὰ τρόπον εὑρήσει· ἐὰν δὲ κατοπτεύσῃ μέρη τινά, τὰς δὲ αἰτίας ἢ τὰς λοιπὰς ἐπιλύσεις μή ἐπιγνῷ, ἔπαινον ὁμοῦ καὶ ψόγον καταψηφιεῖται· ἐὰν δὲ μηδʼ ὅλως ἐντύχῃ ἐλεγχθήσεται ὁ τοιοῦτος ἀμαθὴς καὶ ἀκόλαστος ὑπὸ τῶν φιλοκάλων καὶ ἐγκρατεστέρων ἀνδρῶν.

  46. 5.9.3.1

    Δεῖ δὲ καὶ τοῦτο προγινώσκειν κατὰ τὸν φυσικὸν λόγον, ὅτι οὐ τὰ αὐτὰ δίδοται πᾶσιν οὐδὲ συμφέρει· ἄλλῳ μὲν γὰρ δῶκε θεὸς πολεμήῖα ἔργα, ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν, ἄλλῳ δʼ ἐν στήθεσσι τίθει νόον εὐρύοπα Ζεὺς ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι καὶ κατὰ τὸν συγγραφέα. οὐ γὰρ πάντες ἄνθρωποι πάντων ἀνθρώπων διανοίας ὁμοίας ἢ πράξεις ἔχουσι. Ταῦτα δὲ πρὸς τοὺς τολμῶντας κατὰ τοῦ ἔργου λέγειν προεθέμεθα καὶ πρὸς τοὺς ἀστροδώρητον φύσιν κεκτημένους καὶ φιλομαθεῖς. ὅθεν ἡ μὲν ὑπόστασις τοῦ μαθήματος ἱερὰ καὶ σεβάσμιος ὡς ὑπὸ θεοῦ παραδεδομένη τοῖς ἀνθρώποις, ὅπως καὶ αὐτοὶ μέρος ἀθανασίας διὰ τῆς προγνώσεως ἔχωσι· περὶ δὲ τοὺς ἐντυγχάνοντας ἡ διάκρισις ἐλέγχεται ἤτοι ἀληθὴς ἢ ἀνυπόστατος ἢ δυσκατάληπτος. ὅνπερ μὲν οὖν τρόπον οὐσίαν μίαν πολυτελοῦς οἴνου ἀπὸ ἑνὸς χωρίου κεραμικὰ ἀγγεῖα δεξάμενα μετὰ χρόνον ἃ μὲν ἀπέδωκε τὴν παρακαταθήκην τοῖς πεπιστευκόσι πλήρη τε καὶ εὐάρεστον μεθʼ ἡδονῆς τε καὶ τέρψεως, ἃ δὲ μειώσαντα τοῦ μέτρου τὸν ὄγκον καὶ μὴ εὐτονοῦντα διαβαστάζειν ὑπερεκζέσαν τὸ ἀνθηρότατον καὶ οὔτε μὴν τῆς ἡδονῆς μετέβαλεν οὔτε ήρνήσατο τὴν γεῦσιν τῆς οὐσίας, ἀλλ᾿ ἐν ἀμφοτέροις διεψεύσατο, ἕτερα δὲ μήτε χρόνον ὑπομείναντα μήτε τὴν φύσιν φυλάξαντα εὐθέως μετετράπη (ὡς καὶ ἐπὶ τῶν ἑτέρων φυτῶν τὸ ὅμοιον ἔστι συνιδεῖν· ἀπὸ γὰρ ἑνὸς δένδρου ὁ μὲν καρπὸς ἡδύς τε καὶ πέπειρος τρυγᾶται, ἄλλος δὲ σκληρός τε καὶ κατηγριωμένος, ἕτερος δὲ πικρὸς καὶ σεσηπὼς ἢ βλαβερὸς τοῖς χρωμένοις), τὸν αὐτὸν τρόπον καὶ αἱ τῶν ἐντυγχανόντων διάνοιαι· ὁ μὲν γὰρ μετὰ προθυμίας καὶ ἐπιμονῆς τὰς μαθήσεις ποιησάμενος μέχρι τέλους τὴν ἡδονὴν ἐκτήσατο, οἱ δὲ ἀφύσικοι καὶ ἀμαθεῖς ἀκροθιγεῖς τὰς εἰσόδους ποιησάμενοι καὶ μὴ ἐγχρονίσαντες διὰ τὸ ἀκαρτέρητον μηδὲ νομίμοις ὑφηγηταῖς ἐσχολακότες ἔλεγχον μὲν καθ᾿ ἑαυτῶν ἀπαιδευσίας εἰσηνέγκαντο, ψόγον δὲ κατὰ τῶν συνταγματογράφων.

  47. 5.9.4.1

    Ἐάσαντες δὲ τὰ περὶ φυτῶν καὶ οὐσίας ἐπὶ τὴν ἀνθρώπειον γένναν κατέλθωμεν καὶ σκοπήσωμεν. ἀπὸ δύο φύσεων, ἀπὸ τοῦ αὐτοῦ πατρός τε καὶ μητρὸς τῆς αὐτῆς, παῖδες πολλοὶ γεννῶνται, ἀλλ᾿ οὐχ ὁμοίαν τὴν φύσιν τῇ σπορᾷ ἢ τῇ πρὸς ἑαυτοὺς συμπαθείᾳ κέκτηνται, ἀνομοίᾳ δὲ τύχῃ διὰ τῆς καταβολῆς φερόμενοι οἱ μὲν κοσμίως καὶ εὐγενῶς ἀχθέντες τὸ γένος δοξάζουσι καὶ μακάριοι καθίστανται καὶ διὰ τῆς ἰδίας φιλοκαλίας ἔργα τε καὶ ναοὺς κατασκευάζουσι καὶ ὄχλοις ἀρεστοὶ γίνονται καὶ τέκνων γονὰς καὶ εἰκόνας προλείψαντες περιόντες μὲν δοξάζονται, θανόντες δὲ αἰωνίας φήμης καταξιοῦνται. οἱ δὲ οὐ μόνον τοῖς γονεῦσι καὶ οἰκείοις ἔχθιστοι γενόμενοι διὰ κακότροπον ἦθος, ἀλλὰ καὶ τοῖς μὴ προσήκουσι πολλοὺς ἀπέτρεψαν παιδοποιῆσαι· οἱ δὲ παρὰ τῆς φύσεως καὶ θεοῦ διωχθέντες δικαίαν τιμωρίαν ὑπέμειναν καὶ πρὸς αἴσχιστον ἢ βίαιον κατήντησαν τέλος. ὅπερ καὶ τοὺς κατὰ τοῦ μαθήματος οἶμαι πείσεσθαι.

  48. 5.9.5.1

    Ἵνα δὲ τῇ ἐξ ἀρχῆς πραγματείᾳ καὶ τὸ τέλος ἐπιθῶμεν, τὰς φυσικὰς καὶ ἀναγκαστικὰς διαιρέσεις ὑποτάξωμεν. ἔσθ᾿ ὅτε γὰρ διὰ τῆς προκειμένης δωδεκαετίας εἰς κενοὺς τόπους δυνεμπεσούσης τῆς παραδόσεως ἐξαίρετα συμβαίνει γίνεσθαι ἢ πάλιν ἀγαθοποιῶν μόνων δοκούντων ἔχειν τὸν χρόνον σἴτια κακῶν συνεπιγίνεται.

  49. 5.9.6.1

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ. Ἄρης Παρθένῳ, Ἀφροδίτη Αίγόκερῳ, ὡροσκόπος Παρθένῳ. ἔσται οὖν ἀπὸ Ἄρεως καὶ ὡροσκόπου ἐπὶ Δία δύο καὶ ἀπὸ Διὸς ἐπὶ Σελήνην δύο καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Ἑρμῆν καὶ Ἥλιον δύο· τὰ οὖν δύο καὶ τὰ δ΄ καὶ τὰ Ϛ΄ καὶ τὰ η΄ καὶ ι΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἄρεως ἐπὶ Σελήνην γ΄ καὶ ἀπὸ Κρόνου ἐπὶ Ἄρεα γ΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἀφροδίτην γ΄ τὰ οὖν γ΄ καὶ Ϛ΄ καὶ θ΄ καὶ ιβ΄ καὶ ιε΄ πρὸς αὐτούς. εἶτα διεκβάλλομεν ἀπὸ Κρόνου ἐπὶ Δία δ΄ καὶ ἀπὸ Διὸς ἐπὶ Ἀφροδίτην δ΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ Ἑρμῆν δ΄ τὰ οὖν δ΄ καὶ η΄ καὶ ιβ΄ καὶ ιϚ΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἄρεως καὶ ὡροσκόπου ἐπὶ Ἀφροδίτην ε΄ καὶ ἀπὸ Διὸς ἐπὶ Ἥλιον καὶ Ἑρμῆ νε΄ καὶ ἀπὸ Κρόνου ἐπὶ Σελήνην ε΄ ἄρα οὖν τὰ ε΄ καὶ τὰ ι΄ καὶ τὰ ιε΄ καὶ τὰ κ΄ πρὸς αὐτούς. εἶτα πάλιν ἀπὸ Ἄρεως καὶ ὡροσκόπου πρὸς Ἥλιον καὶ Ἑρμῆν Ϛ΄ καὶ ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Κρόνον Ϛ΄· ἄρα οὖν τὰ Ϛ΄ καὶ τὰ ιβ΄ καὶ τὰ τη΄ καὶ τὰ κδ΄ καὶ τὰ λ΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Κρόνου ἐπὶ Ἀφροδίτην ζ΄ καὶ τὰ οὖν ζ΄ καὶ τὰ ιδ΄ καὶ τὰ κα΄ καὶ τὰ κη΄ καὶ τὰ λε΄ πρὸς αὐτούς. ὁμοίως δὲ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Κρόνον η΄, εἶτα ἀπὸ Κρόνου ἐπὶ Ἥλιον καὶ Ἑρμῆν η΄ καὶ ἀπὸ Ἑρμοῦ καὶ Ἡλίου ἐπὶ Ἄρεα καὶ ὡροσκόπον η΄· τὰ οὖν η΄ καὶ τὰ ιϚ΄ καὶ τὰ κδ΄ καὶ τὰ λβ΄ καὶ μ΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Δία θ΄ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Ἄρεα καὶ ὡροσκόπον θ΄ καὶ ἀπό Σελήνης ἐπὶ Κρόνον θ΄· τὰ οὖν θ΄ καὶ τη΄ καὶ κζ΄ καὶ λϚ΄ καὶ με΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Σελήνην ι΄ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Δία ι΄ καὶ ἀπὸ Διὸς ἐπὶ Κρόνον τὰ οὖν ι΄ καὶ κ΄ καὶ λ΄ καὶ μ΄ καὶ ν΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην ια΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα καὶ ὡροσκόπον ια΄ καὶ ἀπὸ ὡροσκόπου καὶ Ἄρεως ἐπὶ Κρόνον ια΄· τὰ οὖν ια΄ καὶ κβ΄ καὶ λγ΄ καὶ μδ΄ καὶ νε΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ πρὸς Ἀφροδίτην ιβ΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Δία ιβ΄ καὶ ἀπὸ Διὸς ἐπὶ Ἄρεα καὶ ὡροσκόπον ιβ΄· τὰ οὖν ιβ΄ καὶ κδ΄ καὶ λϚ΄ καὶ μή καὶ ξ΄ πρὸς αὐτούς. καὶ μέχρις οὗ τις βούληται τὸν ἀριθμόν ἐπιπροσθεὶς εὑρήσει.

  50. 5.9.7.1

    Οὗτος μὲν ὁ ἀριθμὸς ἀναγκαστικὸς καὶ ἐπιδιπλούμενος διὰ τὴν φύσιν τῆς ὀργανοθεσίας· ἐπὶ δὲ πολλῶν φυσικώτερος δοκεῖ καὶ κυριώτερος ὁ διὰ τῆς δωδεκαετίας, ὃς ἐν δευτέρῳ μέρει κείσεται. δεῖ οὖν πρότερον ἐκείνῳ προσέχειν καὶ ἀπολύειν τὰς δωδεκάδας καὶ τὸν ἐπίλοιπον ζητεῖν· καὶ ἐὰν μὲν εὑρεθῇ ἔχων παράδοσιν, ἐκείνῳ μᾶλλον χρῆσθαι· εἰ δὲ μὴ εὑρεθῇ, ἐξ ἀνάγκης ἐπὶ τοῦτον κατελευσόμεθα ἢ ἐπὶ τὸν ὑποκείμενον. οἷον ἐὰν ζητῶμεν ἔτος κ΄, ἀφελόντες τὰ ιβ΄ τὰ λοιπὰ η΄ ζητοῦμεν, εἰ ἔχει παράδοσιν. ἐὰν οὖν μὴ εὑρεθῇ, τὰς ἀπὸ δ΄ διαστάσεις ζητοῦμεν καὶ τοῖς λοιποῖς ὡς η΄ χρησόμεθα (ἐνεργεστέρα γὰρ ἡ παράδοσις) ἢ πάλιν τὰς διὰ δύο· οἱ γὰρ συνέχοντες ἀριθμοὶ τὴν η΄ εἰσὶ β΄ καὶ δ΄ δὶς γὰρ δ΄ ἐστὶν η΄ καὶ πάλιν τετράκις β΄ η΄. καὶ οὕτως γὰρ ἐνεργεῖς ἔσονται αἱ παραδόσεις. εἶτα τὰ κα΄ καὶ τὰ ιθ΄ παρὰ διάμετρον δηλοῖ· ἐάν τε γὰρ ἀφέλωμεν τὰς ιβ΄ ἀπὸ τῶν ιθ΄, περιλείπονται ζ΄, ἐάν τε γ΄ ζ΄ ποιήσωμεν, γίνεται κα΄. ἐπὶ δὲ τῶν κζ΄, ἐνεργήσει καὶ ἡ διὰ γ΄ καὶ θ΄ καὶ ζ΄. τὰ κδ΄ ἐὰν εὑρεθῇ ἔχοντα παράδοσιν, χρήσομαι, ἐπεὶ τὰ διὰ γ΄ τὰ ιγ΄ καὶ τὰ κε΄ καὶ τὰ λζ΄. εἰς τὸ αὐτὸ ζῴδιον καταλήγει. ἐὰν οὖν εὑρεθῇ ἀστὴρ ἐπικείμενος ἑαυτῷ, καὶ τῷ ζῳδίῳ παραδεδωκὼς ἔσται· ἐὰν δὲ τούτου ἐπικειμένου ἕτεροι ἀστέρες ἐν τῷ ἑξῆς ζῳδίῳ τύχωσιν, ἐκείνοις μᾶλλον παραδώσει. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως τῶν ιγ΄ καὶ κε΄ ἐνιαυτῶν Ἄρης Διὶ παραδίδωσι καὶ Ζεὺς Σελήνη· ἐὰν δὲ τῷ ἑξῆς μηδεὶς εὑρεθῇ, ἑαυτοῖς ἔσονται παραδεδωκότες τὸν ἐνιαυτόν. ἐπεὶ δὲ ἕκαστος ἀριθμὸς κατὰ τὴν ἰδίαν ἁρμονίαν δοκεῖ φυσικὸς ὑπάρχειν, πρὸς τὰς ἀφαιρέσεις τῶν κύκλων ἐξαιρέτως χρησόμεθα πρῶτον μὲν τοῖς διὰ ιβ΄ διὰ τὰ ιβ΄ ζῴδια, εἶτα τοῖς διὰ ζ΄ διὰ τοὺς ζ΄ ἀστέρας. ἐάνπερ οὖν τῶν ιβ΄ παράδοσις μὴ εὑρεθῇ, ἵνα ἐξ ἀνάγκης ἐκ τούτων γένηται (ἔδοξε δὲ καὶ τοῦτον τὸν λόγον φυσικώτερον ὑπάρχοντα προσυποτάξαι), μοιρικῶς κατὰ συνάντησιν καὶ ἀκτινοβολίαν ἀπὸ πάντων τῶν ἀστέρων τὰς ἀφέσεις ποιεῖσθαι καὶ συγκρίνειν τὴν ἑκάστου ἀστέρος πρὸς ἑκάτερον ἀποτελεσματογραφίαν. εἰ γὰρ ὡροσκόπος ἀφέτης κριθεὶς ἢ ὁ Ἥλιος ἢ ἡ Σελήνη καὶ τὴν φορὰν ποιούμενοι κατὰ τὴν τῶν χρόνων μετέλευσιν ἐπὶ τὰς τῶν ἀγαθοποιῶν κακοποιῶν ἀκτινοβολίας ἢ μοίρας παραγενόμενοι αἴτιοι ἢ ἀγαθῶν ἢ φαύλων καθίστανται, ὁτὲ δὴ καὶ τὸ τέλος ἐπάγουσι, πῶς οὐχὶ μᾶλλον καὶ ἡ τῶν λοιπῶν ἀστέρων δύναμις εὐτονήσει πρὸς ἄφεσιν καὶ ἀκτινοβολίαν; ἢ μόνοις τοῖς τρισὶ τὴν κυρίαν τῆς ἀφέσεως προσνέμομεν, τοὺς δὲ λοιποὺς διὰ παντὸς στηρίζοντας καὶ πεπηγότας καθάπερ σημείων χάριν ἐσομένους παρίεμεν; πᾶς δὲ ἀστὴρ κατὰ τὴν ἰδίαν φορὰν τοῦ ἀνέμου κινούμενος ἀποτελεστικὸς ἀγαθοῦ τε καὶ κακοῦ γενήσεται.

