Ancient Texts

← Library

Anthologiarum libri ix

First Thousand Years of Greek · First Thousand Years of Greek · 670 sections

  1. 2.21.2.1

    Ἄλλη. Ἡλιος Ἑρμῆς Ταύρῳ, Σελήνη Κριῷ. Κρόνος Ἄρης Ἀφροδίτη ὡροσκόπος Καρκίνῳ, Ζεύς Παρθένῳ, κλῆρος τύχης καὶ ὕψωμα γενέσεως Διδύμοις. ἀπὸ μετριότητος ἀναβεβίβασται καὶ γέγονεν ἡγεμονικὴ καὶ στρατηγική. ἡμερινῆς γάρ οὔσης τῆς γενέσεως εὖρον τὸν Ἥλιον τριγώνῳ τῆς Σελήνης, τὴν δὲ Σελήνην καὶ τοὺς αὐτῆς ἐπικοίνους Ἀφροδίτην καὶ Ἄρεα ἐπικέντρους, τὸν δὲ κλῆρον τῆς τύχης καὶ ὕψωμα Διδύμοις ἀποκλίσει (ἔνθεν ἦν καὶ τὰ πρῶτα μέτρια), τὸν δὲ κύριον ἀγαθοδαιμονοῦντα.

  2. 2.21.3.1

    Ἄλλη. Ἥλιος Ἄρης Ἀφροδίτη Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Ζεὺς Σκορπίῳ, Κρόνος Κριῷ, ὡροσκόπος Λέοντι. καὶ αὕτη ἡ γένεσις ἐκ ταπεινῆς καὶ μετρίας τύχης εἰς ἡγεμονικὴν καὶ ἐξουσιαστικὴν τύχην κατήντησεν. ἡμερινῆς γὰρ οὔσης τῆς γενέσεως εὕρομεν τὸν Ἥλιον τριγώνῳ τοῦ Κρόνου, τὸν δὲ Κρόνον τῳ ἀποκλίματι, ὅθεν τὰ μὲν πρῶτα μέτρια, τὸν δὲ τούτου ἐπίκοινον Ἑρμῆν ἐπίκεντρον. εὕρομεν δὲ καὶ τὸν κλῆρον τῆς τύχης Ταύρῳ καὶ ὕψωμα Ζυγῷ καὶ τὴν κυρίαν μεσουρανοῦσαν μὲν τῷ κλήρῳ, ἐπίκεντρον δʼ ἄλλως.

  3. 2.21.4.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Ταύρῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἀφροδίτη Κριῷ, Ζεὺς Παρθένῳ, Ἄρης Ἰχθύσιν, ὡροσκόπος Λέοντι. τὸν μὲν οὖν Ἥλιον εὕρομεν τριγώνῳ Ἀρροδίτης καὶ Σελήνης, τὴν δὲ Ἀφροδίτην ἀποκλίματι. γέγονεν μὲν οὖν τὰ πρῶτα ἐπίμοχθος καὶ ταπεινή, τῆς δὲ Σελήνης ἐπικέντρου εὑρεθείσης ὕστερον γέγονεν στρατιωτικαῖς καὶ προκοπτικαῖς τάξεσιν. ὁμοίως δὲ καὶ ὁ κλῆρος τῆς τύχης εὑρέθη Ταύρῳ, δὲ ὕψωμα Καρκίνῳ τούτου κυρία Σελήνη εὑρέθη μεσουρανοῦσα τῳ κλήρῳ, ὅθεν καὶ εἰς μεγίστην τύχην καὶ ἡγεμονικὴν κατῆλθεν. δὲ τῷ περιποιητικῷ τόπῳ εὑρέθη Ἄρης ὕπαρξιν ἁρπαγῆς καὶ νοσφισμῶν καὶ βίας, ἃ μετὰ θάνατον αὐτοῦ κακῶς διηρπάχθη.

  4. 2.21.5.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Κρόνος Ζεὺς Τοξότῃ, Σελήνη Καρκίνῳ. Ἄρης Παρθένῳ, Ἀφροδίτη ὡροσκόπος Ζυγῷ. νυκτερινῆς οὔσης τῆς γενέσεως εὕρομεν τὴν Σελήνην τριγώνῳ Ἄρεος, αὐτὸν δὲ τὸν Ἄρεα ἀποκεκλικότα καὶ τὸν κλῆρον καὶ τὸν κύριον, ὅθεν τὰ μὲν πρῶτα ταπεινῶς καὶ ἐνδεῶς διήγαγεν αἰχμαλωσίας τε καὶ ὑπηρεσίας πεῖραν ἔλαβεν καὶ πολλοῖς κινδύνοις περιετράπη. τῶν δὲ συναιρετιστῶν χρηματιστικοῖς τόποις τετευχότων φιλίαις καὶ συστάσεσι γενόμενος βασιλικάς πίστεις ἀνεδέξατο. εἶθ᾿ οὕτως τοῦ ὑψώματος Λέοντι εὑρεθέντος καὶ τοῦ κυρίου Ἡλίου μεσουρανήσαντος τῳ κλήρῳ ἡγεμονίας καὶ τάξεως ἐξουσιαστικῆς κατηξιώθη.

  5. 2.21.6.1

    Ἄλλη. Ἥλιος Ἀφροδίτη Ἀἰγόκερῳ. Σελήνη Ἑρμῆς Τοξότῃ, Κρόνος Σκορπίῳ, Ζεὺς Ζυγῷ, Ἄρης Ὑδροχόῳ, τύχη Κριῷ, ὡροσκόπος Ταύρῳ καὶ αὕτη ἡ γένεσις κατʼ ἀρχάς ἀνώμαλος καὶ μέτριος διῆξεν, ὑστέρου δὲ ἀνεβιβάσθη καὶ στεμμάτων καὶ ἀρχιερωσύνης μετέσχεν. ἐπὶ τῆς ἀναφορᾶς γὰρ εὑρέθησαν οἱ κύριοι τοῦ τριγώνου, ὁ δὲ τρίτος κύριος τοῦ τριγώνου καὶ ὁ κύριος τοῦ κλήρου μεσουρανῶν ὁμοίως δὲ καὶ ὁ κύριος τοῦ ὑψώματος κατὰ τὸν κλῆρον μεσουρανῶν καὶ ὁ κύριος τοῦ δαίμονος Ἄλλη. Ἥλιος Ἑρμῆς Καρκίνῳ. Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι. Ζεὺς Ἄρης Λέοντι, Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Ζυγῷ. καὶ αὕτη ἡ γένεσις λαμπρὰ καὶ ἐπίσημος γέγονεν ἐπιστεύθη βασιλείας γὰρ καὶ ἀρχιερωσύνης κατηξιώθη. εὑρέθη γὰρ ὁ κύριος τοῦ τριγώνου σὺν τῳ κυρίῳ τοῦ δαίμονος ἀγαθοδαιμονῶν καὶ μετὰ τοῦ κλήρου τῆς τύχης καὶ Ἥλιος ὁ κληρωσάμενος τὴν τύχην μεσουρανῶν, ἡ δὲ τοῦ ὑψώματος κυρία Σελήνη κατὰ τὸν κλῆρον μεσουρανόῦσα, ἡ δὲ περιποίησις ἀνώμαλος καὶ ἄστατος, ὁτὲ μὲν ὑπερπλεονάσασα ὁτὲ δὲ ἐνδεής· ἐμαρτύρει γὰρ τῷ τόπῳ Κρόνος καὶ Ἀφροδίτη.

  6. 2.21.7.1

    Ἄλλη. Ἥλιος Ζεὺς Ἄρης Ἀφροδίτη Σκορπίῳ, Κρόνος Ζυγῷ. Σελήνη Κριῷ, Ἑρμῆς Τοξότῃ, ὡροσκόπος Λέοντι. ὁ κύριος τοῦ ὑψώματος Ἑρμῆς Τοξότῃ εὑρέθη μεσουρανῶν τῷ κλήρῳ καὶ ὕψωσε τὴν γένεσιν περὶ τὸν βίον. ὁμοίως δὲ καὶ οἱ κύριοι τοῦ τριγώνου καὶ τοῦ κλήρου ὑπόγειοι εὑρεθέντες ἐποίησαν θησαυροφύλακα, ἀφιλόδοξον δὲ καὶ ἀπάροχον.

  7. 2.21.8.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Σκορπίῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Λέσντι, Ἄρης Ἀφροδίτη Καρκίνῳ, Ζεὺς Παρθένῳ, ὡροσκόπος Τοξότῃ. νυκτερινῆς οὔσης τῆς γενέσεως οἱ κύριοι τοῦ τριγώνου Κρόνος καὶ Ἑρμῆς ἀποκεκλίκασιν ὅθεν ἀνωμάλισε πολλὰ ἐπὶ τῶν πρώτων χρόνων καὶ ὑπόχρεως διήγαγε, καίτοι γε ὑποστάσεως καλῆς περὶ τοὺς γονεῖς οὔσης. εἶθ᾿ οὕτως ὑστέρου κληρονομίας τυχών καὶ ἐτ ἀφορμῶν ἐπαυξηθεὶς τῳ βίῳ φιλόδοξος καὶ ἀρχικὸς καὶ δωρηματικὸς ἐγένετο καὶ ὄχλῳ ἀρεστὸς καὶ βασιλέων καὶ ἡγεμόνων φίλος καὶ ναοὺς καὶ ἔργα κατεσκεύασεν καὶ αἰωνίου μνήμης ἔτυχεν. εὑρέθη γὰρ ὁ κλῆρος τῆς τύχης καὶ τοῦ ὑψώματος Ἰχθύσι καὶ ὁ τούτου κύριος Ζεύς μεσουρανῶν.

  8. 2.21.9.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Σκορπίῳ, Σελήνη Κριῷ, Κρόνος Παρθένῳ, Ζεὐς Ἰχθύσιν, Ἄρης Λέοντι. Ἀφροδίτη ὡροσκόπος Τοξότῃ. ἔτι νηπία οὖσα ἡ γένεσις ἐκληρονόμησε πλείστην ὕπαρξιν· εὑρέθη γὰρ ὁ περιποιητικὸς τόπος Ἰχθύσι Διὸς ἰδιοτοποῦντος, ἡ δὲ τοῦ τριγώνου ἐπίκοινος Ἀφροδίτη καὶ τοῦ κλήρου καὶ τοῦ ὑψώματος κυρία ὡροσκόπος.

  9. 2.21.10.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ, Σελήνη Κρόνος Τοξότῃ, Ζεὺς Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ὑδροχόῳ. ὡροσκόπος Ζυγῷ. οἱ κύριοι τοῦ τριγώνου ἐπίκεντροι μὲν εὑρέθησαν, ἀλλὰ ἐναντιούμενοι· ὅθεν ἀρχαῖς καλῶς ἀχθεῖσα ἡ γένεσις καὶ εὐπορήσασα ὑστέρου ἔκπτωτος καὶ ἐνδεὴς εὑρέθη προφάσει ἐμπρησμοῦ καὶ ἁρπαγῆς· καὶ γὰρ ὁ κύριος τοῦ κλήρου Ἄρης τῳ περιποιητικῷ εὑρέθη ἀποκεκλικώς καὶ ὑπὸ Κρόνου μαρτυρούμενος.

  10. 2.21.11.1

    Ἄλλη. Ἥλιος Ἀφροδίτη ὡροσκόπος Ταύρῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἄρης Ἑρμῆς Διδύμοις. τοῖς πρώτοις χρόνοις φαντασίας μεγάλας καὶ πράξεις καὶ πίστεις πολιτικάς ἔσχεν· ἔτυχον γὰρ οἱ κύριοι τοῦ τριγώνου ἐπίκεντροι. ὑστέρου δὲ καθαιρεθεὶς τῳ βίῳ ἀλήτης γέγονεν· ἠναντιώθη γὰρ τῇ περιποιήσει Ἄρης καὶ Ἑρμῆς, καὶ οἱ κύριοι τοῦ κλήρου καὶ τοῦ περιποιητικοῦ ἀποκεκλίκασι.

  11. 2.21.12.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Διδύμοις, Σελήνη Αἰγόκερῳ, Κρόνος Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη ὡροσκόπος Καρκίνῳ, Ζεὺς Σκορπίῳ. ὁ τοιοῦτος δοῦλος γεννηθεὶς καὶ εἰς γένος εἰσελθὸν πολιτικὰς ἀρχάς ἀνεδέξατο καὶ ἐφιλοδόξησεν εὑρέθησαν γὰρ οἱ κύριοι τοῦ Ἡλίου τοῦ τριγώνου καὶ τοῦ κλήρου καὶ τοῦ ὑψώματος οἰκείως κείμενοι καὶ ὑπὸ Διὸς μαρτυρούμενοι, Ἄρης δὲ καὶ Κρόνος καὶ Ἑρμῆς παρέπεσον· διὸ καὶ ἐμείωσαν τὸν βίον καὶ ὑπόχρεων ἐποίησαν.

  12. 2.21.13.1

    Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη Ζεὺς Σκορπίῳ. Κρόνος Καρκίνῳ, Ἄρης Ἀφροδίτη Ἑρμῆς Αίγόκερῳ, ὡροσκόπος Ἰχθύσιν. ὁ τοιοῦτος γέγονεν εὐνοῦχος ἱερεὺς θεᾶς ἐπίσημος· τοῦ γὰρ κλήρου ὁ κύριος εἰς τὸν περὶ θεοῦ τόπον ἔτυχε Σκορπίον, οἱ δὲ τῆς αἱρέσεως κύριοι Κρόνος καὶ Ἑρμῆς ἀγαθοδαιμονοῦντες εὑρέθησαν, ἐναντιούμενοι δέ· ὅθεν καὶ ταραχαῖς πλείσταις περιέπεσεν καὶ μειώσεσι καὶ ἀπολογίαις ἡγεμονικαῖς καὶ βασιλικαῖς.

  13. 2.22.1.1

    Καὶ τούτους δὲ τοὺς τόπους δυναστικούς ὄντας εἰς τὸν περὶ ἐνδόξων καὶ ἐπισήμων γενέσεων ἀναγκαίως ὑπέταξα. ἐὰν ὁ Ἥλιος καὶ ἡ Σελήνη χρηματιστικοῖς ζῳδίοις ὄντες δορυφορηθῶσιν ὑπὸ τῶν πλείστων ἀνατολικῶν μηδενὸς τῶν κακοποιῶν ἐναντιουμένου, εὐτυχεῖς καὶ ἐνδόξους, ἡγεμονικάς καὶ βασιλικάς τὰς γενέσεις ποιοῦσιν ὁμοίως δὲ καὶ ἐὰν οἱ κύριοι τούτων ὡροσκοποῦντες ἤ ἐπίκεντροι τύχωσιν. ἐὰν συνοδικὸν ἢ πανσεληνιακὸν ζῴδιον ἢ οἱ τούτων κύριοι τύχωσιν ὡροσκοποῦντες ἡ μεσουρανοῦντες, ἔσονται εὐτυχεῖς οἱ γεννώμενοι. ἐὰν δὲ τῳ ὑπὸ γῆν εὑρεθῇ ὁ Ἥλιος ἢ ἡ Σελήνη ἢ οἱ πλεῖστοι τῶν ἀστέρων, γίνονται μὲν ἐπίσημοι καὶ πλούσιοι, κακῶς δὲ τὸν βίον καταστρέφουσιν ἢ φθόνοις καὶ αἰτίαις καὶ περιβοησίαις περιτρέπονται.

  14. 2.22.2.1

    Σαφέστερον δὲ βουλόμενοι τὸν περὶ εὐδαιμονίας τόπον διακρῖναι διὰ πολλῶν καὶ δεδοκιμασμένων αἱρέσεων ἐπιδιασαφήσομεν. ἕκαστον γὰρ εἶδος σχηματογραφίας ἰδίως ἐστὶ δυναστικόν, συγκρινόμενον δὲ ἕτερον πρὸς ἕτερον ἢ ὠφεληθὲν ὕψωσε τὴν δόξαν ἢ κακωθὲν προσεπικατέστρεψεν. ὅθεν οὐχ ὡς ἀναλύοντες τὰς προτέρας δυνάμεις, ἐπιβεβαιοῦντες δὲ ὑποτάξομεν. καθάπερ οὖν ἐπὶ τοῦ κλήρου προείπομεν, πραγματεύεσθαι δεήσει καὶ τὸν κλῆρον τοῦ δαίμονος, ὃς εὑρίσκεται ἡμέρας μὲν ἀπὸ Σελήνης ἐπὶ Ἥλιον, νυκτὸς δὲ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀφ᾿ ὡροσκόπου, καὶ τὸν τούτου κύριον καὶ τόπον συνορᾶν ὅπως ἔτυχεν· ὁμοίως δὲ καὶ τὸν κλῆρον τῆς βάσεως, ὃς εὑρίσκεται ἀπὸ τύχης ἐπὶ δαίμονα καὶ ἀπὸ δαίμονος ἐπὶ τύχην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· τὸν μέντοι ἑβδομαδικὸν ἀριθμὸν οὐχ ὑπερθήσει ἐπί τε τῶν νυκτῶν καὶ ἡμερῶν, ἀλλὰ ἀπὸ τοῦ ἐγγίονος κλήρου ἐπὶ τὸν ἕτερον κλῆρον δεῖ λαμβάνειν καὶ συγκρίνειν τόν τε τόπον καὶ τὸν οἰκοδεσπότην.

  15. 2.22.3.1

    Ἐὰν οὖν οἱ οἰκοδεσπόται ἐναλλάξωσι τοὺς τόπους, οἷον ὁ τοῦ κλήρου τῆς τύχης γένηται τῳ τῆς βάσεως τόπῳ, ὁ δὲ τῆς βάσεως τῳ τοῦ δαίμονος, ὁ δὲ τοῦ δαίμονος τῷ τῆς τύχης τόπῳ, ὁ τοιοῦτος εὐτυχὴς βασιλικὸς ἐπίσημος. ἐὰν δὲ τῷ τοῦ δαίμονος τόπῳ ὁ τῆς βάσεως κύριος γένηται συμπαρόντος καὶ τοῦ κυρίου τοῦ δαίμονος, εὐτυχὴς μεγαλόφρων. ἐὰν δὲ οἱ κύριοι τοῦ τε δαίμονος καὶ τῆς τύχης καὶ τῆς βάσεως ἰδιοτοπῶσι, καὶ οὕτως εὐτυχὴς γεννώμενος. ἐὰν δὲ ὁ δαίμων εὑρεθῇ μεθʼ Ἡλίου καὶ ὁ τούτου κύριος ἀνατολικός, ὁ τοιοῦτος ἔσται εὐτυχής· ὁμοίως κἀν Ἀφροδίτη κυριεύσῃ τύχης ἢ δαίμονος ἢ βάσεως καὶ εὑρεθῇ ἀνατολὴν ἔχουσα καὶ ἰδιοτοποῦσα, ὁ τοιοῦτος εὐτυχής. ἐὰν ὁ κύριος τῇ βάσει ἐπῇ καὶ τούτῳ συμπαρῇ Σελήνη, ὁ τοιοῦτος εὐτυχὴς ἔσται καὶ ἐπίσημος. ἐὰν δὲ ὁ κύριος τῷ δαίμονι ἐπῇ καὶ τούτῳ συμπαρῇ Ἥλιος, εὐτυχὴς ἐπίσημος τυραννικός.

  16. 2.22.4.1

    Ἐὰν δὲ Ἄρης δαίμονι γενόμενος εὑρεθῇ τόποις Σελήνης καὶ αὐτῆς συμπαρούσης, ἀρχικὴ ἡγεμονικὴ ἔνδοξος ἡ γένεσις· ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ δαίμονι γενόμενος ἀνατολικὸς εὑρεθῇ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος τόποις τῆς Σελήνης, ὁ τοιοῦτος εὐτυχήσει ἀπὸ γραμμάτων καὶ παιδείας πολύφιλος πολύγνωστος ὑπάρχων τιμῶν τε καὶ δωρεῶν καὶ δόξης καταξιωθήσεται καὶ ὑπὸ πολλῶν μακαρισθήσεται. ἐὰν δὲ Ζεὺς τοῦ δαίμονος κυριεύσῃ καθυπερτερηθεὶς ὑπὸ Ἄρεος, ὁ τοιοῦτος οὐκ ἔσται μὲν ἀτυχής, πρακτικὸς δὲ καὶ ἔνδοξος ἐναντιώμασι δὲ περιτραπεὶς καθαιρεθήσεται ἢ ἀπαγωγῆς ἢ φυγαδείας πεῖραν λήψεται. ἐὰν δὲ ὁ κύριος τῳ δαίμονι συμπαρῇ ἀνατολικὸς σὺν τῇ Σελήνη, εὐτυχὴς ὁ τοιοῦτος καὶ πλούσιος καὶ μεταδοτικός. ἐὰν ὁ Ἥλιος ἐπῇ τῷ δαίμονι τῆς οἰκείας αἱρέσεως ὑπάρχων τοῦ οἰκοδεσπότου ἰδιοτοποῦντος, ἔνδοξος εὐσχήμων πολύφιλος· ἐὰν δὲ ἀλλοτρίας, ὑστέρου εὐτυχήσει μετά τοὺς τοῦ ἀντιδίκου χρόνους.

  17. 2.22.5.1

    Ἐὰν οἱ κύριοι τοῦ τε δαίμονος καὶ τῆς τύχης εὑρεθῶσιν τῷ τῆς βάσεως τόπῳ συμπαρόντος καὶ τοῦ οἰκοδεσπότου, λαμπρὰ καὶ ἐπίδοξος ἡ γένεσις ἔσται. ὁμοίως δὲ καὶ ἐὰν ὁ τῆς βάσεως κύριος καὶ τῆς τύχης τῷ δαίμονι εὑρεθῶσι παῤ ἓν ὦσι συμπαρόντος καὶ τοῦ οἰκοδεσπότου, μεγάλη ἡ γένεσις καὶ εὐτυχής. ὅσοι δὲ ἔχουσι τὸν κύριον τῆς τε τύχης καὶ τοῦ δαίμονος ἀνατολικοὺς καὶ ἰδιοτοποῦντας καὶ ὑπὸ Ἡλίου καὶ Σελήνης μαρτυρουμένους, ἔνδοξοι καὶ ἐπίσημοι γενήσονται καὶ ἐγγύς βασιλέων ἢ ἱερῶν ἀναστρεφόμενοι καὶ δωρεῶν καὶ δόξης καταξιούμενοι. ἐὰν δὲ Ἀφροδίτη κυριεύσασα τοῦ κλήρου ἢ τοῦ δαίμονος σὺν τῷ Ἡλίῳ καὶ Σελήνη εὑρεθῇ καὶ τούτων κυριεύσας τις τῶν λοιπῶν ἀστέρων μὴ ἰδιοτοπῇ ἀλλὰ παραπέσῃ, σκληροτυχὴς ὁ τοιοῦτος καὶ δυσεπίτευκτος ἐν τοῖς ἐγχειρουμένοις. ἐὰν δὲ τινες αὐτῶν ἰδιοτοπήσωσι, μετὰ μεγάλων ἀνδρῶν ἀναστρέφουσιν ἢ βασιλικαῖς αὐλαῖς πίστεις ἀναδέξονται, εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἐπίλυποι καθίστανται ἢ ἄτεκνοι. ἐὰν ὁ κύριος τῆς τύχης ἡ τῆς περιποιήσεως μὴ τύχωσιν ἰδίοις οἴκοις ἢ ὑψώμασι ἢ τριγώνοις ἢ μοίραις ὄντες ἐπίκεντροι ἡ προσθετικοί, καθαιροῦσι τὰς γενέσεις· μάλιστα μὲν οὖν τυχόντες κακοποιοὶ μαρτυροῦντες τοῖς τόποις ἢ ἐναντιούμενοι· ἐὰν δὲ ἀγαθοποιοὶ τύχωσιν ἐπίκεντροι ἀνατολικοὶ καὶ προσθετικοί, λαμπρούς καὶ ἐπιδόξους ποιοῦσι τοὺς γεννωμένους· ἐὰν δὲ ἐπὶ τῶν ἐπαναφορῶν, ἀφ᾿ ἑαυτῶν ἀνάγονται.

  18. 2.22.6.1

    Ἐὰν τοῦ κλήρου τῆς τύχης καλῶς πεσόντος καὶ τοῦ δαίμονος καὶ τῆς βάσεως ἡ περιποίησις κακωθῇ, προβάσει τῆς ἡλικίας μειοῦσι τὰς ὑπάρξεις. ἐὰν δὲ ἡ τύχη παραπέσῃ καὶ κεκακωμένη ᾖ, ἡ δὲ περιποίησις καλῶς πέσῃ, ἀπὸ νέας ἡλικίας κρείττονες γίνονται. ἐὰν ὁ τῆς τύχης κύριος ἢ ὁ τῆς περιποιήσεως ἐπὶ τῶν κάτω κέντρων ἢ ἐπαναφορῶν τύχῃ, προβάσει τῆς ἡλικίας τὰς εὐπορίας καὶ τὰς δόξας περιτίθησιν. οἱ κακοποιοὶ ἐπὶ τῆς περιποιήσεως ἐφεστῶτες ἢ ἐναντιούμενοι τοῦ τόπου ἀκέντρου ὄντος ἀλλότριοι τῆς γενέσεως καὶ ζῳδίων καὶ μοίρας ἀλλοτρίας, φθορὰς τῶν ὑπαρχόντων ποιοῦσι, καὶ ἐὰν ὁ κλῆρος τῆς τύχης καλῶς πέση καὶ ὁ κύριος αὐτοῦ.

  19. 2.22.7.1

    Ὅταν ὁ κύριος τῆς τύχης καὶ ὁ τῆς περιποιήσεως ἐναντίοι πέσωσιν, ἐὰν μὲν ἀγαθοποιοὶ ὦσι, τὰς ὑπάρξεις πεφαντασιωμένας ποιοῦσι καὶ ἐπισάθρους καὶ ἐπικινδύνους· ἐὰν δὲ κακοποιοὶ ὦσιν, ἐκπτώσεις ποιοῦσιν. ἐὰν ἡ περιποίησις ἐναντία τῷ δαίμονι γένηται, ἐκπτώσεις τῶν πράξεων καὶ μειώσεις καὶ βλάβας παρέχουσιν ἐὰν μή ἔχωσιν ἀγαθοποιούς ἐπικειμένους. ὁ τῆς περιποιήσεως κύριος ἐναντιούμενος τῷ περιποιήματι κενοῖ τὰς ὑπάρξεις· ἐὰν οὖν κακοποιὸς τύχῃ, ἔτι χεῖρον. οἱ δὲ ἀγαθοποιοὶ ἀφαιροῦντες τὶ αὐτὰ ἀπεργάζονται, ἐπὶ τούτοις δὲ καὶ ἐκπτώσεις ποιοῦσιν, ἐὰν τῶν οἰκοδεσποτῶν ἡ περιποίησις ἐναντία πέσῃ μάλιστα ὄντων κακοποιῶν καὶ μηδὲ τῆς αἱρέσεως ὄντων, ἐγγὺς ἐκπτώσεως ἔρχονται. ἐὰν τῇ περιποιήσει Ἄρης ᾖ ἐφεστώς ἢ διάμετρος, εἰς ἡδονὰς καὶ μέθας ἀναλίσκουσι τὰ περικτηθέντα. ὁμοίως καὶ ἐὰν ὁ κύριος τῆς περιποιήσεως ἐναντίος αὐτῷ γένηται, τῷ βίῳ πολυδαπάνους· ὁμοίως καὶ ἐὰν ᾖ αὐτὸς δ κύριος τῆς περὶποιήσεως ἀφαιρῶν τῳ ἀριθμῷ ἢ ἄκεντρος ὢν ἢ μοίρας ἀλλοτρίας ἢ οἶκον ἔχων.

