Anthologiarum libri ix
- 1.22.12.1
Ζεὺς καὶ Ἑρμῆς ἀγαθοὶ σύμφωνοι διοικητικοί, πραγμάτων οἰκονόμους ἀποτελοῦντες ἔν τε πίστεσι καὶ χειριθμοῖς γινομένους, ἐπιτροπικούς, ἀπὸ λόγων ἢ ψήφων ἀναγομένους καὶ παιδείαις δοξαζομένους, πολυφίλους δὲ καὶ εὐσυστάτους, μισθῶν καὶ ὀψωνίων καταξιουμένους. ἐὰν δέ πως καὶ χρηματιστικοῖς ζῳδίοις εὑρεθῶσι, καὶ θησαυρῶν εὑρετὰς ποιοῦσιν ἢ ἐκ παραθηκῶν ὠφελουμένους δανειστικούς.
- 1.22.13.1
Ἀφροδίτη καὶ Ἡλιος σύμφωνοι καὶ ἐπίδοξοι καὶ ἀγαθῶν δοτῆρες, συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν ἐπάγοντες δωρεάς τε καὶ καταγραφάς, καὶ περὶ τὰς ἐπιβολάς εὐεπιτεύκτους· ἐσθ᾿ ὅτε μὲν οὖν καὶ προστασίας ἀναλαμβάνοντας ὀχλικὰς ἢ πίστεις καὶ ἑτέρων τόπων προεστῶτας καὶ ὀψωνίων καταξιουμένους, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ τέκνων τόπον οὐκ ἀλύπους, καὶ μάλιστα ἐὰν ὑπὸ δὑσιν τύχῃ ὁ ἀστήρ.
- 1.22.14.1
Ἀφροδίτη καὶ Σελήνη ἀγαθοὶ μὲν περὶ τὰς δόξας καὶ τὰς περικτήσεις καὶ περὶ τὰς τῶν πραγμάτων ἀφορμάς, περὶ δὲ τὰς θυμβιώσεις καὶ φιλίας καὶ συναρμογὰς ἄστατοι, ἀντιζηλίας καὶ ἔχθρας ἐπιφέροντες καὶ συγγενικῶν ἢ ίλων κακουργίας ἢ ταραχάς· ὁμοίως δὲ καὶ εἰς τὸν περὶ τέκνων ἢ σωμάτων τόπον οὐκ ἀγαθοὶ ἀπαραμόνους τε τὰς κτήσεις παρεχόμενοι καὶ ψυχικὰς ἀνίας ἐπάγοντες.
- 1.22.15.1
Ἀχροδίτη καὶ Ἄρης ἀσύμφωνοι· ἀστάτους γὰρ ταῖς γνώμαις καὶ ἀκρατεῖς ἀποτελοῦσι, ζηλοτύπους δὲ καὶ αὐτόχειρας, πολυφίλους δὲ ἢ ἐπιψόγους αἰσχροὺς εὐμετανοήτους καὶ ἀδιαχόρους ταῖς υίξεσιν ἀρρενικῶν τε καὶ θηλυκῶν, κακουργίας ἢ φαρμακείας ἐπιβόλους, οὔτε τοῖς καλοῖς οὔτε τοῖς φαύλοις ἐπιμένοντας, οὔτε περὶ τὰς φιλίας διαβαλλομένους καὶ κακολογουμένους, εὐδαπάνους ἀκροθιγεῖς περὶ τὰς πράξεις καὶ πολλῶν ἐπιθυμητάς, ὑπὸ θηλυκῶν ἀδικουμένους ἢ καὶ τούτων χάριν κρίσεις καὶ ταραχὰς καὶ χρεωστίας ὑπομένοντας.
- 1.22.16.1
Ἀφροδίτη καὶ Ἑρμῆς σύμφωνοι· εὐομίλους γὰρ καὶ ἐπιχαρεῖς ποιοῦσι φιλοφίλους τε καὶ φιληδόνους καὶ περὶ παιδείαν καὶ σωφροσύνην τὸν νοῦν ἔχοντας καὶ τιμὰς καὶ δωρεὰς λαμβάνοντας· τοῖς δὲ μετρίᾳ τύχῃ καθεστηκόσι λήψεις καὶ ἀγορασμοὺς καὶ συναλλαγὰς ἀποτελοῦσι καὶ ἔπαισχρον βίον μερίζουσιν· εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἀστάτους καὶ ἀδιαφόρους καὶ εὐμετανοήτους περὶ τὰς συμβολάς.
- 1.22.17.1
Ἑρμῆς καὶ Ἥλιος πολυφίλους καὶ ὑποκριτικοὺς ποιοῦσι, ποικίλους δὲ καὶ ἐγκρατεῖς καὶ δημοσίοις τόποις τὰς ἀναστροφὰς ἔχοντας, καθαρίους περισσόφρονας κριτικούς, καλῶν ἐραστάς, πολυΐστορας, μύστας θείων, εὐεργετικοὺς φιλοσυνήθεις αὐτάρκεις θρασυδείλους, γενναίως τά καταπίπτοντα φέροντας, δυσεπιτεύκτους καὶ ἀνωμάλους περὶ τὸν βίον, ὑψοταπεινώμασι γινομένους, οὐκ ἀπόρους, ἀναβιβάζοντας δὲ κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν.
- 1.22.18.1
Ἑρμῆς καὶ Σελήνη ἀγαθοὶ περὶ τὰς συστάσεις καὶ δόξας ἀρρενικῶν τε καὶ θηλυκῶν καὶ περὶ τὴν τοῦ λόγου καὶ παιδείας δύναμιν καὶ περὶ τὰς λοιπὰς ἐγχειρήσεις καὶ συναλλαγὰς κοινωνικοὺς καὶ μηχανικοὺς καὶ πολυπείρους καὶ περιέργους ἀποτελοῦσι καὶ ἀπὸ μειζόνων τελῶν προβιβαζομένους πολυκινήτους καὶ ἀνεπιμόνους ταῖς πράξεσιν ἢ ταῖς γνώμαις πρὸς μέλλον γενναίους πρὸς τὰ φαῦλε, ἀνωμάλους δὲ καὶ περὶ τὸν βίον.
- 1.22.19.1
Ἑρμῆς καὶ Ἄρης οὐκ ἀγαθοί, ἔχθρας κρίσεις ἐναντιώματα κακοτροπίας προδοσίας ἀποτελοῦντες ἀπό τε κρειττόνων ἢ ὑποτακτικῶν ἀδικουμένους· τινὰς μὲν οὖν ἀθλητικοὺς στρατιωτικοὺς ἢ καθηγεμόνας εὐεργετικοὺς περιέργους ποικίλως τὸν βίον περιερχομένους· γίνονται δὲ πλαστογραφίαις νοσφισμῶν ἁρπαγῆς συλήσεως χάριν, ἐγγύαις τε καὶ δάνεσι περιπίπτοντες περιβοησίας ἢ κρυβὰς ἀναδέχονται. ἐὰν δέ πως σχῆμα κακωθῇ, αἰτίαις γενόμενοι ἢ συνοχαῖς τῶν κτηθέντων ἀποβολὰς ἢ ἀφαιρέσεις ὑπομένουδιν.
- 1.22.20.1
Ἥλιος καὶ Σελήνη ἀγαθοί· συστάσεις γὰρ μειζόνων καὶ δόξας περιποιοῦσι κτήσεις τε θεμελίων καὶ κτημάτων καὶ χρημάτων καὶ κόσμου καὶ πρὸς τὰς ἐπιβολὰς τῶν πραγμάτων εὐεπιτεύκτους καὶ ἐπωφελεῖς. ἐὰν δὲ ἡ ὑπόστασις μεγάλη εὑρεθῇ, γίνονται ἀρχικοὶ πόλεων, πραγμάτων προῖστάμενοι, ὄχλων προεστῶτες, εὐφαντασιώτατοι δωρηματικοὶ ἡγεμονικοὶ τυραννικοὶ ἀνυπότακτοι βασιλικὸν σχῆμα κεκτημένοι ἢ ἀπὸ μετρίας τύχης ἀναβιβαζόμενοι καὶ εὐδαίμονες γινόμενοι μακαρίζονται· πλὴν ἀνεπίμονον ἀγαθὸν τοῖς τοιούτοις ὑπάρχει διὰ τῆς Σελήνης μειωτικὸν σχῆμα.
- 1.23.1.1
Κρόνος Ζεὺς καὶ Ἥλιος ἀνώμαλοι καὶ ἀβέβαιοι εἴς τε τὰς περικτήσεις καὶ τὰς φιλίας καὶ τὰς λοιπὰς τῶν πραγμάτων ἐπιβολάς· τῶν γὰρ περικτηθέντων ἀποβολὰς ποιοῦσι καὶ ἐπιφθόνοις αἰτίαις περιπίπτοντας, καὶ ἀδοκήτων ἢ νεκρικῶν ὠφελείας ἐνδειξάμενοι καὶ τῇ δόξῃ προσαυξήσαντες καθαιρέσεις ἢ αἰτίας ἀπεργάζονται αἰφνιδίους τε κινδύνους καὶ ἐπιβουλάς· ἀποτελοῦσι δὲ καὶ προστασίας ἢ ἐπιτροπάς ἀλλοτρίων πραγμάτων φορολογίας τε ἢ μισθώσεις, ὧν χάριν ἢ ταραχὰς ἢ κρίσεις ὑφίστανται, καὶ τὴν ὑπόστασιν ἀνώμαλον ἢ ἐπίφοβον κατασκευάζουσι.
- 1.23.2.1
Κρόνος Ζεὺς Σελήνη σύμφωνοι, δόξας καὶ ὠφελείας περιποιοῦντες καὶ συστάσεις μειζόνων καὶ δωρεάς· γίνονται δὲ ξενιτείαις καὶ ἐπὶ ξένης ἢ ἀπὸ ξένων τὰς τῶν πράξεων κατορθώσεις ποιοῦνται οὐ μόνον ἰδίων ἀλλὰ καὶ ἀλλοτρίων πραγμάτων· εὐεργετοῦνται δὲ καὶ ἀπὸ θηλυκῶν καὶ περικτήσει γενόμενοι θεμελίων λίων καὶ χωρῶν δεσπόζουσι· τινὲς μὲν οὖν καὶ ναύκληροι γενόμενοι τῷ βίῳ προσηύξησαν, ἢ ὅσα δἰ ὑγρῶν συνίστανται εταχειρισάμενοι διῳκονόμησαν τὸν βίον.
- 1.23.3.1
Κρόνος Ζεὺς Ἄρης συγκράσεις ἀγαθῶν ἀποτελοῦσι· τινὰς μὲν οὖν ἐνδόξους, ἀρχιερατικούς, ἡγεμονικούς, ἐπιτροπικούς, ὄχλων καὶ χωρῶν προεστῶτας ἢ στρατιωτικῶν πραγμάτων, κελεύοντας καὶ ἐνακουομένους, οὐ τοσοῦτον τῇ περὶ τὸν βίον φαντασίᾳ κεκοσμημένους, ἐναντιώμασι δὲ καὶ κατηγορίαις καὶ βιαίοις πράγμασι περικυλιομένους καὶ ἐπιφόβως διάγοντας. τινὰς δὲ καὶ τῇ περὶ τὸν βίον ὑπάρξει κεκοσμημένους καὶ κτημάτων καὶ θεμελίων δεσπόζοντας καὶ ἀπὸ νεκρικῶν ὠφελουμένους, περὶ δὲ τὴν δόξαν ἥττονας· ὅθεν παρὰ τὰς τοποθεσίας καὶ τὰς τῶν ζῳδίων ἐνεργείας τὰ πράγματα κριθήσεται.
- 1.23.4.1
Κρόνος Ζεὺς Ἀφροδίτη ἀγαθοὶ καὶ ὠφέλιμοι περὶ τὰς πράξεις, περικτητικοί, συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν ἀποτελοῦντες, καὶ φιλίας καὶ προβιβασμοὺς ἀπό τε νεκρῶν εὐεργεσίας, περὶ δὲ τάς συνηθείας ἐπιψόγους καὶ ἐπιρθόνους καὶ ἀνωμάλους περὶ συναρμογάς, ψύξεις κατὰ καιρὸν ὑπομένοντας καὶ ἔχθρας ἢ κρίσεις. πλὴν φιλοσυνήθεις καὶ εὐσυμβιώτους, καινοτέραις καὶ πολλαῖς ἡδομένους φιλίαις, εἰς δὲ τὸν περὶ τέκνων λόγον καὶ σωμάτων οὐ διὰ παντὸς εὐσταθοῦντας οὐδὲ ἀλύπως ὑπομένοντας.
- 1.23.5.1
Κρόνος Ζεὺς Ἑρμῆς συσχηματιζόμενοι πρακτικοὺς ἀποτελοῦσιν, οίκονομικούς, πιστούς, προεστῶτας ὄχλων, κελεύοντας καὶ ἐνακουομένους, χρημάτων χειριστὰς καὶ λόγων ἢ ψήφων διευθυντάς. οἱ δὲ τοιοῦτοι ἐλευθέριον καὶ ὑποκριτικὸν ἦθος κεκτημένοι ὅτε μὲν κακοῦργοι καὶ πανοῦργοι φαίνονται, ὅτε δὲ ἀγαθοὶ καὶ καλοί· ἀλλοτρίων ἐπιθυμηταὶ γενήσονται καὶ παραινέκται ἢ πλεονέκται, ὧν χάριν ταραχὰς ἢ κρίσεις ὑπομενοῦσιν καὶ χρεμωστίας καὶ περιβοησίας ὀχλικάς. ὅτε δὲ τῇ περὶ τὴν πρᾶξιν εὐημερίᾳ καὶ πίστει φερόμενοι ὠφελείας μὲν ἀναδέξονται καὶ ἀπὸ μειζόνων δωρεῶν καὶ τιμῶν καταξιωθέντες καὶ εὐμετάδοτον σχῆμα κτησάμενοι ἰδίους καὶ ἀλλοτρίους εὐεργετήσουσι, μυστηρίων δὲ καὶ ἀλλοτρίων πραγμάτων μεθέξουσι καὶ τὰ λοιπά περίεργοι ἐννοηματικοὶ ἔσονται εἰς ἀφέλειαν τὸν τρόπον ἐμφαίνοντες.
- 1.23.6.1
Κρόνος Ἄρης καὶ Ἥλιος βιαίων καὶ ἀλλοτρίων καὶ ἐπικινδένων πραγμάτων δηλωτικοί· θρασεῖς γὰρ καὶ ἁδρεπιβόλους περὶ τὰς πράξεις ἀποτελοῦσι, κακούργους ἀθέους, προδότας, ἀνυποτάκτους, μισοῖδίους, τῆς ἰδίας χωριζομένους μετὰ δὲ ἀλλοφύλων ἀναστρεφομένους, ἐπηρείαις καὶ κινδύνοις γινομένους, ἀπὸ ὕψους ἢ τετραπόδων πτώσεις ὑπομένοντας ἢ ἐμπρησμῶν φόβους, ἐπιμόχθους περὶ τὰς ἐγχειρήσεις, μὴ φυλάσσοντας τὰ περικτώμενα, ἀλλοτρίων ἐπιθυμητάς, ἐκ κακῶν πορίζοντας, ἐκτὸς εἰ μὴ στρατιωτικὸν ἢ ἀθλητικὸν σχῆμα τύχῃ· καὶ οὕτω μὲν ἐπίμοχθον, πλὴν οὐκ ἄπρακτον.
- 1.23.7.1
Κρόνος καὶ Ἄρης καὶ Σελήνη παραβόλους μὲν εἰς τὰς ἐπιβολὰς τῶν πράξεων καὶ γενναίους ἀποτελοῦσι, δυσεπιτεύκτους δὲ περὶ τὰς πράξεις καὶ ἐναντιώμασι περιτρεπομένους καὶ βιαίοις πράγμασι. γίνονται γὰρ βίαιοι, φιλέρημοι, κακοῦργοι, ἅρπαγες, τρόπον λῃστρικὸν ἔχοντες, ἔν τε ἀπολογίαις ἢ κρίσεσι περιπίπτοντες, συνοχῶν δὲ καὶ καταιτιασμῶν πεῖραν λαμβάνοντες, εί μή πως φιλοπάλαιστρος ἢ φίλοπλος ἡ γένεσις τύχοι, ἵνα διὰ τῆς κατοχῆς ταύτης τῆς συνοχῆς σχῆμα πληροφορηθῇ· τινὲς μὲν οὖν καὶ ἐπισινεῖς ἢ ἐμπαθεῖς γενόμενοι βίαιον τέλος ἐρέξουσι.
- 1.23.8.1
Κρόνος Ἄρης Ἀφροδίτη περὶ μὲν τάς πράξεις καὶ τὰς φιλίας ἢ συναλλαγὰς κατ᾿ ἀρχάς εἰσιν ἐπιτήδειοι, ὠρελείας δόξας καὶ συστάσεις ἀποτελοῦντες· ὑστέρου δὲ ἐπιτάραχοι καὶ ἐπίδικοι καθίστανται διά τινας ἀντιζηλίας καὶ προδοσίας, ὧν χάριν καταιτιασμοὺς μὲν ποιοῦνται καὶ ἔχθρας πρός τε ἀρρενικὰ καὶ θηλυκὰ πρόσωπα ὑπομένουσι καὶ ψόγοις ἐπαίσχροις ἢ μοιχείαις περιτρέπονται καὶ περιβοησίας καὶ δειγματισμοὺς ἀναδέχονται· τινὲς μὲν οὖν ἀθεμίτοις μίξεσι καὶ ἀδιαφόροις ἀνεπιστρεπτοῦσι, συνίστορες δὲ ἢ ἐπίβολοι κακουργιῶν ἤ φαρμακειῶν γινόμενοι φόβον οὐ τὸν τυχόντα ὑπομενοῦσιν.
- 1.23.9.1
Κρόνος Ἄρης Ἑρμῆς κακουργίας καὶ δόλους ἀποτελοῦσι κρίσεις τε καὶ ταραξάς, γραπτῶν ἢ μυστικῶν χάριν πραγμάτων ἐγγύαις τε ἢ δανείσεσι περιτραπέντες ἀγῶνας οὐ τοὺς τυχόντας ὑπομένουσι καὶ καθαιρέσεις. ἄλλως τε δριμεῖς καὶ εὐσυνέτους περὶ τὰς πράξεις ἀποτελοῦσι, ποικίλως τὸν βίον διερχομένους καὶ ὑπό τινων κακολογουμένους διά τινας βιαίους ἢ παρανόμους πράξεις· ἔσθ᾿ ὅτε μὲν οὖν καὶ πράξεων ἐπιμόχθων ἢ ἐπικινδύνων ἐντὸς γινομένοι καὶ ἐνδείαις περιπίπτοντες τὴν ἰδίαν μέμφονται τύχην καὶ εἰς θεοὺς βλασφημοῦσιν ἢ ἐπίορκοι καὶ ἄθεοι καθίστανται. ἐὰν δὲ καὶ ἀνοικείως πέσωσιν οἱ ἀστέρες, καὶ καταιτιασμοὺς καὶ συνοχὰς ποιοῦσιν. ἐὰν δὲ χρηματιστικοῖς τόποις ἢ ἰδίοις τύχωσι, τοὺς ὑπὲρ ἑτέρων ἀγῶνας ἀναδεχόμενοι τῶν πλείστων καθυπερτερήσουσιν ἢ καὶ ἀπὸ λόγων ἢ ψήφων ἢ στρατειῶν ὠφεληθέντες τῷ βίῳ προσαυξήσουσι.
- 1.23.10.1
Κρόνος Ἀῤροδίτη Ἥλιος συστάσεων μεγάλων καὶ τιμῶν καὶ πράξεων δηλωτικοί, δόξης τε καὶ προφανείας καὶ προστασίας ὀχλικῆς αἴτιοι· ἀπαράμονοι δὲ πρός τε τὴν κτῆσιν καὶ πρὸς τὰ λοιπὰ ὑπάρχουσιν καὶ εἰς ἀνωμαλίας περιτρέπουσι καὶ τὰς φιλίας διαλύουσιν καὶ τοῦ βίου μειώσεις ἀπεργάζονται καὶ δειγματισμοὺς ἢ ζημίας ἕνεκεν θηλυκῶν προσώπμων, μυστικῶν τε πραγμάτων προδοσίας, περὶ δὲ τὰς μίξεις καὶ τὰς συνουσίας ἀστάτους καὶ ἀδιαφόρους.
- 1.23.11.1
Κρόνος Ἀφροδίτη Σελἡνη ἀνωμαλίας καὶ ἀστασίας βίου ἐπάγουσι καὶ μάλιστα εἰς τὸν περὶ γυναικὸς καὶ μητρὸς καὶ τέκνων τόπον. κακοηθείας γὰρ καὶ ἀχαριστίας ἐπιφέρουσι, ἔτι δὲ ἀντιζηλίας καὶ στάσεις, χωρισμούς, ψόγους, δειγματισμούς, ἀθεμίτους μίξεις· περὶ δὲ τὰς πράξεις οὐκ ἀπόρους, εὐεπινοήτους δὲ καὶ περικτήσει γινομένους, ἀπὸ νεκρικῶν ὠφελουμένους, πλὴν οὐ φυλάσσοντας, ἐπιβουλευομένους δὲ ὑπὸ πολλῶν ἢ καὶ αὐτοὺς συνίστορας κακουργίας ἢ φαρμακείας, παραινέτας δὲ γυναικῶν.
