Anthologiarum libri ix
- 3.1.4.1
Οἷον ὡροσκόπος Σελήνη Κριῷ ιβ΄ δὲ τῇ αὐτῇ ἡμέρᾳ τὴν πανσέληνον λύει περὶ μοίρας κζ΄ τοῦ αὐτοῦ ζῳδίου. διάστημα μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου μοῖραι ε΄, ἅτινα συνάγεται ἔτη δ΄. τοσαῦτα ἐβίωσεν ὁ γεννώμενος. καὶ μάλιστα ἐὰν κακοποιὸς ἐπιφέρῃ τὴν ἀκτῖνα καὶ εἰ μαρτυρήσει δὲ ἢ ἐναντιωθῇ τῷ ζῳδίῳ, ἔσται ὁ θάνατος· ἐὰν δὲ καὶ ὁ ἀγαθοποιὸς ὁμοίως ἐπιθεωρῇ, ὁ μὲν θάνατος οὐκ ἔσται, σίνος δὲ ἢ πάθος. καὶ αἱ λοιπαὶ δὲ φάσεις τῆς Σελήνης ἕως τῆς τοῦ συνδέσμου λύσεώς εἰσιν ἀναιρετικαί. δεῖ δὲ καὶ τὴν ἐπικράτησιν τότε βεβαίαν κρίνειν, ἐὰν καὶ τῷ κυρίῳ τῶν ὁρίων Ἥλιος καὶ Σελήνη ἐπιμαρτυρῇ καὶ ἐπίκεντρος τύχῃ ἢ ταῖς χρηματιζούσαις μοίραις· ἐὰν δὲ ἀπόστροφος εὑρεθῇ, ἀνοικοδεσπότητος ἡ γένεσις κριθήσεται. ἐὰν δὲ ἐναλλάξωσι τὰ ὅρια ὅ τε κύριος τοῦ ἡλιακοῦ ἢ σεληνιακοῦ ζῳδίου καὶ τῶν ὁρίων, καὶ οὕτως ἔσται ἀνεπικράτητος ἡ οἰκοδεσποτεία. σκοπεῖν δὲ δεῖ, μήποτε ὁ δοκῶν οἰκοδεσποτεῖν ὑπὸ δύσιν τύχῃ· καὶ οὕτως γὰρ πάλιν ἀνοικοδεσπότητος ἡ γένεσις.
- 3.2.1.1
Πρὸ πάντων οὖν στήσαντα τὴν ὡροσκοποῦσαν καὶ μεσουρανοῦσαν μοῖραν καὶ τῶν λοιπῶν κέντρων λαμβάνειν χρὴ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ἀντιμεσουρανούσης καὶ τοῦ συναχθέντος πλήθους τρίτον μέρος ἡγεῖσθαι κεντρικῷ σχήματι χρηματιζούσας μοίρας ἀπὸ τῆς ἑξῆς δυναστικούς τε τοὺς ἀστέρας ἤτοι ἀγαθοποιοὺς ἢ κακοποιοὺς ταύταις ταῖς μοίραις, τὰς δὲ λοιπὰς ἕως τοῦ ὑπογείου ἀχρηματίστους καὶ τοὺς ἐπόντας ἀστέρας ἀχρηματίστους ἢ ἀπράκτους. τὴν δὲ αὐτὴν δύναμιν τὰ διάμετρα τοῦ τε ὡροσκόπου καὶ τῶν λοιπῶν κέντρων ἐφέξει πρός τε τὰς χρηματιζούσας μοίρας καὶ ἀχρηματίστους καὶ οἱ ἐπόντες ἀστέρες ὁμοίως εὐτονήσουσι. φανερὸν οὖν ὅτι οὐκ ἀεὶ τριάκοντα μοῖραι ἐπίκεντροι, ἀλλʼ ὅτε μὲν πλείους ὅτε δὲ ἐλάττους· ἐὰν δέ πως τῷ ὡροσκοποῦντι καὶ δύνοντι ζῳδίῳ δυναστικαὶ μοῖραι ἐλάττους ὦσι τῶν τριάκοντα, τότε τῷ μεσουρανήματι καὶ ὑπογείῳ κέντρῳ πλείους ἔσονται τῶν τριάκοντα μοιρῶν. ἐὰν δὲ τῷ ὡροσκοποῦντι καὶ ἀνθωροσκοποῦντι κέντρῳ πλείους ὦσι τῶν τριάκοντα, τότε τῷ μεσουρανήματι καὶ ὑπογείῳ ἐλάττους.
- 3.2.2.1
Οἷον ἔστω ὡροσκοπεῖν Ἰχθύας περὶ μοίρας ιγ΄, μεσουρανεῖν Τοξότου μοίρας κβ΄, ὑπὸ γῆν εἶναι Δσιδύμους τῶν αὐτῶν, δύνειν Παρθένου μοῖραν ιγ΄. ἔλαβον ἀπὸ τοῦ ὡροσκόπου διάστημα ἕως τοῦ ὑπογείου· γίνονται μοῖραι 𝒢θ΄. τούτων τρίτον γίνονται λγ΄ ταύτας ἀπέλυσα ἀπὸ τοῦ ὡροσκόπου, κατέληξεν εἰς τὴν τοῦ Κριοῦ μοῖραν ιϚ΄· αὗται ἔσονται δυναστικαὶ μοῖραι καὶ οἱ ἐπʼ αὐτῶν ἀστέρες, αἱ δὲ λοιπαὶ μοῖραι ἀπὸ ιζ΄ ἕως τοῦ ὑπογείου ἀχρημάτιστοι, καὶ αἱ τούτων δὲ διάμετροι ὅμοιον ἐφέξουσι. πάλιν ἔλαβον ἀπὸ τῆς μεσουρανούσης μοίρας ἕως τῆς ὡροσκοπούσης· γίνονται πα΄· τούτων τρίτον γίνονται κζ΄ ταύτας ἀπέλυσα ἀπὸ τῆς μεσουρανούσης μοίρας, κατέληξε εἰς τὴν τοῦ Αἰγόκερω μοῖραν ιθ΄. αὗται οὖν χρηματιστικαὶ καὶ τούτων διάμετροι, αἰ δὲ λοιπαὶ ἀχρημάτιστοι. δʼ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων δεῖ ποιεῖν πρὸς γινώσκειν τοὺς ἀστέρας πότερον χρηματιστικαῖς μοίραις εἰσὶν ἢ ἀχρηματίστοις. Ἔδοξε δέ μοι φυσικώτερον οὕτως ἔχειν. μὲν διάστημα ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ὑπογείου λαμβάνοντα καὶ τούτων τρίτον λογισάμενον καθὼς πρόκειται καὶ ἀπολύσαντα ἀπὸ τῆς ὡροσκοπούσης κατὰ ἐξῆς κρίνειν δυναστικὰς μοίρας καὶ τὰς τούτων διαμέτρους, δὲ ἕτερον μέρος τῶν μοιρῶν κρίνειν πάλιν μέσον, μήτε πλέον ἀγαθὸν μήτε φαῦλον, διὰ τὴν ἐπαναφορὰν τοῦ ὡροσκόπου καὶ τὴν θεὰν καὶ διάμετρον τοῦ θεοῦ. ἔσται οὖν μὲν πρῶτον τρίτον μέρος τῶν ἀπὸ ὡροσκόπου μοιρῶν χρηματιστικὸν καὶ δυναστικόν, δὲ ἕτερον τρίτον μέρος μέσον, δὲ ἕτερον τρίτον αἰτιατικὸν καὶ φαῦλον. κατὰ ταὐτὰ δὲ καὶ οἱ ἀστέρες ἐνεργήσουσι· δεῖ γὰρ ἀπὸ τῆς τοῦ μεσουρανήματος καὶ τῆς κεντρικῆς τάξεως δὲ ἕτερον τῆς ἐπαναφορᾶς, καθὸ καὶ παρὰ τοῖς παλαιοῖς Ἀγαθοδαίμων ὠνομάσθη· δὲ λοιπὸν τρίτον ἕως της τοῦ ὡροσκόπου ἀποκεκλικυίας μοίρας κακωτικὸν καὶ ἀσχημάτιστον. ὁμοίως δὲ καὶ τὰ τούτων διάμετρα συνεπισχύσει.
- 3.2.3.1
Ταῦτα πάντα καὶ ὁ Ωρίων τῷ βιβλίῳ ἐξέθετο.
- 3.3.1.1
Ἐπεὶ δέ τινες φθόνῳ φερόμενοι ἢ ἀπειρίᾳ μονομερῶς καὶ σκοτεινῶς πραγματεύονται τὴν ἄφεσιν (πάντοτε γὰρ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς πλῆθος τῶν μοιρῶν κατὰ τὰς ἀναφορὰς ποιούμενοι ἀποφαίνονται), ἀναγκαῖον ἡμᾶς τὴν διάκρισιν ἐπιδιασαφῆσαι. εὑρίσκομεν γὰρ γενέσεις καὶ τὴν τετράγωνον πλευρὰν διαβεβηκυίας καὶ μάλιστα τοῖς ὀλιγαναφόροις ζῳδίοις, καίπερ τοῦ παλαιοῦ ἀκριβῶς λέγοντος ὡς ἀδυνάτου ὄντος, καὶ πάλιν ἄτερ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας μηδὲ τὴν τετράγωνον διεληλυθυίας. τεθείσης οὖν γενέσεως σκοπεῖν δεήσει, εἰ οἰκοδεσποτεῖται ἡ γένεσις ἢ ἀνοικοδεσπότητος ἔσται, καὶ πότερον Ἥλιος ἢ Σελήνη ἢ ὡροσκόπος ἀφέτης. καὶ ἐὰν μὲν ὁ Ἥλιος ἢ Σελήνη τὸν ἀφετικὸν τόπον λάχῃ, λογίζεσθαι δεῖ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς, πόσος χρόνος συνάγεται καθʼ κλίμα τι γεγένηται, καὶ συναγαγόντας ἀποφαίνεσθαι τοσαῦτα ἔτη ζήσεσθαι. τοῦτο δὲ συμβαίνει, ἐάνπερ ὁ οἰκοδεσπότης ἰδίοις ὅροις ὑπάρχων καὶ οἰκείως ἐσχηματισμένος τῷ ἀφέτῃ συνάπτῃ ἢ ἐπιμαρτυρῇ καὶ μηδεὶς τῶν ἀναιρετῶν τὴν ἀκτῖνα ἐπιφέρων λοιπογραφήσῃ πλῆθος τῶν ἐτῶν. ἐὰν δὲ ὁ οἰκοδεσπότης ἀκαταμαρτύρητος πρὸς τὸν ἐπικρατήτορα τύχῃ, ἄλλως δὲ καλῶς σχηματιζόμενος εὑρεθῇ, οἷον ἐὰν ὡροσκοπῇ ἢ μεσουρανῇ ἀνατολικός, αὐτὸς τὰ τέλεια ἔτη μερίσει· ἐὰν δὲ τῶν κέντρων, λοιπογραφήσας τὴν διαίρεσιν τοῦ διαστήματος κατὰ τὸν τῆς κοινωνίας λόγον τὰ λοιπὰ μερίσει.
- 3.3.2.1
Πάντοτε οὖν ἀπὸ τοῦ ἐπικρατήτορος δεῖ λογίζεσθαι τὴν ποσότητα τῶν ἐτῶν καὶ συγκρίνειν τοῖς τοῦ οἰκοδεσπότου· καὶ ὅσα ἂν εὑρίσκηται, τοσαῦτα ζήσεται ἔτη· ὁ γὰρ οἰκοδεσπότης μερίζει, ἐάνπερ οἰκοδεσποτουμένη τὔχῃ, λοιπογραφουμένων τῶν κεντρικῶν διαστάσεων. ἐὰν δὲ τὰ τοῦ ἀχφέτου ἥττονα ὄντα τῶν τοῦ οἰκοδεσπότου τύχῃ, τὰ τοῦ ἀφέτου ζήσεται καὶ ἀνοικοδεσπότητος κριθήσεται. ἐὰν δὲ οἰκείως ἡ ἐπικράτησις τύχῃ, καὶ ὁ οἰκοδεσπότης ἕκαστος τὰ ἴδια ἔτη μερίζει. ἐνιοι μὲν οὖν τὴν κεντρικὴν διάστασιν πάλιν τῶν οἰκοδεσποτῶν λογίζονται ἀπὸ τῆς ὥρας καὶ δυνούσης μοίρας· κἂν ε΄ ἢ Ϛ΄ ζῴδια ἀπέχωσι, τοσαύτην ἀφαίρεσιν ποιοῦνται. ἐγὼ δέ φημι καὶ ἐκ τῶν δ΄ κέντρων τὴν διάστασιν τοῦ οἰκοδεσπότου λογίζεσθαι καὶ ἀφαιρεῖν, ἐάνπερ οἰκοδεσποτουμένη ἡ γένεσις εὑρεθῇ· γὰρ λέγειν ἐπὰν δὲ εὑρεθῇ μεσουρανῶν ἢ ἀγαθοδαιμονῶν ἢ καὶ ἐπί τινος χρηματιστικοῦ τόπου, τὰ τέλεια μεριεῖ. οὐκ ἄρα ἀφελεῖ τις ἀπὸ τῆς ὥρας ἢ δυτικῆς διαστάσεως ἐπιβάλλον. ἐὰν δέ πως μήτε Ἥλιος μήτε Σελήνη τὸν ἀφετικὸν τόπον λάχωσιν ἀλλὰ ὡροσκόπος ἢ μεσουράνημα, οὐκέτι πλῆθος τῶν ἐτῶν ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου δέον λογίζεσθαι, ἀλλʼ ἕως τῆς κεντρικῆς διαστάσεως συλλογισαμένους ἀποφαίνεσθαι τὰ ἔτη, ἐάν πως μηδεὶς τῶν ἀναιρετῶν ἐπιφέρων τὴν ἀκτῖνα χρεωκοπήσῃ πλῆθος τῶν ἐτῶν.
- 3.3.3.1
Ὑποδείγματος χάριν ἔστω τινὰ ὡροσκοπεῖσθαι κατὰ β΄ κλίμα Διδύμοις μοίρᾳ η΄, μεσουρανεῖσθαι δὲ ὑπὸ Ὑδροχόου μοίρας κβ΄. καὶ τῆς ἀφέσεως οὔσης ἀπὸ τῆς ὡροσκοπούσης μοίρας οὐ πάντως ἡ κατάληξις τῶν ἐτῶν ἕως τῆς τετραγώνου πλευρᾶς Παρθένου μοίρας η΄, ἀλλʼ ἕως τοῦ ὑπογείου Λέοντος μοίρας κβ΄, καὶ συνηγμένον πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι, ἐάνπερ μηδεὶς ἀναιρέτης τὴν ἀκτῖνα ἐπιφέρῃ. ἐὰν γὰρ τῇ κ΄ μοίρᾳ τῶν Διδύμων τοῦ Καρκίνου ὁποιᾳδήποτε μοίρᾳ ἀναιρέτης ἐπῇ ἢ ἀκτινοβολήσῃ, τοσαῦτα ἔτη ζήσεται, ὅσα ἀπὸ τῆς ἀφετικῆς ἕως τῆς ἀναιρετικῆς συνάγεται. ὁμοίως δὲ καὶ ἂν ἀπὸ τοῦ μεσουρανήματος Ὑδροχόου μοίρας κβ΄ τὴν ἄφεσιν ποιησώμεθα, τὴν συμπεραίωσιν τῶν ἐτῶν οὐκέτι ἕως τῆς τετραγώνου πλευρᾶς Ταύρου μοίρας κβ΄ ἕξομεν, ἀλλʼ ἕως τῆς η΄ μοίρας τῶν Διδύμων. προφανὲς οὖν ὅτι ζῳδιακῶς μὲν τὴν τετράγωνον πλευρὰν ἡ ἄφεσις ὑπερτέθεικε, κεντρικῶς δὲ οὔ. ἐσθʼ ὅτε μὲν οὖν οὗτος ὁ τρόπος καὶ ἐπὶ Ἡλίου καὶ Σελήνης ἁρμόσει· πρὸς μὲν τὴν ὑπέρθεσιν, ἐὰν ὑπὸ τῶν οἰκοδεσποτῶν βοηθῶνται, τουτέστιν ὅταν μαρτυρῶνται ὑπὸ αὐτῶν καλῶς πεπτωκότων καὶ δυναμένων τὰ τέλεια μερίζειν. ὡσαύτως δὲ καὶ ἐκ τῆς δύσεως τὴν ἄφεσιν ἐὰν ποιησώμεθα, τουτέστι Τοξότου μοίρας η΄, ἕως τῆς κβ΄ τοῦ Ὑδροχόου, τέλος εὑρήσομεν. πάντοτε οὖν τὴν ἀφετικὴν μοῖραν εὑρόντας σκοπεῖν δεήσει κεντρικὸν διάστημα ποῦ φθάνει καὶ ἕως ἐκείνης τῆς μοίρας τὴν ἄφεσιν ποιεῖσθαι, ἐάνπερ μηδεὶς ἀναιρέτης διακόπτῃ.
- 3.3.4.1
Μυστικώτερος δὲ ἔστω οὗτος ὁ λόγος καὶ δεδοκιμασμένος ὑφʼ ἡμῶν καὶ ἀνηπλωμένος, τὴν ἀφετικὴν μοῖραν λογίζεσθαι ὡς μεσουρανοῦσαν. ταύτης δὲ μεσουρανούσης σκοπεῖν δεήσει καὶ καθʼ κλίμα τις ζητεῖ, πόστη μοῖρα δύναται ὡροσκοπεῖν, καὶ ἐπιγνόντας ἕως ἐκείνης τὴν ἄφεσιν ποιεῖσθαι. οἷον ἔστω εἶναι ἀφετικὴν Σκορπίου μοῖραν ιβ΄ κατὰ β΄ κλίμα· ἐὰν μὲν οὖν αὐτὴν λογιζώμεθα ὡς ὡροσκοποῦσαν μοῖραν, ἡ ἄφεσις ἔσται ἕως τῆς τοῦ Ὑδροχόου μοίρας ιγ΄, ἔνθα ὑπόγειον κατέληξε. ἐὰν δὲ καθὼς προείπαμεν λογισώμεθα μεθουρανοῦσαν αὐτήν, εὑρήσομεν τῷ ἀναφορικῷ ὡροσκόπον Αἰγόκερω μοῖραν κη΄, καὶ ἡ ἄφεσις ἔσται ἀπὸ τῆς ιβ΄ μοίρας τοῦ Σκορπίου ἕως τῆς κη΄ τοῦ Αἰγόκερω. δὲ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἤτοι γενέσεων ἤτοι ζῳδίων ποιήσαντες εὑρήσομεν. ὁμοίως δὲ καὶ τὴν ἀναιρετικὴν ἤγουν ἀφετικὴν μοῖραν λογίζεσθαι ὡροσκοποῦσαν καὶ ταύτης ὡροσκοπούσης, πόστη δύναται μεσουρανεῖν οἵα δή ποτε οὖν μοῖρα ζῳδίου, καὶ ἕως ἐκείνης τὴν ἄφεσιν ποιεῖσθαι ἢ τῆς διαμέτρου· πρὸς δὲ τὸν οἰκοδεσποτικὸν λόγον πραγματεύεσθαι, καθὼς προείπαμεν, σκοποῦντας τὴν κεντρικὴν διάστασιν καὶ τὴν σχηματογραφίαν καὶ τὴν πρὸς τὸν ἀφέτην σύγκρισιν.
- 3.3.5.1
Ἔστω ὡροσκόπος ἡ Τοξότου μοῖρα ιη΄, μεσουράνημα δὲ Ζυγοῦ μοῖρα δ΄, οἰκοδεσποτεῖν δὲ Ἑρμῆν καὶ εἶναι Παρθένῳ μοίρᾳ ιγ΄. λογίζομαι διάστημα ἀπʼ αὐτοῦ ἕως τῆς ὡροσκοπούσης μοίρας· γίνονται μοῖραι λε΄, ἅτινά ἐστι ὧραι β΄ καὶ μέρος γ΄ ὥρας. ἐπεὶ οὖν οϚ΄ ἐπιμερίζει τὰ τέλεια, ταῦτα παρὰ τὸν ιβ΄· ἐπιβάλλει ἄρα ἑκάστη ὥρᾳ ἔτη Ϛ΄ μῆνες δ΄. τῶν οὖν δύο ὡρῶν γίνεται ἔτη ιβ΄. μῆνες η΄ καὶ τοῦ τρίτου ἔτη β΄ μὴν α΄ ἡμέραι ι΄ ὁμοῦ γίνεται ἔτη ιδ΄ μῆνες θ΄ ἡμέραι ι΄. ταῦτα ἀφεῖλον ἀπὸ τῶν οϚ΄· λοιπὰ ἔτη ξα΄ μῆνες β΄ ἡμέραι κ΄. δʼ ὅμοιον κἂν ἀπὸ τῶν ἑτέρων κέντρων ἀποσπάσῃς δεῖ λογίζεσθαι. τούτων οὕτως ὄντων ἔστω τὴν Σελήνην ἀφέτην εἶναι Ζυγῷ περὶ μοίρας η΄· ἔλαβον τῶν λοιπῶν κβ΄ μοιρῶν ἔτη κθ΄ μῆνας δ΄ καὶ τοῦ Σκορπίου λϚ΄ καὶ τῶν ιζ΄ τοῦ Τοξότου ἔτη τη΄ μῆνα α΄ ἡμέρας ιη΄· ὁμοῦ τὰ πάντα γίγνεται ἀπὸ τῆς ἀφέσεως ἔτη πγ΄ μῆνες ε΄ ἡμέραι τη΄. ἐπεὶ οὖν τὰ τοῦ ἀφέτου πλείονα τῶν τοῦ οἰκοδεσπότου ἐτῶν εὑρέθη, τοσαῦτα ἔτη βιώσει ἡ γένεσις, ὅσα ὁ οἰκοδεσπότης Ἑρμῆς ἐμέρισεν, ξα΄ μῆνας β΄ ἡμέρας κ΄· εἰ δʼ ἦν τὰ τοῦ ἀφέτου ἥττονα τῶν τοῦ οἰκοδεσπότου ἐτῶν ὑπὸ ἀναιρετικῆς ἀκτῖνος λελοιπογραφημένα, οἷον ἔτη νγ΄, συνέβαινε τὴν προκειμένην γένεσιν μόνα τὰ νγ΄ ἔτη ζήσεσθαι. ἐὰν μέντοι ὁ οἰκοδεσπότης ἐπίκεντρος καὶ ἀνατολικὸς εὑρεθῇ ἢ καὶ ἐπὶ τῶν χρηματιζουσῶν μοιρῶν ὢν τύχῃ τῆς ἀφέσεως πλεοναζούσης, καὶ αὐτὸς τὰ τέλεια μεριεῖ. καλῶς γὰρ τοῦ οἰκοδεσπότου τετευχότος οὐκέτι οἱ ἀναιρέται ἐπόντες ἢ ἀκτινοβολοῦντες παραιρέται τῶν χρόνων γενήσονται. ἐὰν δέ πως ἀνοικοδεσπότητος ἡ γένεσις εὑρεθῇ ἀφέσεως οὔσης, σκοπεῖν τότε δεήσει τὰς συμπαρουσίας τῶν ἀναιρετῶν ἢ καὶ ἐπιμαρτυρίας ἑξαγώνους τριγώνους τετραγώνους διαμέτρους.
- 3.3.6.1
Ἀναιρέται δέ εἰσιν Κρόνος Ἄρης Ἥλιος Σελήνη ἐπὶ φάσιν φερομένη. εἰσὶ δὲ καὶ ἀναιρετικοὶ τόποι καθʼ ἕκαστον ζῴδιον τά τε ἀφετικὰ δρια καὶ τὰ τῶν κακοποιῶν· ἀναιρετικαὶ δὲ μοίραι κριθήσονται αἱ παῤ ἑκάτερα τῆς ἀφέσεως γ΄ ὅτι πᾶσα τριμοιρία καθηγουμένη καὶ ἑπομένη δύναμιν συμπαρουσίας ἔχει ἤτοι ἰσομοιρίας, καὶ αὐτὴ ἡ κατὰ κάθετον, ὡς εἶναι τὰς πάσας ζ΄. ταύταις οἱ κακοποιοὶ ἀκτινοβολοῦντες ἀναιρέται γενήσονται, οἱ δὲ ἀγαθοποιοὶ κωλυταὶ τῆς ἀναιρέσεως. οἷον ἔστω τινὰ ὡροσκοπεῖσθαι ὑπὸ τῆς τοῦ Κριοῦ μοίρας ιβ΄· αὕτη μὲν οὖν ἔσται μέση ἀπὸ τῆς θ΄ ἕως τῆς ιε΄ μοίρας Κριοῦ· ἐὰν οὖν κακοποιὸς βάλῃ ἀκτῖνα ἀπὸ τῆς θ΄ ἕως τῆς ιε΄, ἀναιρεῖ οὐ μόνον εἰς αὐτὸ ζῴδιον τῆς ἀφέσεως, ἀλλὰ καὶ τοῖς ἑτέροις ἕως τῆς τετραγώνου πλευρᾶς. οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος Κρόνος ἢ Ἄρης εὑρεθῇ Ταύρῳ ἢ Διδύμοις περὶ μοῖραν ιε΄ τῆς ἀφετικῆς μοίρας κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν γινομένης, εἰς τὴν τοῦ Ταύρου ἢ Διδύμων μοῖραν ιβ΄ ἢ ιγ΄ ἔσται ἡ ἀναίρεσις. ἐπίκεντροι μὲν οὖν ἢ καὶ ἐπαναφερόμενοι οἱ ἀναιρέται εὐτονώτεροι καθίστανται, ἔκκεντροι δὲ ἐξασθενήσουσι. Ἔστω δὲ καὶ οὗτος ὁ λόγος δυναστικὸς πρὸς τοὺς ἐπικέντρους. οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος καθὼς πρόκειται Κρόνος Τοξότῃ τύχῃ μοίρᾳ ιγ΄ ἢ καὶ ιβ΄ ἢ καὶ κ΄, ζῳδιακῶς μὲν ἀποκέκλικεν· ἐπειδὴ δʼ εἰς ἐπικέντρους καὶ χρηματιζούσας μοίρας ἔβαλε τὴν ἀκτῖνα κατὰ τρίγωνον εἰς τὸν Κριόν, ἀναιρέτης κριθήσεται. ἐὰν δὲ Τοξότῃ εὑρεθῇ μοίρᾳ γ΄ ἢ ζ΄, κατʼ ἀμφότερα οὗτος ἔσται ἀποκεκλικώς, καὶ μοιρικῶς καὶ ζῳδιακῶς, καὶ οὐκ ἐστιν ἀναιρέτης. συμβαίνει δὲ καὶ ἀπὸ ἐπικέντρων τόπων τοὺς ἀναιρέτας εἰς ἀχρηματίστους καὶ ἀποκεκλικυίας μοίρας τὰς ἀκτῖνας βάλλειν καὶ μὴ ἀναιρεῖν· δʼ ὅμοιον καὶ ἐπὶ τῶν ἀγαθῶν νοείσθω.
- 3.4.1.1
Τούτων οὕτως ἐχόντων δεῖ καὶ τοὺς ἀνέμους ὑποτάξαι· πρότερον δὲ δεῖ σκοπεῖν, αἷς ἕκαστος μοίραις ὑψοῦται· ἐκ γὰρ τούτων ἡ διάκρισις γινώσκεται. ὁ μὲν οὖν Ἥλιος ὑψοῦται περὶ μοῖραν ιθ΄ τοῦ Κριοῦ, ἡ δὲ Σελήνη περὶ τὴν τρίτην τοῦ Ταύρου, ὁ δὲ Ζεὺς περὶ τὰς ιε΄ τοῦ Καρκίνου, ὁ δὲ Ἄρης περὶ τὴν κη΄ τοῦ Αἰγόκερω, ὁ δὲ Κρόνος περὶ τὴν κα΄ τοῦ Ζυγοῦ, ὁ δὲ Ἐρμῆς περὶ τὴν ιε΄ τῆς Παρθένου, ἡ δὲ Ἀφροδίτη περὶ τὴν κζ΄ τῶν Ἰχθύων. δὲ ταῖς διαμέτροις μοίραις ταπεινοῦνται. οὖν προηγούμενον ἑκάστου ὑψώματος τετράγωνον βόρειον κληθήσεται καὶ ἑπόμενον νότιον. οἷον ἐπεὶ ὁ Ἥλιος ὑψοῦται περὶ μοῖραν ιθ΄ τοῦ Κριοῦ, ἔσται προηγούμενον αὐτοῦ τετράγωνον ἀπὸ ιθ΄ μοίρας τοῦ Αἰγόκερω· ἐὰν οὖν εὑρεθῇ τούτῳ, λέγομεν αὐτὸν βορρὰν ἀναβαίνειν καὶ ὕψος ὑψοῦσθαι· ἀπὸ δὲ ιθ΄ τοῦ Κριοῦ ἕως ιθ΄ τοῦ Καρκίνου καταβαίνει τὸν βορράν· ἀπὸ δὲ ιθ΄ τοῦ Καρκίνου ἕως ιθ΄ τοῦ Ζυγοῦ καταβαίνει τὸν νότον· ἀπὸ δὲ ιθ΄ τοῦ Ζυγοῦ ἐως ιθ΄ τοῦ Αἰγόκερω ἀναβαίνει τὸν νότον. Ἐὰν δὲ καὶ τὸν βαθμὸν τοῦ ἀνέμου ζητῶμεν, οὕτως εὑρήσομεν. ἐπεὶ ἕκαστος βαθμός ἐστι μοιρῶν ιε΄, ἀπὸ τῆς ἑκάστης μοίρας λαβὼν διάστημα τοῦ ἀστέρος καὶ ἐκκρούσας τὸ ιε΄ ἐπιγνώσομαι. οἷον ἔστω Ἥλιος Ὑδροχόου μοίρᾳ κβ΄· λαμβάνω ἀπὸ τῆς ιθ΄ τοῦ Αἰγόκερω ἕως κβ΄ Ὑδροχόου· γίνονται λγ΄ ἀφαιροῦμεν τὰς δὶς ιε΄ μοίρας λ΄, οἵ εἰσι βαθμοὶ θ΄. λοιπαὶ γ΄, ὥστε εἶναι τὸν Ἥλιον τῆς τοῦ βορρᾶ ἀναβάσεως ἐπὶ βαθμοῦ τοῦ ἀνέμου γ΄. τοῦτο μὲν οὖν ὑποδείγματος χάριν ἐκτιθέμεθα· καὶ ἐπὶ τῶν ἀνέμων τῶν λοιπῶν λογισαμένους τό τε βόρειον καὶ νότιον ἡμικύκλιον ὡσαύτως χρὴ πραγματεύεσθαι τόν τε ἄνεμον καὶ τὸν βαθμόν. ἐπὶ πάσης οὖν γενέσεως ἐπιγνῶναι δεῖ, πότερον Ἥλιος ἢ ἡ Σελήνη ἢ ὡροσκόπος ἀφέτης ἐστὶ καὶ ποῖον ἄνεμον τρέχει καὶ οὕτως τοὺς λοιποὺς ἀστέρας συνορᾶν. ἐὰν γάρ τισι τινες τὸν αὐτὸν τῷ ἀφέτῃ ἄνεμον τρέχωσιν, ἔσονται οἰκεῖοι καὶ συμπαθεῖς καὶ μάλιστα τοῖς ἰδίοις χρόνοις· κρείσσονες δὲ καὶ ἐπωφελεῖς, ἐὰν καὶ ἀνατολικοὶ ἢ ἐπίκεντροι τύχωσιν ἢ τοῖς ἀριθμοῖς προστιθέντες καὶ τῆς αὐτῆς αἱρέσεως. ἐὰν δέ τις τῶν ἀστέρων τὸν ἐναντίον τῷ ἀφέτῃ ἄνεμον τρέχῃ, ἐναντίος γενήσεται καὶ κακοποιὸς καὶ μάλιστα ἐπὶ τῆς τῶν χρόνων παραδόσεως. ἐὰν δὲ καὶ δυτικὸς καὶ τοῖς ἀριθμοῖς ἀφαιρῶν, βλαπτικὸς καὶ ἐπικίνδυνος· οὐδʼ ἐὰν ἐπίκεντρος τύχῃ τούτῳ τῷ μέρει, ἀγαθοποιὸς κριθήσεται διὰ παντός. ἐὰν δὲ τινὰ μὲν οἰκεῖα σχήματα ἔχῃ τινὰ δὲ ἀνοίκεια πρὸς τὸν ἀφέτην, ἀνώμαλος καὶ οὐ κατὰ πᾶν ὠφέλιμος οὐδὲ βλαπτικός. ἐὰν δὲ ὁ ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὸν κύριον τῶν θρίων τότε σκοπεῖν δεήσει καὶ ἐπιγνῶναι, ποῖον ἄνεμον τρέχει ἢ καὶ ἐπίκεντρος ἢ ἀνατολικὸς ἢ προσθετικός, καὶ συγκρίνειν πρὸς τοὺς λοιπούς. τινὲς μὲν οὖν δόξουσι ταύτην τὴν αἵρεσιν ματαίαν ὑπάρχειν· ἐγὼ δέ φημι φυσικωτέραν μᾶλλον καὶ ἐνεργεστέραν εἶναι· γὰρ ταῖς κανονικαῖς συμπήξεσιν ἄλλοι ἄλλως τὸν τόπον τοῦτον πραγματευόμενοι οὐ διηκρίβωσαν.