  20. 2.23.1.1

    Ἑὰν ὁ περὶ δάνους κλῆρος πέση ἢ ὁ κύριος αὐτοῦ εἰς τὰ τετράγωνα ἢ διάμετρα αὐτοῦ κακοποιῶν ἐφορώντων ἢ ἐναντίων ὄντων ἢ καθυπερτερούντων, καταχρέους ποιεῖ τὰς γενέσεις. ἀριθμεῖται δὲ ὁ κλῆρος ὁ περὶ δάνους ἀπὸ Ἑρμοῦ ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ἐκ τῶν οὖν ἐμπεπτωκότων κλήρων ἢ τῶν ἐφεστώτων ἀστέρων τῇ περιποιήσει διαμετρούντων ἢ τετραγώνων πρὸς τὸν κλῆρον αὐτὸν ὁ τρόπος τῆς ὑπάρξεως τοῦ γεννωμένου πρόδηλος· ὁμοίως καὶ ἀπὸ τῶν τῇ τύχῃ ἢ δαίμονι ἐφεστώτων ἀστέρων ἢ τῶν κλήρων τῶν συνεμπιπτόντων αὐτοῖς καὶ τῶν κλήρων καὶ τῶν κυρίων αὐτῶν. μάλιστα δὲ ὁρώντων τὸν περὶ ἐνέδρας κλῆρον καὶ τὸν περὶ κλοπῆς, εἰ πρὸς τὴν περιποίησιν ἢ τύχην ἢ τὸν δαίμονα ἢ τὸν βίον λόγον τινὰ ἔχουσιν ἢ πρὸς τοὺς κυρίους τούτων τῶν κλήρων· δυνατὸν δὲ μὴ ἔχειν οὐκ ἐξ ὑγιοῦς τὰς κτήσεις ποιοῦσιν. ἐὰν γὰρ μὴ ἔχωσι λόγον οἱ προκείμενοι τόποι πρὸς τὴν περιποίησιν ἢ τύχην ἢ τὸν βίον ἡ τὸν δαίμονα, καθαιρεῖ τὰ τοῦ βίου τοῦ γεννωμένου ἢ τὰ τῆς ὑπάρξεως. εἰ δὲ λόγον τινὰ ἔχουσι πρὸς αὑτούς, ἀπὸ πανουργίας καὶ ἐνέδρας καὶ ἐπιβουλῆς τινος καὶ βίας καὶ κλοπῆς καὶ ἐπιθέσεως εὑρήσεις τὰ τῆς ὑπάρξεως ὄντα.

  21. 2.24.1.1

    Ἀριθμεῖται δὲ ὁ περὶ κλοπῆς ἐπὶ μὲν ἡμερινῆς γενέσεως ἀπὸ Ἑρμοῦ ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ Κρόνου, ἐπὶ δὲ νυκτερινῆς γενέσεως ἀπὸ Ἄρεως ἐπὶ Ἑρμῆν καὶ τὰ ἴσα ἀπὸ Κρόνου.

  22. 2.25.1.1

    Τὸ δὲ περὶ ἐνέδρας ἡμέρας μὲν ἀπὸ Ἡλίου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἐναλλάξ. καὶ ἐὰν ὁ τοῦ κλήρου τῆς τύχης ἢ τῆς περιποιήσεως ἢ τοῦ δαίμονος ὁ κύριος εἰς περὶ ἐνέδρας ἢ κλοπῆς τύχῃ, ἀπὸ βίας καὶ πανουργίας ἢ τινος ὠφελείας ἕξουσι τοὺς βίους. καὶ ἐὰν οἱ κύριοι πάντων τῶν προμειμένων ὁμοῦ πέσωσι, ταὐτὰ ποιοῦσι. καὶ ἐὰν ὁ κύριος τῆς ἐνέδρας ἢ τῆς κλοπῆς ἐπών ἢ τῷ κλήρῳ τῆς τύχης ἢ δαίμονος ἢ περιποιήσεως, εὑρίσκεται ἐκ τούτων τὰ τοῦ βίου. ἐὰν δὲ ἀγαθοποιοὶ τοῖς τόποις μαρτυρῶσι καὶ μάλιστα ἰδιοτοποῦντες ἢ τῆς αἱρέσεως ὄντες, εὐπροαίρετοι καθίστανται· ἐὰν δὲ κακοποιοὶ διάμετροι ἢ τετράγωνοι μαρτυρῶσι, συννοητέος ὁ τρόπος.

  23. 2.25.2.1

    Ὅσαι δὲ μετὰ τὴν εὐτυχίαν καθαιροῦνται ἢ ἐκπίπτουσιν, ὑποδείξομεν. ἐὰν ὁ περὶ ἀξίας καὶ ὑψώματος τόπος ἐναντίους ἔχῃ κακοποιούς μὴ προσήκοντας τῇ γενέσει ἢ ὁ κύριος αὐτοῦ μὴ μαρτυρῆται ὑπὸ Διός, μάλιστα τῶν φώτων ἀποκεκλικότων ἢ τῆς Σελήνης κεκακωμένης, καθαιρέσει τὰ τῆς δόξης καὶ τὰ τῆς ἐπιφανείας γενήσεται. ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἐναντιούμενος τῷ ὑψώματι ἢ τῷ κυρίῳ τοῦ ὑψώματος ἐπισφαλεῖς τὰς δόξας ταὶ τὰς ἐπιφανείας ποιεῖ. ὁμοίως καὶ ὁ τοῦ δαίμονος καὶ οἱ κλῆροι πρὸς ἑαυτοὺς ἀηδεῖς καὶ καθαιρετικοὶ δόξης τυγχάνουσι. καὶ ἐὰν τοῦ κλήρου τοῦ ὑψώματος ὁ τόπος καὶ ὁ περὶ ἐπιτιμίας ἐναντίοι πέσωσι καὶ ὑπὸ κακοποιῶν ὁρῶνται ἢ οἱ κύριοι αὐτῶν ἢ οἱ κλῆροι, ἑαυτοὺς κακοῦσι καὶ ἀτιμίαις καὶ καθαιρέσεσιν ἢ ὕβρεσί τισι γενήσονται οἱ γεννώμενοι. καὶ ἐὰν ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἢ τοῦ δαίμονος ἢ τοῦ ὑψώματος τῳ περὶ ἐπιτιμίας ἐναντίος πέση ἢ τῳ κλήρῳ ἢ τῳ κυρίῳ αὐτοῦ ἢ καθυπερτερούμενος ὑπὸ κακοποιῶν μαρτυρούμενος, καθαιρέσει καὶ ὕβρει γίνονται οἱ γεννώμενοι. ὁμοίως καὶ ἐπὰν τῷ κλήρῳ μάλιστα τῷ περὶ ἐπιτιμίας κακοποιὸς μαρτυρήσῃ, καθαιρέσεις βίων καὶ ἀξιῶν ἐποίσει τῷ γεννωμένῳ, καὶ μάλιστα ἐπίκεντρος ὤν· ἔκδηλα γὰρ οὕτως καὶ ἐκφανῆ τὰ κακὰ γίνεται τοῖς γεννωμένοις.

  24. 2.25.3.1

    Κακὰ τὰ φῶτα ἐναντιούμενα τοῖς ὑψώμασιν ἢ τῳ κυρίῳ τοῦ ὑψώματος, μάλιστα κεκακωμένα καὶ μὴ ὄντα τῆς αἱρέσεως ἢ καὶ ἕτερον αὐτῶν· ἀτιμίας γὰρ καὶ καθαιρέσεις παρέχουσι ταῖς γενέσεσιν. ἐὰν ὕψωμα τύχῃ τῳ μεσουρανήματι καὶ ᾖ κακοποιὸς τῳ ὑπὸ γῆν ἡμισφαιρίῳ, ἐπὶ τῆς πρώτης ἡλικίας προκόψαντες καὶ τιμηθέντες ὑπὸ πολλῶν, μάλιστα ἀγαθοποιοῦ ἐπιθεωροῦντος, ὕστερον καθαιρεθήσονται. ἐὰν δὲ ἐναλλὰξ γένηται, τῇ πρώτη ἡλικίᾳ δυστυχήσαντες ὕστερον ἐπιφανεῖς ἔσονται. ἐὰν δὲ ὁλοτελῶς κακωθῶσιν οἱ τόποι, ἀπὸ νεότητος δυστυχίαν σημαίνουσι τῷ γεννωμένῳ, ὥσπερ καὶ ἀγαθοποιῶν μαρτυρούντων τοῖς τόποις ἀγαθῶν πρόδηλα γενήσεται κατὰ τὰς τῶν ζῳδίων καὶ ἀστέρων τοποθεσίας. ἐὰν πάλιν τύχῃ ὁ δαίμων τῷ ὑψώματι ἐναντιούμενος, καθαιρέσει τὰς γενέσεις ποιεῖ. ὅταν ἐπὶ γενέσεως οἱ πλεῖστοι τόποι κακωθῶσιν ἢ οἱ κύριοι αὐτῶν αἵ τε σύνοδοι ἢ πανσέληνοι ἢ ὁ περὶ ἐπιτιμίας κλῆρος ἢ τὸν περὶ δίκης ἢ ἔχθρας ἢ ἀνάγκης κλῆρον ἔχωσι συνεμπίπτοντα ἢ διάμετρον ἢ τετράγωνον, μεγάλαις στάσεσι γίνονται καὶ εἰς ἐπιτιμίαν βλάπτονται. ἐὰν ὀλίγοι ὦσιν οἱ κακοποιοὶ ἢ ὁ περὶ ὑψώματος τόπος ἢ ὁ κύριος αὐτοῦ, ἀπρόκοποι καὶ ἀλαμπεῖς καὶ καταγνώσει οἱ γεννώμενοι διατελοῦσι. τῷ περὶ ἀξιώματος τόπῳ κακοποιοὶ ἐναντιούμενοι ἢ καθυπερτεροῦντες καθαιρέσεις ἐπιφέρουσι ταῖς γενέσεσιν. ἐὰν ὁ κύριος τοῦ ὑψώματος καὶ ὁ κύριος τοῦ ἀξιώματος ἐναντίοι πέσωσιν ἑαυτοῖς οἵ τε κλῆροι ἢ οἱ δεσπόται αὐτῶν, καταγνώσει γίνονται οἱ γεννώμενοι. ἐὰν Ζεὺς τῳ ὑψώματι εἴη ἐπικείμενος ἐπίκεντρος ἢ κύριος γένηται κέντρου, ἐπιφανεῖς ἄνδρας ποιεῖ ἐὰν δὲ Ἄρεως τύχη ζῳδίῳ ἢ μοίρᾳ ἢ συνὼν ἰδίοις ζῳδίοις, ζωῆς καὶ θανάτου κυριεύσουσιν οἱ γεννώμενοι. ὅθεν οἱ προκείμενοι τόποι καὶ ἀστέρες χρηματιστικοῖς ζῳδίοις εὑρισκόμενοι λαμπράς ἡγεμονικὰς βασιλικάς γενέσεις ποιοῦσιν, ἐπὶ δὲ τῶν μέσων ζῳδίων εὐσχήμονας ἐπιδόξους ἀρχικούς ἐπὶ δὲ τῶν ἀποκλιμάτων εὐπόρους πρακτικούς ὑπὸ ἑτέρων ἐξουσίας τεταγμένους, πίστεων καὶ τάξεων καταξιουμένους.

  25. 2.26.1.1

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Σελήνη Ζεὺς Ἑρμῆς Λέοντι, Κρόνος ὡροσκόπος Ζυγῷ, Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Καρκίνῳ. ὁ τοιοῦτος εὐτυχής ἡγεμονικὸς τυραννικὸς βασιλικὴν τύχην κεκτημένος καὶ περιουσίᾳ μεγάλη κατασταθείς. τῷ αὐτῷ γάρ ἐξέπεσεν ὁ τε κλῆρος τῆς τύχης καὶ ὁ δαίμων καὶ ἡ βάσις· ἡ δὲ τούτων κυρία Ἀφροδίτη μεσουρανοῦσα Καρκίνῳ, ὁ δὲ τοῦ τριγώνου κύριος καὶ τοῦ ὑψώματος εὑρέθησαν ἀγαθοδαιμονοῦντες τῇ περιποιήσει.

  26. 2.26.2.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη ὡροσκόπος Λέοντι, Κρόνος Ταύρῳ, Ζεὺς Τοξότῃ, Ἄρης Ζυγῷ. Σελήνη 7Παρθένῳ. ὁ τοιοῦτος ἡγεμονικὸς ζωῆς καὶ θανάτου κύριος· οἰκείως γάρ οἱ ἀστέρες εὑρέθησαν.

  27. 2.26.3.1

    Ἄλλη. Ἥλιος Σελήνη Ζεὺς ὡροσκόπος Κριῷ. Κρόνος Ἀφροδίτη Ὑδροχόῳ, Ἄρης Διδύμοις, Ἑρμῆς Ἰχθύσιν. ὁ τοιοῦτος ἡγεμονικὸς τυραννικός· ἐπίκεντροι γὰρ καὶ ὡροσκοποῦντες οἱ κύριοι τοῦ τριγώνου εὑρέθησαν καὶ εἰς αὐτὸ καὶ ὁ κλῆρος καὶ ὁ δαίμων καὶ ἡ βάσις καὶ ὕψωμα ἐξέπεσεν. ὁ δὲ τούτων κύριος Ἄρης ἐκπαραπεσών καὶ ἀμαρτύρητος τῷ γ΄ τόπῳ ἐναντία καὶ φυγαδείαν καὶ βιαιοθανασίαν ἐποίησεν· ἦν γὰρ καὶ τῆς συνόδου κύριος.

  28. 2.26.4.1

    Ἄλλη. Ἥλιος Ζεὺς Ἀφροδίτη Ἰχθύσι, Σελήνη Ζυγῷ, Ἄρης Καρκίνῳ, Ἑρμῆς Ὑδροχόῳ, Κρόνος Σκορπίῳ, ὡροσκόπος Λέοντι. ὁ τοιοῦτος ἔνδοξος ἐξουσιαστικός· ἐδορυφορήθη γὰρ ὁ Ἥλιος ὑπὸ τῶν ἀγαθοποιῶν καὶ εὑρέθη ἐπικείμενος τῷ κλήρῳ τῆς τύχης σὺν τῷ οἰκοδεσπότῃ. ἐπεὶ δὲ οἱ συναιρετισταὶ τοῦ τριγώνου παρέπεσον καὶ ὁ κύριος τοῦ δαίμονος ἀπόστροφος, ἔκπτωτος ἐγένετο καὶ ἑκὼν μετέστη. ἠναντιώθη δὲ καὶ τῇ περιποιήσει Ἄρης καὶ ὁ τοῦ ὑψώματος κύριος οὐκ ἔσχε τόπον ἐπιτήδειον, ἀλλʼ ὑπὸ Κρόνου καθυπερτερηθεὶς ἐκακώθη. ὅθεν, καθὼς προεῖπον, ἐὰν τὰ πλείονα σχήματα ἢ οἱ τούτων κύριοι ἐπιτόπως εὑρεθῶσι, καὶ δόξη καὶ βίου φαντασίᾳ γενήσονται· ἐὰν δὲ οἱ μὲν παραπέσωσιν οἱ δὲ οἰκείως εὑρεθῶσιν, ἀνεπίμονα τὰ τῆς δόξης καὶ τῆς τύχης γενήσεται.

  29. 2.27.1.1

    Οἱ δὲ χρόνοι καταληπτέοι ἔσονται τῆς εὐτυχίας ἢ δυστυχίας ἀνωμαλίας τε καὶ εὐπραξίας ἐκ τῆς ἑκάστου ζῳδίου ἀναφορᾶς ἢ τῆς τοῦ ἀστέρος κυκλικῆς περιόδου. περὶ μὲν γάρ χρόνων ζωῆς ζητοῦντας δεῖ προσέχειν τῷ ὡροσκόπῳ καὶ Σελήνη ἢ τῷ ζῳδίῳ, ἐφ᾿ ᾧ οἱ κύριοι πάρεισι. πρὸς δὲ πρᾶξιν καὶ δόξαν τῳ κλήρῳ τῆς τύχης καὶ δαίμονι καὶ Ἡλίῳ ἢ συνόδῳ πανσελήνῳ τῳ τε ὑψώματι καὶ τῳ τούτου κυρίῳ. ἄρξουσι δὲ τοῦ πρώτου χρόνου κυριεύειν οἱ ἐπόντες πρώτῳ λόγῳ τῳ ὡροσκόπῳ, ἔπειτα οἱ τῳ μεσουρανήματι ἢ τῳ δύνοντι ἢ τῳ ὑπογείῳ. ἐὰν δὲ οἱ τόποι οὗτοι τύχωσι κενοί, οἱ ἐπὶ τῶν ἐπαναφορῶν· τούτων δὲ κενῶν τυχόντων οἱ τοῖς ἀποκλίμασι, καὶ εἰ μὴ τοσοῦτον σθένουσι, πλὴν τὰ πράγματα διοικονομήσουσι. πρότερον δὲ οἱ τοῦ ὡροσκόπου ἢ τοῦ μεσουρανήματος ἀπονενευκότες μεριοῦσιν εἶθʼ οὕτως οἱ τοῖς λοιποῖς ἀποκλίμασιν· οὐ μέντοι τελέας τὰς ἀναφορὰς ἢ τὰς περιόδους, ἀλλʼ ὅσον μέρος τοῦ ζῳδίου διακατέχειν δύνανται, πρὸς ἀναλογίαν τοσοῦτον καὶ τῆς περιόδου καὶ τῆς ἀναφορᾶς. οἱ γὰρ ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν οἰκείως σχηματισθέντες τε καὶ ἀνατολικοὶ εὑρεθέντες, μάλιστα δὲ λόγον ἔχοντες πρὸς τὰ τῆς γενέσεως πράγματα ἅτινά ἐστιν, ἐπὰν τῶν προκειμένων τόπων δεσπόζωσι, καὶ τὴν τοῦ ζῳδίου ἀναφοράν καὶ τὴν ἰδίαν περίοδον μεριοῦσιν ἢ τὴν ἐφʼ ὧν πάρεισι ζῳδίων οἱ κύριοι ἀναφορὰν καὶ περίοδον.

  30. 2.27.2.1

    Ὁμοίως δὲ καὶ τούς λοιποὺς τόπους καὶ τούς δεσπότας ζητοῦντας δεῖ συγκρίνειν τοὺς χρόνους, οἷον περὶ βίου ἀδελφῶν γονέων τέκνων καὶ τὰ ἐξῆς, τοὺς καταβλάπτοντας ἀστέρας ἢ ὠφελοῦντας καὶ περὶ τίνων ἔκαστος δύναται ἀποτελεῖν, ἵνα μὴ περὶ τῶν αὐτῶν πλειστάκις γράφωμεν· πρόκεινται γὰρ αὐτῶν αἱ φύσεις, ὑπομιμνήσκομεν δὲ καὶ πάλιν τοῖς μετὰ ταῦτα. πρότερον μὲν οὖν χρὴ τοῦ κυρίου τὴν ἐλαχίστην περίοδον μερίζειν καὶ τὴν τοῦ ἐπικειμένου, εἶθ’ οὕτως τὴν ἀναφορὰν τοῦ ζῳδίου ἢ τὴν ἐφʼ ᾧ ὁ κύριος ἔπεστιν· ἄλλως τε καθώς προείπαμεν σκοπεῖν τοὺς οἰκοδεσποτοῦντας τοῦ τριγώνου. ἐάν μὲν γὰρ ἀμφότεροι καλῶς πέσωσιν, ἐπίδοξα καὶ ἐπωφελῆ τὰ τῶν χρόνων γενήσεται· ἐὰν δὲ ἀπὸ μέρους, ὁμοίως· ἐὰν δὲ παραπέσωσιν, ἀρχῆς μέχρι τέλους ἀνώμαλος ἡ γένεσις ἔσται ἢ λύπαις καὶ κινδύνοις περιτραπήσεται, ἐκτὸς εἰ μὴ ὁ κλῆρος τῆς τύχης ἢ ὁ τούτου κύριος οἰκείως σχηματισθεὶς εὐπορίᾳ καὶ δόξῃ κατὰ τὴν ἰδίαν ὑπόστασιν καταστήσει τὴν γένεσιν. ἐὰν δὲ δύο ἢ πλείους ἀστέρες ἑνὶ ζῳδίῳ τύχωσιν, ἑκάστου μὲν ἡ περίοδος κατὰ μόνας συμπληρουμένη ἐνεργήσει, δὲ ἀποτέλεσμα ἡ δύο ἢ τριῶν ἀστέρων σύγκρασις δηλώσει· ὁμοίως δὲ καὶ ἡ ἀναφορά τοῦ ζῳδίου συμπληρωθεῖσα τατὰ μόνας καὶ πάλιν σὺν τῇ περιόδῳ τοῦ ἐπικειμένου ἀστέρος ἢ τοῦ κυρίου ἐνεργήσει. ἐὰν δέ πως ἐκ τῶν ἀναφορῶν καὶ τῶν περιόδων οἱ τοιοῦτοι χρόνοι συντρέχωσιν ἢ ἀγαθοποιῶν ἢ κακοποιῶν ἀστέρων ἢ ζῳδίων, ἀμφότερα γενήσεται οὐ κατʼ ἐκεῖνον τὸν χρόνον τά τε φαῦλα καὶ τὰ ἀγαθά.

  31. 2.28.1.1

    Τὸν περὶ ἀποδημίας τόπον δύσληπτον ὄντα οὔτε Πετόσιρις οὔτε ὁ γνώριμος βασιλεὺς τοῖς ὑπομνήμασιν ἑαυτῶν ἐξεῖπον, ἢ μόνον εἰς τὸν τόπον τοῦτον τοῦτο εἰρήκασιν· εἰς τοὺς χρόνους εἴ τις τῶν κακοποιῶν ἔχει φάσιν, ἀποδημίαις καὶ σκυλμοῖς ποιήσει τὴν γένεσιν. ὅ ἐστιν ἀληθές· περαιτέρω δὲ τούτων οὐδὲν ἄλλο εἰς τὸν περὶ ξένης τόπον ἔχουσιν. ὁ δὲ θαυμασιώτατος Ἄβραμος τοῖς βιβλίοις αὐτοῦ τούτου τοῦ τόπου δέδειχεν ἡμῖν τε καὶ αὑτὸς ἰδίᾳ ἄλλα ἐξευρών τε καὶ δοκιμάσας ἐπὶ τῶν ἀποδηματικῶν μάλιστα γενέσεων· αἵτινες ἔχουσι θεωρήματα τάδε. τὰ φῶτα δύνοντα Ἄρης ἢ τὸν κλῆρον τῆς τύχης ὁρῶν εἰς ἀπόκλιμα τοῦ μεσουρανήματος ἢ τὴν Σελήνην ἢ τοὺς πλείστους τῶν ἀστέρων εἰς ὑπόγειον ἡμισφαίριον ὴ εἰ ὁ τῆς τύχης κύριος εἰς τὸν περὶ ξένης κλῆρον τὸν τόπον εὑρίσκοιτο ἢ καὶ διάμετρος πρὸς αὐτοὺς ἢ καὶ αὐτὴ ἡ τύχη πέση, ὅπου ὁ κλῆρος ὁ περὶ ἀποδημίας, καὶ τῷ κλήρῳ δὲ Ἄρης ἦ ἐπικείμενος ἢ τὸν τόπον ὁρῶν, ἀποδηματικὰς ποιεῖ γενέσεις· ὁμοίως καὶ τὴν τύχην ἢ δαίμονα.

  32. 2.29.1.1

    Ἀριθμεῖται δὲ ὁ περὶ ξένης κλῆρος ἀπὸ Κρόνου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. καὶ ταῦτα μὲν τὰ θεωρήματα εὐκινήτους γενέσεις ποιεῖ· τίσι δὲ καὶ καιροῖς καὶ χρόνοις ἔσονται αἱ ἀποδημίαι ταῖς τοιαύταις γενέσεσι, τὰ σχήματα δηλώσει τὰ ὑπὸ Ἀβράμου λεγόμενα. προσυποτάξομεν δὲ καὶ τὰ ἐμοὶ αὐτῷ τηρηθέντα· μηδεὶς δὲ ἡμᾶς τῶν ἐντυγχανόντων μεμφέσθω, εἰ τοὺς ἑτέρων πόνους καὶ τηρήσεις μὴ ἰδιοποιοῦμεν ὥς τινες, μαρτυροῦμεν δὲ τοῖς ἀνδράσιν. ἔλθωμεν δὲ εἰς προκείμενον.