  51. 5.9.8.1

    Ταῦτα δὲ ἐκ πείρας αὐτὸς δοκιμάσας συνίστημι· πολλάκις γὰρ μηδεμιᾶς ἐπικρατήσεως οἰκείως εὑρεθείσης μήτε οἰκοδεσποτικῆς προφάσεως μήθ᾿ ἑτέρας ἀγωγῆς ἐνδειξαμένης ἐνέργειαν μεγάλα αἴτια ἀγαθῶν καὶ ἀπροσδόκητα ἐγένετο, ὁτὲ δὲ κινδυνώδεις καὶ θανατηφόροι περιστάσεις ἐπηκολούθησαν· ἅπερ ἐκ τῆς τῶν ἀστέρων ἀφέσεως κατελαβόμην. γενόμενοι γὰρ οἱ κακοποιοὶ κατὰ μοιρικὴν κίνησιν ἐπὶ τὸν ὡροσκόπον ἢ τὸν Ἥλιον ἢ τὴν Σελήνην τὸ τέλος ἐπήνεγκαν, ἐπὶ δὲ τὸ μεσουράνημα ἢ τοὺς ἐπικαίρους τόπους ἀπραξίας καὶ αἰτίας ἐπιταράχους ἢ κινδυνώδεις· ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ δόξας καὶ προρανείας καὶ ὠφελείας, ἐάν πως καὶ ἡ ἄφεσις τῆς ὑποστάσεως περὶ τὸν Ἥλιον ἢ τὴν Σελήνην ἢ τὸν ὡροσκόπον εὑρεθῇ καὶ περὶ τὸν οἰκοδεσπότην. περὶ μέντοι τὰς λοιπὰς τῶν πραγμάτων ἀφορμὰς καὶ περὶ τὸν βίον γενομένας αἱρέσεις χρὴ ταῖς λοιπαῖς τῶν ἀστέρων ἀφέσεσι καὶ μαρτυρίαις καὶ ἀκτινοβολίαις προσέχειν. πῶς γὰρ οὐχὶ Κρόνος καὶ Ἄρης κατὰ μοιρικὴν ἄφεσιν κατὰ τὸν ὡροσκόπον ἢ τὸν Ἥλιον ἢ τὴν Σελήνην γενόμενοι ὑποστάσεως ἐτῶν οὔσης ἀσθένειαν κατασκευάσουσι καὶ αἰφνιδίως κλιμακτῆρας ἢ πατρὸς ἢ μητρὸς θάνατον ἢ μειζόνων ἔχθρας ἢ δόξης καθαίρεσιν ἢ φόθους ἐπισφαλεῖς καὶ τὰ λοιπά, ὅσα ἡ φύσις αὐτῶν παραδεικνύει; ἐπὶ δὲ τόπων καὶ μοιρῶν Ἀρροδίτης γυναικὸς ἢ θηλυκῶν προσώπων θανάτους ἔχθρας καὶ ταραχὰς καὶ σκυλμοὺς βιωτικοὺς ψόγους τε καὶ ἔπαισχρα πάθη· ἐπὶ δὲ τῶν τοῦ Ἑρμοῦ κρίσεις καὶ ἐπηρείας γραπτῶν χάριν ἢ ἀργυρικῶν μυστικῶν πραγμάτων, ἢ ἀδελφῶν ἢ συγγενῶν ἢ σωμάτων θανάτους· ἐπὶ δὲ τῶν τοῦ Διὸς δόξας, κληρονομίας, περικτήσεις, παιδοποιίας, προκοπάς, συστάσεις μειζόνων. ὁμοίως δὲ καὶ ἕκαστος ἀστὴρ κατὰ τὴν ἰδίαν δύναμιν καὶ τοὺς ἐπικειμένους ἢ ἀκτινοβολοῦντας ἐνεργήσει· καὶ ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις ἢ ἐπικέντροις βεβαιότεροι καὶ εὐτονὼτεροι πρὸς τὸ ἀποτέλεσμα γενήσονται, ἐν δὲ τοῖς ἀποκλίμασιν ἣττονες. ἐὰν μέντοι ἀναποδιστικὸς ἀστὴρ εὑρεθῇ, οὐ κατὰ τὸ ἑξῆς τὴν ἄφεσιν ποιησόμεθα, ἀλλὰ ἀνωφερῶς· καὶ σκοπήσαντες ἕως ποίας μοίρας ἀναποδίζει, ἐκείνην συγκρινοῦμεν τίνα δύναται ἀκτινοβολῆσαι κατ᾿ ἐκεῖνον τὸν χρόνον. ἐὰν γάρ πως ἀπόστροφος κατὰ τὸ παρὸν οὗτινος ἀστέρος ἢ κέντρου τύχῃ, κατὰ δὲ τὴν τοῦ ἀναποδισμοῦ χρονογραφίαν ἀπὸ ἑτέρου ζῳδίου εἰς ἕτερον ζῴδιον γενόμενος ἀκτινοβολήσῃ, ἐνεργήσει πρὸς τὸ ἀγαθὸν ἢ φαῦλον.

  52. 5.9.9.1

    Χρὴ μέντοι ἐκ τῆς τῶν πρὸς τὰ φαινόμενα κανόνων πραγματείας τὰς μοιρικὰς κινήσεις ἐξετάζειν· αἱ γὰρ καθολικαὶ ὑποστάσεις καὶ χρονογραφίαι ἐκ τούτων τῶν ἀφέσεων διακρατοῦνται. ὅθεν οἱ πλείους μὴ ἐπιστάμενοι, ὅτι διὰ πολλῶν αἱρέσεων τὰ πράγματα συντελεῖται, ἀνύπαρκτον ἢ ἀσυντέλεστον ἢ δυσκατάληπτον τὴν ἐπιστήμην ὑπολαμβάνουσι, μιᾷ δυνάμει ἀγωγῆς διὰ παντὸς ἐσχολακότες· οἱ δὲ μετὰ πάσης ἀκριβείας πολλὰς αἱρέσεις δυνάμεως εἰσενεγκάμενοι καὶ νέᾳ ἀγωγῇ φυσικῇ χρηθάμενοι κατὰ τὴν ἐπιβάλλουσαν τῆς γενέσεμως αἵρεσιν εὐκατάληπτον τὴν τῶν ἀποτελεσμάτων ἐνέργειαν ἐκτήσαντο. καθάπερ οὖν εἴς τινας πόλεις, ἐξαιρέτως δὲ εἰς βασιλίδα χώραν ἀλλοεθνεῖς ἄνδρες κατερχόμενοι ἄλλοτε ἄλλως οὐ διὰ μιᾶς ὁδοῦ τὴν ἄφιξιν ποιοῦνται, ἀλλʼ οἱ μὲν πεζικῶς ἐρήμους τόπους καὶ σκληρὰς ὁδοὺς διερχόμενοι καὶ ἐπιφόβοις κινδύνοις περιπίπτοντες παραγίνονται ἀπὸ περάτων, οἱ δὲ εὐχερῶς καὶ ἀκινδύνως λεωφόροις ὁδοῖς χρησάμενοι, οἱ δὲ θαλασσίαις ζάλαις καὶ ἀνέμων ῥιπαῖς πολλάκις εἰκονιζόμενοι τὸν θάνατον τὴν προαίρεσιν πληροφοροῦσι καὶ οὐδεμία τις αὐτῶν φιλονεικία οὐδὲ ἔπαθλον τῆς συντόμου ἢ σκληρᾶς εἰσελεύσεως πρόκειται, ἀλλʼ ἕκαστος κατὰ τὴν τῶν τότε χρόνων ἐνέργειαν ἤτοι ὠφελείας καὶ δόξης ἢ καὶ τῶν κατὰ προαίρεσιν τυγχάνει ἢ καὶ ἄλλως αἰτίαις περιπεσὼν ἢ καθαιρεθεὶς προσαπώλεσε καὶ τὸ ζῆν, ἕτεροι δʼ ἔμειναν ἐπʼ ὀλέθρῳ, τινὲς δʼ ἐπὶ ἀπροσδοκήτῳ εὐεργεσίᾳ καίπερ ταχίστην τὴν ἔξοδον προθυμηθέντες, τὸν αὐτὸν τρόπον δεῖ ποικίλως καὶ ἡμᾶς προσέχειν τῇ μαθήσει καὶ ὥσπερ ἂν εἰ διὰ πολλῶν ὁδῶν διευθύνοντας ἐπὶ τὸ ἀποτέλεσμα κατελθεῖν· πολλὰ γὰρ καὶ μυρία τὰ συμβαίνοντα τοῖς ἀνθρώποις, ἅπερ οὐ διὰ μιᾶς ἀγωγῆς οὔτε ἑνὸς ἀστέρος συνίσταται, ἀλλὰ διὰ πολλῶν. ἐπεὶ δὲ καθʼ ἑκάστην γένεσιν ιβ΄ τόποι σημαίνονται, ἐκ δὲ τούτων καὶ τῆς τῶν ἀστέρων φύσεως πλεῖστοι ἐφευρίσκονται, παρατηρητέον τὰς κεντροθεσίας καὶ τὰς τῶν τόπων ἐναλλαγάς· πολλάκις γὰρ εἰς ἓν ζῴδιον δύο τόποι συνεμπίπτουσιν ἢ καὶ σχῆμα κεντρικὸν ἀποκλίματος τρόπον ἐνδείκνυται· τοῦτο δὲ συμβαίνει περὶ τὰς τοῦ ὡροσκόπου αἰτίας.

  53. 5.9.10.1

    Οἴον Δίδυμοι ὡροσκόπος, μεσουράνημα Υδροχόος μοιρικῶς· ἐφἑξει οὖν οὗτος ὁ τόπος τὸν περὶ πράξεως καὶ δόξης καὶ τέκνων λόγον καὶ τὸν περὶ ξένης καὶ θεοῦ, ἐπεὶ ζῳδιακῶς ἐν τῷ θ΄ ἀπὸ τοῦ ὡροσκόπου εὑρέθη καὶ ἡ παράδοσις δὲ ἡ διὰ δ΄ καὶ ε΄ ἐπ᾿ αὐτοῦ εὑρέθη ἐπὶ τὸν ὡροσκόπον χρηματίζουσα καὶ ἡ ἀπὸ τοῦ ὡροσκόπου ἐπʼ αὐτὸν ἡ διὰ θ΄ καὶ ι΄ παράδοσις χρηματίζει. ὁμοίως δὲ καὶ τὸ διάμετρον τοῦ Υδροχόου τουτέστιν ὁ Λέων, ὅπερ ὑπόγειον κέντρον, ἐφέξει τόν τε περὶ θεμελίων κτημάτων καὶ γονέων λόγον καὶ τὸν περὶ θεοῦ καὶ ἀδελφῶν καὶ ξένης, καὶ ἡ διὰ γ΄ καὶ δ΄ παράδοσις ἀπὸ ὡροσκόπου ἐπ᾿ αὐτὸν εὐτονήσει καὶ ἀπ᾿ αὐτοῦ δὲ ἐπὶ τὸν ὡροσκόπον ἡ διὰ ι΄ καὶ ια΄. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων καὶ πολυαναφόρων τὸ ὅμοιον λυέσθω, ἐπὰν ἐν τῷ ἑξαγώνῳ συμπέσῃ τὸ μεσουράνημα· ὅθεν ἐὰν μοιρικῶς τοὺς τόπους ἐξετάσωμεν καὶ τὰς ἀποδιαστάσεις τῶν ἀστέρων, οὐ πταίσομεν. οἷον Ἄρης ὡροσκόπος Παρθένῳ, Σελήνη Σκορπίῳ ὑπόγειος, τὸ μεσουράνημα Ταύρῳ· ζητεῖν δεῖ λδ΄ ἔτος. ὑφαιρουμένων δυοδεκάδων δύο ὑπολείπονται ι΄· ἴσχυσεν ἡ παράδοσις ἡ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα διὰ τὸ κέντρον καὶ ἀπὸ ὡροσκόπου καὶ Ἄρεως ἐπὶ τὸν Ταῦρον τουτέστι τὸ μεσουράνημα. ἔπραξε γὰρ τῷ χρόνῳ ἐπὶ ξένης καὶ φιλίας μειζόνων ἔσχε καὶ διὰ θηλυκὸν πρόσωπον ἐκινδύνευσεν ἀπολέσθαι τομαῖς τε καὶ αἱμαγμοῖς περιέπεσε· καὶ ἄλλαι δὲ παραδόσεις ἐχρημάτισαν τῷ χρόνῳ τούτῳ, πλὴν τὰ αἴτια οὐκ ἐδήλουν. οὕτως οὖν πολλάκις μὴ ὑποπτευομένου τοῦ χρόνου αἴτια κακῶν συνίσταται ἢ- πάλιν μὴ προσδοκωμένου μεγάλαι δόξαι καὶ ὠφέλειαι παρακολουθοῦσιν.

  54. 5.10.1.1

    Ὑποδείξομεν δὲ καὶ γενέσεις ὑποδείγματος χάριν εἰς τὸ εὐσύνοπτον τοῖς ἐντυγχάνουσι τὴν θεωρίαν φανῆναι. οἷον Ἡλιος Σελήνη Ἀφροδίτη Ἑρμῆς ὡροσκόπος Σκορπίῳ, Κρόνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Λέοντι. ἐν τῷ κ΄ ἔτει παράδοσις Διὸς Αἰγόκερῳ Ἄρει Λέοντι ἡ διὰ η΄ παραδέδωκεν οὖν Ζεὺς Ἄρει ἀπὸ τοῦ γ΄ εἰς τὸ ι΄ ζῴδιον τουτέστι τὸ μεσουράνημα. ἀξίωσις γέγονε πρὸς βασιλέως περὶ δόξης καὶ οὐκ ἔτυχε· χαλεπὸς γὰρ Ζεὺς Ἄρει παραδιδούς. ἰσχύει δὲ καὶ ἡ διὰ δ΄ διαίρεσις τουτέστιν ἀπὸ Ἄρεος ἐπὶ Ἥλιον καὶ Σελήνην καὶ ὡροσκόπον καὶ Ἑρμῆν καὶ Ἀφροδίτην· ἐνόσησεν οὖν ἐν τῷ κ΄ ἔτει καὶ ἀπὸ τετραπόδου πεσὼν ἐσύρη, ὡς παρά τι καὶ τὰς ὄψεις ἀφανίσαι· γέγονε δὲ καὶ πρὸς θηλυκὸν πρόσωπον ψόγος καὶ ἐπίθεσις καὶ ζημία, ὥστε ἕκαστος τῶν ἀστέρων τὸ ἴδιον ἀπετέλεσε παρὰ κακοποιῶν παραλαβών. τῷ δὲ κγ΄ ἔτει Ζεὺς ἀπὸ βασιλικοῦ τόπου (ὁ γὰρ τρίτος καὶ ὁ ἔνατος ἀπὸ ὡροσκόπου τόπος θεὸν καὶ βασιλέα δηλοῖ) παραδιδοὺς τοῖς φωσὶ καὶ Ἀφροδίτη καὶ ὡροσκόπῳ καὶ Ἑρμῇ διὰ δωρεάς παρέσχεν ἐξουσιαστικὸν συνέδριον. οὐδὲν οὖν δυνατὸν ἄνθρωπον πράσσειν φιλίας βασιλέων καὶ μειζόνων κεκτημένον ἀντιπρασσόντων τῶν χρόνων.

  55. 5.10.2.1

    Ἄλλη. Ἥλιος Ταύρῳ. Σελήνη Ἑρμῆς Κριῷ. Κρόνος Ἰχθύσι. Ζεὺς Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Διδύμοις, ὡροσκόπος Παρθένῳ. ἐν τῷ μβ΄ ἔτει ἐκληρονόμησε θηλυκὸν πρόσωπον· ἦν γὰρ διὰ Ϛ΄ παράδοσις ἀπὸ Σελήνης καὶ Ἑρμοῦ ὄντων ἐν τῷ θανατικῷ τόπῳ Κρίῷ εἰς τὴν Παρθένον οἶκον Ἑρμοῦ καὶ ἀπὸ ὑψωματικοῦ ζῳδίου εἰς ὑψωτικόν. τῷ δὲ με΄ ἔτει ἀρχὴν ἐπίσημον ἔσχε δημοσίων χάριν πραγμάτων· Ἀφροδίτη γὰρ ἀπὸ μεσουρανήματος παρέδωκεν Ἄρει δηλοῦντι τὸ ταραχῶδες τῷ τε Διὶ τὸ τῆς δόξης. ἦν δὲ καὶ ἡ ἀπὸ ὡροσκόπου ἄφεσις ἐπὶ τὸν Ἥλιον, ὅθεν καὶ βασιλεῖ γνωστὸς ἐγένετο κατʼ ἐκεῖνον τὸν χρόνον. ἐν δὲ τῷ αὐτῷ ἔτει καὶ παλλακίδας ήλευθέρωσε διὰ τὸ εἰς τὸν περὶ δούλων τόπον Δία ὄντα παρειληφέναι ἀπὸ Ἀφροδίτης. τῷ μς΄ ἔτει πράγματα ἔσχε καὶ ἀνασκευασμοὺς τηκτῶν πραγμάτων καὶ διὰ θηλυκῶν προσώπων ταραχὰς καὶ παλλακίδων δυοῖν θάνατον· ἦν γὰρ ἡ παράδοσις ἀπὸ Ἀφροδίτης ἐπὶ Κρόνον ἐν τῷ γαμοστολικῷ καὶ ἀπὸ Ἡλίου ἐπὶ Ἄρεα καὶ Δία. τῶν μὲν οὖν ταραχῶν ἐπαύσατο.

  56. 5.10.3.1

    Ἄλλη. Ἥλιος Ταύρῳ, Σελήνη Ἀφροδίτη ὡροσκόπος Κριῷ. Κρόνος Αἰγόκερῳ, Ζεὺς Παρθένῳ. Ἄρης Σκορπίῳ, Ἑρμῆς Διδύμοις. τῷ να΄ ἔτει ἐξενίτευσε καὶ ἐπὶ βασιλέως ἐλθὼν δίκην ὑπὲρ φίλου ἀρχιερωσύνης ἐνίκησεν· ἦν γάρ ἡ παράδοσις ἀπὸ Σελήνης καὶ Ἀφροδίτης καὶ ὡροσκόπου ἐπὶ Ἑρμῆν ὄντα τῷ περὶ θεοῦ καὶ βασιλέως. δὲ τῳ αὐτῷ ἔτει καὶ τέκνου θάνατος ἐγένετο· Ἄρης γάρ ἀπὸ θανατικοῦ τόπου Κρόνῳ παρέδωκεν ὄντι τῶ περὶ τέκνων τόπῳ.

  57. 5.10.4.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Σκορπίῳ. Σελήνη Ἄρης Τοξὄτῃ, Κρόνος Αίγόκερῳ, Ζεὺς Υδροχόῳ, Ἀφροδίτη Παρθένῳ, ώροσκόπος Ταύρῳ τούτου τοῦ προκειμένου θέματος ὁ υἱὸς ὡς πρὸς σύγκρισιν ἐδηλώθη καὶ ἐκ ταύτης τῆς αἱρέσεως τῳ κβ΄ ἔτει περὶ τὸν πατέρα ἦκει. Ζεὺς γάρ Ἥλίῳ τὴν παράδοσιν ἐποιήσατο δηλοῦντι πατέρα καὶ ἡ ἀπὸ Ἄρεος ὄντος τῷ θανατικῷ τόπῳ πρὸς Ἀφροδίτην παράδοσις τοῦ θανάτου αἴτιον.