- 3.5.1.1
Δεῖ δὲ σκοπεῖν καὶ τὰς αἱρέσεις τῶν ἀστέρων. Ἥλιος μὲν γὰρ καὶ Ζεὺς καὶ Κρόνος ἡμέρας ὑπέργειοι χαίρουσι, νυκτὸς δὲ ὑπόγειοι· Σελήνη δὲ καὶ Ἄρης καὶ Ἀφροδίτη νυκτὸς ὑπέργειοι χαίρουσι, ἡμέρας δὲ ὑπόγειοι· Ἑρμῆς παρὰ τὰς αἱρέσεις τοῦ οἰκοδεσπότου οἷς ἐστιν ὁρίοις. ὅθεν ἐπὶ μὲν τῶν ἡμέρας γεννωμένων ἐάν τις εὑρεθῇ ἔχων Δία Ἥλιον Κρόνον ὑπεργείους καλῶς ἐσχηματισμένους, ἄμεινον ἔσται τοῦ ὑπογείους ἔχοντος. ὁμοίως δὲ καὶ τοὺς νυκτερινοὺς ἐὰν ὑπεργείους τις ἔχῃ, σύμφορον. ἡ δὲ Ἀφροδίτη μᾶλλον χαίρει ὡροσκοποῦσα ἢ μεσουρανοῦσα καὶ οἱ λοιποὶ δὲ ἀστέρες χαίρουσιν ὡροσκοποῦντες ἤπερ δύνοντες.
- 3.6.1.1
Ἔστω ἐπὶ ὑποδείγματος Ἥλιος Καρκίνῳ μοίρᾳ κθ΄ λ΄, Σελήνη Ἰχθύσι μοίρᾳ ιβ΄, Κρόνος Τοξότῃ μοίρᾳ κζ΄ η΄, Ζεὺς Παρθένῳ μοίρᾳ κβ΄ ιγ΄, Ἄρης Σκορπίῳ μοίρᾳ ζ΄ κγ΄, Ἀφροδίτη Καρκίνῳ μοίρᾳ κη΄ ιγ΄, Ἑρμῆς Λέοντι μοίρᾳ ια΄ κε΄, ὡροσκόπος Ἰχθύσι μοίρᾳ ιζ΄, μεσουράνημα Τοξότῃ μοίρᾳ κε΄. ἀνοικοδεσπότητος ἡ γένεσις διὰ ὑπὸ δύσιν ἐμπεπτωκέναι Ἀφροδίτην τὴν κυρίαν τῶν ὁρίων τῆς Σελήνης· ἀφέτης ὡροσκόπος, Ἑρμῆς ὁ τῶν ὁρίων κύριος Ἀφροδίτης καὶ αὐτὸς ὑπὸ δύσιν ἀποκεκλικὼς εὑρέθη. ἡ οὖν ἄφεσις ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς τετραγώνου πλευρᾶς καὶ τῆς πρὸς Κρόνον ἀπὸ διαμέτρου ἀκτινοβολίας εἰς κακοποιοῦ ὅριον· Ἄρης γὰρ τὴν διάμετρον ἀκτῖνα παρήλλαξε διὰ ἰσόμοιρον εὑρεθέντα Δία κεκωλυκέναι τὴν ἀναίρεσιν. ἐτελεύτα οὖν ἐτῶν ξθ΄· ἐὰν δὲ μὴ ἐκώλυσεν ὁ Ζεὺς τετραγωνίσας, μόνα ἔτη ξδ΄ ἔζησεν ἄν.
- 3.6.2.1
Ἄλλη. Ἥλιος Ἰχθύσι μοίρᾳ κε΄ η΄, Σελήνη Διδύμοις μοίρᾳ ιϚ΄ νγ΄, Κρόνος Ἰχθύσι μοίρᾳ α΄ κε΄, Ζεὺς Τοξότη κδ΄ ιη΄, Ἄρης Ταύρῳ κα΄ η΄, Ἀφροδίτη Ὑδροχόῳ μοίρᾳ θ΄, Ἑρμῆς Κρόνος Ταύρῳ λβ΄, ὡροσκόπος Ζυγῷ ιε΄, μεσουράνημα Καρκίνῳ ιϚ΄. τὰ φῶτα ἀπέκλιναν, ὡροσκόπος ἀφέτης, ὅρια Διὸς καὶ Ζεὺς παρέπεσεν, ἀνοικοδεσπότητος ἡ γένεσις, ἡ ἄφεσις ἕως τῆς διαμέτρου Ἄρεως τῆς Σκορπίῳ μοίρας κα΄· τοῖς γὰρ ἀφετικοῖς ἐρίοις ἐφεστὼς εἰς τὰ αὐτὰ ὅρια βάλλων ἀνεῖλεν. ἐτελεύτα τῷ να΄. ἔτει. ἐστιν οὖν τὰ ἀφετικὰ ὅρια καὶ τῶν κακοποιῶν ἀναιρετικὰ οὐ μόνον ἐφ᾿ ὧν ἔπεισι μοιρῶν οἱ ἀναιρέται τὰς ἀκτῖνας βάλλουσιν, ἀλλὰ καὶ ὅταν ἡ ἄφεσις ἀρχῇ τοῦ ὁρίου γένηται. ἄλλως τε οὐ μόνον τὸν χρόνον τοῦ ἀκτινοβολουμένου ζῳδίου συλλογίζεσθαι δεῖ, ἀλλὰ καὶ τοῦ ἀκτινοβολοῦντος, ἐφ᾿ οὗ ὁ ἀναιρέτης τυγχάνει.
- 3.7.1.1
Ἀπὸ Σελήνης καὶ ὡροσκόπου· ἀλλʼ ὁπόταν Σελήνη ἀφέτης εὑρεθῇ, παραφυλάττεσθαι χρὴ τὰς κωλύσεις καὶ τὰς ἑξαγώνους πλευρὰς καὶ τετραγώνους καὶ διαμέτρους τὰς πρὸς τὸν ὡροσκόπον κατὰ ἀναφοράν. αὗται γὰρ ἐνεργητικαὶ κριθήσονται, καὶ μάλιστα τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἢ ἰσοδυναμοῦσιν ἢ τοῖς ἀκούουσιν ἢ βλέπουσι ζῳδίοις ἢ ταῖς ἀντισκίοις μοίραις. ὁμοίως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὰς πρὸς τὴν Σελήνην διαστάσεις ὡσαύτως σκοπεῖν κατὰ ἀναφοράν. ἔδοξε δέ μοι ἐκ πείρας θανατικὰς μοίρας κρίνειν καὶ δυναστικὰς τὰς μεσουρανούσας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων διαμέτρους· αὗται γὰρ κεντρωθεῖσαι οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν.
- 3.8.1.1
Σκοπεῖν δὲ δεῖ καὶ τοὺς ἐχθροὺς τόπους καὶ τοὺς ἀστέρας οὐ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ τοῦ ὡροσκόπου καὶ Ἡλίου καὶ Σελήνης· οὗτοι γὰρ ἐὰν ἐναντίοι γένωνται, τοὺς κλιμακτῆρας καὶ τοὺς θανάτους σημαίνουσιν. οἷον ἐπὶ τοῦ Κρόνου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν, τίνος εἰσὶ θεοῦ, καθὼς τῷ ὀργάνῳ πρόκειται· κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις, καθὼς ἄν ὁ χρόνος συντρέχῃ· δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων. ἐχθροὶ γάρ εἰσιν οἱ τῶν ἀντικειμένων μοιρῶν ὁρικοὶ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις σημαίνουσιν ἢ εἰς τὰς ἀναφοράς τοῦ ὡροσκόπου. οἷον ἔστω Κρόνος Καρκίνου μοίρᾳ κα΄ ὁρίοις Ἀφροδίτης, διάμετρος Αἰγόκερως ὅρια Ἄρεως· Ἥλιος Ταύρου μοίρᾳ κζ΄. ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται Παρθένῳ· γὰρ μοιρικὸν τετράγωνον τοῦτο.
- 3.8.2.1
Ζεὺς Σκορπίου μοίρᾳ ιδ΄ ὁρίοις Κρόνου· αἱ ιδ΄ Ταύρου εἰσὶν ὅρια Κρόνου· οὗτος ἑαυτῷ ἐχθρὸς οὐ γίνεται. ἔστιν οὖν ἰσανάφορον Σκορπίου Λέων· εἰσὶν οὖν αἱ ιδ΄ μοῖραι Λέοντος ὅρια Ἡλίου ἐλθὼν οὖν ὁ Ζεὺς ἐπὶ τοὺς τοῦ Ἡλίου τόπους ἀναρεῖ. Ἄρης Ταύρου μοίρᾳ κζ΄ ὁρίοις Ἡλίου· αἱ δὲ αὐταὶ Σκορπίου εἰσὶν ὅρια Ἡλίου. ἐχθρὸς δὲ αὐτὸς ἑαυτοῦ οὐ γίνεται· ζητεῖν οὖν τὰς Λέοντι μοίρας κζ΄ ἢ τῷ ἰσαναφόρῳ· εἰσὶ δὲ Ὑδροχόῳ κατὰ τὰς ὡριαίας διαστολάς. εἰσὶ δὲ αἱ κζ΄ Ὑδροχόου ὅρια Ἀφροδίτης· ἀποθανεῖται οὖν ὄντος Σκορπίῳ ἢ Ἰχθύσι τοῖς ἰσαναφόροις ἢ τοῖς τούτων τετραγώνοις. ἐὰν οὖν λογίσηταί τις τὰς κζ΄ τοῦ Λέοντος, εὑρήσει Κρόνου ὅρια· Κρόνος δὲ ἦν Καρκίνῳ ἀποθανεῖται οὖν Ἄρεως ὄντος Καρκίνῳ ἢ Τοξότῃ ἢ τοῖς τούτων τετραγώνοις.
- 3.8.3.1
Ἀφροδίτη Σκορπίῳ μοίρᾳ κζ΄ ὁρίοις Ἡλίου· αἱ διαμετροῦσαι Ταύρου μοῖραι λζ΄ εἰσὶν ὅρια Ἡλίου. αὐτὸς ἑαυτῷ ἐχθρὸς οὐ γίνεται· ζητῶ οὖν τῷ ἰσαναφόρῳ τοῦ Σκορπίου τὰς κζ΄, αἵ εἰσιν ὅρια Ἑρμοῦ. ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης Παρθένῳ, ὅπου Ἑρμῆς ἦν, ἢ τοῖς τετραγώνοις· δʼ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον.
- 3.8.4.1
Σκοπεῖν δὲ δεῖ καὶ τὰς κατακλίσεις πρὸς τὸν ἐναντίον τόπον καὶ ἐπὶ τοὺς ἐχθροὺς τροπὰς ὄντας καὶ τοὺς μηνιαίους καὶ τοὺς ἡμερησίους καὶ ὡριαίους κλιμακτῆρας ποιοῦντας πρὸς τὴν τῆς Σελήνης τριακοντάδα, ἧς ὁ ἐναντίος ἀστὴρ εὑρίσκεται. ἐκ τε οὖν Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ὁ ἀφέτης κριθήσεται ἢ ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ καὶ ἐξῆς τοῖς ἄλλοις ὡς ἔτυχον καὶ ἐπὶ τῆς γενέσεως ζῳδιακῶς καὶ μοιρικῶς διακρίνων ἀνὰ ἔτη α΄ καὶ μῆνας θ΄.
- 3.9.1.1
Ἐμοὶ δʼ οὐκ ἔδοξεν ὥς τινες κατὰ τὴν ἑπτάζωνον τὰ ὅρια ὑπέθεντο, οἷον η΄ ζ΄ Ϛ΄ ε΄ δ΄ (καὶ οὐδʼ οὕτως συμφωνεῖ), ἀλλὰ ἀπὸ τῶν οἴικων καὶ τῶν ὑψωμάτων καὶ τῶν τριγώνων. οἷον Ἡλίου οἶκος Λέων, ὕψωμα Κριός, τρίγωνον Τοξότης· γίνονται γ΄· καθʼ ἕκαστον οὖν ζῴδιον γ΄ ὅρια ἔχει ὁ Ἥλιος. Σελήνης οἶκος Καρκίνος, ὕψωμα Ταῦρος, τρίγωνον Παρθένος Αἰγόκερως· γίνονται δ΄· ὁμοίως οὖν ἔχει καθʼ ἕκαστον ζῴδιον ὅρια ἡ Σελήνη δ΄. Κρόνου οἶκος Αἰγόκερως Ὑδροχόος, ὕψωμα Ζυγός, τρίγωνον Δίδυμοι· γίνονται δ΄· ὁμοίως καθʼ ἕκαστον ζῴδιον δ΄ ὅρια Κρόνου. Διὸς οἶκοι Τοξότης Ἰχθύες, ὕψωμα Καρκίνος· τρίγωνον Κριὸς Λέων· ἔχει οὖν καθʼ ἕκαστον ζῴδιον ὅρια ε΄. Ἄρεως οἶκος Κριὸς Σκορπίος, ὕψωμα Αἰγόκερως, τρίγωνον Ἰχθύες Καρκίνος· ἔχει οὖν καθʼ ἕκαστον ζῴδιον ὅρια ε΄. Ἀφροδίτης οἶκος Ταῦρος Ζυγός, ὕψωμα Ἰχθύες, τρίγωνον Παρθένος Αἰγόκερως· καθ᾿ ἕκαστον οὖν ζῴδιον ἔχει ὅρια ε΄. Ἑρμοῦ οἶκος Δίδυμοι, ὕψωμα Παρθένος, τρίγωνον Ὑδροχόος Ζυγός· γίνεται δ΄ ὁμοίως ἔσται ὅρια κατὰ ζῴδιον δ΄. οὖν Κριῷ Λέοντι Τοξότῃ ἡμέρας πρῶτος λήψεται Ἥλιος γ΄, εἶτα δεύτερος Ζεὺς ε΄, εἶτα Ἀφροδίτη ε΄ καὶ Σελήνη δ·, ὁμοίως Κρόνος δ΄ Ἑρμῆς δ΄ καὶ ἑξῆς Ἄρης ε΄ γίνονται ὁμοῦ λ΄. νυκτὸς δὲ ἀνάπαλιν Ζεὺς ε΄, Ἥλιος γ΄, Σελήνη δ΄, Ἀχροδίτη ε΄, Ἑρμῆς δ΄, Κρόνος δ΄, Ἄρης ε΄· γίνονται ὁμοῦ λ΄. ὁμοίως Ταύρῳ Παρθένῳ Αἰγόκερῳ ἡμέρας. Ἀφροδίτη Σελήνη Κρόνος Ἑρμῆς Ἄρης Ἥλιος Ζεύς, νυκτὸς δὲ Σελήνη Ἀφροδίτη Ἑρμῆς Κρόνος Ἄρης Ζεὺς Ἥλιος. ἑξῆς Διδύμοις Ζυγῷ Ὑδροχόῳ ἡμέρας Κρόνος Ἑρμῆς Ἄρης Ἥλιος Ζεὺς Ἀφροδίτη Σελήνη, νυκτὸς δὲ Ἑρμῆς Κρόνος Ἄρης Ζεὺς Ἥλιος Σελήνη Ἀφροδίτη. ὁμοίως Καρκίνῳ Σκορπίῳ Ἰχθύσιν ἡμέρας Ἄρης Ἥλιος Ζεὺς Ἀφροδίτη Σελήνη Κρόνος Ἑρμῆς, νυκτὸς δὲ Ἄρης Ζεὺς Ἥλιος Σελήνη Ἀφροδίτη Ἑρμῆς Κρόνος.
- 3.9.2.1
Ἵνα οὖν ἴδῃς, ὅτι ἀληθῶς ἐστι ταῦτα τὰ ὅρια, καὶ ἀπὸ τῆς τῶν ἀστέρων φύσεως γνώσῃ. ἐὰν ὁ Ἥλιος τὰ αὐτοῦ ὅρια παροδεύων τύχῃ τῆς Σελήνης ἐπιμαρτυρούσης αὐτῷ ἢ τοῦ δεσπότου τῶν ὁρίων ἐκείνου, φυσικὸν τοῦ ἀστέρος πνεύσει· οἷον ἐὰν ὁ Ἥλιος τὰ ἴδια ὅρια διοδεύῃ τῆς Σελήνης μαρτυρούσης, ἀπηλιώτης πνεύσει· ἐὰν δὲ Ἀφροδίτη, νότος καὶ ἀδροσία ἔσται· ἐὰν δε Κρόνος, λὶψ ὑγρότητος αἰτία· ἐὰν δὲ Ζεύς, βορέας καὶ δρόσος γίνεται· ἐὰν δὲ Σελήνη, βορραπηλιώτης· ἐὰν δὲ Ἀφροδίτη, νοταπηλιώτης, ἀστασία ἀνέμων γίνεται καὶ γνόφος· ἐὰν δὲ Ἑρμῆς, λὶψ καὶ βορέας καὶ στάσις καὶ ἐπομβρία, βροντῶν καὶ ἀστραπῶν αἴτιος γίνεται. ἐὰν δέ τινες τῶν ἀστέρων μαρτυρῶσιν Ἡλίῳ καὶ Σελήνη, πρὸς τὴν ἑκάστου φύσιν πάντοτε δεῖ παρατηρεῖν, ἀφ᾿ ἧς φάσεως φέρεται ἡ Σελήνη, ἤτοι ἀπὸ συνόδου ἢ πανσελήνου, καὶ εἰς τίνος ὅριον ἐστὶν ἡ φάσις, καὶ πρὸς τὸν κύριον τῶν ὁρίων καὶ τῶν συνόντων ἀστέρων ἢ μαρτυρούντων ἀποφαίνου.
- 3.10.1.1
Εστι δὲ καὶ ἕτερος τρόπος ἀρίθμιος ἁρμόζων εἰς τὸν περὶ ζωῆς χρόνον καὶ εἰς τοὺς περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνους, ὃν καὶ ὁ βασιλεὺς Πετόσιρις ἐδήλωσε μυστικῶς. ὅθεν ἐπὰν τὴν ἐπικράτησιν ἢ τὴν οἰκοδεσποτείαν εὕρωμεν οἰκείως, πρὸς μερίσαι χρησόμεθα τῇ προκειμένη ἀγωγῇ· εἰ δὲ μή γε, τῇ ὑποκειμένῃ.
- 3.10.2.1
Σκοπεῖν δεήσει, πότερον συνοδική ἐστιν ἡ γένεσις ἢ πανσεληνιακή, καὶ ἐὰν μὲν συνοδικὴ εὑρεθῇ, ἀριθμεῖν τὰς μοίρας ἀπὸ τῆς συνόδου ἐπὶ τὴν κατʼ ἐκτροπὴν Σελήνην καὶ τὰ ἴσα ἀπολύειν ἀπὸ τοῦ ὡροσκόπου κατὰ ἑξῆς· καὶ ὅποι δʼ ἂν καταλήξῃ ὁ ἀριθμός, ὁ τοῦ ὁρίου κύριος ἔσται οἰκοδεσπότης τῆς ζωῆς καὶ τῆς ἀφέσεως. ἐὰν δὲ πανσεληνιακὴ ἡ γένεσις εὑρεθῇ, ἀριθμεῖν δεήσει ἀπὸ τῆς κατʼ ἐκτροπὴν σεληνιακῆς μοίρας ἐπὶ τὴν μέλλουσαν σύνοδον καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου τῆς μοίρας, οὐ κατὰ ἑξῆς ἀλλʼ ἀνωφερῶς, ὡς ἐπὶ μεσουράνημα ἀπολύειν· καὶ ὅπου δʼ ἂν καταλήξῃ, ὁ τοῦ ὁρίου κύριος κριθήσεται οἰκοδεσπότης. ὃν συνορᾶν δεήσει καὶ ζῴδιον, ἔνθα κατέληξεν ὁ ἀριθμός, τίνι μᾶλλον προσοικείωται, πότερον Ἡλίῳ ἐὰν ἀρσενικῷ, ἢ Σελήνῃ ἐὰν θηλυκῷ. ἐὰν γὰρ τοῦ Ἡλίου τὴν ἐπικράτησιν ἔχοντος τύχῃ καὶ ζῴδιον ἔνθα ὁ ἀριθμὸς κατέληξε προσοικειῶσθαι, ὁμοίως δὲ καὶ ὁ κύριος τοῦ ὁρίου σύμφωνος τῷ Ἡλίῳ, καὶ ἐὰν καλῶς σχηματιζόμενος τύχῃ πρὸς τὸν Ἥλιον, τὰ μέγιστα αὐτοῦ ἔτη μεριεῖ. ἐὰν δὲ μὲν ζῴδιον οἰκεῖον εὑρεθῇ, τουτέστιν ἀρσενικὸν ὡς πρὸς Ἥλιον, καὶ ὁ τοῦ ὁρίου κύριος ἐναντίος τῷ Ἡλίῳ ἢ ἀποκλίσει τοῦ ὡροσκόπου ἢ ἐκλειπτικοῖς τόποις εὑρεθῇ, ἀφαιρέτης τῶν χρόνων γενήσεται, ἢ καὶ τὰ ἐλάχιστα ἔτη μεριεῖ. ἐστι δὲ Ἡλίου μὲν ζῴδια τὰ ἀρρενικά, Σελήνης δὲ τὰ θηλυκά. ὅθεν σκοπεῖν δεήσει τὸν κύριον τοῦ ὁρίου, πῶς πρὸς τὸν ἐπικρατήτορα σχηματίζεται καὶ πρὸς τὸν κύριον τοῦ ζῳδίου· ἐὰν γὰρ οἰκείοις καὶ σχηματιστικοῖς ζῳδίοις εὑρεθῇ, καὶ οἱ τῆς ζωῆς χρόνοι τέλειοι ἔσονται. ἐὰν δὲ πρὸς τὸν μὲν οἰκείως ἔχῃ, πρὸς δὲ τὸν ἕτερον ἀσυμπαθῶς, τὰ μέσα μεριεῖ. ἐὰν δὲ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου, ἔνθα ὁ ἀριθμὸς κατέληξε, πρός τε τὸν ἐπικρατήτορα καὶ πρὸς σχηματιστικὸν ζῴδιον ἀσυμπαθὴς τύχῃ ἢ ἀπόστροφος ἢ κακοδαιμονῶν, ἀνοικοδεσπότητος ἡ γένεσις ἔσται· καὶ τότε πάλιν χρὴ σκοπεῖν τὴν ἐπικράτησιν Ἡλίου καὶ Σελήνης. ἐὰν δέ πως ὁ κύριος τοῦ ὁρίου καὶ τοῦ ζῳδίου καλῶς καὶ συμφώνως Ἡλίῳ ἢ Σελήνῃ συσχηματίζωνται, ἡ ἄφεσις κριθήσεται ἀπὸ τῆς τοῦ ὁρίου μοίρας.
- 3.10.3.1
Καθολικῶς μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς ἀγωγῆς δεήσει σκοπεῖν οἰκοδεσπότην πρὸς τὰς ἀπορρεύσεις τῶν κέντρων, καθὼς ἐπὶ τῆς ὡριμαίας ὑπεδείχθη, καὶ ἐὰν ἀνατολικὸς ἢ δυτικὸς ἢ ἔκκεντρος ἢ ἐπίκεντρος ἢ καὶ ἐνηλλαχὼς πρὸς τὸν τοῦ ζῳδίου κύριον καὶ ἀσύμφωνος αὐτῷ, καὶ οὕτως ἐπικρίνειν. ὁμοίως δὲ καὶ τὰς τῶν ἀναιρετικῶν ἀκτῖνας προβλέπειν, καὶ εἰ ἀρχῇ τῶν ὁρίων ἡ ἄφεσις ἐξέπεσεν ἢ ἐπὶ τέλει· ἐντεῦθεν γὰρ χρὴ συλλογίζεσθαι τὰς τῶν ὀλιγοχρονίων καὶ πολυχρονίων γενέσεις καὶ τὰς τῶν διδύμων. πολλάκις γὰρ περὶ μὲν πρῶτον τεχθὲν ὅριον κακοποιεῖ τῆς ἀφέσεως κυριεῦσαν, καὶ τοῦ οἰκοδεσπότου παραπεσόντος ὀλιγοχρονιότης ἐγένετο, περὶ δʼ ἕτερον ἐναλλαγέντος τοῦ ἐρίου καὶ τοῦ ζῳδίου καλῶς καὶ συμφώνως Ἡλίῳ ἢ τῇ Σελήνῃ ἡ ἄφεσις κριθήσεται ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας. καθολικῶς μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς ἀγωγῆς σκοπεῖν δεήσει τὸν οἰκοδεσπότην πρὸς τὰς ἀπορρεύσεις τῶν κέντρων, καθὼς ἐπὶ τοῦ οἰκοδεσπότου πολυχρονιότης καὶ βίου ὑπόστασις παρηκολούθησεν· ὅθεν ὑπὸ μιᾶς καὶ δευτέρας μοίρας πολλάκις ἡ παραλλαγὴ μεγίστην δύναμιν ἐνδεκνυται. — Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ταύρου μοίρᾳ κε΄ τη΄, Σελήνη Ὑδροχόου ζ΄ ι΄, Κρόνος Κριοῦ μοίρᾳ κδ΄, Ζεὺς Ταύρου μοίρᾳ δ΄ κε΄, Ἄρης Καρκίνου μοίρᾳ κβ΄ νγ΄, Ἀφροδίτη Διδύμων μοίρᾳ κη΄ ιϚ΄, Ἑρμῆς Διδύμων μοίρᾳ Ϛ΄, ὡροσκόπος Αἰγόκερω μοίρᾳ κζ΄. πανσελήνου οὔσης τῆς γενέσεως ἔλαβον ἀπὸ τῆς σεληνιακῆς μοίρας ἐπὶ τὴν μέλλουσαν σύνοδον, ἥτις ἐτύγχανε Διδύμοις μοίρᾳ β΄ κε΄· γίνονται ριε΄. ταύτας ἀναποδίζω ἀπὸ τῆς ὡροσκοπούσης μοίρας· καταλήγει εἰς τὴν τοῦ Ζυγοῦ μοῖραν β΄, ἔνθεν ἡ ἄφεσις ἕως τῆς τῶν κακοποιῶν ἀκτινοβολίας. Κρόνος μὲν γὰρ ἐκ διαμέτρου, Ἄρης δὲ ἐκ τετραγώνου περὶ τὰς αὐτὸς μοίρας βάλλοντες τὴν ἀναίρεσιν ἐποίησαν, Ζεὺς δὲ ἦν ἀπόστροφος, ἡ δὲ Ἀφροδίτη ἦν παραπεπτωκυῖα, ἣ οὐκ ἴσχυσε βοηθῆσαι. ἔζησεν ἡ γένεσις ἔτη κη΄ μῆνας θ΄. — Ἄλλη. Ἥλιος Τοξότῃ ιβ΄ ις΄, Σελήνη Τοξότῃ ιζ΄ κδ΄ Κρόνος Ζυγῷ ια΄ λγ΄, Ζεὺς Διδύμοις ιθ΄ ια΄, Ἄρης Σκορπίῳ δ΄ κ΄, Ἀφροδίτη Ζυγῷ κς΄, Ἑρμῆς Σκορπίῳ κζ΄, ὡροσκόπος Ζυγῷ κ΄, ἔλαβον οὖν ἀπὸ τῆς συνοδικῆς μοίρας ἕως τῆς σεληνιακῆς· γίνονται ε΄· ταύτας ἀπὸ τοῦ ὡροσκόπου, καταλήγει Ζυγῷ κε΄· ἐντεῦθεν ἡ ἄφεσις ἕως τῆς Σκορπίῳ Ἄρεως μοίρας ε΄. ἐτελεύτα τῷ ιβ΄ ἔτει. αὕτη δὲ ἡ συνάντησις εἰ μὴ ἐτετεύχει, ἔζη καὶ τὰ τῆς Ἀφροδίτης ἔτη πδ΄.
- 3.11.1.1
Ὑποδείξομεν δέ, καθὼς καὶ ὁ βασιλεὺς ἐσήμανε, περὶ κλιμακτῆρος ἀπὸ τῆς τοῦ Σὴθ ἀνατολῆς ἕως τῆς γενεθλιακῆς ἡμέρας λαμβάνειν, ἀπὸ δὲ τοῦ συναχθέντος ἀριθμοῦ τῶν ἡμερῶν ἐκκρούειν ὁσάκις δυνατὸν ἀνὰ νβ΄ ζ΄, τὰς δὲ καταλειφθείσας πολλαπλασιάζειν, ὁσάκις ἂν ἦς ἐκκεκρουκώς, καὶ σκοπεῖν, ἐὰν ὁ συναχθεὶς ἀριθμὸς ἐκ τοῦ πολυπλασιασμοῦ ἔχει κατʼ ἔλλειψιν τὸν ἴδιον τοῦ κλιμακτῆρος ἀριθμόν. Οἷον ὑποθέσεως χάριν ἔστω τὰ συναχθέντα ἡμέραι σκ΄· ἐκκρούω τετράκις ἀνὰ νβ΄ ζ΄, γίνονται ἡμέραι ση΄ καὶ δ΄ ἕβδομα καὶ καταλείπονται ια΄ καὶ ἕβδομα γ΄ τοῦτόν φαμεν ἑβδομαδικὸν κλιμακτῆρα.