  33. 2.29.2.1

    Ἐπὶ γὰρ τῆς διαιρέσεως τῶν χρόνων τῶν πρακτικῶν κατὰ Ἄβραμον τῶν ἀπὸ τοῦ δαίμονος μεριζομένων μερίζει γὰρ οὖτος), ὅπου δἂν ὁ κλῆρος ὁ περὶ δαίμονος πίπτῃ ἐπὶ γενέσεως, τοῦ ζῳδίου ὅπου εὑρίσκεται ὁ κλῆρος τὸν κύριον ὅρα, πόσων ἐτῶν τυγχάνει αὐτοῦ ὁ μικρὸς κύκλος, καὶ ταῦτα μέριζε εἰς τὰ ιβ΄ ζῴδια ἀπʼ αὐτοῦ τοῦ δαίμονος ἀρχὴν ποιούμενος τοῦ μερισμοῦ κατὰ τὰ ἐξῆς ζῴδια· εἶτα ὅταν πληρωθῇ αὐτοῦ ὁ κύκλος, τὸν τοῦ ἐξῆς ζῳδίου τοῦ δαίμονος κύριον· πάλιν ὅρα, πόσων ἐτῶν αὐτοῦ ὁ κύκλος τυγχάνει, καὶ τούτου ὁμοίως μέριζε· καὶ τὸν ἑξῆς πάλιν, εἰ ἔχει ζωῆς ἔτη ἡ γένεσις ὑποκείμενα. εἰ ζῴδιον οὖν, ὅπου οἱ χρόνοι αὐτοῦ τυγχάνουσιν, ἔχει τόπον ἀποδημίας δηλωτικὸν ἢ τὸν περὶ ἀποδημίας κλῆρον ἢ διάμετρον αὐτοῦ ἢ τετράγωνον ἢ εἰς τὰ ζῴδια τὰ λαμβάνοντα ἀπʼ αὐτοῦ τὸν ἐπιμερισμὸν πίπτωσιν οἱ ἀστέρες ὕστεροι τῆς καταβολῆς μάλιστα κακοποιοὶ ἔκκεντροι, ξενιτείας παρέχουσιν, ὁ τοῦ ἐπιμερισμοῦ κύριος τοῦ ζῳδίου ἐὰν ἔκκεντρος ἦ ἢ ἀπόστροφος τοῦ ζῳδίου κακοποιὸς ὤν, ξενιτείαν ἐπιποιεῖ· καὶ ἐὰν ἐπίκεντρος ἦ, ποιήσει. καὶ εἰ κακοποιοὶ πάλιν ἔχουσι τοὺς ἐπιμερισμούς ἐμπίπτοντες ἢ τετράγωνοι, ξενιτείας παρέχουσι. ἐὰν δὲ ἀγαθοποιὸς αὐτὸν τὸν ἐπιμερισμὸν λάβῃ, εὑρεθῇ δὲ ἐπὶ τῆς γενέσεως τοῦ διαμέτρου, ἀποδημίας καὶ κινήσεις ἐμποιεῖ τῷ γεννωμένῳ. Ἐπὰν οἱ κύριοι πάλιν τῶν ζῳδίων τοὺς χρόνους ἔχοντες ἢ τὴν ἐπιδιαίρεσιν ἀπόστροφοι τύχωσι τῶν ζῳδίων ἢ ἐναντίοι ἢ καθυπερτερούμενοι ἢ ἔκκεντροι, ξενιτείας παρέχουσι τὰ ζῴδια. ἐναντίων κακοποιῶν μάλιστα τὰ φῶτα θεωρούντων τοῖς σεληνιακοῖς ἢ ἡλιακοῖς τὰς ἀποδημίας ποιεῖ, ἐὰν τοῦ ζῳδίου ὅπου οἱ χρόνοι εἰσὶν ὁ κύριος ἔκκεντρος ἢ ἐναντίος αὐτοῦ ἦ, ἢ κινήσεις ἢ ἀποδημίας ποιεῖ, εἰ ὁ κλῆρος ὁ περὶ ἀποδημίας εἰς αὐτὸ πέση ἢ εἰς διάμετρον αὐτοῦ ἢ τετράγωνον ἐὰν δὲ ἰδιοτοπῇ ἢ τοῖς τετραγώνοις εὑρίσκηται, οὐ δίδωσιν ἀποδημίας. Ἑρμῆς μὲν οὖν καὶ Ἀφροδίτη οὐ δίδωσι μακρὰς ἀποδημίας, ἀλλὰ καὶ ταχείας τὰς ἐπανόδους. ἐὰν πίπτωσιν ἐνὶ ζῳδίῳ οἱ δύο κλῆροι, ὅ τε τῆς τύχης καὶ ὁ δαίμων, ἐναντίος δὲ ᾖ τῷ ζῳδίῳ ὁ περὶ ἀποδημίας κλῆρος ἢ τετράγωνος, ἐπῇ δὲ τῷ τόπῳ κακοποιός τις, ἀποδημίαις γίνονται οἱ γεννώμενοι. ὁμοίως καὶ τῷ ἀστέρι τῳ τοὺς χρόνους ἔχοντι ἢ ἐπὶ τοῦ κλήρου τῆς τύχης ἐφεστῶτι ἐναντίος ὁ τοῦ περὶ ἀποδημίας, κἂν οἱ δύο τόποι ὅ τε τῆς τύχης καὶ ὁ τοῦ δαίμονος ἐναντίοι πέσωσιν, ἢ κινήσεως αἴτιον τυγχάνει ἢ ἀποδημίαις ποιεῖ τὴν γένεσιν, μάλιστα ἐὰν τοῖς ἐκκέντροις ζῳδίοις. κἂν ἦ δὲ ἐπίκεντρα ἢ πάλιν τὰ ζῴδια, ὅπου οἱ ἐπιμερισμοί εἰσιν, ἐὰν ἔχη τοὺς περὶ ξένης τόπους καὶ τὸν κλῆρον ἐναντίον ἢ τετράγωνον, ἀποδημίαις ποιοῦσι τὴν γένεσιν. ὁμοίως καὶ ἐὰν ᾖ εἰς ὑπόγειον ἡμισφαίριον, φιλαποδήμους ποιεῖ. ἐὰν ὁ κλῆρος πάλιν ὁ περὶ ἀποδημίας εἰς τὸν ὡροσκόπον ἢ εἰς μεσουράνημα ἢ εἰς τὴν ἐπαναφοράν τοῦ μεσουρανήματος πέσῃ μὴ ἀποδημητικῆς φύσει οὔσης τῆς γενέσεως ἢ τὰ προειρημένα σχήματα ἐχούσης, οὐ πολυαποδήμους ποιεῖ γενέσεις, σπανίως δὲ ἀποδημοῦσιν οἱ γεννώμενοι, μάλιστα μὴ ἔχοντες ἐναντίους κακοποιούς. καὶ ἐὰν τὰ ζῴδια τὰ ὑπέργεια τοὺς χρόνους ἔχῃ ἢ τῶν χρόνων τὴν ὑποδιαίρεσιν χωρὶς τοῦ δωδεκάτου ἢ ἐννάπάλιν ζῳδίου, οὐ διδόασιν ἀποδημίας, τοῦ κλήρου μὴ εἰς αὐτὸ πίπτοντος μηδὲ ἐναντιουμένου κακοποιοῦ ἢ τῳ ζωδίῳ ἐφεστῶτος χωρὶς ἀγαθοποιῶν.

  34. 2.29.3.1

    Τὰ ὑπόγεια ἔχοντα τοὺς χρόνους δίδωσι, μάλιστα καὶ τοῦ περὶ ἀποδημίας κλήρου εἰς τὰ ὑπόγεια πίπτοντος. κἂν οἱ κλῆροι πάλιν ὅ τε τῆς τύχης καὶ ὁ περὶ ἀποδημίας κακοποιούς ἔχωσιν ἐφεστῶτας ἢ ἐναντίους, ἀποδημίας πυκνὰς παρέχουσιν. ἐὰν τῳ ζῳδίῳ τῷ τοὺς χρόνους ἔχοντι ἐναντίος τύχῃ ὁ τοῦ περὶ ξένης ὢν κύριος, ἀποδημίᾳ ποιήσει τὴν γένεσιν. ἐὰν δὲ τῷ κλήρῳ τῆς τύχης καὶ ὁ τοῦ περὶ ἀποδημίας ὁμοῦ πέσῃ εἰς ὑπόγειον κέντρον, πολυαποδήμους ποιεῖ, μάλιστα ὑπὸ κακοποιῶν θεωρούμενος ἢ κατεχόμενος ἢ ὑπὸ φωτός. ἐὰν εος τι τῶν ζῳδίων τῶν κληρωθέντων ἔχειν ἐπιμερισμοὺς τῶν χρόνων ἡ τριμηνιαία πίπτει, κινήσεις παρέχει, μάλιστα ἐὰν ἔχῃ ἐναντίον ἀστέρα κακοποιὸν ἢ τὰ φῶτα ἑστῶτα ὁμοίως καὶ τοῖς ὑπεργείοις τόποις τοῖς ἀποκεκλικόσιν ἦ. εἰ ἐλάττων ἐπιμερισμὸς ἢ ἐναντίος τύχῃ, παροδικὴν ἀποδημίαν ἔξει ἡ γένεσις. καθυπέρτεροι δὲ ἀστέρες μάλιστα τοῖς ὑπογείοις οὖσι καθύγροις τοῖς ἔχουσιν ἐπιμερισμούς ἀποδημίας ποιοῦσι, μάλιστα ἐὰν ἦ ἔχοντα τὰ φῶτα ἐπικείμενα τὰ ζῴδια ἢ κακοποιούς.

  35. 2.29.4.1

    Ἐξαιρέτως δὲ τὰ ὑποκείμενα σχήματα εὐεργέστερα ἔσται, εἰ ὁ καταγόμενος ἐνιαυτὸς τοῦ τόπου τῷ γεννωμένῳ κίνημα ἔχει ἀποδημίας εἴτε ἐκ καταβολῆς ἄνωθεν εἶεν ἔχοντες γενέσεις ἀποδημικὰς μάλιστα. ὅπου δʼ ἂν ὁ ἐπιμερισμὸς τῶν χρόνων πέσῃ τῶν καθολικῶν ὴ ἡ ὑποδιαίρεσις αὐτῶν, ἐκείνου τε τοῦ ζῳδίου ὁ κύριος εἴτε ἔκκεντρος ὢν εἴτε ἐπίκεντρος, ἐὰν μή τινα τῶν κακοποιῶν ἔχῃ ἐναντίον τῶν ζῳδίων ἢ τῶν φώτων ἐὰν ἐπικείμενος εἴη, γίνονται ἔξοδοι. ἐπὰν δὲ ἔχωσιν ἤτοι ἐπικέντρους ἤτοι ἀποκεκλικότας, διδόασιν ἀποδημητικάς ἐξόδους· καὶ οἱ ἐφεστῶτες κακοποιοὶ τοῖς ζῳδίοις τοῖς ἀποκεκλικόσιν ἢ τοῖς ἔχουσι τούς χρόνους ἢ τὰς ὑποδιαιρέσεις ἀποδημίας διδόασι, τοῦ ἐνιαυτοῦ μάλιστα κίνημα ἔχοντος. ὅταν ὁ τούς χρόνους ἔχων εἰς τὸν περὶ ξένης τόπον ἢ κλῆρον ἐφεστώς εὑρίσκηται ἢ τοῦ περὶ ξένης τόπου ὁ κύριος, ἀποδημίας παρέχει, μάλιστα εἰ κακοποιὸς ᾖ τῷ ἀφωτίστῳ τετράγωνος ἢ διάμετρος. ὁμοίως κἀν ζῴδιον ἔχον ἐπιμερισμὸν τῶν χρόνων ἐναντίον ᾖ τῷ κλήρῳ τῳ περὶ ἀποδημίας, ἐξόδους διδόασι, μάλιστα τοῖς ἀποκλίμασιν. ἐὰν οἱ ἐπιμερισμοὶ πάλιν τῶν χρόνων εἰς τὰ ἀποκλίματα πίπτωσι μὴ ἐχόντων ζῴδιον ἐναντίον ἢ καθυπερτεροῦν, οὐ παρέχουσιν ἀποδημίας, μελλησμὸν δὲ ἀποδημίας ὑπομενεῖ τις καὶ πρόθεσιν ἀσυντέλεστον. ὅταν τοῖς κακοποιοῖς τοὺς χρόνους ἢ τὸν ἐπιμερισμὸν ἔχουσιν ἀγαθοποιὸς ἐναντίος πίπτῃ ἢ καθυπερτερῇ ἢ συμπαρῶσιν τοῖς ὑπογείοις καὶ ἀποδημητικὸς ἐνιαυτὸς ἐμπέσῃ, μελλησμούς ἐμποιοῦσιν ἢ ἐγκοπὰς τῶν ἐξόδων. ἐὰν ἡ τύχη εἰς τὸν περὶ ξένης τόπον ἐμπέσῃ ἢ πρὸς ἀλλήλους οἱ κλῆροι ἐναντίοι πίπτωσι κακοποιοῦ ἐφεστῶτος ἢ ἐναντίου, ἀποδημητικοὺς ποιεῖ μὴ συναναπλεκομένου, αὐτοῖς ἀγαθοποιοῦ ἢ ἐφεστῶτός τινος αὐτῶν. καὶ ἐὰν ὁ τῆς ξένης κύριος ἐναντίος αὐτῷ ᾖ αὐτῆς τύχῃ χωρὶς ἀγαθοποιῶν Ἄρεως πάλιν ἐναντίου τῷ κλήρῳ τῆς τύχης ἢ τῷ περὶ ξένης πίπτοντος ἐφʼ ἑνὸς ἑστῶτος, ἀποδημίαις ποιεῖ ἱκαναῖς τὸν γεννώμενον. ἐὰν πάλιν Ἄρης ἀμφοτέρων τῶν κλήρων κύριος ὢν ἀπόστροφος πέσῃ τῶν ζῳδίων τῶν τὰς ἀποδημίας παρεχόντων ἢ εἰς κάθυγρα, ἀποδημητικὰς ποιεῖ τὰς γενέσεις. Ἄρης ἀπόστροφος τοῦ κλήρου ἢ τοῦ περὶ ξένης πεσὼν μηδενὸς αὐτῶν κύριος ὢν ἀποδημίας οὐ παρέχει, ἀλλὰ τὰ πλεῖστα πατρίδι διάγοντας ἢ μελλησμοὺς ἀποδημίας πάσχοντας. ὁμοίως καὶ ἐὰν οἱ κλῆροι ἀγαθοποιούς ἔχωσιν ἐφεστῶτας, οὐ ποιοῦσι φιλαποδήμους ἀλλὰ σπανίους. Σχήματα δὲ ἐστιν ἐπὶ γενέσεως εὑρεῖν τὰ μὴ ῥᾳδίως ἀποδημίαν παρέχοντα διὰ τὰς πλείστας τῶν γενέσεων ἀποδημητικάς γίνεσθαι, καὶ τὰς μὲν συνεχέσι καὶ ποικίλαις τὰς δὲ σπανίως καὶ ὀλιγάκις, διὰ πλεονάζειν ἔν τισι τὰ σχήματα τὰ ἀποδημίας ἐμποιοῦντα τισι δὲ μή· ὅθεν οἱ μὲν πολυαπόδημοι γίνονται, οἱ δὲ μετρίως καὶ οὐ συνεχέσι ταῖς ἀποδημίαις χρῶνται. ὅσοι γενέσει ὀλίγα σχήματα περὶ ἀποδημίας ἔχουσιν, ἐὰν καὶ οἱ κλῆροι ἐπὶ τῆς γενέσεως ἢ τῆς ἀντιγενέσεως οἱ περὶ ἀποδημίας καὶ τῆς τύχης πρὸς ἀγαθούς πέσωσιν, οὐ διδόασιν ἐξόδους, μάλιστα τοῦ ἐνιαυτοῦ μὴ ἔχοντος κίνημα ἀποδημίας· ἐὰν δὲ ἔχῃ καθὼς προεῖπον σχήματα, ποιοῦσιν ἀποδημίας. ἀσύνδετος πάλιν ὁ περὶ ἀποδημίας τῷ τῆς τύχης μάλιστα ἔχοντος τοῦ ἑνὸς κλήρου ἀγαθοποιὸν οὐ ποιήσει φιλαποδήμους, ἀλλʼ πατρίδι τὰ πλεῖστα διάγοντας. ἀπόστροφος Ἄρης τοῦ περὶ ξένης κλήρου μικρὰς κινήσεις ποιεῖ, τοῦ τῆς τύχης ἔχοντος ἀγαθοποιούς ἐπικειμένους ἀστέρας οὐ διδόασιν ἀποδημίας, μάλιστα ὑπὲρ γῆν πίπτοντες. ὁ κλῆρος τῆς τύχης ἐπὶ τοῦ μεσουρανήματος πίπτων ἀπόστροφος ὢν τοῦ περὶ ἀποδημίας μὴ ἔχων ἐναντίον κακοποιὸν ἢ φῶς οὐκ ἀποδημητικάς ποιεῖ γενέσεις, ἀλλʼ πατρίδι διάγοντας. ἐὰν οἱ δύο κλῆροι συμπέσωσι χωρὶς τοῦ Ἄρεως εἰς ἀπόκλιμα τοῦ μεσουρανήματος εἰς ἕτερον ζῴδιον μηδένα κακοποιὸν ἔχοντες ἐναντίον ἤ ἐφεστῶτα, οὐ ῥᾳδίως ἀποδημίᾳ γίνονται. οἱ δὲ κλῆροι οἱ δύο κακοποιούς ἔχοντες ἐπικειμένους ἢ ἐναντίους πολυαποδήμους ποιοῦσι, μάλιστα τῶν ζῳδίων ὄντων καθύγρων, ὅπου οἱ κλῆροι. ὁ περὶ τύχης κλῆρος καλῶς πίπτων μηδένα ἔχων κακοκοιὸν ἢ καθυπερτεροῦντα ἢ τὰ φῶτα ἢ τὸν περὶ ἀποδημίας κλῆρον μάλιστα τῶν δύο κλήρων Ἄρης ἀπόστροφος ὢν οὐ διδόασιν ἀποδημίας, ἀλλὰ βουλόμενος ἀποδημῆσαι οὐκ ἐξῆλθεν. Ζεὺς γὰρ ἐὰν παροδικῶς ἐπὶ τούτων τῶν ζῳδίων γένηται, κωλύει τὴν ἔξοδον. ἐξαιρέτως δὲ ἀποδημεῖ, ἐὰν τύχῃ ἔτὸς εἰς ἀπόκλιμα ἐκπεσὸν ἀπὸ τοῦ ὡροσκόπου καθύγροις ζῳδίοις, μάλιστα ἀγαθοποιοῦ μὴ ἐφεστῶτος παροδικοῦ ἢ κατὰ γένεσιν. καὶ ὁ κύριος τῶν χρόνων τῷ κυρίῳ τοῦ περὶ ἀποδημίας κλήρου ἔτος παραδιδοὺς κακοποιοῦ μάλιστα ὁρῶντος ἢ ἀνάπαλιν ὁ κύριος τοῦ κλήρου τῳ τούς χρόνους ἔχοντι.

  36. 2.30.1.1

    Περὶ προτελευτῆς γονέων ἄλλοι μὲν ἄλλως διεσάφησαν καὶ αὐτοὶ δὲ δοκιμάσαντες εὕρομεν οὕτως. ἐπειδὴ Ἥλιος σημαίνει πατέρα, δευτέρῳ δὲ τόπῳ Κρόνος, ἀκριβέστερον ἐπὶ τῶν νυκτὸς καὶ ἡμέρας ὁ συνοικειούμενος τῇ Σελήνη, τουτέστιν ὁ ἐπιθεωρούμενος ὑπʼ αὐτῆς καὶ συμπαρών ἢ οἴκῳ ἢ τριγώνῳ ὑπάρχων, ἐκεῖνος ἀναλαμβάνει τὸν πατρικὸν τόπον ὁμοίως δὲ καὶ ἡ Ἀφροδίτη τὸν μητρικὸν τόπον καὶ ἡ Σελήνη. σκοπεῖν οὖν δεήσει καθʼ ἑκάστην γένεσιν, τίς μᾶλλον ὑπὸ τῶν κακοποιῶν θεωρεῖται ἢ καὶ παραπέπτωκε, πότερον Ἥλιος ἢ Σελήνη ἢ Ἀφροδίτη ἢ Κρόνος, καίπερ αὐτὸς ἀναιρέτης ὑπάρχων τοῦ πατρός. ἐὰν γὰρ Ἥλιος τὸν πατρικὸν τόπον ἀναλαβὼν κατοπτευθῇ ὑπὸ Ἄρεως ἢ Κρόνου τῶν ἀγαθοποιῶν ἀπόντων, περὶ τὸν πατέρα ἡ προτελευτὴ γενήσεται· ἐὰν δὲ Σελήνη ἢ Ἀφροδίτη, περὶ τὴν μητέρα· ἐὰν δὲ ἀμφότερα τὰ φῶτα ὑπὸ κακοποιῶν κατοπτευθῇ ἢ καὶ Ἀφροδίτη, ὁ παραπεπτωκώς ἢ παῤ αἵρεσιν τετευχὼς τὴν προτελευτὴν σημαίνει.

  37. 2.30.2.1

    Ἄλλως. Ἐὰν ὁ πατρικὸς κλῆρος ἀρσενικῷ ζῳδίῳ πέσῃ ἢ ὁ κύριος αὐτοῦ ὑπὸ κακοποιοῦ μαρτυρούμενος, πατρὸς προτελευτὴν σημαίνει. ὁμοίως καὶ ἐπὶ τοῦ μητρικοῦ κλήρου αὐτὸ συμβήσεται, ἐὰν μάλιστα ἀσφαλέστατά τις γνῷ εἰ πατήρ ἐστιν.

  38. 2.30.3.1

    Ἄλλως. Ἀπὸ κυνὸς ἐπιτολῆς ἕως τῆς γενεσιακῆς ἡμέρας λαμβάνειν καὶ ἐκ τοῦ συναχθέντος ἀριθμοῦ ἀφαιρεῖν δωδεκάδας καὶ τὸν περιλειφθέντα ἐντὸς τῶν ιβ΄ ἀπολύειν ἀπὸ Σελήνης ἀνὰ μίαν· ἐὰν μὲν οὖν εἰς ἀρσενικὸν ζῴδιον καταλήξῃ, πατὴρ προτελευτήσει· ἐὰν δὲ εἰς θηλυκόν, μήτηρ. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως Μεχὶρ ιγ΄ ἀπὸ Ἐπιφὶ κ΄ ἕως τῆς ιγ΄ γίνονται σγ΄· ἀφεῖλον δωδεκάδας ις΄ λοιπὰ ια΄, ταῦτα ἀπὸ Σελήνης τῆς ἐν Σκορπίῳ κατέληξεν Παρθένῳ ζῳδίῳ θηλυκῷ· ἐπῆν δὲ καὶ Ἄρης· ἐγίνετο περὶ τὴν μητέρα ἡ προτελευτή.

  39. 2.30.4.1

    Ἄλλως. Ἔστω γένεσις ἀποδείγματος χάριν Ἡλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ. Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ. ὁ μὲν οὖν Κρόνος προσοικειωθεὶς τῇ Σελήνη Καρκίνῳ εὑρέθη νυκτὸς καὶ τοῦ Ἡλίου οἰκοδεσποτήσας ἀνέλαβε τὸν πατρικὸν κλῆρον καὶ ὑπὸ Διὸς ὑπεθεωρήθη καὶ Ἀφροδίτης ἀγαθοδαιμονῶν. ἡ δὲ Σελήνη καὶ Ἀφροδίτη ὑπὸ τῶν δύο κακοποιῶν κατοπτευθεῖσα μητρὸς προτελευτὴν ἐσήμανεν.

  40. 2.30.5.1

    Ἄλλως. Ἐπὰν Ἥλιος καθυπερτερῇ Σελήνην, μήτηρ προτελευτᾷ· ἐὰν δὲ Σελήνη Ἥλιον, πατήρ· ἐὰν δὲ μηδέτερος τὸν ἕτερον καθυπερτερήσῃ καὶ ἀσχημάτιστοι γένωνται, λαμβάνω Κρόνον καὶ Ἀφροδίτην· ἐὰν δὲ μηδὲ οὗτοι, Κρόνον καὶ Σελήνην. ἐὰν δὲ Ἡλιος καθυπερτερῇ καὶ μέση γένηται Ἀφροδίτη, μεσεμβολήσει τὴν καθυπερτέρησιν. ἰδὲ οὖν Κρόνον, μήποτε καθυπερτερῆται ὑπὸ ταύτης, καὶ ἔσται μὲν ἢ περὶ τὸν πατέρα ἡ προμεταλλαγὴ ἢ ἀνάπαλιν ἀπὸ Κρόνου καὶ Ἀφροδίτης. εἰ δὲ μὴ γένηται ὁ μεσεμβολῶν τοὺς καθυπερτεροῦντας ἀλλήλους δύναμιν ἔχων καθυπερτερητικήν, εὐτονήσουσιν οἱ μεσέμβολοι ἀνῦσαι ἴδιον ἀποτέλεσμα. γίνονται δὲ καθυπερτερήσεις τῷ αὐτῷ ζῳδίῳ καὶ διαμέτρῳ, καὶ καθόλου ὁ ἐπερχόμενος ἀστὴρ ἑτέρῳ καθυπερτερεῖ τοῦτον ἢ ὁ τὴν μετ᾿ ἀλλήλων δύναμιν ἔχων καθυπερτερητικήν.

  41. 2.31.1.1

    Τὰ μὲν οὖν περὶ πατρὸς λαμβάνεται ⟨οὕτως). ἡμέρας μὲν οὖν Ἥλιος χρηματίσει καὶ ζῴδιον, ἐφ᾿ οὗ ὁ Ἥλιος ἕστηκε, καὶ ὁ κύριος τοῦ ζῳδίου, ἐφʼ οὖ ὁ Ζεύς, καὶ ζῴδιον ὑποδεξάμενον τὸν Δία. τὰ δὲ περὶ μητρὸς λαμβάνεται οὕτως. ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου, ἐφʼ οὖ ἕστηκεν ἡ Σελήνη, καὶ τοῦ οἰκοδοχέως τῆς Σελήνης, ἡμέρας δὲ ἀπὸ Ἀφροδίτης καὶ τοῦ ζῳδίου, ἐφʼ οὗ ἕστηκεν ἡ Ἀφροδίτη. ὅταν τοίνυν οἱ χρηματίζοντες κατὰ τὴν ἰδίαν αἴρεσιν εὑρεθῶσιν ἰδίῳ οἴκῳ ἢ ἰδίοις ὑψώμασιν ἐπιδεκατευόμενοι ὑπό τινος ἀγαθοποιοῦ ἢ μαρτυρούμενοι ὁπωσοῦν ἄλλως καὶ μὴ ἀποκεκλικότες μηδὲ ᾧ χαίρουσι τόπῳ μὴ κακωθέντες ὑπό τινος τῶν κακοποιῶν, ἔνδοξα καὶ ἐπίσημα καὶ λαμπρὰ τὰ περὶ τοὺς γονεῖς δηλοῦσιν. ἐὰν δὲ ὑπό τινος τῶν φθοροποιῶν μαρτυρηθῇ ὁ σημᾶναι ἀφείλων τὰ περὶ τοὺς γονεῖς κατὰ τὴν παροῦσαν ἀκτινοβολίαν ἢ ἐπιδεκατείαν ἢ εἰς ὃν οὐ χαίρει τόπον εὑρεθῇ, ἀσήμους δηλώσει καὶ ἀδόξους τοὺς γονεῖς. συνδηλώσουσι δὲ καὶ οἱ ὑποδοχεῖς τῳ δηλοῦντι τὰ περὶ τοὺς γονέας κατὰ τὴν θέσιν καὶ τὴν ἐπιμαρτύρησιν τῶν ἄλλων ἀστέρων εὖ ἢ κακῶς. ἐὰν δὲ ὁ δηλωτικὸς ἀστὴρ τῶν περὶ τοῦ γονέως παραπέσῃ τοπικῶς ἢ κακωθῇ ὑπό τινος τῶν φθοροποιῶν καὶ ὁ ὑποδοχεὺς αὐτοῦ ἤτοι ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου δεδυκώς εὑρεθῇ ἢ καὶ κακοδαιμονῶν ἢ καὶ μήτε οὖτος μήτε ὁ δηλωτικὸς καταπονούμενος χρηματίζει τῳ τόπῳ τῳ περὶ γονέως ἀλλʼ εἴη ἀπόστροφος, ταπεινούς καὶ ἀσήμους καὶ ἀγεννεῖς δηλώσει τοὺς γονεῖς. εἰ δὲ πρὸς τῷ μὴ χρηματίζειν καὶ κακωθεῖεν ὑπὸ φθοροποιῶν ἐπιθεωρηθέντες ἢ κατὰ συμπαρουσίαν, δούλους δηλοῦσι τοὺς γονεῖς καὶ ὑποτεταγμένους. εἰ μέντοι τοῦ δηλοῦντος τὰ περὶ γονέων καὶ ἀποκλίναντος ἢ καὶ ἄλλως κεκακωμένου ὁ ὑποδοχεὺς καλῶς κείμενος χρηματίζει ἐν τῷ τόπῳ τῷ περὶ γονέως ἀστέρα δηλωτικὸν ἔχων τὸν χρηματίζοντα τόπῳ μὴ κεκακωμένῳ ὑπό τινος τῶν φθοροποιῶν, βλάβην ἢ ζημίαν ἢ ὄλεθρον ἢ ἔκπτωσιν δηλοῦσι τῶν γονέων. Κρόνος μεσουρανῶν, Ζεὺς ὑπὸ γῆν τὸν πατέρα δοῦλον καὶ ὑποτεταγμένον σημαίνει ἢ ἔκπτωτον, μάλιστα δὲ καὶ Ἡλίου κακωθέντος.