  58. 5.10.5.1

    Ἄλλη. Ἥλιος Ἄρης Ἀχροδίτη Λέων Σελήνη Ὑδροχόῳ. Κρόνος Κριῷ, Ζεὺς Ιχθύσιν, Ερμῆς Καρκίνρ, ώροσκόπος Παρθένῳ. τῷ κδ΄ ἔτει ἀπὸ νεκρικῶν ὠφελήθη καὶ φί ἔλων· τῷ κς΄ ἔτει γάμος καὶ ὠφέλεια γυναικός. τῷ κθ΄ ἔτει διὰ θάνατον ἀλλοτρίου δούλου καὶ πρόφασιν φαρμάκου πράγματα καὶ ταραχάς ἔσχηκεν· Κρόνος γὰρ Ἡλἰῳ Ἄρει Ἀφροδίτη ἐν τῷ περὶ δούλων τόπῳ οὗσι τὴν παράδοσιν ἐποιήσατο· ἔτυχε δὲ βοηθείας διὰ μειζόνων φιλίας ἀρρενικῶν τε καὶ θηλυκῶν. τῳ λα΄ ἔτει ἐξενίτευσε καὶ ἐπὶ τῆς ξένης ἡδέως μὲν καὶ ἐπωφελῶς κατʼ ἀρχάς διῆξεν, ὑστέρου δὲ φθείρας παιδίσκην ζηλοτυπίας καὶ ταραχάς ἔσχεν· ἦν γὰρ ἡ παράδοσις ἀφʼ Ἡλίου καὶ Ἀφροδίτης καὶ Ἄρεος ὄντων τῷ περὶ δούλων τόπῳ ἐπὶ Σελήνην καὶ ἀπὸ ὡροσκόπου ἐπὶ Δία τὸν γαμοστόλον. τῷ δὲ λγ΄ ἔτει κατεδικάσθη ὡς δοῦλον ἀπὸ νήσου ἐκβαλών, πλὴν τῇ καταδίκη φιλανθρωπίας μετέσχε διὰ τὴν ἀπὸ Ἑρμοῦ πρὸς Δία παράδοσιν. ἡ μέντοι συνοχὴ πρόδηλος ἐγένετο ἐκ τῆς σεληνιακῆς ἑξαγώνου στάσεως πρὸς Κρόνον, καθώς τοῖς πρότερον ἐδηλώσαμεν, ὁ δὲ χρόνος ἀπὸ Ἄρεος καὶ Ἡλίου εἰς τὸν αἰτιατικὸν τόπον γενόμενος, τουτέστι πρὸς Κρόνον, τὴν καταδίκην παρέσχε. τῷ δὲ με΄ ἔτει διὰ σπουδῆς μειζόνων προσώπων ὡς ἐπισινὴς ἀπελύθη· ἦν γάρ καὶ ἡ παράδοσις τοῦ τε πρώτου χρόνου καὶ τούτου συγκεκραμένη ἐξ ἀγαθοποιῶν καὶ κακοποιῶν. ἄλλως τε καὶ οἱ κακοποιοὶ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος ἀφαιρετικοὶ καὶ ἀμαυρότεροι γεγόνασι καὶ εἰς ἀσθενεστέρους τόπους πεπράκασιν.

  59. 5.10.6.1

    Ὅθεν σκοπεῖν δεήσει πάντων τῶν ἀστέρων τὰς παραδόσεις, καὶ πότερον αἱ τῶν κακοποιῶν πλεονάζουσιν ἥ αἱ τῶν ἀγαθοποιῶν ἤ ἀναμεμιγμέναι εἰσί, καὶ οὕτως ἀποφαίνεσθαι. περὶ μὲν οὖν τούτων τοῖς παραγγέλμασιν ἐδηλώσαμεν· ἵνα δὲ μὴ δόξωμεν πολυλογεῖν, αὑτὰ τὰ κεφάλαια τῶν ἀποτελεσμάτων ποδείξομεν, τοὺς δὲ τόπους καὶ τάς αἰτίας οἱ ἐντυγχάνοντες ἐκ τῶν προδεδηλωμένων καταλήψονται ἤ τῶν μελλόντων.

  60. 5.10.7.1

    Αλλη. Ἥλιος Ἑρμῆς Ἀχροδίτη Ζυγῷ. Κρόνος Υδροχόῳ. Ζεὺς ὡροσκόπος Τοξδτῃ, Ἄρης Παρθένῳ, Σελήνη Ἀέοντι. τῷ μζ΄ ἔτει ἐκληρονόμησε φίλον, δὲ τῷ αὐτῷ καὶ γυναικὸς ἐχωρίσθη διὰ ζηλοτυπίαν καὶ ψόγον.

  61. 5.10.8.1

    Αλλη. Ἥλιος Ἄρης Ταύρῳ, Σελήνη ὡροσκόπος Κριῷ, Κρόνος Λέοντι, Ζεὺς Καρκίνῳ, Ἀφροδίτη Ιχθύσιν, Ερμῆς Διδύμοις. τῷ δ΄ ἔτει πατρὸς θάνατος ἐγένετο.

  62. 5.10.9.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Κρόνος Τοξότη, Σελήνη ἰχθύσιν. Ἄρης Λέοντι, Ἀφροδίτη Αίγόκερῃ, ὡροσκόπος Ζεὺς Ταύρῳ. τῷ με΄ ἔτει τέκνων διδύμων γέννα ἄχρηστος, δὲ τῷ αὐτῷ καὶ ἀρχιερωσύνη τῷ νά ἀρχὴ ἐπίσημος τῷ νβ΄ ἔτει τέκνου θάνατος.

  63. 5.10.10.1

    Ἄλλη. Ἥλιος Ἄφροδίτη Ταύρῳ, Σελήνη Κριῷ. Κρόνος Καρκίνῳ, Ζεὺς Ἄρης Παρθένῳ, Ἑρμῆς Διδύμοις, ὡροσκόπος Τοξδτῃ. τῷ λς΄ ἔτει κρίσεις καὶ πράγματα ὑπὲρ τῆς γυναικὸς ἔσχε καὶ φίλων ἔχθρας.

  64. 5.10.11.1

    Ἄλλη. Ἥλιος Ἀφροδὶτη Ὑδροχόῳ. Σελήνη Ζεὺς Τοξδτῃ. Κρόνος Λέοντι, Ἑρμῆς Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Ζυγῷ. τῷ λε΄ ἔτει ἐκινδύνευσε συσχεθῆναι διὰ στάσιν καὶ βίαν· εῖχε γάρ καὶ ἡ Σελήνη ἑξάγωνον σχῆμα πρὸς Ἄρεα καὶ αὐτὸς Ἄρης παρειληφὼς παρʼ αὐτῆς τὸν ἐνιαυτὸν καὶ Κρόνῳ παραδεδωκὼς. αὗται οὖν αἰ ἀντιπαραδόσεις χαλεπαὶ καὶ ἐπιτάραχοι· ἴσχυσε δὲ Ζεὺς σύν τῇ Σελήνη τυχών καὶ παραλαβών ἀπὸ Ἥλίου καὶ Ἀφροδίτης αὐτὸ ἔτος ὄντων τῳ περὶ ιλίας τόπῳ· ὁ αὐτὸς οὖν τῳ περὶ ξένης τόπῳ τυχών ἐπετέλεσε ξενιτείαν ἑκούσιον μέν, ἐπίφοβον δέ, καὶ ίλων βοηθείας καὶ συστάσεις.

  65. 5.10.12.1

    Ἄλλη. Ἥλιος Ἄρης ἑρμῆς Σκορπίῃ. Κρόνος Κριῷ. Σελήνη Παρθένῳ, Ζεὺς Ταύρῳ, Ἀφροδίτη Ζυγῷ. ὡροσκόπος Τοξότη. τῷ μβ΄ ἔτει διὰ γυναῖκα ταραχαὶ καὶ ἀκαταστασίαι καὶ ὄχλων περιβοήσεις, τῷ δὲ μδ΄ δούλου βιαιοθανασία καὶ πατρὸς κλιμακτὴρ καὶ κατηγορία περὶ γένους ὡς ἀδόξου καὶ περὶ βίας· πλὴν ἀπὸ φίλων ἔτυχε βοηθείας καὶ δωρεᾶς. ἐταράχθη δὲ καὶ εἰς τὸν περὶ γραπτῶν λόγον καὶ ζημίας καὶ ἐπιθέσεως ἐπειράθη καὶ ψευδοκατηγορίας καὶ ἐπὶ δόλοις ἐλυπήθη καὶ σωματικῶς ὠχληθη. ἑκάστη οὖν παράδοσις ἴδιον ἀποτελεῖ, ὁμοίως δὲ καὶ ἕκαστος τόπος.

  66. 5.10.13.1

    Ἄλλη. Ἥλιος Ζεὺς Ἀίγόκερῳ, Σελήνη Κρόνος Ἀέοντι. Ἄρης Ἰχθύσιν, Ἀφροδίτη ὡροσκόπος Σκορπίῳ, Ερμῆς Τοξότῃ. οἱ αίτιατικοὶ τόποι εὑρέθησαν Ἰχθύσι καὶ Σκορπίῳ· τῷ Σκορπίῳ Ἀφροδίτη, χθύσιν Ἄρης. ὀρχηστὴς ὧν διὰ στάσιν ὄχλων τῳ κε΄ ἔτει συνοχῇ γενόμενος καὶ ἀπολογηθεὶς ἡγεμόνι διὰ φί ἰλων βοήθειαν καὶ ῤχλων δέησιν ἀπολυθεὶς ἐνδοξότερος ἐγένετο. ἦν μὲν γάρ ἡ παράδοσις τοῦ ἔτους ἀπὸ Κρόνου καὶ Σελήνης ἐπὶ Ἄρεα καὶ τὸν αἰτιατικὸν τόπον, καὶ ἀπὸ Διὸς καὶ ἀπὸ Ἡλίου ὄντων τῳ περὶ ἐξουσίας τόπῳ ἐπὶ Κρόνον καὶ Σελήνην ὄντας ἐν τῳ μεσουρανήματι καὶ πρακτικῷ τόπῳ ἁλίως τε καὶ κατὰ τὴν διὰ ή διὰ δʼ αἵρεσιν σημαίνει ἀπὸ Κρόνου καὶ Σελήνης ἐπὶ Ἀφροδίτην καὶ ὡροσκοπον, ἵνα γένηται ἡ στάσις καὶ φι λονεικία καὶ ἀντιζηλία διὰ τὴν πρᾶξιν, καὶ ἀπὸ Ἑρμοῦ δ΄ ἐπὶ Ἄρεα καὶ τὸν αἰτιατικὸν τόπον. πάντες οὖν οἱ ἀστέρες τῷ κέ ν ἔτει ἐχρημάτισαν· εὐλαβήθη ἡ γένεσις περὶ καθαιρέσεως δόξης καὶ περὶ καταδίκης καὶ πνευματικοῦ κινδύνου. Ἀφροδίτης δὲ εὑρεθείσης τῳ ὡροσκόπῳ καὶ τῷ αἰτιατικῷ καὶ Διὸς σὺν Ἡλίῳ εὐφαντασίωτον τὴν ἀπόλυσιν ἔσχε καὶ περὶ τὴν πρᾶξιν εὐημέρησεν ἦν γάρ καὶ ὁ κλῆρος τῆς τύχης Κριῷ, τοῦ δὲ ὑψώματος κατὰ τὴν γένεσιν κύριος ὁ Ἡλιος εὑρέθη μεσουρανῶν κατὰ τὸν κλῆρον καὶ Ἄρης κατὰ τὸν δαίμονα. ὑστέρου τῷ λβ΄ ἔτει τιμῆς καὶ δόξης καὶ βίου καθαιρεθεὶς ἀτίμως διῆξε διὰ ἀποκλίσει τετευχέναι τὸν κλῆρον καὶ Κρόνον παρʼ αἵρεσιν μεσουρανοῦντα ἐναντιωθῆναι τῷ περιποιητικῷ τόπῳ Υδροχόῳ ἰδίῳ οἴκῳ. ὅθεν καὶ ἐαυτῷ παραίτιος τῆς καθαιρέσεως ἐγένετο, ὑβριστὴς καὶ ἀλαζὼν γενόμενος. καὶ γάρ ὁ κύριος τοῦ δαίμονος καὶ τοῦ διανοητικοῦ τόπου Ερμῆς ἑαυτῷ ἠναντιώθη, τουτέστι τοῖς Διδύμοις.

  67. 5.10.14.1

    Ἄλλη. Ἤλιος Σελήνη Καρκίνᾳ. ρόνος Ζεὺς Ἄρης Κριῷ. Ἀφροδίτη Ἑρμῆς ὡροσκόπος Διδύμοις. τῷ κ΄ ἔτει οἱ τούτου γονεῖς πανηγύρει λῃστῶν ἐφόδῳ ἀμφ ότεροι ἀνῃρέθησαν· ἦν μὲν οὖν καὶ ή παράδοσις ἀπὸ ὡροσκόπου εἰς τὸν θανατικὸν τόπον ἐχρημάτισε δὲ μᾶλλον καὶ ὴ διὰ δʼ ἀπὸ Κρόνου καὶ Ἄρεος ἐπὶ Ἥλιον καὶ Σελήνην, οἳ ἐτύγχανον τῷ θανατικῷ τόπῳ δηλοῦντες πατέρα καὶ μητέρα. καὶ αὐτὸς μέντοι τῇ ταραχῇ γενόμενος διέφυγε τὸν κίνδυνον, ἵνα καὶ ἡ xΔιὸς παράδοσις ὲν τῷ αὐτῷ ἰσχύσῃ.

  68. 5.11.1.1

    Αἱ μὲν οὖν ἀφέσεις τῶν ἐνιαυτῶν ἀπὸ πάντων τῶν ἀστἑρων Ἀρηματίσουσιν, ἐνεργεστέρα δὲ ἐκείνη ἡ ἄφεσις κριθήσεται. ἡμέρας μὲν ἀπὸ Ἡλίου, νυκτὸς δὲ ἀπὸ Σελήνης, μάλιστα ἐὰν ἐπίκεντροι τύχωσι. ἔπειτα ἡ ἀπὸ ὡροσκόπου· κἀν μὲν ἔλθῃ ὁ ἀπὸ ὡροσκόπου ἢ ὁ ἀπὸ Σελήνης ἤ ὁ ἀπὸ Ἡλίου δεδομένος ἐνιαυτὸς εἰς τινα τῶν κατά γένεσιν ἀστέρων, χρῆσθαι τοῖς ἀποτελέσμασιν εἰ δʼ οὖν καὶ τῶν κατὰ πάροδον ἀστέρων τις ἐπεμβῇ τῳ τόπῳ ἐκείνῳ, ἔσται παραδεδωκώς τὸν χρόνον. εἰ δὲ κενὸν τύχη ζῴδιον, εἰς ὃ κατέληξεν ὁ ἀριθμός, ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου τοῦ κατά γένεσιν τὸν αὐτὸν καὶ ἀποδιδόναι καὶ σκοπεῖν ὁμοίως, ἐπὶ τίνα λήγει τῶν κατὰ γένεσιν ἥ κατά πάροδον, καὶ πάντων τάς ἐκβάσεις προλέγειν τῶν τε τόπων καὶ τῶν ἀστέρων κάν μὲν ἀπὸ ἀστέρος ἐπὶ ἀστέρα καταλήξῃ ὁ ἀριθμός, χρῆσθαι τοῖς ἀποτελέσμασι τῶν ἀστέρων εἰ δὲ εἰς κενά, τοῖς τῶν τόπων κυρίοις.

  69. 5.11.2.1

    Οἷον ἐὰν ἀπὸ Σελήνης ἡ ἄφεσις γενομένη ἔλθῃ ἢ εἰς Κριὸν ἢ εἰς Σκορπίον, ἐκεῖ δὲ μηδεὶς ἐπῇ, ἀπʼ αὐτοῦ δὲ τοῦ κατὰ γενεσιν Ἄρεως αὐτὸ πλῆθος τῶν ἐτῶν δοθὲν ἔλθῃ πρὸς Κρόνον, ἔσται ἐπικίνδυνον καὶ ἐπιτάραχον ἔτος, καὶ ὅσα ἐὰν ἡ παράδοσις καὶ οἱ τόποι σημαίνωσι. δʼ ὅμοιον καὶ ἀπὸ Ἡλίου καὶ ἀπὸ ὡροσκόπου διδόμενον ἔτος καὶ ἀπὸ τῶν κλήρων, ἑκάστου ἴδιον ἀποτελοῦντος κατὰ τὴν παράδοσιν ἢ παράληψιν. ἐὰν δέ πως ἐπὶ τοῦ ἔτους δύο ἐνεργήσωσιν, ἐξαιρέτως δὲ ἡ ἀπὸ τῶν κέντρων, εἶτα ἡ ἀπὸ τῶν ἀναφορῶν, ἐξῆς ἡ ἀπὸ τῶν ἀποκλιμάτων. καὶ οἱ μὲν ἀγαθοποιοὶ ἀπὸ τῶν κέντρων καὶ ὑψωμάτων ἤ χρηματιστικῶν τόπων παραδιδόντες ἤ παραλαμβάνοντες μεγάλων ἀγαθῶν καὶ δόξης αἴτιοι καθίστανται, ἀπὸ δὲ τῶν ἐπαναφορῶν μέσοι, ἀπὸ δὲ τῶν ἀποκλιμάτων ἀσθενέστεροι. διάμετροι θὲ ἥσσονες καὶ ἐπιτάραχοι. ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ ἐπίκεντροι μὲν κάκιστοι, ἐπὶ δὲ τῶν ἐπαναφ ορῶν μέσοι καὶ ὑστέρου τάς αἰτίας ἐπάγοντες, δὲ τοῖς ἀποκλίμασιν ἥσσονες τῇ κακίᾳ γενήσονται· διάμετροι δὲ ἐναντιωμάτων καὶ κινδύνων εἰσὶ δηλωτικοί. ὅταν δὲ οἶ κακοποιοὶ καθυπερτεροῦντες παρά τῶν καθυπερτερουμένων λαμβάνωσι τούς χρόνους, χείρονα τὰ κακὰ ἀπεργάζονται, κἀν ἀγαθοποιούς δὲ διαμετρῶσι καὶ παρʼ αὐτῶν λαμβάνωσι. τριγωνίζοντες δὲ συμφανέστερα τὰ ἀποτελέσματα ποιοῦσι καὶ ἠπιώτερα ἐνεργέστεροι δὲ κριθήσονται οἱ παραλαμβάνοντες ἤ οἱ παραδιδόντες. Κάλλιον μὲν οὖν τὸν ἀγαθοποιὸν ἀγαθοποιῷ παραδιδόναι ἤ κακοποιὸν ἀγαθοποιῷ, χείριστον δὲ τὸν κακοποιὸν κακοποιῷ. ἐὰν δέ πως ἡ ἄφ εσις εἰς κενὸν κατὰ παρὸν ἔλθῃ ζῴδιον, ὑστέρου δὲ τῷ τόπῳ ἀστὴρ ἐπεμβῇ. ἔσται ἐκεῖνος παρειληφώς τὸν χρόνον. εὐτονώτερος δὲ κριθήσεται πρὸς ἀποτέλεσμα ἤτοι ἀγαθοποιὸς ἢ κακοποιός, ἐὰν φάσιν τῷ αὐτῷ ζῳδίῳ ποιήσηται· ἐὰν δὲ παροδεύῃ, ἀιόνος· ἐὰν δέ πως ἡ ἄφεσις εἰς κενὸν τόπον συνεκπέσῃ, ἡ τῷ α’ ἔτει ἐπικρατεῖ, ἕως ἑτέρα συνδράμῃ. αἱ μὲν οὖν δύσεις καὶ οἱ ἀναποδισμοὶ τῶν ἀστέρων ἄτονοι γενήσονται, δὲ ἀνατολαὶ καὶ στηῥιγμοὶ εὔτονοι, θυγκρινομένων τῶν ἀποτελεσμάτων πολυμερῶς. πρὸς τὴν ὑπδστασιν οὖν τῆς γενέσεως πλουσίοις μεσοβίοις ἀσχοληματικοῖς πένησιν ἐργαστηριακοῖς. βεβαιότερα δὲ τὰ ἀποτελέσματα κριθήσεται εἰς τε τά πρακτικὰ καὶ τούς κλιμακτηρικούς λόγους, ἐπὰν οἱ αὐτοὶ ἀστέρες τὸν αὐτὸν σχηματισμὸν ἐπέχμωσιν, ὁποῖον καὶ ἐπὶ γενέσεως. τούτου γάρ καὶ ὁ θειότατος Κρι ιτόδημ ος μέμνηται. ὑποδείξομεν δὲ διʼ ὀργάνου καὶ διʼ ἀγωγῆς ροκείμενος καἐξῆς σχῆμα.