- 1.23.12.1
Κρόνος Ἀφροδίτη Ἑρμῆς συνετούς, νοεροὺς καὶ περὶ τὰς τῶν πράξεων ἀφορμὰς εὐφυεῖς καὶ εὐεπιβόλους ἀποτελοῦσιν, ἀπαραμόνους δὲ καὶ ψύχοντας τὰς πρώτας πράξεις καὶ ἑτέρων ἐπιθυμητάς, πολυΐστορας, περιέργους, ποικίλους, ἰατρικούς, ἡδομένους τῇ καινότητι καὶ μεταβολῇ καὶ ξενιτείᾳ. ἐὰν δὲ τούτων οὕτως ὄντων σχῆμα κακωθῇ ἢ καὶ ἐπιθεωρήσῃ Ἄρης, ἕνεκεν φαρμακειῶν ἢ θηλυκῶν προσώπων ἢ θανατικῶν προφάσεων ταραχαῖς καὶ κρίσεσι περιπίπτουσιν ἢ καὶ ἐκ γυναικῶν ὑπομείναντες ἀδικίας μείωσιν βίου καὶ κακωτικὰς αἰτίας ἀναδέχονται. καθόλου εἰς τὸν περὶ γυναικὸς τόπον καὶ τέκνων καὶ σωμάτων ἀβέβαιοι καὶ ἐπίλυποι γενήσονται.
- 1.23.13.1
Ζεὺς Ἥλιος Σελήνη ἐνδόξους, λαμπρούς, πολυγνώστους ἀποτελοῦσι, δημοσίων πολιτικῶν βασιλικῶν πραγμάτων προεστῶτας, ἡγεμονικούς, στραταρχικούς, ἀνυποτάκτους, τυράννους, ἐπιφθόνους δὲ καὶ κακολογουμένους καὶ ὑπό τινων προδιδομένους, μισοῖδίους, εὐμετανοήτους, ποικίλους καὶ ἀστάτους ταῖς γνώμαις, ὑψαύχενας, ὑπὲρ ἑαυτοὺς φρονοῦντας καὶ ὑψοταπεινώμασι γινομένους, τῇ δὲ περὶ τὸν βίον φαντασίᾳ συγκεκοσμημένους, οὐ μέντοι μέχρι τέλους ταῖς εὐδαιμονίαις ἐπιμένοντας, σφαλλομένους δὲ ἔν τισιν ἤ καὶ τέλος ὀδυνηρὸν ἔχοντας.
- 1.23.14.1
Ζεὺς Ἄρης Ἥλιος ἐπιταράχους καὶ ἐπικινδύνους δηλοῦσι, θερμοτέρους δὲ καὶ εὐεπιτεύκτους εἰς τὰς ἐπιβολάς τῶν πράξεων καὶ δόξης μετέχοντας, στρατιωτικοὺς ἡγεμονικούς, δημοσίων πραγμάτων προεστῶτας, ἐπισφαλεῖς διὰ ἐπακολουθεῖν φθόνους μειζόνων, ἀπειλάς, προδοσίας, οἰκείων ἐπιβουλάς, καταιτιασμούς. ἔνιοι μὲν γὰρ καὶ τῇ τῶν μειζόνων τύχη προαγμγῇ ἀπὸ μετρίας τύχης ἀναβιβασθέντες τῷ βίῳ καθῃρέθησαν.
- 1.23.15.1
Ζεὺς Ἄρης Σελἡνη εὐεπιβόλους, θρασεῖς, δημοσίους. πολυφίλους, προβιβασμοῖς γινομένους καὶ ἀπὸ μικρᾶς τύχης ὑψουμένους καὶ πίστεως καταξιουμένους, στρατιωτικούς, ἀθλητικούς, ἐνδόξους, ἡγεμονικούς, ὄχλων καὶ τδπων προεστῶτας, τιμῶν καὶ ὀψωνίων μεταλαμβάνοντας ἢ ἱερωσύνης, ἐναντιώμασι δὲ καὶ κατηγορίαις περιπίπτοντας καὶ προδιδομένους ὑπὸ ἰδίων ἢ θηλυκῶν προσώπων καὶ τῶν περικτηθέντων μείωσιν ὑπομένοντας καὶ ὑστέρου περικτωμένους ἀπὸ μυστικῶν ἀπροσδοκήτων πραγμάτων.
- 1.23.16.1
Ζεὺς Ἄρης Ἑρμῆς πρακτικούς, θερμούς, κεκινημένους ἀποτελοῦσιν, δημοσίοις τόποις στρατιωτικοῖς τάγμασιν ὀψωνίων μεταλαμβάνοντας ἢ βασιλικὰ ἢ πολιτικὰ πράσσοντας, ἀνωμάλους δὲ περὶ τὸν βίον καὶ τῶν περικτωμένων ἀναλωτάς, εὐνοήτους καὶ εὐπίστους οἰκονόμους, ῥᾳδίως τὰ ἁμαρτήματα διορθοῦντας καὶ τάς αὑτῶν αἰτίας ἑτέροις ἐπιφέροντας, κακολογουμένους δὲ καὶ ἐναντιώμασι περιπίπτοντας. τινὰς μὲν οὖν ἀθλητικούς, στεφηφόρους ἢ καὶ ἀσκητὰς σωμάτων, πολυΐστορας, φιλεκδημητὰς ἢ ἐπὶ ξένης πορίζοντας, τῶν δὲ ἰδίων ἀστοχοῦντας.
- 1.23.17.1
Ζεὺς Ἄρης Ἀφροδίτη πολυφίλους μὲν καὶ φιλοσυνήθεις ἀποτελοῦσι, συστάσεών τε μειζόνων καὶ ὠφελειῶν καταξιουμένους, προκοπαῖς γινομένους, ὑπὸ γυναικῶν προδιβαζομένους· τινὰς μὲν οὖν ἀρχιερατικούς, στεφηφόρους, ἀθλητικοὺς ἢ ἱερῶν προεστῶτας. ὄχλων ἡδοναῖς ἐξυπηρετουμένους καὶ κατά καιρὸν ἀστάτως καὶ ἀνωμάλως διάγοντας, ἐπιψόγους δὲ καὶ ἀδιαφόρους περὶ τὰς συνελεύσεις, δειγματισμοὺς προδοσίας ὑπομένοντας, εἴς τε τὸν περὶ τέκνων καὶ σωμάτων τόπον λυπουμένους, καινοτέραις ἐπιπλοκαῖς ἡδομένους, χωρισμούς τε γυναικῶν ὑπομένοντας.
- 1.23.18.1
Ζεὺς Ἑρμῆς Ἥλιος πρὸς μὲν τὰς ἐπιβολὰς τῶν πράξεων εὐκατορθώτους καὶ πολυφίλους ἀποτελοῦσι, πίστεων, τιμῶν, οἰκονομιῶν καταξιουμένους συστάσεών τε μειζόνων καὶ προκοπῶν ἢ ἀπὸ μικρᾶς τύχης ἀναβιβαζομένους καὶ συγκοσμουμένους, πρὸς δὲ τὰς περικτήσεις ἀπαραμόνους καὶ εὐαλώτους ἢ ἐνδεεῖς κατά τινας χρόνους γινομένους καὶ μυστικῶς πολλὰ διαπρασσομένους· οὐκ ἀβίους δὲ ἀλλ᾿ ἀδοκήτων καὶ μειζόνων ὠφελουμένους.
- 1.23.19.1
Ζεὺς Ἑρμῆς Σελήνη ἀγαθοὺς περικτητικοὺς καὶ εἰς τὰς πράξεις εὐεπιβόλους, συλλεκτικοὺς δωρεῶν καὶ πίστεων μεταλαμβάνοντας,: μυστικούς, συνετούς, λογικούς, κτημάτων παραθηκῶν φύλακας, ἀπὸ λόγων καὶ ψήφων ἀναγομένους, δανειστικούς, φορολόγους, μισθωτάς, πολυφίλους, πολυγνώστους, ἐπιτροπικούς, διοικητὰς πραγμάτων, εὐμεταδότους· τινὰς μὲν οὖν ἀθλητικούς, στεφηφόρους, τιμῶν εἰκόνων ἀνδριάντων καταξιουμένους. ἐὰν δέ πως καὶ χρηματιστικοῖς τόποις τύχωσι, θησαυρῶν εὑρετὰς καὶ ναῶν, ἱερῶν ἐπιστάτας ποιοῦσιν, ἀνακτίσουσί τε καὶ καταφυτεύσουσι καὶ τόπους συγκοσμήσαντες ἀειμνήστου φήμης τεύξονται.
- 1.23.20.1
Ζεὺς Ἑρμῆς Ἀφροδίτη ἀγαθοί, περίκτησιν βίου καὶ εὐημερίας πράξεων ἀποτελοῦντες· γίνονται δὲ συνετοί, ἁπλοῖ, εὐμετάδοτοι, ἡδεῖς, φιλοσυμβίωτοι, εὐφραντικοί, παιδείας καὶ μουσικῆς μέτοχοι, καθάριοι, εὐπρεπεῖς, τιμῆς καὶ δόξης καταξιούμενοι, μετὰ μειζόνων ἀναστρεφόμενοι καὶ πίστεων καὶ οἰκονομιῶν μεταλαμβάνοντες, συγκοσμούμενοι τῷ βίῳ, φιλοτρόφοι τε καὶ φιλασκηταὶ ὄντες, σωμάτων κυριεύουσι καὶ τέκνων μοίραις ἀνατρέφουσί τινας καὶ εὐεργετοῦσι καὶ ἀπὸ θεῶν τὰ μέλλοντα προγινώσκουσι φιλόθεοι ὑπάρχοντες, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ τέκνων τόπον ἄστατοι ἢ ἐπίλυποι γενήσονται.
- 1.23.21.1
Ζεὺς Ἀφροδίτη Ἥλιος εὐφαντασιώτους μὲν καὶ ἐπιδόξους ποιήσουσι, μικρολόγους δὲ καὶ ἀνωμάλους ταῖς γνώμαις, ὑψαύχενας, ὅτε μὲν παρεκτικούς καὶ εὐεργετικούς, εύμετανοήτους δέ, ὅτε δὲ ταῖς ἑτέρων δόξαις καὶ περικτήσεσιν ἐπαιρομένους καὶ ἀπὸ μικρᾶς τύχης ἀναβιβαζομένους. γίνονται δὲ καὶ ἀρχιερεῖς, στεφρφόροι, ἀρχικοί, ἡγεμονικοί, δημοσίων πραγμάτων προεστῶτες καὶ ὄχλων ἀφηγούμενοι, τιμῶν ἢ δωρεῶν καταξιοῦνται καὶ τῷ βίῳ συγκοσμοῦνται, περὶ δὲ τὰς συνελεύσεις ἀθέμιτοι ἢ ἐπίψογοι γενήσονται. ἐὰν δέ πως ἀνατολικοὶ ἢ χρηματιστικοῖς τόποις τύχωσι, καὶ ἐπὶ γυναικὶ καὶ τέκνοις εὐφρανθήσονται.
- 1.23.22.1
Ζεὺς Ἀφροδίτη Σελήνη πρακτικοὺς ἐνδόξους ἀποτελοῦσιν, ἀρχιερατικούς, στεφηφόρους, ἱερῶν καὶ ναῶν προεστῶτας, δωρηματικοὺς φιλοδόξους, ὄχλων ἡδοναῖς ἐξυπηρετοῦντας, πόλεών τε ἢ χωρῶν, πίστεις ἀναδεχομένους καὶ τιμῶν καταξιουμένους καὶ εὐφημουμένους καὶ ἀντιζηλουμένους ἀπό τε οἰκείων καὶ φιλικῶν προσώπων, ἔχθρας καὶ ἀντικαταστάσεις ὑπομένοντας, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ συνηθείας τόπον ἀστάτους καὶ φιλονείκους, μετὰ ζηλοτυπιῶν καὶ χμωρισμῶν καὶ ἀνάγκης διάγοντας, μετεώρους· ἐσθ᾿ ὅτε μὲν οὖν καὶ συγγενέσι συνέρχονται καὶ οὐδὲ οὕτως ἀτάραχον τὴν συνοίκησιν διαφυλάσσουσιν μετουσίαις γινομένους· τὴν μἐντοι περὶ τὸν βίον οὐσίαν εὐφαντασίωτοι γενήσονται, οὐ τοσοῦτον ἀληθείας ἀνάμεστοι ὅσον πλάνης.
- 1.23.23.1
Ἀφροδίτη Ἥλιος Σελήνη ἐνδόξους μὲν καὶ πρακτικοὺς ἀποτελοῦσιν, φαντασίαις γινομένους, κακοήθεις δὲ καὶ ἐπιψόγους, ὑπὸ τῶν πλείστων διαβαλλομένους καὶ φθονουμένους ὑπὸ κειζόνων καὶ φιλικῶν προσώπων, προκοπῇ δὲ καὶ κτήσει γινομένους καὶ τῇ τύχῃ ὑψουμένους, ἀνωμάλους δὲ εἰς τὸν περὶ γυναικὸς καὶ τέκνων λόγον· ἄλλως δὲ φιλόφιλοι, ξενιτείαις γινόμενοι καὶ ἐπὶ ξένης εὐτυχοῦντες.
- 1.23.24.1
Ἀφροδίτη Ἄρης Σελήνη οὐκ ἀπόρους μὲν οὐδὲ ἀπράκτους ποιοῦσι, ποικίλους δὲ καὶ ἀστάτους ταῖς γνώμαις, μεγαλοψύχους, ἀκρίτως ἀναλίσκοντας καὶ μὴ ἐπιτιθέντας τέλος τοῖς πράγμασι, ἁδρεπιβόλους, καταφρονητάς, πλανήτας, θρασεῖς, δημοσίους, στρατιωτικούς, ἀδιαφόρους ταῖς χρήσεσιν ἐπί τε ἀρρενικῶν καὶ θηλυκῶν, κακολογουμένους δὲ καὶ ἐπηρείαις καὶ κρίσεσι γινομένους καὶ τὰς φιλίας εἰς ἔχθρας μετατιθέντας διὰ τὰς τῶν πανούργων ἀφορμάς, τῷ δὲ βίῳ σφαλλομένους.
- 1.23.25.1
Ἑρμῆς Ἥλιος Σελήνη σεμνούς, καθαρίους, εὐυποκρίτους, οἰκονομικούς, πίστεων ἢ τάξεων μεταλαμβάνοντας, εὐεργετικούς, μυστηρίων μετόχους, κατορθωτάς πραγμάτων, πλείστην φαντασίαν τῆς ὑπάρξεως κεκτημένους· γίνονται δὲ καὶ σωματοφύλακες, εἰσαγγελεῖς, ἐπάνω χρημάτων γραμμάτων ψήφων τεταγμένοι· τῶν δὲ τοιούτων καὶ ὁ λόγος ἐπισχύσει πρὸς συμβουλίαν ἢ διδαχήν.
- 1.23.26.1
Ἑρμῆς Ἥλιος Ἀφροδίτη πολυμαθεῖς, πολυπείρους, ἀγαθούς, τεχνῶν καὶ ἐπιστημῶν προηγουμένους καὶ πίστεων καὶ τάξεων καταξιουμένους, εὐμετανοήτους τοῖς διαπρασσομένοις, κατὰ καιρὸν ἀνωμαλοῦντας, πολυκινήτους δὲ ἢ ταῖς καινοποιΐαις τῶν πράξεων ἡδομένους, πολυφίλους, πολυγνώστους, καὶ ἀπὸ μειζόνων προκοπῇ γινομένους καὶ τῷ βίῳ καὶ τῇ δόξῃ συγκοσμουμένους, ἐπιψόγους δέ.
- 1.23.27.1
Ἑρμῆς Σελήνη Ἀφροδίτη ἀγαθούς, εὐσυμβιώτους, ἁπλοῦς, μεταδοτικούς, φιλογέλωτας, πολιτικούς, παιδείας ἢ ῥυθμῶν μετόχους, μηχανικούς, πολυπείρους, κοσμίους, καθαρίους, εὐφυεῖς, μυστικῶν πραγμάτων συνίστορας, ὑπηρετικούς, ζηλουμένους καὶ φθονουμένους, ἀνωμάλους δὲ περὶ τὸν βίον καὶ ἀδιαφόρους περὶ τὰς τῶν γυναικῶν καὶ ἀνδρῶν ἐπιμιξίας, εὐπόρους δὲ καὶ υλλεκτικούς. Ἑρμῆς Ἄρης Ἀφροδίτη συσχηματιζόμενοι ὠφελείας καὶ δόξας καὶ πράξεις ἀποτελοῦσι, περί τε τὰς δόσεις καὶ λήψεις καὶ τὰς λοιπὰς ἐγχειρήσεις εὐεπιβόλους καὶ οἰκονομικούς, πανούργους δὲ καὶ πολυπείρους, ἀπὸ γραμμάτων ἢ ἀσκήσεων ἀναγομένους· ἐπιψόγους, πολυαναλώτους, εὐμεταδότους, ἐγγύαις καὶ δάνεσι περικυλιομένους καὶ ἀδικοῦντας, νοσφιστὰς χρημάτων ἀλλοτρίων, παραινέτας ἐπιχαρίτως διαψευδομένους, εὐπόρους δὲ καὶ βασκάνους, εὐμετανοήτους τοῖς διαπρασσομένοις.
- 1.23.28.1
Ἄρης Ἥλιος Σελήνη θρασεῖς, ἐπάνδρους, τολμηρούς, πρακτικοὺς ἀποτελοῦσι· γίνονται γὰρ ἀθλητικοὶ καὶ στρατιωτικοί, ἀρχικοὶ ἡγεμονικοί, ἀπὸ βιαίων πραγμάτων καὶ ἐπιφθόνων πορίζοντες καὶ ἐπιμόχθων τεχνῶν ἢ σκληρουργίας, ἐναντιώμασι δὲ καὶ ἐπικινδύνοις πράγμασι περιτρεπόμενοι καὶ μειζόνων ἔχθραις καὶ αἰτίαις γίνονται, ἐκτὸς εἰ μή πως ἀγαθοποιοὶ συσχηματισθέντες ἀκαθαίρετον τὴν ὑπόστασιν φυλάξωσιν.
- 1.23.29.1
Ἄρης Ἥλιος Ἀφροδίτη πολυφίλους καὶ πολυγνώστους ἀποτελοῦσι, συστάσεων καὶ τιμῶν καταξιουμένους, εὐπόρους φιλοσυνήθεις ἐπιψόγους καὶ πολυθρυλλήτους, ἀνεπιμόνους δὲ ταῖς φιλίαις καὶ ἀστάτους ταῖς πράξεσι, πολλῶν ἐπιθυμητάς, πολυδαπάνους, κακωτὰς γυναικῶν, εὐεπηρεάστους, ἐναντιώμασι καὶ ἔχθραις περιτρεπομένους διά τινας τοῦ λογισμοῦ ἀκρισίας.
- 1.23.30.1
Ἄρης Ἥλιος Ἑρμῆς πολυπείρους, ἐπινοηματικοὺς περὶ τὰς τῶν πράξεων ἀφορμὰς ἀποτελοῦσι, πολυμερίμνους δὲ καὶ δυσεπιτεύκτους πρὸς τὰς τῶν λογισμῶν ἐπιθυμίας, ἀπροσδοκήτως δὲ περιγινομένους· ὅθεν οἱ τοιοῦτοι ἀνώμαλοι ταῖς γνώμαις γίνονται, τολμηροί, πρακτικοί, ὀξύθυμοι, πρὸς τοὺς ἐχθροὺς φερόμενοι, αἰτίας δὲ κακωτικὰς αὐτοῖς ἢ βλάβας ἐπεισάγοντες μετανοοῦσι· ἔσθ᾿ ὅτε δὲ δειλὸν καὶ εὐκαταφρόνητον ἦθος ἀναλαμβά ηοντες, ἐγκρατεῖς καὶ ὑποκριτικοὶ καὶ ἥττονες πρὸς οὕς οὐκ ἐχρῆν καθίστανται, ἀνωμάλως δὲ περὶ τὰ πλεῖστα τοῦ βίου διάγοντες καὶ ὑποχείριοι γινόμενοι τὴν ἰδίαν μέμψονται τύχην.
- 1.23.31.1
Ἄρης Σελήνη Ἑρμῆς ἐντρεχεῖς μηχανικούς, ῥᾳδίως περὶ τὰς πράξεις ὁρμωμένους καὶ πολυκινήτους, μετά τάχους πράττειν θέλοντας, περιέργους, ἀποκρύρων μύστας καὶ ἀπορρήτων συνίστορας πραγμάτων, κακωτάς, βιαίους, ἀνυποτάκτους, ἀλλοτρίων ἐπιθυμητάς, αἰτίαις καὶ βλάβαις περιπίπτοντας κρίσεσί τε καὶ ἐπικινδύνοις πράγμασι, γραπτῶν τε καὶ ἀργυρικῶν χάριν ταραχάς ὑπομένοντας, πλὴν εὐποροῦντας καὶ πολυδαπάνους ἀποτελοῦσι, τῷ δὲ βίῳ ἀστοχοῦντας.
- 1.23.32.1
Καὶ ταῦτα μὲν ὡς πρὸς μονοειδεῖς διαστολὰς καὶ καθολικὰς προεθέμεθα. συνεπικιρναμένων δὲ καὶ ἑτέρων συγκράσεων ἤτοι κατὰ παρουσίαν ἢ κατά συμμαρτυρίαν κατὰ τὴν τοῦ ἀστέρος φύσιν καὶ τοπικὴν διάγνωσιν ἐναλλοιωθήσεται καὶ ἡ τῶν πραγμάτων δύναμις. οὐκ ἠβουλήθην γὰρ ἐπὶ πολὺ καὶ πολυμερῶς τάς συγκράσεις συγγράφειν διὰ καὶ τοὺς παλαιοὺς περὶ τούτων προτεταχέναι· εὐσύνοπτος οὖν ὁ τρόπος κριθήσεται τοῖς γε νοῦν ἔχουσιν ἐκ τῆς ἑκάστου ἀστέρος καὶ ζῳδίου φυσικῆς ἐνεργείας· πρέκειται δὲ τῷδε τῷ συντάγματι, ὅθεν συγκρίνειν δεήσει τοῦ ἀστέρος τὴν τοποθεσίαν ὅπως ἐσχημάτισται, ἤτοι ἐπίκεντρος, ἢ ἐνατολικοῦ, κλήρου, ὡροσκόπου, τριγώνου κύριος· ὁμοίως δὲ καὶ τὰ ζῴδια οἷς τετεύχασιν, τοι οἰκεῖα ἢ ἰδίας αἱρέσεως, ὑπὸ τίνων δὲ μαρτυρούμενοι· οὕτως γὰρ βέβαια τὰ ἀποτελέσματα ἀποφαίνεται· ἐὰν δὲ ἀχρηματίστοις τόποις καὶ ζῳδίοις ἀνοικείοις ἐκπέσωσιν καὶ παῤ αἵρεσιν, ἥττονα καὶ τὰ τῆς πράξεως καὶ τὰ τῆς τύχης γενήσεται.