  42. 2.31.2.1

    Ὁ δὲ κλῆρος τοῦ πατρὸς λαμβάνεται οὕτως. ἐπὶ ἡμερινῆς μὲν γενέσεως ἀπὸ Ἡλίου ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, τινὲς ἀπὸ Ἡλίου ἐπὶ Δία καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· νυκτὸς δὲ ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ὁ μὲν οὖν κλῆρος τῶν γονέων οὕτως εὑρίσκεται· περὶ δὲ τοῦ πατρὸς εἰσποιητοῦ ἀπὸ τοῦ διαμέτρου τοῦ κλήρου κατὰ κάθετον ληπτέον. ἐὰν ἐπὶ τοῦ διαμέτρου τύχῃ ὁ τοῦ πατρικοῦ κλήρου κύριος ἢ τοῦ διαμέτρου ὁ κύριος ἐπὶ τοῦ κλήρου, εἰσποιητὸν δηλοῖ τὸν πατέρα· ὁμοίως καὶ ἐὰν ὁ τοῦ μητρικοῦ κλῆρος τῷ διαμέτρῳ εὑρεθῇ καὶ ὁ τοῦ διαμέτρου τοῦ κλήρου τῆς μητρὸς κύριος εὑρεθῇ τῷ τῆς μητρὸς κλήρῳ, ὅμοιον δηλώσει.

  43. 2.32.1.1

    Ἄρης μετὰ Ἡλίου τετράγωνος κρόνῳ ὀρφανίαν ποιοῦσι. Κρόνος καὶ Ἄρης Ἑρμῇ συσχηματισθέντες ὡσαύτως Διὸς μὴ ἐπιθεωροῦντος ὀρφανοὶ γονέων γίνονται. Κρόνος μετὰ Διὸς δύνων ὀρφανοὺς ποιεῖ, Σελήνη διφυεῖ ζῳδίῳ οὖσα καὶ ὑπὸ Διὸς μαρτυρηθεῖσα ποιεῖ ἀπάτορας. ἐὰν δὲ Ἀφροδίτη ὡροσκοπῇ, Σελήνη δὲ ὑπόγειος ἢ Ἄρεως οἴκῳ καὶ ὁ Ζεὺς ἰδίου οἴκου καταμαρτυρῇ, ἀπάτορας ποιήσει.

  44. 2.32.2.1

    Τὰ δὲ ἤθη τῶν γονέων ἐκ τῶν συσχηματιζομένων ἀστέρων ληπτέον. Κρόνος μὲν γὰρ δείξει στυγνούς φθονερούς βαθυπονήρους καχυπόπτους ῥυπαρούς κρυπτούς πάθεσι περικυλιομένους, ἀπρεπεῖς ἁλισκομένους περὶ τε τὰ θεῖα, μεγιστάνων φίλους. Ζεὺς δὲ φιλαγάθους λαμπροὺς δωρηματικοὺς ἀνειμένους εὐφραντικούς. Ἄρης θρασεῖς ὀργίλους προπετεῖς ἐπηρεάστας παραβόλους πολυκινήτους πολυκινδύνους παροίνους μοχθώδεις ἐπὶ δὲ τῆς μητρὸς κατισχύσας τῆς Σελήνης Ἄρης ἢ τῆς Ἀφροδίτης οἰκοδεσποτῶν τραχεῖαν καὶ μοιχάδα δηλοῖ τὴν μητέρα καὶ ὐφʼ αἵματος ἢ φθορᾶς ὀξεῖ πάθει ἐνοχλουμένην, ἐὰν μή τις ἀγαθοποιὸς ἐφορῶν κουφίσῃ. Ἀφροδίτη δὲ τοῖς φωσὶ μαρτυροῦσα ἱλαροὺς φιλομούσους φιλευφροσύνους φιλοστόργους θρησκώδεις τοὺς γονεῖς δείκνυσιν. Ἑρμῆς δὲ κοινωνικούς τε καὶ οἰκονομικούς λόγου τινὸς ἢ ἐπιστήμης μετέχοντας, ψευδολογουμένους δὲ τὰ πολλὰ ἢ εἰς ὑποδεέστερα πρόσωπα ἁμαρτάνοντας. συνεπιβλέπειν δὲ χρὴ καὶ τοὺς τόπους. Ἥλιος μὲν γὰρ ἀρσενικῷ ζῳδίῳ κείμενος καὶ ὑπὸ ἀρσενικοῦ ἀστέρος μαρτυρούμενος γενναῖον δηλοῖ τὸν πατέρα, δὲ θηλυκῷ καὶ ὑπὸ Σελήνης μαρτυρούμενος ἀνειμένον καὶ θηλύφρονα δείκνυσιν. Ἥλιος θηλυκῷ ὑπὸ Κρόνου καὶ Ἀφροδίτης μαρτυρούμενος οὐκ ἀσινῆ οὐδὲ ἀφήμιστον δηλοῖ τὸν πατέρα. Σελήνη θηλυκῷ ζῳδίῳ καὶ ὑπὸ ἀρσενικῶν ἀστέρων μαρτυρουμένη ὀργίλην καὶ ἀκαταμάχητον τὴν μητέρα δείκνυσιν· θηλυκοῖς ζῳδίοις καὶ ὑπὸ Διὸς μαρτυρουμένη πρᾶον καὶ φιλάνθρωπον δηλοῖ τὴν μητέρα.

  45. 2.33.1.1

    Ἄρης καὶ Κρόνος μεσεμβολήσαντες τὰ φῶτα ἢ μέσοι πεσόντες ἢ τῶν ὑποδεξαμένων αὐτοὺς ἢ ταῖς ἀκτῖσιν αὐτῶν χωρίζουσι τοὺς γονεῖς. ὅταν τῶν φωστήρων ὁ μὲν καθʼ αἵρεσιν παραπέσῃ ὁ δὲ παῤ αἵρεσιν καὶ φθοροποιὸς τῷ ἑτέρῳ συμπαρῇ. χωρίζει τοὺς γονεῖς. Κρόνος μεθʼ Ἡλίου κείμενος καὶ Σελήνης ἀλλοτριουμένης χωρίζει τοὺς γονεῖς. ἐὰν ὁ τοῦ ὡροσκόπου κύριος κρηματίζῃ καὶ ὡροσκόπος ᾖ κεκακωμένος καὶ ὁ συνοικοδεσπότης αὐτοῦ παραπεπτωκώς, οἱ τούτων γονεῖς χωρισθήσονται καὶ αὐτὸς πολλὰ ἀκαταστατήσει καὶ δυστυχήσει καὶ τὰ τῶν γονέων ἐλαττωθήσεται. συμφωνοῦσι δὲ οἱ γονεῖς, ὅταν τὰ φῶτα καὶ οἱ οἰκοδεσπόται αὐτῶν συμφώνως πρὸς ἀλλήλους ἔχωσιν. ὅταν ὁ τοῦ Ἡλίου ὑποδοχεὺς συμφώνως ἔχῃ πρὸς τὴν Σελήνην, ὁ δὲ τῆς Σελήνης καὶ τοῦ Ἡλίου, συμφωνοῦσιν οἱ γονεῖς.

  46. 2.33.2.1

    Ὀπότερος τῶν φωστήρων παῤ αἵρεσιν κείμενος ἡ καὶ ὑπὸ φθοροποιοῦ ἀθετηθεὶς ἢ δεκατευόμενος καὶ συνάπτων αὐτῷ ἢ διαμετρούμενος, ἢ ὃς ἂν πρῶτος ἐπὶ τὴν δύσιν φέρηται ἢ οὗ ἂν ὁ τόπος χεῖρον διάκειται, προτελευτήσει. ἐὰν αὐξομένη ᾖ ἡ Σελήνη καὶ συνοδικὴ ἡ γένεσις καί τις φθοροποιῶν ἐπίδῃ τὴν πρώτην πανσέληνον, μὲν θηλυκῷ ζῳδίῳ γενομένη δηλώσει μητρὶ προτελευτήν, δὲ ἀρρενικῷ πατρός. ἐὰν δὲ πανσεληνιακὴ ᾖ γένεσις, τὴν μέλλουσαν σύνοδον σκεπτέον· οὖν θηλυκῷ ζῳδίῳ κακοποιοῦ ἐπιδόντος αὐτὴν προτελευτήσει ἡ μήτηρ· ἐὰν δὲ Ἥλιος, ὁ πατήρ. ἐὰν δὲ ὁ Ἥλιος τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ τύχῃ, ἐπὶ πλεῖστον ὁ πατὴρ ἐπὶ ξένης τελευτήσει. Κρόνου ἀπὸ κέντρου ἀπορρέοντος, ἐὰν Ἄρης ἐπιφέρηται καὶ ἐπιμαρτυρῇ τις αὐτῶν τῷ Διὶ ἡ τῷ Ἥλίῳ, ἐπὶ ξένης ὁ πατὴρ τελευτήσει. ἐὰν ἡμερινῆς νῆς οὔσης τῆς γενέσεως Σελήνη ὑπὲρ γῆν κακωθῇ ἢ ἀποκλινούσης Σελήνης φθοροποιὸς ἐπιφέρηται ἢ περὶ τὴν Ἀφροδίτην αἱ αὐταὶ κακώσεις γένωνται, ἡ μήτηρ προτελευτήσει. ἐὰν ὁ τοῦ Ἡλίου οἰκοδεσπότης καὶ ὁ Ἥλιος μὴ βλέπη τὸν ὡροσκόπον, ὁ πατὴρ ἐπὶ ξένης τελευτήσει. Ἥλίου κακωθέντος ὑπὸ φθοροποιοῦ καὶ Διὸς καθυπερτερουμένου ὁ πατὴρ βιαιοθανατήσει. Κρόνου μὲν οὖν μόνου κακώσαντος τοὺς προειρημένους ἀστέρας πνιγμοὶ ἢ ὑδρωπίαι ἢ ῥεύματα ἢ ψύξεις ἢ φαρμακοποσίαι ἢ ναυάγια ἢ παλαιὰ πράγματα σἴτια τῆς τελευτῆς γίνεται, Ἄρεως δὲ μόνου κακώσαντος τομὴ σιδήρου ἢ δηγμὸς ἢ πολυαιμία ἢ φθορὰ ἢ ὠμοτοκία ἢ ἐμπρησμὸς ἢ πτῶσις, ἀμφοτέρων δὲ χείρων ἡ βία κατὰ τὴν ἐπιβάλλουσαν τῆς κλίσεως συμπλοκήν.

  47. 2.34.1.1

    Ἐνδιάφοροι δὲ περὶ γένος καὶ ὑποτακτικαὶ ἢ καὶ εὐγενεῖς γενέσεις καταλαμβάνονται ἀπὸ τῶν τῆς γενέσεως φάσεων. ἐὰν γὰρ ζῴδιον τῆς φάσεως ἢ ὁ κύριος τοῦ ζῳδίου παραπέσῃ ἢ ὑπὸ κακοποιῶν κατοπτευθῇ, ἀγεννέστεροι γενήσονται ἢ καὶ δόξῃ γενόμενοι καὶ πίστει καθαιρεθήσονται· ἐὰν δἒ ἐπίκεντρος ἡ φάσις εὑρεθῇ καὶ ὁ κύριος ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος, εὐγενεῖς καὶ ἔνδοξοι γενήσονται. ἐὰν δὲ ὁ μὲν τόπος χρηματιστικοῖς ζῳδίοις τύχῃ, ὁ δὲ κύριος παραπέσῃ ἢ ὑπὸ κακοποιῶν κατοπτευθῇ, ἐλεύθεροι γεννηθέντες ἢ καλῶς ἀχθέντες ἐναντιώμασι καὶ ὑποταγαῖς καὶ ἐνδείαις περιτραπήσονται. ἐὰν δὲ ὁ μὲν κύριος χρηματιστικοῖς ζῳδίοις εὑρεθῇ, ὁ δὲ τόπος παραπέσῃ, τοῖς πρώτοις χρόνοις κακοπαθήσαντες περὶ τὰς ὑποταγὰς καὶ ἐνεχθέντες ὑστέρου ἐλευθερίας καὶ προκοπῆς καὶ γένους ἐντὸς γενόμενοι εὐπορήσουσι καὶ δοξασθήσονται, μάλιστα δὲ κἂν ἀγαθοποιοὶ προσνεύσωσιν. ἐὰν δὲ καὶ ὁ τόπος καὶ ὁ κύριος παραπέσῃ καὶ ἀμφότεροι ὑπὸ κακοποιῶν κατοπτευθῶσιν, ἔκθετοι ἢ αἰχμάλωτοι γενόμενοι ὑποταγῆς πεῖραν λήψονται· ἐὰν δὲ τούτων ὄντων ἀγαθοποιοὶ συμπροσγένωνται ἢ συνεπιμαρτυρήσωσι, μετὰ τοὺς τῶν κακοποιῶν χρόνους τῆς ὑποταγῆς ἀπολυθέντες περιουσίᾳ γενήσονται. ἐὰν δὲ ὁ μὲν τόπος ὑπὸ κακοποιῶν φρουρηθῇ, ὁ δὲ κύριος ὑπὸ ἀγαθοποιῶν, ὑποτακτικοὶ γεννηθέντες ἐλεύθεροι τραφήσονται ἢ εἰς ὑποβολὴν καὶ τεκνοποιίαν χωρήσουσι· τοὐναντίον δὲ τοῦ μὲν τόπου ὑπὸ ἀγαθοποιῶν φρουρουμένου, τοῦ δὲ οἰκοδεσπότου ὑπὸ κακοποιῶν, ἐλεύθεροι γεννηθέντες εἰς δουλείαν ἀνατραφήσονται εἰς τέλειον τῆς ἀκμῆς καταντήσαντες ἑαυτοὺς ἐκδότους ὑποταγαῖς παραδώσουσιν ἢ διὰ τροφῆς ἔνδειαν ἢ πίστεως καὶ πράξεως ἀφορμήν.

  48. 2.35.1.1

    Ἔστι δὲ τῆς Σελήνης τὰ σχήματα κατὰ μὲν τὸν φυσικὸν λόγον ζ, καθὼς δὲ καὶ ἑτέροις εὕρομεν ια· πρῶτον μὲν σύνοδος, δεύτερον ἀνατολή, εἶτα ἀποστᾶσα τοῦ Ἥλίου μοίρας με΄ ποιεῖται φάσιν μηνοειδῆ, εἶτα ἕως 𝒢΄ μοιρῶν διχότομος, εἶτα ἕως ρλε΄ μοιρῶν ἀμφίκυρτος, εἶτα ἕως ρπ΄ μοιρῶν πανσέληνος, εἶτα ἀποστᾶσα τῆς πανσελήνου μοίρας με΄ τουτέστιν ἕως ⟨σ⟩κε΄ ποιεῖται τὴν δευτέραν ἀμφίκυρτον, εἶτα ἕως σο΄ μοιρῶν τὴν δευτέραν διχότομον, εἶτα ἕως τξ΄ τὴν δύσιν. ἔστι δὲ αὐτῆς καὶ ἄλλο σχῆμα, ὅτε ἄρξηται πρῶτον μειοῦσθαι.

  49. 2.35.2.1

    Τί σημαίνει ἑκάστη φάσις καὶ ποῖον ἔχει ἀποτέλεσμα.

  50. 2.35.3.1

    Ὑποτάξομεν δὲ καθώς καὶ εἰς ἀποτελεσματογραφίαν λαμβάνεται τὶ προκείμενα σχήματα καὶ τίνι θεῷ προσῆκεν. ἡ μὲν οὖν σύνοδος δηλοῖ περὶ δόξης καὶ δυνάμεως καὶ βασιλικῶν καὶ τυραννικῶν διαθεμάτων καὶ πάντων τῶν ταῖς πόλεσιν ἀνηκόντων δημοσίων πράξεων καὶ περὶ γονέων καὶ γάμων καὶ μυστηρίων καὶ τῶν καθολικῶν καὶ κοσμικῶν πάντων· ὁμοίως καὶ ὁ κύριος τῆς συνόδου καὶ τοῦ πλάτους καὶ τοῦ δρομήματος· ἡ δὲ ἀνατολὴ τῆς Σελήνης, ὅπερ καὶ φῶς λέγεται, καὶ ὁ ταύτης κύριος εἰς τὸν περὶ ζωῆς καὶ περὶ πράξεως καὶ περὶ ὑποστάσεως μελλούσης καὶ βεβαιοῖ τὰς τῆς συνόδου πράξεις. καὶ καθάπερ ἀπὸ τῆς πρώτης όψεως τὰ μηνιαῖα θεωρεῖται καὶ κοσμικά κινήματα, οὕτως ὁ κύριος τοῦ φωτὸς τὰ καθολικὰ ἀποτελέσματα δείκνυσι· συνεπισχύει δὲ καὶ Ἑρμῆς ἕως δ΄ Σελήνης. ἡ δὲ μηνοειδὴς σύστασος τὴν ἀνατροφὴν καὶ τὰ ἐλπιζόμενα βίῳ σημαίνει καὶ περὶ γυναικῶν καὶ μητρός· ἐπισχύει δὲ Ἑρμῆς ἕως η΄. ἡ δὲ διχότομος σύσταθις περὶ σίνους καὶ πάθους καὶ τῶν βιαίων συμβαινόντων ἔτι δὲ περὶ τέκνων καὶ ἀξίας καὶ τῶν μελλόντων ἀγαθῶν· συσχηματίζεται δὲ Ἀφροδίτη, ἕως γένηται ιβ΄. ἡ δὲ ἀμφίκυρτος φάσις περὶ εὐδαιμονίας καὶ μελλούσης προκοπῆς καὶ ἀποδημίας καὶ συμπαθείας συγγενῶν. συνομοιοῦται δὲ Ἥλιος, ἕως γένηται ιδ΄ ἡ δὲ πανσέληνος περὶ δόξης καὶ ἀδοξίας καὶ ἀποδημίας καὶ περὶ τῶν βιαίως γινομένων καὶ περὶ τῶν ὑπεροχῆς ἐκπιπτόντων καὶ ἐλαχίστου αὐξομένων καὶ περὶ συμπαθειῶν καὶ παθῶν καὶ ἀντιπολιτειῶν καὶ γονέων συμπαθείας· ἔχει δὲ καὶ τοῦ δυτικοῦ ζῳδίου χρῶμα· ὁ δὲ πρῶτος κύριος τῆς μειώσεως τοῦ φωτὸς περὶ ἐλαττώσεως τῶν ὑπαρχόντων καὶ ψύξεως πρακτικῆς καὶ τῶν εἰς ταπείνωσιν ἐρχομένων καὶ περὶ αἰφνιδίων πτωμάτων. ἰσοδυναμεῖ δὲ τῇ ἐπικαταδύσει· Ἄρης κύριος ἕως κα΄ Σελήνης. ἡ δὲ ἀμφίκυρτος δευτέρα σημαίνει περὶ ξενιτειῶν καὶ πράξεως μείζονος καὶ περὶ εὐδαιμονίας· ἰσοδυναμεῖ δὲ τῷ θεῷ· Ζεὺς κύριος, ἕως γένηται κε΄ ἡ Σελήνη. ἡ δὲ δευτέρα διχότομος περὶ παλαιῶν πραγμάτων καὶ πολυχρονίων παθῶν καὶ περὶ τέκνων ἰσοδυναμεῖ γὰρ Κρόνος, ἕως γένηται λ΄. ὁ δὲ τῆς μηνοειδοῦς κύριος σημαίνει περὶ θανάτου γυναικὸς καὶ περὶ ἀπραξίας ἢ διαρπαγῆς· ἡ δύσις περὶ δεσμῶν καὶ συνοχῶν καὶ ἀποκρύφων πραγμάτων καὶ κατακρίσεως καὶ ἀτιμίας· καὶ ἡ μὲν τῆς Σελήνης τῶν ὀχημάτων τάξις οὕτως, τὰ μέντοι συγκρινόμενα τοῖς ε΄ θεοῖς καὶ Ἡλίῳ κέντροις.

  51. 2.35.4.1

    Συντομωτέρας μὲν οὖν τὰς ἀποδείξεις τῶν αἱρέσεων βουλόμενος ἐκθέσθαι τὰς πολυλογίας παραιτησάμενος καὶ τὰς μυθώδεις γοητείας αὐτὰ τὰ κεφάλαια προέταξα τοῖς μάλιστα περὶ τὰ τοιαῦτα ἐσπουδακόσι καὶ πολλαῖς ἀγωγαῖς ἐγκεχρονικόσι, δυναμένοις δὲ διὰ τῆς ἰδίας ἐπινοίας ἴσα εἰσφέρειν. οἶμαι γὰρ αὐτούς πείσειν διὰ τῶν προγεγραμμένων καὶ τῶν μελλόντων λέγεσθαι ἀποτίθεσθαι μὲν δύσπιστον καὶ εὐδιάβολον τῆς ἐπιστήμης, ἄγνοιαν δὲ καὶ λῆρον κατὰ τῶν ἀντιπρασσόντων ψηφισαμένους κινδυνεύουσαν πρόγνωσιν ἀθάνατον ἀποδεῖξαι. ὅθεν οἱ φιλομαθεῖς ταῖς μὲν ἀριθμητικαῖς καὶ διδασκαλικαῖς ἀγωγαῖς δι᾿ ἑτέρων ἐγγυμνασθέντες νῖκος τῆς δόξης διὰ τῆσδε τῆς συντάξεως ἀποίσονται, καίπερ καὶ αὐτοὶ οὐκ ἀμύητοι ὄντες περὶ τὰς τῶν κανόνων καὶ εἰσόδων πήξεις· ἃς οὐκ ἠβουλήθην προτάξαι καὶ δισσολογεῖν. εἰ δὲ καὶ δοκοῦμεν τὰ τῶν ἀρχαίων δόγματα συγγράφειν ειν καὶ ἑρμηνεύειν, κατὰ τοῦτο ἀρετῆς ἔπαινον ἀποισόμεθα παρὰ τῶν ἐντυγχανόντων διὰ ἀσφαλὲς καὶ ἄφθονον καὶ διδασκαλικὸν τῶν αἱρέσεων. ἕτεροι γὰρ πολυλογίαις καὶ ποικίλαις μεθόδοις χρηθάμενοι καὶ δόξαντες ἑρμηνεύειν προσεπικατέστρεψαν καὶ τὴν προυπάρχουσαν τῆς προγνώσεως δόξαν, καὶ ῥῆσιν ἑλληνικὴν διὰ τῶν λόγων ἀσκήσαντες βάρβαρον γνώμην ἐνεδείξαντο. τούτους δὲ ὑπολάβοι ἄν τις Σειρήνων τρόπον ἐπιδεῖξαι, αἵ τοὺς παραπλέοντας ἀπατηλῇ καὶ κεκλασμένῃ φωνῇ διὰ τῆς μουσικῆς τῶν ὀργάνων καὶ ἀλεθρίας ᾠδῆς προσκαλούμεναι παρὰ ταῖς ἐναλίαις πέτραις διώλλυον. ὅμοιον δὲ πάσχουσί τινες καὶ ἔπαθον οἱ ἐντυγχάνοντες ταῖς ἐκείνων αἱρέσεσιν· οἳ κατʼ ἀρχάς μὲν τῇ τῶν λόγων φαντασίᾳ καὶ ἀγωγῇ θελχθέντες εἴς τε ἄπειρον ὕλην ἐμπεσόντες καὶ μὴ εὑρόντες τὴν ἔξοδον οὐ μόνον βυθῷ ἀλλὰ καὶ λαβυρίνθῳ διώλοντο· οἱ δὲ καὶ δόξαντες διεκπεφευγέναι τὸν κίνδυνον τρυχηρᾷ καὶ πολυμερίμνῳ βασάνῳ περιπεσόντες ἀνιαρὸν τέλσς ἔσχον. ἐὰν οὖν τις Ὀδυσσέως φρόνημα λαβὼν παραπλεύσῃ τούτους, καταλείπει σεμνὴν τῳ βίῳ τὴν ἐπιστήμην, ἡ σύνοικος καὶ συνόμιλος γενόμενος ἀεὶ μεθʼ ἡδονῆς διανύει τὸν χρόνον ἐκκόψας τὰς κακοτρόπους τῶν ἀντιπρασσόντων γνώμας μυστηρίων δίκην. ὅθεν τούτους μὲν ἐάσαντας εἰς τὴν τῶν προμειμένων καταντήσομεν δόξαν.