- 3.11.2.1
Λέγει δʼ ὁμοίως σκοπεῖν, μὴ ὁ κατʼ ἔλλειψιν τοῦ ἀριθμοῦ τῶν ἐτῶν κλιμακτὴρ συνεμπέσῃ. οἷον ἐπὶ ὑποδείγματος ἡ ὑπόστασις ἐὰν ᾖ ἐτῶν μζ΄, κλιμακτὴρ δὲ συνεμπέσῃ ἐτῶν με΄, συναιρεθήσεται ὁ γινόμενος, ἐπεὶ ὁ κατʼ ἔλλειψιν τῶν τῆς ὑποστάσεως κλιμακτὴρ ἐμπέπτωκεν. εἴρηκε δὲ ὅτι, ἐὰν ὁ ἑβδομαδικὸς ἐμπέσῃ εἰς τὸν ἐννεαδικόν, ἀσύμφωνα τὰ πράγματα ἔσται. οἷον ὁ ἑβδομαδικὸς ἤνεγκε μοίρας ε΄· ταῦτα ἀναλύεται εἰς τὸν θ΄· παράκειται γὰρ ἐννάκις ε΄ γίνονται με΄. συνεμπέπτωκεν οὖν ὁ ἑβδομαδικὸς εἰς τὸν ἐννεαδικόν, ἐὰν μὲν οὖν ὁ κατʼ ἔλλειψιν τοῦ ἐκ τῶν ἐτῶν κλιμακτὴρ ἐμπέσῃ καὶ γένηται προειρημένον, οὐκ ἰσχύει χρεοκοπῆσαι τὴν ὑπόστασιν, ἀλλὰ ζήσεται τὰ μεριζόμενα. ἐὰν δὲ συμφωνήσῃ, τὸν προειρημένον προλήψεται ὁ κλιμακτηρικὸς λόγος.
- 3.11.3.1
Ἡμεῖς δὲ συντομώτερον ἔφαμεν ἐπὶ τὸν ε΄ δ΄ πολυπλασιάζειν καὶ κεχρῆσθαι τῷ αὐτῷ τρόπῳ, ὡς ἐπὶ τῶν νβ΄, καὶ εὑρόντα πρῶτον ἐννεαδικὸν ζητεῖν, μὴ συνεμπίπτῃ αὐτῷ ἑβδομαδικός. οὐκ ἀρέσκει δέ τισι αὐτὸ ἀπὸ τῆς τοῦ Σὴθ ἀνατολῆς πεποιῆσθαι τὴν ἀρχήν. δυνατὸν οὖν ἰδίως τοῦτο ὑποδείγματος χάριν πεποιηκέναι, ἐπεὶ καὶ κατὰ κλίμα εὑρήσομεν ἄλλως καὶ ἄλλως τὴν ἀρχὴν τοῦ ἔτους ποιουμένους. φυσικώτερος οὖν ἔστω λόγος ἀπολύειν ἀπὸ τῆς πρὸ τοῦ κυνὸς συνόδου ἕως τῆς γενεθλιακῆς ἡμέρας ταύτην γὰρ ἀρχὴν τοῦ ἔτους οἱ πλείους ἀπεφήναντο· συντομώτερος δὲ οὖν περὶ ἑβδομαδικῆς ἡμέρας οὗτος ὁ τρόπος ἔστω. τοῖς μὲν νυκτερινοῖς τὰς ἑβδομαδικὰς ζητεῖν, τοῖς δʼ ἡμερινοῖς τὰς ἐννεαδικὰς δοκεῖ τισι· κατʼ ἀμφότερα δὲ ὅμοιοι, καὶ οἱ μὲν ἑβδομαδικοὶ ἔσονται πρὸς Ἄρην, οἱ δὲ ἐννεαδικοὶ πρὸς Κρόνον. κατʼ ἀμφότερα δὲ καὶ οὗτοι τὴν ἐναλλαγὴν ἐφέξουσι τῶν κλιμακτήρων. κατὰ μὲν γὰρ Ἥλιον καὶ Σελήνην Κρόνος ἑβδομαδικὸς ἔσται, Ἄρης ἐννεαδικὸς διὰ τῷ Καρκίνῳ καὶ τῷ Λέοντι ἀπὸ τοῦ ἑβδόμου τόπου ἐναντιοῦσθαι τὸν Αἰγόκερω καὶ τὸν Ὑδροχόον, ἅπερ Κρόνου οἰκητήρια, τὸν δὲ Κριὸν ἔνατον ἀπὸ Λέοντος καὶ τὸν Καρκίνον ἀπὸ Σκορπίου. φυσικώτερον οὖν λαμβάνεται ἀπὸ τοῦ ὑψώματος τῆς Σελήνης τοῦ Ταύρου ἑβδομαδικὸς μὲν Ἄρης διὰ τὸν Σκορπίον, ἐννεαδικὸς δὲ Κρόνος διὰ τὸν Αἰγόκερω.
- 3.11.4.1
Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτος γ΄ Ἀδριανοῦ Ἀθὺρ κζ΄ κατὰ Ἀλεξανδρεῖς, ζητεῖν δὲ μετὰ ταῦτα Ἀντωνίνου τζ΄ Φαμενὼθ ια΄. ἔλαβον τὰ πλήρη ἔτη λε΄ καὶ γενέθλιον λοιπὸν γ΄ καὶ ἀπὸ Χοιὰκ ἕως Μεχὶρ ἑκάστου μηνὸς ἀνὰ δύο· ἐπὶ ἑβδομάδων δ΄ ὑφαιρουμένων καταλείπονται θ΄ καὶ τὰς τοῦ Φαμενὼθ ια΄ γίνονται αἱ πᾶσαι κ΄. καὶ ἐμβόλιμοι η΄ γίνονται αἱ πᾶσαι κη΄. ἔστω οὖν ἡ ια΄ τοῦ Φαμενὼθ κλιμακτηρικὴ ἑβδομαδικὴ ἡμέρα· ἐκπίπτει οὖν κατὰ τὴν τῶν ἡμερῶν ἀγωγὴν εἰς Σκορπίον. σκόπει οὖν τίνες ἐπιθεωροῦσι ζῴδιον καὶ τὴν Σελήνην. Ἡ δὲ ἐννεαδικὴ οὕτως εὑρίσκεται. τὰ πρῶτα ἔτη πολυπλασιάζω ἐπὶ τὸν ε΄ δ΄ ἐπεὶ ἕκαστος ἐνιαυτὸς ἔχει ἐννεάδας μ΄ καὶ περιλείπονται ε΄ δ΄ τῶν θὲ πλήρων μηνῶν ἑκάστου ἡμέρας γ΄, ἐπεὶ ἐννεάδας ἔχει ἕκαστος μὴν γ΄ καὶ λοιπαὶ γ΄, καὶ τὰς λοιπάς ἡμέρας ἕως τῆς ζητουμένης συναθροίσας ἀφαιρῶν ἄχρι οὗ δυνατὸν ἀνὰ ἐννέα τὰς λοιπὰς θεωρῶ, εἰ συμπληροῦσι τὰς ἐννέα· καὶ οὕτως ἔσται κλιμακτηρικὴ ἡμέρα, καθὼς καὶ ἐπὶ τῶν ἑβδομαδικῶν. τῷ δὲ αὐτῷ λόγῳ καὶ ἐπὶ μηνὸς καὶ ἐπὶ ἐνιαυτοῦ χρῆσθαι δεήσει. κλιμακτηρικὰ δὲ ζῴδια ἑβδομαδικὰ Κριὸς Ζυγὸς Καρκίνος Αἰγόκερως, ἐννεαδικὰ δὲ Ταῦρος Λέων Σκορπίος Ὑδροχόος, ἐπίκοινα δὲ Δίδυμοι Παρθένος Ἰχθύες.
- 3.12.1.1
Ἐπεὶ δὲ καθʼ ἕκαστον κεφάλαιον τὴν ἐμὴν ἀφθονίαν ἐλέγχων ὑπομιμνήσκω, ἵνα μὴ δόξω διὰ τῦφον ταῦτα ποιεῖν, ἀναδραμών εἰς τὰς τῶν παλαιῶν συνταγματογράφων βίβλους κατάμαθε τὸν λόγον μὲν εἶναι κεκαλλωπισμένον καὶ κακόζηλον, ἐκπλῆξαι δυνάμενον τὰς τῶν ἐντυγχανόντων καὶ ἀμαθῶν ψυχάς, ἀληθείας δʼ ἀνέφικτον καὶ τοῖς σωφρονοῦσι πολέμιον. πολλοὺς γὰρ τῶν ἀνθρώπων ἐγχρονίσας καὶ βουκολήσας οὕς μὲν τοῦ ζῆν περιέγραψε, οὓς δὲ τελέως ἐκόλασεν. ἐντυχέτω δέ τις τῇ λεγομένῃ ὁράσει Κριτοδήμου, πῶς μὲν τὴν ἀρχὴν εὐφαντασίωτον ἔχει καὶ τὰ λοιπὰ τετερατολογημένα πρὸς τοὺς ἀμαθεῖς· πελαγοδρομήσας, φησί, καὶ πολλὴν ἐρημον ὁδεύσας ἠξιώθην ὑπὸ θεῶν λιμένος ἀκινδύνου τυχεῖν καὶ μονῆς ἀσφαλεστάτης. εἶτα αἱρέσεις ἐκτίθεται καὶ παραδόσεις διὰ φρικωδεστάτων ὅρκων καὶ κατ᾿ ἄλλους τινὰς τρόπους ἀπαθανατίζων τοὺς ἐντυγχάνοντας καὶ ὄνησίν τινα ἐνδειξάμενος διὰ τῆςδε τῆς βίβλου τὰ ὅλα συνέχεσθαι διʼ ἑτέρων τὰς δυνάμεις ἐσήμαινεν, περικλείσας εἰς ἄπειρον ὕλην τὴν τῶν μαθημάτων ἀλήθειαν. ἄξιον μὲν οὖν ἐπαινεῖν καὶ θαυμάζειν τὸν ἄνδρα, διὰ πάσης ἐμπειρίας διεληλυθότα καθηγεμόνα τε τῶν ἐπιζητουμένων γενόμενον. μυστικῶς γὰρ καὶ ποικίλως μερίσας αὐτὰ εἰς κανονικὰς ὀργανοθεσίας καὶ πεζικάς λόγων συντάξεις πολλοὺς ἐραστὰς ἐπηγάγετο, ὧν οἱ μὲν τὰς ματαιολογίας παραπεμψάμενοι καὶ διεξιχνεύσαντες τὰ δοκοῦντα κεφάλαια μετὰ παντὸς πόνου καὶ ἔπαινον καὶ ἀρετὴν κατὰ τοῦ ἀνδρὸς ἐπεισηνέγκαντο, οἱ δὲ ἀφερέπονον ἦθος ἀναλαβόντες ψόγον τῇ θεωρίᾳ περιεποιήσαντο. ὁ δὲ ἐμὸς λόγος πειθήνιος μὲν καὶ διδασκαλικὸς καθὼς οἶμαι τοῖς ἐντυγχάνουσιν ἔσται καὶ ἀμετανόητος, ὡς καὶ τοὺς ἤδη ἀπεχθήραντας πάλιν ἀγκαλίσασθαι διὰ τὴν τῶν λεχθέντων καὶ ῥηθησομένων ἐνέργειαν.
- 3.12.2.1
Τῆς οὖν οἰκοδεσποτικῆς καὶ ἀναιρετικῆς ἀκτινοβολίας οὕτως καθὼς πρόκειται διατεταγμένης τοῦ τε ἀριθμίου κλήρου καὶ τῶν ἀναιρετικῶν καὶ δυναστικῶν τόπων δοκιμάσας οὐκ ἐβουλήθην ἀποκρύψαι ἀλλὰ μεταδοῦναι. πρὸ πάντων οὖν σκοπεῖν δεήσει ἐπὶ πάθης γενέσεως, πότερον ἐπικράτησιν ἢ καὶ οἰκοδεσποτείαν ἔχει. ἐὰν μὲν οὕτως εὑρεθῇ, χρὴ τοῖς προκειμένοις ὁρίοις χρῆσθαι· ἐὰν δὲ ἀνοικοδεσπότητος ἢ ἀνεπικράτητος ἡ γένεσις εὑρεθῇ ὑπὸ μηδεμιᾶς κακωτικῆς ἀκτῖνος ἀναιρουμένη, τὴν προγεγονυῖαν σύνοδον ἢ πανσέληνον μοιρικῶς ἐπιγνόντας ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας γεννωμένων λαμβάνειν ἀπὸ τῆς συνοδικῆς ἢ πανσεληνιακῆς μοίρας ἕως ὡροσκόπου ἢ ἑτέρου κέντρου, δυναστικώτερον δὲ ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἀνωφερῶς, καθὼς καὶ αὐτὸς κοσμικῶς κινεῖται. εἶτα ἐπιγνόντας πλῆθος τοῦ ἀριθμοῦ τὰς αὐτὰς μοίρας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας ἀπολύειν ἀνωφερῶς ὡς ἐπὶ μεσουράνημα, καὶ ὅπου δἂν ἡ κατάληξις γένηται, λογίζεσθαι πόσα ἔτη συνάγεται ἀπὸ τῆς ἀφέσεως πρὸς ἀναφοράν, καθʼ ὃ κλίμα τις γεγένηται, καὶ ταῦτα ἀποφαίνεσθαι. ἐὰν δὲ ἡμερινῆς τῆς γενέσεμως οὔσης ὑπερπλεονάσῃ ὁ ἀριθμός, ἀπὸ συνόδου ἢ πανσελήνου ἕως ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἀφελόντας κεντρικὸν διάστημα, τουτέστι ἀπὸ ὡροσκόπου ἕως τοῦ μεσουρανήματος, τὰς λοιπὰς πάλιν ἀπὸ τοῦ ὡροσκόπου ὡς ἐπὶ μεσουράνημα ἀνωφερῶς πραγματεύεσθαι τῷ αὐτῷ τρόπῳ. ἐπὶ δὲ νυκτερινῆς γενέσεως μὲν ἀπὸ συνόδου καὶ πανσελήνου διάστημα ἕως ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἢ καὶ κέντρου ἀνωφερῶς χρὴ λαβόντας τὰς αὐτὰς ἀπὸ τοῦ ὡροσκόπου μοίρας ἀπολύειν κατὰ ἐξῆς, καὶ οὗ ἂν καταλήξῃ ὁ ἀριθμός, κατὰ τὰς ἀναφορὰς τὰ ἔτη λογισαμένους ἀποφαίνεσθαι. ἐὰν δὲ ὑπερπλεονάσῃ ὁ ἀριθμός, ἀφελόντας κέντρου διάστασιν τὴν ἀπὸ ὡροσκόπου ἕως ὑπογείου τὰς λοιπὰς ἀπὸ τῆς δυτικῆς μοίρας ἀπολύειν κατὰ ἐξῆς ὡς ἐπὶ μεσουράνημα· καὶ ὁ συναχθεὶς πρὸς ἀναφορὰν χρόνος ἔσται βιώσιμος. κατὰ πλεῖστον δὲ οὗ ἂν προσνεύσῃ ὁ ἀναβιβάζων ἢ ὁ καταβιβάζων ἢ ἡ σύνοδος ἢ ἡ πανσέληνος, τουτέστι πότερον τῷ ὐπὲρ γῆν ἢ τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, ἐκείνῳ καὶ τὴν ἄφεσιν δεῖ ποιεῖσθαι ἀπὸ ὡροσκόπου καὶ δύνοντος· ἐὰν μὲν συνοδική, ἀπὸ ὡροσκόπου· ἐὰν δὲ πανσεληνιακή, ἀπὸ τῆς δύσεως. ἐὰν δὲ ἐπὶ τῶν συνοδικῶν ἢ πανσεληνιακῶν ζῳδίων ἢ εἰς τὰ τούτων διάμετρα ἢ τετράγωνα ὁ ὡροσκόπος ἢ ἀναβιβάζων ἢ καταβιβάζων εὑρεθῇ, τὸν συναγόμενον τοῦ διαστήματος ἀριθμὸν ἡμέρας μὲν ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἀπὸ τοῦ δύνοντος κατὰ ἑξῆς ἀπολύειν. ἔχει δὲ καὶ τὰ τετράγωνα τοῦ ἀναβιβάζοντος δύναμιν ἀναιρετικήν, ἀλλὰ δὴ καὶ ἀπὸ Ἡλίου καὶ Σελήνης ἄφεσις ἡ μοιρικὴ πρὸς τὸν ἀναβιβάζοντα καὶ τὰ τούτου διάμετρα ἢ καὶ τὰ τούτου τετράγωνα.
- 3.12.3.1
Ἔσθʼ ὅτε δὲ καὶ ἐπικρατήσεως καὶ οἰκοδεσποτείας οὔσης καὶ αὕτη ἡ αἵρεσις συντρέχει τῇ ἀφέσει ἢ τῇ οἰκοδεσποτείᾳ καὶ εὐτονεῖ πρὸς ἀναίρεσιν. ἐὰν οὖν ἡ ἐπικράτησις οἰκείως εὑρεθῇ καὶ ὁ δοκῶν οἰκοδεσπότης μερίζει χρόνους, τότε καὶ ἡ ἄφεσις τῆς πραγματείας ταύτης ἀνωφερῶς ἢ κατωφερῶς πρὸς τὸ πλεονάζον μέρος τῶν ἀναφορῶν κριθήσεται ἐπὶ τῶν πάραυτα τελευτώντων ἢ ἐπὶ τῶν τῇ μήτρᾳ. ὁ δʼ αὐτὸς τρόπος νοείσθω καὶ ἐπὶ τῆς σπορᾶς· τῷ μέντοι τῆς ἐκτροπῆς μᾶλλον ὡροσκόπῳ χρηστέον. ἀναιρεῖ δὲ καὶ κατὰ μόνας ἡ σπορά, ἐάνπερ τις τῇ συνόδῳ ἢ πανσελήνῳ χρήσηται πρὸς τὸν ἀναβιβάζοντα ἢ καταβιβάζοντα καὶ πρὸς τὰ κέντρα. ἐὰν δὲ καὶ ἀπὸ τῆς ἐκτροπῆς καὶ ἀπὸ τῆς σπορᾶς εὑρεθῇ τὰ αὐτὰ ἔτη συνεγγίζοντα, ἀναμφιλέκτως ὁ θάνατος εὑρεθήσεται.
- 3.13.1.1
Συντομώτερον δὲ τὴν εὕρεσιν κατὰ πλάτος διασαφήσομεν. ἐπὶ πάσης γενέσεως τὸ μὲν τετράγωνον Ἡλίου ἐστὶ σπόριμον ζῴδιον (ἐσθʼ ὅτε μὲν οὖν καὶ τὸ τρίγωνον, ὅταν πολλῶν μοιρῶν ὁ Ἥλιος τύχῃ καὶ μάλιστα τοῖς ὀλιγαναφόροις ζῳδίοις· δὲ τοῖς πολυαναφόροις εἰς τὰ ἑξάγωνα)· ὅπου δʼ ἂν ὁ ὡροσκόπος τῆς ἐκτροπῆς ἐκπέσῃ, ἐκεῖ σημειοῦσθαι τὴν σπορίμην Σελήνην καὶ οὕτως ἐπιγινώσκειν, πότερον συνοδικὴ ἢ πανσεληνιακὴ ἡ σπορὰ τέτευχε. οἷον Ἥλιος Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, ώροσκόπος Παρθένῳ· ὁ σπόριμος Ἥλιος Ταύρῳ, Σελήνη σπορίμη Παρθένῳ· δῆλον ὅτι συνοδικὴ ἡ σπορά· οὐδέπω γὰρ ἡ Σελήνη τουτέστιν ὁ ὡροσκόπος τὸ διάμετρον τοῦ σπορίμου Ἡλίου παρήλλαξεν. ἐὰν δὲ ὁ ὡροσκόπος ὁ τῆς ἐκτροπῆς μετὰ τὸ διάμετρον τοῦ σπορίμου Ἡλίου εὑρεθῇ, πανσεληνιακὴ ἡ σπορὰ ἔσται. τὰς αὐτὰς δὲ ἀφέσεις καὶ ἐπὶ τῆς σπορᾶς δεῖ ποιεῖσθαι, καθὰ καὶ ἐπὶ τῆς ἐκτροπῆς δεδήλωται. κατὰ τὸ πλεῖστον δὲ οἱ συνοδικὴν σπορὰν ἔχοντες πανσελήνῳ οὗτοι τελευτῶσιν, οἱ δὲ πανσεληνιακὴν συνοδικῆς οὔσης τῆς Σελήνης τελευτῶσιν.
- 3.13.2.1
Ἄλλως. ἐπιγνόντας, ποίῳ ζῳδίῳ γέγονεν ἡ σύνοδος ἢ ἡ πανσέληνος, ἀριθμεῖν ἀπὸ τῆς αὐτῆς μοίρας κατὰ τὸ ἑξῆς ἕως ἀναβιβάζοντος καὶ τὸ συναχθὲν πλῆθος, ἐὰν μὲν ἡμερινὴ ἡ γένεσις ᾖ, ἀπὸ ὡροσκόπου κατωφερῶς ἀπολύειν, ἐὰν δὲ νυκτερινή, ἀνωφερῶς ἐπὶ τὸ μεσουράνημα· ἐὰν δὲ εἰς τὸ μεσουράνημα ἐμπέσῃ ὁ ἀναβιβάζων, ἀπολύειν δεῖ τὸ συναχθὲν πλῆθος ἀπὸ τοῦ μεσουρανήματος, ἐὰν μὲν ἡμερινὴ ἡ γένεσις ἦ, ὡς ἐπὶ τὸν ὡροσκόπον κατωφερῶς ἀπολύειν, ἐὰν δὲ νυκτερινὴ ἦ, ἀνωφερῶς ἐπὶ τὸ δῦνον. ἐὰν δέ πως εἰς τὸ δῦνον ἐμπέσῃ ὁ ἀναβιβάζων, ἡμερινῆς μὲν οὔσης τῆς γενέσεως ἀπολύειν τὸν ἀριθμὸν ἀπὸ τοῦ δυτικοῦ ὡς ἐπὶ τὸ μεσουράνημα, νυκτερινῆς δὲ ὡς ἐπὶ τὸ ὑπόγειον. ἐὰν δὲ ὁ ἀναβιβάζων τῷ ὑπογείῳ τύχῃ, εὑρεθῇ δʼ ἡμερινὴ ἡ γένεσις, ὡς ἐπὶ τὸν ὡροσκόπον ἀπολύειν ἀνωφερῶς ἀπὸ τοῦ ὑπογείου τὸ πλῆθος τοῦ ἀριθμοῦ· ἐὰν δὲ νυκτερινὴ ᾖ, ὡς ἐπὶ τὸ δῦνον ἀπὸ τοῦ ὑπογείου. Ἔστω δὲ ὑποδείγματος χάριν ἀναβιβάζων Διδύμοις μοίρᾳ κγ΄, τὴν δὲ σύνοδον Ἰχθύσι περὶ μοίρας η΄, ὡροσκόπον δὲ Ἰχθύσι μοίρᾳ δ΄, τὸ μεσουράνημα Τοξότῃ μοίρᾳ ιγ΄. ἔλαβον ἀπὸ τῆς συνόδου ἕως τοῦ ἀναβιβάζοντος· γίνονται μοῖραι ρε΄. ταύτας ἀπὸ ὡροσκόπου, ἐπεὶ ἡμερινὴ ἡ γένεσις· καταλήγει εἰς τὴν τῶν Δσιδύμων μοῖραν ιθ΄· κατὰ δε τὸ β΄ κλίμα συνάγουσιν ἔτη ος΄ μῆνας ἔγγιστα· ταῦτα ἐβίωσε.
- 3.13.3.1
Ταύτας τὰς αἱρέσεις ἔταξα, αἷς καὶ αὐτὸς ἐχρησάμην· ἐσκόπουν γὰρ καὶ ἐπὶ γενέσεως ἐκ τῶν προκειμένων ὅρων, εἰ συντρέχουσι κατὰ τὸ αὐτὸ δύο ἢ τρεῖς ἢ πλείους, καὶ οὕτως ἀπαραβάτως περὶ τέλους ἀπεφαινόμην. ὅθεν οὐκ εἰκῆ οὐδʼ ὡς ἔτυχεν ἐδήλωσα, ὅτι πᾶσα ἀγωγὴ καὶ καθʼ ἑαυτὴν καὶ πρὸς ἑτέραν συγκρινομένη εὐάρμοστός ἐστιν· ἣν εἴ τις φυλάττοι, εὐκατάληπτον ἕξει τὴν τῶν ζητουμένων ἀλήθειαν. τινὰ μὲν οὖν καὶ μυστικῶς διεγράψαμεν εἰς διάκρισιν καὶ σύγκρισιν τῶν ἐντυγχανόντων οὐ φθόνῳ φερόμενοι οὐδὲ ἀφελότητι, ἀλλὰ προθυμίαν τινὰ καὶ ἐπιμονὴν βουλευόμενοι παρεισφέρειν τῷ μαθήματι. πᾶς γὰρ καταθυμίου προαιρέσεως ἀκολάστως τυχὼν ἀχάριστον τὴν δωρεὰν ἡγήσατο, ὁ δὲ μετὰ πόνου καὶ ζητήσεως οὐ μόνον ἡδονὴν ἀλλὰ καὶ κατόρθωσιν τῇ πραγματείᾳ ἐπεισήνεγκεν.
- 3.13.4.1
Ἔστω ὑποδείγματος χάριν Ἥλιος Ταύρον μοίρᾳ α΄, Σελήνη Διδύμων μοίρᾳ ις΄, ὡροσκόπος Ταύρου μοίρᾳ ιδ΄, ἡ σύνοδος περὶ μοίρας κζ΄ τοῦ Κριοῦ, ἀναβιβάζων Αἰγόκερω μοίρᾳ κε΄. ἔλαβον ἀπὸ τῆς συνόδου ἐπὶ τὸν ἀναβιβάζοντα ἀνωφερῶς· γίνονται 𝒢β΄· ταύτας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας ἀνωφερῶς ἀπέλυσα· κατέληξεν εἰς τὴν τοῦ Ὑδροχόου μοῖραν ιβ΄. συνάγουσιν οὖν αἱ 𝒢β΄ κατὰ τὸ Ἀλεξανδρείας κλίμα ἔτη ο΄ μῆνα α΄· ἐτελεύτα τῷ ο΄ ἔτει καὶ μηνὸς α΄. ἀπὸ δὲ τῆς σπορᾶς οὕτως· ἐπεὶ ἡ πανσέληνος τῆς σποράς γέγονεν Αἰγόκερω μοίρᾳ κα΄ ἅτινα συνεγγίζει τοῖς εὑρεθεῖσιν ἔτεσιν. Ἄλλη. Ἥλιος Ὑδροχόου μοίρᾳ κθ΄, Σελήνη λήνη ἀρχαῖς Κριοῦ, ὡροσκόπος Αἰγόκερω μοίρᾳ τη΄, σύνοδος Ὑδροχόου μοίρᾳ κς΄, ἀναβιβάζων Σκορπίου μοίρᾳ ις΄. ἔλαβον ἀπὸ τῆς συνόδου ἀνωφερῶς ἕως τῆς τοῦ ὡροσκόπου μοίρας· γίνονται λη΄· ταύτας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας κατωφερῶς· συνάγεται ἔτη τῷ πρώτῳ κλίματι ἔγγιστα λγ΄· ἔζησεν ἔτη λβ΄ μῆνας πέντε. ὁ δὲ τῆς σπορᾶς τόπος οὐκ ἔσχε τὴν ἄφεσιν· κατὰ γὰρ τὰς αὐτὰς μοίρας καὶ ἡ πανσέληνος τῆς σπορᾶς καὶ ὁ ἀναβιβάζων ἔτυχεν. ὅθεν καὶ ἐπικίνδυνον τὴν ἐκτροπὴν ἔσχε καὶ τὸ τέλος βίαιον.
- 3.14.1.1
Εὗρον δὲ καὶ ταύτην τὴν αἵρεσιν περὶ χρόνων ζωῆς ὑπὸ μὲν τῶν ἀρχαίων ἀναπεπλεγμένην ποικίλως· αὐτὸς δὲ διὰ πείρας ἀναζητήσας διέκρινα καὶ οἴομαι μᾶλλον τοῖς πλείστοις ἀρέσκειν. γὰρ τῇ ιγ΄ βίβλῳ ὁ βασιλεὺς μετὰ τὸ προοίμιον καὶ τὰς τῶν ζῳδίων διατάξεις κλῆρον τύχης ἐπιφέρει ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου, μεγίστην περιποιεῖ καὶ ὅλῃ τῇ βίβλῳ μνημονεύει καὶ κύριον κρίνει τόπον, περὶ οὗ καὶ αἴνιγμα τέθεικε τὸ ἔμπαλιν καὶ ἀνάπαλιν· καὶ ὁ Ἥλιος ἀπὸ ἠοῦς ἀρχόμενος παντὸς αἰῶνος κύτος παραδίδωσι ἕσπερον κύκλον διανύων, καθάπερ ὁρᾶται. νυκτὸς δὲ ἑπερχομένης οὐ πάντοτε ἡ Σελήνη φαεσφοροῦσα τεύξεται, ἀλλ᾿ ὁτὲ μὲν ἐσπέρας φανεῖσα δύεται, ὁτὲ δὲ ἐπίμονος μέχρι τινὸς μέρους, ἔσθ᾿ ὅτε δὲ διὰ τέλου τῆς νυκτὸς πορεύσεται· διόπερ ἀκολούθως ὁλοτελῶς τὸν κύκλον Ἡλίῳ παρηγγεγύηκεν. περὶ μὲν οὖν τούτου τοῦ διανοήματος ἄλλοι ἄλλως φανοῦσιν· ἐμοὶ δʼ ἔδοξεν ἐπὶ μὲν ἡμερινῆς γενέσεως λαμβάνειν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ νυκτερινῆς, ἐφʼ ὅσον μὲν ἡ Σελήνη ὑπέργειός ἐστι τουτέστι μέχρις οὗ δύνει, ἀπʼ αὐτῆς ἐπὶ τὸν Ἥλιον λαμβάνειν καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, μετὰ δὲ τὴν δύσιν ἀπὸ Ἡλίου ἐπʼ αὐτήν. τὸ γὰρ ἐπιλέγειν· διόπερ ὁλοτελῶς τὸν κύκλον Ἡλίῳ παρἐγγεγύηκε τοῦτο δοκεῖ, σκοπεῖν δὲ δεήσει, εἰς ποῖον τόπον ἐξέπεσεν ὁ κλῆρος, καὶ τοῦτον ἡγεῖσθαι κύριον, ἔπειτα συνορᾶν τοῦ ζῳδίου τὸν κύριον ποίῳ ζῳδίῳ τέτευχε, τρίτον δὲ τὸν τούτου οἰκοδεσπότην· ἐκ τούτων γὰρ τῶν τριῶν τόπων καὶ τῶν τούτων οἰκοδεσποτῶν ὁ βιώσιμος χρόνος εὑρεθήσεται κατὰ τοὺς τρεῖς ὅρους.