- 1.24.1.1
Τούτων οὕτως ἐχόντων λεκτέον καὶ περὶ τῆς σπορᾶς, παρέντας τὴν πλοκὴν καὶ τὸν φθόνον θεμένους. τριῶν ὅρων ὑπαρχόντων, ἐλαχίστου τε καὶ μέσου καὶ μεγίστου, ἡ ἑκάστου ὑπεροχἡ ἐστι μοιρῶν ιε΄· ἃς ἐὰν προσθῶμεν ἢ ἀρέλωμεν ἑκάστου ὅρου, ὁ ἕτερος ἔσται καταληπτός· καὶ ὁ μὲν ἐλάχιστός ἐστιν ἡμερῶν σνη΄, ὃς ἀποδειχθήσεται μετὰ τὴν δυτικὴν μοῖραν, τουτέστιν ἐν τῇ ἐπικαταδύσει τῆς Σελήνης οὔσης, ὁ δὲ μέσος σογ΄, ὃς πρόδηλός ἐστιν τῷ ὡροσκόπῳ τῆς Σελήνης οὔσης, ὁ δὲ μέγιστος σπη΄, ὃς πρόδηλός ἐστι τῆς Σελήνης οὔσης τῇ δύσει. τὰς γὰρ ιε΄ μοίρας τῆς ὑπεροχῆς ἐὰν μετρήσωμεν εἰς τὸ ἡμισφαίριον, ὅ ἐστιν ἀπὸ ὡροσκόπου ἐπὶ δύσιν, εὑρίσκομεν ἑκάστου ζῳδίου ἐπιβαλλούσας μοίρας β΄ ἥμισυ. ἔστω οὖν ὡροσκοπεῖν Καρκίνον, δύνειν δὲ Αἰγόκερων· ἐὰν εὑρεθῇ ἡ Σελήνη ὑπὲρ τὸ τῆς δύσεως κέντρον, ἔσται ἡ σπόρα σνή΄· ἐὰν δὲ Ὑδροχόῳ, σξ΄ ἥμισυ· ἐὰν δὲ Ἰχθύσι, διακοσίων ξγ΄ ἐὰν δὲ Κριῷ. σξε΄ ἥμισυ· ἐὰν δὲ Ταύρῳ, σξη΄· ἐὰν δὲ Δσιδύμοις, σο΄ ἥμισυ· ἐὰν δὲ Καρκίνῳ τῷ ὡροσκόπῳ, σογ΄· ἐὰν δὲ Λέοντι, σοε΄ ἥμισυ· ἐὰν δὲ Παρθένῳ, σοη΄· ἐὰν δὲ Ζυγῷ, σπ΄ ἥμισυ· ἐὰν δὲ Σκορπίῳ, σπγ΄ ἐὰν δὲ Τοξότῃ, σμε΄ ἥμισυ· ἐὰν δὲ Αἰγόκερῳ, σπη΄.
- 1.24.2.1
Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτους η΄ Νέρωνος Μεσορὶ Ϛ΄ εἰς τὴν ζ΄ ὥρα ια΄, Σελήνη Ζυγῷ, ὡροσκόπος Καρκίνῳ. ἐπεὶ οὖν ἡ Σελήνη τῷ κέντρῳ εὑρέθη, ἐξετράπη ἡ γένεσις δἰ ἡμερῶν σπ΄ καὶ ὡρῶν ιβ΄. ταύτας οὖν ἀφαιρεῖν δεήσει ἀπὸ τῶν τοῦ ἐνιαυτοῦ τξε΄ δ΄ ἡμερῶν, λοιπαὶ πδ΄ ὧραι ιβ΄ τὰς οὖν πδ΄ ἐὰν προσθῶμεν τῇ τοῦ Μεσορὶ Ϛ΄, ἔσται Φαωρὶ κ΄ζ΄ ὥραι κγ΄, ἥτις ἔσται ἡ σποριμὴ ἡμέρα. καὶ πάλιν ἀπὸ τῆς κζ΄ τοῦ Φαωρὶ ἐὰν λάβωμεν ἕως Μεσορὶ Ϛ΄, ἔσονται σπ΄. ὑποδείξομεν δὲ καὶ διὰ πολλῶν μὲν αἱρέσεων, εἰς μίαν δὲ ὁδὸν εὐθεῖαν φερουσῶν. προτεθείσης γενέσεως ἐπιγνῶμεν, διὰ πόσων ἡμερῶν ἐξετράπη· ἐὰν ἡ Σελήνη εὑρεθῇ τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, λογισάμενος τὰς ἀπὸ τῆς δυτικῆς μοίρας ἕως τῆς Σεληνιακῆς καὶ ἑκάστης τριακοντάδος ἀναλαβὼν ἀνὰ β΄ U+2220΄ ἡμέρας ταύτας πρόσθες τῷ ἐλαχίστῳ ὅρῳ ταῖς σνη΄ καὶ τοσούτων ἡμερῶν εὑρήσεις τὴν σποράν· ἃς ἀναποδίσας ἀπὸ τῆς γεννητικῆς εἰς τὴν καταλήγουσαν εὑρήσεις τὴν σπορίμην ἡμέραν. εἰ δὲ ἄλλως θέλεις, ἀπὸ τῆς Σεληνιακῆς μοίρας ἕως τῆς ὡροσκοπούσης μοίρας καὶ ἑκάστης τριακοντάδος λογισάμενος ἀνὰ β΄ U+2220΄ ἡμέρας ταύτας ἀφαίρει ἀπὸ τοῦ μέσου ὅρου τῶν σογ΄· καὶ τοσούτων ἔσται ἡ σπορά. ὁμοίως δὲ καὶ ἐὰν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ εὑρεθῇ ἡ Σελήνη, ἀπὸ τῆς ὡροσκοπούσης μοίρας λογισάμενος ἕως τῆς Σεληνιακῆς καὶ ἐκκρούσας ἑκάστης τριακοντάδος β΄ U+2220΄ ἡμέρας καὶ συγκεφαλαιώσας πρόσθες τῷ μέσῳ ὅρῳ ταῖς σογ΄· κπὶ τοσούτων ἔσται ἡ σπορά. ἀπὸ δὲ τῆς Σεληνιακῆς λαβὼν ἕως τῆς δυτικῆς καὶ ἐπιγνούς, πόσαι ἡμέραι συνάγονται, πρὸς τὴν ποσότητα ἐκ τῶν ἐκκρουσθεισῶν τριακοντάδων β΄ U+2220΄ ἡμέρας ἀφαίρει ἐκ τῶν σπη΄· καὶ τοσούτων ἔσται ἡ σπορά.
- 1.24.3.1
Ἔστω δὲ πάλιν ἐπὶ ὑποδείγματος, ἵνα σαφέστερον οἱ ἐντυγχάνοντες τὴν ἐπίγνωσιν λαμβάνωσιν, Ἀδριανοῦ ἔτος ι΄ Μεχὶρ ιγ΄ εἰς τὴν ιδ΄ ἡμέρας ὥρα α΄· Σελήνη Σκορπίῳ μοίρᾳ ζ΄, ὡροσκόπος Παρθένῳ μοίρᾳ ζ΄· ἐπεὶ ἡ Σελήνη εὑρέθη τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, λαμβάνω ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς σεληηιακῆς μοίρας ζ΄· γίνονται ξ΄ ἑκάστης δὲ τριακοντάδος ἀνὰ β΄ U+2220΄ λογίζομαι· γίνονται ε΄· καὶ ταύτας προστίθημι τῷ μέσῳ ὅρῳ ταῖς σογ΄ γίνονται σοη΄ τοσούτων ἡ σπορά. ἀναποδίζω οὖν τὰς σπη΄ ἀπὸ U+2220΄ τῆς γεννητικῆς ὥρας· καταλήγει ἡ σπορίμη ἡμέρα εἰς Παχὼν ια΄. ἢ πάλιν τὰς τοῦ διαστήματος ἡμέρας ε΄ ἀφαιρῶ ἐκ τῶν ??β΄· λοιπὰ πζ΄ ἐπεὶ γὰρ ὁ μέσος σογ΄, λοιπαὶ ἐκ τῶν τξε΄ ἡμερῶν 𝔮β΄. τὰς οὖν πζ΄ ἐὰν προσθῶμεν τῇ τοῦ Μεχὶρ ιδ΄ καὶ ἀπολύσωμεν ἀπὸ τῆς γεννηματικῆς ὥρας, καταλήξει εἰς τὸν Παχὼν ια΄. ἐὰν δὲ ἀπὸ τῆς σεληνιακῆς μοίρας ἕως τῆς δυτικῆς U+2220΄ τουτέστιν Ἰχθύων μοίρας ζ΄ λογίσῃ, συνάγονται ρκ΄· ἑκάστου τριακονταμοιρίου β΄ U+2220΄ ἡμέρας λαμβάνοντες γίνονται ἡμέραι ι΄· ταύτας ἐὰν ἀφέλω ἀπὸ τοῦ μεγίστου ὅρου τῶν σπη΄, λοιπαὶ σοη΄ ταύτας ἀναδραμὼν ἀπὸ τῆς γεννηματικῆς ὥρας ψηφίσας τὴν Σελὴνην εὑρήσεις ἐπὶ τοῦ κατὰ ἐκτροπὴν ὡροσκόπου.
- 1.24.4.1
Ἐὰν δὲ τῷ ὑπεργείῳ ἡμισφαιρίῳ ἡ Σελήνη εὑρεθῇ, λαβὼν ἀπὸ αὐτῆς τὸ μοιρικὸν διάστημα ἕως τῆς ὡροσκοπούσης μοίρας καὶ ἑκάστης τριακοντάδος ἐκκρούσας ἀνὰ β΄ U+2220΄ καὶ ἐπιγνούς, πόσαι ἡμέραι συνάγονται, καὶ ἐὰν μὲν θέλῃς ταῖς 𝔮β΄ προσθεῖναι καὶ ἀπολῦσαι ἀπὸ τῆς γεννηματικῆς ὥρας κατὰ ἐξῆς, ὅπου ἂν καταλήξῃ, ἐκεῖ εὑρήσεις τὴν σπορίμην ἡμέραν. καὶ πάλιν ἀπὸ τῆς αὐτῆς τῆς εὑρεθείσης ἡμέρας ἕως τῆς γεννηματικῆς κατὰ τὸ ἑξῆς λογισάμενος ἐπιγνώσῃ τὸ τῶν ἡμερῶν πλῆθος. ἐὰν δὲ τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ εὑρεθῇ ἡ Σελήνη καὶ λογίσῃ ἀπὸ τῆς ὡροσκοπούσης ὥρας ἕως τῆς σεληνιακῆς καὶ τοῦ διαστήματος τὴν. ἡμέραν ἐπιγνοὺς ἑκάστῃ τριακοντάδι β΄ U+2220΄ ἡμέρας ἀπονέμεις· ταύτας ἄφελε ἀπὸ τῶν 𝒢β΄ καὶ τὰς λοιπὰς πρόσθες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ ἀπόλυε ἀπὸ αὐτῆς κατὰ τὸ ἑξῆς· κἀκεῖ ἔσται ἡ σπορίμη ἡμέρα· ἣν προσθεὶς τῷ ὅρῳ ταῖς σογ΄ ἀναπόδιζε ἀπὸ τῆς γενεσιακῆς ὥρας.
- 1.24.5.1
Ἔστω δὲ καὶ ἐπὶ ἑτέρου ὑποδείγματος ἔτους ιζ΄ Τραῖανοῦ Μεσορὶ β΄ ὥρα ἡμέρας ια΄ U+2220΄. Ἥλιος Λέοντι μοίραις ε΄, Σελήνη Ζυγῷ ιη΄, ὡροσκόπος Αἰγόκερῳ κδ΄. ἐπεὶ οὖν ἡ Σελήνη τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ εὑρέθη, λαμβάνω ἀπὸ τῆς αὐτῆς ἕως τῆς ὡροσκοπούσης μοίρας· γίνονται 𝔮Ϛ΄ ἔγγιστα· ἑκάστου τριακονταμοίρου ἀνὰ β΄. U+2220΄ λαμβάνω καὶ γίνονται ἡμέραι ζ΄ U+2220΄· ταύτας προστιθῶ ταῖς 𝔮β΄· γίνονται ἡμέραι 𝔮θ΄ U+2220΄. ἀπολύω ἀπὸ τῆς γενεσιακῆς ἡμέρας κατὰ τὸ ἑξῆς ταύτας· καταλήγει εἰς τὴν τοῦ Ἀθὺρ Ϛ΄. πάλιν ἀπὸ τῆς Ϛ΄ τοῦ Ἀθὺρ ἕως τῶν γενεσίων κατὰ τὸ ἑξῆς· συνάγονται ἡμέραι σξϚ΄· τούτων ἦν ἡ σπορά. ἐὰν δὲ μὴ θέλω ταῖς 𝔮β΄ προσθεῖναι τὰς ζ΄, ἀφαιρῶ αὐτὰς ἐκ τῶν σογ΄· καὶ λοιπαὶ ἔσονται διακόσιαι ἑξήκοντα ἕξ· ταύτας ἀναποδίσας ἀπὸ τῆς γενεσιακῆς ἡμέρας καὶ ψηφίσας τὸν Ἥλιον εὗρον τῷ ὡροσκόπῳ Αἰγόκερῳ.
- 1.24.6.1
Τὴν ὥραν τῆς σπορᾶς ἡ κατὰ γένεσιν Σελήνη δηλώσει, καθ᾿ οὗ ζῴου τέτευχεν. ὅσαι δ᾿ ἂν ὦσι μοῖραι τῆς κατ᾿ ἐκτροπὴν Σελήνης, τοσαύτας ἔχει ὁ ὡροσκόπος τῆς σπορᾶς. ἕτεροι δὲ τὰς γεννηματικὰς ὥρας διπλασιάσαντες λογίζονται ὡροσκόπῳ καὶ πάλιν τοῦ κατ᾿ ἐκτροπὴν Ἡλίου λαβόντες τὸ δ΄ κἀκείνου τὸ προηγούμενον τρίγωνον ὡροσκόπον τῆς σπορᾶς ἡγοῦνται. ὅθεν κατὰ τὴν προκειμένην αἵρεσιν καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων ζητήσαντες οὐ παραμφοδίσομεν. οὗτος δὲ ἔστω ἀναγκαστικὸς καὶ μυστικὸς τρόπος εἰς τὴν μέλλουσαν ὑφ᾿ ἡμῶν ἀγωγὴν ἐπιλύεσθαι.
- 1.25.1.1
Ὑποτάξομεν δὲ καὶ ἄλλως, πότερον πλήρη τίς χρόνον διέμεινεν τῇ γαστρὶ ἢ τὸν ἐλάσσονα, ὅπως τε οἱ ἀφανισμοὶ καὶ τὰ ἐκτρώματα γίνονται καὶ δυστοκίαι καὶ νεκρώσεις ἥ τε τῶν ἑπταμηνιαίων γέννα. ἐστι δὲ ἡ εὕρεσις οὕτως.
- 1.25.2.1
Λαμβάνω πάντοτε τὸν πρὸ τῆς γενέσεως ἐνιαυτὸν καὶ τὸν μῆνα τὸν γεννητικὸν καὶ τὴν ἡμέραν, καὶ ψηφίζω τὴν Σελήνην· καὶ ἐπιγνούς, ποίῳ ζῳδίῳ εὑρέθη, σημειοῦμαι. ὁμοίως καὶ μετὰ τὸν γεννητικὸν τοῦ δευτέρου ἐνιαυτοῦ λαβὼν καὶ τὸν μῆνα καὶ τήν ἡμέραν καὶ ψηφίζω πάλιν τὴν Σελήνην καὶ εὑρὼν συγκρίνω τῷ πρώτῳ ἔτει. καὶ ἐὰν μὲν εὕρω ἀμφοτέροις τοῖς ἔτεσι τὴν Σελήνην κατὰ τὸ τρίγωνον τῆς κατὰ γένεσιν Σελήνης, ἀποφαίνομαι τελείαν εἶναι τὴν σποράν ἐὰν δ᾿ τοῖς δύο ἔτεσιν εὑρεθῶσιν αἱ Σελῆναι κατὰ τετράγωνον πρὸς τὴν κατά γένεσιν, τῆς ἐλαχίστης σπορᾶς ἐφέξει τὸν χρόνον ὁ γεννώμενος, τουτέστιν ἐντὸς σνη΄. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου ἔτους Σελήνη τρίγωνος εὑρεθῇ, ή δὲ τοῦ δευτέρου τετράγωνος, ἐντὸς σξθ΄ ἔχει τῆς γαστρὸς τοὺς χρόνους. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου κατὰ τετράγωνον, ἡ δὲ τοῦ δευτέρου κατὰ τρίγωνον, καὶ αὐτὸς σξθ΄ ἡμερῶν ἔχει χρόνον. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου κατὰ τετράγωνον, ἡ δὲ τοῦ δευτέρου ἀπόστροφος, ἔσται ἄτροφον. ἐὰν δέ πως τοῖς δυσὶ χρόνοις αἱ Σελῆναι εὑρεθῶσιν ἀσύνδετοι πρὸς τὴν τῆς γενέσεως Σελήνην, νεκρὸν ἔσται τῇ γαστρὶ ἢ ἐμβρυοτομηθήσεται καὶ τῇ μητρὶ κίνδυνον ἐπάξει. ἐὰν δὲ καὶ ἐκ τοῦ διαμέτρου εὑρεθῶσιν αἱ τῶν δύο ἐτῶν Σελῆναι σύμφμνοι, ἔσται ἑπταμηνιαῖον. ἐὰν δέ πως ἡ μὲν τοῦ πρώτου ἔτους κατὰ διάμετρον, ἡ δὲ τοῦ δευτέρου κατὰ τρίγωνον ἤτοι τοῦ ὡροσκόπου ἤ αὐτῆς, ἑπταμηνιαῖον ἔσται· τὸ δ᾿ αὐτὸ ἔσται, καὶ ἐὰν τετράγμωνος εὑρεθῇ. καὶ ἐὰν ἡ μὲν τοῦ πρώτου τετραγώνῳ, ἡ δὲ τοῦ δευτέρου διαμέτρῳ, ἑπταμηνιαῖον ἔσται. τὸ δ᾿ ὅμοιον καὶ ὁ Ἥλιος ἀποτελεῖ διαμετρήσας τὸ ζῴδιον, ᾧ ἡ σύνοδος ἐγένετο.
- 1.25.3.1
Τοῦτον τὸν τόπον οἱ παλαιοὶ μυστικῶς καὶ σκοτεινῶς διέγραψαν, ἡμεῖς δὲ τηλαυγέστερον.
- 2.pr.1.1
Περὶ μὲν οὖν προτρεπτικῶν καὶ διδασκαλικῶν λόγων τῷ πρώτῳ συντάγματι ἐδηλώσαμεν καὶ περὶ συγκρατικῆς ἀποτελεσματογραφίας, οὐ τοσοῦτον τῇ περὶ τὸν λόγον κακοζηλίᾳ ἐνεχθέντες, ὅσον τῇ περὶ τὴν ἐμπειρίαν ἐνεργείᾳ. νυνὶ δὲ ἀκολούθως περὶ καθολικῶν ὑποστάσεων καὶ διαφοράς τόπων ὑποτάξομεν.
- 2.1.1.1
Τοῦ ζῳδιακοῦ κύκλου κατὰ διαφοράν καὶ οἰκειότητα τεταγμένου εὕρομεν αἱρέσεις δύο, Ἡλίου τε καὶ Σελήνης, ἡμερινὴν καὶ νυκτερινήν. ὁ μὲν γὰρ Ἥλιος πυρώδης ὑπάρχμων προσῳκειώθη Κριῷ Λέοντι Τοξότῃ, ὅπερ αὐτοῦ τρίγωνον προσωνομάσθη ἡμερινόν· ἔστι δὲ καὶ αὐτὸ φύσει πυρῶδες. Δία δὲ καὶ Κρόνον τῇ ἰδίᾳ αἱρέσει προσηρμόσατο συνεργοὺς καὶ φύλακας τῶν ὑπ᾿ αὐτοῦ τελουμένων, τὸν μὲν Δία ἀντίμιμον ἑαυτοῦ καὶ διάδοχον τῆς βασιλείας ἀγαθῶν αἱρέτην καὶ δόξης τε καὶ ζωῆς δοτῆρα, τὸν δὲ Κρόνον ὑπουργὸν κακίας καὶ ἐναντιωμάτων καὶ χρόνων ἀφαιρέτην. ἐστι μὲν οὖν τοῦ προκειμένου τριγώνου ἡμέρας μὲν δεσπότης Ἥλιος, νυκτὸς δὲ κατὰ διαδοχὴν ὁ τοῦ Διός, ἀμφοτέροις δὲ Κρόνος συνεργεῖ.