  52. 2.36.1.1

    Ἐπειδὴ σκοτεινῶς οἱ παλαιοὶ τὸν περὶ σίνους τόπον ἔγραψαν, προφανέστερον ἐπιδιασαφήσομεν. τινὲς μὲν οὖν τοῖς ὑποκειμένοις τόποις σωματικοῖς τε καὶ ψυχικοῖς προσέχοντες κατὰ τὴν ἑκάστου γένεσιν τὴν ἀρχὴν ποιούμενοι τῶν μελῶν ἀπὸ κλήρου τύχης καὶ δαίμονος τὸν περὶ σίνους καὶ πάθους τόπον πρὸς τὴν τῶν κακοποιῶν παρουσίαν ἀποφαίνονται. οἷον ὁ κλῆρος τῆς τύχης στῆθος, β΄ πλευρόν, γ΄ κοιλία, δ΄ ἰσχία, ε΄ μόριον, καὶ Ϛ΄ μηροί, ζ΄ γόνατα, η΄ κνῆμαι, θ΄ πόδες, ι΄ κεφαλή, ια΄ πρόσωπον τράχηλος, ιβ΄ πήχεις ὦμοι. τὰ δὲ πάθη ἀπὸ τοῦ δαίμονος. αὐτὸς γάρ οὖτος ὁ δαίμων ἐστὶ καρδία, β΄ ζῴδιον, ἡ ἐντὸς κοιλία γ΄, διʼ οὗ σπέρμα φέρεται καὶ νεφρῶν τόπος, δʼ κόλος, ε΄ ἦπαρ, δευτέρα κοιλία, ζ΄ κύστις, η΄ ἔντερα, θ΄ μηνίγγων τόπος καὶ ὀδόντων καὶ ἀκοῆς, ι΄ ἡ κατάποσις, ια΄ γλῶσσα, ιβ΄ στόμαχος. ταῦτα δὲ κατὰ τὸν Λέοντα καὶ Καρκίνον ἀκολούθως δεδήλωται, ἐπεὶ ἡ μὲν Σελήνη τύχη τοῦ κόσμου ἐστίν, ὁ δὲ Ἥλιος νοῦς καὶ δαίμων. Καὶ ταῦτα μὲν οἱ πρὸ ἡμῶν· ἡμῖν δʼ ἀκριβέστερον ἐκ πείρας ἔδοξεν οὕτως. ἔστω γὰρ τὸν Κριὸν καθολικῶς σημαίνειν τὰ περὶ τὴν κεφαλὴν καὶ τὰ αἰσθητήρια καὶ ὄψιν· ποιεῖ οὖν ὁ τόπος κατὰ τὴν μέλουσαν ἡμῖν ἐπίλυσιν κεφαλαλγίας ἐπισκιασμούς ἀποπληξίας δυσηκοίας ἀμαυρώσεις λέπρας λιχῆνας μαδαρώσεις ἀλωπεκίας φαλακρώσεις ἀναισθησίας σηπεδόνας πνευστικῶν ἐπιφορὰς κονδυλώματα ὑπερσαρκώματα καὶ ὅσα περὶ τὰ αἰσθητήρια εἴωθε συμβαίνειν περί τε τὰς ἀκοὰς καὶ τούς ὀδόντας. ὁ Ταῦρος δὲ σημαίνει τράχηλον πρόσωπον κατάποσιν ὄσφρησιν ῥῖνα, κύρτωσιν δὲ διὰ γυρὸν καὶ χώλωσιν διὰ τὴν καμπὴν τοῦ ποδός, ὀφθαλμῶν ἀλγηδόνας καὶ αἰτίας ἐπικινδύνους ἢ πηρώσεις διὰ τὴν Πληῖάδα· ἔστι δὲ καὶ λατρευτικὸν ζῴδιον καὶ αἰσχροποιόν· ποιεῖ δὲ καὶ σπασμούς καὶ σταφυλοτομίας ἀνθρακώσεις χοιράδας πνιγμούς ἢ περὶ μυκτῆρας σίνη πάθη λύπας, πτώσεις ἀπὸ ὕψους ἢ τετραπόδων, κατάγματα μελῶν βρογχοκήλας ἐκκοπὴν ἰσχιάδα ἀπόστημα. οἱ δὲ Δἱδυμοι εἰσὶν ὦμοι πήχεις χεῖρες δάκτυλοι ἄρθρα νεῦρα ἰσχύς ἀνδρεία μεταβολὴ θηλυγονία λόγος στόμα ἀρτηρία φωνή. κακωθέντες μὲν οὖν περὶ ταῦτα σίνη ἀποτελοῦσιν, ἐπάγουσι δὲ καὶ ληστηρίων ἢ πολεμίων ἐφόδους καὶ τραύμασι καὶ τομαῖς καὶ ἐκκοπαῖς μελῶν περιτρέπουσιν ἢ ἰκτερικούς ἢ ἀπὸ ὕψους πτώσεις. Καρκίνος στῆθος στόμαχος μαζοὶ σπλὴν στόμα ἀπόκρυφοι τόποι ἀμαυρώσεις πηρώσεις διὰ νεφέλιον· γίνονται δὲ κατὰ τοῦτον τὸν τόπον λέπραι ἀλφοὶ λιχῆνες ἀποπληξίαι ὑδρωπικοὶ τῆς αἰτίας ἐκ τοῦ σπληνὸς γενομένης πλαγιοβαθεῖς ἢ ὑπόχωλοι ἢ ἀνάπηροι ἰκτερικοὶ ἑτερόχροες, ἐκφυεῖς τοῖς ὀδοῦσιν ἢ τοῖς ἀφθαλμοῖς ὑπόστραβοι, μιλφοὶ πτίλοι ἔγκυρτοι, ἀπὸ θηρίων ἐνύδρων ἀδικούμενοι καὶ περὶ τὰς ὄψεις φακοὺς καὶ ῥαντίσματα ἔχοντες, βηχικοὺς ἀναφορικούς ἰκτερικούς πλευρικοὺς πνευμονικούς. Λέων πλευραὶ ὀσρὺς καρδία ἀνδρεία ὅρασις νεῦρα· γίνονται οὖν μανιώδεις ἢ θεοφορούμενοι καὶ ἀπὸ βίας ἢ μοχθηρίας σπώμενοι ἢ διʼ ἀνδρείαν ἢ σώματος ἄσκησιν ἐκβολὴν μέλους κολόβωσιν ὑπομένοντες καὶ περὶ τοὺς φωστῆρας ἀδικούμενοι. ἔστι δὲ καὶ δυσωδίας αἴτιος· ὅθεν καὶ ἐπαίσχρους ποιεῖ ἢ ἀποκόπους καταγματικούς, ἀπὸ ὕψους ἢ τετραπόδων πίπτοντας καὶ ὑπὸ θηρίων δακνομένους καὶ ὑπὸ συμπτώσεως ἢ ἐμπρησμοῦ σινουμένους, ἔτι καὶ μελαγχολικούς φαγεδαίνας κιναιδίας. Παρθένος κοιλία ἔντερα καὶ τὰ ἐντὸς ἀπόκρυφα, ὅθεν καὶ τὰς αἰτίας τῶν παθῶν ἀποτελεῖ, καὶ περὶ τὰς συνουσίας ἀσθενεστέρους ἢ ἐγκρατεῖς καὶ αἰδοίους. Ἵνα δὲ μὴ δοκῶμεν ἐπὶ πολὺ γράφειν, ἐκ τῆς τοῦ ζῳδίου καὶ τῆς τοῦ ἀστέρος φύσεως τά τε σίνη καὶ πάθη πρόδηλα γίνεται. ποιεῖ δὲ ὀφθοπνοῖκνοὺς κλάσματα θεοφορουμένους φοιβήσεις, γυναικὶ δὲ ὑστερικὰς διαθέσεις καὶ περὶ κοιλίαν αἰτίαν. Ζυγὸς ἰσχία γλουτοὶ κόλον μορίων μέρους. ποιεῖ δὲ ὁ τόπος παραλυτικοὺς κλάσματα κήλας δυσεντερίας ὕδρωπας λιθιάσεις. Σκρπίος μόρια ἕδρα· ποιεῖ δὲ διὰ κέντρον καὶ ἀμαυρώσεις πηρώσεις ἐπισκιασμούς λιθιάσεις στραγγουρίας περιοδικὰς νόσους πολυκοιλίας συριγγώματα. Τοξότης μηροὶ βουβῶνες· γίνονται δὲ ἑτερόχροες συγγενήματα ἔχοντες φαλακροὶ ἐπισκιαζόμενοι ἢ ὀφθαλμοπόνοι ἢ πηρώσιες στόματος δυσωδίαι ποδάγραι· ποιεῖ δὲ καὶ ἀπὸ ὕψους ἢ τετραπόδων πτώσεις, μελῶν ἐκβολὰς καὶ θηρίων ἀδικίας, περισσομελεῖς. Αἰγόκερως· γόνατα νεῦρα τῶν τε ἐντὸς καὶ ἐκτὸς σπαστικὰ διὰ εἶναι αἰνιγματώδη· ποιεῖ δὲ ἀμαυρώσεις πηρώσεις διὰ τὴν ἄκανθαν, μανίας, διʼ ὑγρῶν ὀχλουμένους, ἔτι δὲ φρενίτιδας τριβάδες ἀσελγεῖς λατρευτικοὶ αἰσχροποιοί. Ὑδροχόος σκέλη κνῆμαι νεῦρα ἄρθρα, ποιεῖ δὲ ἐλεφαντιῶντας ἰκτερικοὺς μελαγχλώρους πηροὺς ὑδρωπικοὺς μανιώδεις ἀποκόπους καταγματικούς, τοῖς δὲ στραγγουρίας. Ἰχθύες πόδες νεῦρα ἄκρα· γίνονται ἀρθριτικοί, λεύκας λιχῆνας λέπρας ἔχοντες, καταωφερεῖς ἐπίψογοι πολύσινοι περισσομελεῖς ψελλοὶ δύσκωφοι ψωροί, ἀπὸ ἐνύδρων θηρίων ἀδικούμενοι ἢ διʼ ὑγρῶν παθῶν ὀχλούμενοι.

  53. 2.36.2.1

    Τούτων οὕτως ἐχόντων σκοπεῖν δεήσει ἀκριβῶς ἐπὶ πάσης γενέσεως τὸν κλῆρον τῆς τύχης, εἰς ποῖον ζῴδιον ἐξέπεσε, καὶ ἡ τοῦ ζῳδίου φύσις σημαίνει σίνος· μάλιστα δὲ ὁ τοῦ κλήρου τῆς τύχης κύριος ὁποίῳ ἄν ᾖ ζῳδίῳ. ὁμοίως δὲ καὶ τὸν δαίμονα καὶ τὸν τούτου κύριον σκοπεῖν, εἰς ποῖα ζῴδια ἐξέπεσε, καὶ οὗτοι τὰ πάθη δηλώσουσι· καὶ οἱ εἰς τὸν περὶ πράξεως τόπον ὡσαύτως σοι νοηθήσονται. ἐνεργέστερα μὲν οὖν τὰ σίνη καὶ τὰ πάθη γενήσεται, ἐπὰν κακοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσι τοῖς τόποις ἢ τοῖς οἰκοδεσπόταις· γίνονται δὲ ἀσινεῖς ἢ ἀπαθεῖς, ὅταν καλῶς οἱ τόποι καὶ οἱ κύριοι ἀκάκωτοι τύχωσιν. ἕκαστος μὲν οὖν ἀστὴρ ἴδιον ἀποτέλεσμα ποιεῖ ἧς ἔλαχε φύσεως. ἐὰν γὰρ ὑποθέσεως χάριν ὁ κλῆρος εἰς Κριὸν ἐμπέσῃ ἢ ὁ τούτου κύριος Ἄρης ἐπῇ καὶ τοῦ Κριοῦ καὶ τοῦ Σκορπίου ἐκυρίευσε], προλέγειν σίνος περὶ κεφαλὴν καὶ μόριον ἢ ἕδραν· οἷον ⟨γὰρ⟩ εἴωθε κατὰ τὴν ἰδίαν φύσιν ὁ ἀστὴρ ἀποτελεῖν, ἀποτελέσει. ἔσθʼ ὅτε ἢ γὰρ ἀμφοτέρων τῶν τόπων κακωθέντων τὰ σίνη καὶ τὰ πάθη γίνονται, καὶ μάλιστα ὅταν κακοποιοὶ κυριεύσωσιν ἢ ἐπιμαρτυρήσωσιν. Ἔστω δὲ ἐπὶ ὑποδείγματι, ἵνα μὴ δόξωμεν ἀποκρύφως εἰρηκέναι, Ἥλιος Ζεὺς Ἄρης Αἰγόκερῳ, Σελήνη ὡροσκόπος Λέοντι, Κρόνος Ταύρῳ, Ἀφροδίτη Ἑρμῆς Ὑδροχόῳ, ὁ κλῆρος τῆς τύχης Αἰγόκερῳ. ὁ κύριος τῆς τύχης Κρόνος Ταύρῳ· γέγονε πηρὸς διὰ τὴν Πληιάδα καὶ διὰ τὸν κακοποιὸν Κρόνον καὶ ἀρρητοποιὸς διʼ ἀμφότερα τὰ ζῴδια· καὶ γὰρ Ζεὺς ὁ κύριος τοῦ δαίμονος τοῦ ἐν Ἰχθύσιν Αἰγόκερῳ εὑρέθη. καὶ ἐκ τούτων δὲ ἐδηλώθη ὅτι ὁ ποδαγρός· ἀρκετὸν μὲν ἦν ἀπὸ τοῦ κλήρου καὶ τοῦ κυρίου πάθος καὶ σίνος εὑρηκέναι.

  54. 2.36.3.1

    Ἄλλη. Ἥλιος Ἀχροδίτη Ἄρης Τοξότῃ, Σελήνη Ζυγῷ. Κρόνος Καρκίνῳ, Ζεὺς Παρθένῳ, Ἑρμῆς Σκορπίῳ, ὡροσκόπος Αἰγόκερῳ. κλῆρος Σκορπίῳ· ἐσινώθη μόριον. ὁ κύριος τοῦ Σκορπίου Τοξότῃ γέγονε φαλακρὸς καὶ πηρὸς διὰ τὴν ἀκίδα. Ζεὺς δὲ ὁ κύριος Ἄρεως καὶ τοῦ δαίμονος τῷ περὶ θεοῦ τόπῳ εὑρεθεὶς ἐποίησεν ἀναβλέψαι διὰ θεοῦ· γέγονε δὲ καὶ χρησμοδότης.

  55. 2.36.4.1

    Ὅθεν καὶ οἱ ἀγαθοποιοὶ σίνεσι καὶ πάθεσι περιτρέπουσι κακῶς πεσόντες καὶ οἱ κακοποιοὶ καλῶς ἀσινεῖς, αἰτίας μόνον καὶ χρονικά ἐμποιοῦντες. ἐὰν δέ πως οἱ κυριεύσαντες κλήρου ἢ δαίμονος τῷ θεῷ ἢ τῇ θεᾷ τύχωσιν ὑπὸ κακοποιῶν ἐναπειλημμένοι ἢ μαρτυρούμενοι, ἀπροφθεγγομένους ἢ μανιώδεις ἢ πρσγνωστικοὺς ἀποτελοῦσιν. εἰκότως μὲν ὁ συγγραφεὺς ἔφη· ἐὰν ὁ τὸ σίνος ἀποδεικνύων ἐπὶ κραταιοῦ τόπου τυχὼν ὑπὸ κακοποιοῦ κατοπτευθῇ, δυσεξάλειπτα καὶ οὐκ ἰάσιμα τὰ συμβαματικὰ πάθη γενήσεται· εἰ δὲ τῷ λυπουμένῳ τόπῳ ἀγαθοποιὸς ἐπῇ ἢ προσεπιμαρτυρἡσῃ, ἤτοι ἰατρείαις ἢ θεοῦ βοηθείᾳ ἀπαλλαγήσονται. κραταιοὺς οὖν τόπους λέγει τὰ κέντρα καὶ τῶν κλήρων τὰς δύο ἐπαναφοράς, καὶ μάλιστα ὅταν οἱ κακοποιοὶ λαχόντες ἐπῶσι τούτοις. χρὴ μὲν οὖν ἀκριβῶς καὶ μοιρικῶς τούς κλήρους ἐξετάζειν· πολλάκις γὰρ κατὰ μὲν τὴν πλατικὴν θεωρίαν εἴς τι ζῴδιον συνεκπίπτει ὁ κλῆρος, κατὰ δὲ τὴν μοιρικὴν εἰς ἄλλο. συμβαίνει δὲ τοῦτο παρὰ τὰς τῶν φώτων καὶ ὡροσκόπου μοίρας, εἰ ἤτοι ἐπὶ τέλει ἢ ἀρχαῖς τῶν ζῳδίων εὑρίσκεται. καθολικῶς μὲν οὖν Ἥλιος Σελήνη Κρόνος Ἑρμῆς διάμετροι ἢ ἐπαναφερόμενοι σίνη περὶ ὄρασιν καὶ αἰτίας ἑτέρων παθῶν ἢ μανίας ἢ ἀποπληξίας ἐπιφέρουσι. Ἄρεῖ Ἥλιος ἐπαναφερόμενος ἢ τῳ αὐτῷ ζῳδίῳ ὑπάρχων ἀναφορικοὺς αἱμοπτυῖκοὺς καρδιακοὺς ἀποτελεῖ καὶ περὶ ὁρατικὸν σίνη. Κρόνος δὲ καὶ Ἄρης τῷ ὑπογείῳ ἤτοι ὁμόσε ἢ κατὰ μόνας ἐπισκιασμούς ἢ καταπτωτικούς ἢ θεῶν ἢ νεκρῶν εἰδωλοποιητὰς καὶ ἀποκρύφων ἢ ἀπορρήτων μύστας· τὸ δʼ ὅμοιον, κἂν τὴν σύνοδον ἢ πανσέληνον καθυπερτερήσωσιν ἢ διαμετρήσωσιν ἢ καὶ κατὰ μόνας τὴν Σελήνην ἢ τῆς Σελήνης φάσιν τινὰ λυούσης κατοπτεύσωσι, μανιώδεις ἐκστατικούς πτωματικοὺς ἀποφθεγγομένους ἀπεργάζονται.

  56. 2.36.5.1

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Κρόνος Αἰγόκερῳ, Σελήνη Σκορπίῳ, Ζεὺς Λέοντι. Ἄρης Ἰχθύσιν, Ἀφροδίτη Ἑρμῆς Ὑδροχόῳ, ὡροσκόπος Παρθένῳ· μὲν κλῆρος τῆς τύχης Σκορπίῳ, ὁ δαίμων Καρκίνῳ. ἠναντιώθη οὖν τῷ δαίμονι διανοητικὸν ἀποτελοῦντι καὶ ψυχικὸν Κρόνος καὶ τὴν πανσέληνον καὶ τὴν προγενομένην φάσιν κατώπτευσεν, ὁ δὲ κύριος τοῦ κλήρου ἠναντιώθῃ τῷ ὡροσκόπῳ. ἔσχε μὲν οὖν καὶ περὶ τοὺς ἀναγκαίους τόπους σίνος καὶ ποδῶν αἴσθησιν, ἐξαιρέτως δὲ ἐσεληνιάσθη.

  57. 2.36.6.1

    Ἄλλη. Ἥλιος Τοξότῃ, Σελήνη Καρκίνῳ. Κρόνος Ταύρῳ. Ζεὺς Ἑρμῆς Σκορπίῳ, Ἄρης Λέοντι, Ἀφροδίτη Αἰγόκερῳ, ὡροσκόπος Ὑδροχόῳ, κλῆρος τύχης Λέοντι. τούτῳ Ἄρης ἐπίκειται Κρόνου καθυπερτεροῦντος· ὁ δὲ Ἥλιος Διὸς τόποις εὑρεθεὶς σημαίνων τὰ περὶ βουβῶνα καὶ μηροὺς καὶ πόδας ἐποίησε περὶ ταῦτα σίνος καὶ ποδάγραν· καὶ γὰρ αὐτὸς νεύρων κυριεύει. τοῦ δὲ Κρόνου τῳ ὑπογείῳ εὑρεθέντος θεῶν καὶ νεκρῶν εἴδωλα ἐφαντάσθη.

  58. 2.36.7.1

    Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη Παρθένῳ, Κρόνος Ταύρῳ, Ζεὺς ὡροσκόπος Διδύμοις, Ἄρης Καρκίνῳ, Ἀφροδίτη Ἰχθύσιν, Ἑρμῆς Αἰγόκερῳ. ὁ κλῆρος τῆς τύχης Αἰγόκερῳ. ὁ δαίμων Σκορπίῳ· τούτοις ἠναντιώθησαν οἱ κακοποιοί· ἐγένετο μαλακὸς ἀρρητοποιός. καὶ γὰρ Αἰγόκερως ἀσελγὴς καὶ ὁ τούτου κύριος Ταύρῳ, παθητικῷ ζῳδίῳ· καὶ Σκορπίος τὸν τρόπον τῆς ἀσελγείας δηλοῖ.

  59. 2.36.8.1

    Ἄλλη. Ἥλιος Ἀφροδίτη Τοξότῃ, Σελήνη Καρκίν, Κρόνος Διδύμοις, Ζεὺς Ἄρης Λέοντι, Ἑρμῆς Σκορπίῳ, ὡροσκόπος Αἰγόκερῳ. ὁ κλῆρος τῆς τύχης Λέοντι, ὁ δαίμων Διδύμοις· τούτῳ ἐπικείμενος Κρόνος ἀπόκοπον ἐποίησεν· ἦν γὰρ καὶ ὁ κύριος Σκορπίῳ Ἑρμῆς σημαίνοντι μόριον καὶ Ἥλιος Τοξότῃ τοὺς περὶ βουβῶνα τόπους. ὅθεν τῳ δαίμονι ἐπεισερχόμενοι οἱ κακοποιοὶ ἢ ἐναντιούμενοι μανιώδεις ἢ ἐκστατικοὺς ποιοῦσιν.

  60. 2.36.9.1

    Ἄλλη. Ἥλιος Σελήνη Ἑρμῆς ὡροσκόπος Σκορπίῳ, Κρόνος Λέοντι, Ζεὺς Καρκίνῳ, Ἄρης Αἰγόκερῳ, Αφροδίτη Ζυγῷ. οἱ κλῆροι Σκορπίῳ· γέγονε πηρὸς διὰ κέντρον· ἄλλως τε καὶ Κρόνος καθυπερτέρησε τὴν σύνοδον καὶ τὰ ρῶτα καὶ ὁ κύριος Ἄρης παρέπεσεν.

  61. 2.36.10.1

    Αλλη. Ἥλιος Ἑρμῆς Ταύρῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἀφροδίτη Κριῷ, Ζεὺς Παρθένῳ, Ἄρης Ἰχθύσιν, ὡροσκόπος Λέοντι, ὁ κλῆρος τῆς τύχης Ταύρῳ· ἡ κυρία Ἀφροδίτη Κριῷ σὺν Κρόνῳ· ὁ τοιοῦτος ἔσχε περὶ τὴν κεφαλὴν ἀλωπεκίαν καὶ περὶ σῶμα ἀλφούς καὶ λιχῆνας· ἦν γὰρ ὁ κύριος τοῦ δαίμονος Ἰχθύσιν.

  62. 2.36.11.1

    Ἄλλη. Ἥλιος Ταύρῳ. Ἄρης Ταύρῳ, Σελήνη Παρθένῳ, Κρόνος Τοξότῃ, Ζεὺς Διδύμοις, Ἑρμῆς Ἀφροδίτη ὡροσκόπος Κριῷ. ὁ κλῆρος τῆς τύχης Τοξότῃ· ὁ κύριος Διδύμοις· ὁμοίως καὶ δαίμων Λέοντι, ὁ κύριος Ταύρῳ· γέγονεν ὁ τοιοῦτος γαλιάγκων.

  63. 2.36.12.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Κριῷ, Σελήνη Ἰχθύσι, Κρόνος ὡροσκόπος σκόπος Ὑδροχόῳ, Ἄρης Ἀφροδίτη Ταύρῳ, Ζεὺς Ζυγῷ. κλῆρος τύχης Ἰχθύσι, κλῆρος δαίμονος Αἰγόκερῳ. ὁ τοιοῦτος θεόληπτος μανιώδης. ὁ κύριος τοῦ κλήρου Ζεύς εἰς τὸν περὶ θεοῦ Ζυγόν, ὁ τοῦ δαίμονος κύριος Κρόνος ὡροσκόπῳ εὑρέθη δὲ καὶ Ἀφροδίτη τῷ ὑπογείῳ.

  64. 2.36.13.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Λέοντι, Σελήνη Σκορπίῳ, Κρόνος ὡροσκόπος Κριῷ, Ζεὺς Ἰχθύσιν, Ἄρης Ἀφροδίτη Παρθένῳ, κλῆρος τύχης Αὀγόκερῳ, δαίμων Καρκίνῳ. ὁ τοιοῦτος κυρτός.

  65. 2.37.1.1

    Ὅσαι μὲν οὖν μοι ἀγωγαὶ διὰ πείρας ἔδοξαν ἀληθεύειν, ταύτας μετ᾿ ἐπιλύσεως προέταξα· νυνὶ δὲ καὶ τὸν περὶ γάμου τόπον ποικίλον μὲν ὑπάρχοντα, εὐκατάληπτον δὲ τοῖς γε νοῦν ἔχουσι διασαφήσω. ὁ περὶ γάμου τόπος καταλαμβάνεται μὲν φυσικῶς ἀπὸ τοῦ ζ΄ ζῳδίου τοῦ ὡροσκόπου· προσβλέπειν δὲ δεῖ τὴν Ἀφροδίτην ὡς κεῖται μετὰ τίνων καὶ ὑπὸ τίνος ἢ τίνων μαρτυρεῖται ἢ δεσπόζεται. τροπικοῖς γἂρ ζῳδίοις οὖσα ἢ δισώμοις χρηματίζουσα μάλιστα ἐπὶ νυκτὸς πολυγάμους ποιεῖ καὶ πολυκοίνους, καὶ μάλιστα ἐὰν ὁ Ἑρμῆς αὐτῇ ὁμόσε τύχῃ, ἢ πολὺ μᾶλλον ἐὰν καὶ ὁ Ἄρης αὐτῇ ἐπιμαρτυρήσῃ· καὶ γὰρ εἰς παίδων ἀρρένων ἐπιπλοκὰς κὰς ἔρχονται. εἰ δὲ καὶ τὸ ζῴδιον ᾖ βλοσυρώτερον, πρὸς τὰς συνουσίας ἐπιτακτικώτεροι γίνονται. ἐὰν ἡ Ἀφροδίτη χρηματίζῃ, ὁ δὲ κύριος αὐτῆς δεδυκώς ἢ κακοδαιμονῶν ἢ φθοροποιὸς αὐτὴν κακώσῃ ἢ φαύλως ᾖ κείμενος, ἀτυχεῖς περὶ τοὺς γάμους καὶ συναλλαγάς ποιεῖ, ἐὰν δὲ αὐτὴν τὴν Ἀφροδίτην φθοροποιὸς ἀθετήσῃ μαρτυρήσας ἢ καὶ τὸν οἰκοδεσπότην μάλιστα, θανάτους γυναικῶν ποιήσει ἢ σίνη ἢ περιστάσεις. ἐὰν μὲν καλῶς ἔχωσι πρὸς τὴν γένεσιν, κληρονομίας αὐτῶν· κακῶς δὲ κείμενοι πάθη καὶ λύπας.