- 3.14.2.1
Οἷον ἕκαστος τῶν ἀστέρων ἰδίας περιόδου δεσπόζει, Κρόνος μὲν οὖν ἐτῶν λ΄, Ζεὺς ιβ΄, Ἄρης ιε΄, Ἥλιος ιθ΄, Ἀφροδίτη η΄, Ἑρμῆς κ΄, Σελήνη κε΄ ὁμοίως δὲ καὶ ἕκαστος ἰδίων ἀναφορῶν κατὰ κλῆρον. κατὰ τὸ κλίμα οὖν συγκρίνειν δεήσει, πότερον ἐπίκεντρος ὁ κλῆρος καὶ χρηματίζων ἢ ἐπαναφερόμενος ἢ ἀποκεκλικώς, καὶ τοὺς τῶν ζῳδίων οἰκοδεσπότας, καθὼς καὶ ὁ παλαιὸς μέμνηται λέγων· πᾶς ἀστὴρ ἐπίκεντρος τοὺς ἰδίους χρόνους πλήρεις δίδωσι, ἔκκεντρος δὲ ὅσους ἐὰν μερίζῃ λοιπογραφουμένους ἐκ τῶν ἰδίων ἀριθμῶν. μερίζουσι δὲ καὶ τὰς τελείας αὐτῶν περιόδους καὶ τὰς ἀναφοράς, ὅταν καλῶς τύχωσι· συμμερίζουσι δὲ καὶ οἱ συναιρετισταὶ συμπαρόντες ἢ μαρτυροῦντες ἢ οἰκείοις ζῳδίοις τυγχάνοντες, εἰ μή τι ἀμφότεραι αἱ αἱρέσεις συμμεριοῦσι· καὶ οὕτως δὲ ὁμοίως. πρότερον δὲ δεῖ λογίζεσθαι τοὺς ἀριθμούς, ὥρας ἡμέρας μῆνας εἶτα ἐνιαυτούς, καὶ τοῖς τρισὶν ὅροις χρῆσθαι, ἐλαχίστῳ μέσῳ τελείῳ, ἐπισυντιθέντας τὸν πρῶτον τῷ δευτέρῳ ἢ τὸν τρίτον. πολλάκις γὰρ ὅδε μὲν τόπος ἐμέρισεν ἡμέρας ὁ δὲ μῆνας ὁ δὲ ἐνιαυτούς παρὰ τὰς διαφορὰς τῶν χρηματιστικῶν ζῳδίων καὶ τῶν οἰκοδεσποτῶν ἢ τῶν κακωτικῶν αἰτιῶν καὶ ἐναντιώσεων. προσεπιμερίζουσι δὲ μετὰ τὰ ἔτη καὶ μῆνας ἰσαρίθμους τοῖς χρόνοις. τὸ δʼ αὐτὸ καὶ ὁ δαίμων καὶ ὁ ὡροσκοπικὸς τόπος ἐφέξει τῷ κλήρῳ κατὰ τὸν μερισμόν, ὑπόταν οἱ κληρικοὶ τόποι ἢ οἱ κύριοι παραπέσωσι, μάλιστα ὁπόταν ὁ κλῆρος τῷ δαίμονι τὸν μερισμὸν ἐκχωρήσῃ· καὶ γὰρ οἱ ἀστέρες ἀντιπαραχωροῦσιν ἀλλήλοις· δηλώσομεν δὲ καὶ τῷ προϊόντι λόγῳ εἰς τοὺς ἐπιμερισμούς.
- 3.14.3.1
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἀφροδίτη Καρκίνῳ, Σελήνη ὡροσκόπος Ἰχθύσι, Κρόνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, Ἑρμῆς Λέοντι, ὁ κλῆρος τῆς τύχης Καρκίνῳ ἀγαθοδαιμονῶν. ἡ κυρία τοῦ κλήρου ἐπὶ τοῦ κέντρου εὑρέθη· ἔθηκα τὰ ἐλάχιστα τῆς Σελήνης κε΄ ἔτη καὶ τοῦ Καρκίνου τὴν ἀναφορὰν τοῦ δευτέρου κλίματος ἔτη λβ΄ καὶ τοῦ οἰκοδεσπότου τῆς Σελήνης Διὸς ἔτη ιβ΄· γίνονται ἐπὶ τὸ αὐτὸ ἔτη ξθ΄· τοσούτων ἐτῶν ἐτελεύτα.
- 3.14.4.1
Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη ὡροσκόπος Παρθένῳ, ὁμοίως δὲ καὶ Ἄρης· Κρόνος Ζεὺς Ἑρμῆς Αἰγόκερῳ, Ἀφροδίτη Ἰχθύσιν, ὁ κλῆρος τῆς τύχης Ὑδροχόῳ ἀποκεκλικώς. ὁ κύριος ἀγαθοδαιμονῶν παῤ αἵρεσιν ἐμέρισε τὰ ἴδια ἔτη λ΄ καὶ μῆνας τοὺς αὐτοὺς ἰδίῳ τυχὼν ζῳδίῳ. τούτῳ δὲ συμπαρὼν Ζεὺς ἐμέρισεν ἐνιαυτόν· ἐτελεύτα τῷ λδ΄ ἔτει.
- 3.14.5.1
Παρατηρητέον οὖν ἐπὶ πάσης γενέσεως τὰς προγεγραμμένας ἀρχῇ παραγγελίας καὶ τὰς φάσεις καὶ τὰς μοίρας, ἵνα μὴ δόξωμεν καθʼ ἕκαστον εἶδος ὑπομιμνήσκειν καὶ τὰ αὐτὰ γράφειν· ὡς ἐπὶ ὑποδείγματος γὰρ ἀνάγκην ἔσχον προτάξαι γενέσεις.
- 3.15.1.1
Εἰσὶ δὲ καὶ οἱ κληρικοὶ κλιμακτῆρες καὶ μάλιστα τῶν κακοποιῶν συνόντων ἢ μαρτυρούντων τὴν τύχην. μὲν οὖν τῳ διαμέτρῳ τῷ διὰ τῶν ἑβδομάδων ἐνιαυτῶν, δὲ τῷ δεξιῷ τριγώνῳ τῳ διὰ τοῦ θ΄, δὲ τῷ ἀριστερῷ τριγώνῳ τῷ διὰ ε΄ δὲ τῷ δεξιῷ τετραγώνῳ τῷ διὰ ι΄, δὲ τῷ ἀριστερῷ τῷ διὰ δ΄. οἱ δὲ βλάπτοντες τῷ δεξιῷ ἑξαγώνῳ διὰ ια΄, οἱ δὲ τῷ ἀριστερῷ ἑξαγώνῳ διὰ γ΄. οἱ δὲ τῇ προηγήσει τῆς τύχης διὰ ιβ΄, οἱ δὲ τῇ συναφῇ αὐτῆς ὄντες διὰ β΄. Κριῷ ἐὰν ἐπιπαρῇ ὁ κεκληρωμένος τὴν τύχην, ἕξει διʼ ἐτῶν θ΄, Ταύρῳ διὰ κε΄, Διδύμοις διὰ κ΄, Καρκίνῳ διὰ κε΄, Λέοντι διὰ ιβ΄, Παρθένῳ διὰ η΄, Ζυγῷ διὰ λ, Σκορπίῳ διὰ ιε΄, Τοξότῃ διὰ ιβ΄ Αἰγόκερῳ διὰ η΄, Ὑδροχόῳ διὰ λ΄, Ἰχθύσι διὰ ιε΄.
- 3.16.1.1
Τὰ δὲ μέσα ἔτη τῶν ἀστέρων ἐστὶ ταῦτα. Κρόνου μῆνης ε΄, Διὸς μῆνες θ΄, Ἄρεως μῆνες β΄, Ἀφροδίτης μῆνες Ϛ΄, Ἑρμοῦ μῆνες η΄, Ἡλίου ξδ΄. μερίζουσιν οὖν καὶ ταῦτα τὰ ἔτη σὺν ταῖς περιόδοις ἢ ταῖς ἀναφοραῖς τῶν ζῳδίων, ὁπόταν χρηματίζοντες τυγχάνωσιν.
- 3.16.2.1
Ἄλλως τὰ μέσα ἔτη. Ἐκάκτου ἀστέρος τὴν μεγάλην περίοδον καὶ τὴν ἐλαχίστην συνθεὶς εὑρήσεις τὰ μέσα ἔτη. οἷον Κρόνου τὰ τέλεια ἔτη νζ΄ καὶ τὰ ἐλάχιστα λ΄ γίνονται πζ΄, ὧν τὸ ἥμισυ μγ΄ ἥμισυ. Διὸς τὰ τέλεια ἔτη ρθ΄ καὶ τὰ ἐλάχιστα ιβ΄ γίνονται 𝒢α΄, ὧν τὸ ἥμισυ με΄ ἥμισυ. ὁμοίως καὶ τῶν λοιπῶν ἀστέρων. ἐπεὶ δὲ αἱ ἀναφοραὶ τῶν ζῳδίων κατὰ τὸν Ὑψικλέους ἀναφορικὸν πταίουσιν, ἐὰν παρὰ ἐνιαυτὸν διετίαν συνδράμῃ ὁ χρόνος — ὁ γὰρ βασιλεὺς τοῦ πρώτου κλίματος μόνας τὰς ἀναφορὰς ἐδήλωσεν· οἷον ἔστω Ἥλιος Ἀφροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι, Ζεὺς Ἄρης Λέοντι, ὡροσκόπος Παρθένῳ· ἐν τῷ α΄ κλίματι ἡ ἀναφορὰ τῆς Παρθένου λη΄ γ΄ καὶ ἐπεὶ ὁ κύριος Ἑρμῆς ἐν Καρκίνῳ ἀγαθοδαιμονεῖ, ἔδωκε τὴν ἀναφορὰν λα΄ δύο τρίτα· γίνονται ρ΄ τοσαῦτα ἐβίωσεν.
- 3.16.3.1
Ἄλλη. Ἥλιος Ταύρῳ, Ἑρμῆς Ταύρῳ. Σελήνη Ἰχθύσι. Κρόνος Σκορπίῳ, Ζεὺς Ἄρης Ἀφροδίτη Κριῷ, ὡροσκόπος Διδύμοις. ἡ ἀναφορὰ κλίματος τοῦ δευτέρου κη΄· Ἑρμῆς Ταύρου τὴν ἀναφορὰν κδ΄ καὶ Ἀφροδίτη Ἄρης Κριῷ ιε΄. ἐτελεύτα τῷ ξζ΄ ἔτει.
- 3.16.4.1
Ἄλλη. ἡ αὐτὴ ἀστροθεσία ἄλλης γενέσεως· μόνος ὁ ὡροσκόπος Αἰγόκερῳ, ὁ κλῆρος τῆς τύχης Ἰχθύσι· ἡ ἀναφορὰ τοῦ δευτέρου κλίματος κ΄ καὶ περιόδου Διὸς ιβ΄. καὶ ἐπεί ἐστιν Κριῷ, τῆς ἀναφορᾶς κ΄ καὶ Ἄρεως ιε΄ γίνονται ξζ΄· ταῦτα ἐβίωσε.
- 3.16.5.1
βουληθεὶς μέντοι τὰς συντεταγμένας μοι βίβλους ἰδιωτικωτέρας οὔσας διὰ τὸ τοιούτοις καὶ νέοις μου θρεπτοῖς προσπεφωνηκέναι, ὅπως εὐκατάληπτον τὴν εἴσοδον ἔχωσι, σαφέστερον μετασυντάξαι οὐκ ἔσχον καιρὸν διὰ τὸ κεκμηκέναι τῇ ὁράσει καὶ ὑπὸ πολλῆς λύπης ἀμαυρωθῆναί μου τὸ διανοητικὸν τιμιώτατον θρεπτὸν ἀπολέσαντι· ὅθεν συγγνωστέον.
- 4.1.1.1
Καθηκόντως οὖν καὶ διδασκαλικῶς οἷμαι τὴν τῶν προκειμένων ἐπίλυσιν ποιήσασθαι θοινημάτων τὸν παρὰ πολλοῖς ἐζητημένον καὶ ἀποκεκρυμμένον τόπον δηλώσομεν, ὅς ἐστι περὶ διαιρέσεως χρόνων ἐμπράκτων καὶ ἀπράκτων. ὅσαι μὲν οὖν διαιρέσεις διὰ πείρας εἰσὶ δεδοκιμασμέναι, ταύτας δεῖ νῦν ὑποτάξαι. ἐστι δὲ πρώτη περίοδος πρὸς τὰ τέταρτα τῶν ἐλαχίστων περιόδων· οἷον Κρόνου τῶν ἐτῶν λ΄ τὸ τέταρτον ζ΄ ἥμισυ . . . ἐπιβάλλουσι δὲ αὐτῷ κατʼ ἔτος ἡμέραι λδ΄. Ἄρεως ἐτῶν ιε΄ τὸ τέταρτον γ΄ μῆνες θ΄, κατὰ δὲ τὸ ἔτος ἡμέραι μβ΄ ἥμισυ. Ἀφροδίτης ἐτῶν η΄ τὸ τέταρτον β΄ ἔτη, ἐνιαύσιαι δὲ ἡμέραι κβ΄ δύο τρίτα. Ἑρμοῦ ἐτῶν κ΄ τὸ δὲ τέταρτον ε΄ ἔτη, ἐνιαύσιαι δὲ ἡμέραι νς΄ δύο τρίτα. Ἡλίου ἐτῶν ιθ΄ τὸ τέταρτον ἔτη δ΄ μῆνες θ΄, ἡμέραι δὲ νγ΄ ἥμισυ τρίτον. Σελήνης ἐτῶν κε΄ τὸ τέταρτον ς΄ ἔτη μῆνες γ΄, ἐνιαύσιαι δὲ ἡμέραι ο΄ ἥμισυ τρίτον. γίνονται ὁμοῦ ε΄ ἔτη λβ΄ μῆνες τρεῖς.
- 4.2.1.1
Τὴν ἀρχὴν τῆς ἀφέσεως ἐφέσεως τῶν μὲν συνοδικῶν ὁ μετὰ τὴν σύνοδον πρῶτος, εἶθ᾿ ἑξῆς καθὼς διάκεινται· ἐπὶ δὲ τῶν πανσελήνων ὁ μετὰ τὴν πανσέληνον πρῶτος καὶ ὁμοίως· δεῖ δὲ συγκρίνειν τὸν ἀστέρα, ὅπως ἐσχημάτισται καὶ ὑπὸ τίνων μαρτυρεῖται, τούς τε λοιποὺς τοὺς παραλαμβάνοντας, πότερον ἐπίκεντροι ἢ ἀποκεκλικότες ἀνατολικοὶ ἢ δυτικοί, τάς τε κατὰ πάροδον ἐπεμβάσεις καὶ τὰς συμπαθείας ἢ ἐναντιότητας. μετὰ δὲ τὸ συμπληρωθῆναι ἔτη λβ΄ καὶ μῆνας γ΄ πάλιν τὸν δεύτερον κύκλον ἀπὸ τοῦ τεταρτικοῦ ἀφετικοῦ ἀστέρος ποιητέον.
- 4.3.1.1
Περὶ δὲ τῆς τῶν ἡμερῶν διαιρέσεως οὕτως ποιεῖσθαι. ἐὰν γὰρ Κρόνος ἀφέτης εὑρεθῇ καθολικός, μερίζει ἔτη ζ΄ ἥμισυ. ἐπεὶ δὲ ἐκ τούτων πάντας τοὺς ἀστέρας δεῖ λαμβάνειν, τὸν ἐπιμερισμὸν οὕτως ποιήσομεν. τὰς πε΄ ἡμέρας τοῦ Κρόνου ἐπὶ τὰς ζ΄ ἥμισυ πολυπλασιάσαντες εὑρήσομεν ἡμέρας χλζ΄ ἥμισυ· ταύτας πρῶτον Κρόνος ἑαυτῷ ἐπιμερίσει ἐκ τῶν ἰδίων ἐτῶν ζ΄ ἥμισυ, εἶθ᾿ ἑξῆς ἔστω εὑρῆσθαι τὸν Δία· ἐπεὶ οὗν ἡμερῶν δεσπόζει λδ΄, ταύτας ἐπὶ τὰ ζ΄ ἥμισυ διὰ τὸ ἀχέτην εἶναι Κρόνον· γίνονται ἡμέραι σνε΄· ταύτας Ζεὺς ἕξει ἐκ τῶν τοῦ Κρόνου. εἶτα ἑξῆς τὸν τῆς Ἀφροδίτης παραλαμβάνειν· ἐπεὶ οὖν κυριεύει ἡμερῶν κβ΄ δύο τρίτων, ταύτας ἐπὶ τὸν ζ΄ ἥμισυ πολυπλασιάσωμεν· εὑρήσομεν ρο΄· τοσαύτας Ἀφροδίτη ἕξει ἐκ τῶν τοῦ Κρόνου. καὶ ὁμοίως ἑκάστου ἀστέρος ἐὰν τὰς ἡμέρας ἐπὶ τὸν ζ΄ ἥμισυ πολυπλασιάσωμεν, εὑρήσομεν τὸν ἐπιμερισμόν. ἐὰν δέ πως ἡ Σελήνη κυριεύσῃ τῆς ἀφέσεως, τὰς ἑκάστου ἡμέρας ἐπὶ τὸν ἓξ τέταρτον πολυπλασιάσαντες εὑρήσομεν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν.
- 4.3.2.1
Ἑκάστου ἀστέρος ἡμέρας εὑρεῖν.
- 4.3.3.1
Αἱ δὲ ἑκάστου ἡμέραι εὑρίσκονται τοιῷδε τρόπῳ. τὴν περίοδον διπλασιάσαντες καὶ τὴν ἡμίσειαν καὶ τὸ τρίτον ἐπιπροσθέντες εὑρήσομεν. ἐπεὶ Κρόνου ἡ περίοδός ἐστιν ἡμερῶν λ΄, ταύτας ἐδίπλωσα καὶ γεγόνασιν ξ΄ καὶ τὸ ἥμισυ τῶν λ΄ γίνονται ιε΄ ταύτας προσέθηκα ταῖς ξ΄ γίνονται οε΄. καὶ πάλιν τὸ τρίτον τῶν λ΄ γίνεται ι΄· ταύτας ὁμοίως προσέθηκα τοῖς οε΄ γίνονται πε΄. ταύτας τὰς ἡμέρας Κρόνος ἕξει. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων.
- 4.4.1.1
Καὶ ταύτην δὲ δυναστικὴν οὖσαν ὑποτάξω, τὴν ἀρχὴν τῆς ἀφέσεως ποιησάμενος ἀπὸ κλήρου τύχης καὶ δαίμονος, οἳ σημαίνουσιν Ἥλιόν τε καὶ Σελήνην· κοσμικῶς γὰρ ἡ Σελήνη τύχη ὑπάρχουσα καὶ σῶμα καὶ πνεῦμα περίγειος οὖσα καὶ τὴν ἀπόρροιαν εἰς ἡμᾶς πέμπουσα τὸ ὅμοιον ἀποτελεῖ, κυρία οὖσα τοῦ καθʼ ἡμᾶς σώματος. ὁ δὲ Ἥλιος νοῦς καὶ δαίμων κοσμικῶς ὑπάρχων διὰ τῆς ἰδίας ἐνεργείας καὶ φύσεως ἐρασμίου τὰς τῶν ἀνθρώπων ψυχὰς διεγείρων περὶ τὰς ἐγχειρήσεις αἴτιος πράξεως καὶ κινήσεως καθίσταται. ἐπὰν οὖν σωματικοὺς χρόνους ζητῶμεν, οἷον κλιμακτῆρας ἢ ἀσθενείας ἢ αἱμαγμούς, πτώσεις σίνη πάθη καὶ ὅσα ποτὲ ἀνήκει τῷ σώματι περὶ ῥώσεως τέρψεως ἡδονῆς καλλονῆς ἐπαφροδισίας, ἀπὸ τοῦ κλήρου τῆς τύχης δεῖ ἐκβάλλειν ζῳδιακῶς, καὶ οὗ ἂν καταλήξῃ ὁ χρόνος, λογισόμεθα τὸ ζῴδιον καὶ τοὺς ἐπόντας ἀστέρας ἢ μαρτυροῦντας, πῶς συσχηματίζονται πρὸς τὸν καθολικὸν ἢ οἰκοδεσπότην τῶν ἀφετικῶν χρόνων καὶ πότερον ἐπίκεντροι οἱ χρονοκράτορες τῶν κλήρων εἰσὶν ἢ ἔκκεντροι. ἐὰν δὲ περὶ πράξεως ἢ δόξης ζητῶμεν, τότε ἀπὸ τοῦ δαίμονος τὴν ἄφεσιν τῶν χρόνων ποιησόμεθα ζῳδιακῶς καὶ κατὰ τοὺς ἐπόντας ἢ μαρτυροῦντας ἀγαθοποιοὺς ἥ κακοποιοὺς τὴν διάκρισιν εὑρήσομεν. πολλάκις μὲν οὖν τοῦ κλήρου τῆς τύχης ἢ τοῦ κυρίου παραπεπτωκότος ὁ κλῆρος τοῦ δαίμονος καὶ τὰ σωματικὰ καὶ τὰ πρακτικὰ μερίζει. ὁμοίως καὶ ἡ τύχη ἀμφότερα μεριεῖ τοῦ κλήρου τοῦ δαίμονος ἢ τοῦ κυρίου παραπεπτωκότος, καθάπερ ἐπὶ τῶν ἐπικρατήσεων καὶ οἰκοδεσποτειῶν. ὅταν δὲ ὁ δαίμων καὶ ἡ τύχη ἐν ἑνὶ ζῳδίῳ εὑρεθῶσι, τὰ μὲν σωματικὰ ἀπὸ τοῦ αὐτοῦ ζῳδίου, τὰ δὲ πρακτικὰ ἀπὸ τοῦ ἐπαναφερομένου ληψόμεθα· ἄλλως τε καὶ ἐπὶ τῶν συνοδικῶν ἢ πανσεληνιακῶν τῇ αὐτῇ ἀφέσει εὑρεθήσεται, εἴγε εἰς ἓν ζῴδιον ὅ τε κλῆρος καὶ ὁ δαίμων ἐκπίπτει. ἀλλ᾿ ἐπὶ τῶν τοιούτων τοὺς μὲν σωματικοὺς χρόνους ὅταν ζητῶμεν, ἀπὸ τοῦ αὐτοῦ ζῳδίου τὴν ἄφεσιν ποιησόμεθα, τοὺς δὲ πρακτικοὺς ἀπὸ τοῦ ἐπαναφερομένου τῷ κλήρῳ, καὶ μάλιστα ἐπὶ νυκτερινῶν γενέσεων ἢ ἐν τῷ ὑπογείῳ τὴν σύνοδον ἐσχηκότων, ἵνα ἑκάστου κλήρου τὰ τετράγωνα ὡς κέντρα σχηματίσῃ. κρείσσων μέντοι ἡ συνοδικὴ αἵρεσις τῆς πανσεληνιακῆς· ἡ μὲν γὰρ συνοδικὴ ἐπὶ τοῦ ὡροσκόπου τοὺς κλήρους ἔχει, ἡ δὲ πανσεληνιακὴ ἐπὶ τῆς δύσεως. συμβαίνει δὲ καὶ κατὰ τετράγωνον τῶν φώτων ὄντων τοὺς κλήρους ἑαυτοῖς ἐναντιοῦσθαι· καὶ ἐπὶ τούτου τοῦ εἴδους τοὺς πρακτικούς τινες χρόνους ἐκ τῶν ἀναφερομένων ζῳδίων μερίζουσιν. ἐμοὶ δὲ οὐ δοκεῖ· ἕτερος γὰρ τοῦ κλήρου τῆς τύχης εὑρίσκεται καὶ ἕτερος τοῦ δαίμονος, ἐπὶ δὲ τῶν συνοδικῶν καὶ πανσεληνιακῶν γενέσεων ὁ αὐτός ἄλλως τε ἐπὶ ἀρρενικῶν γενέσεων αἱ πλείους ἀφέσεις ἀπὸ τοῦ δαίμονος εὑρίσκονται, διότι τὰς πράξεις διὰ λόγου καὶ δόσεως καὶ λήψεως καὶ πίστεων μεταχειρίζονται· ἐπὶ δὲ τῶν θηλυκῶν ἀπὸ τοῦ κλήρου τῆς τύχης διὰ τὴν περὶ τὸ σῶμα ἀσχολίαν. συμβαίνει δὲ καὶ τοὺς ἄνδρας σωματικὰς πράξεις τὰς διὰ χειρῶν ἐπάγειν ἢ ἀθλήσεως καὶ σωματικῆς κινήσεως καὶ τὰς γυναῖκας διὰ ἀγορασμῶν καὶ πράσεων. ὁμοίως καὶ ἐπὶ τῶν νηπίων γενέσεων ἀπὸ τοῦ κλήρου τῆς τύχης τὴν ἄφεσιν τῶν χρόνων δέον ποιεῖσθαι, ἕως ἐπὶ τὸν ἔλεγχον τὸν τῆς ἀκμῆς ἢ τῆς πράξεως παραγένωνται. γεννηθεῖσι μὲν γὰρ αὐτοῖς συνέπεται καὶ τὰ σωματικὰ εὐημερήματα, οἷον εὐμορφία ἐπαφροδισία μέγεθος ἀστειότης εὐρυθμία, ἢ καὶ ἃ εἴωθε ἄλλως συμβαίνειν, σίνη πάθη ἐκζέματα ἐκβιάσματα ἐξανθήματα συγγενήματα σημεῖά τινα χαλάσματα· τὰ δὲ πρακτικὰ καὶ διανοητικὰ ἐξ ὑστέρου γίνεται.
- 4.4.2.1
Ἔστω ἐπὶ ὑποδείγματος τὸν κλῆρον τῆς τύχης ἢ τοῦ δαίμονος πεπτωκέναι Κριῷ· καὶ ὁ μὲν καθόλου οἰκοδεσπότης Ἄρης, οἱ δὲ παραλαβόντες ὑπʼ αὐτοῦ συγκρινέσθωσαν, οἰκείως ἢ ἀλλοτρίως συσχηματίζονται. μερίζει οὖν αὐτὸς πρῶτος ἔτη ιε΄ ἐξ ὧν ἐαυτῷ ἐπιμερίζει μῆνας ιε΄, εἶτα Ἀφροδίτῃ διὰ τὸν Ταῦρον μῆνας η΄, ἑξῆς Ἑρμῇ διὰ τοὺς Δσιδύμους μῆνας κ΄, εἶτα Σελήνη διὰ τὸν Καρκίνον μῆνας κε΄, εἶτα Ἡλίῳ διὰ τὸν Λέοντα μῆνας ιθ΄, εἶθ᾿ ἑξῆς Ἑρμῇ μῆνας κ΄, εἶτα Ἀφροδίτῃ μῆνας η΄, εἶτα Ἄρης ἑαυτῷ διὰ τὸν Σκορπίον μῆνας ιε΄, εἶτα Διὶ μῆνας ιβ΄ διὰ τὸν Τοξότην, εἶτα Κρόνῳ διὰ τὸν Αἰγόκερων ἔτη β΄ μῆνας γ΄, εἶτα τοὺς λοιποὺς ια΄ εἰς συμπλήρωσιν τῶν ιε΄ ἐτῶν ἐν τῷ Ὑδροχόῳ. μετὰ τὸν Ἄρη παραλήψεται Ἀφροδίτη τοὺς καθολικοὺς χρόνους ἐπὶ ἔτη η΄ καὶ ὁμοίως ἐπιμερίσει ἐξ αὐτῶν ἑκάστῳ ζῳδίῳ καθὼς πρόκειτει. εἶτα μετὰ τὸν τῆς Ἀφροδίτης παραλήψεται Ἑρμῆς διὰ τοὺς Διδύμους ἔτη κ΄ καὶ ἐπιμερίσει ἑκάστῳ ζῳδίῳ· εἶτα Σελήνη ἐπὶ ἔτη κε΄, μεθʼ ἣν ὁ Ἥλιος ἐπὶ ἔτη τθ΄· καὶ ἐφʼ ὅσον ἡ γένεσις χωρεῖ, ἐφεξῆς χρὴ διδόναι. ἐπεὶ οὖν ὁ κύκλος τῶν ιβ΄ ζῳδίων συνάγει ἔτη ιζ΄ μῆνας ζ΄, τὸν λοιπὸν χρόνον ἐκ τοῦ διαμέτρου μεριοῦμεν. οἷον ἐπεὶ οἱ Δίδυμοι μερίζουσιν ἔτη κ΄, τῆς ἀφέσεως γενομένης ἐφεξῆς καὶ συμπληρουμένων καὶ μηνῶν ζ΄ ἐτῶν ιζ΄, τὰ λοιπὰ ἔτη β΄ καὶ μῆνας ε΄ ἀπὸ Τοξότου μεριοῦμεν, αὐτῷ τῷ Τοξότῃ διδόντες ἐνιαυτόν, εἶτα τῷ Αἰγόκερῳ τὸν περίλοιπον χρόνον εἰς συμπλήρωσιν τῶν κ΄ ἐτῶν. ὁμοίως καὶ ἀπὸ τοῦ Καρκίνου ἢ Λέοντος ἢ Παρθένου ἢ Αἰγόκερω ἢ καὶ Ὑδροχόου τὴν ἄφεσιν ἐὰν εὕρωμεν, μετὰ ιζ΄ ἔτη καὶ μῆνας ζ΄ χωρὶς ἐπαγομένων ἐκ τῶν διαμέτρων ἀρξάμενοι τοὺς λοιποὺς χρόνους μεριοῦμεν ἐφεξῆς.
- 4.4.3.1
Τινὲς μὲν οὖν τοὺς λοιποὺς χρόνους μερίζουσιν ἐκ τῶν τριγώνων, ἐμοὶ δʼ οὐ δοκεῖ φύσιν ἔχειν· ἀλλὰ καθάπερ ἐπὶ τοῦ κοσμικοῦ τὰ τέτταρα στοιχεῖα τὴν πρὸς ἄλληλα συμπάθειαν κέκτηται καὶ ἕκαστον ἀπὸ ἑτέρου ζωογονεῖται καὶ θάλπεται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς διαιρέσεως κατὰ τὴν ἁρμονίαν τῶν ζῳδίων τὰς παραδόσεις ποιεῖσθαι. οἷον ἐπεὶ τὸ πῦρ καὶ ὁ ἀὴρ ἀνωφερῆ ὑπάρχοντα ἀλλήλοις τὴν ἐπιμιξίαν ποιοῦνται καὶ κατάξηρον ὑπάρχον τὸ πῦρ ὑπὸ τῆς τῶν ἀέρων εὐκρασίας τρέφεται καὶ αὐτὸ δὴ τὸ πῦρ οὐκ ἐᾷ τὸν ἀέρα εἰς κρυμώδη καὶ ζοφώδη φύσιν χυωρῆσαι ἀλλὰ ἔκθερμον εὐκρασίαν ἀπεργάζεται, εὐλόγως ἄρα καὶ ὁ Λέων πυρώδης ὑπάρχων μετὰ τὸν κύκλον παραδώσει τὸν ἐπίλοιπον χρόνον τῷ τὴν συμπάθειαν ἔχοντι Ὑδροχόῳ, ὅ ἐστιν ἀήρ, καὶ πάλιν Ὑδροχόος τῷ Λέοντι. ὁμοίως δὲ καὶ ἡ γῆ κατάξηρος οὖσα καὶ ὑπὸ τῆς ὑγρᾶς οὐσίας τρεφομένη ζῳογονεῖ τὰ πάντα, καὶ αὐτὸ δὲ τὸ ὕδωρ διαβασταζόμενον ἐκ τῆς γῆς καὶ ἐξ αὐτῆς γεννώμενον τὴν συμπάθειαν φυλάσσει· εὐλόγως ἄρα καὶ ὁ Καρκίνος κάθυγρος ὑπάρχων καὶ ὁ Αἰγόκερως γεώδης ἀλλήλοις τὴν ἀντιπαράδοσιν ποιήσονται καὶ ἡ Παρθένος γεώδης ὑπάρχουσα τοῖς Ἰχθύσι· καὶ τὰ λοιπὰ ζῴδια τὴν αὐτὴν δύναμιν ἐφέξει πρὸς τὰ διάμετρα. Οὕτως καὶ ἡ ἀκολουθία τῆς διαιρέσεως ζῳδιακῶς ἐστοιχειογράφηται. οἷον ὁ Κριὸς πυρώδης, ὁ Ταῦρος γεώδης, οἱ Δίδυμοι ἀερώδεις, ὁ Καρκίνος ὑδατώδης, καὶ τὰ τούτων τρίγωνα ὁμοίως. ἐὰν οὖν ἐν τοῖς τριγώνοις τοὺς συνδέσμους λύωμεν, εὑρήσομεν μίαν φύσιν τοῦ τε παραδιδόντος καὶ τοῦ παραλαμβάνοντος ζῳδίου καὶ οὐδεμία τις σύγκρασις εὑρεθήσεται, ἀλλὰ πλεονεκτούμενα ὐπʼ αὐτῶν τὰ στοιχεῖα. ἄλλως τε τὸν Ἥλιον εὑρίσκομεν ἀπὸ Κριοῦ τὴν ἀρχὴν ποιούμενον τῆς τροπῆς καὶ τῆς ἰσημερίας καὶ κατὰ τὸ ἡμικύκλιον τὸ μέγεθες τῆς ἡμέρας ἐπαύξοντα, ἐν δὲ τῷ διαμέτρῳ Ζυγῷ τὸν σύνδεσμον λύοντα καὶ εἰς τὸ μειωτικὸν χωροῦντα. ἐπεὶ δὲ καὶ Καρκίνος αὐξητικὸν σχῆμα ἡμέρας ἐπέχει, τοῦτο ἐν Αἰγόκερῳ γενόμενος τῇ νυκτὶ παρέχει ἐν τῷ διαμέτρῳ τὴν μεταβολὴν ποιούμενος. ὁμοίως καὶ ἡ Σελήνη τὴν σύνοδον ποιησαμένη καὶ πληρώσασα τὸν κύκλον ἐν τῷ διαμέτρῳ τὸν σύνδεσμον λύει. διὸ μᾶλλον ἔδοξε τῇ προκειμένη ἀγωνῇ χρήσασθαι εἰς τὴν τῶν συνδέσμων λύσιν.