- 2.1.2.1
Ἑξῆς δὲ τοῦ ἑπομένου τριγώνου γεώδους ὑπάρχοντος Ταύρου Παρθένου Αἰγόκερω Σελήνη περίγειος οὖσα τὴν οἰκοδεσποτείαν ἐκληρώσατο. ἔσχε δὲ συναιρετιστὰς Ἀφροδίτην καὶ Ἄρεα, Ἀφροδίτην μὲν εἰκότως εἰς τὸ εὐεργετεῖν καὶ δόξας καὶ χρόνους μερίζειν, Ἄρεα δὲ εἰς τὸ παραβλάπτειν τὰς γενέσεις. ὅθεν ἐπὶ μὲν νυκτὸς ἔσχεν τὴν προστασίαν ἡ Σελήνη, δευτέρῳ δὲ τόπῳ Ἀφροδίτη, τρίτῳ δὲ Ἀρης· ἐπὶ δὲ τῶν ἡμερινῶν προηγήσεται Ἀφροδίτη, συνεργήσει δευτέρῳ τόπῳ ἡ Σελήνη, τρίτῳ Ἄρης.
- 2.1.3.1
Ἑξῆς δὲ Διδύμων Ζυγοῦ Ὑδροχόου τριγώνου ἀερώδους δεσπόσει ἡμέρας Κρόνος, συνεργήσει δὲ δευτέρῳ τόπῳ Ἑρμῆς, τρίτῳ Ζεύς· νυκτὸς δὲ ὁ τοῦ Ἑρμοῦ προηγήσεται καὶ δευτέρῳ τόπῳ ὁ τοῦ Κρόνου καὶ τρίτῳ ὁ τοῦ Διός.
- 2.1.4.1
Ἑξῆς ὁμοίως Καρκίνου Σκορπίου Ἰχθύων τριγώνου ὑδατώδους ὁ τοῦ Ἄρεως τὴν οἰκοδεσποτίαν νυκτὸς ἐφέξει καὶ δευτέρῳ τόπῳ Ἀφροδίτη καὶ τρίτῳ Σελήνη· ἡμέρας δὲ ὁ τῆς Ἀφροδίτης προηγήσεται, μεθ᾿ ἣν ὁ τοῦ Ἄρεως καὶ τρίτη Σελήνη. — Ὁ μέντοι Ἑρμῆς κοινὸς ὑπάρχων ἐξαιρέτως ταῖς δυσὶν αἱρέσεσιν ἐξυπηρετεῖ πρός τε τὸ ἀγαθὸν ἢ φαῦλον καὶ πρὸς τὴν οἰκειότητα καὶ σχηματογραφίαν ἑκάστου ἀστέρος.
- 2.2.1.1
Τὴν δὲ τῶν προκειμένων τριγώνων διαίρεσιν καὶ εὐδαιμονίαν ἢ μετριότητα πρὸς τὴν ἑκάστου γένεσιν ὁρῶν δηλώσεις. ἐπὶ μὲν γὰρ τῶν ἡμέρας γεννωμένων σκοπεῖν δεήσει τὸν Ἥλιον, ἐν ποίῳ τριγώνῳ ὑπάρχει, καὶ τὸν καθ᾿ ὑπεροχὴν τούτου οἰκοδεσπότην καὶ τὸν τούτου συνεργόν, πότερόν ποτε ἐπίκεντρος ἢ ἐπαναφερόμενος ἢ ἀποκεκλικώς, ἀνατολικὸς ἢ δυτικός, ἢ ἐν οἰκείοις ζῳδίοις καὶ ὑπὸ τίνων μαριυρεῖται, ἀγαθοποιῶν ἢ κακοποιῶν καὶ οὕτως τὰς ἀποφάσεις ποιεῖσθαι. ἐὰν γὰρ ὡροσκοπῇ ἢ μεσουρανῇ ἢ καὶ ἐπί τινος ἑτέρου τῶν χρηματιστικῶν ζῳδίων τύχῃ, εὐτυχεῖς καὶ λαμπρὰς τὰς γενέσεις προδηλοῦσιν· ἐὰν δὲ ἐν ταῖς ἐπαναφοραῖς, μέσας· ἐν δὲ τοῖς ἀποκλίμασι ταπεινὰς καὶ δυστυχεῖς. χρὴ δὲ καὶ αὐτὸν τὸν Ἡλιον προσβλέπειν, ὅπως τέτευχε καὶ ὑπὸ τίνων μαρτυρεῖται.
- 2.2.2.1
Ἐπὶ δὲ τῶν νυκτὸς γεννωμένων τὴν Σελήνην ὁμοίως σκοπεῖν δεήσει καὶ τὸν καθ᾿ ὑπεροχὴν τοῦ τριγώνου οἰκοδεσπότην καὶ τὸν τούτου ἐπίκοινον ὅπως ἐθχημάτισται, καθὼς πρόκειται.
- 2.2.3.1
Ἐὰν μὲν γὰρ ὁ καθ᾿ ὑπεροχὴν οἰκοδεσπότης τῶν καλῶν κειμένων ἡμέρας ἢ νυκτὸς παραπέσῃ, δ δὲ κατὰ διαδοχὴν ἐπίκεντρος ἢ καλῶς σχηματιζόμενος ὑπάρχῃ, ὁ γεννώμενος ἐν πρώτοις χρόνοις ἀνωμαλίσας ἕως τῆς ἀναφορᾶς τοῦ ζῳδίου ἢ τῆς τοῦ χρόνου κυκλικῆς ἀποκαταστάσεως ἐξ ὑστέρου ἔμπρακτος ἔσται, πλὴν ἄστατος καὶ ἐπίφοβος διάξει. ἐὰν δὲ ὁ προηγούμενος οἰκοδεσπότης καλῶς πέση, ὁ δὲ ἑπόμενος κακῶς, τοῖς πρώτοις καλῶς ἐξενεχθεὶς ἐξ ὑστέρου καθαιρεθήσεται ἀπὸ τοῦ τῆς ἀναφοράς τοῦ ζῳδίου χρόνου, ἐν ᾧ ὁ ἑπόμενος οἰκοδεσπότης παρέπεσεν. ἀκριδέστερον μὲν οὖν περὶ τῆς διακρίσεως τῶν χρόνων ἐν δέοντι καιρῷ δηλώσομεν. ἐὰν δ᾿ ἀμφότεροι καλῶς πέσωσι, τὰ τῆς εὐτυχίας παραμενεῖ καὶ ἔνδοξα γενήσεται, ἐκτὸς εἰ μὴ κακοποιὸς ἐναντιωθῇ ἢ καθυπερτερήσῃ μετατρέψει τὰ τῆς γενέσεως πράγματα. πᾶς δὲ ἀστὴρ οἰκοδεσποτήσας καὶ ἐν ἀποκλίσει ὑπάρχων ἐναντίος γενήσεται καὶ παραιρέτης· ἑτέροις γὰρ ὑποτασσομένους ποιεῖ, ἀνωμαλοῦντας ἢ δόξης καθαιρουμένους, σίνεσι καὶ πάθεσι καὶ καταιτιασμοῖς περιπίπτοντας ἢ ἐνδεεῖς τῷ βίῳ.
- 2.2.4.1
Ἐὰν οὖν ἐπὶ τῶν ἡμέρας γεννωμένων εὑρεθῇ ὁ Ἥλιος Κριῷ Λέοντι Τοξότῃ, βέλτιον μὲν αὐτὸν ἐπίκεντρον εἶναι. εἰ δὲ ἐπὶ τῶν ἐπαναφορῶν καὶ τοὺς τούτου συναιρετιστάς ὁμοίως Ἄρεος μὴ ἐναντιουμένου ἢ τετραγωνίζοντος, εὐτυχίας προδήλως ὁ τόπος κριθήσεται. ἐὰν δὲ ὦσιν ἐναλλάξ, τἀναντία γενήσεται. ἐὰν δὲ Ταύρῳ Παρθένῳ Αἰγόκερῳ εὑρεθῇ ὁ Ἥλιος ἡμέρας, ζητεῖν δεήσει πρώτῳ τόπῳ τὸν τῆς Ἀφροδίτης καὶ ἐκ δευτέρου τῆς Σελήνης καὶ ἐκ τοῦ τρίτου Ἄρεα πῶς σχηματίζονται καὶ ὑπὸ τίνων μαρτυροῦνται. ὁμοίως καὶ ἐν τῷ ἑπομένῳ τριγώνῳ Διδύμοις Ζυγῷ Ὑδροχόῳ τοῦ Ἡλίου εὑρεθέντος ἡμέρας προσβλέπειν τόν τε τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ καὶ τὸν τοῦ Διός. τὸ δ᾿ αὐτὸ καὶ ἐπὶ τοῦ Καρκίνου Σκορπίου Ἰχθύων ἡμέρας Ἡλίου ἐπόντος τὸν τῆς Ἀφροδίτης ταὶ τὸν τοῦ Ἄρεος προσβλέπειν καὶ τὸν τῆς Σελήνης εἰ ἔγκεντροι, καὶ οὕτως διακρίνοντας ἀποφαίνεσθαι. τῷ δ᾿ αὐτῷ λόγῳ καὶ νυκτὸς τὴν Σελήνην χρὴ προσβλέπειν.
- 2.2.5.1
Βέλτιον μὲν οὖν τοὺς ἡμερινοὺς ἐν ἰδίοις τριγώνοις ἐπικέντρους ἢ ἐν χρηματιστικοῖς τόποις εὑρίσκεσθαι καὶ τοὺς νυκτερινοὺς ὁμοίως· ἐὰν δὲ ἐν ἀλλοτρίοις τριγώνοις ἢ παῤ αἵρεσιν, ἥττονα τὶ τῆς εὐδαιμονίας καὶ ἐπὶ φόβοις γενήσεται. τῶν οἰκοδεσποτῶν καὶ τῶν συνεργῶν παραπεπτωκότων σκοπεῖν δεήσει τὸν κλῆρον τῆς τύχης καὶ τὸν τούτου οἰκοδεσπότην. ἐὰν γὰρ ἐπίκεντροι καὶ ἐπαναφερόμενοι εὑρεθῶσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι, εὐτυχίας καὶ δόξης μέρος ἕξει ὁ γεννώμενος, ἀνωμαλίας δὲ κατὰ καιρὸν καὶ ἐναντιώματα ὑπομένων· πλὴν οὐκ ἀπορήσει. ἐὰν δὲ καὶ οὗτοι κακῶς πέσωσι, μέτρια καὶ σκληρότατα τὰ πράγματα κριθήσεται· δυσεπίτευκτοι γὰρ εἰς τὰς ἐπιβολάς, ἐνδεεῖς, κατάχρεοι, εἰς τὰ θεῖα βλασφημοῦντες. ἐὰν δὲ καὶ ὑπὸ κακοποιῶν μαρτυρηθῶσιν, ἐπίμοχθοι ἀλῆται αἰχμάλωτοι ὑποτακτικοὶ κακόβιοι ἐπισινεῖς ἐπικίνδυνοι. ἐὰν δέ πως τοῦ τε κλήρου καὶ τοῦ οἰκοδεσπότου κακῶς πεπτωκότων ἀγαθοποιοὶ ἐπιμαρτυρήσωσιν, ἐλεούμενοι διαζῶσιν ἢ ὑπὸ ἑτέρων προσλαμβανόμενοι κοσμίως κατά τινα χρόνον διανύουσιν ἢ πράξεων ἢ πίστεων ἢ δωρεῶν μεταλαμβὰνοντες· πλὴν οὐκ ἀταράχως οὐδὲ ἀμέμπτως τὸν βίον διάξουσιν.
- 2.2.6.1
Παντὸς οὖν οἰκοδεσπότου προσβλέπειν δεήσει τὰς μαρτυρίας καὶ τῶν σχηματισμῶν τὰς διαθέσεις, ἤτοι οἰκεῖαι ἢ καὶ ἐναντίαι ὑπάρχουσιν. ἐὰν γάρ πως ἐπὶ τῶν νυκτὸς γεννωμένων εὑρεθῇ ὁ τοῦ Κρόνου κατὰ διάμετρον ἢ τετράγωνον στάσιν, ἐναντιώματα καὶ καθαιρέσεις κινδύνους τε καὶ σίνη καὶ πάθη ἀποτελεῖ καὶ νωθροὺς περὶ τὰς ἐπιβολάς. ἐπὶ δὲ τῶν ἡμέρας ὁ τοῦ Ἄρεος θερμοὺς παραβόλους ἐπισφαλεῖς τοῖς πράγμασι καὶ τῷ βίῳ· γίνονται γὰρ ἐν συνοχῇ κρίσεσιν ἐπηρείαις τομαῖς καύσεσιν αἱμαγμοῖς πτώσεσιν. οἰκείως δὲ σχηματισθέντες καὶ ἰδίᾳ αἱρέσει πρακτικοὶ τυγχάνουσιν· ὅθεν οὐ πάντοτε κακοποιοὶ κριθήσονται, ἀλλὰ καὶ ἀγαθῶν δοτῆρες· καὶ μάλιστα ὅταν ὁ Κρόνος ἡμέρας λόγον ἔχων πρὸς τὴν οἰκοδεσποτίαν καλῶς τυχὼν ὑπὸ Διὸς καὶ Ἡλίου μαρτυρούμενος πολυκτήμονας ἐνδόξους ἀποτελεῖ, ἐκ θανατικῶν εὐεργετουμένους, θεμελίων σωμάτων κυρίους, ἐπιτρόπους ἀλλοτρίων πραγμάτων προεστῶτας. νυκτὸς δὲ καλῶς σχηματισθεὶς καὶ λόγον ἔχων οἰκοδεσποτίας παρεκτικὸς τῶν προκειμένων γενήσεται, τῶν δὲ περικτηθέντων ἀποβολὴ καὶ δόξης καθαίρεσις ἢ ἀτιμία γενήσεται. τὸ δ᾿ ὅμοιον καὶ ἐπὶ τοῦ Ἄρεος νοείσθωνυκτὸς γὰρ ἡγεμονίας ἢ στρατηγίας καὶ δημοσίων τάξεις ὀχλικὰς ἐπιτρέπει, ἡμέρας δὲ τοῖς χρηματιστικοῖς τόποις ὑπάρχων τὰ μὲν προκείμενα ἀποτελεῖ, ἐναντιώμασι δὲ καὶ φόβοις καὶ ἀντιλογίαις περιτρέπει καὶ τὰς ἡγεμονίας στασιώδεις καὶ ἐμφόβους· ἐπάγει γὰρ πολεμίων ἐφόδους πολλῶν καὶ ὄχλων ἐπαναστάσεις, λοιμὸν καὶ λιμὸν ἐπὶ πόλεων καὶ ἐπιφορὰς ἐμπρησμοὺς ἐπικινδύνους αἰτίας.
- 2.2.7.1
Ὁμοίως καὶ οἱ ἀγαθοποιοὶ κακοποιῶν τρόπον ἐρέξουσιν, ἐπὰν οἰκοδεσποτοῦντες κακῶς πέσωσιν. ἐὰν δὲ καὶ ἐπίκεντροι τύχωσι τοῦ οἰκοδεσπότου ἀποκεκλικότος, ἐξασθενήσουσιν ἐν τῷ ἀγαθόν τι παρασχεῖν. ἐπὶ παντὸς εἴδους σκοπεῖν δεήσει τὸν οἰκοδεσπότην τοῦ οἰκοδεσπότου, ὅπως ἔτυχε καὶ ὑπὸ τίνων μαρτυρεῖται. ἐὰν γὰρ καὶ ὁ καθολικὸς οἰκοδεσπότης παραπέσῃ, ὁ δὲ τούτου κύριος καλῶς σχηματισθῇ ἕξει βοήθειαν ὁ γεννώμενος καὶ ὑπόστασιν βίου καὶ δόξης κατὰ τὴν τοῦ ἀστέρος τοποθεσίαν.
- 2.3.1.1
Ἀκριβέστερον δὲ βουλόμενος τὸν περὶ εὐδαιμονίας τόπον βεβαιῶσαι ἐπάνειμι εἰς τὸν κλῆρον τῆς τύχης ὄντα ἀναγκαιότατον καὶ δυναστικὸν τόπον, καθὼς καὶ ὁ βασιλεὺς ἐναρχόμενος ἐν τῇ ιγ΄ βίβλῳ μυστικῶς ἐδήλωσε λέγων· εἶτ᾿ ἐχομένως δεήσει τοῖς ἡμέρας γεννωμένοις σαφῶς ἀριθμεῖν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην, ἔμπαλιν δὲ ἀφ᾿ ὡροσκόπου ἰσότητα τάσσειν καὶ τὸν ἀποβάντα τόπον συνορᾶν, οὕτινος τέτευχεν ἀστέρος καὶ τίς ἢ τίνες ἐπὶ τύτου πρόσεισι, τά τε τετράγωνα ἢ τρίγωνα παντάπασιν ὡς κατηστέρηται. ἐκ γὰρ τῆσδε τῆς τῶν τόπων συγγνώσεως πρόδηλα κρινεῖς τῶν γεννωμένων τὰ πράγματα. ὁμοίως δὲ καὶ ὁ Πετόσιρις ἐν τοῖς ὅροις ἐδήλωσε τὸν τόπον, ἄλλοι δ᾿ ἄλλως διαλαμβάνουσιν, δν καὶ ἡμεῖς ἐκθησόμεθα ἐν δέοντι καιρῷ καὶ ἄλλας ἀγωγὰς δηλούσας εἰς τὸν περὶ εὐδαιμονίας λόγον. νυνὶ δὲ περὶ τοῦ προκειμένου λεκτέον.
- 2.4.1.1
Κρόνος τὴν ὥραν λαχὼν ἢ τὸν κλῆρον οἰκοδεσποτήσας μὴ ἐναντιουμένου τοῦ Ἀρεως· ὁ τοιοῦτος εὐδαιμονήσει περὶ τῆς ὑπὸ Κρόνου μεριζομένης πράξεως· ἐὰν δὲ ὑπὸ Διὸς μαρτυρηθῇ, διπλασίονα· ἐὰν δὲ Ἀφροδίτης, διὰ γυναικὸς ἢ ἀσπέρμου· ἐὰν δὲ ὁ τοῦ Ἄρεως αὐτῷ συνῇ ἢ ἐναντιωθῇ, ὁ τοιοῦτος ἐν ταραχαῖς καὶ ἐναντιώμασιν ἔσται· ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ αὐτῷ συνωροσκοπήσῃ. ὁ τοιοῦτος ταῖς ἀκοαῖς παραποδισθήσεται. Ζεὺς τὴν ὥραν ἢ τὸν κλῆρον ὡροσκοπήσας εὐτυχεῖς ἄγαν ἀπὸ νεότητος ἀποτελεῖ· ἐὰν δὲ Ἄρης παρῇ ἢ ὁμόκεντρος ἢ τρίγωνος, ἐν λαμπραῖς στρατείαις προκόψει καὶ βίου περίκτησιν οἴσει· ἐὰν δὲ καὶ Κρόνος προσγένηται, ἐν ὑπεροχαῖς γίνονται· εἰ δὲ καὶ Ἀφροδίτη, ἔτι μᾶλλον· ἐὰν δὲ καὶ Ἑρμῆς, ἐν λήψεσι καὶ δόσεσι γίνονται. Ἀρης λαχὼν τὴν ὥραν ἢ τὸν κλῆρον ὡροσκοπῶν ποιεῖ ὅρμησιν ἐπὶ στρατείαν ἐὰν δὲ καὶ Ζεὺς μαρτυρήσῃ, ἐν ἀξίᾳ προκόψει· ἐὰν δὲ καὶ Ἀφροδίτη, ἐν ἀξίαις οὐ ταῖς τυχούσαις γίνονται· ἐὰν δὲ καὶ Ερμῆς συμπαρῇ, μόνος παρακαταθήκην λαβὼν ἀρνήσεται· ἐὰν δὲ καὶ Ζεύς, ἀπὸ πολλῶν πολλὰ περικτήσεται, μετὰ δὲ τὸν θάνατον εἰς βασιλικὰ χωρήσει. Ἀφροδίτη τὴν ὥραν ἢ τὸν κλῆρον λαχοῦσα μεγάλα ἀγαθὰ σημαίνει καὶ μεγαλοδόξους ποιεῖ· ἐὰν δὲ συμπαρῇ Ἑρμῆς, μουσικοὺς ποιεῖ· τούτων οὕτως ἐχόντων Κρόνος διαμετρήσας αὐτοὺς ἢ καθυπερτερήσας ἐστέρησε τῶν ὑπαρχόντων. Ἑρμῆς τὴν ὥραν λαχὼν ἢ τὸν κλῆρον ὡροσκοπήσας ποιεῖ εὐτυχεῖς· ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς συμπροσγένηται ἢ τετραγωνίσῃ, κριτηρίων καὶ πόλεων ἀρχὰς ἕξουσιν· ἐὰν δὲ καὶ ὁ τοῦ Κρόνου τοῖσδε συμπροσγένηται, διπλασίονας τάς τε ἀρχὰς καὶ τιμάς καὶ τὰ ἀγαθὰ καὶ τὰς προκοπάς. Ἥλιος κληρωσάμενος τὴν ὥραν ἢ τὴν τύχην ὡροσκοπήσας, ἐὰν συμπαρῇ καὶ ὁ τοῦ Διὸς ἢ μαρτυρήσῃ τετράγωνος, ὁ γεννώμενος εὐτυχὴς ἔσται. ἐὰν δὲ καὶ ὁ τοῦ Ἑρμοῦ συμπαρῇ αὐτῷ, διὰ λόγων προκόψει· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως συμπαρῇ ἢ τετραγωνίσῃ σὺν τῷ τοῦ Διός, μέγας ἔσται καὶ κυριεύσει ζωῆς καὶ θανάτου. εἰ δὲ τούτων οὕτως ἐχόντων Κρόνος τετραγωνίσῃ ἢ διαμετρήσῃ, ἐν συμπτώμασι καὶ ζημίαις περιπεσοῦνται. Σελήνη κληρωσαμένη τὴν ὥραν ἢ τὸν κλῆρον τῆς τύχης μεγάλους ποιεῖ, μάλιστα δὲ ἐν ἰδίῳ τριγώνῳ· ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης συνῇ ἢ τετράγωνος τύχῃ, τιμῆς μεγάλης καταξιωθήσεται· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως σὺν τῇ Σελήνη τύχῃ, ζωῆς καὶ θανάτου κυριεύσει· ἐὰν δὲ ὁ τοῦ Κρόνου, πολλῶν χωρῶν ἡγήσεται· ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς συμπαρῇ ἢ τετραγωνίσῃ, βασιλεῖς μεγάλοι ἔσονται· εἰ δὲ τούτων ἀπόντων ὁ τοῦ Ἄρμοῦ σὺν Σελήνῃ σχηματισθῇ, ἀπὸ λόγων καὶ ἐντρεχείας αἱ προκοπαὶ ἔσονται· ἐὰν δὲ ταὶ ὁ τοῦ Ἀρεως συμπροσγένηται ἢ τετραγωνίσῃ, τυράννους μεγιστᾶνας ποιεῖ· ἐὰν δὲ διαμετρήσῃ ὁ Ἀρης τὴν Σελήνην ἐκτὸς τῶν ἀγαθοποιῶν, ἐκθέσιμα ποιεῖ· ἐὰν δὲ τῷ Ἄρει ἀγαθοποιὸς συμταρῇ, ἐκτεθέντα τραφήσεται. δὲ ὅμοιον κἂν τετράγωνος φανῇ ἢ ταὶ καθυπερτερῶν εὑρεθῇ, ἐν πλάναις ἢ ἀπαγωγαῖς ἢ καὶ ἀνωμαλίαις περιβάλλει· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης τετραγωνίσῃ κατὰ κέντρον, ἀδικοῦνται ὑπὸ γυναικῶν. ἐὰν δὲ Κρόνος συμπαρῇ ἐν ἀσελγεῖ ζῳδίῳ, καὶ πορνοβοσκήσουσιν· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως αὐτοῖς συμμαρτυρήσῃ, ἑτέροις τὰς γυναῖκας αὐτῶν μισθώσουσιν. ἐὰν δὲ ὁ τοῦ Κρόνου τὴν Σελήνην τετραγωνίσῃ ἢ διαμετρήσῃ κατ᾿ ἰσόγραμμον στάσιν τῷ τοῦ Κρόνου, ἀντίληψιν ἕξει τὸ γεννώμενον τῆς τροφῆς καὶ ἔκβλητον τῶν γονέων ἔσται. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ τετράγωνος ἢ διάμετρος γένηται τῇ Σελήνῃ, ἐναντιόβουλοι καὶ ἐναντιογνώμονες γίνονται ἔν τε διαβολαῖς καὶ κατηγορίαις ἀπὸ ὑπερέχοντος γενήσονται. ἐὰν δὲ καὶ κακοποιὸς συμμαρτυρήσῃ ἢ συσχηματισθῇ, ἐν ἀσχημοσύναις καὶ κατακρίσεσι ποιήσει. ὁ δὲ τοῦ Διὸς ἀντικείμενος κατὰ μέρος τῇ Σελήνη στέρησιν τέκνων ποιεῖ καὶ ἐναντιώσεις ὑπερεχόντων. καθόλου δὲ οἱ κακοποιοὶ ἐφορῶντες τὰ φῶτα καὶ τὸν ὡροσκόπον χωρὶς ἀγαθοποιῶν ὀλιγοχρονίους ποιοῦσιν. ὁ κύριος τοῦ ὡροσκόπου ἐπιτόπως κείμενος ἢ ἰδίας αἱρέσεως μεριστὴς χρόνων ζωῆς γίνεται· εἰ δέ πως συσχηματίζηται τῷ δεσπότη τοῦ κλήρου, πολύγηρος γίνεται καὶ εὐτυχής· εἰ δὲ ὑπὸ δύσιν τύχῃ, ἀλιγοχρόνιος· εἰ δὲ κακοποιὸς συμπαρῇ ἤ καθυπερτερήσῃ τὴν Σελήνην, ἄχρηστα τὰ βρέφη ἔσονται.