  66. 2.37.2.1

    Δυτικὴν Ἀφροδίτην Κρόνος ἐπιβλέπων κατὰ τὸ πλεῖστον ἀγάμους καὶ δυσσυναλλάκτους ποιεῖ, ἐὰν Ἀφροδίτη Κρόνου ζῳδίῳ τύχη ἢ καὶ δρίοις ἢ καὶ κατʼ ἰσοσκελῆ γραμμὴν ὑπὸ αὐτοῦ διαμετρηθῇ καὶ μήτε Ἄρης μήτε Ζεύς αὐτῇ ἐπιμαρτυρήσῃ μήτε Ἑρμῆς μήτε συμπαρῶσιν αὐτῇ, παντελῶς ἔσονται χῆραι καὶ παρθένοι. πάντοτε δὲ διαμετρῶν Κρόνος Ἀφροδίτην σεσινωμένην γυναῖκα δίδωσιν ἢ στεῖραν ὁμοίως καὶ γυναικὶ ἄνδρα. ἐὰν δὲ Κρόνος μεσουρανήσῃ, διαμετρῇ δὲ τὴν Ἀφροδίτην, δούλην δίδωσι γυναῖκα. ἐὰν Ἀφροδίτη Κρόνου οἴκῳ οὖσα ὑπὸ Διὸς μαρτυρηθῇ ἢ ἀπορρέουσα Διὸς Κρόνῳ συνάπτῃ ἡ εἰς κόλλησιν αὐτοῦ ἔρχηται, βλέπηται δὲ ὑπὸ Ἄρεως, τροφοῖς αὐτῶν ἢ καθηγητῶν γυναιξὶν ἢ μητρυιαῖς ἢ πατέρων ἢ μητέρων ἀδελφαῖς ἢ ἀδελφοῖς ἐπιμίσγονται. Ἡλίου δὲ αὐτοῖς συνεπιμαρτυρήσαντος ἢ τῇ Σελήνη ἔτι μᾶλλον τὰ ἁμαρτήματα περικυλίσει, μάλιστα τῆς Σελήνης μαρτυρούσης αὐτοῖς ἢ ὑπʼ αὐτῶν μαρτυρουμένης. Ἀφροδίτη τῷ δυτικῷ ζωδίῳ μετὰ Κρόνου ἢ τῳ ὑπογείῳ κέντρῳ ἀγεννέσι γάμοις ἐπιμίξει ἢ καὶ ἐπʼ αὐτοῖς πένθη ποιήσει. καθόλου ὅσοι Ἀφροδίτην ἔχουσι σὺν Κρόνῳ ἢ καὶ οἰκοδεσποτοῦσαν αὐτοῦ ἢ καθυπερτεροῦσαν καὶ τὸν Δία τούτοις μαρτυροῦντα, πρεσβυτέραις ἐπιπλακήσονται ἢ καὶ ὑπερεχούσαις· ἐὰν δὲ γυναικὸς ᾖ, τὸ αὐτό.

  67. 2.37.3.1

    Σελήνη καὶ Ἀφροδίτη ὁμόκεντροι ἀδελφαῖς ἢ ἀδελφοῖς ἐπιπλέκονται μάλιστα Διὸς καὶ Ἄρεως ἐπιμαρτυρούντων. Σελήνη καὶ Ἀφροδίτη τετράγωνοι ἢ διάμετροι ζηλοτύπους ποιοῦσιν· Ἄρεως δὲ ἐπιμαρτυρήσαντος μείζων ἡ ἐπίτασις. Σελήνη Ἀφροδίτη τρίγωνος ἰδίῳ οἴκῳ ἢ τετράγωνος, μάλιστα ἐπίκεντροι, συγγενικούς δίδωσι γάμους, καὶ μᾶλλον Ἄρεως καὶ Διὸς μαρτυρησάντων. Ἥλιος ἰδίῳ οἴκῳ ἢ ὑψώματι μετὰ Διὸς καὶ Ἀφροδίτης συγγενικῷ γάμῳ ζευγνύουσιν ἀπὸ πατρός· Ἀφροδίτη ἰδίῳ οἴκῳ ἢ ὑψώματι Διὸς καὶ Ἀφροδίτης ὁρίοις σὺν Ἑρμῇ καὶ Σελήνη συγγενικῷ γάμῳ ζευγνύουσιν ἀπὸ μητρός. Ἀφροδίτη τῷ ὑπογείῳ κέντρῳ τυχοῦσα μετὰ Σελήνης ἢ καὶ εἰ διαμετρήσωσιν ἀλλήλας ἢ καὶ ἀντιμεσουρανήσωσιν, ἀδελφικοῖς ἢ συγγενικοῖς ζευγνύουσι προσώποις. πάντοτε Κρόνος Ἀφροδίτην ἐπιδεκατεύων ἢ εἰ διαμετρήσει ἢ εἰ σὺν αὐτῇ τύχη ἢ οἰκοδεσποτεῖ αὐτῆς, ψύξει τοὺς γάμους ἢ ῥυπαίνει, καὶ μᾶλλον Ἑρμοῦ μαρτυροῦντος. Κρόνος καὶ Αφροδίτη τῇ ἐπαναφορᾷ ἢ ἐπὶ κέντρῳ αὐτῇ μαρτυρῶν ποιεῖ αἰσχρούς καὶ καταφερεῖς καὶ νεωτερίζοντας καὶ ἀναξίαις ἢ δούλαις ἐπιπλεκομένους, ὧν χάριν χειμασθήσονται, ἐὰν μή τις μεσεμβολῶν διακόψῃ τὴν κάκωσιν. ἐὰν δὲ ὁ τοῦ Διὸς μαρτυρῇ. πολλὰ καὶ τῶν ἀτακτημάτων κρυβήσεται καὶ οὐκ ἔσται αίσχρά· ἐπιμιγήσονται γὰρ καὶ ὑπερεχούσαις γυναιξὶ καὶ ταῖς τῶν γνωρίμων καὶ οὐ πολυτεκνήσουσιν αἵ τε θυνερχόμεναι αὐτοῖς στειρωθήσονται ἢ καὶ βραδέως συλλήψονται καὶ συλλαβοῦσαι διαφθείρουσι· τὰ δʼ ὅμοια καὶ ἐπὶ θηλυκῆς γενέσεως νοείσθω.

  68. 2.37.4.1

    Ἐὰν Κρόνος τῇ Ἀφροδίτη συμμαρτυρῇ ἢ ὁρίοις αὐτῆς ᾖ, αὐτὴ δὲ ἡ Ἀφροδίτη σὺν Διὶ καὶ Ἀρεῖ σχηματισθῇ, προκοπὴ μὲν ἔσται διὰ τέκνου ἢ θηλυκοῦ προσώπου καὶ ὄψεται εὐτυχίας, τὸ δὲ τέλος διαμαρτήσει, ἐὰν μὴ ἰδίοις τύχωσιν οἴκοις ἢ ὑψώμασι χρηματίζοντες. ἐὰν ὑπὸ Διὸς Σελήνη ἀκτινοβοληθῇ ἢ συσχηματίζηται αὐτῷ, ὁ δὲ Κρόνος αὐτῇ σὺν τῷ Διὶ μαρτυρῇ, ἀναξίᾳ γυναικὶ καὶ ἀργυρωνήτῳ συνοικήσει· τὸ γὰρ ἀξίωμα ὁ Κρόνος βλάπτει. ἐὰν δὲ ἐπὶ τούτου τοῦ σχήματος ἡ Ἀφροδίτη ὑψώματι ὑπάρχῃ ὑπὸ Διὸς μαρτυρουμένη, διὰ ταύτην προβιβασμοῖς καὶ ὑπάρξει γνωσθήσεται παρὰ μεγάλοις ἀνδράσιν. ἐὰν δὲ καὶ Ἑρμῆς σχηματίζηται ἐπὶ τοῦδε τοῦ διαθέματος, πρακτικοὶ μὲν ἔσονται καὶ εὐεπίβολοι καὶ φρόνιμοι καὶ ἐπαφρόδιτοι, πολύκοιτοι δὲ καὶ ἐπὶ πολὺ ἀστατοῦντες περὶ τοὺς γάμους. καθόλου δὲ Ζεὺς Ἀφροδίτην ἐπιθεωρῶν ἢ καὶ οἰκειούμενος αὐτῇ ἢ καὶ κατὰ μοῖραν σύμφωνος αὐτῇ εὐσυναλλάκτους ποιήσει καὶ ἀπὸ γυναικῶν ὠφελουμένους τάς τε γυναῖκας ἀπὸ ἀνδρῶν κἀν κεκακωμένη ᾖ, ἐπικουρεῖται ὡς μὴ πάντα διασφάλλεσθαι.

  69. 2.37.5.1

    Ἀφροδίτη ἐπίκεντρος οὖσα τῷ ὡροσκόπῳ μάλιστα ἢ τῷ μεσουρανήματι καὶ μὴ κεκακωμένη ὑπὸ Κρόνου εὐγάμους ποιεῖ, ὑπὸ Διὸς δὲ μαρτυρουμένη ἀντέχει ταῖς κακώσεσιν εἰς τὸ μὴ σφάλλεσθαι, συμπαθείας ποιοῦσα καὶ γάμους. κακοδαιμονοῦσα Ἀφροδίτη ἰδίῳ οἴκῳ ἢ ὑψώματι ἐπιδεκατευομένη ὑπὸ Διὸς ἢ τρίγωνος θεωρουμένη γάμον μὲν ἀγαθὸν δίδωσι, λυπήσει δὲ ἐπὶ θανάτῳ γυναικὸς ἀγαθῆς. ἐὰν Ἀφροδίτη καὶ Κρόνος κακοδαιμονῇ τοῦ Διὸς μὴ ἐπιβλέποντος, δύσγαμοι ἢ χῆροι γίνονται ἀπολείψει καὶ θανάτοις τρυχόμενοι. ἐὰν δὲ τούτῳ τῷ θχήματι, τουτέστι κακοδαιμονούσῃ Ἀφροδίτη καὶ ἀκαταμαρτυρήτῳ ὑπὸ Διὸς φθοροποιὸς αὐτῇ ἐπιμαρτυρῇ οἷον Ἄρης, κατάμοιχοι γίνονται ἢ ἔνοχοι μοιχείας, ἀνέραστοι ῥυπαροὶ καὶ διὰ ταῦτα εἰς περιστάσεις ἀγόμενοι. πάντοτε δὲ τῇ Ἀφροδίτη συμπαρόντες ἢ διαμετροῦντες αὐτὴν χωρισμοὺς συμβίων ἢ θανάτους ποιήσουσιν ἢ καὶ συμβισεις ἐπιλύπους καὶ πολὺ μᾶλλον, ἐὰν καὶ τὴν Σελήνην συγκακώσωσι.

  70. 2.37.6.1

    Σελήνη δεδυκυῖα ὑπὸ τὰς αὐγὰς οὐκ ἀγαθὴ εἰς γάμον. Ἄρης μετὰ Ἐρμοῦ κείμενος μοιχείας καὶ πορνείας καὶ λαγνείας ποιεῖ· κἀν τροπικὸν ἢ δίσωμον τὸ ζῴδιον, ἔτι μᾶλλον ποιεῖ· πυκνότερον γὰρ ἁμαρτάνουσιν, ὀφθαλμοβόλοι γὰρ γίνονται καὶ οὐκ ἐπιτευκτικοί· ἐσθʼ ὅτε δὲ καὶ ὁμοιοτρόποις ἐπιμίγνυνται καὶ δεινὰ ἀπʼ αὐτῶν πάσχουσιν, ὅσα καὶ διῴκησαν· πολὺ δὲ μᾶλλον, ἐὰν τούτοις Ἑρμῆς μαρτυρήσῃ. τὰ δʼ αὐτὰ ἐπὶ θηλυκῆς γενέσεως γίνονται. ἐὰν δὲ καὶ Κρόνος ἐπιμαρτυρήσῃ, ἔτι πλεῖον· εὐποιήσαντες γὰρ αὐτὰς ἀχαριστοῦνται, ὥστε καὶ ἐπιβουλεύειν ὡς ἀχαριστηθέντας, ἢ τὰς γυναῖκας τοῖς ἀνδράσιν.

  71. 2.37.7.1

    Ἐὰν δὲ καὶ δεδυκότες ὦσιν ὑπὸ τὰς αὐγὰς Ἄρης καὶ Ἀφροδήτη, λαθριμαῖοι μοιχεῖαι γενήσονται καὶ κρυπτὰ ἁμαρτήματα· ἐὰν δὲ καὶ ἀνατολικοὶ τύχωσιν ἢ ἐπίκεντροι, φανερώτερον· ἐὰν δὲ καὶ Ἑρμῆς ἀνατολικὸς συμπαρῇ αὐτοῖς, μᾶλλον ἔσται μοιχεία ἐπικίνδυνος καὶ διαβολή. καὶ ἐὰν μὲν Ζεὺς ἐπιμαρτυρῇ, ῥύεται· εἰ δὲ μή, συσχεθήσεται ἢ συναιρεθήσεται, ἐὰν τοῦτον ἔχῃ τὸν τρόπον τοῦ θανάτου· εἰ δὲ μή, ἀναλώσας πολλὰ σωθήσεται. ὅσοις δʼ ἂν συμβῇ κεῖσθαι τὴν Ἀφροδίτην κακῶς καὶ Ἄρεα κακοδαιμονοῦντα καὶ παῤ αἵρεσιν χρηματίζωσιν ἢ τῷ δύνοντι ζῳδίῳ τύχωσιν καὶ συναιρετιστοῦ οἴκῳ, χεῖρον ἔσονται φθοραὶ καὶ μοιχεῖαι ἐπικίνδυνοι, ἔσονται δὲ καὶ φθονικαὶ κατακρίσεις· ὁμοίως δὲ καὶ διαμετροῦντες ἀλλήλους ποιοῦσι τὰ προγεγραμμένα, ἐπιτατικώτερον δὲ εἰς χωτιδμοὺς καὶ ἀηδίας καὶ ζηλοτυπίας καὶ ἀργὰς καὶ μᾶλλον ἐπιβουλὰς καὶ κινδύνους μεταλαμβάνουσι. διὰ δὲ τὸ τὸν Ἑρμῆν αὐτοῖς μαρτυρεῖν τὰ νεωτερικὰ ἐπακολουθεῖ ἁμαρτήματα, προσέτι δὲ καὶ εἰς δουλικὰ πρόσωπα καὶ παῖδας ἐμπλέκονται, πολυκοιτοῦσι δὲ καὶ μοιχαίνουσι καὶ καταφημίζονται, ὑποφθοραί τε ὑπὸ φίλων καὶ δούλων καὶ ἐχθρῶν καὶ στάσεις γίνονται καὶ φαρμακεῖαι. Ζεὺς δὲ συνὼν μαρτυρῶν μετὰ ἀφροδισίας τὰ προγεγραμμένα ἐπιτελεῖ λεληθότως καὶ ἐπὶ μείζονα προβιβάζονται ὕπαρξιν, μάλιστα ἐὰν ἀνατολικὸς ᾖ ἢ ἐπίκεντρος.

  72. 2.37.8.1

    Ὅταν Ἄρης Ἀφροδίτη ἐπιμαρτυρῇ συμφώνως αὐτῇ, ἐκ μοιχείας συνέρχονται. ὅταν Ἀφροδίτη ἀνατολικῇ Ἑρμῆς ἐπιμαρτυρῇ Κρόνου μὴ κοινωνήσαντος μηδὲ τῷ οἰκοδεσπότῃ, παρθένοις καὶ νεωτέραις ζεύγνυνται· κὰν Ἄρης ἐπιβλέπῃ, μᾶλλον· κἂν Ζεύς, ἀξιωματικώτερον. καθόλου δὲ πάντως αὐτῇ συσχηματιζόμενος Ἑρμῆς ἐγκυλίει καὶ συμπλέκει νεωτέραις καὶ ὑποτεταγμέναις καὶ οἱ ἄνδρες καὶ γυναῖκες τῇ αὐτῇ γενέσει. ὁ δὲ Ἄρης ἐάν τε ὁμόσε αὐτῇ τύχῃ ἐάν τε τετράγωνος, μοιχοὺς λάγνους ἀναξίων ἐγκυλισμοὺς ψόγους χωρισμοὺς θανάτους συμβίων ποιεῖ· χεῖρον, ἐὰν διάμετρος ὁ Κρόνος, εἰς πρεσβυτέρας ἢ εἰς στειρώδη συνάπτει πρόσωπα· ὁ δὲ Ζεὺς ἀξιωματικὰ πρόσωπα. εἰ δὲ τῷ τοῦ Διὸς σὺν τῇ Ἀφροδίτη κειμένῳ καὶ ὁ τοῦ Κρόνου σχηματισθῇ, ὑπερεχούσαις γυναιξὶ ἢ δεσπότισι μίσγονται, τὸ δʼ ὅμοιον καὶ ἐπὶ γυναικῶν· πρὸς ἐπὶ τούτοις δὲ καὶ καὶ ὀψίγαμοι καὶ ἐγκρατεῖς γίνονται καὶ σώφρονες, ὅταν ὁ τοῦ Ἄρεως καὶ ὁ τοῦ Ἑρμοῦ ἀλλοτριωθῶσι τῆς Ἀφροδίτης. ἐὰν δὲ Κρόνος καὶ Ζεὺς συνῇ ἢ τρίγωνοι αὐτὴν μαρτυρῶσι, βεβαιότερα. ὅσοι Ἀφροδίτην ἑῷαν ἀνατολικὴν ἔχουσιν ἐπὶ ἀρρενικῆς γενέσεως, ἐπιτακτικοὶ γίνονται γυναικῶν· ὅσοι δὲ ὑπὸ τὰς αὐγάς, ὑποτάσσονται· τὸ ἀνάπαλιν ἐπὶ θηλυκῶν.

  73. 2.37.9.1

    Τὸν δὲ γαμικὸν κλῆρον οὕτως ψήφιζε· ἐφʼ ἡμερινῆς γενέσεως ἀπὸ Διὸς ἐπὶ Ἀφροδίτην, νυκτερινῆς δὲ τὸ ἀνάπαλιν, καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου. ὁ οὖν διάμετρος τόπος τοῦ κλήρου μοιχείας δηλωτικὸς ἔσται. ἐὰν ὁ κύριος τοῦ γαμικοῦ κλήρου ἐπὶ τοῦ διαμέτρου εὑρεθῇ καὶ ὁ τοῦ τῆς μοιχείας κλήρου τῳ γαμικῷ, προσμοιχεύσουσι καὶ ὕστερον συναλλάσσουσι καὶ συναλλάξαντες χωρίζονται καὶ πάλιν κατὰ μοιχείαν συνελεύσονται. ἐὰν ὁ κύριος τοῦ γαμικοῦ κλήρου ἔχῃ ἐῷαν ἀνατολήν, ἀπὸ πρώτης ἡλικίας μίγνυνται γάμοις. ἐὰν δʼ ἑσπερίαν, ὀψιγαμοῦσιν· ἐὰν δὲ δυτικὸς ᾖ χρηματίζων, ζηλοτύπως τοῖς γάμοις ἢ ἀσυννόμως ἐπιπλέκονται. ὁ μὲν κύριος τοῦ γάμου δίδωσι τὸν πρῶτον γάμον, οἱ δὲ συμφωνήσαντες τῷ γαμοστόλῳ ἢ τῷ κυρίῳ αὐτοῦ ἀγαθοποιοὶ δώσουσι καὶ αὐτοὶ γάμους, καὶ μᾶλλον, εἰ καὶ διφυῆ ᾖ τὰ ζῴδια τῶν μαρτυρούντων ἢ καὶ αὐτὸς ὁ γαμοστολικός.

  74. 2.38.1.1

    Ἀνδράσι μὲν ἀπὸ Ἡλίου ἐπὶ Ἀφροδίτην, γυναιξὶ δὲ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· ἀμφοτέρων γὰρ τῶν φώτων εἰσὶ φθορεῖς Ἀφροδίτη καὶ Ἄρης διὰ τὸ τὸν μὲν Ἥλιον ὑψούμενον Κριῷ τῳ Ζυγῷ φθείρεσθαι καὶ μείωσιν ποιεῖσθαι. τῆς ἡμέρας, τὴν δὲ Σελήνην ὑψουμένην Ταύρῳ τῷ Σκορπίῳ ταπεινοῦσθαι καὶ ἀφαίρεσιν τοῦ φωτὸς κοσμικῶς ποιεῖσθαι. ἔσται οὖν ἡ μὲν Ἀφροδίτη τῶν ἀνδρῶν γαμοστόλος, ὁ δὲ Ἄρης τῶν γυναικῶν καθολικῶς· ὅθεν ἐπὶ μὲν τῶν ἀνδρῶν τὸν περὶ γάμου τόπον δεῖ συμφωνεῖν τῷ δαίμονι, ἐπὶ δὲ γυναικῶν τῷ κλήρῳ τῆς τύχης διὰ τὴν ἀλληλουχίαν καὶ συνέλευσιν Ἡλίου καὶ Σελήνης· οὕτως γὰρ συμπαθὴς καὶ παράνομος ὁ γάμος κριθήσεται. ἐὰν οὖν τῷ γαμοστολικῷ τόπῳ πολλοὶ ἀστέρες ἐπῶσιν ἢ μαρτυρῶσιν, ἔσται πολυγαμία καὶ ἐὰν μὲν σὺν τῇ Σελήνη πλέκωνται οἱ ἀστέρες Διὸς μαρτυροῦντος, νόμῳ συνελεύσονται· ἐὰν δὲ Κρόνου, θανάτῳ χωρισθήσονται· ἐὰν δὲ Ἑρμοῦ χωρὶς τοῦ Διός, ἐπὶ δούλαις ψογηθήσονται. ἐὰν δὲ Ζεὺς μαρτυρήσῃ Κρόνῳ, νόμιμος γάμος ἀναδειχθήσεται ἢ καί τινας ἐξευγενίσουσιν· ἐὰν δέ πως τῇ Ἀφροδίτη προσπλέκωνται ἢ λόγον ἔχωσιν, ἀπὸ συνηθείας ὁ γάμος ἔσται· καὶ ἐὰν μὲν Ζεὺς μαρτυρήθῃ, καὶ νόμιμος ἔσται καὶ ἐπωφελὴς καὶ συμπαθὴς ὁ γάμος· ἐὰν δὲ τοῦ Διὸς ἀπόντος Κρόνος Ἑρμῆς Ἄρης μαρτυρῶσι, κοιναῖς καὶ ἀποτέκναις συνελεύσονται ἢ ἐπαίσχροις καὶ λελωβημέναις. τῇ δὲ Ἀφροδίτη ἡ Σελήνη ἐὰν προσγένηται, τὸ ἑταιρικὸν καὶ λάγνον ἐπακολουθήσει καὶ ζηλοτυπίαι καὶ στάσεις γενήσονται καὶ εὐυπόκριτος ἡ συμβίωσις.

  75. 2.38.2.1

    ἐὰν δὲ Ἥλιος τοῦ γαμοστόλου κυριεύσῃ καὶ καλῶς σχηματισθῇ, τῇ δὲ Σελήνη συμπλακῇ ὁ τοῦ Διός, νομίμως συνελεύσονται καὶ βέβαιος ἢ ἔνδοξος ὁ γάμος γενήσεται. ἐὰν δέ πως ἡ Σελήνη ὑπὸ Κρόνου θεωρηθῇ, ἀρφανίας ὁ γάμος ἔσται ἢ ὑπὸ ἐπιτρόπων· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης καὶ ὁ Ἄρης ὁμόσε τύχωσιν ἢ τῇ Σελήνῃ προσπλέκωνται, προεσκυλμέναις ἢ ἀπὸ συνηθείας συνελεύσονται. ἐὰν δέ πως ἡ Σελήνη ἢ Ἀφροδίτη τῷ Διὶ ἢ τῷ Ἡλίῳ συσχηματίσωνται τῶν λοιπῶν ἀπόντων, μονόγαμοι γίνονται.

  76. 2.38.3.1

    Σκοπεῖν οὖν δεήσει ἐπί τε ἀνδρῶν καὶ γυναικῶν τὸν κλῆρον τῆς τύχης καὶ τὸν δαίμονα καὶ τὰ τούτων τετράγωνα καὶ διάμετρα τούς τε οἰκοδεσπότας καὶ τὸν κύριον, καὶ πότερον ἀγαθοποιοὶ ἢ κακοποιοί. καὶ εἰ μὲν τῆς αἱρέσεως ὄντες συσχηματίζονται, καλὸς ἔσται καὶ συμπαθὴς ὁ γάμος· ἐὰν δὲ οἱ τόποι ἢ οἱ κύριοι διαμετρήσεσιν ἀλλήλους ἢ ὑπὸ κακοποιῶν κατοπτευθῶσιν, ἐναντιώματα στάσεις ζηλοτυπίαι ἔχθραι κρίσεις περὶ τὴν συμβίωσιν γενήσονται, ἔσθʼ ὅτε μὲν οὖν καὶ ἀνάγκην ὑπομένοντες κολάζονται. ἐὰν δὲ τούτων σχηματιζομένων οἰκείως ὁ τοῦ Κρόνου ἐπιμαρτυρήσει, θανάτῳ ὁ χωρισμὸς ἔσται· ἐὰν δὲ Ἑρμῆς τύχῃ τοῦ δαίμονος κύριος, ἡ δὲ Σελήνη τοῦ γαμοστόλου καὶ συμπαρῶσιν ἢ μαρτυρῶσιν ἀλλήλοις, συνελεύσεται κυρίαις ὁ τοιοῦτος ἢ ὑπερεχούσαις γυναιξὶν ἢ βίῳ ἢ γένει. ἐὰν δέ πως καὶ ὁ τοῦ Διὸς συμμαρτυρήσῃ, ἐπωφελὴς καὶ συμπαθὴς ἡ συνέλευσις ἔσται· ἐὰν δὲ Κρόνος ἢ Ἄρης, ταραχαὶ ἢ φθόνοι ἢ χωρισμοὶ γενήσονται καὶ κακωτικαὶ αἰτίαι παρακολουθήσουσιν. ἐὰν δέ πως Ζεὺς οἰκοδεσποτῇ καὶ τῇ Σελήνη συσχηματίζηται καὶ Κρόνος μαρτυρῆ, μητρὶ ἢ μητρυιᾷ συνελεύσεται· εἰ δὲ καὶ Σελήνη μὴ ἔχουσα λόγον πρὸς τὸν κλῆρον τῆς μητρός, πρεσβυτέραις συνελεύσεται. ἐὰν δὲ ὁ τοῦ Διὸς οἰκοδεσποτῇ τοῦ δαίμονος, ὁ δὲ τῆς Ἀφροδίτης τοῦ γαμοστόλου, ἀδελφαῖς ἢ συγγενέσι συνέρχονται· καὶ ἐὰν μὲν ὁ Κρόνος ἐπιμαρτυρήσῃ, λαθραίως τὸ γινόμενον ἔσται· ἐὰν δὲ Ἑρμῆς ἢ Ἄρης, χωρισμοὶ ἢ δειγματισμοὶ γενήσονται. ἐὰν δὲ τοῦ Κρόνου ἀπόντος Ἥλιος μαρτυρήσῃ, νόμῳ καὶ φιλίᾳ γενήσεται καὶ συμπαθὴς ὁ γάμος καὶ ἐπωφελής· ἐὰν δὲ ὁ Ἡλιος οἰκοδεσποτῇ, ἡ δὲ Σελήνη κυριεύσῃ τοῦ γαμοστόλου καὶ συσχηματισθῇ τῷ Ἡλίῳ καὶ Διὸς μαρτυροῦντος, συμπαθὴς καὶ ἰσότιμος καὶ νόμιμος ὁ γάμος ἔσται ἔνδοξός τε καὶ λαμπρός. ἐὰν Ἡλίου οἰκοδεσποτοῦντος Ἀφροδίτη τοῦ γαμοστόλου κυριεύσῃ Κρόνου μαρτυροῦντος, ἐπὶ θυγατρὶ ψογισθήσεται. ἐὰν δὲ ὁ γαμοστόλος γένηται πρὸς Κρόνον καὶ αὐτὸς κυριεύσῃ τοῦ δαίμονος ἢ Ἄρης, ἄγαμοι μενοῦσιν. ἐὰν δὲ Κρόνος οἰκοδεσποτῇ τοῦ δαίμονος, τὸν δὲ περὶ γάμου τόπον λάχῃ Ἀφροδίτη καὶ εὑρεθῇ σὺν Ἑρμῇ ὑπὸ Ἄρεως μαρτυρουμένη, στείρᾳ ἢ ἐπιψόγῳ συνελεύσεται. ξέναις δὲ συνέρχονται ἢ ἀλλοφύλοις ἢ ἐπὶ ξένης τὸν γάμον ἀναδέχονται, ἐπὰν ὁ γαμοστόλος ἔκκεντρος τύχῃ ἢ τοῦ δαίμονος ἀπόστροφος· ποταπαῖς δέ, ἡ τῶν ζῳδίων καὶ ἀστέρων φύσις δηλώσει.