  70. 5.11.3.1

    Ὁ πνών ἐστι συναποκαταστάσεως πρὸς τὰς διαστάσεις τῶν ἀστέρων καὶ συμπλοκάς. οἶον ὑποδείγματος χάριν Ἡλιος Ἄρης Ἑρμῆς ὡροσκόπος Γοξότη, Σελήνη Ἀέοντι. Κρόνος Παρθένῳ, Ζεὺς Σκορπίῳ, Αφροδίτη Αἰγόκερῳ. κεκλήρωται ἡ Σελήνη τὴν δυάδα, ἐπεὶ ἀφέστηκεν Κρόνου β’· ὁμοίως καὶ Ἥλιος καὶ Ἄρης Ερμῆς ὡροσκόπος ἐπὶ Ἀφροδίτην. τὴν δὲ τριάδα Κρόνος καὶ Ζεὺς καὶ Ἀρροδίτη, τετράδα δὲ καὶ πεντάδα Κρόνος καὶ Σελήνη ἑξάδα, ἡ δὲ ἑβδομὰς κοινὴ πάντων, ὀγδοάδα δὲ Ἀφροδίτη, ἐννεάδα δὲ καὶ δεκάδα ἥλιος Αρης Ἑἑρμῆς ὡροσκόπος, καὶ Ζεὺς δὲ τὴν δεκάδα καὶ ἑνδεκάδα, καὶ Ἀφροδίτη τὴν δωδεκάδα. ἄγει δὲ θέμα ἔτος λά· εὑρίσκονται οἱ χρηματίζοντες ἀστέρες καὶ οἱ κλιμακτηρίζοντες οὕτως. ἀρχὴ δὲ ἐπὶ τῶν προκειμένων κλιμακτήρων ἐπὶ τοῦ τρίτου στίχου τῆς τριάδος· οἱ γὰρ προκείμενοι δύο, ἧ τε μονὰς καὶ ἡ δυάς, ἀχρημάτιστοι διὰ τὴν μονάδα χρηματίζειν μέχρι ιβ΄, τὴν δὲ δυάδα μέχρι κδ΄ , τὴν δὲ τριάδα μέχρι καὶ λϚ΄ . καὶ ἐξῆς ὁμοίως. θεωρεῖται δὲ οὕτως· ἐπεὶ λα΄ ἔτος πίπτει εἰς τὴν ια΄ τῆς τριάδος, κεκλήρωται δὲ Κρόνος καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐπὶ γενέσεως τὴν τριάδα, ἐπιζήτει τοὺς ἐπὶ καιροῦ παροδεύοντας, μήποτε τὴν ια΄ παραδῶσιν ἑτέρῳ ἤ καὶ ἀλλήλοις. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως ἐπὶ τοῦ καιροῦ ἦσαν οἱ ἀστέρες Ἥλιος Ζεὺς Ἑρμῆς Διδύμοις. Κρόνος Παρθένῳ. Ἄρης Ἀφροδίτη Ταύρῳ. Σελήνη Ἰχθύσιν, οἱ δὲ κληρωσάμενοι ἀστέρες τὴν ια΄ ἦσαν Ζεὺς καὶ Κρόνος καὶ Ἀρροδίτη. εὑρίσκομεν δὲ Σελήνην ἀποκαθισταμένην τῇ Ἀφροδίτη, Δία δὲ οὐδενί· εὐθέως μεταβαίνω ἐπὶ τὸν τέταρτον· εὑρίσκω τὰ λβ΄ ἐν τῇ ὀγδοάδι· οὐδεὶς τῶν κυριευσάντων τῆς τετράδος κλιμακτηρίζει. μεταβαίνω ἐπὶ τὴν πεντάδα· χρηματίζει δὲ τῆς πεντάδος ἡ Σελήνη καὶ Κρόνος καὶ εὑρίσκονται οὖτοι ἀλλήλοις ἀποκαθιστανόμενοι. ἔρχομαι ἐπὶ τὴν ἑξάδα· οὐδεὶς διὰ τῶν διέστηκεν. μεταβαίνω ἐπὶ τὸν στίχον τῆς ἑβδομάδος· εὑρίσκεται δὲ τῆς πεντάδος ὁ χρόνος ἀγόμενος· κοινὴ δὲ πάντων ἀστέρων ὡς εἴρηται ἡ ἑβδομὰς εὑρέθη· Ἄρης καὶ Ἀσροδίτη Κρόνῳ. ἔρχομαι δὲ ἐπὶ τὸν τῆς ὀγδοάδος· Ἀρροδίτη διὰ δʼ οὐκ ἀποκαθίσταται οὐδενί. ἑξῆς ἐπὶ τὸν τῆς ἐννεάδος κλιμακτῆρα. κυριεύσουσι δὲ τῆς ἐννεάδος Ἥλιος Ἄρης Ἑρμῆς ὡροσκόπος Ἀφροδίτη· ἔστι δὲ τούτῳ τῷ στίχῳ τὰ λς΄ ἐπὶ τῆς τετραετηρίδος εὑρέθησαν Ἥλιος Ζεὺς Ἑρμῆς ἀποκαθιστάμενοι Κρόνῳ. πάλιν μεταβαίνω ἐπὶ τὴν δεκάδα· κυριεύσουσι δὲ τῆς δεκάδος Ἥλιος Ἄρης Ἑρμῆς Ζεὺς ὡροσκόπος· ἐν δὲ τῷ στίχῳ τούτῳ δ΄. διὸ καὶ εὑρίσκονται παραδιδόντες Ἡλίῳ Ἑρμῇ Διὶ Κρόνῳ.

  71. 5.11.4.1

    Ἀπαραβάτως οὖν ἐνεργεῖς καὶ χρηματιστικοὶ οἱ χρόνοι οὖτοι γίνονται τῶν διαστάσεων, ὅταν οἱ ἐπὶ γενέσεως κυριεύοντες αὐτῶν ταῖς ἐπικαίροις παρόδοις ἣν εἶχον ἐπὶ γενέσεως διάστασιν ἔχουσιν.

  72. 5.12.1.1

    Οἷον Ἥλιος Ὑδροχόῳ, Σελήνη Λέοντι, Κρόνος Καρκίνῳ, Ζεὺς Διδύμοις, Ἄρης Σκορπίῳ, Ἀφροδίτη Κριῷ. Ἑρμῆς Ἰχθύσι. τὰ μὲν οὖν ιβ΄ ἔτη πρὸς τὴν τοῦ Ἄρεος ἀποδιάστασιν διὰ τῶν δ΄ ἐστὶ δὲ ἀπλοῦς ὁ κλιμακτήρ. τετράκις γὰρ τὰ δʼ γίνεται ις΄ οἱ γὰρ τετράγωνοι ἁπλοῖ, οἱ δὲ ἑτερομήκεις σύνθετοι. ὁ δὲ ιή πρὸς Ἀφροδίτην σύνθετος ἐκ τοῦ τὰ δὶς θʼ· τὰ μὲν οὖν δύο Παρθένῳ, Παρθένῳ δὲ οὐδείς· δὲ τῷ θ΄ ἐστὶν Αφροδίτη. εἰ δὲ ἦν τις καὶ Παρθένῳ, συναπεκαθίστατο ἂν διὰ καὶ Αίγόκερῳ ἐπεὶ δὲ καὶ τρὶς ὁμοίως ιη΄ καὶ καὶ ἑξάκις. ἀλλʼ οὔτε Ζυγῷ τῷ τρίτῳ ἐστι τις ἀστὴρ οὔτε Αἰγόκερῳ τῷ ἕκτῳ. πάλιν τὰ κ΄ σύνθετος. τετράκις γάρ ε΄ γίνεται κʼ καὶ τά πεντάκις δ΄ ὀμοίως. Ἄρης Σκορπίῳ τρηματίζει, τῷ ε΄ Τοξότῃ οὐδείς. τὰ δὲ κα΄ ἔχει τρὶς ξ΄ Ζυγῷ οὐδεὶς, Υδροχόῳ Ηλιος· πρὸς Ήλιον οὖν. τὰ δὲ κδ΄ ἔχει τετράκις Σκορπίῳ πάλιν Ἄρης, Αίγόκερῳ δὲ οὐδείς. τὰ δὲ κε ἔχει τετράγωνον ἀπλοῦν ἀριθμόν· ἀλλʼ οὐδεὶς Τοξότῃ. τὰ δὲ κζ΄ συνέστηκεν ἐκ τῆς τρὶς θʼ· διὰ τριῶν ἐστιν οὐδείς, μόνη δὲ ἡ Αφροδίτη διὰ θ΄. κη΄ διὰ πρὸς Ἄρεα καὶ διὰ ζ΄ πρὸς Ηλιον. ὁ μʼ ἔχει μὲν δ΄ καὶ ί καὶ έ καὶ η΄ . συμφωνεῖ δὲ πρὸς Ἄρεα διὰ τῶν δ΄ , πρὸς Ἑρμῆν διὰ τῶν η΄. ὁ μδ΄ πρὸς Ἄρεα καὶ Δία. συναποκατασταθήσονται δὲ καὶ πλείονες ἐσθʼ ὅτε· οἶον ἐπὶ τοῦ μ΄ ὥσπερ τῷ δ΄ ἐστὶν Ἄρης καὶ τῷ η΄ Ἑρμῆς· εἰ ἦν τις καὶ τῷ ί καὶ τῳ έ . συναπεκαθίστατο ἄν αύτοῖς.

  73. 5.12.2.1

    Λέγει δὲ τὰ συμβαίνοντα μᾶλλον εὐτονώτερα καὶ ἐμφο ανέστερα γίνεσθαι, ἐὰν ἴδιος ᾖ ὁ τῶν ἐτῶν ἀριθμὸς τοῦ συμφωνοῦντος πρὸς τὴν ἀποδιάστασιν ἀστέρος, οἷον οὕτωςʼ τά μὲν γ΄ εἶναι Κρόνου . τὰ δὲ ε’ Ἀρροδίτης, τὰ δὲ ζ΄ Ἄρεως, τὰ δὲ η΄ Ἑρμοῦ, τὰ δὲ θ΄ Διός, τὰ τγ΄ Σελήνης, τὰ ιη΄ Ἡλίου. ἐὰν οὖν ἅμα συνεμπίπτῃ οὖτός τε ὁ ἀριθμὸς καὶ ἡ διάστασις εἰς τὸν αὐτὸν ἀστέρα, γίνεται χρηματίζων χρηματιστικῷ ἐὰν θὲ ὁ ἐνιαυτὸς μὴ συνεμπίπτῃ εἰς τινα τοῦ διαστήματος ἐπʼ αὐτὸν φέροντος, ἀχρημάτιστος ἀχρηματίστῳ. καὶ ἐὰν μέν τις διάστασις χρηματίζουσα δὲ τοῖς μεταξὺ ἔτεσι μὴ εὑρεθῇ, τῇ πρώτη χρηστέον, ἕως ἑτέρα εὑρεθῇ. Οῖον ἐπὶ τοῦ προκειμένου θέματος ὁ κη΄ πρὸς Ἄρεα Ηλιον· ὁ κθ΄ οὐκ ἔχει διάστασιν· ὁ λ΄ ἔχει μὲν γ΄ καὶ καὶ Ϛ' καὶ καὶ καὶ ταῦτα τὰ ζῴδια· ὁ δὲ λα΄ πάλιν οὐχ ἁρμόζει τινὶ διαστήματι. ταῦτα τὰ ἔτη ἐπικρατήσει ὅ τε Ἄρης καὶ Ἥλιος οἱ τῳ κη ἔτει χρηματίσαντες ἓως λβ΄ ὧν συναποκαθιστῶσι Ἄρης διὰ δ΄ καὶ Ερμῆς διὰ η΄ .

  74. 5.12.3.1

    Ὑποτάξομεν δὲ καὶ τὰς διαφοράς τῶν κλιμακτήρων κατὰ τὴν τῶν ἀστέρμων χρονογραφίαν καὶ τὴν πρὸς ἀλλήλους ἀποκατάστασιν. πρώτῳ ἀσθενήσει καὶ ἐπίφ οβος ἔσται· δευτέρῳ κινδυνεύσει διʼ ὑγρῶν σπασμόν· γʼ Κρόνου κλιμακτὴρ ἐπισφαλής· ε’ Φωσφόρου, ἀσθενήσει. Κρόνου δεύτερος· ζ΄ Ἄρεως πρῶτος ἐπικίνδυνος, πυρετοῖς αἵμασι τραύμασι πτώμασιν ἑλκώσεσι περιτρέπων ἢ σιδήρου τομαῖς. η΄ Ἑρμοῦ πρῶτος ἀσύνθετος. θ΄ Διὸς πρῶτος, Κρόνου τρίτος ἐπικίνδυνος· ἀσθενήσει ἢ ῥιγοπυρέτοις ὀχληθήσεται καὶ τῶν ἐντὸς ἢ κοιλίας πόνοις. ι΄ Ἀφροδίτης δεύτερος· ἀσθενήσει ἐκ πληθώρας. ιβ΄ κλιμακτὴρ Κρόνου τέταρτος· ἀπροσδοκήτως ἢ διʼ ὑγρῶν. τγ΄ Σελήνης πρῶτος· πυρετὸς δύσκολος ἐπιγενήσεται ἢ κατάπτωσις καὶ τῶν ἐντὸς ἢ θώρακος πόνοι. ιδ΄ Ἄρεως δεύτερος ἐπικίνδυνος δύσκολος. ιέ Κρόνου πέμπτος, Ἀφροδίτης τρίτος, ἀνετικός. ιϚ΄ Ἑρμοῦ δεύτερος κλιμακτήρ, σύνθετος διὰ χολέρας ἢ ἀρτηρίας καὶ δυσαναληψίας. τή Διὸς δεύτερος, Κρόνου τρίτος, Ηλίου πρῶτος, χαλεπὸς λίαν. κ΄ Ἀφροδίτης τέταρτος, ἀκίνδυνος κατά πλεῖστον· νόσοι δὲ ἐκ πληθώρας ἡ κόπου παρακολουθοῦσιν. κα΄ Ἄρεως τρίτος, Κρόνου ἕβδομος· δύσκολος καὶ ἐπικίνδυνος. κδ΄ Κρόνου ὅγδοος Ἑρμοῦ τρίτος, δύσκολος διὰ μελαγχολίας καὶ ὑγρῶν. κε΄ Ἀφροδίτης πέμπτος, σύνθετος. κζ΄ Διὸς τρίτος, Κρόνου ἔνατος, μέσος. κη΄ Ἄρεως τέταρτος κλιμακτήρ, ἐπισφαλής. λ΄ Κρόνου δέκατος, Ἀσροδίτης ἕκτὸς, ἀκίνδυνος κατὰ πλεῖστον. λβ΄ Ἑρμοῦ τέταρτος, σκυλτικός. λγ΄ Κρόνου ἑνδέκατος, δύσκολος. λέ Ἄρεως πέμπτος Ἀφροδίτης ἕβδομος, ἐπικίνδυνος καὶ εὐεπιβούλευτος. λϚ΄ Διὸς τέταρτος, Κρόνου δωδέκατος, χαλεπὸς καὶ ἐπικίνδυνος. μ΄ Ἀφροδίτης ὄγδοος, Ἑρμοῦ πέμπτος, οὐ χαλεπός. μβ΄ Ἄρεως ἐκτὸς, Κρόνου ιδ΄, χαλεπὸς καὶ ἐπικίνδυνος. με Διὸς πέμπτος Ἀφροδίτης ἔνατος, Κρόνου ιε΄· οὖτος ὁ κλιμακτὴρ καλεῖται Στίλβων καὶ προσέχειν δεῖ, μή πως περὶ τούς πόδας γένηται πάθος κατὰ τοῦτον τὸν χρόνον τοῦ Ἑρμοῦ χρηματίζοντος τῇ γενέσει· κινδύνους γάρ ἐπιφέρει ἄρθρων καὶ ἀσθενείας καὶ βιωτικὰ συμπτώματα καὶ ἀηδίας. μή Ἑρμοῦ ἕκτος, Κρόνου ιϚ΄ χαλεπὸς λίαν καὶ ἐπικίνδυνος. μθ΄ Ἄρεως βδομος, ἐπικίνδυνος ἢ αἰφ νίδιος διὰ πυρετῶν ἥ αἱμαγμῶν καὶ βιαίας αἰτίας. ν΄ Ἀφροδίτης δέκατος, ἐπικίνδυνος. να΄ Κρόνου τζ΄ , νόσους βλάβας ἀτυχίας ἐπιφέρει. νβ΄ Σελήνης τέταρτος, οὐ καλός. νδ΄ Κρόνου ιη΄ . Διὸς ἕκτὸς, Ἡλίου τρίτος, χαλεπὸς καὶ κινδυνώδης. νε΄ Ἀφροδίτης ἑνδέκατος, οὐ κακός. νϚ΄ Ἄρεως ὅγδοος, Ἔρμοῦ ἐβδομος, λνπηρὸς σκληρός. νξ΄ Κρόνου ιθ΄ , χαλεπώτατος. ξ΄ Κρόνου κ΄. Ἀφροδίτης δωδέκατυς, ἐπισφαλής. ξγ΄ Κρόνου καʼ, Διὸς ἕβδομος, Ἄρεως ἔνατος, ἀνδροκτασίης, χαλεπὸς καὶ θανατηφόρος. οβ΄ Κρόνου κδ΄ Διὸς ὄγδοος, Ἑρμοῦ ἔνατος, χαλεπὸς καὶ θανατηφόρος. οε΄ Κρόνου κε , Ἀφροδίτης ιέ , ἐπικίνδυνος. οζ΄ Ἄρεως ἑνδέκατος, δύσκολος καὶ θανατηφόρος. οή Κρόνου κς΄, Σελήνης ἐκτος, χαλεπὸς. π΄ Ἀρροδίτης ις΄ Ἑρμοῦ δέκατος, συγκρατικός. πα΄ Κρόνου κζ΄ , Διὸς ἔνατος, ἐπικίνδυνος. πδ΄ Κρόνου κη΄ Ἄρεως δωδέκατος, δύσκολος καὶ κακοποιός. πέ Ἀφροδίτης ιζ΄ . κοινός. πζ΄ Κρόνου κθ΄, ἐπικίνδυνος. ??΄ Κρόνου λ΄ Ἀφροδίτης τη΄ Διὸς δέκατος, χαλεπός. ??έ Ἀφροδίτης τθʼ, οὐ καλός. ??Ϛ΄ Κρόνου λβ΄, δύσκολος. ??η΄ Ἄρεως τδ΄ χαλεπός. ??θ΄ Κρόνου λγ΄ μέσος. ρ΄ Ἀφροδίτης κ΄, οὐ κακός. ρβ΄ Κρόνου λδ΄ χαλεπός. ρε΄ Κρόνου λε΄ , Ἀρροδίτης κα. Ἄρεως ιε΄ δ, δύσκολος. ῥῆ Κρόνου λϚ΄, θανατηφόρος. ρι΄ Ἀφροδίτης κβ΄, οὐ κακός. ρια΄ Κρόνου λζ΄ , ἐπισφαλής. ριβ΄ Ἄρεως ιϚ΄ Ερμοῦ μδ΄ δύσκολος καὶ δεινός. ριδ΄ Κρόνου λη΄, ἐπικίνδυνος. ριε΄ Ἀρροδίτης κγ΄ . κοινός. ριζ΄ Κρόνου λθ΄, Σελήνης ἔνατος, Διὸς ιγ΄ . ἐπικίνδυνος. ριθ΄ Ἄρεως ιζ΄ . ἐπισφαλής. ρκ΄ Κρόνου μ΄ Ἀφροδίτης κδ΄ θανατηφ όρος.