- 2.5.1.1
Ἐν τούτῳ τῷ τόπῳ ἐὰν οἱ κακοποιοὶ τύχωσι, μεγάλα σίνη καὶ πτώσεις ἀπεργάζονται, μάλιστα δὲ ἐὰν ἰδιοπροσωπῶσιν· ἐὰν δὲ ὁ κλῆρος τῆς τύχης ἐπῇ καὶ κυριεύσῃ τις αὐτοῦ οὐδέποτε οὐδὲ ἐν ταῖς παρόδοις ὠρέλειά τις ἔσται· ἐχθροὶ γὰρ ἐγένοντο ἐξ ἀρχῆς ἐκ τῆς ἐκτροπῆς· ὁμοίως καὶ οἱ ἀγαθοποιοὶ ἐν τούτῳ τῷ τόπῳ οὐ μερίζουσι τὰ ἑαυτῶν ἀγαθά. ὅταν δὲ ἐν τούτῳ τῷ ζῳδίῳ πέσωσιν οἱ τρεῖς ἀστέρες, ὁ κύριος τοῦ ὡροσκόπου καὶ τοῦ κλήρου καὶ τοῦ δαίμονος, ἀτυχεῖς καὶ ἀσχήμονας ποιοῦσι καὶ ἐνδεεῖς τῆς ἐφημέρου τροφῆς· πολλοὶ δὲ καὶ τὰς χεῖρας ὑρέξουσιν.
- 2.6.1.1
Ἐὰν ἐπὶ τοῦ ἀγαθοδαιμονοῦντος ζῳδίου ὦσιν οἱ ἀγαθοποιοὶ ἐπιτόπως κείμενοι ἢ ἐν ἰδίοις προσώποις, ἐπιφανεῖς καὶ πλουσίους ἐκ νεότητος ποιοῦσι· πλείω δὲ καὶ τὸν κλῆρον τῆς τύχης ἐπιθεωρήσαντες ἐν τριγώνῳ μέρει καὶ τὸν ὡροσκόπον καθ᾿ ἑξάγωνον· ἐν τῷ ἀκούοντι ἢ βλέποντι ζῳδίῳ πλεῖστα καὶ μείζονα ἀγαθὰ παρέχονται. εἰ δὲ καί τις τῶν ἀγαθοποιῶν διάμετρος τῷ ἀγαθῷ δαίμονι φανῇ παρόντος τοῦ οἰκοδεσπότου, μεγάλα καὶ μείζονα ἀγαθὰ καὶ προκοπὰς ἀποτελοῦσιν· εἰ δὲ κακοποιοὶ συμπαρῶσι τῷ ἀγαθῷ δαίμονι, οὐκ ἰσχύουσι κακόν τι δρᾶσαι. ἀναγκαιότερον ξέ ἐστιν, ἐὰν ὁ οἰκοδεσπότης τοῦ κλήρου καὶ τοῦ ὡροσκόπου καὶ τοῦ δαίμονος ἐπ᾿ ἀνατολῆς τύχωσιν ἢ πλείστων ἀστέρων αὐτοῖς ἐπιπαρόντων ἢ μαρτυρούντων ἐν χρηματιστικοῖς ζῳδίοις· ἐνδόξους γὰρ καὶ πλουσίους ὑπεράγαν ἀποτελοῦσιν.
- 2.6.2.1
Ἐν τούτῳ τῷ τόπῳ καὶ οἱ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ χαίρουσι μάλιστα κληρωσάμενοι τὸν κλῇρον ἢ τὸν ὡροσκόπον ἢ τὸν δαίμονα· καὶ ἐὰν πέσῃ ἐν τούτῳ ἑκάτερος τῶν ἀστέρων ἀνατολικὸς ὢν ἢ καὶ τὴν συναφὴν τῆς Σελήνης ἔχων, τύραννοι ἢ βασιλεῖς γίνονται ἡγούμενοι χωρῶν καὶ εἰς πολλοὺς τόπους ὀνομασθήσονται. ὁ κύριος τοῦ τόπου τούτου καλῶς κείμενος πρακτικοὺς ποιεῖ, ἀτόπως δὲ κείμενος ἀπράκτους· εἰ δὲ ἐπὶ δύσεως τυγχάνει καὶ κακοποιὸς ἐπὶ τοῦ τόπου συμπαρῇ ἢ διαμετρῇ, κακοπράγμονας ἢ στειρώδεις ἢ ἀτέκνους ποιεῖ.
- 2.7.1.1
Ἐὰν οἱ ἀγαθοποιοὶ τύχωσιν ἐπὶ τοῦδε τοῦ τόπου καὶ κληρώσωνται τὸν ὡροσκόπον ἢ τὴν τύχην, ὁ γεννώμενος ἔσται μακάριος εὐσέβής, προφήτης μεγάλου θεοῦ καὶ ἐπακουσθήσεται ὡς θεός. ἀπόντων δὲ τούτων, μόνου δὲ Ἑρμοῦ μαρτυροῦντος, ἐν χρηματισμοῖς γίνονται καὶ τὴν αὐτῶν ἐμπειρίαν ὄχλοις ἐξηγοῖνται καὶ βασιλικοὶ γραμματεῖς γίνονται ἀπὸ μέσης ἡλικίας· τῶν δὲ κακοποιῶν παρόντων καὶ κυριευόντων τῶν προειρημένων τόπων ἢ ἐπιθεωρούντων τὸν κλῆρον ὁ γεννώμενος τοῦ τε ὡροσκόπου καὶ τῆς τύχης τύραννος ἔσται· κτίσει πόλεις, ἑτέρας δὲ διαρπάξει καὶ πολλῶν πολλὰ παραιρήσεται ἀσεβῶς. ἐὰν δὲ τύχῃ ὁ δαίμων ἢ ἡ τύχη ἐν κακοδαιμονοῦντι ζῳδίῳ, ἐν δὲ τούτῳ τῷ τόπῳ ὦσιν οἱ οἰκοδεσποτήσαντες τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, ἐπὶ πλείστοις κακοῖς καὶ ξενιτείαις ἔσται καὶ ὅσα ἂν κτήσηται ἀποβαλεῖ· ἢ ἐγκάτοχοι ἐν ἱεροῖς γίνονται παθῶν ἢ ἡδονῶν ἕνεκα.
- 2.8.1.1
Οἱ ἀγαθοποιοὶ παρόντες τούτῳ τῷ τόπῳ ἄπρακτοι καὶ ἀσθενεῖς καὶ ἀμέριστοι τῶν ἰδίων ἀγαθῶν· εἰ δὲ καὶ τοῦ ὡροσκόπου καὶ τοῦ κλήρου κυριεύσωσι, πολλῷ μᾶλλον ἀπρακτότεροι ἢ καὶ ἀνώμαλοι τυγχάνουσιν· ἐὰν δὲ οἱ κακοποιοὶ συμπαρῶσιν κυριεύσαντες τὸν κλῆρον, οἱ γεννώμενοι πλάνητες καὶ εἴ τι ἂν κτήσωνται ἀποβαλοῦσιν. ἐὰν δὲ ὁ κλῆρος ἐν τούτῳ ἐμπέσῃ παρόντων τῶν κακοποιῶν καὶ οἰκοδεσποτούντων τὸν κλῆρον, ὁ γεννώμενος ἐνδεὴς μὴ δυνάμενος ἑαυτὸν ἀμφιάσαι. εἰ δὲ καὶ τοῦ ὡροσκόπου κυριεύσωσιν, ἀσχημονήσει δἰ ὅλης τῆς ζωῆς· εἰ δὲ καὶ ὑπὸ τὰς αὐγὰς τύχῃ τοῦ Ἡλίου ὁ οἰκοδεσπότης τοῦ κλήρου ἢ τῆς ὥρας, ὁ γεννώμενος τὰς χεῖρας ὑφέξει καὶ προσαιτήσει. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ μόνος ἐπιπαρῇ τῷ ζῳδίῳ καὶ κυριεύσῃ τῆς φρονήσεως, δς καλεῖται δαίμων, μωροὺς καὶ ἀνοήτους καὶ τῷ λόγῳ ἐμποδιζομένους καὶ ἀγραμμάτους ποιεῖ· ἐὰν δὲ ὁ τῆς τύχης, σὺν τῷ ἀνοήτῳ, καὶ ἄφρων καὶ πένης ἔσται, μάλιστα ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τυχών, εἰ δὲ τούτων οὕτως ἐχόντων οἱ κακοποιοὶ συμπαρῶσιν. ἄφωνος καὶ κωφὸς ἔσται. μόνη δὲ ἡ Σελήνη ἐν προσθέσει τοῦ φωτὸς δοκεῖ χαίρειν ἐν τούτῳ τῷ ζῳδίῳ· ἐὰν δὲ ὁ τοῦ Διὸς ἀγαθοδαιμονῇ, εὐτυχὴς καὶ εὐπόριστος καὶ πολύτεκνος ἔσται· εἰ δὲ καὶ κύριος ἦ τοῦ κλήρου τῆς τύχης, πλούσιος καὶ εὐδαίμων· ἐὰν δὲ καὶ ὁ τοῦ Ἑρμοῦ συμπαραγένηται αὐτῷ, καὶ διοικηταὶ βασιλέων καὶ εὐφρανθήσονται ἐπὶ τέκνοις.
- 2.9.1.1
Οἱ ἀγαθοποιοὶ ἐπιπαρόντες καὶ οἰκοδεσποτοῦντες τὸν ὡροσκόπον ἢ τὸν κλῆρον ἀγαθὰ σημαίνουσι τοῖς γεννωμένοις, σἷον κληρονομίας καὶ ἄλλων ὑπαρχόντων αἰφκνιδίους κτήσεις καὶ ἐκ θανάτου σημαίνουσι τὸ ἀγαθόν· εἰ δὲ ἐν ἀλλοτρίοις τόποις εἶεν, ἧττον εὐποροῦσεν, οὐκ ἀποροῦσι μέντοι. εἰ δὲ Ἑρμῆς ἐπιπαρῇ μόνος ἰδιοπροσωπῶν, ἐν τῷ γήρει κέρδη ἕξει καὶ πιστευθήσεται πόλεις καὶ βασιλέων πράγματα· εἰ δὲ κακοποιοὶ παρῶσιν ἐν τούτῳ τῷ τόπῳ καὶ κυριεύσωσι τοῦ κλήρου ἢ τοῦ ὡροσκόπου ἰδιοπροσωποῦντες, ἀνωμαλήσει τῷ βίῳ, μάλιστα ἐπὶ τὸ γῆρας, οὐκ ἀπορήσει μέντοι· ἐξ ὀνειδισμῶν γὰρ καὶ κακῶν τὰ ποριζόμενα ἀναλώσουσιν. εἰ δέ καὶ ἀλλοιοπροσωποῦντες καὶ παῤ αἵρεσιν ὄντες οἰκοδεσποτῶσιν τῶν κλήρων, ὁ γεννώμενος κακῶς τὸ γῆρας διάξει, ἔνιοι δὲ καὶ ἐν φυλακαῖς γίνονται χρόνον καὶ ἐν ἀρρωστίαις καὶ νόσοις. ἐὰν δὲ ὁ τοῦ Διὸς ἐπιθεωρήσῃ, ἐν ἱεροῖς ἕνεκεν ἀρρωστίας γίνονται, ἐνοχλοῦνται δὲ καὶ αἱμορροΐσι καὶ περὶ αἰδοίων ἢ δακτύλων πάθος ἰσχάνουσιν. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ σὺν τῷ τοῦ Ἄρεως ἐπὶ τὸ δυτικὸν τύχῃ ζῴδιον, λῃστὰς καὶ φόνου συνίστορας· διὸ κακῷ θανάτῳ ἀπολοῦνται ὕστερον. οἱ κακοποιοὶ δύνοντες ἐν ἀλλοτρίῳ ζῳδίῳ βιαιοθανάτους ποιοῦσιν, οἱ δὲ ἀγαθοποιοὶ πολυπείρους καὶ ἐπὶ τὸ γῆρας εὐτυχεῖς.
- 2.10.1.1
Οἱ ἀγαθοποιοὶ ἐν τούτῳ τῷ τόπῳ ἐὰν τύχωσιν ἐπιπαρόντες, ὁ γεννώμενος ὅσα ἂν κτήσηται ἀπολεῖ καὶ ἡ οὐσία οὐ παραμενεῖ αὐτῷ· ζημίαις ἐλαττωθήσεται ἐπὶ τὸ γῆρας προβαίνων τῇ ἡλικίᾳ. ὁ δὲ Ἥλιος ἐπιπαρὼν τῷ τόπῳ τούτῳ καὶ κυριεύων τοῦ κλήρου τῆς τύχης ἢ τῆς ὥρας ποιεῖ τὸν γεννώμενον καταδικασθῆναι ὑπὸ μεγάλης ἐξουσίας. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ, πλανήτης ἔσται καὶ προσκοπτικὸς καὶ φεύξεται τὴν ἰδίαν πατρίδα μόγις τὸ ζῆν πορίζων. ἐὰν δὲ ὁ τοῦ Διὸς κυριεύσῃ τοῦ κλήρου ἢ τοῦ ὡροσκόπου, ἐν δημοσίοις πράγμασιν ἀπολέσει τὸν βίον· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, διὰ γυναῖκα κρίσεις ζημίας δώσουσι· γίνονται δὲ καὶ ἀνεπαφρόδιτοι οὐκ ἔχοντες χάριν. ἐὰν δὲ ὁ τοῦ Ἄρεως, σίνη καὶ πάθη κατὰ τὸ μέλος ἀποτελεῖ τοῦ ζῳδίου, ποιεῖ δὲ καὶ γυμνῆτας ἐπαίτας κακῶς τὸν βίον καταστρέφοντας. ὁ δὲ τοῦ Ἑρμοῦ κυριεύσας τοῦ κλήρου ἢ τῆς ὥρας ποιεῖ κακοβούλους κλέπτας κακολόγους καὶ ἐν ὄχλοις κακολογουμένους· ἐὰν δὲ καὶ Σελήνη ἐπιπαρῇ, δοῦλος ἔσται καὶ ἀδύνατος, ἐάνπερ μὴ καὶ τὰ λοιπὰ συμπαρῇ τῇ Σελήνῃ· δύνανται γὰρ τῶν ἄλλων ἀστέρων καλῶς ἐχόντων νῆς Σελήνης κακοτυχούσης ἐλεύθεροι καὶ εὐσχήμονες γενέσθαι.
- 2.11.1.1
Ἐὰν ἀγαθοποιοὶ τύχωσι τὸν κλῆρον ἢ τὴν ὥραν λαχόντες, ὁ γεννώμενος μέγας ἔσται καὶ ὄχλων ἡγήσεται καὶ νόμους θήσεται. Ἀφροδίτη τὰ μέγιστα χαρίζεται κυριεύουσα τοῦ ὡροσκόπου ἢ τοῦ κλήρου, μάλιστα ἰδιοπροσωποῦσα ἢ ἰδίῳ τόπῳ οὖσα εὐκτήμονας ἐντίμους ἀποτελεῖ, τὸ αὐτὸ καὶ ἐπὶ πάντων τῶν ἀστέρων· ἐὰν γὰρ κρατῶσιν τῆς ὥρας ἢ τῆς τύχης, ποιήσουσι τὰ ἀγαθὰ κατὰ τὸ ἐπιβάλλον τῇ ἰδίᾳ φύσει καὶ τὸ τῆς ἀγαθῆς τύχης ἴδιον. ἐὰν δὲ ὁ τοῦ Ἄρεως τύχῃ καθὸ πρόκειται, ἄρξουσι παντοδαπῶν τόπων· γίνονται γὰρ ἢ στρατηγοὶ ἢ τύραννοι μάλιστα ἰδιοπροσωποῦσα ἢ ἰδίων τόπων καὶ ζωῆς καὶ θανάτου κυριεύσουσιν οὐ μόνον ἐλαχίστων ἀλλὰ καὶ ἀξιολόγων ἀνθρώπων· ἐὰν δὲ ὁ τοῦ Κρόνου ἐπιπαρῇ τῷ τόπῳ, πολυκτήμονας ἐγγαίων καὶ τετραπόδων δεσπότας, κτίζοντας κώμας καὶ τόπους. εἰ δὲ ὁ Ἥλιος ἐπιπαρῇ, μεγιστάνων φίλους, ἐγγύς βασιλέων, ἱερῶν ἄρχοντας· εἰ δὲ ὁ τοῦ Ἑρμοῦ, τὰς διὰ λόγων προκοπάς καὶ χρημάτων πλείστων καταξιουμένους. εἰ δὲ ἡ Σελήνη καλῶς σχηματιζομένη κληρὸσηται τὸν κλῆρον ἢ τὸν ὡροσκόπον ἐπὶ τοῦ ζῳδίου τυχοῦσα σὺν τῷ οἰκοδεσπότῃ αὐτῆς, πολυχρόνιοι γίνονται καὶ συγγηράσκουσιν ἐν εὐδαιμονίᾳ. οἱ οὖν ἀγαθοποιοὶ ἐπὶ παρόδων μεγάλα ὠφελοῦσιν, οἱ δὲ κακοποιοὶ οὐκ ἰσχύουσι βλάπτειν.