- 4.5.1.1
Αἱ δὲ τῶν συνδέσμων λύσεις ἐν διαφόροις γενήσονται διὰ τὰς τῶν ἀστέρων φύσεις. Ἥλιος μὲν οὖν καὶ Σελήνη Κρόνῳ παραδιδόντες ἐναντιωμάτων καὶ φόβων εἰσὶ δηλωτικοί, ἐπάγοντες ἔχθρας μειζόνων καὶ ἀπειλὰς μυστικῶν καὶ παλαιῶν πραγμάτων ἕνεκα, ἀνασκευὰς κρίσεις τε καὶ ἀντικαταστάσεις καὶ ὑπόπτους βίους καὶ ἀξίας καθαιρέσεις σωματικάς τε ὀχλήσεις καὶ κινδύνους ναυάγια αἰφνιδίους τε καταπτώσεις καὶ αἰτίας πλείστας, ἐκτὸς εἰ μὴ ἀγαθοποιοὶ ἐπόντες ἢ μαρτυροῦντες τῶν αἰτίων τὰς ἐκβάσεις ἀμαυρώσουσιν. Ἑρμῆς δὲ ἀπὸ Παρθένου ἢ Διδύμων Διὶ μεταπαραδιδοὺς τὸν χρόνον μεταβολὴν πραγμάτων ἀποτελεῖ καὶ καινοποιίας πράξεων· καὶ ἐὰν ἐπὶ γενέσεως οἱ τόποι κακωθῶσιν ἢ καὶ αὐτὸς Ἑρμῆς, τοῦ καθολικοῦ χρόνου ἐναντίου γενομένου, ἡ τοῦ συνδέσμου λύσις τὴν μεταβολὴν ἐπὶ τὸ κρεῖσσον ἕξει καὶ πράξεων δηλωτικὴ γενήσεται. ἐὰν δὲ οἱ τόποι ὑπὸ ἀγαθοποιῶν φρουρούμενοι ἀγαθὸν τὸν χρόνον ἀποτελῶσι, μετὰ τὸν κύκλον ἡ τοῦ συνδέσμου λύσις ἐπιτάραχος καὶ ἐπιζήμιος γενήσεται. Κρόνος δὲ ἀπὸ Αἰγόκερω καὶ Ὑδροχόου λύων σύνδεσμον εἰς Λέοντα καὶ Καρκίνον πρακτικὸν τὸν χρόνον δηλοῖ· τὰ γὰρ ἐκ σκότους εἰς φῶς ἄγει καὶ τοῖς δυναστικοῖς ζῳδίοις τὴν διαίρεσιν τῶν χρόνων παραδιδοὺς ἐνεργέστερος καθίσταται κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως. τὰς δὲ δόξας καὶ τὰς ὠφελείας παρέχει κατὰ τοὺς ἐπόντας ἀστέρας.
- 4.6.1.1
Μερίζει δὲ ὁ μὲν Ὑδροχόος ἔτη λ΄, ὁ Αἰγόκερως κζ΄, ἐπεὶ ὁ Ἥλιος δεσπόζει τελείων ἐτῶν ρκ΄, ὧν τὸ ἥμισυ ξ΄ ἐκ τούτων τὴν ἡμίσειαν τῷ κατὰ διάμετρον Ὑδροχόῳ ἐπιμερίσει, ἅ ἐστιν ἔτη λ΄· ἡ δὲ Σελήνη δεσπόζει τελείων ἐτῶν ρη΄, ὧν τὸ ἥμισυ νδ΄ τούτων τὴν ἡμίσειαν τῷ κατὰ διάμετρον Αἰγόκερῳ ἐπιμερίζει, ἅ ἐστιν ἔτη κζ΄· τῶν οὖν δύο ζῳδίων συνάγεται ἔτη νζ΄, ἅ ἐστιν τέλεια Αἰγόκερω. καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὸν τέλειον ἐπιμερισμὸν τῶν ἐτῶν ἐξ Ἡλίου καὶ Σελήνης ἔσχον. τῷ μὲν γὰρ Διὶ συναιρετιστῇ ὄντι καὶ τριγώνου συμπάθειαν κεκτημένῳ διὰ τὸν Τοξότην ὁ Ἥλιος τὴν ἡμίσειαν τῶν ρκ΄ ἐτῶν ἐμέρισε καὶ τὰ ἐλάχιστα ἔτη τθ΄· γίνονται ρθ΄. ὡσαύτως δὲ καὶ ἡ Σελήνη διὰ τὴν ἀγαθοποιίαν καὶ τριγώνου κοσμικὴν συμπάθειαν τὴν εἰς τοὺς Ἰχθύας Διὶ ἀπεμέρισε τὴν ἡμίσειαν τῶν ρη΄ ἐτῶν νδ΄ καὶ τὰς ἐλαχίστας κε΄· γίνονται ρθ΄. τῷ δὲ Ἄρει τῆς αὐτῆς αἱρέσεως ὄντι ἡ Σελήνη ἀπεμέρισε τὰ νδ΄· ὁ δὲ Ἥλιος διὰ τὴν ἀντίμιμον πυρώδη οὐσίαν καὶ φθοροποιὸν τρόπον τὸν ἐπιμερισμὸν ἠρνήσατο, ἀντιπαρεχώρησε δὲ τῷ κατὰ διαδοχὴν τοῦ τριγώνου δεσπότῃ Διὶ ἅ ἐστιν ἔτη ἐλάχιστα ἐπιμερίσαι ιβ΄ γίνονται ξς΄. ὁμοίως δὲ καὶ τῇ Ἀφροδίτῃ διὰ τὴν συμπάθειαν τοῦ τριγώνου καὶ νυκτερινὴν αἵρεσιν ἡ Σελήνη ἐπεμέρισεν τὰ νδ΄ καὶ ὁ Κρόνος διὰ τὴν ἐναντίαν τοῦ ὑψώματος στάσιν τουτέστι τὸν Ζυγὸν ἔτη λ΄ γίνονται πδ΄. ὁ δὲ Ἑρμῆς διὰ τὴν πρὸς Κρόνον συνοικοδεσποτίαν ἔλαβεν παῤ αὐτοῦ τὰ τέλεια ἔτη νζ΄ καὶ παρὰ τοῦ Ἡλίου τὰ ἐλάχιστα ιθ΄· γίνονται ος΄.
- 4.7.1.1
Τούτων οὕτως ἐχόντων σκοπεῖν δεήσει ἐπὶ τῆς διαιρέσεως τόν τε παραδιδόντα καὶ παραλαμβάνοντα πότερον ἐπίκεντροι ἢ ἀποκεκλικότες, ὁμογνωμονοῦντες ἢ ἀλλότριοι τυγχάνουσιν. ἐὰν γὰρ ζῳδιακῶς μὲν ἡ διαίρεσις ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους ποραγένηται, ὁμοίως δὲ καὶ οἱ τούτων οἰκοδεσπόται ἐπίκεντροι τύχωσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι καὶ οἰκείας αἱρέσεως, ἀγαθὴν τὴν χρονοκρατορίαν ἀποτελοῦσι καὶ ἐπίσημον· ἐὰν δὲ οἱ μὲν τόποι ἐπίκεντροι, οἱ δὲ κύριοι ἀποκεκλικότες ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενοι, ἀνώμαλον τὸν χρόνον καὶ ἐπιτάραχον δηλοῦσιν. ἐὰν δὲ τὰ πάντα σχήματα ἐν ἀποκλίμασιν εὑρεθῇ, κάκιστος ὁ χρόνος καὶ αἰτίας καὶ ζημίας ἐπάγων· γίνεται δὲ κατὰ τούσδε τοὺς χρόνους ἐν ξενιτείαις καὶ πράξεων μεταβολαῖς, καὶ ἐὰν μὲν ἀγαθοποιοὶ τύχωσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι, ἐπὶ ξένης πραγμάτων κατόρθωσιν ποιησάμενοι ἐπωφελῶς διάξουσιν. ἐὰν δὴ κακοποιοί, καὶ ἐπὶ ξένης ταραχαῖς καὶ ζημίαις περιτραπήσονται ἢ καὶ ἀπὸ ξένων καὶ δούλων προδοθήσονται· ὅθεν τὰ ἀποκλίματα ξένης σημαντικά, ἐὰν δέ πως ἐπίκεντροι εὑρεθῶσιν ἢ ἰδιοτοποῦντες, κατοχὰς σημαίνουσιν εἴς τινας τόπους ἢ ἐπιμονάς. Ἑρμῆς μὲν οὖν καὶ Ἀφροδίτη οὔτε μακρὰς οὔτε πολυχρονίους τὰς ἀποδημίας παρέχουσιν, ἐπεὶ οὐ πολὺ ἀφίστανται τοῦ Ἡλίου· Κρόνος δὲ καὶ Ἄρης καὶ Σελήνη ὑπερορίους καὶ ἐπικινδύνους ἐπί τε γῆς καὶ θαλάσσης καὶ ἐν πλάναις ἢ βαρβάροις τόποις γινομένους. Ἥλιος δὲ ἐπιδόξους καὶ ἐντίμους καὶ εὐσυστάτους· Ζεὺς δὲ ἐπωφελεῖς καὶ πολυφίλους καὶ ἡδέως διάγοντας ἐπὶ τῆς ξένης.
- 4.7.2.1
Ἐὰν οὖν χρόνους σωματικούς τις ἐν ἐκκέντρῳ κατάγῃ ζῳδίῳ ἢ καὶ ὁ κύριος ἔκκεντρος τύχῃ ὑπὸ κακοποιῶν μαρτυρούμενος, ἐν ἀσθενείᾳ γενήσεται καὶ αἱμαγμοῖς ἢ κινδύνοις. ἐὰν δέ τις κατὰ τὸν δαίμονα τοὺς χρόνους κατάγῃ ἐν ἐκκέντρῳ ζῳδίῳ καὶ κακοποιὸς ἐπῇ ἢ καὶ τῷ οἰκοδεσπότῃ τοῦ ζῳδίου μαρτυρήσῃ, ἀπρακτήσει καὶ ἐν δυστυχίαις διάξει καὶ ἀκαταστατήσει τῇ ψυχῇ κακωτικῶς διάγων περί τε τὰς πράξεις καὶ τὰς ἐπιβολάς· καὶ ἐὰν μὲν ἐν πυρώδει ζῳδίῳ εὑρεθῇ κατάγων τὸν χρόνον κακοποιῶν ἐπόντων ἢ μαρτυρούντων, ἔκλυσιν ψυχῆς μεγίστην ἕξει καὶ παρὰ προαίρεσίν τινα διαπράξεται ἀστατῶν τῇ γνώμῃ ἐὰν δὲ ἐν ἀερώδει καὶ ᾖ κεκακωμένον τὸ ζῴδιον ἢ ὁ κύριος, μετεώρως καὶ ἐπιλύπως διάξει καὶ ἄλλα διαπρασσόμενος ἕτερα προσδοκήσει· ἐὰν δὲ ἐν γεώδει ζῳδίῳ, τὰ μὲν προσπίπτοντα γενναίως οἴσει, διὰ δὲ τῆς ἰδίας ἐγκρατείας τῶν πλείστων περιέσται ἐννοηματικῶς· ἐὰν δὲ ἐν ὑδατώδει ζῳδίῳ, εὐπαρηγόρητον τὴν ψυχὴν κεκτημένος καὶ ἔν τισιν ἀνωμαλίσας πολλῶν πραγμάτων κατόρθωσιν ποιήσει καὶ περὶ τὰς ἐγχειρήσεις εὐεπήβολος ἔσται. πάντοτε μὰν οὖν ἰδικῶς αἱ πράξεις καταλαμβάνονται ἔκ τε τοῦ δαίμονος καὶ οἰκοδεσπότου· εἰσὶ γάρ τινες σωματικὰς μὲν πράξεις ἔχοντες, οἷον διὰ χειρῶν ἐργαζόμενοι, καὶ σωματικὰς κακοπαθείας ἀχθίσεως ἢ γυμνασίας· ἕτεροι δὲ ἀπὸ λόγου καὶ ἐπιστήμης καὶ ψυχῆς ἐνεργείας. ὅπου δὲ ἂν πλείους ἀστέρες προσνεύσωσιν ἤτοι τῷ κλήρῳ ἢ τῷ δαίμονι, ἐκεῖθεν τὸ πρακτικὸν δηλωθήσεται. συνεπικρίνειν οὖν δεῖ τὰς πράξεις καὶ τὴν καθολικὴν ὑπόστασιν, ἤτοι ἔνδοξος ἢ μετρία ἡ γένεσις ἢ καὶ εὐδαίμων ἢ πενιχρά ἢ ἐπίδικος ἢ ἀνώμαλος, ἵνα ἐν τοῖς ἐπιμερισμοῖς καὶ τὰ ἀποτελέσματα προφανῆ γένηται. οἱ μὲν οὖν τὰς πράξεις ἀποτελοῦντες ὁ τῆς Ἄρεος καὶ τῆς Ἀφροδίτης καὶ τοῦ Ἑρμοῦ, ὁ δὲ τοῦ Κρόνου ἐπιτηδεύματα καὶ ὅσα ποτὲ διʼ ὑγρῶν ἢ κακοπαθείας καὶ κληρουχίας γίνεται. ταπεινοὶ μὲν οὖν καὶ ἄδοξοι καταλαμβάνονται ἔκ τε Κρόνου καὶ Ἄρεος Διὸς ἀπόντος, ἔνδοξοι δὲ καὶ εὔποροι ἔκ τε Ἡλίου καὶ Σελήνης συμπαρόντων τῶν ἀγαθοποιῶν ἢ συνεπιμαρτυρούντων. ἐὰν οὖν ἡ διαίρεσις ἀπὸ τοῦ δαίμονος εἰς τὸ μεσουράνημα τοῦ κλήρου τῆς τύχης ἔλθῃ ἢ εἰς αὐτὸν τὸν κλῆρον τοῦ κυρίου συμπαρόντος καὶ ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένου ἢ καὶ Ἡλίου ἢ καὶ Σελήνης, ἐπιλάμπρας μὲν οὔσης τῆς ὑποστάσεως ὁ γεννώμενος ἐν ἡγεμονίαις καὶ μεγάλαις δόξαις γενήσεται ἐπίσημός τε καὶ ἀρχικὸς καὶ προφανὴς κατ᾿ ἐκείνους τοὺς χρόνους καὶ ὑπὸ πολλῶν μακαριζόμενος διὰ τὴν περὶ αὐτὸν εὐδαιμονίαν. καὶ ἐπὶ τοῦ ὡροσκόπου δὲ καὶ ἐπὶ τοῦ μεσουρανήματος καὶ ἐπὶ τῶν λοιπῶν κέντρων ἡ διαίρεσις γενομένη δόξας ἀποτελεῖ, οὐχ ὁμοίως δέ· ἐνεργέστεροι γὰρ οἱ τῶν κλήρων τετράγωνοι τόποι. ἐὰν δὲ τούτων οὕτως ὄντων μετρία ἡ ὑπόστασις εὑρεθῇ, ἔσται ἐν πράξεσιν ἢ ὠφελείαις καὶ μείζοσι φίλοις καὶ δωρεᾶς καὶ τιμῆς καταξιωθήσεται καὶ εὐημερήσει καὶ προκόψει περὶ τὴν τῆς ἀσχολίας ἐνέργειαν, καὶ ἐὰν μάλιστα ἀγαθοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσιν· εἰ δὲ κακοποιοί, τὰ μὲν τῶν τόπων γενήσεται καθὼς πρόκειται προφανῆ, ἕνεκα δὲ τῆς τῶν κακοποιῶν μαρτυρίας ἐναντιώμασι καὶ ζημίαις περιτραπήσονται καὶ ἀπαράμονον τὴν τῆς ἀγαθοποιίας ἀφορμὴν ὑπομένοντες. ὥσπερ δὲ ἕκαστος τῶν ἀστέρων ἐπὶ τοῦ κύκλου ζῳδιακῶς ἐστοιχειογράφηται κατὰ τοὺς οἴκους, τὸ ὅμοιον καὶ ἐπὶ γενέσεως σχηματισάμενος συμπαθὴς πρὸς ἕτερον γενήσεται.
- 4.8.1.1
Ἔστω ἐπὶ ὑποδείγματος γένεσις οὕτω ἔχουσα. Ἥλιος Ἀφροδίτη Καρκίνῳ, Σελήνη ὡροσκόπος Ἰχθύσιν, Κρόνος πανσέληνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, Ἑρμῆς Λέοντι, ὁ κλῆρος τῆς τύχης Λέοντι, ὁ Δαίμων Σκορπίῳ· ζητῶ δὲ ἔτος ο΄. ἀπέλυσα τοὺς μὲν σωματικοὺς χρόνους ἀπὸ Λέοντος, δοὺς αὐτῷ πρώτῳ Λέοντι ἔτη ιθ΄· εἶτα Παρθένῳ ἔτη κ΄, εἶτα Ζυγῷ ἔτη η΄, εἶτα Σκορπίῳ ἔτη ιε΄ γίνεται ἔτη ξβ΄. ἐν τούτοις πολλοὺς μὲν κλιμακτῆρας ἔσχε καὶ ἀπὸ ὕψους πτώσεις καὶ μελῶν θραύσεις. καὶ ἑξῆς τὰ λοιπὰ ἔτη η΄ ἀπὸ Τοξότου ἐπικειμένου Κρόνου παῤ αἵρεσιν· ἐν τούτοις καὶ ναυάγια καὶ σωματικὰς ὀχλήσεις ὑπέμεινεν. τὴν δὲ αἰτίαν τοῦ πάθους ἀπὸ τοῦ ζῳδίου, ἔνθα εὑρίσκεται ὁ κύριος τοῦ κλήρου διοδεύων, λαμβάνομεν· οἷον ὁ κλῆρος Λέοντι, ὁ κύριος τοῦ Λέοντος Ἥλιος εὑρέθη ἐν τῷ Καρκίνῳ· σημαίνει δὲ ὁ Καρκίνος στῆθος καὶ στόμαχον· τὴν αἰτίαν οὖν τοῦ πάθους λέγομεν γεγενῆσθαι ἀπὸ τοῦ Καρκίνου. τοὺς ἐπιμερισμοὺς γὰρ λαμβάνει τῶν ἐτῶν καὶ ἀνὰ τξ΄ ἡμέρας ποιεῖ· τὰς γὰρ ε΄ δ΄ κατʼ ἴδιον ψηφίζων προστίθει τοῖς ἔτεσι. ἔδωκεν οὖν τῷ Τοξότῃ ἐνιαυτόν· Αἰγόκερῳ ἔτη β΄ μῆνας γ΄· Ὑδροχόῳ ἔτη β΄ μῆνας ς΄· Ἰχθύσιν ἐνιαυτόν· εἶτα Κρίῷ τὰ λοιπὰ εἰς συμπλήρωσιν τῶν θ΄ ἐτῶν. Ἄρης οὖν τῶν σωματικῶν χρόνων κυριεύσας ἀπὸ Τοξότου παραλαβὼν Κρόνου ἐπικειμένου τῷ Τοξότῃ τέλος ἐπήγαγεν ἐτελεύτα δὲ προσινωθεὶς στόμαχον καὶ βηχὸς προπειραθείς ἦν γὰρ καὶ ὁ θανατικὸς τόπος Ἰχθύσι Σελήνης ἐπικειμένης καὶ Κρόνου καθυπερτεροῦντος, ἐξ οὗ ἡ δυναστεία. ἄλλως τε καὶ αὐτὸς ὁ κύριος τῆς πανσελήνου Κρόνος ἀπόστροφος γενόμενος τὸ εἶδος τῆς βιαιοθανασίας ἐπήγαγε. τὸ δὲ σίνος τοῦ στομάχου καὶ βηχός, ἐπεὶ ὁ κύριος τοῦ κλήρου Ἥλιος ἐν Καρκίνῳ εὑρέθη· ὁ δὲ Καρκίνος στῆθος καὶ στόμαχον δηλοῖ. τοὺς δὲ πρακτικοὺς χρόνους ἐποιησάμην ἀπὸ Σκορπίου αὐτῷ τῷ Ἄρει δοὺς ἔτη ιε΄, εἶτα Τοξότῃ ιβ΄ ἐπικειμένου Κρόνου· ἕως ἐτῶν κζ΄ ἀνώμαλος ἀλήτης γέγονεν. ὑπὸ δὲ ἐπιτρόπων ἱκανὸς βίος αὐτοῦ ἀνηλώθη· ἦν γὰρ καὶ ὁ περιποιητικὸς Διδύμοις καὶ οὐδεὶς τῶν ἀγαθοποιῶν ἐπεθεώρησε, μόνος δὲ Κρόνος ἠναντιώθη. εἶτα ἑξῆς Αἰγόκερως παρέλαβεν ἐπὶ ἔτη κζ΄, Διὸς ἐπικειμένου καὶ ἀγαθοδαιμονοῦντος, ἀκρονύκτου δὲ ὑπὸ Ἡλίου καὶ Ἀφροδίτης θεωρουμένου· καὶ ὅλην μὲν τὴν χρονογραφίαν ἔμπρακτον κατήγαγε καὶ δημοσίας καὶ βασιλικὰς πράξεις ἐπιστεύθη καὶ γέγονεν ἡγεμόνων καὶ βασιλέων φίλος καὶ ἐκτήσατο πολλὰ ὁμολογουμένως, ἐναντιώματα δὲ καὶ ἀνωμαλίας κατὰ καιρὸν ὑπομένων κατὰ τὰς τῶν κακοποιῶν παραλήψεις ἢ ἐπιμαρτυρίας, ἀπαράμονον δὲ τὴν κτῆσιν διὰ τὸ ἀφαιρετικὸν εὑρῆσθαι τὸν Δία καὶ ἰδίῳ ταπεινώματι. μετὰ δὲ τὸν Αἰγόκερω παραλαβόντος τοὺς χρόνους Ὑδροχόου Ἄρεος καὶ Ἑρμοῦ μαρτυροῦντος τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων αὐτὸς μὲν τῶν πράξεων ἐπαύσατο, πολλὰ δὲ ἀφελῶς πιστεύσας ἀπώλεσεν, οἰκείοις δὲ καὶ δούλοις τὰς πίστεις ἐνεχείρησεν, ὧν διʼ ἀμέλειαν καὶ σπάνιν χρεωστίαις περιπεσὼν ἔκπτωτος εὑρέθη διὰ τὸ καὶ τὴν καθολικὴν ὑπόστασιν οὕτω φέρειν. αὐτὸς οὖν Ὑδροχόος ἔλαβεν ἔτη β΄ μῆνας ς΄, εἶτα Ζεὺς ἐνιαυτὸν α΄, εἶτα Ἄρης ἐνιαυτὸν καὶ μῆνας γ΄, εἶτα Ἀφροδίτη μῆνας η΄, εἶτα Ἑρμῆς ἐνιαυτὸν α΄ μῆνας η΄ ἔκτοτε εἰς μείωσιν πολλὴν ἐχώρει τὰ πράγματα· εἶθ᾿ ἑξῆς Σελήνη παρέλαβε ἔτη β΄ μῆνα α΄· ἐν τούτοις ἔδοξέν τινα ἀπειληφέναι τὰ προπεπιστευμένα καὶ εἰς φίλων βοηθείας τετευχέναι. εἶτα ὁμοίως ἔλαβεν ὁ Ἥλιος ἐνιαυτὸν α΄ μῆνας ζ΄ ἐν Λέοντι καὶ Ἑρμῆς Παρθένῳ ἐνιαυτὸν α΄ μήνας η΄ κακοποιῶν οὖν μαρτυρησάντων τοῖς τόποις καὶ τῷ Ἐρμῇ ἐν τούτοις τοῖς χρόνοις καθῃρέθη· καὶ γὰρ ὁ κλῆρος ἐν ἀποκλίσει εὑρέθη καὶ ὁ κύριος τοῦ τριγώνου τῆς Σελήνης Ἄρης. μετὰ δὲ τὸν τοῦ Ἑρμοῦ ἔλαβεν Ἀφροδίτη μῆνας η΄. ἑξῆς Ἄρης ἐνιαυτὸν μῆνας γ΄, εἶτα Τοξότης ἐνιαυτὸν α΄· καὶ τὸ τέλος ἐγένετο.
- 4.9.1.1
Ἐπεὶ δὲ ὁ μὲν κοσμικὸς ἐνιαυτός ἐστιν ἡμερῶν τξε΄ δ΄, πρὸς δὲ τὴν διαίρεσιν ὁ ἐνιαυτὸς λζ΄, τὰς ἀνὰ ε΄ ἑκάστου ἔτους ἀφαιροῦντες καὶ τὸ τέταρτον τῶν ἐνιαυτῶν καὶ συναγαγόντες τὰ ἔτη τότε τὰς διαιρέσεις ποιησόμεθα· οὕτως γὰρ καὶ ἐπὶ τῆς προκειμένης γενέσεως ἐλογισάμεθα. οἷον ἔστω τινὰ κατὰ γένεσιν λγ΄ ἔτη κατάγειν, γεγενῆσθαι δὲ Τυβὶ ιε΄, ζητεῖν δὲ τοῦ λγ΄ ἔτους Μεσωρὶ κ΄. ἔλαβον τῶν λ΄ ἐτῶν τὰς ἀνὰ ε΄· γίγνονται ρν΄ καὶ τῶν δύο τῶν πλήρων ι΄ καὶ τὸ τέταρτον τῶν λβ΄ γίνονται η΄ γίνονται ὁμοῦ ρξη΄. εἶτα ἔλαβον ἀπὸ τῆς ιε΄ τοῦ Τυβὶ ἕως ἧς ζητοῦμεν ἡμέρας Μεσωρὶ κ΄· γίνονται σιε΄ ταύτας προσέθηκα ταῖς ρξη΄ γεγόνασι τπγ΄ ἐκ τούτων ἀφαιρῶ τξ΄ λοιπαὶ κγ΄ ἔσται οὖν ἡ γένεσις κατάγουσα ἔτη κατὰ τὴν διαίρεσιν πλήρη λγ΄ καὶ ἡμέρας κγ΄ ταῦτα τὰ ἔτη καὶ τὰς ἡμέρας ἐν τῇ τῶν χρόνων ἀφέσει ποιοῦμαι.
- 4.10.1.1
Καθάπερ δὲ ἑκάστης περιόδου τὸ ιβ΄ τῶν ἐτῶν λαβόντες ἐπιγνωσόμεθα, πόσας ἕκαστος ἡμέρας μερίζει. οἷον ἐπεὶ ὁ Κριὸς μερίζει ἔτη ιε΄, τούτων τὸ ιβ΄ εἰσὶ μῆνες ιε΄· ὁμοίως τούτων τὸ ιβ΄ ἡμέραι λζ΄ ἥμισυ· καὶ πάλιν τούτων τὸ ιβ΄ ἡμέραι γ΄ ὧραι γ΄. ταῦτα μερίζειν κατὰ τὸν ἐπιβάλλοντα χρόνον. καὶ τῶν ἄλλων ἀστέρων ὁ ἐπιμερισμὸς οὕτως εὑρεθήσεται, οἷον ἐάν τις τῇ διαιρέσει προσέχῃ καὶ πρὸς καθολικοὺς χρόνους καὶ ἐνιαυσιαίους καὶ μηνιαίους καὶ πρὸς ἡμέρας καὶ ὥρας εὕρῃ. λεπτομερέστερον οὖν ὑποτάξομεν τὰ ἐπιβάλλοντα ἑκάστῳ ἀστέρι πρὸς τὸ μὴ πλέκεσθαι τοὺς ἐντυγχάνοντας. οἷον Ἥλιος ἔτη ιθ΄ μῆνας ιθ΄ ἡμέρας μζ΄ ἥμισυ ἡμέρας γ΄ ὥρας κγ΄ Σελήνη ἔτη κε΄ μῆνας κε΄ ἡμέρας ξβ΄ ἥμισυ ἡμέρας ε΄ ὥρας ε΄. Κρόνος ἔτη λ΄ μῆνας λ΄ ἡμέρας οέ ἡμέρας ς΄ ὥρας ς΄. Αἰγόκερως ἔτη κζ΄ μῆνας κζ΄ ἡμέρας ξζ΄ ἥμισυ ἡμέρας ε΄ ὥρας ιε΄. Ζεὺς ἔτη ιβ΄ μῆνας ιβ΄ ἡμέρας λ΄ ἡμέρας β΄ ὥρας ιβ΄. Ἄρης ἔτη ιε΄ μῆνας ιε΄ ἡμέρας λζ΄ ἥμισυ ἡμέρας γ΄ ὥρας γ΄. Ἀφροδίτη ἔτη η΄ μῆνας η΄ ἡμέρας κ΄ ἡμέραν α΄ ὥρας ις΄. Ἑρμῆς ἔτη κ΄ μῆνας κ΄ ἡμέρας ν΄ ἡμέρας δ΄ ὥρας δ΄. Ἐπὰν οὖν εὕρωμεν γένεσιν ἐτῶν ν΄ ἢ ξ΄, τὴν ἄφεσιν τῶν ἐτῶν ποιησόμεθα ἀπὸ κλήρου τύχης ἢ δαίμονος ζῳδιακῶς, διδόντες ἑκάστῳ τὴν περίοδον τῶν ἐτῶν ἐφ᾿ ὅσον δύναται ὑπακούειν· εἶτα μῆνας δώσομεν, εἶτα ἡμέρας καὶ ὥρας. ἐὰν δὲ νηπίου ἡ γένεσις εὑρεθῇ, ἀπὸ τῆς ἀφέσεως πρῶτον ὥρας μεριοῦμεν, εἶτα ἡμέρας εἶτα μῆνας.