  75. 5.12.4.1

    Ἐστω ὑποδείγματος χάριν Ηλιος Ζεὺς Ἄρης Καρκίνῳ, Σελήνη Ζυγῷ, Κρόνος Τοξδτῃ, Ἀφροδίτη Ἑρμῆς Λέοντι, ὡροσκόπος κιδύμοις. ἐτελεύτα τῷ νδ΄ ἔτει· ἦν γὰρ κύκλος Κρόνου μὲν ιη΄ , Διὸς δὲ ἕκτος, Ηλίου δὲ τρίτος. τούτων συναποκατάστασις. εὑρέθη δὲ καὶ τῷ θανατηφόρῳ μηνὶ Ηλιος καὶ Ζεύς, τουτέστι Γοξότῃ· ἄλλως τε τὸν νδ΄ ἐνιαυτὸν ἀπὸ θανατικοῦ τόπου παρεδίδοσαν. Ηλιος καὶ Ζεὺς καὶ Αρης Κρόνῳ τῷ Τοξότῃ· χαλεπὴ οὖν ἡ παράδοσις. ἐπὶ πάσης οὖν γενέσεως ἔδοξε μὴ μόνον ἀπὸ τῆς Σελήνης τὴν ἄφεσιν τῶν κλιμακτήρων ποιεῖσθαι, ἀλλὰ καὶ ἀπὸ πάντων τῶν ἀστέρων, ὧν οἵ τε θανατηφ ὅροι χρόνοι καὶ βιωτικοὶ σκυλμοὶ συννοηθήσονται· κὲν μὲν οἱ βιώσιμοι χρόνοι κατὰ τάς προκειμένας αἱρέσεις συντρέχωσιν, ἀπαραβάτως ὁ κλιμακτὴρ ἐπακολουθήσει· ἐὰν δὲ ἡ μὲν ὑπὸστασις διάστασιν ἔχῃ, σινεμπέσῃ δὲ κλιμακτηρεκὸς χρόνος, περὶ τὰς πράξεις καὶ βιωτικάς ἀφο ὅρμὰς συντελεσθήσεται, οἷον ἀδοξίαι, καθαιρέσεις, βίαι, καταδίκαι, ναυάγια, κρίσεις, συνοχαί, φυ υγαδεῖαι, φ όβοι, ἀπώλειαι, ζημίαι, αίφ νίδιοι κίνδυνοι, ἐπήρειαι, συλήσεις καὶ τὰ ἄλλα, ὅσα τῷ τῶν ἀνθρώπων βίῳ αἴτια καθίστανται, σίνη τε καὶ πάθη καὶ άκρμωίηριαθμοί, καύσεις, τομαί, ἀσθένειαι, ἐπισφαλεῖς ἐπιβουλαί. κἂν μὲν συναποκαθιστάμενοι οἱ ἀστέρες οἱ κλιμακτηρίζοντες εὑρεθῶσιν ἐπὶ τῆς γενέδεως ἐναντιούμενοι καὶ ἀπὸ κακοποιῶν κατοπτευόμενοι καὶ παρʼ αἵρεσιν πεπτωκότες, ἐπισφαλῆ καὶ ἐπιτάραχον τὸν χρόνον προδείξουσιν· ἐὰν δὲ οἰκεῖον σχῆμα ἔχωσι, τὰς τῶν σιτίων ἐπιφ ορὰς ἀμαυρὼσουσι καὶ ήπιώτερον τὸν κλιμακτῆρα κατασκευάσουσιν. εὔτονοι μὲν οὖν καὶ ἀπὸ τῶν ἰσαναφόρων ζῳδίων αἰ παραδόσεις ἢ παραλήψεις κριθήσονται, οἷον ἀπὸ Κριοῦ εἰς ἔχθύας καὶ ἀπὸ Γαύρου εἰς Τδροχόον καὶ ἀπὸ Διδύμων εἰς Αἰγόκερω καὶ ἀπὸ Καρκίνου εἰς Τοξότην καὶ ἀπὸ Δἐοντος εἰς Σκορπίον καὶ ἀπὸ Παρθένου εἰς Ζυγόν· ὁμοίως καὶ ἐναλλάξ.

  76. 5.12.5.1

    Καὶ ταῦτα μὲν ἡμεῖς νήφσ οντι λογισμῷ καὶ πολυμερίμνοις ἀνίαις δοκιμάσαντες μετὰ πολλοῦ πόνου προεθέμεθα τοῖς γε νοῦν ἔχουσι, καὶ ὥσπερ οἱ λα ιο ὶ καὶ περὶ ταῦτα ἠσχολημένοι ἔπραττον δυνάμενοι ἐξομοιοῦσθαι καὶ συμπάσχειν. ἀλλὰ νῦν ῥᾳδίως μὲν τούτων τις τῶν τὴν ἐπιστήμην νοθευόντων λόγοις κεκαλλωπισμένοις καὶ ποικίλαις μεθόδων ἀγωγαῖς πείσειεν ἄν οὐ μόνον τούς τῆς θεωρίας ἀμυήτους, ἀλλὰ καὶ τούς ποσῶς αὐχοῦντας ἢ μεγάλη δόξη καθεστῶτας διὰ ἀκατάληπτον τῆς περὶ αὐτῶν γοητείας τε καὶ τόλμης. τά γὰρ ἀποπτώματα μή κρίνων ἐναντιώματα εὐημερεῖ διὰ τοῦ θάρσους μή ἔχων ἐρύθημα ἔλεγχον ἀμαθίας, ἀλλʼ ὥσπερ τραγικὸν ἢ κωμικὸν πρόσωπον περικείμενος σκηνοβατεῖ, πλάνης μᾶλλον ἢ ἀληθείας τρόπον κεκτημένος. ὁ δὲ ἀπὸ δογμάτων καὶ ἀπὸ θεωρημάτων φερόμενος πολυχρονίαν μάθησιν μὴ βουλόμενος καταρρίψαι ἐπερειδόμενος τῇ ἐμπειρίᾳ ἅτε δὴ βακτηρίᾳ βραδέως μὲν καὶ δεδιότως θέγγεται καὶ τῇ διανοίᾳ συννεκροῦται λογιζὁμενος μὲν ἀπόπτωμα υγῆς καὶ θανάτου ἄξιον, δὲ ἐπίτευγμα κέαρ πέπονμένον ἀρετῆς. τοῦτο δὲ περὶ τοὺς ἀμαθεῖς ἢ μετὰ ἀκριβείας μὴ φέροντας τὸν χρόνον ἢ τὴν ὥραν γίνεται· ὅθεν ἐχρῆν τοὺς μάλιστα μετά ἀσφαλείας βουλομένους ἀκούειν περὶ τῶν ὄντων καὶ ἐσομένων κρίναντας τοὺς ἄνδρας οἵτινες εἶεν μετὰ σπουδῆς συναγωνίζεσθαι καὶ ἐξομολογεῖσθαί τινα τῶν πραγμάτων ὅπως καταλαμβανόμενος ὁ προγνωστικὸς τὰς κεντροθεσίας ἀνρεβεῖς ἢ καί τινας δυναστικοὺς τόπους ἀριθμῶν καὶ ἀγωγῆς περὶ τῶν ὄντων ἀποραίνηται. πολλάκις γάρ, καθὼς προεῖπον, οὐ μόνον αὐτοὶ ἀλλὰ καὶ οἱ τούτων γεννήτορες τὰς ὥρας διαψευδόμενοι ἀδικοῦσι τὴν ἐπιστήμην· ὁμοίως γάρ καὶ αὐτὸς ἐκ τῶν ἐμῶν φυτοσπόρων κατελαβόμην. ἀλλὰ ταῦτα μὲν οὖν οὐ πράσσουσι, βουλόμενοι στιγμῇ περὶ τῶν καταθυμίων καὶ μὴ θυγκεκραμένων ἀκούειν καὶ ἀδυνάτων πραγμάτων ἐπιτυγχάνειν διά τινος μυστικῆς κακουργίας, ἀκούοντες μὲν παρὰ τῶν ἀμαθῶν καὶ πράσσοντες μετὰ προθυμίας, ἃ μὴ θέμις, ἡδόμενοι παραυτίκα ἐπαίνῳ καὶ τιμαῖς ἀμείβονται τοὺς πολεμίους, κακολογοῦσι δὲ τοὺς σεμνοὺς καὶ ἐμπείρους ὡς μὴ δυναμένους μήτε οὕτως ῥᾳδίως ἀποφαίνεσθαι μήτε πράσσειν λεπτομερῶς, οὐκ εἰδότες ὅτι μετὰ πολλοῦ πόνου καὶ ζητήματος τὰ πράγματα ἑκάστης γενέσεως καταλαμβάνεται. ὑστέρου δὲ σφαλέντες τῶν προσδοκωμένων καὶ μειανοοῦντες ἐπισφαλῶς καὶ ἀνιαρῶς οὐ μόνον ψόγον κατὰ τῶν ψευσαμένων πειθφέρουριν , ἀλλὰ καὶ μάθημα ἀνύπαρκτον φημίζουσι καὶ τοὺς μεταχειριζομένους ἐχθροὺς ἡγοῦνται. συμβαίνει δὲ διʼ ὀλίγους καὶ ἀναξίους τῆς ἐπιστήμης πολλοὺς ἀτιμάζεσθαι.

  77. 5.12.6.1

    Οὐεττίου Οὐάλεντος ἀνθολογιῶν βιβλίον ε τετέλεσται.

  78. 6.pr.1.1

    Πᾶσα μὲν οὖν ἐπιστήμη καὶ τέχνη ἀρεστὴ κατά τὴν τοῦ ἐπάγοντος πρᾶξίν τε καὶ σύνεσιν ἢ καὶ σώματος ἕξιν οἰκείαν ἢ ἀνάρμοστον πρὸς τὴν ἕξιν. ὅθεν καὶ πολλοὶ μέμφονταί τε καὶ λειάζουσι τοὺς πλησίον, ἐπεὶ μὴ τῆς αὐτῆς κεκοινωνήκασι πράξεως, ὖπερ ἐστὶν ἀδύνατον καὶ ἀσύμφορον πάντας τὰ αὐτὰ εἰδέναι, ἴδιον δὲ ἑκάστου ἀγαθόν ἡγούμενοι συμβαίνει τε καὶ φρονεῖν δοκεῖ βέλτιστα. πολλάκις γάρ εὑρίσκεταί τις ὢν δημιουργὸς καὶ μεθοδικὸς πρὸς τάς ἐπιβολὰς τῶν πράξεων καὶ ἐπιτευκτικός, κἀν ἄπειρος γραμμάτων ἐπιτυγχάνῃ· ὁ δὲ πάνυ πεπαιδευμένος ῥᾳδίως ἁλίσκεται ὡς ἄπειρος τῶν παθῶν ὑχ᾿ ἀφελότητος καὶ ἀδιοικησίας προδεδομένος. καὶ οὗτος ἀδυνώμενος ματαίαν ἡγεῖται τὴν τῆς παιδείας ἐπιβολὴν καὶ εὐδαίμονα προκρίνει τὸν ἀμαθῆ. Ταῦτα δὲ εἱμαρμένης καὶ τύχης ἐστὶν ἔργα, αἵτινες ἀφάτως ἡρέμα συνερχόμεναι τοῖς ἀνθρώποις οὕς μὲν μακαρίους οὓς δὲ κακοδαίμονας ἀπεργάζονται ἀλογίστως καὶ ἀπρεπῶς. καὶ οὕτως διὰ πλάνης καὶ κακουργίας ὁ βίος ὁδεύων ἃ μὲν αὔξει καὶ δοξάζει καὶ εἰς εὐημερίαν καὶ προφάνειαν ἄγει, ὡς καὶ πολλούς ἐραστάς τῶν τοιούτων γίνεσθαι, ἃ δὲ λυπεῖ καὶ φ θείρει καὶ μαραίνει καὶ εἰς λήθην καὶ κίνδυνον καὶ μῖσος μεταχέρει τινὰς δὲ εἰς τὰς ἐχθίστας αὐτοῖς τέχνας καὶ ἐπιστήμας μετατρέψας ἀμετανόητον γνώμην καὶ πρᾶξιν καὶ τύχην ἐνηρμό σατο. ταῦτα δὲ πάντα τελίσκεται καὶ γίνεται μεθʼ ἡδονῆς καὶ ἁρμονίας καὶ λύπης κατὰ τὰς τῶν καιρῶν μεταβολὰς καὶ τὰς τῶν χρόνων ἀνακυκλήσεις.

  79. 6.pr.2.1

    Προέγραψα μὲν οὖν ταῦτα καὶ αὐτὸς σεμνυνόμενος ἐπὶ τῇ περιχυθείσῃ μοι ὑπὸ τοῦ δαίμονος οὐρανίᾳ θεωρίᾳ, ἥτις νῦν ἀτιμάζεται καὶ ἀπελαύνεται, καὶ προγενεστέρα ὑπάρχουσα καὶ τὰ πάντα διέπουσα τῷ βίῳ, ἦς ἄνευθεν οὐδὲν οὔτʼ ἐστιν οὔτʼ ἔσται, ποτὲ δὲ ἐπίφθονον δοκεῖ καὶ τοὔνομα κεκτῆσθαι, ὅτε οἱ πρὸ ἡμῶν ἐπὶ τούτῳ ηὔχουν καὶ ἐμακαρίζοντο. ἄχθομαι οὖν καὶ ζηλωτὴς τυγχάνω τῶν παλαιῶν βασιλέων τε καὶ τυράννων καὶ τῶν περὶ τὰ τοιαῦτα ἐσπουδακότων, ἐπεὶ μὴ τοῖς αὐτοῖς ηὐτύχησα βιῶναι χρόνοις εὐπαρρησίαστον καὶ ἄφθονον τὸν αἰθέρα καὶ τὴν ἀναζήτησιν κεκτημένοις. εἰς τοσοῦτον γὰρ ἐπιθυμίας καὶ ἀρετῆς ἔσπευσαν, ὡς τὰ ἐπὶ γῆς καταλιπόντας οὐρανοβατεῖν ἀθανάτοις ψυχαῖς καὶ θείαις καὶ ἱεραῖς γνώμαις συνεπιστήσοντας, καθὼς καὶ ὁ Νεχεψὼ ἐμαρτύρησε λέγων· ἔδοξε δέ μοι πάννυχον πρὸς ἀέρα καὶ μοί τις ἐξηχησεν οὐρανοῦ βοή, τῇ σάρκας μὲν ἀμφέκειτο πέπλος κυανόχρους κνέφας προτείνων καὶ τὰ ἐξῆς. τίς γὰρ οὐκ ἂν κρίναι ταύτην τὴν θεωρίαν πασῶν προὔχειν καὶ μακαριωτάτην τυγχάνειν, ἐν ἧ Ἡλίου μὲν τακτοὶ δρόμοι κατὰ πρόσθεσιν καὶ ἀφαίρεσιν ἀριθμῶν τροπαῖς ἐπεμβαίνοντες καιρῶν μεταβολὰς προσημαίνουσιν, ἀνατολὰς καὶ δύσεις, ἡμέρας καὶ νύκτας, ὡρῶν καιρῶν κρύος καὶ θάλπος, ἀέρων εὐκρασίας, ἔτι δὲ συνιδεῖν ἐστι καὶ Μήνης ἀνωμάλους δρόμονς, προσνεύσεις τε καὶ ἀναχωρήθεις, αὐξήσεις τε καὶ μειώσεις, ὕψος τε καὶ βάθος, ἀνέμων φοράς, συναφάς καὶ ἀπορροίας, ἐκλείψεις τε καὶ σκιαθμοὺς καὶ τὰ λοιπὰ πάντας ἐκ τούτων δοκεῖ συνεστάναι τά τε ἐπὶ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ καὶ ἀρχὴ καὶ τὸ τέλος τῶν γεννωμένων. τῶν δὲ λοιπῶν ἀστέρων πέντε πορεῖαι καὶ ἄστατοι δρόμοι καὶ ποικίλαι φάσεις, ἀλλὰ καίπερ ἀνώμαλοι καὶ πλανῆται ὀνομαζόμενοι ἐστηριγμένην τὴν φύσιν κέκτηνται καὶ διὰ τακτῶν ἀνακυκλήσεων καὶ περιόδων εἰς τοὺς αὐτοὺς ἀποκαθίστανται τόπους.