- 2.12.1.1
Ἐὰν οἱ ἀγαθοποιοὶ κυριεύσωσι τοῦ ὡροσκόπου ἢ τῆς τύχης ἢ καὶ παρῶσιν, ἐν ἱεροῖς τὸν βίον ἕξουσιν· ἐὰν δὲ καὶ τὸν ἀρχέτυπον κλῆρον κληρώσωνται οἰκοδεσποτοῦντες ὄντες ἐν τῷ ὑπὸ γῆν, ὑπὸ δαιμονίων καὶ φαντασίας εἰδώλων χρηματισθήσονται. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπαρῇ τούτοις κληρωσάμενος τὴν τύχην ἢ τὸν ὡροσκόπον, διὰ κακῶν ἕξει τὸν βίον ἀσχημονῶν καὶ εἰς περίστασιν περιπεσεῖται σὺν ἑτέροις κακουργήσας καὶ βιαιοθανατήσει. παρατηρητέον ὅτι ὁ τόπος οὗτος μετὰ θάνατον εὐφημίας ποιεῖ καὶ καταλείψεις ἰδίοις· ἐν τούτῳ κακοποιοὶ τυχόντες τῷ τόπῳ οἷς ἂν θέλωσι τὰ αὑτῶν καταλείπουσιν.
- 2.13.1.1
Ἔν τούτῳ τῷ ζῳδίῳ ἐὰν τύχῃ ἡ Σελήνη κληρωσαμένη τὸν ὡροσκόπον ἢ τὸν κλῆρον ἰδιοπροσωποῦσα, ὁ γεννώμενος μέγας ἔσται καὶ πολλῶν ἀγαθῶν κυριεύσει· ἄρξει πόλεως καὶ πολλοῖς ἐπιτάξει καὶ ἐπακουσθήσεται καὶ θησαυρῶν κυριεύσει. εἰ δὲ συμπαρείη ταύτῃ ὁ Ἥλιος καὶ εἴη πεποιημένη τὴν ἀνατολήν, ἱερεὺς θεᾶς μεγίστης ἢ ἱέρεια καὶ ἕξει βίον ἀκαθυστέρητον. ἐὰν δὲ ὁ τοῦ Κρόνου συμπαρῇ τῇ Σελήνη, θεοχόλωτος ζημιωτικὸς πολλάκις ἐπὶ κριτάς ἐρχόμενος καὶ πολλὰ βλασφημήσει θεοὺς ἕνεκεν τῶν συμβαινόντων αὐτῷ πραγμάτων. ἐὰν δὲ ὁ τοῦ Διὸς συμπαρῇ αὐτῇ, ἔσται προφήτης εὐτυχὴς πλούσιος ἔνδοξος, πολλῶν ἀγαθῶν κυριεύσει. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπαρῇ τῇ Σελήνῃ, πρακτικὸς μὲν ἀλλὰ ἀσεβής, καὶ παραθήκας ἀποστερήσει, ὅθεν ἀπ᾿ ἀλλοτρίων ἢ φόνων ἢ λῃστῶν τὸν βίον συνάξει, ξενιτεύσει δὲ πολλά. εἰ δὲ οἰκείως τύχῃ ἐν ἰδίοις προσώποις, ἀκολούθως τῇ διαιρέσει τῆς γενέσεως στρατηγὸς ἔσται χωρῶν καὶ πόλεων, ἄδικος ἐπίορκος ἀλλοτρίων ἐπιθυμητής, καὶ αίφνιδίως ἀπολεῖται χόλῳ ἐξουσίας. ἐὰν δὲ Ἀχροδίτη ἐν ἰδίοις τόποις ἐπικρατήσῃ τοῦ τῆς θεᾶς τόπου καὶ τοῦ κλήρου τῆς τύχης ἐπὶ νυκτερινῆς γενέσεως μάλιστα, ἔσται ὁ γεννώμενος πλούσιος καὶ ὑπὸ γυναικὸς εὐνοηθήσεται· τινὲς δὲ βασιλικοὶ ἄρχοντες πόλεων διοικηταὶ διὰ τὸ τὴν θεὰν ἐν τῷ τῆς θεᾶς οἴκῳ συγκεκληρῶσθαι τὴν τύχην. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ συμπαρῇ τῇ Σελήνη ἐν τῷ τῆς θεᾶς ζῳδίῳ καὶ τοῦ κλήρου τῆς τύχης κυριεύσω ἢ τοῦ ὡροσκόπου, ὁ γεννώμενος ἐρεῖ τὰ μέλλοντα πᾶσι καὶ μυστηρίων θεῶν μεθέξει.
- 2.14.1.1
Τὸ δὲ ἐπαναφερόμενον τοῦ ὡροσκόπου, ἐν τούτῳ τῷ ζῳδίῳ οἱ ἀγαθοποιοὶ οὐδὲν ὠφελήσουσιν, οἱ δὲ κακοποιοὶ ἀποτελοῦσι νωχελεῖς ἐπισινεῖς μὴ δυναμένους διανήχεσθαι τὸν βίον μέχρι τέλους. ἐὰν δὲ ὁ κλῆρος ἐπὶ τοῦ ζῳδίου ὑπάρξῃ τῶν κακοποιῶν οἰκοδεσποτούντων τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, νεκροφύλακες γίνονται ἔξω πύλης τὸν βίον διάγοντες. ὁ μὲν οὖν τοῦ Κρόνου κυριεύων τοῦ κλήρου τῆς τύχης τῷ τόπῳ τούτῳ ἐπιπαρὼν ποιεῖ νεκροψύχους ἀρρωστηματικοὺς καὶ δεσμῶν πεῖραν ἐπὶ χρόνον ἱκανὸν λαμβάνοντας, ἕως συμπληρώσωσι τοὺς χρόνους τοῦ ἀστέρος. ὁ δὲ τοῦ Διὸς ἐπιπαρὼν τῷ τόπῳ ἀνάλωσιν ἐκ τῶν ὑπαρχόντων μέχρι τέλους, ὥστε μηδὲν αὐτῷ καταλειφθῆναι· τέκνων μέντοι δόσιν, ἀλλ᾿ οὐκ εὐτυχῶς· ὁ δὲ τοῦ Ἄρεως παρὼν τῷ τόπῳ ἐὰν οἰκοδεσποτήσῃ τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, προσκοπτικοὺς ζημιαωτικοὺς ἐμποδιζομένους. τινὲς δὲ καὶ αἰχμάλωτοι γίνονται καὶ πάλιν ἀποκαθίστανται. ἐὰν δὲ τὸν κλῆρον τῆς τύχης ἐν αὐτῷ τῷ ζῳδίῳ παρόντα κληρώσηται ὑπάρχων ἐν ἰδίαις μοίραις ἢ ζῳδίοις, δεσμοφύλακες γίνονται εἰς κάρκαρον τὸν βίον πορίζοντες ἢ ἐν δεσμωτηρίοις διαζῶντες. ἐὰν δὲ ὁ Ἥλιος ἐπιπαρῇ τῷ ζῳδίῳ, ἐὰν μὲν οἰκοδεσποτῶν τὸν κλῆρον τὸν ὡροσκόπον ἰδίῳ οἴκῳ ἢ Κρόνου τόποις, ὁ γεννώμενος ἀπολεῖ τὴν ὅρασιν ἐν τοῖς τοῦ Ἄρεως χρόνοις καὶ στερηθήσεται τῶν πατρικῶν καὶ ἐπαιτήσει. ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης ἐπιπαρῇ τῷ ζῳδἰῳ καὶ οἰκοδεσποτήσῃ τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, δημοσίας καὶ ἐπονειδίστους ἐργασίας ἀποτελέσει, ἐάνπερ ἐπ᾿ ἀνατολῆς ἑῴας τύχῃ· εἰ δὲ ὁ τοῦ Ἑρμοῦ ἐπιπαρῇ τῷ ζῳδίῳ, ἐὰν μὲν ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τύχῃ, ἀνοήτους καὶ ἀγραμμάτους ἀποτελεῖ· ἐὰν δὲ καὶ κύριος τῆς δευτέρας τύχης γένηται, δ προσαγορεύεται δαίμων, κωφοὺς ἢ ἀφώνους ποιεῖ· ἐὰν δὲ ἀνατολικὸς ἦ, περίεργοι γίνονται ἃ οὐκ ἔμαθον ἐπιχειροῦντες, ἐπιτευκτικοὶ δὲ ἐν τοῖς μαθήμασιν. εἰ δὲ ἡ Σελήνη παρῇ ἐπὶ τοῦ ζῳδίου Κρόνου ὡροσκοποῦντος, τὸ ἐναλλὰξ γίνεται· ὑποχυθήσονται τὴν ὅρασιν ἢ ἀπογλαυκωθήσονται τοὺς ὀφθαλμούς.
- 2.15.1.1
Ὁ μὲν θεὸς σημαίνει περὶ πατρός, ἡ δὲ θεὰ περὶ μητρός, ἀγαθὸς δαίμων περὶ τέκνων, ἀγαθὴ τύχη περὶ γάμου, κακὸς δαίμων περὶ παθῶν, κακὴ τύχη περὶ σινῶν, κλῆρος τύχης καὶ ὡροσκόπος περὶ ζωῆς καὶ βίου, ὁ δαίμων περὶ φρονήσεως, μεσουράνημα περὶ πράξεως, ἔρως περὶ ἐπιθυμίας, ἀνάγκη περὶ ἐχθρῶν.
- 2.16.1.1
Ζεὺς Ἡλίῳ τρίγωνος μεγάλους καὶ ἐπιδόξους σημαίνει. εἰ δὲ ὡροσκοπεῖ ὁ Ἡλιος, καὶ τῷ πατρὶ καὶ τῇ γενέσει· εἰ δὲ ἐπίκεντρος ἦ, τῷ πατρί· ἔνδοξον γὰρ σημαίνει, ἔλαττον δὲ παρὰ τὸ πρότερον· πρὸς δὲ τὴν γένεσιν οὐδὲν ἀξιόλογον, εἰ μὴ ἄλλη τις σἰτία διορθώση· εἰ δὲ ὁ Κρόνος ἐκ τοῦ εὐωνύμου τρίγωνος Ἡλίῳ ὡροσκοποῦντι γίνεται, πολὺ μείζονα τὰ τῆς δόξης· πολυκτήμονες γὰρ καὶ πολυγέωργοι καὶ πλούσιοι γίνονται. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπροσγένηται τῷ τοῦ Διός, καὶ τυράννους δηλοῖ τὸ σχῆμα· μάλιστα τοῦ Ἡλίου ὡροσκοποῦντος πολλῶν χωρῶν καὶ στρατοπέδων ἐπικρατοῦσιν. ἐὰν δὲ ὁ τοῦ Κρόνου, μέγας μὲν ὁ πατὴρ καὶ ὅπλων καὶ στρατοπέδων ἄρχων, ἐάνπερ καὶ τὰ λοιπὰ συνεργῇ πρὸς τὸ μεγαλεῖον, οὐ μέντοι τύραννος οὐδὲ πολεμικὸς καὶ ἐπίφοβος. εἰ δὲ Ἄρης τὸν Ἥλιον διαμετρήσῃ τοῦ Διὸς καὶ τοῦ Κρόνου δεξιῶν τῷ Ἡλίῳ τριγώνων ὄντων, ὁ γεννώμενος ἐν ταῖς μεγαλειότησι καὶ δόξαις ὄχλων γενήσεται. εἰ δὲ ὁ τοῦ Κρόνου διαμετρήσῃ τὸν Ἥλιον καθὰ προείρηται, ὑπὸ ἰδίων καὶ φίλων ἐναντιωθήσεται, ἀλλὰ περικρατήσει καὶ ὑποτάξει. εἰ δὲ ὁ τοῦ Κρόνου καὶ ὁ τοῦ Ἄρεως τρίγωνοι γένωνται τῷ Ἡλίῳ τοῦ Διὸς διαμετροῦντος ἐν ἰδίαις μοίραις ἢ ζῳδίοις, ἀρχοντικὸν καὶ εὐσχήμονα ποιεῖ, εἰ δὲ ἐπὶ ἑξαγώνου τύχῃ τὸ τοιοῦτον σχῆμα, ἐλάττονά ἐστιν,
- 2.16.2.1
Ἀφροδίτη Ἡλίῳ ἑξάγωνος ἑῴα οὖσα ἐπαφρόδιτον καὶ ἐπίσημον τὸν πατέρα καὶ τὸν γεννώμενον σημαίνει· εἰ δὲ ἐπ᾿ ἀγαθοῦ δαέμονος ἢ ἐπ᾿ ἀγαθῆς τύχης τὸ σχῆμα γένηται, ὑπὸ γυναικὸς πορφύρας καὶ χρυσοφορίας καταξιωθήσεται.
- 2.16.3.1
Κρόνος Ἡλίῳ τετράγωνος εὐώνυμος τὸν πατρικὸν βίον βλάπτει ἔτι ζῶντος τοῦ πατρός, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις ἢ ἐναντίαις μοίραις. εἰ δὲ διάμετρος, πολὺ χείρων· σίνεσι καὶ πάθεσι περιβάλλει καὶ ὑπὸ οἰκείων καὶ παρασίτων προδοθήσεται. εἰ δὲ δεξιός, ἐλάττονα γίνεται· εἰ δὲ ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι γένοιτο, τὰ ἐναντιώματα ἥττονα ἔσται. Ἄρης Ἡλίῳ τετράγωνος, κακὸν τῷ πατρὶ καὶ τῷ γεννηθέντι· σίνη γὰρ καὶ πάθη ἀποτελεῖ· ἐὰν δὲ διάμετρος ἢ ἐν κεκακωμένοις ἦ μοίραις, καὶ περὶ τὰ ἄρθρα τὰ σίνη ἀποτελεῖ, ἐὰν δὲ ἐπὶ τοῦ δεξιοῦ τετραγώνου, ὅ ἐστι δέκατον, ὁ Ἄρης ἦ, χεῖρον γενήσεται· πρὸς γάρ καὶ ταῖς διανοίαις ἐκστήσονται. Ζεὺς Ἡλίῳ τετράγωνος ἐν ταῖς ἀδόξοις μοίραις ἢ ζῳδίοις ἀηδὴς καθέστηκε· καθαιρεῖται γὰρ τὸ ἀγαθὸν τοῦ ἀστέρος καὶ εἰς τὸ ἐναντίον ἐκπίπτει. ἐπὶ δὲ τῶν ἐνδόξων ζῳδίων ἢ μοιρῶν μάλιστα ἐπίκεντρος ἔνδοξος περικτητικός. διάμετρος δὲ Ἡλίῳ τυχὼν ἀηδέστερος· οὐ μόνον γὰρ σβέννυται τὰ ὐπ᾿ αὐτοῦ ἀγαθά, ἀλλ᾿ ἐξ ὑπερεχόντων ἀργὰς καὶ ἄχλων ἐναντιώσεις ἐξουσιν. αἱ οὖν κατ᾿ ἰσόμοιρον στάσεις τῶν τετραγώνων καὶ διαμέτρων χαλεπαί.
- 2.16.4.1
Ἄρης Ἡλίῳ τρίγωνος ἐπὶ νυκτερινῆς γενέσεως μάλιστα ἐν θηλυκοῖς ζῳδίοις δεξιὸς ὢν μεγάλους ἐπιδόξους σημαίνει ζωῆς καὶ θανάτου κυριεύοντας, ἐάνπερ καὶ τὰ λοιπὰ θχήματα τῇ γενέσει μογνωμονήσῃ· πρὸς ἐπὶ τούτοις δὲ καὶ Ζεὺς δεξιῷ τριγώνῳ μεγάλους δυνάστας, πόλεων προστάτας καὶ ὄχλων ἡγουμένους ἀποτελεῖ. ἐὰν δὲ θηλυκὴ ἦ ἡ γένεσις καὶ Ἀφροδίτη συμπαρῇ, βασιλεύσει καὶ πολλῶν χωρῶν ἐπικρατήσει, γίνονται δὲ εὐεργετικαὶ ἀνυπότακτοι. εἰ δὲ καὶ ὁ μὲν ἰδιοτοπεῖ καὶ ὁ ἕτερος ἐν ἰδίῳ τριγώνῳ τύχῃ, καὶ θηλυκαῖς καὶ ἀρσενικαῖς γενέσεσιν οὐδὲν ἐναντία· γίνονται γὰρ βασιλεῖς βασιλέων, ἐάνπερ ὁ μὲν οἰκοδεσποτῇ ὁ δὲ συνοικοδεσποτῇ ἢ καὶ δεσπόζῃ τῆς γενέσεως τοῦ τε κλήρου τῆς τύχης ἢ τῆς ὥρας κυριεύσωσιν. εἰ δὲ ἐν ἀρρενικοῖς ζῳδίοις εἶεν, ἐλάττονα καὶ πολὺ χείρονα τὰ ἀποτελέσματα γενήσεται· ἑξάγωνοι δὲ ἀτονὼτεροι πρὸς τὸ ἀγαθὸν καὶ πρὸς τὸ ἐναντίον.
- 2.16.5.1
Εἰ δὲ τετράγωνος Ἄρης Σελήνη γένοιτο ἐπὶ τὸ εὐώνυμον μέρος ἐν ἀλλοτρίαις μοίραις ἢ ζῳδίοις ἐφ᾿ ἡμερινῆς γενέσεως, πολλῶν ἐναντιωμάτων αἴτιος τῇ τε μητρὶ θλίψεις καὶ ταπεινώσεις ἀποτελεῖ καὶ ἐν ξενιτείαις ὑποτάσσονται, τινὲς δὲ ἢ στρατιωτικοὶ γίνονται ἐπίμοχθοι καὶ ἐφύβριστοι. ταῦτα δὲ γίνεται, ἐάνπερ μὲ καὶ τὰ λοιπὰ ἡ γένεσις ταπεινοῖ, τοῦ τοῦ ἀστέρος δεσπότου συνεργοῦ ἢ συναιρετιστοῦ ὑπάρχοντος ἐν τοῖς ἀσυνδέτοις τοῦ ὡροσκόπου. ἐὰν δὲ τὰ λοιπὰ συντύχῃ, μἰχμάλωτοι γίνονται καὶ δημοσίᾳ τελευτῶσιν. εἰ δὲ καὶ διάμετρος γένηται ἐπὶ τοῦ αὐτοῦ καταστήματος, εὐτονώτερα τὰ χαλεπὰ καὶ δυσέκλυτα· μᾶλλον δὲ εἰ καὶ δεξιὸς τετράγωνος φανείη, αἰφνιδίως πάντα ἀπολλύουσι. πολλὴ δὲ διαφορά τετραγώνου καὶ διαμέτρου. ἐὰν γὰρ Ἄρης Κριῷ γένηται καὶ Σελήνη Καρκίνῳ, ἀντιστρέφεται τὰ ἀποτελέστατα καὶ γίνεται τῶν εἰς τὸ τρίγωνον τὰ ὅμοια. ὁμοίως δὲ κἂν διάμετροι ὦσιν Ἄρης Σκορπίῳ Σελήνη Ταύρῳ, οὐ μόνον πρὸς τύχην οὐκ ἐναντιοῦνται ἀλλὰ καὶ προκοπῶν καὶ δοξῶν αἴτιοι γίνονται,
- 2.16.6.1
Ἀφροδίτη Σελήνη τρίγωνος ἐπὶ νυκτερινῆς γενέσεως καὶ ἐν θηλυκοῖς ζῳδίοις ἐπιχαρεῖς εὐδαίμονας· ἔνιοι δὲ καὶ ὄχλων ἡγοῦνδεξιῶν ται καὶ πορφύρας καὶ χρυθοφορίας καταξιοῦνται κατὰ τὸ μέγεθος τῆς γενέσεως· γίνονται γὰρ καὶ φιλόσοφοι καὶ μουσικοὶ καὶ φιλολόγοι καὶ βασιλικῆς φιλίας ἐντὸς γινόμενοι. εἰ δὲ καὶ ἐξ ἀμφοτέρων βασιλικὴ δηλοῦται ἡ γένεσις τῷ εἶναι τὸν μὲν οἰκοδεσποτοῦντα τὸν δὲ δεσπόζοντα τῆς γενέσεως, τυραννικὸν γίνεται τὸ σχῆμα· γίνονται γὰρ βασιλεῖς βασιλέων ἔνδοξοι καὶ εὐφρόσυνοι. ἑξάγωνοι δὲ πρὸς ἀλλήλους μετριώτεροι τῇ δυνάμει γίνονται· ἐπὶ μέντοι τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης οὐδὲν ἀπέχουσι τοῦ τριγώνου, μάλιστα εἰ μέσον τροπικὸν ζῴδιον ἢ ἰσημερινὸν τύχῃ, πολὺ δὲ μᾶλλον ἐὰν Ἰχθύσι καὶ Ταύρῳ τὸ σχῆμα θεωρηθῇ.
- 2.16.7.1
Ἀφροδίτη τετράγωνος τῇ Σελήνῃ εὐπράκτους καὶ ἐπιχαρεῖς καὶ πλουσίους καὶ πάντα ὅσα ἐπὶ τριγώνου παρέχει, ἐὰν μάλιστα ἰδίῳ ζῳδίῳ ἢ μοίρᾳ παρῇ, ἀλλὰ μετὰ ἀνωμαλίας· εὐμετάπτωτα γὰρ γίνεται ἃ παρέχουσιν. εἰ δὲ ἐν ἀλλοτρίοις ζῳδίοις ἢ παῤ αἵρεσιν ἢ μοίραις ἐναντίαις, ὕβρεων καὶ ἀστασίας καὶ δειγματισμῶν διὰ γυναικῶν καὶ ἐπονειδίστων πράξεων αἴτιοι καθεστήκασι· καὶ χείρονες δὲ διάμετροι οὕτω σταθέντες.