- 4.10.2.1
Οἷον ἔστω ὑποδείγματος χάριν Ἥλιος Ἑρμῆς Αἰγοκέρωτι, Κρόνος Ζεὺς Λέοντι, Ἄρης Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Διδύμοις, ὡροσκόπος Λέοντι, ὁ κλῆρος τῆς τύχης Ἰχθύσιν, ὁ τοῦ δαίμονος Αἰγοκέρωτι· ἔνθεν καὶ ἡ ἄφεσις ἔστω τῆς τύχης ἀπὸ Ἰχθύων. ζητεῖν τοῦ τετάρτου ἔτους Μεσωρὶ ις΄ σὺν ταῖς ἀνὰ ε΄ ἑκάστου ἔτους. ἐπεὶ οὖν τοῖς Ἰχθύσι τὰ ιβ΄ οὐδέπω ἐμέρισε, δέδωκα αὐτοῖς ἔτος α΄, εἶτα Κριῷ ἔτος α΄ μῆνας γ΄, Ταύρῳ μῆνας η΄· γίνεται ἔτη β΄ μῆνες ια΄. εἶθ᾿ ἑξῆς δώσει Ἑρμῇ ἔτος α΄ μῆνας η΄ ἔως συμπληρώσεως τῶν τεσσάρων ἐτῶν καὶ μηνῶν ζ΄· οὐδέπω δʼ ἡ γένεσις πεπλήρωκε τοῦτον τὸν χρόνον. ἔστω οὖν χρονοκράτωρ Ἑρμῆς ἤδη ἔχων μῆνας η΄ ἡμέρας ιε΄ γίνονται ἡμέραι σνε΄· ταύτας δέον ἐπιμερίσαι κατὰ τὸ ἑξῆς· ἐξ ὧν ἑαυτῷ πρῶτον Ἑρμῆς τουτέστι τοῖς Διδύμοις ἔδωκεν ἡμέρας ν΄, εἶτα Καρκίνῳ ἡμέρας ξβ΄ ἥμισυ, εἶτα Λέοντι ἡμέρας μζ΄ ἥμισυ, εἶτα Παρθένῳ ν΄, εἶτα Ζυγῷ κ΄· γίνονται ἡμέραι σλ΄ λοιπαὶ ἡμέραι κε΄ ταύτας Ἄρης ἕξει ἐν Σκορπίῳ ἐκ τῶν τῆς Ἀφροδίτης ἡμερῶν καὶ μέχρι συμπληρώσεως τῶν λζ΄ ἥμισυ· τὰς οὖν κε΄ ἡμέρας ὁ Ἄρης ἐπιμερίσει τοῖς ἑξῆς· πρῶτον δὲ ἑαυτῷ ἡμέρας γ΄ ὥρας γ΄, εἶτα Τοξότῃ ἡμέρας β΄ ἥμισυ, εἶτα Αἰγόκερῳ ἡμέρας ε΄ ὥρας ιε΄, εἶτα Ὑδροχόῳ ἡμέρας ς΄ ὥρας ς΄, εἶτα Ἰχθύσι ἡμέρας β΄ ἥμισυ· Κριῷ ἡμέρας γ΄ ὥρας λ΄, Ταύρῳ εἰς συμπλήρωσιν τῶν κε΄ ἡμερῶν τὰς λοιπάς. καθολικὸς οὖν κοσμοκράτωρ Ζεύς, δεύτερος Ἑρμῆς ἀπὸ Διὸς παραλαβών. τρίτος Ἄρης ἀπὸ Ἑρμοῦ, τετάρτη Ἀφροδίτη ἀπὸ Ἄρεος. σκοπεῖν οὖν δεήσει δεήσει τούτους ἐπὶ γενέσειως, τῶς εἰσι κείμενοι καὶ πῶς πρὸς ἀλλήλους σχηματίζονται, καὶ οὔτως ἀποφαίνεσθαι.
- 4.10.3.1
Τινὲς μὲν οὖν καὶ τὰς ἡμέρας κατὰ τὸ τρίγωνον ἐπιμερίζουσιν· ὅθεν ἐπί τινων γενέσεων καθολικὸς μὲν εὑρεθεὶς ἀγαθοπιὸς κοσμακράτωρ ἢ καὶ Ἥλιος ἢ καὶ Σελήνη δόξαν καὶ ἡγεμονίαν περιεποίησεν ἢ καὶ ἀρχὰς ἐπισήμοις καὶ ὡφελείας καὶ συστάσεις μειζόνων. ἐν οἷς χρόνοις κατʼ ἐπιμερισμὸν κακοποιὸς παραλαβὼν τὴν ἐπιδιαίρεσιν ἀσθενείας σωματικὰς ἢ καὶ κινδύνους ἐποίησεν ἢ καὶ ἄλλως ἡμέρας παραλαβὼν καὶ ἐναντιωθεὶς τῷ καθολικῷ χρονοκράτορι ἢ ἀνοικείως σχηματισθεὶς κατὰ γένεσιν καὶ κατὰ πάροδον ταραχὰς καὶ φόβους καὶ ζημίας κατεσκεύασε. καὶ ἐὰν μὲν ὁ καθολικὸς χρονοκράτωρ ἐπὶ γενέσεως κακῶς τύχῃ κείμενος ἤ ὑπὸ κακοποιῶν κατοπτευόμενος, ἐν ταῖς τούτων κατ᾿ ἐπιδιαίρεσιν ἡμέραις καθαιρεθήσονται ἢ κινδυνεύσουσιν ἢ ἐναντία γενήσονται. ἐὰν δὲ τούτων παραλαβόντων ὁ καθολικὸς χρονοκράτωρ ἐν χρηματιστικοῖς ζῳδίοις εὑρεθῇ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος παροδικῶς, ἐπισκυλέντες τῷ βίῳ καὶ τῇ δόξῃ ἄπταιστοι διαμενοῦσι. δεῖ δὲ καὶ ἐπὶ τῶν ἡμερησίων διαιρέσεων συνδέσμου λύσιν μετὰ τὸ συμπληρωθῆναι τοῦ κύκλου ἡμέρας φκη΄ τὰς λοιπὰς ἐν τῷ διαμέτρῳ τῆς ἀφέσεως ποιεῖσθαι ἐφεξῆς· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν κατὰ λεπτομέρειαν ἡμερῶν καὶ ὡρῶν μετὰ τὸ συμπληρωθῆναι τοῦ κύκλου ἡμέρας μδ΄ τὰς λοιπὰς ἐκ τοῦ διαμέτρου κατὰ τὸ ἑξῆς ἀπολύειν.
- 4.11.1.1
Τῶν καθολικῶν καὶ χρονικῶν διαιρέσεων κατ᾿ οἰκειότητα οὕτως διατεταγμένων νῦν καὶ περὶ ἐνιαυτοῦ χρηματιστικοῦ καὶ τῆς τούτων ἀκολουθίας λεκτέον. ὀλίγα δέ τινα πρότερον εἰπεῖν πρὸς τοὺς τὰ τοιαῦτα γεγραφότας ἀναγκαῖον. οἱ πολλοὶ τὴν τῶν χρόνων διαίρεσιν ποικίλως καὶ ἐπιφθόνως ἐκθέμενοι οὐδεμίαν ἀληθείας αἵρεσιν παρέδωκαν, ἱκαναῖς δʼ ἀγωγαῖς τὸν τόπον καθείρξαντες πλάνην μεγίστην καὶ ἀΐδιον ζήτησιν τοῖς ἐντυγχάνουσι κατέλιπον. τινὲς μὲν γὰρ ἀπειρίᾳ ἐνεχθέντες διὰ τῆς τῶν λόγων ὕλης ψευδεῖς αἱρέσεις εἰσενεγκάμενοι ἐξηπάτησαν πολλούς, ?ἕτεροι δὲ τὴν δύναμιν τῆς πραγματείας ἰδόντες καὶ τὰς ἀρχὰς ἐκθέμενοι τὰς ἐπιλύσεις οὐκ ἐποιήσαντο διὰ τὸν φθόνον. ἡμεῖς δὲ πολλὴν μὲν χώραν διοδεύσαντες καὶ τὴν Αἴγυπτον διελθόντες διδασκάλοις φιλαργύροις περιπεσόντες τὰς μὲν τῶν χρημάτων δόσεις ἐποιησάμεθα διὰ τὴν περὶ τὸ ἔργον ἐπιθυμίαν, τῆς δʼ ἀληθείας μὴ τυγχάνοντες ἐγκρατέστερον καὶ αὐτάρκη ἑλόμενοι βίον περὶ ἕτερα ἠσχολήμεθα. ἐπεὶ δὲ τὸ πρόβλημα τῶν πλείστων καὶ μαθημάτων καὶ τῶν καθολικῶν χρόνων διαίρεσις ἀνθεῖλκον ἡμᾶς καὶ μείζω τὴν ἐπιθυμίαν κατεσκεύαζον, ἀνάγκη τὴν ἐπιμονὴν ἐποιούμεθα. διαβολῆς δὲ γενομένης περὶ τὰς καθολικὰς τῶν διαιρέσεων ἀγωγάς, αἷς τινες μὲν ἐχρήσαντο πρὸς τὰς τῶν ὁρίων ἀκολουθίας, ἕτεροι δὲ πρὸς τὰς μικρὰς περιόδους, οἱ δὲ πρὸς τὰ δωδεκατημόρια, ἃ συνάγεται ἔτη ι΄ καὶ μῆνες θ΄, ἄλλοι δὲ πρὸς τὰ ὑψώματα, αἱ δὲ τούτων ἐπιδιαιρέσεις τὰς ἐκβάσεις ψευδεῖς ἐσήμαινον — ἔδοξεν καὶ ἡμῖν αἴσχιστον ὑπάρχειν διορίζεσθαι ἀποτέλεσμα ἔτεσι β΄ ἢ ι΄ ἢ ζ΄, ἀλλὰ ζητῆσαι μεριστικοὺς καὶ ἐνιαυσιαίους χρόνους. καὶ δὴ πολὺν μὲν χρόνον ἀνιαρῶς διήγομεν καὶ ἐπιλύπως τὰς μεταβολὰς τῶν τόπων ποιούμενοι τοῖς περὶ τὰ τοιαῦτα ἐσπουδακόσι συμμίσγοντες διάπειραν ἐλαμβάνομεν, μέχρις οὗ τὸ δαιμόνιον βουληθὲν διά τινος προνοίας τὴν παράδοσιν ἔν τινι τόπῳ πεποίηται διά τινος φιλομαθοῦς ἀνδρός. ἀρχὴν οὖν λαβόμενοι καὶ πολὺν πόνον εἰσενεγκάμενοι κατελαβόμεθα τοῦ σκοποῦ, ὅν καὶ ἐκτησάμεθα ἐπεισενεγκάμενοι καὶ αὐτοὶ πολλὰς δυνάμεων εὐχρηστίας. ἐκ γὰρ τῆς καθημερινῆς τριβῆς καὶ πολυάνδρου συμβολῆς καὶ τῆς τῶν παθῶν αὐτοψίας ἱερὰν μὲν καὶ ἀθάνατον τὴν θεωρίαν ἐκρίναμεν, ἄφθονον δὲ τὴν μετάδοσιν ποιησόμεθα, ἐπειδὴ δοκεῖ συνεκτικώτατον κεφάλαιον παρὰ τὰ λοιπὰ ὑπάρχειν. τούτου γὰρ ἄνευθεν οὐδὲν οὔτε ἐστιν οὔτε ἔσται· ἀρχὴν γὰρ καὶ τέλος ἔχει προγινωσκόμενον.
- 4.11.2.1
Ὁρκίζω σε, ἀδελφέ μου τιμιώτατε, καὶ τοὺς μυσταγωγουμένους ταύτῃ τῇ συντάξει οὐρανοῦ μὲν ἀστέριον κύτος καὶ κύκλον δυοκαιδεκάζῳδον Ἥλιόν τε καὶ Σελήνην καὶ τοὺς πέντε πλανήτας ἀστέρας, διʼ ὧν ὁ πᾶς βίος ἡνιοχεῖται, αὐτήν τε τὴν πρόνοιαν καὶ τὴν ἱερὰν ἀνάγκην, ἐν ἀποκρύφοις ταῦτα συντηρῆσαι καὶ μὴ μεταδοῦναι τοῖς ἀπαιδεύτοις, εἰ μὴ τοῖς ἀξίοις καὶ δυναμένοις διαφυλάσσειν καὶ ἀμείβεσθαι δικαίως, αὐτῷ τε ἐμοὶ Οὐάλεντι τῷ εἰσηγησαμένῳ ἀείμνηστον καὶ ἀγαθὴν φήμην ἀπονέμειν, καὶ μάλιστα ἐπιγνόντας τὸ ἄφθονον καὶ τὸ τῆς ἀληθείας μέρος ὡς ὑπὸ οὐδενὸς ἀνδρὸς ἐπιλελυμένον αὐτὸς ἐφώτισα, μηδὲ παρέντας τὸ ἐμὸν ὄνομα ἑτέρους ἐπεισφέρειν ταύτῃ τῇ συντάξει μηδὲ λωβῆσαί τι τῶν προγεγραμμένων ἢ μελλόντων λέγεσθαι πρὸς τὸ ἀθετῆσαι τοὺς ἐντυγχάνοντας καί μοι ψόγον ἐπενέγκαι. καὶ ταῦτα μὲν διαφυλάσσουσιν οἱ προειρημένοι θεοὶ πάντες εὐμενεῖς ἔσοιντο καὶ βίος εὐσταθὴς καὶ καταθύμιος λογισμῶν συντέλεια, ἐπιορκοῦσι δὲ τὰ ἐναντία, μήτε γῆ βατὴ μήτε θάλασσα πλωτὴ μήτε τέκνων σπορά, τυφλός τε νοῦς καὶ πεπεδημένος ὑπάρχων ἀσχήμονα βίον καὶ ἀνεπίτευκτον ἀγαθῶν ἐπάγοι. ἐὰν δὲ τις καὶ μετὰ θάνατόν ἐστι κακῶν τε καὶ καλῶν ἀμοιβή, κἀκεῖ τῶν ὁμοίων μεταλάβοιεν. ὅθεν εἰ καὶ μετὰ τὴν ἐπίγνωσίν τις τῆς ἐνθάδε διδασκαλίας ἐν ἑτέρῳ συντάγματι αἰνιγματωδῶς εὕροι προκειμένην τὴν αἵρεσιν, οὐκ ἐκείνῳ δεῖ ἐγκώμιον ἀπονέμειν, ἀλλὰ ἡμῖν χάριν ὁμολογεῖν ὡς οὐ μόνον προμηνυταῖς ἀλλὰ καὶ εὑρεταῖς πολλῶν γενομένοις καὶ συγκοσμήσασι τὴν αἵρεσιν· καὶ γὰρ πολλοὶ ἀφθόνως τινὰ παραλαμβάνοντες μετὰ φθόνου συνέταξαν. διὸ προτρέπομαι τοὺς μάλιστα ἐντυγχάνοντας ταύτῃ τῇ συντάξει καὶ εἰς ἀθάνατον χῶρον εἰσερχομένους ἐπί τινας χρόνους καὶ θεῶν χορείας καὶ μυστήρια κατοπτεύσαντας ἰσόθεον δόξαν ἐπαναιρουμένους ἀποτίθεσθαι μὲν τὰς πολλὰς τῶν αἱρέσεων καὶ βίβλων ἀγωγάς, ἐγγυμνασθέντας δὲ τῇ πινακικῇ καὶ φυσικῇ τῶν ἀστέρων καὶ ζῳδίων θεωρίᾳ καὶ τῶν πρὸς τὰ φαινόμενα κανόνων πραγματείᾳ ταύταις ταῖς ἀγωγαῖς προσέχειν καὶ ταῖς προσυντεταγμέναις· καὶ πρὸς μὲν μοιρικὴν διάκρισιν μοιρικῶς τοὺς ἀστέρας συνορᾶν, πρὸς δὲ ζῳδιακὴν ὁμοίως, ἵνα καὶ τὸ λεγόμενον μετʼ ἀληθείας λέγηται. πολλάκις γὰρ αὐτὸς ἐγὼ κατελαβόμην κατὰ μὲν τὴν τῶν ἐκβάσεων χρονογραφίαν ἐν ἑτέροις ζῳδίοις ὄντας τοὺς ἀστέρας καὶ κατὰ τὰ φαινόμενα ἐν ἑτέροις, καὶ μάλιστα ὅταν ἐν ἀρχῇ ἢ ἐπὶ τέλει τῶν ζῳδίων ὦσιν, ὁμοίως δὲ καὶ ἐν τοῖς στηριγμοῖς καὶ ἐν ταῖς ἀκρωνυχίαις διαπταίοντας. δεῖ οὖν ἀκριβῶς ἐπιγνόντας, ἐν ποίοις τε εἰσὶ ζῳδίοις ἢ μοίραις, καὶ μάλιστα τὸν ὡροσκόπον τὴν διάκρισιν ποιεῖσθαι.
- 4.11.3.1
Ἀρχὴ δὲ τῆς ὑφηγήσεως ἔστω ἐντεῦθεν. τὰ καταγόμενα ἔτη τῆς γενέσεως σκοπήσαντες ἐκκρούομεν ὁσάκις δυνάμεθα δωδεκάδας, τὸν δὲ περιλειπόμενον ἀριθμὸν ἐπὶ τὸν δυνάμενον παραλαβεῖν ἀποδόντες ἐπιγνωσόμεθα, τίνι παραδίδωσι τὸ ἔτος. τὸ δὲ λεχθὲν σύντομον μὲν ἔχει τὴν κατάληψιν, τὴν δὲ διάκρισιν ποικίλην. πάντες οὖν οἱ ἀστέρες καὶ ὁ ὡροσκόπος καὶ Ἥλιος καὶ Σελήνη παραδώσουσιν ἀλλήλοις καὶ ἀντιπαραλήψονται. ἔστω δὲ ἐπὶ ὑποδείγματος, ἵνα σοφωτέραν τὴν εἴσοδον ποιησώμεθα, Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ. Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ· ζητοῦμεν ἔτος λε΄. ἀφεῖλον δωδεκάδας δύο, ἃ ἐστιν κδ΄ λοιπὰ ια΄· λογιζόμεθα οὖν τὰ ια΄ ἀπὸ ποίου ἀστέρος ἐπὶ ποῖον φθάνει· εὕρομεν οὖν ἀπὸ τοῦ ὡροσκόπου καὶ Ἄρεος ἐπὶ Κρόνον ἐν Καρκίνῳ καὶ πάλιν ἀπὸ Σελήνης ἐπὶ Ἄρεα τὰ ια΄ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην. αὗται πᾶσαι αἱ παραδόσεις ἐνεργοῦσιν ἐν τῷ λε΄ ἔτει· καὶ καθʼ ἣν ἕκαστος τῶν ἀστέρων ἀποτελέσματος δύναμιν ἔχει, ἀποτελέσει ἤτοι ἀγαθὴν ἢ φαύλην ἐν ταῖς παραδόσεσιν, ἃς ἐν τῷ προϊόντι λόγῳ σημανοῦμεν.
- 4.11.4.1
Συγκρίνειν οὖν δεῖ καὶ ὁπόταν πολλαὶ παραδόσεις γένωνται, πότερον αἱ τῶν ἀγαθοποιῶν ἢ τῶν κακοποιῶν πλεονάζουσι, κἀκείνοις τὸ βραβεῖον ἀπονέμειν· ἐὰν δὲ ἐξ ἴσου, ἀνώμαλον καὶ ποικίλον τὸ ἔτος κριθήσεται. καθολικῶς μὲν οὖν ἐπὶ πάσης γενέσεως δεήσει ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου διεκβάλλειν τοὺς ἐνιαυτούς, καὶ ἐὰν εἰς κενοὺς τόπους ἐκπέσωσι, τοῖς κυρίοις τῶν ζῳδίων ἔσονται παραδεδωκότες. αὗται αἱ τρεῖς ψῆφοι πολλὴν δύναμιν ἔχουσι, πότερον εἰς ἀγαθοποιοὺς ἡ παράδοσις γέγονεν ἢ εἰς κακοποιοὺς ἢ καὶ εἰς ἐπικέντρους ἢ χρηματιστικοὺς τόπους ἢ ἐκκέντρους. εἶθ᾿ οὕτως σκοπεῖν καὶ τὴν τῶν ἄλλων ἀστέρων παράδοσιν· ἐὰν γὰρ κακοποιοὶ τὸ ἔτος διακρατῶσιν, αἱ δὲ τρεῖς ἀφέσεις ἀγαθοποιΐας δύναμιν ἔχωσιν, ἐστι μὲν τὸ ἔτος πρακτικὸν καὶ ἐπίσημον, μετὰ δέ τινος ἀμφιλογίας καὶ φόβων καὶ σκυλμῶν. ἐὰν δὲ μηδεὶς τῶν ἀστέρων ἀστέρι παραδώσῃ, ἀλλʼ εἰς κενοὺς τόπους ἡ διαίρεσις φέρηται, δεῖ καὶ τοῖς κενοῖς τόποις προσέχειν· καὶ μάλιστα ἐὰν κατʼ ἐπέμβασιν ἐπῶσί τινες, παραλήψονται· καὶ ἀπὸ τοῦ κλήρου τῆς τύχης δεῖ ἐκβάλλειν καὶ ἀπὸ τοῦ δαίμονος καὶ ἔρωτος καὶ ἀνάγκης· ἐκ τούτων γὰρ καὶ τὰ καιρικὰ πάθη καὶ αἱ εὐεργεσίαι καὶ οἱ κίνδυνοι παραλαμβάνονται. φυσικώτερον δὲ καὶ ἀπὸ τῶν κέντρων δεῖ ἐκβάλλειν καθάπερ γὰρ καὶ ἐπὶ τῶν καθολικῶν καὶ κοσμικῶν, εὑρίσκεται τὸ ὅμοιον καὶ ἐπὶ τῶν ἀνθρώπων. ἐκ γὰρ τῆς τοῦ κυνὸς ἐπιτολῆς τὸ ἔτος καὶ τὰ δ΄ κέντρα ἀνακυκλεῖται διὰ τῆς τετραετηρίδος, πλὴν ἐν διαφόροις οἱ ἐνιαυτοὶ γίνονται παρὰ τὰς τῶν ἀστέρων σχηματογραφίας καὶ φάσεις καὶ τὰς κατὰ καιρὸν ἐπεμβάσεις. ὁμοίως δὲ καὶ ὁ Ἥλιος τετραγωνίσας ποιεῖ κινήσεις μεγίστην ἐλαχίστην δύο μέσας καὶ τὸν κύκλον διὰ δ΄ τροπῶν διευθύνει· ἔστι δὲ καὶ Σελήνης σχήματα φυσικὰ δ΄, σύνοδος διχότομος πανσέληνος διχότομος β΄· καὶ αὐτὸ δὲ τὸ κοσμικὸν καὶ ἐπίγειον κατάστημα ἐκ δ΄ στοιχείων καὶ ἐκ δ΄ ἀνέμων συνέστηκεν. εἰ οὖν ταῦτα οὕτως ἔχει, ἀναγκαῖον καὶ ἐπὶ τῶν γενέσεων τὰ δ΄ κέντρα χρηματίζειν καὶ ἀπολύειν ἀπʼ αὐτῶν τοὺς ἐνιαυτοὺς καὶ συγκρίνειν τούς τε κατὰ γένεσιν ἀστέρας καὶ τὰ ἰδιώματα τῶν κέντρων καὶ τῶν ζῳδίων. δεῖ δὲ καὶ τὴν κοσμικὴν σύνοδον προγινώσκειν καὶ τὴν τοῦ κυνὸς ἐπιτολὴν καὶ τὴν ὥραν, εἰ τροπικῶς ὡροσκοπεῖ, καὶ τὸν τῆς τοῦ κυνὸς ἀνατολῆς κύριον· οὕτως γὰρ καθολικὸς ὁ τοῦ ἔτους οἰκοδεσπότης κριθήσεται, κυκλικοὶ δὲ οἱ τῶν τόπων κύριοι. ὁμοίως δὲ καὶ ἐπὶ ἑκάστης γενέσεως καὶ ἀντιγενέσεως καθολικὸς μὲν ὁ τοῦ ἔτους κύριος, κυκλικὸς δὲ ὁ τῶν συνόδων ἢ πανσελήνων. δεῖ οὖν συγκρίνειν, εἰ ὁ καθολικὸς καὶ κοσμικὸς τῷ τῆς γενέσεως καθολικῷ προσοικείωται ἢ ὁ αὐτός ἐστιν, ὁμοίως δὲ καὶ εἰ οἱ κοσμικοὶ κυκλικοὶ τῆς γενέσεως σύμφωνοι ἢ οἱ αὐτοί. πρὸς ἐπὶ τούτοις δὲ καὶ τὰς ἐκλείψεις παρατηρητέον, ἐν ποίοις τόποις τῆς γενέσεμως γεγόνασιν, ἤτοι χρηματιστικοῖς ἢ ἀχρηματίστοις, ἔτι δὲ καὶ τὰς ἀνατολὰς καὶ τὰς φάσεις τῶν ἀστέρων· ἐκ γὰρ τούτων καὶ ἐπίσημοι γενέσεις καὶ ἡγεμονικαὶ καὶ βασιλικαὶ τὴν διάκρισιν καὶ τὴν μεταβολὴν τῆς πράξεως ἢ καὶ τῆς δόξης ἕξουσι, μεγάλα τε καὶ θαυμαστὰ ἀποτελέσματα συμβαίνειν εἴωθεν, τινὰ μὲν εἰς ἀνυπέρβλητον τύχην ὑψούμενα, τινὰ δὲ εἰς ταπεινὴν καὶ εὐκαθαίρετον τύχην χωροῦντα.
- 4.11.5.1
Ὅθεν μή τις ἡμᾶς δόξῃ πολυλογεῖν ἢ διαπλέκειν τὴν αἵρεσιν, ἀλλὰ διʼ ἀσφάλειαν ταῦτα αὐτὰ ποιεῖν, ἵνα ἄπταιστος ἡ διαίρεσις γένηται εἴς τε τὰς λαμπρὰς καὶ τὰς μετρίας γενέσεις. ἄλλως τε ἐπὰν ζητῶμεν περὶ ζωῆς ἢ σωματικῶν πράξεων ἢ ψυχικῶν, ἀπὸ τοῦ ὡροσκόπου διεκβαλοῦμεν· ἐπὰν δὲ περὶ δόξης καὶ προεδρίας καὶ φαντασίας καὶ πατρὸς καὶ μειζόνων προσώπων καὶ ὅσα ποτὲ ἡ φύσις τοῦ Ἡλίου εἴωθεν ἀποτελεῖν, ἀπʼ αὐτοῦ τὴν ἄφεσιν τῶν ἐτῶν ποιησόμεθα· ὅταν δὲ περὶ σωματικῶν κινδύνων καὶ παθῶν καὶ αἱμαγμῶν ἢ μητρός, ἀπὸ Σελήνης· ἐπὰν δὲ περὶ πράξεως καὶ βίου καὶ τέχνης, ἀπὸ τοῦ μεσουρανήματος· ὅταν δὲ περὶ εὐτυχίας καὶ περιποιήσεως τοῦ βίου, ἀπὸ τοῦ κλήρου τῆς τύχης· ὅταν δὲ περὶ θανατικῶν ἢ μεταβολῆς ἢ σκυλμῶν, ἀπὸ τοῦ δυτικοῦ· ὅταν δὲ περὶ θεμελίων ἢ κτημάτων ἢ ἀποκρύφων ἢ περὶ νεκρικῶν, ἀπὸ τοῦ ὑπογείου· ὅταν δὲ περὶ γυναικὸς ἢ ἐπιπλοκῆς ἢ συνηθείας ἢ εἰδῶν γυναικείων, ἀπὸ τῆς Ἀφροδίτης· ὅταν δὲ περὶ στρατείας ἢ δημοσίων πραγμάτων, ἀπὸ Ἄρεως· ὅταν δὲ περὶ ἀνασκευῆς πραγμάτων ἢ κτήσεως ἢ παθῶν ἀποκρύφων ἢ κληρονομίας πατρικῶν, ἀπὸ Κρόνου· περὶ δὲ δόξης καὶ φιλίας καὶ συστάσεως καὶ κτήσεως ἀπὸ τοῦ Διός· ὅταν δὲ περὶ κοινωνίας ἢ δουλικῶν ἢ σωματικῶν ἢ δόσεως λήψεως ἢ γραπτῶν, ἀπὸ Ἑρμοῦ. καὶ ταῦτα μὲν ὡς πρὸς μονοειδεῖς παραδόσεις ἢ παραλήψεις· ἐπὰν δὲ δύο ἢ τρεῖς ἢ πλείους παραδιδόντες ἢ παραλαμβάνοντες τύχωσιν, ἑκάστου ἀστέρος τὴν δύναμιν δεῖ συνεπικρίνειν πρὸς τοὺς παρόντας. κατὰ γὰρ τὴν ἐξ ἀρχῆς ἑκάστης γενέσεως ὑπόστασιν οἵ τε ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ ἀποτελεστικοὶ γενήσονται, καὶ ὅπερ εἶχεν σχῆμα καθολικὸν ἕκαστος πρὸς τὸν ἐπιμαρτυροῦντα ἢ συσχηματιζόμενον, τὸ ὅμοιον ἀποτελέσει παραλαβὼν παῤ ἐκείνου τοὺς χρόνους ἢ καὶ αὐτὸς παραδεδωκώς.