  80. 6.pr.3.1

    Τὰ νῦν δὲ ἡ ἐξίχνευσις καὶ κατόρθωσις τῶν πραγμάτων ὑπὸ τοῦ φόβου ἀμαυροῦνται καὶ προμαραίνονται, ἡ δὲ διάνοια ἀρνουμένη καὶ ἀστήρικτος λογισμοῦ ὑπάρχουσα τοῖς αὑτοῖς οὐκ ἐπιω ἀλλʼ ἄλλοτε ἀλλαχοῦ πηδῶσα τὴν πρώτην λήθην ἀναλαμβάνει. εὐπροαίρετος δέ τις ὤν καὶ φιλόκαλος ῥᾳδίως ὄκνον ἀναλαμβάνει καὶ ἀμαθίαν αἱρεῖται μᾶλλον ἢ ἐπικίνδυνον ἀρετήν· ἀλλʼ ὅμως ἐπὶ πάντων ἡ ἐπιθυμία κρατεῖ καὶ κολαζομένη καὶ λυπουμένη ἐπιμένει ἐπὶ τοῖς αὑτοῖς. ἐμὲ δὲ οὔθʼ ἵππων δρόμοι ποικίλοι καὶ ταχεῖα μάστιγος ῥοπὴ ἀνεπτέρωσεν οὔτε ῥυθμοὶ ὀρχηστῶν καὶ αὐλῶν καὶ Μούσης καὶ κεκλασμένης ἀοιδῆς θέλξις ματαία ἔτερψεν οὔθʼ ὅσα ποτὲ διὰ μεθόδων ἡ χλεύης ἐπάγεται τούς ἀκούοντας, ἀλλʼ οὐδὲ μὴν ἐπιβλαβέσι καὶ ἐπωρελέσιν πράξεσιν ἡδονῇ καὶ λύπῃ μεμερισμέναις ἐκοινώνησα οὔτε μυσαράς τε καὶ ἐπαχθεῖς ἔσχον, ἀλλὰ θείᾳ καὶ σεβασμίᾳ θεωρίᾳ τῶν οὐρανίων ἐντυχών ἠβουλήθην καὶ τὸν τρόπον μου ἐκκαθᾶραι πάσης κακίας καὶ παντὸς μολυσμοῦ καὶ τὴν ψυχὴν ἀθάνατον προλεῖψαι. ἔνθὲν καὶ τὰ θεῖά μοι προσομιλεῖν ἐδόκει καὶ διανοητικόν μου πρὸς τὴν ἀναζήτησιν νηπτικὸν ἐκεκτήμην. ἐπεὶ οὖν πολλά τε καὶ θαυμαστὰ συνέταξα δυνάμενα παρά τοὺς ἀρχαίους πείσειν τούς ἐντυγχάνοντας, ἀναπολήσας ὅτι οἱ ἀρχαῖοι πολλὰς ἀγωγὰς προέθεντο δυσλύτους καὶ αἰνιγματώδεις, ἀναγκαίως ἔσχον ταύτῃ τῇ συντάξει μυστικὰς καὶ ἀπορρήτους ἀγωγὰς προτάξαι περί τε χρόνων ἐμπράκτων καὶ περὶ ἐσομένων. οὕτως γὰρ εὐκατάληπτος φανεῖσα ἡ ἐπιστήμη καὶ ὑπὸ τῆς ἀληθείας στηριζομένη μὲν μῖσος ἀποδιώξει, μετάνοιαν δὲ πολλὴν ἐνδειξαμένη ἱερὰ καὶ σεβάσμιος προδειχθήσεται. εἰ δὲ δοκεῖ πολλάκις περὶ τῶν αὐτῶν λέγεσθαι, ἀδιάφορον· ἃ μὲν γὰρ ἐντυγχάνων τοῖς προγενομένοις συνέτασσον διὰ τῆς ἐπιθυμίας καὶ εὑρέσεως αἰφνίδιον (ἐνθουσιᾷ γὰρ ὁ συγγράφμν, μάλιστα δὲ περὶ τούτων, καὶ θεῷ προσομιλεῖν δοκεῖ), ἃ δὲ καὶ ἐπίτηδες, ὥστε εἴ τις φθόνος προσδραμὼν λυμήνηται τὰς συντάξεις ἡμῶν, εὑρεθῆναι καὶ ἑτέροις συγγεγραμμένα.

  81. 6.1.1.1

    Καὶ ἡ μὲν τῶν χρόνων διαίρεσις κατὰ ζῳδιακὴν καὶ πλατικὴν ἀποτελεσματογραφίαν ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται· νυνὶ δὲ περὶ μοιρικῆς διαστάσεως καὶ συναφῆς λεκτέον, ἣν καὶ πρότερον ἠνιξάμην· ἡ δὲ πεῖρά με προηγάγετο ἐπιδιασαφῆσαι. ἐπὶ πάσης γενέσεως ἀκριβῶς ἀστερίσαντας τὸν χρόνον μοιρικῶς ἐκ τῆς τῶν αἰωνίων κανόνων πραγματείας χρὴ λαμβάνειν ἀπὸ ἑνὸς ἑκάστου ἀστέρος μοίρας ἐφ᾿ ὃν βούλεταί τις, ἤτοι σύνεγγυς ὄντα καὶ πόρρωθεν, κατὰ τὸν ἐπιδεχόμενον χρόνον καὶ τὴν ἀκολουθίαν τῶν ζῳδίων μέχρις ἄλλου ἀστέρος μοιρικῆς συναντήσεως· καὶ συλλογισάμενον πλῆθος τῶν μοιρῶν κατατάσσειν εἰς τὰς ἑκάστου ἀστέρος περιοδικάς ὥρας καὶ ἡμέρας μῆνας ἐνιαυτούς, καὶ κατὰ τὸν συντελειωθέντα χρόνον προλέγειν τὰ τῶν ἀστέρων ἀποτελέσματα ἐκ τε τῆς ἰδίας φυσικῆς ἐνεργείας καὶ ἐκ τῆς τῶν παραδόσεων πρὸς ἕκαστον ἀποτελεσματογραφίας. ἐὰν δέ πως συναχθεὶς ἀριθμὸς ἥττων ᾖ τοῦ χρόνου, σκοπήσαντας λεῖπον πόσον ἐστὶ προλέγειν μετὰ τοσοῦτον χρόνον γίνεσθαι ἀποτέλεσμα· ἐὰν δὲ πλεονάῃ, ἀφελόντας τὸν συνέχοντα πάλιν τὰς λοιπὰς ἀπὸ τῆς ἀφετικῆς μοίρας ἀπολύειν καὶ σκοπεῖν, μή τινες τῶν ἀστέρων ἀκτῖνες προσνεύσωσι τῇ μοίρᾳ ἤτοι κατὰ γένεσιν ἢ κατʼ ἐπέμβασιν· οὕτως γάρ εἴωθεν ἐξαίρετα καὶ μεγάλα γίνεσθαι ἀποτελέσματα.

  82. 6.1.2.1

    Πολλάκις γάρ τῆς πλατικῆς διαιρέσεως μηδὲ φαινούσης τι καὶ ἄλλο μετὰ τὸν συνέχοντα τὸν περιλειπόμενον χρόνον εἰς ἥττονα μηνῶν καὶ ἡμερῶν ἀριθμὸν κατάξαντας καὶ συνέχοντας ἁρμοσαμένους κατὰ ἀνακύκλησιν ἀπολύειν μέχρι τοῦ ζητουμένου χρόνου· ἄλλως τε καὶ ποικίλαι ἀφέσεις καὶ κολλήσεις γινόμεναι τῶν τε ἀγαθοποιῶν καὶ κακοποιῶν ποικίλα καὶ ἀλλεπάλληλα καὶ εὐμετάθετα τὰ ἀποτελέσματα προφαίνουσι. καὶ γὰρ ἐστι συνιδεῖν πολλούς, οἵ ἐνὶ χρόνῳ πολλῶν ἐπειράθησαν πραγμάτων, ἀθρόως συνεκπεσουσῶν τῶν ἀφέσεων ἢ χρηματισασῶν κατὰ τὴν τῶν ζητουμένων χρόνων ἁρμονίαν· ἔνιοι δʼ οὐδʼ ὅλως μεταβολὴν ἔσχον ἀγαθοῦ τε καὶ κακοῦ, ἀλλὰ τοῖς αὐτοῖς ἐπέμειναν· τινὲς δὲ δοξασθέντες ἤ καὶ εἰς ἀνυπέρβλητον τύχην χμωρήσαντες κατὰ τὴν ἐξ ἀρχῆς καταβολὴν καὶ ὑπὸ πολλῶν μακαρισθέντες θανάτῳ ἢ κινδύω περιέπεσον ἕτεροι χαλεπῇ καιροῦ περιστάσει γενόμενοι ἡ καὶ ἀστοχήσαντες τῳ βίῳ καὶ μηδεμίαν ἀγαθὴν ἐλπίδα προσδοκήσαντες ἀλλὰ ματαίως ὀδυνηθέντες εἰς τάς αὐτὰς πάλιν ἐπαλινδρόμησαν τύχας ἡ καὶ μείζονα τὴν φαντασίαν ἐκτήσαντο. ἔσθʼ ὅτε γάρ τις ἐκλείψει παράδοσις ἐμπεσοῦσα καὶ μεγάλην ἀπειλὴν ἐνδειξαμένη ἠμαυρώθη ὑπὸ τοῦ κατὰ ἁρμονίαν χρόνου ἑτέρας ἀγαθοποιοῦ παραδόσεως. ὁμοίως δὲ καὶ ἡ τῶν ἀγαθοποιῶν κωλύεται ὑφ᾿ ἑτέρας κακωτικῆς αἰτίας. καὶ οἱ μὲν συνέχοντες μοιρικοὶ ἀριθμοὶ οἶ αὐτοὶ ἀρχῆς παραμένουσι καὶ ἐπὶ τοσοῦτον ἀπολύονται ἀνακυκλούμενοι, ἐφ ὅσον ἂν ζητούμενος χρόνος χωρῇ. καὶ ἐπὶ μὲν τῶν πρακτικῶν καὶ ἐνιαυσιαίων ἀφέσεων κατά τινας ἁρμονικούς ἀριθμούς εἰς τούς αὐτούς τόπους ἢ καὶ τούς ἀστέρας συνεκπίπτουσιν αἱ διαιρέσεις καὶ τὰς ἐννοίας τῶν ἀποτελεσμάτων προδηλοῦσιν, ἐπὶ δὲ ταύτης ἄλλοτε ἄλλη συγκιρναμένη κατὰ τὴν τῶν χρόνων μετέλευσιν ἐναλλοιοῖ τὰ πράγματα καὶ ἀγαθῶν ἢ φο αύλων σἰτία καθίσταται. νηπτικῶς οὖν τοῖς ἀριθμοῖς προσσχητέον καὶ σκοπεῖν τά τε κέντρα καὶ τἀς ἐπαναφοράς καὶ τὰ ἀποκλίματα τά τε ζῴδια, εἰ προσοικείωται τῇ τῶν ἀστέρων παρουσίᾳ, ἀνατολάς τε καὶ δύσεις καὶ τὰς αἱρέσεις καὶ τὰ λοιπά, ὅσα ποτὲ ταῖς προσυντεταγμέναις βίβλοις δεδήλωται, ἵνα μὴ πολυλογῶμεν οὐδὲ γὰρ πρὸς ἀμαθεῖς οὐδʼ ἀμυήτους ἐποιησάμην τούς λόγους. σκοπεῖν δὲ δεῖ καὶ τὰς κατὰ καιρὸν ἐπεμβάσεις· πολύ γάρ συμβάλλονται πρὸς ἀναστρέψαι καὶ κατορθῶσαι τά πράγματα, καὶ μάλισθʼ ὁπότε κατὰ συμπαρουσίαν ἢ ἐπιμαρτυρίαν ἢ ἐναντιότητα ἐπεμβῶσι τοῖς χρηματιστικοῖς τόποις ἢ τὸν τῶν χρόνων δεσπόξοντα κατοπτεύωσιν.

  83. 6.1.3.1

    0ὐδὲ δεῖ λογίζεσθαι μόνην αὐτὴν τὴν μοῖραν, ἐφʼ ἣν βέβηκε τὰ τῆς συναφῆ ἧς, ἀλλὰ καὶ τὰς παρʼ ἑκάτερα ἀνὰ γ΄ ἄλλας, καθὼς τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται. ἐκ τούτων γάρ καὶ χρόνος πρόδηλος ἔσται προληπτικὸς ἢ ἐπίμονος τοῦ ἀποτελέσματος, ὡς καὶ ἐπὶ τῶν ἐκλείψεων ἐστι συνιδεῖν τὸν τῆς μονῆς ἢ ἀνακαθάρσεμς χρόνον. καὶ σκοπεῖν, εἰ ὁ παραδιδούς τὸν παραλαμβάνοντα ἐπιβλέπει οἰκείως καὶ χρηματιστικῶς. καὶ ἡ μὲν τῆς συναφῆς κάθιξις πρὸς βραχύ ἐνδείκνυται γινόμενον, ἐπιμενεῖ δὲ μέχρις οὖ ἑτέρα παρεμπλακεῖσα θραύσῃ τὴν ἐκείνης δύναμιν· ἑκάστῳ δὲ τῶν ἀστέρων ἀπομερίζει χρόνον τὸν ὑποτεταγμένον. οῖον Ἥλιος μὲν κατὰ ζῴδιον μερίζει μῆνας ιθ’, κατὰ δὲ μοῖραν ἡμέρας ιθ’. Σελήνη δὲ προσοικείωται καὶ ὁ μηνιαῖος κύκλος, φυσικῶς δὲ κατὰ μὲν ζώδιον ἔτη β΄ μὴν σ’, κατὰ δὲ μοῖραν ἡμέραι κε΄ ὁ δὲ Κρόνος κατὰ μὲν ζῴδιον μερίζει ἔτη β΄ μῆνας ς΄ κατὰ δὲ μοῖραν ἡμέρας λ΄ Ζεὺς κατὰ ζῴδιον ἐνιαυτὸν σ΄, κατὰ δὲ μοῖραν ἡμέρας ιβ΄ Ἄρης κατὰ ζῴδιον μερίζει μῆνας ιέ . κατὰ δὲ μοῖραν ἡμέρας ιε΄ Αφροδίτη κατὰ μὲν ζῴδιον μῆνας η΄ . κατὰ δὲ μοῖραν ἡμέρας η΄ Ἑρμῆς κατὰ ζῴδιον μῆνας κ΄, κατὰ δὲ μοῖραν ἡμέρας κ΄. καὶ οὕτως ὁ ζῳδιακὸς τερματίζεται κατὰ τὴν ἑκάστου ἀστέρος περίοδον καὶ ἀνακύκλησιν. ὑπόταν οὖν ἄφεσίν τις ποιήσηται ἀπό τινος ἀστέρος εἴς τινα, κατʼ ἰδίαν τοὺς ἀριθμούς ἀπογραφέσθω καὶ τίς πρὸς τίνα· οὐ γάρ οἱ αὐτοὶ τυγχάνουσιν ἀριθμοὶ οὐδὲ αἱ αὐταὶ δυνάμεις τῶν παραδιδόντων καὶ παραλαμβανόντων. οἷον ἀπὸ Διὸς ἐπὶ Ἄρεα ἐάν τις παράδοσιν εὕρῃ ᾒ ἀπὸ Αρεως ἐπὶ Δία, οὔθʼ οἱ αὐτοὶ ἀριθμοὶ τῶν χρόνων ἔσονται διά τάς περιόδους οὔτε αὐτὸ ἀποτέλεσμα· βέλτιον γὰρ παραδιδόναι Ἄρεα Διὶ τὸν χρόνον ἤπερ Δία Ἄρει. ὁπόταν μέντοι ἀπὸ πάντων τῶν ἀστέρων πρὸς ἀλλήλους αἱ ἀρέσεις ἀναγραφῶσι, συγκρίνειν δεῖ καὶ προλέγειν ἀποτέλεσμα, πότερον αἰ τῶν κακοποιῶν πλεονάζουσιν ἢ τῶν ἀγαθοποιῶν.

  84. 6.1.4.1

    Ἀλλʼ, ἐρεῖ τις, ἐπὶ τῶν διδύμων ἀδελφῶν οἱ αὐτοὶ χρόνοι ἔσονται, τῶν αὐτῶν ἀστέρων εἰς τὰς αὐτὰς μοίρας θυνεμπιπτόντων. ἀλλʼ ἐπὶ τῶν τοιούτων ὁ ὡροσκόπος μόνος ἐναλλαγεὶς ἐνηλλοίωσε τὰ κέντρα καὶ τὴν τοῦ γεννμωμένου τύχην τε καὶ κατάστασιν, ἐσθ’ ὅτε δὲ καὶ τέλος ἐπήγαγεν. ἐκ τούτων δεῖ διαλογίζεσθαι τάς δὲ αἱρέσεις πρός τε τὰς κεντροθεσίας καὶ τὰς πρὸς ἀλλήλους μαρτυρίας, κάν μὴ κατὰ κοσμικὸν ἐπίκεντροι τύχωσιν· ἄλλως τε εἰ ἐφʼ ἧς βέβηκε μοίρας ὅστις ποτὲ τὸν καθυπερτεροῦντα μαρτυροῦντα κεντρικῷ διαστήματι ἔχοι, οἷον εἰ ὡροσκοπούσης ἐκείνης δύναται ἡ τοῦ ἑτέρου μεσουρανεῖν κατὰ τὴν τῶν ζῳδίων διαφορὰν ἤτοι ἐναλλὰξ πρὸς ἐτερον κέντρον οὕτως γὰρ εὔτονος ἡ μαρτυρία γενήσεται.

  85. 6.1.5.1

    Παραπλησίαν δὲ ἄν τις εἰκάσειεν ταύτην τὴν ἀγωγὴν τῇ διὰ λευκῶν καὶ μελαινῶν ψήφων μαρτυρίᾳ. παίγνιον γάρ ὁ βίος καὶ πλάνη καὶ πανήγυρις. καὶ γάρ φιλόνεικοί τινες ἄνδρες δόλον πανοῦργον ἀλλήλοις μηχανώμενοι κινοῦντες τάς ψήφους διὰ πολλῶν εὐθειῶν κατατίθενται εἰς τινας χώρας προμαχεῖν προκαλούμενοι. καὶ ἐφʼ ὅσον μὲν ὖ τόπος ἄπρακτος τυγχάνει, ἀνεμπόδιστος φέρεται ὁ πεσσὸς κατά τὴν τοῦ κινοῦντος θέλησιν φεύγει τε καὶ μένει καὶ διώκει καὶ ἀντιτάσσεται καὶ νικᾷ καὶ ἡττᾶται πάλιν· ἐπὰν δὲ δικτύου τρόπον ὑπὸ τῶν ἐναντίων περιφρουρηθῇ, ἀδιεξόδους τὰς εὐθείας ἔχων καὶ μεσολαβηθεὶς ἀπόλλυται. καὶ οὕτως ἑκάτεροι ὁ μὲν ἡδονὴν καὶ τέρψιν, δὲ χλεύην καὶ λύπην ἀπαρά, μόνον κατεργάζεται· ὁ γάρ πεπονθώς ἀνιαρὸν μετʼ οὐ πολὺ διά τινος μεθόδου ἀναλαβὼν χαράν ἀντιπαραδίδωσι λύπης βάρος τῳ προδεδωκότι. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν ἀστέρων δυνάμεως νοείσθω. ἐφ ὅσον μὲν γάρ ἀγαθοποιὸς διακρατεῖ τῶν χρόνων μηδενὸς κακοποιοῦ παρεμψερομένου, πρακτικὸς καὶ ὑγιεινὸς καὶ εὐπόριστος καὶ εὐεπήβολος τυγχάνων τὸν πάσχοντα εὐτυχῆ καὶ θαρραλέον καὶ συνετὸν διαφημίζει, κἀν ἄπειρος παιδείας τυγχάνῃ· ἢ καὶ μὴ ὢν ἄξιος τῆς ὑπὸ τοῦ καιροῦ περιχυθείσης αὐτῷ εὐδαιμονίας, σεμνυνόμενος δὲ καὶ ἀγαλλόμενος ἐφʼ οἷς κέκτηται καὶ μὴ σκοπῶν τἀς τῶν καιρῶν μεταβολὰς πολλοῖς ἀνιαράς λύπας ἐπιπέμπει· ὁπότε δὲ κακοποιὸς ἐπιδιακατέχει τὸν χρόνον, ἄπρακτος καὶ ἐπίνοσος δυσκαταγὼνιστος ἐναντιωμάτων πλήρης, ὡς καὶ πρὸς τοῖς κακοῖς ἀδρανῆ καὶ ἄτολμον καὶ πανοῦργον τὸν πάσχοντα διακηρύσσεσθαι, κἂν ἄξιος τυγχάνῃ, καὶ εἰς ἀπόγνωσιν τάς ἐλπίδας ἀνατυπούμενον διὰ τὴν τῶν καιρῶν κακίαν ἀνθελκόμενον ὑπὸ τοῦ λογισμοῦ πρὸς τά παράδοξα τῆς τύχης γενναῖον καὶ εὐπαρηγόρητον καθίστασθαι. ἐπὰν δὲ ἀγαθοποιοὶ κεκακωμένοι διακρατῶσι τούς χρόνους, ἀμφ οτέρως συμβήσεται, μετʼ ὠφελείας βλάβη, μετὰ δόξης δογματισμὸς καθαίρεσις κατηγορίαι ἐπισφαλεῖς φόβοι νόσοι εὐίατοι· ὅθεν ἡδονῇ καὶ λύπῃ συγκεκραμένοι οἱ πάσχοντες οὔτε πλῆρες φο σῦλον οὔτε ἀγαθὸν κεκτημένοι διατελοῦσι.