- 2.16.8.1
Σελήνῃ Ἑρμῆς τρίγωνος ἐπὶ ἡμερινῆς γενέσεως ἑῴου ὄντος ἐπινοήμονας εὐπράκτους εὐφυεῖς κεκινημένους· εἰ δὲ ἐνδοξοτέρα εἴη ἡ γένεσις, γραμματεῖς βασιλέων ποιεῖ ἢ πόλεων ἢ χωρῶν ἄρχοντας, φιλολόγους ῥήτορας γεωμέτρας· ἐὰν δὲ ἑσπέριος ᾖ μάλιστα νυκτερινῆς οὔσης τῆς γενέσεως, πολυίστορας φιλοσόφους κα μυστηρίων μετέχοντας· εἰ δὲ εἴη ἡ γένεσις ὑψηλὴ ἐκ τῶν λοιπῶν ἀστέρων, εὐσχήμονας καὶ ὑπὸ ὄχλων τιμωμένους καὶ μείζοσι προσώποις καὶ βασιλεῦσι γινωσκομένους· ταῦτα ποιεῖ συνοικοδεσποτήσας ἀστέρι τῷ τὸ πράσσειν παρέχοντι συνεργὸς τυχὼν ταῦτα ἀποτελεῖ, ἀχρημάτιστος δὲ τυχὼν οὐδὲν ἰσχύσει τῶν ἰδίων ἀποτελεσμάτων ἐνεργῆσαι. καθόλου δὲ ἐπὶ πάσης γενέσεως γινώσκεται, ὅτι ὅσα ἐπὶ τῶν τριγώνων ἐνεργεῖ ἕκαστος τῶν ἀστέρων, τοσαῦτα καὶ συνόντες ἐν τῷ αὐτῷ ζῳδίῳ ἀποτελοῦσιν. ἑξάγωνος δὲ ὑπάρχων Ἑρμῆς Σελήνῃ ἀμαυρότερος καὶ ἀσθενέστερος καθέστηκε τῶν προειρημένων. εἰ δὲ τετράγωνος τύχῃ, δριμεῖς ἀγχίνους· τὸ δὲ δριμὺ αὐτῶν εἰς φαυλότητα περιίσταται· γίνονται γάρ κακοήθεις διάβολοι, τάς πράξεις ἀπὸ δόλων καὶ ἐπιθέσεων ἔχοντες καὶ οὐδὲν ὑγιὲς ἐνθυμούμενοι. εἰ δὲ διάμετρος, πρὸς τοῖς εἰρημένοις ἐναντιόβουλοι, ἀχαριστούμενοι ἐν ταῖς πράξεσι· διόπερ βλάπτονται ἀπὸ τῶν συμβαινόντων αὐτοῖς.
- 2.16.9.1
Ἑρμῆς Κρόνῳ τρίγωνος, μάλιστα ἐὰν ἐν ἰδίοις τύχωσι τριγώνοις, ποιεῖ βασιλέων οἰκονόμους ἢ ἐπιτρόπους ἢ ἐπὶ ναυκληριῶν ἢ οἰκονομιῶν ἢ τῶν τούτοις παραπλησίων τεταγμένους· γίνονται δὲ ἀγχίνοι συνετοὶ μονογνώμονες. τετράγωνοι δὲ πρὸς ἀλλήλους ἀπαμβλύνουσι πάντα καὶ νωθροτέρους καὶ ἐριστικοὺς καὶ μονογνώμονας ποιοῦσι, βραδεῖς ταῖς πράξεσιν, ἐξ ὀνειδισμῶν καὶ ἐνέδρας καὶ δόλου καὶ ἐπιθέσεως ἀναγομένους· γίνονται δὲ καὶ μογιλάλοι ἢ καὶ ταῖς ἀκοαῖς παραποδιζόμενοι· ἐὰν δὲ ὁ τοῦ Ἀρεως μαρτυρήσῃ τῷ Κρόνῳ ἢ Ἑρμῇ, λύει τὸ προειρημένον ἐμπόδιον τῆς φωνῆς, εἴ γε μὴ τύχῃ εἶναι αὐτοὺς ἐν τοῖς αὐτῶν οἴκοις ἢ ὁρίοις ἢ ἐνηλλαχέναι καὶ τὴν συναφὴν αὐτῆς ἔχειν ἢ πάντως οἰκοδεσποτεῖν ἢ συνοικοδεσποτεῖν· οὕτω γὰρ ἰσχύουσι αἱ ὑποδιαστολαί. εἰ δὲ διάμετροι γίνονται ἀλλήλοις, τάς ἀδελφὰς χωρίζουσι θανάτῳ. ὡροσκοπῶν μέντοι ὁ Ἑρμῆς ἢ μεσουρανῶν τοὺς νεωτέρους πολυίστοράς τε καὶ συνετοὺς ποιεῖ καὶ πολυμαθεῖς· τοὺς δὲ ἐκ τῶν ἐπιτηδευμάτων καρποὺς οὐ λαμβάνουσι· τὰ γὰρ διαπραττόμενα δἰ αὐτῶν καταψυγήσονται διὰ τὴν ἐναντίωσιν τοῦ ἀστέρος· ἐὰν δὲ κατ᾿ ἰσόγραμμον στάσιν ἀλλήλους διαμετρῶσι, πολλῷ μᾶλλον ἐπιτείνει τὰ ἀποτελέσματα καὶ ταῖς ἀκοαῖς ἢ ταῖς λαλιαῖς παραποδίζει καὶ ἐν ἱεροῖς κάτοχοι γίνονται ἀποφθεγγόμενοι ἢ καὶ τῇ διανοίᾳ παραπίπτοντες.
- 2.16.10.1
Ἑρμῆς Δία τριγωνίζων μεγάλων πράξεων δηλωτικός, μάλιστα ἀνατολικὸς ἐῷος· τῶν γὰρ βασιλέων ἢ πόλεων ἢ ὄχλων γραμματεῖς ἢ διοικηταὶ γίνονται. διόλου δὲ ἐὰν τύχῃ ἐν ταῖς πράξεσιν ὁ τοῦ Ἑρμοῦ καὶ παρέχῃ τὸ πράσσειν, δόξαν καὶ περίκτησιν βίου ποιήσονται, μάλιστα ἐν τοῖς χρηματίζουσι ζῳδίοις. εἰ δὲ ἑξάγωνοι, τὰ αὐτὰ μὲν ἀποτελοῦσιν, ἐλάττονα δέ. ἐὰν δὲ τετράγωνοι ὦσι καλῶς σχηματιζόμενοι, ὅσα μὲν εἰς περίκτησιν καὶ δόξαν ἀποτελοῦσι, μετὰ φθόνου δέ· κακῶς δὲ σχηματισθέντες σὺν τῷ φθόνῳ καὶ συντριβὰς καὶ ἐξ ὑπερεχόντων ἐναντιώσεις. εἰ δὲ διάμετροι τύχωσι, μείζονας τὰς διαβολὰς ποιοῦσι καὶ ἀνώμαλοι καὶ ἐναντιόβουλοι γίνονται· εἰ δὲ ἐν τῷ κακοδαιμονήματι διάμετροι τύχωσιν, ὑπὸ μεγάλης κεφαλῆς καταδυναστευθήσονται καὶ ὄχλων ἐπαναστάσεις ἕξουσι, σπανάδελφοι δέ τι καὶ ἔχθρας πρὸς ἀδελροὺς ἢ τέκνα ἢ συγγενεῖς ἰσχάνουσιν.
- 2.16.11.1
Ἑρμῆς Ἀρεῖ τρίγωνος ἢ δεξιὸς ἑξάγωνος ποικίλων πράξεων δηλωτικός· ποτὲ μὲν γραμματεῖς ποτὲ δὲ ἔμποροι ἑρμηνεῖς γεωμέτραι νομικοὶ φιλόσοφοι, πάντες δὲ κακότροποι δριμεῖς συνετοὶ ψεῦσται· ποιεῖ δὲ καὶ ὁπλοδιδακτὰς ἢ καὶ ὁπλοπαίκτας. εἰ δὲ καὶ ὁ τοῦ Διὸς συσχηματισθῇ μάλιστα ἐν χρηματιστικοῖς τόποις, ποιεῖ στρατιωτικούς, πολλάκις δὲ ὀρνεοσκόπους, θύτας, προγινώσκοντας τὸ μέλλον, περισσότερον ἀνθρώπων νοοῦντας. τετράγωνος δὲ ποικιλωτέρους τῶν προειρημένων ποιήσει· ποιεῖ γάρ μάγους πλάνους θύτας ἰατρούς ἀστρολόγους ὀχλαγωγοὺς τραπεζίτας παραχαρακτὰς ὁμοιογράφους διά τε πανουργίας καὶ ἐπιθέσεως καὶ δόλου τὰς πράξεις διοικοῦντας· γίνονται δὲ καὶ κλῶπες καὶ ἐπίορκοι καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι τῶν ὁμοίων, αἰσχροκερδεῖς ἀποστερηταὶ ἁπλῶς οὐδὲν ἔχοντες ἐλεύθερον, ὅθεν κακοῖς πλείστοις περικυλίονται καὶ ἐπαγωγῆς ἢ φυγαδείας ἢ συνοχῆς πεῖραν λαμβάνουσι. μάλιστα δὲ ἐν τοῖς ἀχρηματίστοις ζῳδίοις ἢ μοίραις τυχόντες χείρονα ἀποτελοῦσιν· ἐν δὲ τῷ ὑπὸ γῆν ἢ δύνοντι ἀμφότεροι ἢ ἐὰν δς μὲν δύνῃ, δς δὲ ὑπὸ γῆν τύχῃ, φόνους ἐπιτελοῦσιν ἢ συνίστορες ἔσονται ἀπὸ λῃστείας τὸν βίον διάγοντες· ἔνιοι δὲ καὶ ἀδελφοκτονοῦσι καὶ βιαία ἔσται ἡ ἐσχάτη αὐτῶν τελευτή, μάλιστα ἐὰν καὶ τὴν Σελήνην προσλάβωνται· βιαιοθάνατοι γὰρ καὶ ἄταφοι γίνονται. ἐὰν μὲν οὖν ἐν τετράποσι γένωνται, ἀπὸ θηρίων ἁλίσκονται, ἐν δὲ ἀνθρωποειδέσιν ὑπὸ λῃστῶν, ἐν δὲ τοῖς στερεοῖς ἀπὸ ὕψους ἢ συμπτώσεως, ἐν δὲ τοῖς διαπύροις ἀπὸ πυρός, ἐν δὲ τοῖς καθύγροις ναυαγίοις, ἐν δὲ τοῖς τροπικοῖς μονομαχοῦντες· ταῦτα δὲ καὶ ἐναλλάξαντες καὶ ὁμόσε τυχόντες ποιοῦσιν. ἐὰν δὲ δς μὲν οἰκοδεσποτῇ, δς δὲ δεσπόζῃ καὶ Ἑρμῆς ἑξάγωνος Ἀφροδίτῃ ᾖ ἢ σὺν αὐτῇ, τοὺς γεννωμένους ποιοῦσι συνετοὺς ἐπιχαρεῖς φιλομούσους φιλοπαίκτας σκώπτας, ἄλλοτε ποιητὰς μελογράφους φωνασκούς, ὑποκριτὰς μίμων κωμῳδίας, ἐνίοτε δὲ καὶ ἀθλητὰς ἢ ἱερονίκας· ἔτι δὲ πράξεων ποικίλων εἰσὶ περιποιητικοί. εἰ δὲ ἡ γένεσις θηλυκὴ ἦ, μουσικοὶ γίνονται, πολύκοιτοι, τρόπον ἑταιρῶν διάγουσαι, φιλόλογοι φωνασκοί.
- 2.16.12.1
Ἀφροδίτη Κρόνῳ τρίγωνος αὐστηροὺς ἀγελάστους ἐπισκύνιον ἔχοντας, πρὸς δὲ τὰ ἀφροδίσια σκληροτέρους, οὐ πολυκοίτους, ἀναξίαις μέντοι γε ἢ ἀργυρωνήτοις ἢ πρεσβυτέραις ἐπιμίσγονται· οἱ δὲ καὶ ταῖς τῶν ἀδελφῶν ἢ ἐπιστατῶν ἢ ταῖς τῶν πατέρων ἢ καὶ μητρυιαῖς τὰς ἐπιμιξίας ποιοῦνται· αἱ δὲ γυναῖκες αὐτῶν λαθραιόκοιτοι καὶ ἐπιμιγνύμεναι τοῖς τῶν ἀνδρῶν δούλοις ἢ φίλοις. νοεῖν μέντοι δεῖ ὡς παρὰ τὰς τῶν ζῳδίων καὶ μοιρῶν ἐναλλαγὰς πολλή τις διαφορὰ γίνεται· τὸ γὰρ αὐτὸ σχῆμα, καὶ ἐὰν ὁμοῦ τύχωσι, ῥυπαρωτέρους μὲν ἢ καὶ ἐπικοιμωμένους καὶ ἄλλοτε μὲν πολυκοίτους, πολλάκις δὲ μηδὲ ἀφροδισιάζοντας ἀλλὰ μόνον ἡδομένους. τετράγωνοι δὲ πολλῷ χείρονες· τὰ μὲν γὰρ ἐπὶ τοῦ τριγώνου εἰρημένα λόγια ἐπὶ τὸ χεῖρον τρέπουσιν, ἀλλὰ καὶ ἀπὸ πορνείας ἄγονται γυναῖκας· γίνονται δὲ καὶ ἀνεπιχαρεῖς καὶ ἀσελγεῖς. κάκιον δὲ γίνεται, ἐὰν ἐπὶ τὸ δυτικὸν ἢ ὑπόγειον γίνηται τὸ σχῆμα· παροξύνεται γὰρ ἐπὶ τὸ χεῖρον τὰ εἰρημένα μάλιστα καὶ τοῦ Ἄρεως συνόντος ἢ τετραγωνίζοντος ἢ διαμετροῦντος· καὶ γὰρ αἰσχροποιοῦσι καὶ διαβάλλονται ὑπὸ ὄχλων, πολλάκις δὲ διὰ ταῦτα περιβοησίας ἢ ἀπαγωγῶν τυχόντες κακῷ θανάτῳ περιτρέπουσιν. ἐὰν δὲ καὶ ἐν λατρώδεσι ζῳδίοις ἢ μοίραις γένωνται, πάθεσιν ἀκαθάρτοις καὶ παρὰ φύσιν ἡδοναῖς χρήσονται. ἑξάγωνοι δὲ πρὸς ἀλλήλους τὴν αὐτὴν ἀποτελεσματογραφίαν τοῖς τριγώνοις ἔχουσιν, ἀμυδρὰν δὲ καὶ ἀσθενῆ. ἐῷοι μὲν ὄντες καὶ ἐν τῷ ἀπηλιώτῃ τὰς γυναῖκας ἀρρενοῦσιν οὐ μόνον ταῖς πράξεσιν, ἀλλὰ καὶ σὺν γυναιξὶ κοιμώμεναι ἀνδρῶν ἔργα ἐπιτελοῦσιν· ἑσπέριοι δὲ θηλύνουσι τοὺς ἄνδρας· ἄλλοτε μὲν γὰρ ἀνδράσι συγκοιμώμενοι γυναικῶν ἔργα ἐπιτελοῦσι, πολλάκις δὲ καὶ τῶν γονίμων στερίσκονται.
- 2.16.13.1
Κρόνος Διὶ τρίγωνος ἀγαθὸν δηλοῖ τὸ σχῆμα· πολυκτήμονας ἐγγαίων, κυρίους σιτικῶν καὶ ἀμπελικῶν, σιτογεμωργοὺς ἀποτελεῖ καὶ κτίστας οἰκοπέδων κωμῶν τε καὶ πόλεων, βαρεῖς δὲ καὶ ἐπισκύνιον ἔχοντας. ἐὰν δὲ ὑψηλότερον τὸ σχῆμα καὶ Ἄρης ἐπιθεωρήσῃ καὶ περὶ τὸν Ἥλιον καὶ Σελήνην, ποιοῦσι στρατοπεδάρχας ναυτικῶν τε καὶ πεζικῶν ἄρχοντας, ἐνίους δὲ καὶ ἐπὶ βασιλείας τυραννίδας ἄγουσιν. εἰ δὲ ἐν τῷ τοῦ Κρόνου τριγώνῳ τὸ σχῆμα τύχῃ μάλιστα τοῦ Διὸς ἐν τῷ Ὑδροχόῳ ἀποστρόφου τοῦ Ἄρεως ὄντος, ταπεινοψύχους δεδοικότας οὐ κατὰ πᾶν διαλάμποντας οὐδὲ ἀρχῆς τινος μετέχοντας, ἀνακεχωρηκότας δὲ καὶ ἀγροῖκον βίον αἱρουμένους. παρὰ δὲ τὰς τῶν ζῳδίων καὶ τῶν τόπων διαφορὰς καὶ αἱ διαλλαγαὶ τῶν πράξεων γίνονται. τὰ αὐτὰ δὲ καὶ ὁμόσε ἀποτελοῦσιν ἐν τοῖς χρηματίζουσι ζῳδίοις.
- 2.16.14.1
Κρόνος δὲ Διὶ τετράγωνος ἀμβλύνει τὸ ἀγαθὸν τοῦ ἀστέρος, μάλιστα εἰ καὶ δεξιώτερος καὶ ἀνατολικώτερος εἴη ὁ τοῦ Κρόνου· γίνονται γὰρ δυσπρόκοποι ζημιώδεις μετὰ κόπου καὶ πόνου περιποιούμενοι, βλάπτονται δὲ καὶ περὶ τέκνων· οἱ μὲν γὰρ ἄτεκνοι γίνονται, οἱ δὲ θάνατον τέκνων θεωροῦσι. βλαβερὸς δὲ αὐτοῖς καὶ ὁ περὶ ἀδελφῶν τόπος· τοὺς μὲν γὰρ εὐνουστέρους καὶ φιλοστοργοτέρους λοστοργοτέρους θανάτῳ χωρίζουσι, τοὺς δὲ λοιποὺς ἐχθροὺς καὶ ἐπισινεῖς ποιοῦσι· μάλιστα δὲ ἔξω τῶν κέντρων γενόμενοι. διάμετροι δὲ πρὸς ἀλλήλους χαλεπώτεροι μετὰ ταλαιπωρίας καὶ ἐναντιώσεως.
- 2.16.15.1
Κρόνος Ἀρεῖ τρίγωνος ἐπισφαλεῖς μὲν τῷ βίῳ καὶ ἀφερεπόνους σημαίνει, ταῖς δὲ πράξεσι νωθροὺς καὶ βιαίους ἀποτελεῖ, ἤτοι σπανοτέκνους ἢ τὰ γεννώμενα διαφθείροντας, ἔτι δὲ αἰχμαλωτίζονται ἢ σινοῦνται. τετράγωνοι δὲ πολὺ χείρονες· ἀναιροῦνται γὰρ τὰ τέκνα αὐτῶν, ὁμοίως δὲ καὶ τὰ τῶν ἀδελφῶν, ἢ χωρίζονται ἀπʼ ἀλλήλων ἔχθραις ἢ δυσεπανόρθωτοι γίνονται ἢ σινοῦνται· προσκοπτικοὶ δὲ γίνονται ἐν ταῖς πράξεσιν ἁπάσαις, ἔχθραις μεγάλων ἀνδρῶν περικυλιόμενοι καὶ ἐπιβουλευόμενοι, καὶ κινδύνοις μεγάλοις τὸ σχῆμα περιπίπτει· ἢτοι γὰρ λῃστῶν ἢ πολεμίων ἐπιδρομαῖς ἢ ναυαγίῳ περιπεσόντες βιαιοθανατοῦσιν, ἔνιοι δὲ καὶ αἰχμαλωσίαις περιτρέπονται, πολλάκις δὲ καὶ ἀπὸ πυρὸς ἢ σιδήρου κινδυνεύουσι. διάμετροι δὲ ἀλλήλων γενόμενοι ἰσχυρότερα τὰ προειρημένα ἀποτελοῦσι· πρὸς ἐπὶ τούτοις γίνονται πένητες ἐπίμοχθοι ἀτυχεῖς, ἔνιοι δὲ νωτοφοροῦσιν ὡς κτήνη τάς τε ἐργασίας ἐπιμόχθους καὶ ἐπονειδίστους ἔχουσι. πολλὴ δὲ καὶ ἐπὶ τῶν σχημάτων τούτων διαφορά οὐ μόνον παρὰ τὴν τῶν ζῳδίων καὶ μοιρῶν ἰδιότητα, ἀλλὰ καὶ παρὰ τὰ μεγέθη τῶν γενέσεων. εἰ μὲν γὰρ ἀθεώρητον ὑπὸ Διὸς γένηται τὸ σχῆμα καὶ τῆς Σελήνης καὶ τοῦ Ἡλίου, ἄδοξον τὴν γένεσιν ποιήσουσιν· εἰ δὲ ἐπιθεωρήσουσι ταὶ τύχῃ ὁ μὲν ἕτερος αὐτῶν δεσπότης ὁ δὲ ἕτερος συνοικοδεσπότης, καὶ τηνικαῦτα τὰ προειρημένα γίνεται. χαλεπώτερα δὲ ἐπὶ τοῦ θεοῦ καὶ τῆς θεᾶς, ἀμβλύτερα δὲ καὶ σκιᾷ παραπλήσια ἐπὶ τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης, χείρονα δὲ καὶ ἀδιάλυτα ἐπὶ τοῦ κακοῦ δαίμονος καὶ τῆς κακῆς τύχης ἀργοῦ τε καὶ τατασκίου. ἐνδόξου δὲ τῆς γενέσεως οὔσης καὶ τυραννικῆς.