- 4.11.6.1
Ἵνα δὲ ἀκριβὴς καὶ ἐνεργεστέρα ἡ παράδοσις ἡμῶν ὀφθῇ, παραγγελίας τινὰς καὶ νόμους ἐκθησόμεθα, οὓς φυλάσσοντες εὐκατάληπτον τὴν αἵρεσιν ἕξομεν. πρότερον μὲν οὖν χρὴ σκοπεῖν, εἰ ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους ἡ παράδοσις γένηται ἢ ἀπὸ τοῦ ἀγαθοῦ δαίμονος εἰς τὸν κλῆρον ἢ χρχματιστικὸν τόπον, ἵνα καὶ τὸ σημαινόμενον πρακτικὸν ἢ ἔνδοξον ᾖ, εἴτʼ οὖν καὶ ἀπὸ τῶν ἀποκλιμάτων εἰς τὰ κέντρα ἢ καὶ ἀπὸ κακοῦ δαίμονος ἐπʼ ἀγαθὸν δαίμονα. χρηματιστικὰ μὲν οὖν καὶ ἐνεργητικὰ ζῴδιά ἐστιν ὡροσκόπος ἢ μεσουράνημα ἀγαθὸς δαίμων ἀγαθὴ τύχη κλῆρος τύχης δαίμων ἔρως ἀνάγκη, μέσα δὲ θεὸς θεὰ καὶ τὰ λοιπὰ δύο κέντρα, μέτρια δὲ καὶ κακωτικὰ τὰ λοιπὰ. παρὰ δὲ τοὺς ἐπόντας ἢ μαρτυροῦντας ἀγαθοποιοὺς ἢ κακοποιοὺς ἡ τῶν τόπων δύναμις ἐξασθενεῖ ἢ καὶ ἐνεργεστέρα καθίσταται· ἡ μέντοι κακὴ τύχη τοῦ κακοῦ δαίμονος δοκεῖ βελτίων εἶναι, καθʼ ὃ τριγωνικὸν σχῆμα πρὸς τὸ μεσουράνημα κέκτηται ἐὰν δέ πως ἐπὶ γενέσεως μία παράδοσις εὑρεθῇ πάντων τῶν ἀστέρων ἐν ἐνὶ ζῳδίῳ τετευχότων, παραδώσουσι μὲν αὐτοὶ ζῳδιακῶς· ὅ ἐὰν δὲ ἡ σύγκρασις καθολικῶς δηλοῖ ἐπὶ τῆς γενέσεως, ἐκεῖνο καὶ μεθέξει δὴ παντός· ἐὰν δὲ ἐν ἐνὶ ζῳδίῳ εὑρεθῶσιν γ΄ ἢ δ΄ ἀστέρες, ἐν ἑτέρῳ δὲ εἷς ἢ δύο, ὁ πρῶτος καθυπερτερῶν μοιρικῶς πρότερον καὶ μεριεῖ τοὺς χρόνους· τουτέστι προτέρως ὁ πλείστας ἔχων μοίρας παραλαμβάνει καὶ τότε οἱ ἐφεξῆς· τὸ δʼ ὅμοιον καὶ οἱ παραλαμβάνοντες. ποικίλης δὲ τῆς διαιρέσεως οὔσης ἐὰν τις προσέχῃ οὐ διαμαρτήσει. ἐπεὶ γὰρ δὴ δωδεκαετίας αἱ αὐταὶ παραδόσεις σημαίνονται, οὐ τὴν αὐτὴν ἐνέργειαν τῶν ἀποτελεσμάτων ἐφέξουσιν ἀλλὰ διάφορον. ὅταν ἐπί τινος κύκλου παράδοσιν ἤτοι ἀφʼ ἑνὸς ἢ πλειόνων εὕρωμεν, σκοποῦμεν κατʼ ἐκεῖνο τὸ ἔτος τὴν ἀντιγένεσιν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων εἰ ὅμοιον σχῆμα ἔχωσιν, ὁποῖον καὶ ἐπὶ γενέσεως, ἢ πρὸς τοὺς παραδιδόντας ἢ παραλαμβάνοντας, καὶ εἰ τὰς αὐτὰς φάσεις πρὸς τὸν Ἥλιον ποιοῦνται. ἐὰν γὰρ οὕτως εὕρωμεν, λέγομεν καὶ τὸ ἀποτέλεσμα βέβαιον. εἰ δὲ ἀλλότριον καὶ ἀνόμοιον, οὐκέτι ὁλοτελές· ἃ μὲν γὰρ καθολικῶς γίνεται ἃ δὲ μοιρικῶς. οἷον ἐὰν Κρόνου καὶ Διός τις καθολικοὺς χρόνους κατάγῃ καλῶς κειμένων, συμπέσῃ δὲ ἐν τούτῳ τῷ κύκλῳ τὸν αὐτὸν κατάγειν τοὺς χρόνους, κληρονομήσει ἢ ἀπὸ νεκρικῶν εὐεργετηθήσεται. ἐὰν δὲ τὸ δεύτερον ἢ τρίτον κύκλον Κρόνου καὶ Διὸς ἐπικρατούντων τὸ ἔτος, οὐ κεῖνται δὲ καθολικῶς, κληρονόμος μὲν οὐκ ἔσται, κατάλειψις δὲ καὶ διὰ νεκρικῆς ὡφελείας ἢ τοιαῦται προσδοκίαι ἢ καὶ ἀγορασμοὶ κτημάτων θεμελίων καὶ ἑτέρας ἐπικτήσεως. ὁμοίως δὲ καὶ τὰ ἄλλα ἐν τοῖς καθολικοῖς χρόνοις κατὰ τὸν τῆς δωδεκαετίας κύκλον βέβαια τὰ ἀποτελέσματα γενήσονται, ἐξ ὑστέρου δὲ ἢ πρότερον οὐδαμῶς, πλὴν εἰ τὰς ἐννοίας τῶν ἀποτελεσμάτων οἱ ἀστέρες ἐνδείξονται.
- 4.11.7.1
Οἷον ἔστω τινὰ τῷ πρώτῳ κύκλῳ γεγαμηκέναι τῆς γενέσεως καταγούσης ἔτος λδ΄· δεῖ γὰρ κατὰ τὰς ἡλικίας καὶ τὰ ἀποτελέσματα συγκρίνειν· τῷ ἑτέρῳ κύκλῳ περὶ συνηθείας ἢ καὶ ἑτέρου γάμου ἢ ὅσα ποτὲ γυναιξὶν ἀνῆκε τὴν φροντίδα ποιήσει. ἕτερος δὲ ἐστρατεύσατο· πάλιν τῆς αὐτῆς παραδόσεως γενομένης περὶ προκοπῆς ἢ μεταβολῆς ἢ στρατιωτικῆς πράξεως ἐνεργήσει. ἐὰν οὖν καὶ ἡ καθολικὴ ὑπόστασις προκοπτικὴ τυγχάνῃ, κατʼ ἐκείνους τοὺς καιροὺς προκόψει μάλιστα, ἐὰν ἀγαθοποιοὶ διακρατῶσι· μεγάλης δὲ τῆς γενέσεως οὔσης καὶ ἡγεμονεύσει ἢ ἐπιτροπεύσει ἢ ἐξουσιαστικῆς τάξεως μεθέξει. κατὰ δὲ τὴν ἀκολουθίαν τῆς γενέσεως συναρμόζεσθαι δεῖ τὰ ἀποτελέσματα. ἕτερός τις ἐτέκνωσε κατά τινας χρόνους· τῆς αὐτῆς παραδόσεως γενομένης καὶ τῆς ἀκμῆς ἢ τῆς ἡλικίας ἐπιτρεπούσης πάλιν τέκνωσιν ἢ σωμάτων ἀγορασμὸν ποιήσεται ἢ ἀναθρέψει τινὰς ἐν τέκνων μοίραις ἢ καὶ ἀλλοτρίων τέκνων φροντίδα ποιήσεται. ἄλλος δέ τις ἐν ἀρχῇ καὶ προστασίᾳ ὄχλων ἐγένετο· τῆς αὐτῆς χρονογραφίες γενομένης καὶ τῆς γενέσεως καλὴν ὑπόστασιν ἐχούσης μεγάλας τὰς ἀρχὰς καὶ ἐπισήμους ἀναδέξεται, μετρίας δʼ οὔσης μετὰ τῶν τοιούτων ἀναστρέψει ἢ φαντασίαν ἕξει ἀρχῆς ἢ προεδρίας. ὁμοίως τις ἐν καταδίκη ἢ συνοχῇ ἐγένετο· τῆς αὐτῆς παραδόσεως γενομένης ἀγαθοποιῶν μὲν ἐπιμαρτυρησάντων τῆς συνοχῆς ἢ αἰτίας ἀπαλλαγήσεται, κακοποιῶν δὲ διά τινα κακουργοτέραν ἐγχείρησιν ἢ κατηγορίαν ἐπίφθονον τῇ αἰτίᾳ ἐπιμενεῖ ἢ καὶ χειρόνως διάξει. καὶ τὰ λοιπὰ δέ, ὅσα ποτὲ ἐν βίῳ συντελούμενα τυγχάνει, γενήσεται κατὰ τὰς παραδόσεις, ἐνδιάφορα δὲ διὰ τὰς καθολικάς χρονογραφίας ταὶ τὰς ἀντιγενέσεις καὶ τὰς ἐπεμβάσεις καὶ φάσεις τῶν ἀστέρων τάς τε πρὸς ἑκάτερον ἀνομοίους σχηματογραφίας. ἐπὰν γὰρ ἐπεμβῶσιν οἱ κατὰ καιρὸν ἀστέρες ἐπὶ τοὺς παραδιδόντας κατὰ γένεσιν ἢ παραλαμβάνοντας ἢ εἰς τὰ κέντρα, ἐκ τῆς ἰδίας φύσεως συνεπιμερίζουσι καὶ αὐτοὶ ἤτοι ἀγαθὸν ἢ φαῦλον ἢ καὶ ἐνεργέστερον τὸ ἀποτέλεσμα ἢ κωλυτικὸν ποιήσουσι. τὸ δὲ βέβαιον κρινοῦμεν, ὅταν σύμφωνον σχῆμα ὁ κατʼ ἐπέμβασιν πρὸς τὸν παραδιδόντα ἔχῃ ἢ οἱ αὐτοὶ οἱ παραδιδόντες τοῖς παραλαμβάνουσιν ὅμοιον σχῆμα οἷον καὶ ἐπὶ γενέσεως. εἰ δὲ τὰ χρονικὰ ἄλλο τι σημαίνοιεν, ὁ δὲ ἐνιαυτὸς καὶ ἡ ἐπέμβασις ἄλλο, μεσότης τῶν τελουμένων ἔσται. καθολικῶς δὲ πᾶς ἀστὴρ ἐν τῇ παραδόσει ἢ τῇ παραλήψει δύνων ἄπρακτος καὶ κωλυτικὸς καθίσταται· καὶ ἐὰν ἀγαθοποιὸς εὑρεθῇ, φαντασίας μόνον παρέχει· ἐὰν δέ πως καὶ αἱ τρεῖς ἀφέσεις Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἀνόμοια σημαίνοιεν, ποικίλον ἔσται τὸ ἔτος. πολλάκις μὲν οὖν ἐπὶ τῆς αὐτῆς αἱρέσεως παραδόσεως μὴ οὔσης οἱ καθολικοὶ χρόνοι μεγάλα καὶ ἐπίσημα ἀποτελέσματα ἐμήνυσαν· ὅθεν τὴν ἀρχὴν ἐκεῖθεν λαβόντας τότε ἐπὶ τοὺς ἐνιαυσιαίους χρόνους δεῖ χωρεῖν.
- 4.11.8.1
Ἐπει δέ τινες τῶν συνταγματογράφων ἠνίξαντο τὴν προκειμένην αῖρεσιν, οἱ δὲ μέλλοντες ἐντυγχάνειν τῇδέ μου τῇ συντάξει μνησθήσονται κατʼ ἀρχὰς ὡς μηδεμιᾶς τινος ἐπεξειργασμένης ἀγαωγῆς, ἀναγκαῖον καὶ τὰς κλεῖδας ἐπιδεῖξαι, διʼ ὧν ἡ παράδοσις κατὰ εἰδος τοῦ ἀποτελέσματος ἐνεργεθτέρα γενομένη θαυμαστὸν ὄρον ἀποτελεῖ· ἐὰν οὖν τις νηπτικῶς προσέχῃ τοῖς μέλλουσι λέγεσθαι τόποις ταῖς παραδόσεσι διὰ τῆς συγκρατικῆς θεωρίας τῆς τε τοῦ ἀστέρος καὶ τοῦ ζῳδίου ἐνεργείας, ἄπταιστος διαμενεῖ.
- 4.12.1.1
Αρχὴ δὲ ἔστω ἀπὸ τοῦ ὡροσκόπου, ὅς ἐστι ζωὴ οἴαξ σῶμα πνεῦμα· β΄ βίος, Αίδου πύλη, κατάσκιον δόσις λῆψις κοινωνία, γυναικὸς ἐπιπλοκή, συναλλαγὴ πρᾶξις, ἐκ νεκρικῶν ὠφέλεια, διαθήκης τόπος. γ΄ ἀδελφοὶ ξενιτεία βασιλεία ἐξουσία φίλοι συγγενεῖς ἐπικαρδία δοῦλοι. δ΄ δόξα τέκνα, γυνὴ ἰδία καὶ πρεσβύτερα πρόσωπα, πρᾶξις πόλις οἰκία κτήματα μοναὶ μετατροπαὶ μεταβολαὶ τόπων κίνδυνοι θάνατος συνοχή μυστικὰ πράγματα. ε΄ τέκνων τόπος φιλίας κοινωνίας σωμάτων ἀπελευθέρων ἐκποιήσεως ἀγαθοῦ τινος ἥ εὐεργεσίας. δούλων σίνους ἔχθρας πάθους ἀσθενείας . η΄ θανάτου νεκρῶν ὠφελείας, ἀργὸς τόπος, δίκης ἀσθενείας. θ΄ φιλίας ἀποδημίας ξένων ὠφελείας θεοῦ βασιλέως δυνάστου ἀστρονομίας χρηματισμῶν, θεῶν ἐπιφανείας, μαντείας, μυστικῶν ἢ ἀποκρύφμων πραγμάτων κοινωνίας. ι΄ πράξεως δόξης προκοπῆς τέκνων γυναικὸς μεταβολῆς καινισμοῦ πραγμάτων. ια΄ φίλων ἐλπίδων δωρεᾶς τέκνων σωμάτων ἀπελευθέρων. ιβ΄ ξένης ἔχθρας δούλων σίνους κινδύνων κριτηρίων πάθους θανάτου ἀσθενείας.
- 4.12.2.1
Ἕχιαστος μὲν οὖν τόπος καθὸ σημαίνει ἰδίως ἀποτελέσει, συνεργήσει δὲ καὶ ἡ τοῦ διαμετροῦντος τόπου φύσις. ἐπὰν οὖν παράδοσις ἐνιαυτοῦ εὑρεθῇ, σκοποῦμεν ἐπὶ ποίου τόπου ὁ παραδιδούς τυγχάνει καὶ ἐπὶ ποίου ὁ παραλαμβάνων κατὰ τὴν προκειμένην δωδεκάτροπον, καὶ κατὰ τὴν οἰκειότητα τοῦ ζῳδίου καὶ τοῦ τόπου ἀποτέλεσμα ἀποφαινόμεθα, τῆς παραδόσεως τῶν ἀστέρων ἰδίαν ἀποτελεσμάτων δύναμιν ἐχούσης, ἦν τῳ τέλει τῶν διαιρέσεων τάξομεν. οῖον ἐὰν Κρόνος ῆ Ἄρης ἐπὶ τοῦ ὡροσκόπου ὄντες παράδοσιν ἢ παράληψιν ποιήσωνται, ἐροῦμεν κατʼ ἐκεῖνο ἔτος σωματικὴν ὄχλησιν ἤ κίνδυνον ἤ αἱμαγμόν· ἐὰν δὲ τῳ ζ ἀπὸ ὡροσκόπου, παρατροπὴν διὰ γυναῖκα ἢ κίνδυνον γυναικὸς ἦ διὰ γάμον ἐπιταράχους αἰτίας· ἐὰν δὲ τῷ θ΄ ἀπὸ ὡροσκόπου, ξενιτείαν ἐπισφαλῆ καὶ ἐπὶ ξένης σκυλμὸν ἢ ἀπὸ ξένων προδοσίας· ἐὰν δὲ τῷ ιβ΄, διὰ δούλους λύπην ᾔ ἐχθρῶν ἐπαναστάσεες· ἤ δσα ἕκαστος τόπος ἀποτελεῖ, περὶ ἐκεῖνα ὁ ἀστὴρ ἐνεργήσει. ἐὰν δὲ ἀγαθοποιοὶ ἐπῶσι τοῖς τόποις, ἀγαθόν τι σημαίνουσιν, οἷον δόξας ὠφελείας ἀγορασμούς καταθυμίους ξενιτείας· κατὰ δὲ τοὺς παραλαμβάνοντας καὶ ἐπιμαρτυροῦντας τοῖς τόποις καὶ αἱ διακρίσεις ἔσονται, πλὴν ἔκ τε τοῦ παραδιδόντος καὶ τοῦ παραλαμβάνοντος καὶ τῶν τόπων εῖδος τοῦ ἀποτελέσματος καὶ ἡ ἔκβασις τῶν πραγμάτων κριθήσεται. προβλέπειν δὲ δεῖ καὶ τὸν κύριον τοῦ παραδιδόντος ἥ παραλαμβάνοντος, ὁποίῳ ζῳδίῳ τέτευχε· καὶ οὗτος γὰρ ἐνεργήσει καὶ πρὸς τὸ εῖδος καὶ τὸ ἀποτέλεσμα ἔσται. δὲ δεύτερον ζῴδιον ἀπὸ ὡροσκόπου καὶ η΄ ἀργὸν καὶ θανατικὸν κριθήσεται· ὲν τούτοις παράδοσις ἥ παράληψις δταν γένηται, ἐκ θανατικῶν προφάσεων ὠφελοῦνται, καὶ μάλιστα ὅταν ἀγαθοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσι,μείζονεςώφέλειαι γενήσονται· εἰ δὲ καὶ κακοποιοί, κρίσεις ἀμφιλογίαι ἔσονται ἕνεκα τῆς κατα καὶ ἐπικίνδυνον ἔτος καὶ ἐπίλωβον ἢ ἄπρακτον. ἐσθʼ ὅτε μὲν οὖν τῶν κακοποιῶν μόνων ἐπόντων ἢ σὺν Ηλίῳ ἢ Σελήνῃ ἦ Ἑρμῇ, καὶ φονικὰ ἐγκλήματα ἀναλαμβάνουσι καὶ καθʼ ἑαυτῶν κινδυνῶδές τι μηχανῶνται. ἐὰν δὲ καὶ τῆς Ἀφροδίτης ἐπῇ ἤ μσρτυρῇ, ἕνεκα φαρμακείας ἐπιταράσσονται ἥ ὡς ἐπίβουλοι διαβάλλονται. πλὴν θανάτου καὶ καταλείψεως δηλωτικοὶ οἱ τόποι τοῦ Κρόνου, κατὰ τὴν πρὸς Δία παράδοσιν κληρονομίας καὶ ὠφελείας ἐκ νεκρῶν ἀποτελοῦντες· ἐὰν οὖν καὶ αὕτη ἡ παράδοσις συνδράμῃ τῇ πρὡτῃ χρονογραφίᾳ, ἀπαραβάτως κληρονομίαι καὶ μεγάλαι ὠφέλειαι ἔσονται κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν. ἐὰν δὲ τῆς διαιρέσεως οὔσης ταῖς Ἅιδου πύλαις τύχῃ ἡ αὐτὴ παράδοσις ἀπὸ Κρόνου καὶ εἰς Διὸς οῖκον, κληρονομία ἔσται. ἐὰν δὲ κατὰ μόνας ἡ παράδοσις ἔλθῃ, καὶ ὠφέλεια ἀπὸ νεκρικῶν· ὁμοίως δὲ κἂν τῷ αὐτῷ ζῳδίῳ ὄντες Κρόνος καὶ Ζεὺς παράδοσιν ἢ παράληψιν ποιήσωνται. ἀπὸ ἀγαθοῦ δαίμονος ἥ ἀγαθῆς τύχης ἥ κλήρου ἐἀν γένηται παράδοθις ἀγαθοποιῶν ἐπόντων, ἔσονται κληρονομίαι ἥ δωρεὰ ἥ ἀγαθοῦ τινος πρόφασις. ἐὰν δέ πως οἱ θανατικοὶ τόποι τοῖς ἀποκλίμασι τὴν παράδοσιν ποιήσωνται ἤ καὶ τὰ ἀποκλίματα τοῖς θανατικοῖς, ἐπὶ ξένης ἀπὸ ξένης θάνατόν τινος ἀκούσονται· τὰ γὰρ δ΄ ἀποκλίματα ξένων καὶ δούλων τόπον σημαίνουσιν. ὁμοίως δὲ καὶ οἱ Δίδυμοι καὶ ὁ Τοξότης καθολικῶς ἐπὶ πάσης γενέσεως τὸν περὶ δούλων τόπον σημαίνουσι διὰ κοσμικόν· ὡροσκοποῦντος γὰρ Καρκίνου ὁ περὶ δούλων τούτοις καταλήγει. ἐὰν οὖν ἑτέρῳ τις ζῳδίῳ τὸν περὶ δούλων τόπον ἔχῃ, δὲ τούτοις εὑρεθῶσι κακοποιοί, ἀπὸ δούλων ταραχάς καὶ ἀδικίας ὑπομενοῦσιν, ἔτι δὲ καὶ ζημίας καὶ θανάτους καὶ δρασμούς, καὶ μάλιστα τοῦ Χρόνου γενομένου κατὰ τούσδε τοὺς τόπους· ἐὰν δὲ ἀγαθοποιοὶ ἐπῶσιν, εὐνοηθήσονται καὶ ἐκ τῶν τοιούτων ὠφεἰείας παραδέξονται καὶ αὐτοὶ δὲ εὐεργέται εἰς αὐτοὺς γενήσονται ῃ καί τινας ἀναθρέψουσιν τέκνων μοίραις. αὐτὸ δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποκλιμάτων νοείσθω.
- 4.13.1.1
Ἀπὸ δὲ ὑψώματος εἰς ὕψωμα παράδοσις γινομένη ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων δοξαστικὴ καὶ ἐπωφελής, καὶ μάλιστα ἐὰν ἰδίῳ τόπῳ ὦσιν οἱ κύριοι. ὁμοίως δὲ καὶ ἀπὸ ἰδίων σἴκων εἰς ὑψώματα παραδιδόντες ἢ καὶ ἀπὸ ὑψωμάτων εἰς οἴους τῶν κυρίων ἐπόντων ἐνεργέστερα τὰ ἀποτελέσματα καὶ ἐπίδοξα δηλοῦσιν· ἀπὸ δὲ ταπεινωμάτων εἰς ταπεινώματα παραδιδόντες μέτριοι καὶ ἀνώμαλοι γίνονται. Κρόνος δὲ ἤ Ἄρης οἰκείως σχηματισθέντες καὶ ἀπὸ ἰδίων οἴκων ἥ ὑψωμάτων ἥ καὶ χρηματιστικῶν τόπων παραδιδόντες καὶ παραλαμβάνοντες μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελοῦσιν, μὲν οὖν τοῦ Κρόνου κληρονομίας, ἐγγείων κτημάτων, θεμελίων ἐπικαρπίας διοικήσεως παρεκτικὸς καὶ μυστικῆς ἐγχειρήσεως καὶ παλαιῶν πραγμάτων κατορθωτικός, ὁ δὲ τοῦ Ἄρεος ἡγεμονικός. τηρούντων δὲ τῶν ἀγαθοποιῶν καὶ Ηλίου καὶ Σελήνης οἰκείως ἐσχηματισμένων πρὸς αὐτοὺς μεγάλας τὰς προφανείας καὶ ὠφελίμους ἀποτελοῦσιν. ἀπόντων δὲ τῶν ἀγαθῶν καὶ τῶν φώτων ἐναντιουμένων καὶ ἀνοικείως ἐθχηματισμένων, Ερμοῦ δὲ παρεμ- πλεκομένου κατηγορίας καὶ ἐναντιώματα καὶ μεγάλους κινδύνους καὶ ἐπιβουλὰς καὶ θορύβους καὶ καθαιρέσεις ἐπάγουσιν. ἐὰν δέ πως ἐπʼ ἀλλοτρίων ὑψωμάτων ἢ ἰδίων ἀνοικείως παράδοσιν παράληψιν ποιήσωνται, ἀπὸ ὕψους ἢ τετραπόδων καταρριπτοῦσι τραύμασί τε καὶ αἰμαγμοῖς ἢ ἐπικινδύνοις νόσοις περιτρέπουσιν ἐμπρησμοῖς τε ἥ ναυαγίοις περιτρέπουσι· τῆς δὲ γενέσεως βοηθουμένης καὶ ὑπόστασιν χρόνων ἐχούσης τῷ βίῳ καθαιροῦσιν τῇ δόξῃ. παρατηρητέον οὖν, εἰ οἱ τῆς αἱρέσεως ἡμερινῆς ἢ νυκτερινῆς ὄντες τοῖς λοιποῖς σχηματίζονται· ἐνεργέστεροι γάρ πρὸς ἀγαθὸν καὶ αὐτοὶ ὑπάρχουσι τῶν λοιπῶν ἀστέρων καὶ κατὰ τὰς οἰκείας παραδόσεις ἤ ἐπεμβάσεις μεγάλων ἀγαθῶν αἴτιοι καθίστανται· εἰ δὲ ἄλλως, κωλυτικοὶ καὶ ἐγκοπτικοὶ δόξης καὶ ὠφελείας. κατὰ τοῦτο δὲ κακοποιοὶ ὠνομάσθησαν, ἐπεὶ ζωῆς παραιρέται εἰσί, πρὸς δὲ τὰ λοιπὰ εὐεργετικοί· ἐπεὶ καὶ ὁ τοῦ Διὸς καὶ ὁ τῆς Ἀφροδίτης ταῖς παραδόσεσιν ἤ ἐπεμβάσεσι δυτικοὶ καταλαμβανόμενοι ἢ ἀνοικείως ἤ παραπεπτωκότες ἐπιτάραχον τὸν χρόνον καὶ δύσπρακτον καὶ ὑπερθετικὸν ἀποτελοῦσι καὶ τῶν προσδοκωμένων ἐλπίδων ἤ ὠφελειῶν παραιρέται γίνονται, πρὸς ἐπὶ τούτοις δὲ καὶ ζημίας ἐπάγουσι καὶ ψυχικάς βασάνους καὶ τοῖς διαπρασσομένοις κακίσεις.
- 4.14.1.1
Καθολικῶς οὖν ἐπὶ πάντων τῶν ἀστέρων παρατηρητέον· ἐπὰν γάρ ἀνατολικοὶ εὑρεθῶσι παραδιδόντες ἡ παραλαμβάνοντες καὶ τοῦ ἔτους κυριεύοντες ἢ τῶν καθολικῶν χρόνμων, κατὰ δὲ τὴν ἐπέμβασιν εἰς τούς χρηματιστικοὺς τόπους γένωνται καὶ τὴν ἀνατολὴν ποιήσωνται, προφανῶς τάς πράξεις ἀποτελοῦσι· ἡ γὰρ δύναμις αὑτῶν τότε διεγείρεται καὶ κἄτι τὴν ἰδίαν φύσιν ἕκαστος ἴδίον ἀποτελεῖ, ὁποίας γὰρ δυνάμεως καὶ ἀποτελέσματος κυριεύει κατὰ γένεσιν ἢ ὅ δηλοῖ ὁ ἐνιαυτὸς ἐφʼ οὖ ἐστι ζῳδίου, ἐκείνου ἐνεργήσει ἀποτέλεσμα. ἐὰν δὲ τὸν πρῶτον στηριγμὸν ἐπέχωσι καὶ ἀναποδιστικοὶ εὑρεθῶσι, τά τε προσδοκώμενα καὶ τὰ πράγματα καὶ τάς ὠφελείας καὶ τὰς ἐγχειρήσεις ὑπερθέσει ποιοῦσιν. ὁμοίως δὲ καὶ ταῖς ἀκρμρνυχίαις ἀσθενέστεροι καὶ ἐμποδιστικοὶ γενήσονται, φαντασίας μόνον καὶ ἐλπίδας προδεικνύντες. εἰ δέ πως δεύτερον στηρίζοιεν, τάς μὲν ὑπερθέσεις διεκλύουσι καὶ εἰς τὰς αὐτἀς πράξεις ἀποκαθιστῶσι καὶ εἰς εὐστάθειαν καὶ κατόρθωσιν τοῦ βίου ἄγουσιν ἐὰν δὲ ὑπὸ δόσιν φέρωνται, ἐγκοπὰς καὶ λύπας τοῖς διαπρασσομένοις ἐπάγουσιν, ἔτι δὲ καὶ σωματικούς κινδύνους καὶ ἀσθενείας καὶ κρυπτῶν τόπων πόνους. πολλάκις δὲ καὶ δόξας ἥ μεγάλας ἐλπίδας προδείξαντες ἐπὶ τὀ χεῖρον ἐτράπησαν. ἐπὰν οὖν κακοποιοῦ τι κατὰ γένεσιν ἀποτελοῦντος καὶ τὸν ἐνιαυτὸν ἔχοντος κατʼ ἐπέμβασιν κακοποιὸς ἐπεμβῇ, ἐπίτασιν τοῦ κακοῦ ποιήσεται· εἰ δὲ ἀγαθοποιός, παρηγορίαν τινὰ καὶ βοήθειαν. τὀ ὅμοιον δὲ καὶ ἐπὶ τῶν ἀγαθοποιῶν νοείσθω· ἐπὶ πάσης δὲ γενέσεως ἐξαιρέτως ὁ τοῦ Διὸς ἀστὴρ κατʼ ἐπέμβασιν γενόμενος ἐπὶ τοὺς ἐνιαυτούς ἢ τὰ τούτων τετράγωνα ἤ διάμετρα καλῶς μὲν ὄντων τῶν χρόνων ἢ χρηματιστικοῖς τόποις μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελεῖ, καὶ μάλιστα ἀνατολικὸς γενόμενος μᾶλλον ἐπισχύσει τῶν δοκούντων ἐπικρατεῖν τούς χρόνους· κακῶν δὲ ὄντων καὶ αὐτὸς κατʼ ἐπέμβασιν γενόμενος ἀσθενέστερος γενήσεται καὶ τὰς εὐεργεσίας καὶ δόξας ὑπερθέμενος μετέμωρος γενήσεται· εἰ δὲ ἀνατολικὸς τύχῃ, μετρίως παρηγορήσει ἢ ὠφελήσει.
- 4.15.1.1
Ὁ γ΄ ἢ ὁ θʼ τόπος ἀπὸ ὡροσκόπου παραδιδούς ἡ παραλαμβάνων ἀγαθοποιῶν ἐπόντων ξενιτείας ἐπʼ ἀγαθῳ ἀποτελεῖ ἡ ἐπὶ ξένης ῇ ἀπὸ ξένων πράξεις καὶ συστάσεις ἀποτελοῦσι· κἂν ὁισώματος ὁ τόπος τύχη, πλειστάκις ὠφεληθήσονται ἡ πολλὰ ξενιτεύσουσι. τινὲς μὲν οὖν τούτοις τοῖς τόποις χρῃματίζονται ἀπὸ θεοῦ καὶ τὰ μέλλοντα προγινώσκουσι καὶ θεῷ ἐκθυσίας ἡ εὐχὰς ῇ ἀναθήματα κατασκευάζουσι, τινὲς δὲ καὶ διὰ θεοῦ πρόνοιαν σθενειαν ἢ συνοχὴν ἢ αἰτίαν ἢ πάθος ἢ κίνδυνον οἱ ἐκφυγόντες θεῷ εὐχαριστοῦσιν. ὑποστάσεως δὲ μεγάλης οὔσης καὶ τῶν καθολικῶν χρόνων συνεπισχυόντων ἀπὸ βασιλέως δωρεὰς λαμβάνουσι καὶ πίστεις ἡγεμονικὰς ἢ ἐξουσίας, ἡ πραγμάτων καὶ αἰτίας διὰ βασιλικῆς τύχης ἐκπλοκὴν ποιησάμενοι ἐπίδοξοι καθίστανται· οἱ δὲ καὶ ναῦς ἢ ἱερὰ ἥ βασιλέων τύπους κατασκευάσαντες ἀείμνηστον φήμην ἀναλαμβάνουσι. κακοποιῶν δὲ ἐπόντων ἤ μαρτυρούντων τοῖς τόποις ἐπηρεάζονται ἐπὶ ξένης καὶ ζημίαις ἤ ἐνδείαις περιπίπτουσι καὶ οὐ διευθύνουσι κατὰ τὴν ξένην, πλάναις δὲ καὶ κινδύνοις περιτρέπονται καὶ ὡς ἀπὸ θεοῦ μῆνιν ἔχοντες διατελοῦσι μεμφόμενοι τὴν ἰδίαν εἱμαρμένην. τινὲς δὲ καὶ κατʼ ἐκείνους τοὺς χρόνους ἀρνοῦνται τὰ θεῖα καὶ ἐτεροσεβοῦσι ἤ ἀθεμιτοφαγοῦσιν· οἱ δὲ καὶ προγνώσει γίνονται καὶ χρηθμοδοσίαις ἢ μαντείαις ἢ ὡς μανιώδεις λαμβάνονται· οἱ δὲ καὶ μείζονι τύχη καὶ δόξη καθεστῶτες ἀπὸ ξένης ἤ ἀπὸ ξένων ταραχὰς ἀναδέχονται περιβοησίας τε καὶ ὄχλων ἐπαναστάσεις ἤ πόλεων, ὦν χάριν κίνδυνον οὐ τὸν τυχόντα διὰ τὴν περὶ αὐτῶν πίστιν ὑπομένουσιν ἔχθρας τε καὶ προδοσίας· ἔσθ᾿ ὅτε μὲν οὖν καὶ κατηγορίαις περιπεσόντες καὶ βασιλικοῖς φόβοις καθαίρεσιν δόξης καὶ βίου κομίζονται.