  86. 6.1.6.1

    Συγκρίνειν δὲ δεῖ τὰς τῶν παραδόσεων δυνάμεις, τίνων εὐτονμωτέρα ἂν ἦ. ἐὰν μὲν γὰρ ἡ τῶν κακοποιῶν, σφαλέντες τῶν προσδοκωμένων. ἀγαθῶν οἱ γενόμενοι κεναῖς ἐλπίσι βουκοληθέντες ἀνιαρὰς λύπας ἀναδέξονται· ἐὰν δὲ ἡ τῶν ἀγαθοποιῶν, μετʼ ἀναβολῆς καὶ κακοπαθείας καὶ ἐναντιωμάτων καὶ ἐξοδιασμῶν περιγενήσονται ἢ καὶ μετὶ φόβων καὶ κινδύνων θανατικῶν σίνη τε καὶ πάθη καὶ κακωτικὰς αἰτίας διαφυγόντες καὶ αὐτὸ τοῦτο κέρδος ἀγαθὸν ἡγούμενοι μετʼ ἀνάγκης τὴν τιμωρίαν ὑπομενοῦσιν. ὁ δὲ ὁλοτελὴς τρόπος τῶν παραδόσεων νοείσθω κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν καὶ κατὰ τὴν τῶν καθολικῶν χρόνων διαίρεσιν, καθώς τοῖς πρότερον δεδήλωται, καὶ σκοπεῖν, πότερον ἐπισήμου ἐστὶν ἡ γένεσις μετρίου εἰς ὕψος ἢ καθαιρουμένου ἥ ἐπιδίκου καὶ τὰ λοιπά· τοιαύτην γάρ δύναμιν ἀναλαμβάνουσιν οἱ ἀστέρες κατὰ τὰς τῶν χρόνων ἀνακυκλήσεις, ὁποίαν ἡ καταβολὴ προδείκνυσιν.

  87. 6.1.7.1

    Αἱ μέντοι πόρρωθεν διαστάσεις βραδυτέραν τὴν ἀποτελεσματογραφίαν κέκτηνται, αἰ δὲ πλησίον σύντομον. τινὲς δὲ συνοδεύουσαι τὸν χρόνον ὅμοιον ἀποτελοῦσι διὰ παντὸς κατὰ τὴν τοῦ ἀγαθοποιοῦ ἢ κακοποιοῦ παράδοσιν πρὸς βραχύν χρόνον χρηματίσασαι. προκοπὴν καὶ πίστιν καὶ ὡφέλειαν ἐνεδείξαντο καὶ μακαριότητα καὶ εὐεργεσίαν καὶ δε τοῦ διαστήματος καὶ ἑτέρου κακοποιοῦ ἀντιπαραλαμβάνοντος τὸν χρόνον διὰ κατηγορίαν καὶ φθόνον εἰς καθαίρεσιν καὶ ἀτιμίαν καὶ δυστυχίαν ἐχώρησεν ἤ καὶ αἰχνίδιον κίνδυνον. ἔσθʼ ὅτε δὲ ἐπί τινων συνδραμοῦσα ἐπὶ πολὺ πάλιν ἀγαθοποιοῦ παραλαμβάνοντος ἀποκατάστασιν τῆς τύχης καὶ δόξης ἐποιήσατο. συγκρίνειν δὲ δεῖ καὶ πρὸς τὴν τοῦ ὡροσκόπου μοίραν τάς καταντήσεις. ἐκ τούτων γάρ καὶ κλιμακτηρικοὶ χρόνοι καὶ ἐπίνοσοι καὶ ἐπισινεῖς καὶ κινδυνώδεις καταλαμβάνονται, ἄλλως τε καὶ ὑγιεινοὶ καὶ ἐπιτερπεῖς καὶ ἐπέραστοι καὶ καταθύμιοι κατὰ τὴν τῶν ἀγαθοvποιῶν καὶ κακοποιῶν παρουσίαν. οὕτως γὰρ ἡ ψυχὴ ἀτάραχος καὶ ἰσχυρά ὑπάρχουσα δοκεῖ φρονεῖν καὶ πράσσειν τὰ καθήκοντα καὶ εἰς πολλὰ ἐκτείνεται καὶ εὐεργετικὴ καθίσταται καὶ εὐφημεῖταί τε καὶ μακαρίζεται, παρηγορεῖται δὲ καὶ σῶμα. ἐκ τούτων δὲ ὑπολαμβάνω τοὺς ἐπὶ πλάτους κατά καιρὸν ἀγαθούς τε καὶ πονηρούς ἀνθρώπους τυγχάνειν, ὅπερ οἱ φυσικοὶ τὴν ἀρχῆς κρίσιν διαφυλάττουσιν. ὁπόταν δὲ κακωθῇ, δολουμένη ἀδιανόητος γίνεται· εἰ γὰρ καὶ πολυαπεχθὴς πανοῦργός τε καὶ πονηρὰ διαλαμβάνεται καὶ μανιώδης τὰ ἐναντία φρονοῦσα, ὡς καὶ καθʼ ἑαυτῆς κινδυνῶδές τι μηχανήσασθαι, καὶ οὕτως βαρουμένη, τὸν ζωτικὸν χρόνον ἐναντίον πρὸς τέλος μὴ ὑπομένουσα τῳ ἀνιαρῷ ἀδοξοῦσα χωρίζεται τοῦ σώματος καὶ συνοδεύουσα τῳ καταναγκάσαντι δαίμονι, ψερομένη ὅποι ποτὲ ἐκεῖνος βούλεται.

  88. 6.2.1.1

    Δοκιμάζειν δὲ χρὴ τούς ἀστέρας ὁποῖοι τυγχάνουσιν. ὅνπερ γάρ τρόπον ἐπὶ τῶν ζωγραφικῶν χριυμάτων ἐκαστον καθʼ ἥν κέκτηται φύσιν ἀνθηρότατον ἢ καὶ διαυγέστατον καθʼ αὐτὸ τυγχάνει καὶ τέρπει τούς ὁρῶντας καὶ χρήσιμον εἰς πολλὰ γίνεται, ἐπὰν δʼ ἕτερον συμφ υρῇ, θολούμενον ἀλλοιοῦται καὶ οὔτε ἐκ φύσεως ὅ ἦν ἔτι ἐστιν οὔτε τὴν τοῦ μιγέντος μόρφμσιν ἐρύλαξεν, ἀλλʼ ἐπʼ ἀμφοτέροις διεψεύσθη ἐπὶ πλάτος καὶ ἀναγκαστικὸν ἀναλαβὸν χρῶμα τυφλόν τε καὶ ἀτερπές, ἐσθʼ ὅτε δὲ ἁρμόζουσαν τὴν μῖξιν ποιεῖσθαι εὐτυχῆσαν εὐκρασίαν καὶ καλλονὴν εἰργάσατο (ἀλλ’ ὅμως ὁ τεχνίτης διὰ πολλῶν καὶ ποικίλων μορφο οῖ τὸν ἄνθρωπον, σκιὰν ἔργου καὶ ἀληθείας ἐνδεικνύμενος) — οὕτως δὲ καὶ οἱ ἀστέρες ὅτε μὲν διαφυλάσσουσι τὴν ἀρχῆς φύσιν κατὰ μόνας ἄντες, ἕτερος δʼ ἑτέρῳ συγκιρνάμενος συσταλάξει καὶ τῆς φύσεως ἰδίωμα. καὶ οὕτως χαλιναγωγοῦντες τὸν ἄνθρωπον μετὰ λύπης καὶ φαυλότητος καὶ συγκρασίας τινὸς ἄγουσι πρὸς τὰ τοῦ βίου πράγματα, οἷς διαθλεύσας ποικίλως καὶ τῆς ἐγκρατείας στέφος λαβών, ὅπερ ἦν οὐκ ὤν, τοῦτο γίνεται. ὅθεν εἰκότως οἶ πα λα ιο ὶ τοῖς χρώμασι τούς ἀστέρας ἀπείκασαν. τὸν μὲν οὖν τοῦ Κρόνου μέλανα, ἐπεὶ χρόνου ἐστὶ σημεῖον· βραδὺς γὰρ ὁ θεός· ἔνθεν καὶ Βαβυ λώ ν ιο Φαίνοντα αὐτὸν προσηγόρευσαν, ἐπεὶ πάντα τῷ χρόνῳ φανερά γίνεται. τὸν δᾶ τοῦ Διὸς λαμπρόν· ζωῆς γάρ αἴτιος καὶ ἀγαθῶν δομάτων. τὸν δὲ τοῦ Ἄρεος κιρρόν· πυρωτὸς γάρ καὶ τομὸς καὶ κατεργαστικὸς ὁ θεός· Αἰγύπτιο γάρ καὶ ἄρτην αὐτὸν προσηγόρευσαν, ἐπεὶ τῶν ἀγαθοποιῶν καὶ τῆς ζωῆς παραιρέτης ἐστί. τὸν δὲ Ἤλιον διαυγέστατον διὰ εἰλικρινὲς καὶ ἀίδιον φῶς αὐτῷ. Ἀφροδίτην δὲ ποικίλην τῷ σώματι, ἐπεὶ δεσπόζει ἐπιθυμίας, ἥτις εἰς πολλὰ ἐκτείνεται ἀγαθά τε καὶ φαῦλα καὶ τῶν πολλῶν τῶν βίῳ τελουμένων οἰκείων τε καὶ ἀναρμόστων μόνη δοκεῖ κυριεύειν, ἐπεὶ μετά τὴν μέσην τοῦ Ἡλίου ζώνην τὴν διορίζουσαν κληρωσαμένη τὸν κύκλον τάς τε ὑπὲρ αὐτὴν τῶν ἀστέρων ἀπορροίας καὶ τάς τῶν ὐπʼ αὐτὴν ἀναλαμβάνουσα πολυμερεῖς καὶ τὰς ἐπιθυμίας καὶ τὰς πράξεις ἀπεργάζεται. τὸν δὲ τοῦ Ἑρμοῦ ὠχρὸν ἐποίησαν χολῇ παραπλήσιον· συνέσεως γάρ λόγου καὶ πικρίας δεσπόζει, ἔνθεν καὶ οἶ ὐπʼ αὐτὸν γενόμενοι ὅμοιοι τῇ φύ ὕσει καὶ τῇ χροιᾷ τυγχάνουσι. τὴν δὲ Σελήνην ἀερώδη· ἄστατος γὰρ καὶ ἀνώμαλος αὐτῆς ὁ δρόμος, ὁμοίως δὲ καὶ πράξεις καὶ διάνοιαι τῶν ὐπʼ αὐτὴν τεταγμένων. καὶ ἵνα μὴ δόξωμεν δισσολογεῖν, πρόκεινται αὐτῶν αἰ ὑσεῖς τῇ πρώτη βίβλῳ.

  89. 6.3.1.1

    Δοκοῦσι δὲ οἱ κακοποιοὶ πλεῖον σθένειν τῶν ἀγαθοποιῶν. καὶ γὰρ ὡς τοῦ μέλανος καὶ ῥυπώδους ἡ σταγὼν ἐκχυθεῖσα εἰς λαμπράν χρωμάτων οὐσίαν ἀμαυροῖ τὴν εὐμορφ ίαν, δὲ διαυγὲς πλῆθος ἀτονεῖ βραχύ καὶ μιαῖνον ἐπικαλύψαι, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν κακοποιῶν, οἳ οἷς τινες δοκοῦσιν εὐτυχεῖν, γένει βίῳ σώματι δόξῃ εὐμορφίᾳ ἡ τοῖς λοιποῖς, ὅπερ ἐστὶ σπάνιον, οἱ ἐλέγχοντες καὶ ἀφ αιρέται τῶν περικτηθέντων γενόμενοι αἰτίαις περὶτρέποντες ἢ καὶ σίνεσι καὶ πάθεσι μιαίνουσι τάς γενέσεις. οἱ μὲν οὖν ἀγαθοὶ ἄνδρες οἰόμενοι πάντας τὰ αὐτὰ αὐτοῖς φρονεῖν ἀπλῶς φερόμενοι πιστεύοντές τε καὶ εὐεργετοῦντες ῥᾳδίως ἀλἰσκονται, εἰ καὶ μὴ ὦσιν, ἀλλʼ ὅμως ἐπὶ ταῖς καλοκαγαθίαις διαφημίζονται. οἱ δὲ φαῦλοι ὁμοίως τοιούτους εἶναι πάντας νομίζοντες ἀλογίστως καὶ μήτε ἰδίοις μήτε οἷς δεῖ πιστεύοντες, ἀλλὰ πλεονεκτοῦντες ἀλογίστως ἔτι τε τῶν ὄντων στερηθέντες ἡδονὴν πολλὴν ἀπεργάζονται. διαρυλάσσει γάρ τινας τῶν ἀνθρώπων καίπερ ἄκονίας μέχρι εἰς ὃ βούλεται αὑτοὺς περιτρέψαι οὒς μὲν εἰς ὕψος σὓς δὲ ἐπὶ χείριστον. τοιγαροῦν πολλοὶ μάτην εὐχόμενοι ζῆν κακοῖς περιπαρέντες καὶ ἀλγοῦντες ἐπὶ τοῖς γενομένοις μέμφονται βραδύνοντα τὸν θάνατον καὶ καθʼ ἑαυτῶν τι μηχανῶνται ἢ βίαιον τέλος ἀναδέχονται. φύσει δὲ πάντες ἀλλήλων χλευασταὶ καὶ κατήγοροι τῶν ἁμαρτημάτων τυγχάνουσι καὶ σφ όδρα ἐπὶ τοῖς κακοῖς χαίροντες καὶ ταῖς τῶν πέλας κατηγορίαις, μετανοοῦντες δʼ ἐχʼ οῖς ἔπραξαν συνήγοροι τῶν ἁμαρτημάτων καθίστανται. ὥσπερ οὖν προλήψεις, περὶ ὧν ἄν τις κρίνῃ, οἴησιν ἀληθείας ἐνδείκνυνται οὐ μόνον αὐτοῖς τοῖς πεπιστευκόσιν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις, οἳ κἂν ἕτερα βούλωνται πράττειν ἄγονται ὑπὸ τῆς πλάνης, οὕτως καὶ ἐπὶ τῶν τάς κανονοποιίας συμπεπηχότων τινὲς μὲν εὐχερεῖς καὶ ἐπακτικοὶ τῆς ἀληθείας ἀποδέχονται, οἷς καὶ οἱ ἀμαθεῖς προσφέρονται· οἱ δὲ φυσικοὶ καὶ ἀκριβεῖς ἢ διὰ χθόνον ἢ διὰ σκολιὸν τῆς εἰσόδου παραπέμπονται καὶ καταγινώσκονται· ὅθεν χρή δοκιμάσαντας ἀκριβὲς προσέχειν τῇ φυσικῇ θεωρίᾳ κὲν ἐπὶ σύνεγγυς. καὶ γάρ Ἀπο λλινάριος πρὸς τά φαινόμενα κατὰ τάς παλαιάς τηρήσεις καὶ ἀποδείξεις ποικίλων ἀνακαθάρσεων καὶ σφαιρῶν πραγματευσάμενος καὶ κατὰ πολλῶν ψόγον εἰσενεγκάμενος ὁμολογεῖ παρά μίαν μοῖραν ἡ καὶ δύο διαπίπτειν. ἔστι δʼ εὐκατάληπτον τῆς παραμφ οδίσεως τρόπῳ τοιῷδε, καθώς καὶ αὐτὸς ἐπειράθην αὐτῶν τῶν προγενομένων ἀποτελεσμάτων ἱστάναι τὴν τοῦ ἀστέρος ἀκριβῆ μοῖραν κατὰ τὴν φυσικὴν αὐτῶν ἐνέργειαν, ὡς καὶ ὁ παλαιὸς εἶπε. προβαινούσης δὲ τῆς διηγήσεως αὐτά σοι τὰ πράγματα ὑπʼ ὄψιν πάντα φανερώτερον ποιήσει λεγόμενον. ὁπόταν οὖν εὑρεθῇ ἡ μοῖρα, καὶ περὶ τῶν μελλόντων βεβαίως ἀποφαίνεσθαι ⟨δυνατὸν ἔσται⟩· ἐστι γὰρ δυσεπίληπτος ἡ μοῖρα, οὐκ ἀκατάληπτος.

  90. 6.4.1.1

    Εὔτονοι μὲν οὖν ἐπεμβάσεις τῶν ἀστέρων κριθήσονται, ὁπόταν τῶν χρόνων δεσπόζοντες ἐπεμβῶσι τοῖς τόποις ἢ καὶ εἰσὶ τούτων τετράγωνοι ἢ διάμετροι, ὅνπερ τρόπον καὶ ἐπὶ τῶν ἀρχὰς ἢ καὶ ἡγεμονίας λελογχότων ἕκαστος καθʼ ἢν ἐκληρώσατο ὥραν τὴν ἐπέμβασιν ποιησάμενος εὐτονεῖ εἰς τὸ σώζειν ἢ ἀναιρεῖν καὶ οὐδεὶς τὴν τούτου ἀπειλὴν ἢ καὶ πρός τινας εὐεργεσίαν κωλῦσαι δύναται, κἂν πάνυ μείζων γένει βίῳ δόξῃ τυγχάνῃ, ἀλλʼ εἴκει τοῖς τοῦ καιροῦ νόμοις, μέχρις οὖ τὴν ἀρχὴν ἀπόθηται· ἐπὰν δὲ συμπληρώσῃ τὸν χρόνον, παραδιδοὺς ἑτέρῳ τὴν ἡγεμονίαν ἄτονος πρός τε ἀγαθὸν ἢ φαῦλον ἀποκαθίσταται. αἱ μὲν οὖν ἀποτελεσματογραφίαι τῶν παραδόσεων καὶ συγκρατικαὶ πρὸς ἀλλήλους μαρτυρίαι τε καὶ συμπαρουσίαι τοῖς ἔμπροσθὲν ἡμῖν δεδήλωνται· αἷς καὶ προύχρηστέον, ἑκάστου κατὰ τὴν ἰδίαν φύσιν καὶ κατὰ τὸν ἐπιβάλλοντα χρόνον ἐνεργοῦντος καὶ τὸ εἶδος τοῦ ἀποτελέσματος ἐνδεικνυμένου.