  77. 2.38.4.1

    Ὁμοίως δὲ καὶ ἐπὶ τῶν γυναικῶν σκοπεῖν δεήσει τὸν κλῆρον τῆς τύχης καὶ τὸν γαμοστόλον ἀπὸ Σελήνης ἐπὶ Ἄρεα καὶ συγκρίνειν ταῦτα. ἐὰν γάρ πως ἡ Σελήνη κυριεύσῃ τοῦ κλήρου, ὁ δὲ Ερμῆς τοῦ γαμοστόλου καὶ συμπαρῇ τῇ Σελήνη ἢ ἐπιμαρτυρήσῃ, δούλῳ συνελεύσεται ἢ ἀπελευθέρῳ· ἐὰν δέ πως καὶ ὁ Ζεὺς ἐπιμαρτυρήσῃ, καὶ νόμιμος ἔσται· ἐὰν δὲ τούτων οὕτως ἐχόντων ὁ τοῦ Διὸς τὸν περὶ τέκνων τόπον ἔχῃ καὶ συνεπιμαρτυρήσῃ Κρόνος, τέκνῳ συνελεύσεται ἢ νεωτέρῳ τέκνου τάξιν ἐπέχοντι. ἐὰν δὲ Κρόνου γένηται ὁ περὶ τέκνου τόπος καὶ αὐτὴ ἡ Σελήνη Κρόνῳ συνέλθῃ, ἄγαμοι μενοῦσιν. ἐὰν δὲ Σελήνη οἰκοδεσποτῇ, ὁ δὲ Κρόνος γαμοστολῇ καὶ συμπαρῇ ἢ μαρτυρῇ τῇ Σελήνῃ, συνελεύσεται μὲν ἀνδρί, μισήσει δὲ αὐτὸν καὶ ἀστάτως τὸν βίον διάξει. ἐὰν δὲ Σελήνη τοῦ κλήρου κυριεύσῃ, τοῦ δὲ γαμοστόλου Ἄρης καὶ μαρτυρῶσιν ἀλλήλοις, βέβαιος ἔσται ὁ γάμος ἢ διʼ ἁρπαγῆς ἢ πολέμου καὶ αἰχμαλωσίας· καὶ ἐὰν μὲν Ζεὺς ἐπιμαρτυρήσῃ, καὶ νόμιμος ὑστέρου γενήσεται. ἐὰν διάμετρος τύχῃ τῆς Σελήνης Ἄρης ὑπὸ Κρόνου μαρτυρούμενος καὶ Ἡλίου, κατηγορηθεὶς μαλακὸς ἔσται. ἐὰν δέ πως ἐπὶ θηλυκῶν Ἀφροδίτη κυριεύσῃ τοῦ κλήρου, ταύτῃ δὲ συμπαρῇ ὁ Ἥλιος τὸν γαμοστόλον καὶ πατρικὸν κλῆρον κεκληρωμένος Κρόνου μαρτυροῦντος, πατράσι συνελεύσεται. ἐὰν δὲ κυριεύσῃ ὁ Ἥλιος τοῦ πατρικοῦ τόπου, συνελεύσεται πρεσβυτέρῳ πατρὸς τάξιν ἔχοντι. ἐὰν δὲ ἡ Ἀφροδίτη οἰκοδεσποτῇ, ὁ δὲ Ἑρμῆς τὸν περὶ γάμου τόπον ἔχῃ, Κρόνος δὲ τούτοις ἐπιμαρτυρήσῃ, πολύκοινοι γίνονται ἢ ἐπὶ τέγαις σταθήσονται. καὶ ἐὰν μὲν ὁ τοῦ Διὸς ἐπιμαρτυρήσῃ, περικτήσονται καὶ προσφιλεῖς γενήσονται· ἐὰν δὲ ὁ Ζεὺς ἀπῇ, αἰσχρῶς καὶ κακοπαθῶς διάξουσιν. ἐὰν δὲ Ἀφροδίτη Ἰχθύσιν ἡ Αἰγόκερῳ εὑρεθῇ τοῦ σχήματος τοιούτου ὄντος, καὶ αἰσχροποιήσουσιν. ἐὰν Ἄρης κληρώσηται τὸν δαίμονα, Σελήνη δὲ τὸν γαμοστόλον, ἁρπαγμὸς ὁ γάμος ἔσται· κὰν διάμετρος εὑρεθῇ μαρτυρούμενος ὑπὸ Κρόνου ἢ Ἡλίου, κατηγορηθεὶς ἀλώσεται. ἐὰν Ἀφροδίτη τοῦ γαμοστόλου ᾖ κυρία, ὁ δὲ τοῦ Ἄρεως τοῦ κλήρου τῆς τύχης, ἀπὸ συνηθείας ὁ γάμος. ἐὰν δὲ καὶ Κρόνος καὶ Ἑρμῆς μαρτυρήσῃ Διὸς ἀπόντος, μοιχείας κριθήσεται. καὶ τὰ λοιπὰ δὲ σχήματα, ὅσα καὶ ἐπὶ τῶν ἀνδρῶν εἴρηται, δεῖ καὶ ἐπὶ τῶν γυναικῶν φυλάσσειν εἰ γὰρ καὶ ποικίλως δοκεῖ τετάχθαι, σαφέστερα μέντοι γε τοῖς ἐντυγχάνουσι γενήσεται.

  78. 2.39.1.1

    Ὁ περὶ τέκνων τόπος ὃς λαμβάνεται ἀπὸ Ἑρμοῦ καὶ ὅς σκεπτέος. κακωθέντες μὲν οὖν ὑπὸ Κρόνου καὶ Ἄρεως ἀτεκνίας εἰσὶν αἴτιοι ἢ ἀναιρέσεως τέκνων, ὑπὸ δὲ Διὸς βοηθούμενοι εὐτεκνίας εἰσὶν αἴτιοι. σκεπτέον οὖν καὶ τὸν κληρικὸν οἰκοδεσπότην τῶν τέκνων, ὃς οὕτως εὑρίσκεται. περὶ μὲν ἀρρενικῶν ἀπὸ Διὸς ἐπὶ Ἑρμῆν. περὶ δὲ θηλυκῶν ἀπὸ Διὸς ἐπὶ Ἀφροδίτην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ὁ τοίνυν κύριος τοῦ περὶ τέκνων μαρτυρούμενος ὑπὸ φθοροποιοῦ ἀναιρεῖ τέκνα, ὑπὸ δὲ τῶν διδόντων τὰ τέκνα εὐτεκνίας ἐστὶ δηλωτικός. Πετόσιρις δέ, ὅταν Ζεὺς καὶ Ἀφροδίτη καὶ Ἑρμῆς μὴ κακωθῶσιν, εὐτεκνίας δηλωτικοί· ὅταν δὲ ἐναλλάξ, θρήνους καὶ θανάτους περὶ τέκνα ποιοῦσιν. ὅσοι τοῖς διδοῦσι τὰ τέκνα μαρτυροῦσιν ἀπὸ δισώμων ζῳδίων ἢ καὶ αὐτοὶ δισώμοις εἴησαν, διπλασιάζεται ἀριθμός. οἱ θηλυκοὶ ἀστέρες τῷ τεκνοδότῃ μαρτυροῦντες θηλυκὰ διδοῦσιν, οἱ ἄρρενες ἄρρενα. ἐπὶ ἀρσενικῆς γενέσεως, ἐὰν ὁ τοῦ Διὸς τύχῃ μετὰ Ἄρεως οἰκοδεσποτῶν ἡ οἰκοδεσποτούμενος ὑπὸ Ἄρεως καὶ ὁ τοῦ Κρόνου μαρτυρῇ τῇ Ἀφροδίτη ἢ οἴκῳ αὐτῆς εἴη, ἀτεκνίας δοτικὸν τὸ σχῆμα καὶ τὰ γενόμενα ἀποβαλοῦσιν. ἐπὶ δὲ θηλυκῆς γενέσεως, ἐὰν Σελήνη Ἑρμοῦ τόποις τύχη, ἡ δὲ Ἀφροδίτη ἀρρενικῷ ζῳδίῳ ὑπὸ Κρόνου μαρτυρηθῇ ἢ οἰκοδεσποτηθῇ, ἄτεκνοι γίνονται ἢ τὰ γεννώμενα διαφθείρουσιν. ἐὰν Ζεὺς βλέπη τὴν Σελήνην ἢ τὴν Ἀφροδίτην, Σελήνη δὲ Ἑρμοῦ τόποις ᾖ, Κρόνος δὲ διαμετρῇ ἢ μεσουρανῇ, Ἄρης δὲ ἐπιμαρτυρῇ Κρόνῳ, αὗται μονοτοκοῦσιν ἢ στειροῦνται. Ἀφροδίτη ἐπιμαρτυρουμένη ὑπὸ Διός, κακωθεῖσα δὲ ὑπὸ Κρόνου δυσκόλως κἀν ἑνὸς δίδωσι παιδοποίησιν· εἰ δὲ καὶ συγκακωθῇ ἡ Σελήνη, παντελῶς ἄπαιδες γίνονται. Κρόνος Ἄρης μεσουρανοῦντες ἢ ἀντιμεσουρανοῦντες ἀτέκνους ποιοῦσιν, εἰ μή πως ὑπὸ ἀγαθοποιοῦ μαρτυρηθῶσι.

  79. 2.40.1.1

    Ἥλιος ὡροσκοπῶν ποιεῖ ὀλιγαδέλφους ἢ σπαναδέλφους· Κρόνος ἐπίκεντρος δύνων ποιεῖ σπαναδέλφους ἢ ὀλιγαδέλφους· Ζεὺς καὶ Ἑρμῆς καὶ Ἀφροδίτη ἐπίκεντροι δοτῆρες εἰσὶν ἀδελφῶν· Κρόνος δὲ ἐναντιωθεὶς ἀνελεῖ πρεσβύτερον. Κρόνος μετὰ Ἄρεως τυχών ὀλεθρεύει ἀδελφούς ἢ ἀσθενικούς ποιεῖ. τῳ τρίτῳ τόπῳ τοῦ ὡροσκόπου, ὅς ἐστι περὶ ἀδελφῶν, οἰκειουμένη μὲν Ἀφροδίτη καὶ Σελήνη ἀδελφὰς δώσουσι, καὶ μάλιστα ἐὰν θηλυκὸν ᾖ τὸ ζῴδιον. ἐὰν δὲ Ἥλιος Ζεὺς Ἑρμῆς ἀρρενικῷ ζῳδίῳ τύχωσιν, ἄρρενας διδοῦσιν. οἱ δὲ φθοροποιοὶ τὸν περὶ ἀδελφῶν τόπον μαρτυρήσαντες, εἰ μὲν ᾖ κακῶς κείμενος, τοὺς γενομένους ἀδελφοὺς ἀνελοῦσιν ἢ καὶ ἀναδέλφους ποιοῦσιν ἢ ὀλιγαδέλφους· οἱ ἀγαθοποιοὶ τῷ περὶ ἀδελφῶν τόπῳ μαρτυροῦντες οὐ μόνον διδόασιν ἀδελφούς, ἀλλὰ καὶ ἐπʼ ἀγαθῷ ποιοῦσιν. ὁ τοῦ Ἀρεως χρηματίζων τῷ περὶ ἀδελφῶν καὶ καλῶς κείμενος μάλιστα ὑπὸ ἀγαθοποιοῦ μαρτυρούμενος καὶ μάλιστα τὴν Σελήνην ἐπιβλέπων ἀδελφοδότης γίνεται. τινὲς δὲ κληρικῶς λαμβάνουσι τὸν περὶ ἀδελφῶν τόπον ἡμέρας μὲν ἀπὸ Κρόνου ἐπὶ Δία, νυκτὸς δὲ ἀνάπαλιν, καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου.

  80. 2.41.1.1

    Ἡ δὲ ἀντιζυγία Ἡλίου καὶ Σελήνης οὐκ ἀεὶ χαλεπή· ἐπὰν δὲ κακοποιὸς ἐπιὼν τὴν φάσιν ἐπίδῃ ἢ καὶ λόγον αὐτῶν ἐχόντων ἀκτινοβοληθῇ, τότε χαλεπὴ καθίσταται. ὅθεν καὶ αἰ πανευδαίμονες γενέσεις οὐ μέχρι τέλους τὸ εὐτυχὲς ἐκληρώσαντο, ἀλλὰ περί τινα τόπον ἀστέρος οἰκοδεσποτεία παραπεσοῦσα ἢ καὶ ἐναντιωθεῖσα τὸ δυστυχὲς παρέσχεν. ἔδοξεν οὖν τὸν τόπον τοῦτον ἐκ πλήρους συντεταχέναι ὁ Πετόσιρις, εἰ καὶ μυστικῶς ἀποκέκρυφε λέγων. ἀρχὴ τέλος κράτη σις τῶν ὅλων διοπτευτηρίων ὁ καθʼ ἐκάστην γένεσιν ἀστὴρ οἰκοδεσποτῶν, ὅστις πρόδηλα ποιεῖ τοὺς γεννωμένους οἵτινες ἕσονται τοῦ βίου τε ὑπόστασιν ὁποίαν τινὰ ἔξουσι, τοῖς τρόποις τε ὁποῖοι, σώματος μορφῆς τύπον, ἂ πάντα τούτῳ κατακόλουθα γίνεται. τούτου δ᾿ ἄνευθεν οὐδέν, οὔτε πρᾶξις οὔτε δόξα, προσπάρεστιν οὐδενί. πῶς γὰρ δυνατὸν περὶ ἕνα ἀστέρα οἰκοδεσποτείας γενομένης ἐν πᾶσιν εὐτυχῆσαι τὴν γένεσιν ἢ τοὐναντίον δυστυχῆσαι; ἀλλὰ καθολικῶς μὲν τῆς ἀρχῆς ὑποστάσεως δ τῶν ἐπισήμων καὶ μέσων καὶ ταπεινῶν γεννῶν ἕτερος εὑρεθήσεται ἢ τῶν λοιπῶν παρέξει δύναμιν, πρὸς δὲ τὰ λοιπὰ ἕτερος. εὑρίσκομεν δέ τινας περὶ μὲν τὸν βίον καὶ δόξαν εὐτυχοῦντας καὶ συγκεκοσμημένους τῇ φαντασίᾳ τοῦ δοκοῦντος οἰκοδεσπότου οἰκείως ἐσχηματισμένου, περὶ δὲ τέκνα καὶ γυναῖκας δυστυχοῦντας ἀσελγεῖς τε καὶ ἐπαίσχρους γενομένους καὶ μιαίνοντας τὸν βίον καὶ θρυλλουμένους ὡς ἀναξίους τῆς τοιαύτης ὑποστάσεως, τινὰς δὲ καὶ ὑστέρου καθαιρουμένους ἢ βιαιοθανατοῦντας. οὐκ ἄρα ἐν πᾶσιν εὐτυχὴς ὁ γεννώμενος οὐδὲ κατὰ ἀκολουθίαν τοῦ οἰκοδεσπότου ταῦτα γέγονεν, ἑτέρα δὲ οἰκοδεσποτεία κακωθεῖσα ἠμαύρωσε τὴν δόξαν ἐπεισενεγκαμένη πολλὰς αἰτίας. ἄλλους δὲ ἀπὸ ταπεινῆς καὶ ἀδόξου τύχης καταλαμβάνομεν εἰς ἀνυπέρβλητον καὶ δυσέλπιστον ὑπόστασιν χωροῦντας· τινὰς δὲ περὶ μὲν τέκνα καὶ γυναῖκας εὐτυχοῦντας, περὶ δὲ τὸν βίον ἐνδεεῖς· ἄλλους δὲ εὐδαίμονας μὲν περὶ τὴν ὕπαρξιν, ἀδόξους δὲ καὶ ἐπισινεῖς· ἑτέρους δὲ πολυχρονίους μέν, ἐπιμόχθους δὲ καὶ λελωβημένους· τινὰς δὲ πολυκτήμονας μέν, ὀλιγοχρονίους δὲ ἢ φθισικούς μὴ δυναμένους δὲ τῶν παρόντων μεταλαμβάνειν. ἕτερος οὖν ὁ ζωοδότης ἐγένετο καὶ ἕτερος τῆς ὑπάρξεως καὶ τοῦ θανάτου κύριος.

  81. 2.41.2.1

    Ἀλλʼ ἐρεῖ τις, ὅτι ὁ οἰκοδεσπότης παραπεσών ὀλιγοχρόνιον ἐποίησε τοιγαροῦν παραπεσὼν οὔτε εὐδαίμονα βίον ὤφειλε μετρῆσαι, οὔτε ὑποτακτικὸν οὔτε ταπεινὸν γεννήσαντα τὸν οἰκοδεσπότην ἐχρῆν λαμπρὸν καὶ ἐπίσημον ὑστέρου κατασκευάσαι, οὐδὲ τὸν καλῶς ταχθέντα μηδεμιᾷ κακουργίᾳ συμφύραντα βιοθάνατον ἢ κατάδικον ὅλως σχηματισθείς· ἀλλʼ ἥττονα μὲν γεννᾶ ὁ παραπεσὼν, ὁ δὲ τῆς δόξης καὶ τοῦ βίου κύριος ἐπίκεντρος εὑρεθεὶς καὶ παραλαβών τοὺς χρόνους λαμπρὸν κατασκευάσει. οὕτω καὶ ὁ τὸν εὐδαίμονα γεννήσας καὶ ἐπίκεντρος εὑρεθεὶς ἢ ἐν χρηματιστικοῖς τόποις διαφυλάσσει ἕως τῶν ἰδίων χρόνων, καθυπερτερηθεὶς δὲ ἢ διαμετρηθεὶς ὑπὸ τοῦ τὸ πάθος ἢ τὸ σίνος ἢ ἑτέραν τινὶ κακωτικὴν αἰτίαν μερίζοντος καὶ ἀντιπαραχωρήσας ἐξασθενήσει τῆς ἰδίας δυνάμεως. καὶ ἕτερα δὲ πλεῖστα ἐν τῷ τῶν ἀνθρώπων βίῳ ἐξαίρετα εἴωθε γίνεσθαι, ἅτινα οὐ διὰ μιᾶς οἰκοδεσποτείας οὐδὲ πραγματείας συνίσταται, ἀλλὰ διὰ πολλῶν. Ἐὰν οὖν τις ἀκριβῶς διεξιχνεύσῃ τοὺς τόπους καὶ τὰς οἰκοδεσποτείας, εὐκατάληπτον ἕξει περὶ ὃ εὐτυχεῖ μέρος ἡ γένεσις καὶ περὶ ὃ δυστυχεῖ, ὅσοι οὖν λόγον ἔχοντες ἀστέρες ἤτοι περὶ βίον ἢ ζωὴν ἢ σίνος ἢ πάθος ἢ πρᾶξιν ἢ καὶ περὶ τὰ λοιπὰ ἐπὶ ἑνὸς κακωθῶσι, περὶ ἐκεῖνο τὸ εἶδος καταβλάπτουσι τὴν γένεσιν. μᾶλλον μὲν οὖν εὑρίσκομεν τὸν συγγραφέα μιὴ χρώμενον μιᾷ δυνάμεως οἰκοδεσποτείᾳ· γάρ λέγειν ὁ μὲν γὰρ ἐπέχει πρᾶξιν, ὁ δὲ ὕπαρξιν χρόνων, ὁ δὲ μονὴν ἢ μετατροπήν, ὁ δὲ φθίσιν· καί· προκατοπτευόμενος τῆς συνοδικπης τοπογραφίας ἢ πανσεληνιακῆς ἀποχωρήσεως, ἧσπερ καὶ τὰ ὅλα ἀνήρτηται πρός τε τὰ κέντρα καὶ τὰς τούτων ἐπαναφοράς· καί· σκοπεῖν δὲ δεῖ τὸν ἐναρχόμενον γενεθλια λογεῖν δύσεως προδύσεως ἐπικαταδύσεως τόπον· ἐν γὰρ τούτοις εὑρίσκεσθαι τὴν πεπρωμένην τελευτήν· καὶ ἄλλα δὲ πολλά. δεῖ οὖν ἕτερον μὲν τόπον περὶ πράξεως λαμβάνειν καὶ δόξης, ἕτερον δὲ περὶ ζωῆς, ἕτερον περὶ σίνους καὶ πάθους καὶ θανάτου. οὐκ ἄρα οὖν πάντα ἑνὶ οἰκοδεσπότῃ κατακόλουια γενήσεται· εὐλόγως οὖν καὶ ἡμεῖς διὰ πολλῶν δυνάμεων τὰς ἀποδείξεις ποιούμεθα.

  82. 2.41.3.1

    Ἀλλὰ περὶ μὲν τούτων καὶ ἐν ὑστέρῳ διασαφήσομεν καὶ μάλιστα εἰς τὰς τῶν χρόνων διαιρέσεις· νυνὶ δὲ ἐπείγομεν εἰς τὸν περὶ βιαιοθανάτων λόγον. ἐπὰν ὁ κύριος τῆς συνόδου ἢ πανσελήνου τῆς κατὰ γένεσιν ἀπόστροφος ὢν τοῦ ζῳδίου τύχῃ ἢ καὶ παραπέσῃ ὑπὸ κακοποιοῦ μαρτυρούμενος, βιαιοθανάτους προδηλοῖ. ὁμοίως δὲ καὶ ἐὰν ὁ Ἑρμῆς τῇ πανσελήνῳ ἐναντιωθῇ ὑπὸ κακοποιῶν μαρτυρούμενος, αἰτίαν θανάτου κακὴν ἀποτελεῖ, κἂν τῷ τῆς τεσσαρακοσταίας ζῳδίῳ Κρόνος ἢ Ἄρης ἢ Ἑρμῆς ἐπῇ, βιαιοθανασίας προδηλοῖ, τὸ δὲ ὅμοιον καὶ ἐπὶ τῆς δύσεως ἢ προδύσεως κακοποιοὶ τυχόντες βιαιοθανασίας καὶ αἰτίας παθῶν καὶ κακοθανασίας ἀποτελοῦσι. τὴν δὲ αὐτὴν δύναμιν καὶ ὁ ὄγδοος τόπος ἀπὸ ὡροσκόπου ἐφέξει πρὸς τὰς αἰτίας τῶν θανάτων, ὁμοίως καὶ ἀπὸ κλήρου τύχης τόπος η΄. Σκοπεῖν οὖν δεῖ τὸν κλῆρον καὶ τὸν τούτου κύριον, ἐπὶ ποίων ζῳδίων τυγχάνει· ἐν γὰρ τούτοις αἱ αἰτίαι τοῦ θανάτου προδειχθήσονται, ἐπεὶ καὶ κοσμικῶς ἡ Σελήνη, ἥτις ἐστὶν Τύχη, τῷ Κριῷ Ἡλιῳ συνοδεύουσα ἐν τῳ η΄ ζῳδίῳ Σκορπίῳ τὴν ἔκλειψιν καὶ ἀφαίρεσιν τοῦ φωτὸς ἐποιήσατο διὸ καὶ ταπείνωμα αὐτῆς προσηγορεύθη.