- 2.16.16.1
Ζεὺς Ἀρεῖ τρίγωνος ὁποτέρου αὐτῶν οἰκοδεσποτοῦντος τοῦ δὲ ἑτέρου δεσπόζοντος μεγάλους ἄνδρας σημαίνει καὶ ἡγεμονικοὺς καὶ τυραννικούς, μάλιστα ἐν ἰδίοις ζῳδίοις ἢ τριγώνοις ἢ μοίραις καὶ ἐπὶ τῶν χρηματιζόντων ζῳδίων ἢ ἐνηλλαχότες τὰ οἰκητήρια ἢ τὰ δρια, μάλιστα κυριεύοντες τοῦ κλήρου ἢ τοῦ οἰκοδεσπότου. μεγάλας γὰρ πράξεις ποιοῦσιν· ἤτοι γὰρ βασιλεῖς ἢ στρατοπέδων προήκοντας ναυτικῶν τε καὶ πεζικῶν, πόλεις ἀνορθοῦντας καὶ καταστρέφοντας· ἑξάγωνοι δὲ ἧττον σθένουσι, καθάπερ καὶ ἐπὶ τῶν προτέρων σχημάτων, ἐκτὸς εἰ μὴ ἐπίκεντροι γενόμενοι σημαίνουσι μὴ κάτοπτα τοῖς γενομένοις τὰ εἰρημένα κακά γίνεσθαι ἀλλὰ τοῖς ἄλλοις. αὐτοσχεδιασταὶ πολέμων πεζικῶν καὶ ναυμαχιῶν· γίνονται δὲ ἀρχιλῃσταὶ καὶ ἡγεμόνες βίαιοι βασανιστικοὶ ἡδέως κολάζοντες αἱμοπόται· εἰ δὲ ἀγοραίου γένεσις ἦ, οἷον νομικοῦ ἢ δικολόγου, γίνονται κατηγορικοί εἰ δὲ καὶ τὸν τοῦ Ἑρμοῦ συλλάβῃ τῆς Σελήνης προτέρου Ἄρεως τὴν συναφὴν ἔχοντος, χαλεπώτερον τὸ σχῆμα γίνεται· γίνονται γὰρ οἱ τοιοῦτοι θηρίου παντὸς χείρονες.
- 2.16.17.1
Ζεὺς Ἄρεῖ τετράγωνος, ἐὰν ὁ μὲν ὡροσκοπῇ ὁ δὲ μεσουρανῇ ἢ ἀγαθοδαιμονῇ, ἰσχυρόν· ἰσχυρότερον γὰρ τοῦ τριγώνου τὸ σχῆμα τοῦτο γενήσεται, μάλιστα εἰ μέσον τροπικὸν εἴη. ἐν δὲ τῷ αὐτῷ ζῳδίῳ παρόντες ἰσχυρότερα σθένουσι· τῷ γὰρ τριγώνῳ τὰ αὐτὰ καὶ τετράγωνοι ἀποτελοῦσιν, ἀλλὰ μετά κινδύνων καὶ ἐναντιώσεων. διάμετροι δὲ ἐν τοῖς ἀχρηματίστοις ζῳδίοις χαλεπώτεροι γίνονται· ἐὰν γὰρ ἐπί τινα ἡγεμονίαν τὰ λοιπὰ τῆς γενέσεως πράγματα τὸν γεννώμενον ἄγῃ, μεγάλοις περιπεσεῖται κινδύνοις καὶ ὑπὸ ἰδίων καὶ ὑπὸ ἐχθρῶν προδοθήσεται. εἰ δὲ μήτε οἰκοδεσποτῇ ἀστὴρ μήτε δεσπόζῃ τις αὐτῶν ἢ συνοικοδεσποτῇ, μέτριος ἡ τῶν τριγώνων στάσις· γίνονται γὰρ στρατιωτικοί· εἰ δὲ καὶ ἐκ τῶν ἄλλων ἀστέρων μέγεθος ἀξιώματος ὑποφαίνηται συνεργὸν αὐτοῖς ἢ παρασυνεργὸν ἐχόντων δύναμιν, προσθήσουσι τῇ δόξῃ· ποιοῦσι γὰρ ἄρχοντας πόλεων καὶ ἐπὶ δικαστηρίου καθεζομένους· εἰ δὲ καὶ τὸ διάθεμα στρατιωτικὸν ᾖ ἔκ τε Ἡλίου καὶ Σελήνης καὶ Κρόνου, δεκαδάρχας ἢ ἑκατοντάρχας τινὸς βραχέος στρατεύματος καὶ πόλεως· εἰ δὲ ταπεινὸν εἴη τὸ διάθεμα ἔκ τε Ἡλίου καὶ Σελήνης καὶ τῶν λοιπῶν ἀστέρων ἢ τρίγωνοι αὐτῶν ὅ τε τοῦ Ἄρεως καὶ ὁ τοῦ Διός, ταπεινοὺς ἀποτελεῖ τοὺς γεννωμένους, δούλους στρατευομένων ὑποτεταγμένους ἢ καὶ ἡγεμονευόντων, πολλάκις δὲ κυνηγοὺς ἢ μονομάχους ἢ ὁπλοποιούς· ταῦτα δὲ σημαίνει παρά τὰς τῶν ζῳδίων ἐναλλαγάς· ἐπὶ μὲν γὰρ τῶν κέντρων μεγάλους ἀπὸ νεότητος ἀποτελοῦσιν, ἐπὶ δὲ τῶν ἐπαναφορῶν ἀπὸ μέσης ἡλικίας ἀναγομένους, ἐπὶ δὲτῶν ἀποκλιμάτων ἥττονας καὶ ταπεινούς.
- 2.17.1.1
Περὶ δὲ τριγωνικῆς τάξεως ἐκθέμενος μεταβήσομαι πάλιν εἰς τὸν περὶ εὐδαιμονίας καὶ τύχης κλῆρον καὶ δαίμονος. πρὸ πάντων οὖν δεῖ ἀκριβῶς στῆσαι τὸν κλῆρον τῆς τύχης καὶ σκοπεῖν, εἰς ποῖον μέρος τοῦ κόσμου ἐξέπεσε, πότερον ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν ἢ τῶν ἀποκλίσεων ὁμοίως δὲ καὶ τὸν τούτου κύριον ζήτει. ἐὰν γὰρ ὡροσκοπῇ ἡμερινὸς ἢ καὶ ἐπί τινος ἑτέρου χρηματιστικοῦ ζῳδίου τύχῃ, ὑπὸ Ἡλίου καὶ Σελήνης καὶ τῶν ἀγαθοποιῶν μαρτυρούμενος, λαμπρὸν ἐπίσημον εὐτυχῆ τὸν γεννώμενον ποιήσει· ἐπὶ δὲ τῶν λοιπῶν κέντρων ἢ τῶν ἐπαναφορῶν μετριώτερος ἐπὶ δὲ τῶν ἀποκλιμάτων ἐκπτώσεως ὁ τρόπος ἐννοείσθω· οὗτοι γάρ εἰσι ἑτερογνώμονες τόποι αἰτίας ἐπάγοντες καὶ καθαιρέσεις. ἄλλως τε ἐπιγνούς τὸν κεκληρωμένον τόπον τῆς τύχης σκόπει καὶ τὰ τούτου τετράγωνα καὶ τὰ λοιπά, ὅσα ποτὲ ἐπὶ τῶν γενεθλιακῶν κέντρων. ἐφέξει γὰρ αὐτὸς ὁ κλῆρος δύναμιν ὡροσκόπου καὶ ζωῆς, τὸ δὲ τούτου δέκατον μεσουρανήματος καὶ δόξης, δὲ ζ΄ δυτικοῦ, δὲ δ΄ ὑπογείου· καὶ οἱ λοιποὶ δὲ τόποι τὴν δύναμιν τῶν ιβ΄ τοποθεσιῶν ἐφέξουσιν. ὑφίστανται γάρ τινες μυστικῶς τὸν μὲν καθολικὸν ὡροσκόπον καὶ τὰ τούτου τετράγωνα κοσμικά κέντρα, τὸν δὲ κλῆρον καὶ τὰ τούτου τετράγωνα γενεθλιαλογικὰ κέντρα. ὅθεν καὶ τοῖς συντάγμασι προδηλοῦσι λέγοντες· δὲ ἑτεροτρόποις σχήμασι τῶν κέντρων ἢ κλήρου τὴν δυναστείαν λαχόντες καὶ οὔτε μὴν διὰ παντὸς τὰ τροπικὰ οὔτε τὰ στερεὰ οὔτε τὰ τὰ δίσωμα τὴν αὐτὴν δύναμιν ἐφέξαι· δεῖ οῦν καὶ τὰς μαρτυρίας τῶν ἀστέρων ἤ συμπαρουσίας θεωρεῖν τὰς πρὸσ τὸν κλῆρον, ἵν᾿ εἰ μὲν ἀγαθοποιὸς ἐπὶ τούτῳ ἐπείη ἤ καὶ τῷδε μαρτυρήσῃ, προδηλωτικὸς ἀγαθῶν καὶ δοτὴρ ὑπαρχόντων γένηται· εἰ δὲ φθοροποιός, ἀποβολῆς ὑπαρχόντων καὶ φθίσεως σώματος αἴτιος γενήσεται.
- 2.18.1.1
Μυστικὸν δέ τινα τόπον εὕρομεν καὶ αὐτοὶ ἐκ πείρας, λαμβάνειν ἡμέρας μὲν ἀπὸ Ἡλίου τοῦ κατὰ γένεσιν ἐπὶ Κριόν, ἐστιν ὕψωμα αὐτοῦ, καὶ νυκτὸς ἀπὸ Σελήνης ἐπὶ Γαῦρον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, καὶ ὅπου δἂν καταλήξῃ, σκοπεῖν τόν τε τόπον καὶ τὸν τούτου κύριον. ἐὰν γὰρ εὑρεθῇ ὡροσκοπῶν ἢ μεσουρανῶν μάλιστα ἢ καὶ κατὰ τοῦ τοῦ κλήρου κέντρου, βασιλικὸν σχῆμα προδηλοῖ, τῶν λοιπῶν ἀστέρων καὶ αἱρέσεων τὴν ὑπόστασιν τῆς γενέσεως μεγάλην ἀποδεικνυόντων. ἄλλως δὲ τῆς γενέσεως ἐνδόξου οὔσης καὶ τοῦ ὑψώματος ἢ τοῦ οἰκοδεσπότου καλῶς πεπτωκότος ἀπὸ ἡγεμονίας ἢ ἀρχῆς πολιτικῆς ἢ βασιλικῆς ἢ καὶ ἑτέρας τινὸς ἐνδόξου πίστεως ὁ γεννώμενος ὑψωθήσεται. ἐὰν δὲ τῆς ὑποστάσεως μετρίας οὔσης ὁ κύριος τοῦ ὑψώματος ὁ τόπος καλῶς τύχῃ, κατʼ ἐκεῖνο μέρος εὐημερήσει ὁ γεννώμενος, ᾧ τετύχηκε πράσσων ἤτοι τέχνην ἢ ἐπιστήμην ἢ ἐπιτήδευμα. καὶ αὐτὸς δὲ ὁ οἰκοδεσπότης καὶ ζῴδιον εἶδος τῆς εὐτυχίας προδηλώσει ἐκ τῆς ἰδίας φύσεως ἢ οὖ ἔπεστι ζῳδίου· πολλάκις γάρ τινες τοῖς πρότερον χρόνοις ἄλλα πράξαντες κακοπαθήσαντες καὶ παραπεσόντες ὑστέρου διʼ ἑτέρων εὐτύχησαν πραγμάτων.
- 2.19.1.1
Ὅθεν περὶ τάς ἐπιβολὰς τῶν πράξεων καὶ μετατροπὰς ὅ τε κλῆρος τῆς τύχης καὶ ὁ δαίμων πολλὴν δύναμιν ἐφέξει· ἡ μὲν γὰρ τὰ περὶ σῶμα καὶ τὰς διὰ χειρῶν τέχνας δηλοῖ, ὁ δὲ δαίμων καὶ ὁ κύριος τὰ περὶ ψυχὴν καὶ διάνοιαν καὶ τὰς διὰ λόγων καὶ δόσεων καὶ λήψεων πράξεις. προσβλέπειν οὖν δεήσει τοὺς τόπους καὶ τοὺς τούτων οἰκοδεσπότας, ποίοις ζῳδίοις εἰσί, καὶ τάς τούτων φύσεις συναρμόζειν εἰς τὸν περὶ πράξεως καὶ τύχης λόγον καὶ εἰς εἷδος τῆς πράξεως. λαμπραὶ μὲν οὖν καὶ ἐπίδοξοι καὶ πρακτικαὶ νοηθήσονται γενέσεις ἐκ τε Ἡλίου καὶ Σελήνης τῶν ἀγαθοποιῶν ἐπόντων ἢ προσνευόντων τοῖς τόποις ἢ τοῖς οἰκοδεσπόταις, μέτριαι δὲ καὶ ἄδοξοι καὶ καθαιρετικαὶ καὶ ἐναντίαι αἱ γινόμεναι ἐκ τε Κρόνου καὶ Ἄρεος. βέλτιον μὲν οὖν καὶ τὸν κύριον τοῦ δαίμονος εὑρεῖν ἐπὶ τοῦ κλήρου τῆς τύχης ἤ τοῦ τούτου δεκάτου ἵνα μεσουρανῇ τῳ κλήρῳ ὅτι ἰδιοτοπεῖν καὶ ἐπίκεντρον ὡς ὅμοια καὶ ἴσα ἀντιδιέστειλε νῦν, καὶ ἐκ τοῦ ἐναντίου μὴ ἰδιοτοπεῖν καὶ ἀποκεκλιμένον ὡς ἴσα παρέθετο καὶ τὴν τῶν κακοποιῶν δὲ μαρτυρίαν ἢ ἀποστροφὴν ὡσαύτως ὡς εἶναι καὶ σχέσεις. ἢ καὶ η΄ ὅπερ ἐστὶ μεσουράνημα καὶ οὕτως γὰρ λαμπραὶ καὶ ἐπίσημοι γενέσεις γίνονται. ἐὰν δὲ ἰδιοτοπῇ ἢ καὶ ἐπίκεντρος ἄλλως τύχῃ, πρακτικαὶ καὶ ἔνδοξοι κατὰ ποσὸν γενήσονται. ἐὰν δέ πως ἀπόστροφος τύχη ἰδίου τόπου ἢ καὶ ἄλλως ἀποκεκλικώς ὑπὸ κακοποιῶν μαρτυρούμενος, φυγάδας σημαίνει καὶ ἐπὶ ξένης ἀσχημονοῦντας. καὶ ἐὰν μὲν ἀγαθοποιῷ ἢ ὑπὸ ἀγαθῶν μαρτυρηθῇ, ἐπὶ ξένης τὸν πολύν χρόνον διανύσουσι, ποικίλως καὶ ἀνωμάλως τὸν βίον διάγοντες· ἐὰν δὲ κακοποιῷ, καὶ αἰτίας καὶ συνοχῆς πεῖραν λαβόντες ἐνδεεῖς καὶ κακόβιοι γενήσονται. ὁμοίως καὶ ἐὰν ἐναντιωθῇ τῳ τόπῳ, ἐπὶ ξένης ἀναστρεφομένους καὶ ταραχαῖς γινομένους προδηλοῖ, πολλάκις δὲ οἱ τοιοῦτοι ὑπὸ μὲν ἰδίων οὐ κληρονομοῦνται, ὑπὸ δὲ ἀλλοτρίων κληρονομοῦνται.
- 2.20.1.1
Εὕραμεν δὲ καὶ τὸν ια΄ τόπον τῆς τύχης περιποιητικόν, ὑπαρχόντων καὶ ἀγαθῶν δοτῆρα, καὶ μάλιστα ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων. Ἥλιος μὲν γὰρ καὶ Ζεὺς καὶ Ἀφροδίτη παρέχουσι χρυσὸν ἄργυρον καὶ κόσμον καὶ πλείστην ὕπαρξιν καὶ ἀπὸ μειζόνων τε καὶ βασιλέων δωρεάς καὶ εὐπροαιρέτους ἐξοδιασμούς εἰς ὄχλους καὶ πολλῶν εὐεργέτας καθιστῶσι. Σελήνη δὲ καὶ Ἑρμῆς αὐξομείωσιν τοῦ βίου καὶ ἀνωμαλίαν καὶ ὁτὲ μὲν ἑτέροις παρεκτικούς καὶ εὐμεταδότους, ὁτὲ δὲ ἐνδεεῖς ἢ δανείοις περιτρεπομένους διὰ τὴν μὲν Σελήνην αὐξομείωσιν τοῦ φωτὸς ἔχειν, τὸν δὲ Ἑρμῆν ἐπίκοινον εἶναι ἀγαθῶν τε καὶ κακῶν. Ἄρης τὰ μὲν διδόμενα ἢ ἐπικτώμενα ἀφαιρεῖται ἀποτελῶν μειώσεις ἁρπαγὰς ἐμπρησμούς κρίσεις, εἰς δημόσια εἰς βασιλικὰ πράγματα ἀναλίσκοντας ἢ αὐτεξουσίους γινομένους καὶ καταιτιωμένους, ἐκτὸς εἰ μὴ στρατιωτικὴ ἢ ἔνδοξος ἡ γένεσις τύχῃ· οὕτω γάρ ἐκ τῆς τοιαύτης ἀφορμῆς καὶ βιαίων ἢ ἐπικινδύνων πραγμάτων καὶ κλοπῆς περιποιήσει γενήσονται, ἐάνπερ οἰκείως ὁ ἀστὴρ τύχῃ· πλὴν καὶ οὕτως ἐπιφόβωε ἀνύσει καὶ μείωσιν ὑποίσει. Κρόνος δὲ ἔτι ἐπιτόπως σχηματισθεὶς θεμελίων κτημάτων κυρίους καθίστησιν, ἀτόπως δὲ ἢ παῤ αἵρεσιν ἐκπτώσεις ἀφαιρέσεις ναυάγια ἐνδείας χρεωστίας ἀποτελεῖ.
- 2.20.2.1
Κρόνος σὺν Ἑρμῇ καὶ Ἀρεῖ διά τινας κρίσεων ἐπιφοράς καὶ κακούργων ἢ μυστικῶν καὶ βιαίων πραγμάτωι χάριν ἐπηρεαζομένους. Κρόνος Ἑρμῆς Ἄρης Ἀφροδίτη διὰ φαρμακειῶν ἢ θηλυκῶν προσώπων ἀδικουμένους καὶ αἰτίαις γινομένους. Κρόνος Ἄρης Ἑρμῆς Ἀφροδίτη Ζεὺς Σελήνη ὑπὸ νεκρικῶν ὠφελουμένους καὶ ἐκ ναυκληριῶν καὶ ξενιτειῶν ἢ καθύγρων πραγμάτων περικτωμένους.
- 2.20.3.1
Καθολικῶς μὲν οὖν Κρόνος καὶ Ἄρης μεσουρανοῦντες ἢ ἐπαναφεφόμενοι τῳ μεθουρανήματι τοῦ κλήρου καὶ τοῦ περιποιητικοῦ κυριεύσαντες ἐκπτώσεως δηλωτικοί. Ἑκάστου οὖν ἀστέρος δεῖ τὰς φύσεις προορᾶν καὶ κατά τὴν ἰδίαν σύγκρισιν καὶ οἰκειότητα τὴν πρὸς ἑκάτερον ἀποφαίνεσθαι. οὐ μόνον δὲ οἱ ἀστέρες ⟨οἱ〉 ἐπόντες τῷ περιποιητικῷ τόπῳ τὰ προκείμενα δηλώσουσιν, ἀλλὰ ταὶ αὐτὸ ζῴδιον ἐνεργήσει πρός τε τὴν τοῦ ἀστέρος καὶ τὴν ἰδίαν φύσιν.
- 2.21.1.1
Εἰς δὲ τὴν τῶν προκειμένων διάγνωσιν ὑποδείγμασι χρησόμεθα προτάξαντες ἐπίσημον γένεσιν. ἔστω Ἡλιον εἶναι Σκορπίῳ Σελήνην Καρκίνῳ, Κρόνον Ὑδροχόῳ, Δία Τοξότῃ, Ἄρεα Σκορπίῳ, Ἀφροδίτην Ζυγῷ, Ερμῆν Σκορπίῳ, ὡροσκόπον Ζυγῷ. ἐπεὶ οὖν νυκτερινὴ ἡ γένεσις, ζητῶ Σελήνην· αὕτη δὲ τυγχάνει Καρκίνφ τρίγωνος Ἀρεῖ, τὸν δὲ τοῦ Ἄρεος εὔρομεν ἐπαναφερόμενον ἰδίῳ οἴκῳ καὶ τριγὼνῳ καὶ αἱρέσει ἰδίᾳ· εἶτα τὴν ἐπίκοινον τούτῳ Ἀφροδίτην ὡροσκοποῦσαν ἰδίῳ οἴκῳ, τρίτην Σελήνην μεσουρανοῦσαν ἰδίῳ οἴκῳ. πρόδηλον οὖν, ὅτι ἔνδοξος ἡ γένεσις, ἐπιτόπως ἐσχηματισμένων τῶν οἰκοδεσποτῶν. ζητήσας δὲ καὶ τὸν κλῆρον εὑρον Ὑδροχόῳ τούτῳ ἔπεστι Κρόνος ὁ κύριος ἀγαθοτυχῶν ἰδίῳ οἴκῳ καὶ τριγώνῳ. ὁμοίως καὶ ια΄ τοῦ κλήρου τῆς τύχης τουτέστι περιποιητικὸν ζῴδιον Ζεὺς ἔχει. ἔλαβον δὲ καὶ ὕψωμα τῆς γενέσεως, ὃ ἀπὸ Σελήνης ἐπὶ Γαῦρον γίνεται ια΄ καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου Ζυγοῦ· κατέληξεν Λέοντι τῳ ἀγαθῷ δαίμονι· τούτου κύριος ὁ Ἥλιος, ὃς εὑρέθη μεσουρανῶν τῳ κλήρῳ τῆς τύχης, ἐποίησε λαμπροτέραν καὶ ἐνδοξοτέραν τὴν γένεσιν.
← Previous · Next → — showing 101–200 of 670
First Thousand Years of Greek. CTS URN tlg1764.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.