  91. 6.5.1.1

    Καὶ ταύτην δὲ τὴν διαίρεσιν κωφῶς καὶ εἰκαίως παρερριμμένην διὰ τὰς εἰσόδους αἰνιγματώδεις ἐσχηκέναι δοκιμάσας καὶ ἀνευρὼν καὶ συγκομίσας ὑπέταξα, ὅπως οἱ φιλόκαλοι διὰ πολλῶν εἰς μίαν δύναμιν ἀποτελέσματος κατελθόντες ἐκθειάσωσι τὴν φύσιν, λογισάμενοι διὰ πολλῶν εὐθειῶν ὁδῶν τε καὶ δυσβάτων εἰς ἓν χωρίον κατηντηκέναι.

  92. 6.5.2.1

    Ἔστω οὖν ἡμῖν λόγος ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων λαμβάνειν ἀφέτην Ἥλιον, ἐάνπερ ἦ καλῶς κείμενος, ἐπὶ δὲ τῶν νυκτερινῶν Σελήνην, ἐπεὶ καθώς προγέγραπται ἡμῖν ταῖς ἐπικρατήσεσιν, ἐκεῖνον χρὴ κρίνειν ἀφέτην τῶν ἡμερινῶν καὶ νυκτερινῶν τὸν καλῶς κείμενον. ἐὰν δὲ κατʼ ἀμφότερα παραπέσῃ τὰ φῶτα, ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ πρῶτος μεριεῖ τοῦς χρόνους καὶ δεύτερος ὁ μετʼ αὐτὸν κείμενος καὶ ἐξῆς οἱ λοιποί.

  93. 6.5.3.1

    Ὑποδείγματος χάριν τῆς διαιρέσεως τῆς δεκαετηρίδος καὶ μηνῶν θʼ ἔστω Ἥλιος ἀφέτης. λήψεται αὐτὸς ἔτη δέκα μῆνας θ΄, καὶ μετʼ αὐτὸν ἐξῆς ὁ κείμενος ἀστὴρ ἐπὶ τῆς γενέσεως κατὰ τὴν τοῦ ζῳδιακοῦ κύκλησιν ἔτη καὶ μῆνας θ΄, καὶ μέχρις οὐ ἐὰν ἐπιδέχηται ὁ ἀριθμὸς τῶν ἐτῶν διδόναι τοὺς ἐνιαυσιαίους χρόνους. ἐπεὶ τούς περιοδικούς ἑκάστου ὡριαίους ἡμερησίους μηνιαίους συναναλαμβάνειν χρὴ τοῖς ἐνιαυσιαίοις καὶ συγκρίνειν τόν τε καθολικὸν τῶν χρόνων δεσπόζοντα καὶ τὸν τῶν μηνιαίων καὶ τῶν ἡμερῶν τε καὶ ὡρῶν τούς τε κύκλους, πόσοι ἦσαν καὶ τίς ἀπὸ τίνος δέχεται τὸν κύκλον καὶ τὴν ἐβδομάδα. ρὕτως γὰρ ἀνακυκλούμενοι οἱ χρόνοι κάν εἰς τούς αὐτοὺς καταντῶσιν ἀστέρας, οὐ μέντοι ἐκ τῶν αὐτῶν ἑβδομάδων οὐδὲ τῶν αὐτῶν κύκλων ἕτερος δʼ ἑτέρῳ κύκλῳ συναρμοζόμενος κατὰ τὴν ἀκολουθίαν τοῦ χρόνου τάς τῶν ἀστέρων ἐναλλοιοῖ δυνάμεις, καὶ γίνεται ὁ αὐτὸς ἀστὴρ ὁτὲ μὲν ἀγαθῶν αἴτιος ὁτὲ δὲ φαῦλος κατὰ τὴν τοῦ παραδιδόντος καὶ παραλαμβάνοντος ἐνέργειαν καὶ διάθεσιν οἰκείαν ἢ ἐναντίαν. προβλέπειν δὲ δεῖ τούς ἐνεστῶτας καὶ μέλλοντας χρόνους καὶ σκοπεῖν, κάν μὲν εἰς ἀγαθοποιούς χυρῶσι, προλέγειν ἀγαθόν, κἀν ἔτι διακατέχῃ ὁ κακοποιὸς ἐλάχιστον χρόνον προμαραίνεται γὰρ ἡ τοῦ κακοποιοῦ δύναμις ὑπὸ τῆς τοῦ παραλαμβάνοντος ἀστέρος ἀγαθοποιίας προκατασκευάζοντος ἀφορμάς ποικίλας, φιλίας συμπαθείας συστάσεις εὐημερίας δόξας ὠφελείας καταθυμίων συντέλειαν. ἔσθ’ ὅτε μὲν οὖν καὶ μυστικαῖς πράξεσιν ἡ ἀπορρήτοις ἢ παραβόλοις μολύνας εὐτυχίαν εἰργάσατο, ὡς τούς γενομένους ἥδεσθαι ἢ μέσως φέρειν ἐφʼ οἷς πρότερον ἤχθοντο καὶ μετανοεῖν ὡς μάτην ἀπολέσαντας ἄπρακτον χρόνον, ὁμοίως δὲ καὶ ὁπόταν ἀγαθοποιῶν εἰς κακοποιούς χωρῶσιν οἱ χρόνοι, εἰς ἔχθραν καὶ ἀτιμίαν καὶ προδοσίαν καὶ ζημίαν καὶ κίνδυνον προσλαμβάνονται καὶ εἰς αἰφνιδίους καὶ ἀπροσδοκήτους αἰτίας καὶ καθαιρέσεις ὅθεν πολλοὶ μετανοοῦσι μὴ προαμυνόμενοι τούς ἐχθρούς, ἀλλὰ καὶ πίστιν καὶ συμπάθειαν φυλάξαντες ματαίως, μὴ περιγινόμενοι δὲ ὧν θέλουσιν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ὀδυνῶνται καὶ ἄκοντες ὑποτάσσονται.

  94. 6.5.4.1

    Ἔστω δὲ ἡμῖν ἐπὶ ὑποδείγματος γένεσις, ἵνα συντομώτερον τὴν εἴσοδον ἐνδειξώμεθα. Σελήνη Ιχθύσι μοίραις ιή . Ἀχροδίτη Κριῷ, Ζεὺς Ζυγῷ, Κρόνος ὡροσκόπος Τοξότῃ, Ἄρης Ὑδροχόῳ. Ἥλιος Ὑδροχόου ἀρχαῖς, ὁρμῆς Ιχθύσιν· οὕτως γὰρ διέκειντο ἐφεξῆς. ζητοῦμεν ἔτη νβ΄ καὶ τοῦ νγʼ Παϋνὶ ιέ ἐπεὶ οὖν ἐπὶ ταύτης τῆς διαιρέσεως αἱ ἡμέραι καὶ οἱ κύκλοι πρὸς τξ΄ ἡμέρας τὴν πραγματείαν ἔχουσι, τὰ δὲ γενεθλιακὰ ἔτη πρὸς τὸν τξε΄ δ΄ , ἔλαβον τῶν ὁλοκλήρων ἐτῶν νβ’ τὰς ἀνὰ ε’ δʼ γίνονται σογ΄ καὶ ἀπὸ Μεχίρ ιβ΄ ἕως Παϋνὶ ιε΄ γίνονται ρκδ΄ καὶ ὁμοῦ γίνονται ἡμέραι τϥξ΄ . ἀφεῖλον κύκλον τξ΄ , λοιπαὶ ἡμέραι λζ΄ . ἐκρίθη οὖν νυκτερινῆς οὔσης τῆς γενέσεως Σελήνη, ὑπόγειος οὖσα θηλυκῷ ζῳδίῳ τριγώνῳ συναιρετιστοῦ καὶ οἰκείως κειμένη, ἀφέτης τῶν καθολικῶν χρόνμων. πρώτη οὖν ἔλαβεν ἐκ τῶν προκειμένων ἐτῶν ἔτη ί μῆνας θʼ, εἴθ’ ἑξῆς Ἀφροδίτη Κριῷ ἔτη μῆνας θ΄, εἶτα Ἀξῆς Ζεὺς Ζυγῷ ἔτη ί μῆνας θ΄, εἶθ’ Ἀξῆς Κρόνος Τοξότῃ ἔτη ί μῆνας θ΄· γίνονται κύκλοι δ΄ ἔτη μγ΄ . μετʼ αὐτοὺς ἐξῆς ἀκολουθεῖ Ἄρης· τούτου ὁ κύκλος ἔτη ί μῆνες θ΄ εἰς συμπληρῶσιν ἐτῶν νγ΄ καὶ μηνῶν θ΄, ἐπεὶ οὖν ὑπὲρ τὸν προκείμενον χρόνον καὶ ζητούμενον ὑπερβάλλει ὁ ἐνιαύσιος χρόνος, εἰς τὸν μηνιαῖον κατέδραμον καὶ ἔδωκα αὐτῷ τῳ Ἄρει τῷ κυρίῳ τοῦ κύκλου μῆνας ιέ , προσθεὶς δὲ τῷ συντελεσθέντι τετάρτῳ κύκλῳ ἐτῶν διʼ ἀριθμοῦ μγ΄ καὶ ἐγένοντο ἔτη μδ΄ μῆνες γ΄ . εἶτα Ἡλίῳ ἔτος α΄ μῆνας ζ΄, εῖτα Ερμῇ μῆνας κ΄.. εἶτα Σελήνη μῆνας κε΄ . εἶτα Ἀφροδίτῃ μῆνας ή , εῖτα Διὶ μῆνας ιβ΄ καὶ γίνονται ἔτη να΄ καὶ μῆνες γ΄ . ἐξῆς Κρόνος λαμβάνει μῆνας λ΄ εἰς συμπλήρωσιν τοῦ Ἀρεικοῦ κύκλου ἐτῶν νγ΄ καὶ μηνῶν θ΄·· ἐπεὶ οὖν καὶ οὖτος ὖ χρόνος ὑπερβάλλει τὸν προκείμενον, εἰς ἡμέρας ἀνέλυσα οὕτως· ἕως τοῦ Διὸς συνήγετο ἔτη να΄ μῆνες γ΄· ἀνέλαβον τὰς λοιπὰς ἡμέρας τοῦ νβ΄ ἔτους σο΄ καὶ τοῦ νγ΄ τξ΄ καὶ τοῦ νδ΄ ἔτους ἡμέρας λζ΄ καὶ νίνονται ὁμοῦ ἡμέραι χξζ΄ Κρόνου τοῦ ἀπὸ Ἄρεος παραλαμβάνοντος. ὧν παρέδωκεν ἑαυτῷ καὶ τοῖς ἐξῆς κειμένοις κύκλον α΄ ἡμερῶν ρκθ΄ εῖτα τὸν β΄ κύκλον παρεχώρει Ἀρεῖ ὁμοίας ρκθ΄ κἀκεῖνος ἐμέρισεν ἑκάστῳ τὰς ἰδίας ἡμέρας. τὸν δὲ γ΄ κύκλον Ἥλιος διεδέξατο ἀπὸ Κρόνου καὶ ἐμέρισεν ρκθ΄ ἡμέρας, τὸν δὲ Κρμῆς, τὸν δὲ ε’ Σελήνη καὶ ἐμέρισεν ἡμέρας ρκθ΄ . λοιπὸν περιλείπονται ἡμέραι κβ΄ τοῦ ς΄ κύκλου, ὅς ἐστιν Ἀφροδίτης. ἐμέρισεν οὖν ἑαυτῇ ἡμέρας η΄ . ἔπειτα Διὶ ἡμέρας ιβ΄· λοιπαὶ β΄ ἡμέραι εἰς τὴν ζητουμένην ἡμέραν, αἵ εἰσιν Κρόνου πρώτη. Γέγονεν οὖν μὲν καθολικὸς χρονοκράτωρ τῶν ἐτῶν Ἄρης ἀπὸ Σελήνης παραλαβών, ὁ δὲ τῶν μηνιαίων Κρόνος ἀπὸ Ἄρεως παραλαβών, τῶν δὲ ἡμερῶν Ἀφροδίτη παρὰ Κρόνου τὸν κύκλον παραλαβοῦσα. τῷ οὖν νβ΄ ἔτει ἐγένετο γυναικὸς θάνατος ἐπίλυπος καὶ νόσοι ἐπισφαλεῖς αὐτῷ ἐπηκολούθησαν καὶ ζημίαι· ἐν δὲ ταῖς προκειμέναις ἡμέραις ἡ γένεσις κατεδικάσθη δίκην ἔχουσα ὑπὲρ γυναικὸς καὶ πρὸς γυναῖκα περὶ νεκρικῶν καὶ παλαιῶν πραγμάτων καὶ ὑπὸ μειζόνων κατεσπουδάσθη καὶ μικροῦ δεῖν ἐκινδύνευσε καὶ οἰκείων ἢ ἀλλοτρίων λύπην ἀνεδέξατο, ὡς εἰς ἀπόγνωσιν χωρῆσαι, καὶ ἑτέροις πράγμασι καὶ ἐμισφαλέσι καὶ ἐπιζημίοις περιεπλάκη. ἔτι γὰρ διεκράτει τὸν χρόνον Κρόνος παρʼ αἵρεσιν ὡροσκοπῶν καὶ καθυπερτερῶν Σελήνην, τὴν ἄφεσιν, καὶ Ἑρμῆν ὅθεν καὶ πλαστογραφίαι πλεῖσται παρηκολούθησαν καὶ ψευδηγορίαι καὶ πλάναι καὶ ἐξοδιασμοὶ πλεῖστοι καὶ νόσοι ἐπισφαλεῖς.

  95. 6.6.1.1

    Ἡ δὲ τρίτη ἐπιδιαίρεσις οὕτως γίνεται. Κρόνος δεσπόζει ἐτῶν β΄ καὶ μηνῶν Ϛ΄ παραδώσει ἑαυτῷ μῆνας Ϛ΄ ἡμέρας κθ΄ ὥρας Ϛ΄ . Διὶ μῆνας β΄ ἡμέρας κς΄ ὥρας η΄ δ΄ , Ἄρει μῆνας γ΄ ἡμέρας ιδ΄ ὥρας ιέ Ϛ΄. Ηλιῳ μῆνας δ΄ ἡμέρας β΄ ὁρας ιγ΄ Ϛ΄ Ἀφροδίτη μῆνα α΄ ἡμέρας κέ ὥρας ιθ’ U+2220΄ Ἑρμῇ μῆνας δ΄ ἡμέρας τθ΄ ὥρας ιβ΄ U+2220΄, Σελήνη μῆνας ε΄ ἡμέρας κδ΄ ὣρας ί καὶ οὕτως συμπληροῦνται τὰ τοῦ Κρόνου ἔτη β΄ μῆνες Ϛ΄ .

  96. 6.6.2.1

    Ὁ Ζεὺς ἔχει ἐνιαυτόν· παραδώσει ἑαυτῷ μῆνα α΄ ἡμέρας γ΄ ὥρας ια΄, Ἄρει μῆνα α΄ ἡμέραν α’ ὥρας κ΄, Ἡλίῳ μῆνα α’ ἡμέρας κγ΄ ὥρας κ΄ U+2220΄. Ἀρροδίτη ἡμέρας ιβ΄ ὥρᾶς Ϛ΄ U+2220΄. γ΄ . Ἑρμῇ μῆνα α’ ἡμέρας κε΄ ὥρας ιβ΄ Ϛ΄. Σελήνῃ μῆνας ιβ΄ ἡκέρας θ΄ ὥρας τη΄ γ΄ . Κρόνῳ μῆνας β΄ ἡμέρας κγ΄ ὥρας ζ΄ δ΄.

  97. 6.6.3.1

    Ἄρης ἔχει ἐνιαυτὸν α΄ μῆνας γ΄ παραδίδωσιν ἑαυτῷ μῆνα α΄ ἡμέρας κβ΄ ὥρας ζ΄ δύο τρίτα, Ἡλίῳ μῆνας β΄ ἡμέρας Ϛ΄ ὥρας Ϛ΄ δύο τρίτα, Σελήνῃ ἡμέρας οα΄ ὥρας ε΄, Ἀφροδίτῃ ἡμέρας κζ΄ ὥρας κα΄ U+2220΄. γ΄, Ἑρμῇ μῆνας β΄ ἡμέρας κζ΄ ὥρας ιη΄ γ΄ . Κρόνῳ μῆνας γ΄ ἡμέρας ιδ΄ ὥρας ε΄, Διὶ μῆνα α΄ ἡμέρας ια΄ ὥρας κ΄.

  98. 6.6.4.1

    Ἥλιος ἔχει ἐνιαυτὸν α΄ μῆνας ζ΄ παραδίδωσιν ἑαυτῷ μῆνας β΄ ἡμέρας κγ΄ ὥρας κβ΄ δ΄ Ἑρμῇ μῆνας β΄ ἡμέρας κη΄ ὥρας η΄ δ΄ Ἀφροδίτῃ μῆνα α΄ ἡμέρας ε΄ ὥρας η΄ U+2220΄, Σελήνῃ μῆνας γ΄ ἡμέρας κ΄ ὥρας ιδ΄ δ΄, Κρόνῳ μῆνας δ΄ ἡμέρας ιβ΄ ὥρας ιγ΄ δ΄, Διὶ μῆνα α΄ ἡμέρας κγ΄ ὥρας η΄ δ΄, Ἄρει μῆνας δύο ἡμέρας Ϛ΄ ὥρας Ϛ΄ δ΄.

  99. 6.6.5.1

    Ἀφροδίτη δεσπόζει μηνῶν η΄ ἐξ αὐτῶν ἑαυτῇ παραδίδωσιν ἡμέρας ιδ΄, Ἑρμῇ μῆνα α΄ ἡμέρας Ϛ΄ ὥρας ζ΄ ε΄, Σελήνῃ μῆνα α΄ ἡμέρας ις΄ ὥρας ιβ΄ δ΄ , Κρόνῳ μῆνα α΄ ἡμέρας κε΄ ὥρας ιθ΄, Διὶ ἡμέρας κβ΄ ὥρας δ΄, Ἄρει ἡμέρας κη΄ ὥρας κα΄ δ΄, Ἡλίῳ μῆνα α΄ ἡμέρας ε΄ ὥρας η΄ .

  100. 6.6.6.1

    Ἑρμῆς ἔχει ἐνιαυτὸν α΄ μῆνας η΄ ἐξ ὧν ἐαυτῷ παραδίδωσι μῆνας γ΄ ἡμέρας γ΄ ὥρας θ΄ U+2220΄ , Σελήνῃ μῆνας γ΄ ἡμέρας Ϛ΄ ὥρας Ϛ΄ δ΄, Κρόνῳ μῆνας δ΄ ἡμέρας ιθ΄ ὥρας φβ΄ δ΄ , Διὶ μῆνα α΄ ἡμέρας κε΄ ὥρας τθ΄, Ἄρει μῆνας β΄ ἡμέρας θ΄ ὥρας τη΄ δ΄, Ἡλίῳ μῆνας β΄ ἡμέρας κη΄ ὥρας η΄ δ΄, Ἀφροδίτῃ μῆνα α΄ ἡμέρας ζ΄ ὥρας ε΄.

← Previous · Next → — showing 401500 of 670

First Thousand Years of Greek. CTS URN tlg1764.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.