  83. 2.41.4.1

    Συντομωτέραν οὖν τὴν ὑφήγησιν ἐκ τοῦ ζῳδιακοῦ κύκλου προδείξομεν πρὸς τὸ εὐκατάληπτον εἶναι τὸ λεγόμενον. ὁ Κριὸς ἀναιρεῖται ὑπὸ Σκορπίου, ἐστι δὲ ἀμφότερα οἰκητήρια Ἀρεως· ἔστιν οὖν ὁ Ἄρης ἑαυτοῦ ἀναιρέτης, ὅθεν καὶ αὐτόχειρας ποιεῖ καὶ ὑψόθεν ῥίπτοντας καὶ ἑτοιμοθανάτους ἢ συνιστοροῦντας κακοῖς, ληστρικοὺς φονικούς τὰς τῶν θανάτων αἰτίας ἑαυτοῖς ἐπιφέροντας καὶ ὑπὸ θηρίων ἢ πυρὸς ἢ συμπτώσεως ἀπολλυμένους, ἔτι δὲ ἀπὸ τετραπόδων καὶ ἀρμάτων καὶ ἐπαγωγῆς. —Ὁ δὲ Ταῦρος ἀναιρεῖται ὑπὸ Τοξότου, ὅπερ ἐστὶν Ἀφροδίτη ὑπὸ Διός· οὗτοι εὐθανατοῦσιν ἐκ τροφῆς ἢ πληθώρας ἢ οἴνου ἢ συνουσίας ἢ ἀποπληξίας ἀποκοιμηθέντες ἢ ἐκλυθέντες μηδεμιᾶς αἰτίας κακωτικῆς παρεμπεσούσης, ἐκτὸς εἰ μὴ κακοποιὸς ἐπών ἢ μαρτυρήσας ἐκ τῆς ἰδίας φύσεως τὸ τέλος ἐπεισενεγκόμενος τὴν αἰτίαν τοῦ θανάτου δηλώσει. — Οἱ Δίδυμοι ὑπὸ Αἰγόκερω, τουτέστιν Ἑρμῆς ὑπὸ Κρόνου· γίνονται οὖν τινες βιαιοθάνατοι ὑπὸ μελαίνης χολῆς ὀχλούμενοι ἢ νευρικαῖς αἰσθήσεσι περιπεσόντες ἢ ἐν καθύγροις τόποις θηρίων ἑρπετῶν κακώσει ἢ καταδικασθέντες συσχεθέντες πνιγέντες ληστῶν ἢ πολεμίων ἐχόδοις περιπεσόντες ἢ φαρμάκων πείρᾳ διὰ τὸ κάθυγρον. — Ὁ Καρκίνος ὑπὸ Ὑδροχόου, ὅπερ ἐστὶ Σελήνη ὑπὸ Κρόνου· ἀπόλλυνται δὲ διʼ ὑγρῶν ἢ τῶν ἐντὸς ἀχλήσεων ἢ περιπεσόντες σπληνὸς ἢ στομάχου ἀλγηδόσιν, ἀναφοραῖς ὑγρῶν, θαλάσσῃ ποταμοῖς ψυγμοῖς ἑρπετῶν θηρίων ἐπιφοραῖς ἐλεφαντιάσει ἰκτέροις σεληνιασμοῖς φαρμακείαις συνοχαῖς πολυχρονίαις ἑτέραις νόσοις, ἐπὶ δὲ θηλυκῶν μαζῶν ἀλγηδόσι καρκινώμασι κρυπτῶν πόνοις ἢ μήτρας ἢ πνιγμῷ ἢ ἐμβρυοτομίᾳ τοκετῶν. — Ὁ Λέων ὑπὸ Ἰχθύων, Ἥλιος ὑπὸ Διός. ὅθεν τελευτῶσι καρδιακοὶ ἡπατικοὶ ἢ ἐν καθύγροις κινδυνεύουσιν ἢ διʼ ὑγρῶν αἰτιῶν καὶ πτώσεων καὶ διὰ ῥιγοπυρετων ἢ ἐν βαλανείοις ἢ διὰ γυναικῶν δόλους. — Ἡ Παρθένος ὑπὸ Κριοῦ, Ἑρμῆς ὑπὸ Ἄρεως· τελευτῶσι δὲ διὰ προδοσίας καὶ κακουχίας πολέμοις ἢ λησταῖς περιπεσόντες, ἐμπρησμοῖς συμπτώσεσιν ἐπισκιασμοῖς αἰχμαλωσίαις χόλῳ δυναστῶν ἡ διὰ ἀπαγωγῆς ἢ ἀπὸ τετραπόδων ἢ ὕψους πτώσεως, συνθραύσεως μελῶν, θηρίων ἐπιφοραῖς· ἐπὶ δὲ θηλυκῶν προσώπων πτώσεσι κοιλίας, ἐμβρυοτομίαις τοκετῶν, αἱμαγμοῖς φθοραῖς. — Ὁ Ζυγὸς ὑπὸ Ταύρου, Ἀφροδίτη ὑπὸ ἑαυτῆς ὅθεν αὐτόχειρες γίνονται διὰ πόσεως φαρμάκου ἀσπιδόδηκτοι ἐγκρατευόμενοι συνουσιάζοντες, τελευτῶσι σταφυλοτομηθέντες ἀποπνιγέντες κολοβωθέντες ἢ πηροὶ καὶ παραλυτικοὶ γενόμενοι ἢ αἰτίαις διὰ θηλυκῶν προσώπων περιπεσόντες. — Σκορπίος ὑπὸ Διδύμων, Ἄρης ὑπὸ Ἑρμοῦ. διὰ σιδήρου τομῆς μορίων ἕδρας ἢ στραγγουρίας σηπεδόνος ἀγχόνης ἑρπετῶν βίας μάχης, ληστῶν ἐφόδοις ἢ πειρατῶν ἐπιφοραῖς ἢ διʼ ἐξουσίας διὰ πυρὸς σκολοπισμοῦ ἑρπετῶν θηρίων αἰτίας. — Τοξότης ὑπὸ Καρκίνου, Ζεὺς ὑπὸ Σελήνης· τελευτῶσιν οὖν καὶ σπληνικοὶ ἢ ἡπατικοὶ στομαχικοὶ ἀναφορικοὶ αἱμοπτυῖκοί, ἀπὸ τετραπόδων πτώσεως ἢ θηρίων δακετῶν αἰτίαις συμπτώσεων ναυαγιῶν καθύγρων τόπων σεληνιασμοῦ πηρώσεως ἐκλύσεμως. — Αἰγόκερως ὑπὸ Λέοντος, Κρόνος ὑπὸ Ἡλίου· τελευτῶσι [γὰρ] καρδιακοὶ καταγματικοί, ἐν βαλανείοις ἢ πυρίκαυστοι, χόλῳ βασιλέως ἢ δυναστῶν ἢ σκολοπισμοῦ θηρίων κακώσεως τετραπόδων ἢ ὕψους πτώσεως. — Ὑδροχόος ὑπὸ Παρθένου, Κρόνος ὑπὸ Ἑρμοῦ· τελευτῶσι δὲ ὑπὸ τῶν ἐντὸς φθισικῇ αἰτίᾳ ὑδρωπικῇ ἐλεφαντιάσει ἰκτερικῇ νόσῳ σιδηροσφαγίᾳ δυσεντερίᾳ γυναικὸς προδοσίᾳ. — Ἰχθύες ὑπὸ Ζυγοῦ, Ζεὺς ὑπὸ Ἀφροδίτης· διʼ ὑγρῶν ἢ φαρμακοποσίας ῥευμάτων ἢ νεύρων αἰσθήσεως μορίων ἥπατος πόνων ἰσχιάδος ἑρπετῶν θηρίων αἰτίας.

  84. 2.41.5.1

    Καὶ ταῦτα μὲν εἰς τὸν περὶ βιαιοθανάτων λόγον· ἄλλως δὲ προσπαραλαμβάνειν δεήσει τὰς καθ ἕκαστον ζῴδιον σινῶν καὶ παθῶν αἰτίας εἰς τὸ εὐσύνοπτον γενέσθαι τὴν τοῦ θανάτου ποιότητα· ἡ συμπαρουσία δὲ ἢ μαρτυρία ἑνὸς ἑκάστου ἀστέρος συνεπισχύσει ἐκ τῆς ἰδίας φύσεως ἐπεισενεγκεῖν αἰτίαν τῷ θανάτῳ. προσβλέπειν οὖν δεῖ τοὺς τόπους καὶ τοὺς κυρίους, ὅπως εἰσὶ κείμενοι καὶ ὑπὸ τίνων μαρτυροῦνται, ἢ τῶν οἰκείων ἢ ἐναντίων, καὶ οὕτως διακρίνειν οἱ μὲν γὰρ κακοποιοὶ ἐπόντες τοῖς τόποις ἢ μαρτυροῦντες τοῖς οἰκοδεσπόταις βιαιοθανασίας ἀποτελοῦσιν, οἱ δὲ ἀγαθοποιοὶ διὰ προφάσεως ἢ πόνου ἢ σίνους ἢ πάθους ἢ πυρετῶν ἐπιφοράς. οἷον ἐπεὶ οἱ Δίδυμοι ὑπὸ Αἰγόκερω ἀναιροῦνται καὶ Ὑδροχόος ὑπὸ τῆς Παρθένου, ὅπερ ἐστὶν Ἑρμῆς ὑπὸ Κρόνου καὶ Κρόνος ὑπὸ Ἑρμοῦ, ἐὰν οὖν οὗτοι ἐπὶ γενέσεως διάμετροι ἢ τετράγωνοι τύχωσι λόγον ἔχοντες, καὶ κακοθανάτους ποιοῦσιν ἢ ὀλιγοχρονίους, ἐπεὶ ὁ ζωοδότης τῷ κυρίῳ τοῦ θανάτου ἠναντιώθη. εἰ δὲ ἄλλως λόγον μὴ ἔχοντες κατοπτεύωσιν ἀνοικείως ἀλλήλους, ἐναντιώματα καὶ κρίσεις καὶ ἀπαγωγὰς καὶ ἑτέρας αἰτίας ἀπαραμόνους ἐπάγουσιν. ὁμοίως καὶ ἐπὶ τοῦ Ἄρεως καὶ Ἑρμοῦ τὸ αὐτὸ σχῆμα νοείσθω. οὐ βούλεται οὖν ὁ Πα λαιὸς διαμέτρους αὐτοὺς εἶναι λέγων· πᾶσα μὲν οὖν ἀντιζυγῆς στάσις ἀνατολῆς τε καὶ δύσεως οὕτινος τῶν ἀστέρων ἤ καὶ Ἡλίου καὶ Σελήνης ἐπιδίκως ἀνυέσθω. ἐγὼ δέ φημι τῶν λόγον ἐχόντων πρὸς ἀναίρεσιν ἢ καὶ πρὸς ἑτέραν τινὰ οἰκοδεσποτείαν τὰ αἴτια καθίστασθαι περί τε δόξης καὶ βίου καὶ τέλους.

  85. 2.41.6.1

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἄρης Ἀφροδίτη Καρκίνῳ, Κρόνος Ἑρμῆς Λέοντι, Ζεὺς Ὑδροχόῳ, Σελήνη Ἰχθύσιν, ὡροσκόπος Σκορπίῳ. ὁ κλῆρος τῆς τύχης Λέοντι, ὁ θανατικὸς τόπος Ἰχθύσιν· ἐκεῖ Σελήνη, καὶ τῷ κλήρῳ Κρόνος ἐπῆν, ὁ κύριος Ἥλιος μετὰ Ἄρεως Καρκίνῳ καθύγρῳ ζῳδίῳ. ἐτελεύτα οὖν ἐν βαλανείῳ ἐν ὕδατι ἀποπνιγείς, ἠναντιώθη δὲ καὶ τῇ πανσελήνῳ Ἄρης καὶ ὁ κύριος Κρόνος ἀπόστροφος· ὅθεν καὶ ἐβιαιοθανάτησεν.

  86. 2.41.7.1

    Ἄλλως. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Ἰχθύσι, Κρόνος Παρθένῳ. Ζεὺς Κριῷ, Ἄρης Ταύρῳ, Σελήνη Τοξότῃ, ὡροσκόπος Λέοντι. ὁ κλῆρος τῆς τύχης Ταύρῳ· Ἄρης ἐπίκειται κυριεύσας τοῦ δαίμονος καὶ ἐναντιωθείς· ὁ θανατικὸς Τοξότῃ, ἐπίκειται Σελήνη καθυπερτερουμένη ὑπὸ Κρόνου ὄντος τῷ πανσεληνιακῷ ζῳδίῳ· ὁμοίως καὶ ὁ κύριος Ἑρμῆς τῆς πανσελήνου ἠναντιώθη. ὁ τοιοῦτος ἐτραχηλοκοπήθη.

  87. 2.41.8.1

    Ἄλλη. Ἥλιος Καρκίνῳ, Σελήνη Ἰχθύσι, Κρόνος Ἄρης Ἑρμῆς Διδύμοις, Ζεὺς Αἰγόκερῳ, Ἀφροδίτη Λέοντι, ὡροσκόπος Ζυγῷ. κλῆρος τύχης Διδύμοις· τούτοις Κρόνος Ἑρμῆς Ἄρης φρουρηθέντες ἀλλήλων ὄντες ἀναιρέται ὑπὸ Σελήνης ἐμαρτυρήθησαν, ὁμοίως δὲ καὶ ὁ κύριος τῆς πανσελήνου ἀπόστροφος· Ζεὺς δὲ τῷ θανατικῷ τόπῳ ἐπὼν καὶ ἀκρόνυχος γενόμενος οὐκ ἴσχυσε βοηθῆσαι. ὁ τοιοῦτος ἐτραχηλοκοπήθη.

  88. 2.41.9.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Ἄρης Ζεὺς Ἀφροδίτη Αἰγόκερνῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ταύρῳ, ὡροσκόπος Κριῷ. καὶ οὗτος ἐτραχηλοκοπήθη.

  89. 2.41.10.1

    Ἄλλη. Ἥλιος Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Διδύμοις, Κρόνος Σκορπίῳ, Ζεὺς Ἰχθύσιν, Ἄρης Καρκίνῳ, Ερμῆς ὡροσκόπος Αἰγόκερῳ. κλῆρος τύχης Παρθένῳ, ὁ θανατικὸς τόπος Κρίῷ· οἱ τούτων κύριοι ἠναντιώθησαν ἀλλήλοις καθύγρῳ ζῳδίῳ, ἄλλως τε καὶ ὁ Ἄρης ἐπὶ τῆς δύσεως ἔτυχεν. ὁ τοιοῦτος βαλανείῳ ἐκλυθεὶς ὠπτήθη.

  90. 2.41.11.1

    Ἄλλη. Ἥλιος Ἀφροδίτη Αἰγόκερῳ, Σελήνη Καρκίνῳ, Κρόνος Ἑρμῆς Τοξότῃ, Ζεὺς Ταύρῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ὑδροχόῳ. κλῆρος τύχης Λέοντι· τούτῳ ἐπίκειται Ἄρης πυρώδει καὶ ἡλιακῷ ζῳδίῳ ἐναντιούμενος τῳ ὡροσκόπῳ· τὸν δὲ θανατικὸν τόπον καθυπερτέρησεν Κρόνος καὶ Ἑρμῆς. ὁ τοιοῦτος ζῶν ἐκάη.

  91. 2.41.12.1

    Ἄλλη. Ἥλιος Αἰγόκερῳ, Σελήνη Ζυγῷ, Κρόνος Ταύρῳ, Ζεὺς Διδύμοις, Ἄρης ὡροσκόπος Καρκίνῳ, Ἀφροδίτη Ὑδροχόῳ, Ἑρμῆς Τοξότῃ. ὁ κλῆρος τῆς τύχης Ζυγῷ· τούτῳ Σελήνη ἔπεστι καθυπερτερουμένη ὑπὸ Ἄρεως ἐναντιουμένη Ἡλίῳ, ὁ θανατικὸς τόπος Ταύρῳ, Κρόνος ἔπεστιν. ὁ τοιοῦτος ἐθηριομάχησεν.

  92. 2.41.13.1

    Ἄλλη. Ἥλιος Σελήνη Ἑρμῆς Διδύμοις, Κρόνος Λέοντι. Ζεὺς Ἰχθύσιν, Ἄρης Καρκίνῳ, Ἀφροδίτη Ταύρῳ, ὡροσκόπος Αἰγόκερῳ, ἔνθα καὶ οἱ κλῆροι κατέληξαν. ὁ κύριος Κρόνος τῳ θανατικῷ ὑπὸ Ἀφροδίτης θεωρούμενος, Ἄρης τῷ ὡροσκόπῳ ήναντιώθη. ὁ τοιοῦτος ἐτελεύτησε φαρμάκῳ.

  93. 2.41.14.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς ὡροσκόπος Ταύρῳ, Σελήνη Ἰχθύσι, Κρόνος Διδύμοις, Ζεὺς Ὑδροχόῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Κριῷ. ὁ κλῆρος τῆς τύχης Ἰχθύσιν· ἐκεῖ Σελήνη ὑπὸ Κρόνου καὶ Ἄρεως θεωρουμένη· ὁ κύριος τοῦ δαίμονος καὶ τῆς πανσελήνου ἠναντιώθη. ὁ τοιοῦτος ἀντλίᾳ ἐτελεύτα.

  94. 2.41.15.1

    Ἄλλη. Ἥλιος Λέοντι, Σελήνη Ἑρμῆς Παρθένῳ, Κρόνος Διδύμοις, Ζεὺς Κρίῷ, Ἅρης ὡροσκόπος Ἀφροδίτη Καρκίνῳ. ὁ κλῆρος τῆς τύχης Διδύμοις· ἐκεῖ Κρόνος κύριος τοῦ θανάτου καὶ καθυπερτερῶν Ἑρμῆν τὸν κύριον τοῦ κλήρου καὶ Σελήνην· ἄλλως τε καὶ Ἄρης τῷ θανατικῷ τόπῳ ήναντιώθη. ὁ τοιοῦτος ἑαυτὸν ἀπηγχόνησεν.

  95. 2.41.16.1

    Ἄλλη. Ἥλιος Ἑρμῆς Κριῷ. Σελήνη Ἀφροδίτη Ἰχθύσι. Κρόνος Καρκίνῳ, Ζεὺς Ἄρης Ταύρῳ, ὡροσκόπος Σκορπίῳ. ὁ κλῆρος τῆς τύχης Τοξότῃ· ὁ κύριος σὺν τῷ Ἄρεῖ τῇ δύσει. ὁ θανατικὸς τόπος Καρκίνῳ· Κρόνος ὁ κύριος τῆς πανσελήνου ἀπόστροφος· ήναντιώθη δὲ καὶ ὁ Ἄρης τῷ ἰδίῳ οἴκῳ. ὁ τοιοῦτος ἐθηριομάχησε.

  96. 2.41.17.1

    Κατελαβόμεθα δὲ ἐπὶ τῶν διαμέτρων στάσεων τοὺς κακοποιοὺς οὐκ ἐπὶ πάσης γενέσεως κατὰ πάντα βλαπτικούς, ἀλλʼ ἔσθʼ ὅτε καὶ ἀγαθοποιοὺς καὶ μάλιστα ἐπὶ τῶν ἐνδόξων γενέσεων, πλὴν καὶ αὐτοὺς πολλαῖς κακίαις συμπεφυρμένους. βίαιοι γὰρ οἱ τοιοῦτοι μετὰ ἀνάγκης γινόμενοι ἀνοσίοις καὶ ἀθεμίστοις πράγμασιν περιτρέπονται· ἀδικοῦσιν δὲ ἤ λεηλατοῦσιν ἅρπαγές τε καὶ ἀλλοτρίων ἐπιθυμηταὶ καθίστανται ὑψαυχενοῦντες καὶ ἀλογιστοῦντες διὰ τὴν τῆς δόξης ἐπίκαιρον εὐδαιμονίαν· τὰ γὰρ ἴδια ἁμαρτήματα ἑτέροις ἐπεισάγουσιν. ἀλλὰ καὶ θεοῦ καὶ θανάτου καταφρονοῦσιν· ἄρχουσι γὰρ ζωῆς καὶ θανάτου· ὅθεν οὐ διὰ παντὸς τοῖς τοιούτοις εὐτυχὲς διαμένει, διὰ δὲ τὴν τοῦ ἐναντιώματος στάσιν οἱ μὲν ἀπὸ δόξης εἰς ἀτιμίαν ἢ ταπεινὴν καθαιροῦνται τύχην, οἱ δὲ βιαιοθανατοῦσιν· τινὲς δὲ ὅσα ἑτέροις ἐνεδείξαντο, αὐτοὶ πάσχουσιν τιμωρούμενοι καὶ κολαζόμενοι καὶ μεμφόμενοι τὴν προγενομένην τῆς δόξης ἀνωφελῆ φαντασίαν. ἃ γὰρ μετὰ πόνου καὶ μερίμνης καὶ βίας καὶ χρόνῳ συνεσώρευσαν, τούτων στιγμῇ ἀφαιρεθέντες λυποῦνται ἢ ἑτέροις ἄκοντες συνεχώρησαν. ἐπακολουθεῖ γὰρ τούτοις σὺν τῇ ἀβεβαίῳ τύχη νέμεσις χαλιναγωγὸς φθόνος ἐπιβουλὴ προδοσία λύπη μέριμνα φθίσις σώματος, ὡς καὶ βουλομένους ἀπαλλάττεσθαι τῆς ματαίας εὐδαιμονίας μετρίαν μεταμφιασαμένους τὴν τύχην μὴ δύνασθαι, πάσχειν δὲ ὅσα ἡ πεπρωμένη ἄκοντας ἐβιάσατο.

  97. 2.41.18.1

    Κατʼ ἀμφότερα δὲ αἱ διάμετροι στάσεις κριθήσονται, μία μὲν ὅταν ἀστὴρ ἀστέρα διαμετρήσῃ ἤ ὡροσκόπον, ἑτέρα δὲ ὅταν ἴδιον οἷκον ἢ τρίγωνον ἢ ὕψωμα διαμετρῇ· καὶ οἱ κύριοι δὲ τῶν τριγώνων ἢ τῶν αἱρέσεων ἑαυτοῖς ἐναντιούμενοι κάκιστοι καὶ ἀβέβαιοι περὶ τὸν βίον γενήσονται.

  98. 3.1.1.1

    Περὶ μὲν οὖν τῆς ὑποστάσεως τῶν ζωτικῶν χρόνων ἄλλοι μὲν ἀλλοίως παρέδωκαν· ἐπεὶ δὲ δοκεῖ ποικίλος καὶ πολυμερὴς ὑπάρχειν ὁ τόπος, καὶ αὐτοὶ δοκιμάσαντες αἱρέσεις ἐπιδιασαφήσομεν. ἔστω δὲ πρῶτος ἡμῖν λόγος ὁ περὶ ἐπικρατήσεως καὶ ἀκτινοβολίας καὶ οἰκοδεσποτείας· πρὸ πάντων δὲ ἡ ἐπικράτησις ζητείσθω περί τε τὸν Ἥλιον καὶ τὴν Σελήνην.

  99. 3.1.2.1

    Τινὲς μὲν οὖν ἡμέρας ἔδοσαν Ἡλῖῳ, νυκτὸς δὲ Σελήνη· ἐγὼ δέ φημι καὶ νυκτὸς ἐπικρατεῖν Ἥλιον, ἡμέρας δὲ Σελήνην, ἐὰν ἐπικαίρως τύχωσιν ἐσχηματισμένοι· ἐὰν δὲ καὶ ἀμφοτέροις τοῦτο συμβῇ, τῷ μᾶλλον οἰκείως ἐσχηματισμένῳ καὶ αἱρέσει ἢ τριγώνῳ τετευχότι προσνέμειν τὴν ἐπικράτησιν. καὶ ἐκ τῶν ὁρίων τοῦ ἐπικρατήτορος εὑρίσκεται καὶ ὁ οἰκοδεσπότης· ἐὰν δʼ ἀμφότεροι παραπέσωσι, ὅριον τῆς ὡροσκοπούσης μοίρας ἢ τοῦ μεσουρανήματος γεννήσει τὴν οἰκοδεσποτείαν, κατὰ πλεῖστον δʼ ἐκείνου, οὗ ὁ κύριος οἰκεῖον σχηματισμὸν ἐπέχει ὡροσκόπου.

  100. 3.1.3.1

    Ἔστωσαν δὲ αἱ ἐπικρατήσεις ἡμῖν δεδοκιμασμέναι αὗται. Πρώτη ἐπικράτησις Ἡλίου ὄντος Λέοντι, Σελήνης Καρκίνῳ· ὁ ὡροσκόπῳ ἢ μεσουρανήματι ἢ ἐπικαίρως ἐσχηματισμένος ἐπικρατήσει, ὁ δὲ κύριος τοῦ ὁρίου τὴν οἰκοδεσποτείαν ἐφέξει· ἐὰν δʼ ἀμφότεροι ἑνὸς ἀστέρος ὅριον ἔχωσιν, ἐκεῖνος ἀναμφιλέκτως καὶ οἰκοδεσπότης κριθήσεται. Δευτέρα ἐπικράτησις, ἐὰν ὁ Ἥλιος ὡροσκοπῇ τῆς Σελήνης κακοδαιμονούσης, ὁ Ἥλιος ἐπικρατήσει· ἐὰν ὁ Ἥλιος ἀγαθοδαιμονῇ, ἡ δὲ Σελήνη μεσουρανῇ, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος δύνῃ τῆς Σελήνης τῇ ἐπικαταδύσει οὔσης, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ὡροσκοπούσης, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ὁμοίως τῳ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ ὡροσκόπῳ, ἡ Σελήνη ἐπικρατήσει. ἐὰν πάλιν ὁ Ἥλιος τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης μεσουρανούσης, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ μεσουρανήματι, Σελήνη ἐπικρατήσει. ἐὰν Σελήνη τῷ ἀποκλίματι τοῦ μεσουρανήματος τύχῃ, ὁ δὲ Ἥλιος τῷ ὑπὸ γῆν κέντρῳ, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ἡ Σελήνη ἀποκλίνῃ τοῦ μεσουρανήματος, ὁ δὲ Ἥλιος τῇ ἐπαναφορᾷ τύχῃ τοῦ ὑπὸ γῆν κέντρου, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ κορυφὴν κέντρου τῆς Σελήνης ἐπαναφερομένης τῷ ὑπὸ γῆν, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ κορυφὴν κέντρου, ἡ δὲ Σελήνη τύχῃ τῷ ὑπὸ γῆν κέντρῳ, Σελήνη ἐπικρατήσει. ἀμφοτέρων τῶν φώτων ἀποκεκλικότων τοῦ μεσουρανήματος ὁ ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰκοδεσπότης κριθήσεται. ἐὰν Σελήνη ἐπαναφέρηται τῷ μεσουρανήματι, δὲ Ἥλιος θεῷ τύχῃ, ὁ πρῶτος ἐπιφέρων τὴν ἀκτῖνα τῷ ὡροσκόπῳ μοιρικῶς ἐπικρατήσει. Σελήνης καὶ Ἥλίου τῷ τρίτῳ ἀποκεκλικότων τοῦ ὡροσκόπου μεσουράνημα ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰκοδεσποτήσει· ὅθεν ἐὰν ἡμέρας γένηται, ἀκυρολόγητα τὰ φῶτα τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ· ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν μοιρῶν κύριος οἰκοδεσποτήσει· νυκτὸς δὲ τῷ ὑπὸ γῆν ἀποκεκλικότων μεσουράνημα ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος καὶ ἡ Σελήνη τῷ δυτικῷ τύχωσι ζῳδίῳ, ὅριον τῆς συνόδου ἐπικρατήσει καὶ ὁ κύριος τῶν μοιρῶν οἰκοδεσποτήσει. ὁμοίως καὶ ἐὰν τῷ ὡροσκόπῳ ἀμφότεροι τύχωσιν ἢ τῷ μεσουρανήματι ἢ τῷ ὑπὸ γῆν, ὅριον τῆς συνόδου ἐπικρατήσει καὶ ὁ κύριος τῶν ὁρίων οἰκοδεσποτήσει· ἐάν τε γὰρ αὐτῷ τῷ ζῳδίῳ ἑνὸς ἀστέρος ὅριον ἔχωσιν ἐάν τε ἄλλῳ, ἀπαραβάτως ἐκεῖνος οἰκοδεσποτήσει. ἐὰν δέ πως τῷ ἰδίῳ ταπεινώματι ὁ Ἥλιος εὑρεθῇ, οὐκ ἔσται ἀφέτης, ἐκτὸς εἰ μὴ μοιρικῶς ὡροσκοπῶν τύχῃ· ὡσαύτως δὲ καὶ ἡ Σελήνη Σκορπίῳ. Σελήνη συνοδικὴ εὑρισκομένη καὶ ὑπὸ τὰς αὐγὰς τοῦ Ἥλίου πεπτωκυῖα οὐ γίνεται ἀφέτης, ἐκτὸς εἰ μὴ καὶ αὐτὴ μοιρικῶς ὡροσκοπήσῃ. ἐπὶ δὲ πανσέληνον φερομένη ἐὰν ἐντὸς τοῦ ὡροσκοποῦντος ὁρίου λύη τὴν φάσιν, ἐστιν ἀφέτις καὶ αὐτὴ δὲ ἀναιρέτις, ἐὰν αὐτῇ τῇ ἡμέρᾳ λύῃ τὴν πανσέληνον, δεήσει οὖν σκοπεῖν τὰς μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου, πόσαι εἰσί, καὶ ἐπιγνόντας πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι.

← Previous · Next → — showing 201300 of 670

First Thousand Years of Greek. CTS URN tlg1764.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.