- 4.16.1.1
Πρὸ πάντων οὖν ἀναγκαῖον πάσης γενέσεως τὴν ὑπόστασιν καὶ τὴν τάξιν ἐπιγνόντας οὕτως καὶ τἀς τῶν ἀστέρων καὶ τῶν ζῳδίων ἁρμόζεσθαι φύσεις, ἶνα μὴ αὐτὸ ἀποτέλεσμα ἐπὶ τῶν μετρίων καὶ ἐνδόξων λέγηται, ἀλλὰ διάφορον. καὶ γὰρ ἕκαστος ἀστὴρ καὶ ἕκαστον ζῴδιον καὶ μετρίαν ἔχει φύσιν εὐεργεσίας ἤ κακώσεως καὶ ἔνδοξον ἐπέχει ἤ μείζονα κάκωσιν· ὅθεν καὶ μεγάλων ἀγαθῶν αἴτιοι καθίστανται, ὁτὲ δὲ κακῶν. ἐπὰν οὖν ἐπίσημον καὶ λαμπρὰν ὑπόστασιν εὕρωμεν διαφυλασσομένην ὑπὸ τῆς τῶν ἀγαθῶν μαρτυρίας ταῖς χρονικαῖς παραδόσεσικακοποιῶν ἐχόντων τούς χρόνους ἡ καὶ κατὰ τὴν ἐπέμβασιν τοῖς κέντροις ἡ χρηματιστικοῖς τόποις ἐπεληλυθότων, οὐδὲν λέγομεν ἄτοπον πείσεσθαι τὴν γένεσιν τὰς δὲ οἰκονομίας ὡς παντελῶς ἀτάκτως διοικήσει καὶ περιβοησίας ἤ ψόγους ἀναδέξεται ἔν τε θορύβοις καὶ φόβοις γενήσεται. ἐὰν δέ πως ὁ Ἥλιος ἤ ἡ πανσέληνος κακωθῇ, παράνομόν τι καὶ βίαιον διαπραξάμενοι ταραχάς τε καὶ πολυθρυλήτους χάριν ἐπιθορύβως διάγουσιν. ἐπὶ τῶν οὖν τοιούτων συγκρίνειν δεήσει τὴν τῶν ἀγαθοποιῶν συμπαρουσίαν ἡ μαρτυρίαν, ἵνα αἱ αἰτίαι παρεκδράμωσιν, ἤγουν καθαιρέσεις καὶ ἀτιμίας προλέγειν. ἐὰν δὲ μόνη ἡ Σελήνη ἤ ὁ ὡροσκόπος κακωθῇ, διὰ σκυλμούς σωματικούς καὶ ἐπισφαλεῖς νόσους ἀφαντασίωτος ἡ τῆς ἀρχῆς δόξα γενήσεται ἀνιαρά τε καὶ ἐπώδυνος τοῖς κεκτημένοις. ἐὰν δέ πως ἡ ὑπὁστασις τῆς γενέσεως ἄπρακτον καὶ ἰδιοπράγμονα βίον διάγουσα εὑρεθῇ, οὔτε ταῖς τῶν χρόνων παραδόσεσιν οὔτε ταῖς τῶν κατʼ ἐπέμβπσιν σχηματογραφίαις χρή λέγειν ποικίλα καὶ παράδοξα πράγματα οὔτε καινοποιίας πράξεων ἤ μεταβολάς, οὔτε τούς πάνυ εὐδαίμονας οἱ κακοποιοὶ ἐπεμβάντες εἰς τοὺς χρηματιστικοὺς τόπους καταβλάψουσιν οὔτε μὴν οἶ ἀγαθοποιοὶ τοὺς μετρίους ὠφελήσουσι διὰ πρόληψιν καθολικὴν ὑπάρχειν, ἣν ἀλλάξαι τὰ κατά μέρος οὐ δύνανται. εἰσὶ μὲν οὖν πολλαὶ γενέσεις ἀπὸ μεγάλης τύχης καὶ δόξης εἰς ταπεινότητα κατερχόμεναι, ἄλλαι δὲ ἀπὸ μετρίας τύχης καὶ ἀπὸ γένους ἀδόξου εἰς εὐδαιμονίαν καὶ περιφάνειαν καταντῶσαι. ἐπὰν οὖν εἰς ὕψος φερομένη ἡ γένεσις εὑρεθῇ ἐκ τῶν καθολικῶν αἱρέσεων, ταῖς κατὰ μέρος χρονογραφίαις ἀγαθοποιῶν μὲν ἐχόντων τοὺς χρόνους λαμπραὶ ἐπισημασίαι καὶ ὠφέλειαι καὶ προκοπαὶ παρακολουθήσουσι, κακοποιῶν δὲ ἐχόντων μετεωρισμοὶ καὶ ταραχαὶ καὶ ἐνοχλήσεις θωματικαί, ἡ δὲ ὑπόστασις ἀκαθαίρετος διαμενεῖ. ἐὰν δέ πως ή γένεσις εἰς ταπεινότητα φέρηται ἐκ τῆς καθολικῆς ὑποστάσεως, οἱ μὲν ἀγαθοποιοὶ τοὺς ἐνιαυσίουςχρόνους λαβόντες ἤ ἐπεμβάντες ἀσθενέστεροι εἰς εὐεργετεῖν γενήσονται, παραχωρήσουσι δὲ τοῖς κακοποιοῖς εἰς καταβλάψαι τὴν γένεσιν. οὕτως οὖν πάντοτε οὔτε οἱ ἀγαθοποιοὶ ἀγαθοποιὸν τόπον ἐπέχουσιν οὔτε μὴν οἶ κακοποιοὶ κακοποιόν, ἀλλὰ διὰ τῆς καθολικῆς ὑποστάσεως εἰς τάς κατὰ μέρος χρονογραφίας ἐναλλασσόμενοι καὶ γινόμενοι ἀγαθοποιοὶ .
- 4.16.2.1
Ἄλλως τε τὰς πράξεις ἑκάστης γενέσεως δεῖ ἐξετάζειν, πότερον ἀπὸ Ἑρμοῦ ἡ Ἄρεος ἤ Ἀφροδίτης ἢ Κρόνου τὴν ἐνέργειαν ἔχει ἢ ἀπὸ Ἡλἰου καὶ Σελήνης καὶ Διός, ἴνα ἔνδοξος ἡ ὑπόστασις εὑρεθῇ. οὕτως γὰρ ταῖς παραδόσεσιν ἕκαστος τῶν ἀστέρων καλῶς σχηματισθεὶς ἢ κατὰ τὴν ἐπέμβασιν ἐπελθών, περὶ τὴν τῆς πράξεως ἀσχολίαν ὠφέλιμος καὶ δοξαστικὸς γενήσεται ὁ ἐνιαυτός. οῖον ἐὰν ἔλθῃ Κρόνος ἐπὶ Ἡλἰου ἤ Σελήνης τόπους, περὶ ἃ δηλοῦσιν ἐκ τῆς ἰδίας φύσεως ὁ Ἥλιος ἤ ἡ Σελήνη ἤ οἱ τόποι. περὶ ἐκεῖνα καταβλάψει· ὁμοίως δὲ κὰν ἐπʼ αὐτοῦ ὁ ἐνιαυτὸς ἢ πρὸς αὑτὸν ἐκπέσῃ, ἤτοι ὅπου ἔκειτο κατὰ γένεσιν ἢ ὅπου κατὰ τὴν ἐπέμβασιν, περὶ ἐκεῖνα ἐροῦμεν τὰ ἀποτελέσματα. καὶ οἱ λοιποὶ δὲ τῶν ἀστέρων καὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη τῷ σχολαστικῷ τόπῳ γενόμενοι καὶ χρονοκρατοῦντες ἐνεργέστεροι καθίστανται, ἐναντιούμενοι δὲ ἐπιτάραχοι. ἐπὶ πάσης δὲ γενέσεως ὁ ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἐνιαυτὸς ἐάν τι μηνύῃ, ἀπαράλλακτον καὶ ἤτοι ἀγαθὸν ἤ φαῦλον. οἶον ἐὰν πρὸς Ἀφροδίτην ἢ Δία ἐκπέσῃ ἢ εἰς χρηματιστικούς τόπους, ἀγαθόν· εἰ δὲ πρὸς Κρόνον ἢ Ἄρεα ἢ κεκακωμένους τόπους, φαῦλον· ἐὰν δὲ πρὸς ἀμφοτέρους ᾐ παράδοσις γένηται, ἃ δηλοῦσιν οἱ ἀστέρες ἢ οἱ τόποι, τῷ ἔτει γενήσονται· ἐὰν δὲ αἰ τρεῖς ψῆφοι ἀνόμοια δηλοῦσι, ποικίλον ἔτος καὶ ἀνώμαλον γενήσεται. βέλτιον μὲν οὖν καὶ τοῖς ἀγαθοποιοῖς τοὺς κακοποιούς παραδιδόναι ἢ τοῖς κακοποιοῖς τοὺς ἀγαθοποιούς· ἐὰν δὲ ἀστὴρ ἀστέρι παραδιδῷ ὄντι ἐνὶ ζῳδίῳ τουτέστιν οἰκοδέκτωρ γενόμενος τοῖς χρηματιστικοῖς τόποις, πρακτικὸν τὸν χρόνον ἀποτελεῖ.
- 4.16.3.1
Δοκεῖ δὲ καὶ οὖτος ὁ λόγος φυσικὸς ὑπάρχειν, ἵνα ἀπὸ ἑκάστου τόπου σημαίνοντός τι ἡ ἄφεσις τῶν ἐτῶν γένηται, οἷον ἀπὸ τοῦ μεσουρανήματος ὅταν περὶ πράξεως ζητῶμεν, καὶ ἀπὸ τοῦ περὶ γάμων, ὅταν περὶ γυναικός, καὶ ἀπὸ τοῦ περὶ δούλων, ὅταν περὶ σωμάτων, καὶ ὁμοίως ἀπὸ τοῦ περὶ τέκνων. Εὰν οὖν εὕρωμεν εἰς τὸν καταλήξαντα τόπον ἀγαθοποιούς ἐπόντας ἥ μαρτυροῦντας ἥ καὶ χρηματιστικὸν ζῴδιον, ἐροῦμεν κατόρθωσιν ἤ ὠφέλειαν ἥ καταθυμίαν προαιρέσεως τὴν ἔκβασιν. ἐπὶ παντὸς δὲ εἴδους τὸν οἰκοδεσπότην τοῦ οἰκοδεσπότου συνθεωρεῖν δεήσει, ποίῳ ζῳδίῳ ἔπεστι καὶ πῶς ἐσχημάτισται· ἐὰν γὰρ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου κακῶς πεσὼν αἴτιόν τι δηλοῖ, ὁ δὲ τούτου οἰκοδεσπότης καλῶς πέσῃ, ἀντανάλυσις τοῦ κακοῦ γενήσεται καὶ ἀπὸ μέρους ὠφέλεια ἤ τῶν προσδοκωμένων κατόρθωσις· λαμβάνουσι δὲ καὶ πίστεις τινὲς ἢ δωρεάς ἀπὸ μειζόνων ἢ βασιλικῶν προσώπων, τῶν καθολικῶν χρόνων ὑπὸ Ἡλίου καὶ Σελήνης ἢ τῶν ἀγαθοποιῶν διακρατουμένων καὶ τῆς ἐπιδιαιρέσεως καλῆς γενομένης. μάλιστα δὲ καθολικῶς ἐπὶ γενέσεως, ἐὰν Ζεὺς Κρόνον καθυπερτερῇ ἢ καὶ τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος ὑπάρχη ἢ συμπαρῇ, ὁμοίως δὲ καὶ ἐὰν Ἄρης τρίγωνος ἢ τετράγωνος ἢ τῇ ἐπικαταδύσει εὑρεθῇ Διὸς τῳ ὑπογείῳ ὄντος, μείζονες αἱ δωρεαὶ καὶ ἐπωφελεῖς. ἐπὶ δὲ τῶν παρεχομένων ἑτέροις δωρεὰς ἢ φιλοδοξούντων εἰς δήμους καὶ ἀναλισκόντων εἰς ὄχλους, ἐὰν μὲν ὑπὸ Κρόνου καὶ Ἄρεως Ἑρμῆς εὑρεθῇ ἀκαταμαρτύρητος ἐπὶ γενέσεως ὑπὸ ??ιὸς καὶ Ἀφροδίτης μαρτυρούμενος, φιλόδοξοι γενήσονται καὶ πλείστης εὐφημίας μεθέξουσι καὶ τιμῆς· ἐὰν δὲ ὑπὸ Ἄρεως ἐπιθεωρηθῇ, μετάνοιαν καὶ μέμψιν καὶ ταραχὴν ἕξουσι καὶ εὐθρυλλήτους περιβοησίας, κἢν ἐκτενῶς εἰς τὰς ἀναλώσεις ὑπαχθῶσιν· ἐὰν δὲ ὑπὸ Κρόνου, πεφεισμένως καὶ ἐπιψόγως ἦ ἐπικινδύνως διατελοῦσιν· ἐὰν δὲ καὶ ὑπὸ ἀγαθοποιῶν, ἀμφότερα συμβήσεται.
- 4.16.4.1
Πᾶσα μὲν οὖν ἀστέρος μαρτυρία δυναστική, ἐξαρέτως δὲ ἡ κατὰ τετράγμωνον ἢ διάμετρον· κριθήσεται δὲ καὶ ἐν τοῖς ίσαναρόροις· δὲ Ταύρῳ καὶ Παρθένῳ ἡ παράδοσις γινομένη ἀπὸ τούτων ἀβέβαια καὶ τὰ ἀποτελέσματα δηλοῖ καὶ ὑπερθετικὰ ἢ ἐπίδικα ἢ παν ἐν δὲ Τοξότῃ καὶ Αἰγόκερῳ αἰνιγματώδη καί ἐπιζήμια διὰ εῖναι ἀτελῆ τὰ ζῴδια. φυσικωτέρας δὲ τῆς διαιρέσεως οὔσης οὐ μόνον ἐπὶ γενέσεμως σκοπεῖν δεήσει τάς παραδόσεις, ἀλλὰ καὶ ἐπὶ καταρχῶν καὶ δραπετῶν ἐπιγνόντας τὴν ὥραν καὶ ἀστερίσαντας τῳ αὐτῳ τρόπῳ χρῆσθαι καθάπερ ἐπὶ γενέσεως καταρχῶν. ἐπὰν Κρόνος καὶ Ἄρης λόγον ἔχωσι πρὸς Ἥλιον καὶ Σελήνην ἢ τὸν ὡροσκόπον ἤτοι κατʼ ἐναντιότητα ἢ καθυπερτέρησιν ἢ κατὰ ἑτέραν κακώσεως δύναμιν, ἐὰν δέ πως γένεσις παιδὸς δοθῇ μηδέπω δυναμένου χμρεῖν ἀποτέλεσμα οῖον πράξεως ἀρχήν, παραδόσεις δὲ τῶν ἀστέρων εὑρίσκωνται, πρὸς τὸν πατέρα καὶ τὴν μητέρα γενήσεται τὰ ἀποτελέσματα, ἔσθʼ ὅτε καὶ πρὸς τὸν δεσπότην, ἕως ἄν τὸν τῆς ἀκμής χρόνον καταλαβών ὁ γεννηθεὶς αὐτὸς ἀναλάβῃ τὰ σημαινόμενα· μόνον δὲ τὰ δυνάμενα χωρεῖν αὐτῷ προσνέμειν οῖον ὀωρεὰν κατάλειψιν ἡ διωνυμίαν χάλασμα καὶ ἐξανθήματα καὶ τὰ λοιπά, ἔσθ’ ὅτε μὲν οὖν καὶ παράδοξά τινα ἀποτελέσματα τοῖς τοιούτοις εἴωθεν συμβαίνειν, ἅτινα πρόδηλα γίνεται ἐκ τῆς καθολικῆς καὶ συγκρίσεως τῶν ἀστέρων. δεῖ οὖν καὶ κατὰ τὰς ἡλικίας καὶ κατὰ τὰ ἔθη τῶν τόπων καὶ τοὺς νόμους καὶ τὰ ἀποτελέσματα συναρμόζεσθαι κατὰ τοὺς σημαινομένους χρόνους· οὕτως γὰρ ἀδιάψευστος ἡ πραγματεία κριθήσεται. πρὸς δὲ δοιοῖν γενέσεων ἤτοι ἀδελφῶν ἢ ἀνδρὸς ἢ γυναικὸς ἢ συγγενῶν ἢ ἄλλων φιλικῶν προσώπων δεῖ κατὰ γένεσιν τῷ προσοικειωμένῳ ἀποτέλεσμα ἀποφαίνεσθαι κατὰ τὸν ἐπιβάλλοντα χρόνον καὶ λέγειν ἐκείνῳ πρότερον ἢ ὕστερον συμβήσεσθαι, τῷ δʼ ἑτέρῳ ἐκ δευτέρου μέρους τὸν τρόπον ἀπονεῖμαι. οἷον ἐάν τινι φέρῃ ὠρεληθῆναι ἀπὸ νεκρικῆς προφάσεως, ἑτέρῳ δὲ καθολικῶς κληρονομίαν, ἦς ὁ προειρημένος προσδοκᾷ τὴν ὠφέλειαν, οὐκ τοῖς χρόνοις τούτοις γενήσεται ἡ ὠφέλεια ἀλλʼ τοῖς τοῦ τὴν κληρονομίαν προσδοκῶντος· ἐκ γὰρ τοῦ μεσουρανήματος καὶ ἀποτέλεσμα γενήσεται ἢ πολλάκις περὶ ἑνὸς μὲν τάχιον γέγονε ἀποτέλεσμα, περὶ δὲ τὸν ἕτερον μετὰ χρόνον αὐτὸ ἤτοι διʼ ἀποδημίαν ἥ κρίσιν ἢ κατηγορίαν ἢ ἑτέραν τινὰ αἰτίαν· δὲ ὅμοιον ἐπὶ δόξης καὶ δωρεᾶς καὶ ἀγορασμῶν καὶ πράσεως καὶ κοινωνίας καὶ συναρμογῆς ἥ ξενιτείας καὶ τῶν λοιπῶν τῶν βίῳ συντελουμένων νοείσθω. ἔνθεν ὁτὲ μὲν εἴωθεν προλαμβάνειν τὰ ἀποτελέσματα, ὁτὲ δὲ ἐπιβραδύνειν διὰ τὰς τῶν γενέσεων συμπαθείας ἦ καὶ ἐναντιότητας· καὶ καθάπερ διʼ ἀργάνου ἡ φύσις ἐκ τῆς τῶν ἀστέρων ἀνακυκλήσεως τὰς τῶν ἀποτελεσμάτων δυνάμεις ἀνήπλωσε, ὁτὲ μὲν αίφνιδίως ἢ ἀπροσδοκήτως ἐπιφέρειν, ὁτὲ δʼ ἐπιτείνειν καὶ διακατέχειν μετʼ ἀνάγκης, μέχρις οὖ ὁ τὴν ἐναρμόνιον τῶν πραγμάτων κεκτημένος πρόφασιν παραλάβη τοὺς ἀστέρας.
- 4.16.5.1
Δεῖ δὲ καὶ ἐκ τῶν κοσμικῶν τὰ τοιαῦτα ὑποδείγματα μαθόντας συγκρίνειν, ὅπου οὐ πάντοτε ὁ Ἥλιος ἐκ τῶν τροπικῶν μοιρῶν τὰς μεταβολὰς τῶν ἀέρων τὰς αὑτὰς ποιεῖται, ἀλλʼ ὁτὲ μὲν εἰς εὐκρασίαν προλαμβάνων κοσμικὸν κατάστημα ἄγει, ὁτὲ δὲ τὰς χειμερίους τροπὰς εὔδιος διελθών ὑστέρου πολλὴν ζάλην καὶ φοβερὰν ἀνέμων ῥοπὴν κατεσκεύασεν· οὔτε μὴν ἡ Σελήνη κατὰ τὰς δοκούσας φάσεις τάς ἐπομβρίας συντελεῖ ἢ μετὰ τούς συνδέσμους ἀνίσχει τὸν ἀέρα, ἀλλʼ ὁτὲ μὲν προχειμάζει καὶ προλαμβάνει τὴν τῆς φύσεως αἰτίαν ὡς παρὰ προσδοκίαν σύγχυσιν οὐ τὴν τυχοῦσαν τῶν καιρῶν γίνεσθαι, ὁτὲ δὲ μηδʼ ὅλως ἐνδειξαμένη χειμερινὴν στάσιν αὐτῇ τῇ φάσει εὔδιον τὸν ἀέρα κατέστησεν, ἐσθʼ ὅτε δὲ παραλλάξασα τὴν τοῦ συνδέσμου λύσιν εἰς χειμέριον μεταβολὴν ἐχώρησεν. ὁμοίως δὲ καὶ αἰ λοιπαὶ ἐπισημασίαι τῶν ἀστέρων καὶ δύσεις οὐ κατὰ τὰ αὐτὰ γενήσονται, ἀλλʼ ὁτὲ μὲν προλήψονται ὁτὲ δὲ ὑστέρου τὰς ᾁσεις ποιήσονται, ἔσθʼ ὅτε δὲ οὐδʼ ὅλως ἐνδείξονται. ταῦτα δὲ συμβαίνει ἐναλλάσσεσθται παρά τὰς τοῦ ἔτους ἀνατολάς καὶ συνόδους καὶ πανσελήνους καὶ ἐκλείψεις καὶ τετραετηρίδας καὶ καθολικούς καὶ κυκλικούς οἰκοδεσπότας καὶ πρὸς τὰς τῶν κατὰ καιρὸν ἐπεμβάσεων ἐναλλαγάς.
- 4.17.1.1
Ἀκολούθως δὲ καὶ τὰς παραδόσεις τῶν ἀστέρων ὑποτάξομεν Ἡλιος μὲν οὖν Κρόνῳ παραδιδούς πονηρὸν ἔτος ἀποτελεῖ· ἀπραγίας γὰρ καὶ ἐναντιώματα σημαίνει ἔχθρας δὲ ἤ ἀντιλογίας καὶ ἀπὸ ὑπερεχόντων ἢ πρεσβυτέρων κακώσεις καὶ ταγμάτων ἐπαναστάσεις νόσους τε ἢ αφθαλμίας ἀνμωμαλίας τε βίου καὶ κινήσεις ἐπιφόβους ὑποτακτικῶν τε ἐπιθέσεις καὶ πατρὸς θάνατον ἢ ὁμοίου τατρός. κακῶς πεσών καταιτιασμούς ἀποτελεῖ καὶ συνοχάς.
- 4.17.2.1
Ἥλιος Διὶ παραδιδούς ἕτος λαμπρὸν ἔτος ὁηλοῖ καὶ πατρὸς δόξαν τῷ ἔχοντι καὶ ὑπερεχόντων συστάσεις καὶ εὐημερίας καὶ δωρεάς καὶ πράξεις ἐπισήμους ἥ ἀρχάς ἢ σποράς τέκνων καὶ ἀγάμοις γάμον ἀποτελεῖ καὶ τοῖς διαπρασσομένοις ἐστὶν ἀνυστικὸς καὶ εὐκατόρθωτος ἀγαθὰς ἐλπίδας προσδεικνύων. — Ἥλιος Ἄρει νοσερὸν καὶ ἐπισφαλὲς ἔτος δηλοῖ καὶ πατρὸς κίνδυνον ἢ τοῦ ὑπὸ τοιοῦτον χαρακτῆρα αὐτῷ ἐμπράκτους καὶ μετὰ πολλῆς ἀνακρίσεως κατορθώσεις πραγμάτων ἐξοδιασμούς τε καὶ ἀκαίρους ζημίας καὶ ἀπὸ μειζόνων προσώπων ἔχ θρας ἤ πατρός, ὑποτακτικῶν τε κακώσεις τομάς τε καὶ αίμαγμούς ῇ διʼ αἵματος ἀναβολὴν καὶ τῶν ἡγεμονικῶν τόπων πόνους ἢ ἐπισκιασμούς ἐπιρθόνους τε αἰτίας καὶ ἐπηρείας. —Ἥλιος Αφροδίτη ἀγαθὸν καὶ προσφιλῆ τὸν χρόνον δηλοῖ· συστάσεις γὰρ καὶ φιλίας περιποιεῖ καὶ δωρεάς καὶ τέρψεις συνηθείας τε καὶ γάμους καὶ τεκνώσεις ἥ ἀγορασμούς κόσμου ἢ σωμάτων, τοῖς δʼ ὑπεροχῇ ἀρχὰς καὶ δόξας ἐπισήμους καὶ μειζόνων ἐλπίδων ἐπόπτας πραγμάτων τε καὶ πάσης αἰτίας ἀπαλλακτικός. —Ἥλιος Ἑρμῇ ἀγαθὸς πρακτικὸς ἐπικερδὴς κοινωνικός, εἰς τὰ ὑποτακτικὰ πρόσωπα εὐεργετικός, περὶ τὰς δόσεις καὶ λήψεις ἀνυστικός. ἐὰν δέ πως ὑπὸ κακοποιῶν θεωρηθῇ, δίκας καὶ ταραχάς ἐπάγει, χάριν ἀργυρικῶν ἢ γραπτῶν φόβους, δουλικῶν τε καὶ φιλικῶν καταγνώσεις ἀκαίρους τε ἐξοδιασμούς καὶ ζημίας. — Ἥλιος Σελήνη πρακτικὸς καὶ φιλάνθρωπος ἀποτελῶν περικτήσεις καὶ ἀπὸ ἀρρενικῶν καὶ θηλυκῶν ὠφελείας καὶ συστάσεις γάμους τε καὶ συνελεύσεις καὶ γονάς ἐπισήμους καὶ ἀπὸ ξένων ἢ ἀπὸ ξένης εὐημερίας καὶ δωρεάς. — Ἥλιος ἐαυτῷ ἐπιμερίσας καὶ καλῶς σχηματισθεὶς λαμπράς ἐπισημασίας καὶ πράξεις ἀποτελεῖ πρός τε ὑπερέχοντας καὶ μείζονας συστάσεις καὶ ἀπροσδοκήτους ὠφελείας. ἐὰν δὲ καὶ μετὰ ἀγαθοποιῶν τύχη ἥ μαρτυρηθῇ, μείζονας τὰς δόξας καὶ τὰς ὠφελείας ἐπάγει· νυκτὸς δὲ ἦσσον, ἢ ἐπιτάραχος γενήσεται ἔχθρας ἀποτελῶν καὶ κρίσεις ἢ ἐπιφθόνους αἰτίας. εἰ δὲ καὶ κακοποιὸς συμπέσῃ ἢ ἐπιμαρτυρήῃ, μείωσιν βίου ἢ καθαίρεσιν δόξης ἐπάγει ξενίας τε ἐπισφαλεῖς καὶ πατρὸς ἔχθραν ἢ κίνδυνον καὶ πραγμάτων ταραχάς.
- 4.17.3.1
Πρότερον μὲν οὖν χρὴ σκοπεῖν τὰς τῶν ἀστέρων φύσεις καὶ σχηματογραφίας· τῆς μὲν γὰρ οἰκείας αἱρέσεως ἕκαστος τυχὼν καὶ καλῶς σχηματισθεὶς κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως τὰς τῶν ἀποτελεσμάτων δυνάμεις ἐνδείξεται, τῆς τῶν λοιπῶν μαρτυρίας καὶ τῆς ἐπεμβάσεως πολὺ δυναμένης θραῦσαι ἥ προσεπιτεῖναι κακὸν ἢ ὠφελῆσοι καὶ δοξάσαι. βέλτιον μὲν οὖν χρηματιστικοῖς ζῳδίοις εὑρίσκεσθαι αὐτούς καὶ ἀνατολικούς· ἐὰν δὲ ὑπὸ δύσιν τύχωσιν ἢ καὶ παραπέσωσιν ἀνοικείως κακωθέντες, εἰς τοὐναντίον τραπήσονται.
- 4.18.1.1
Σελήνη ἑαυτῇ ἐπιμερίσασα ἀηδής· ἐπάγει γὰρ ἔχθρας καὶ ἀντιδικίας ἀπὸ μειζόνων προσώπων καὶ βίου αὐξo οἰκείων τε ἥ γυναικὸς ἀντικαταστάσεις· ἐὰν δὲ κακοποιὸς ἐπιθεωρήύῃ, σωματικὰς ἀσθενείας καὶ κινδύνους αἰφνιδίους ἀποτελεῖ. σκοπεῖν δὲ δεῖ τούτῳ τῷ χρόνῳ καὶ αὐτὸ ζῴδιον ᾧ ἔπεστι ἡ Σελήνη, μήπως κακοποιὸς ἐπεμβάς χείρονά τινα ἀποτελέσει· εἰ δʼ ἀγαθοποιός, λύσιν τῶν αἰτιῶν, πλὴν ξενιτείας ἐπάγει καὶ μεταβολάς τόπων, εῖθ’ οὕτως ἀπόροις κατόρθωσιν τῶν πραγμάτων καὶ τῶν φαύλων ἴασιν ἀποτελεῖ, — Σελήνη Ἡλίῳ ἐπιμερίσασα κένωσιν βίου καὶ ἐξοδιασμούς πλείστους ἀποτελεῖ καὶ μάλιστα, ἐὰν ὑπὸ κακοποιῶν θεωρηθῇ, ἐγκοπὰς τῶν πράξεων καὶ κενὰς ἐλπίδας προδείκνυσι καὶ στάσεις καὶ ταραχὰς οἰκείων τε ἀκαταστασίας καὶ θηλυκῶν ἐπιπλοκὰς ἢ γάμους· τοῖς δʼ εὐσταθείᾳ καὶ δόξη βίου ὑπάρχουσιν ἐξοδιασμούς εἰς ἀγορασμὸν ἢ κατόρθωσιν πραγμάτων καὶ προκοπὴν ἢ εἰς δωρεάς τινας καὶ εὐεργεσίας. — Σελήνη Κρόνῳ ἐπιμερίσασα ποικίλον καὶ μετέμωρον ἔτος καὶ μητρὸς ἀσθένειαν ἢ θάνατον, ἐὰν περιῇ, ἔχθρας τε καὶ ἀκαταστασίας πραγμάτων καὶ τόπων μεταβολάς καὶ ψύξεις πράξεων καὶ σωματικούς κινδύνους καὶ κρυπτῶν πόνους ἡ αἰσθητηρίων καὶ μάλιστα λειψίφως οὔσα· ἀνατολῆς δὲ οὔσης ἦττον κακόν, πλὴν βλαβερὸς καὶ λυπηρὸς ὁ χρόνος. — Σελήνη Διὶ ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ περιποιήσει καὶ συστάσει μειζόνων, δόξας τε καὶ ἀρχάς ἀπό τε θηλυκῶν ὠφελείας καὶ δωρεάςʼ ἀγάμοις γάμον, γεγαμηκόσι τέκνωσιν συνηθείας τε προσφιλεῖς ἢ μητρὸς αὔξησιν βίου ἢ δόξης τοῖς ἔχουσι κατόρθωσίν τε πραγμάτων καὶ προσδοκωμένων καὶ ὲλπίδων συντέλειαν. —Σελήνη Ἄρει παραδιδοῦσα, χαλεπὸς ὖ ἐνιαυτὸς καὶ μάλιστα ἐὰν ἀπὸ ἀνατολῆς φέρηται ἡμέρας· κινδύνους γάρ καὶ ἀσθενείας ἀποτελεῖ, αἱμαγμοὺς καὶ πτώσεις ἢ πυρὸς ἐπιφοράς ζημίας τε καὶ οἰκείων ἀκαταστασίας θηλυκῶν τε θανάτους ἡ χωρισμοὺς ἔχθρας τε καὶ κρίσεις συνοχάς τε καὶ ὄχλων ἐπαναστάσεις. ἐὰν δʼ ἀφαιρετικὴ τύχη ἡ Σελήνη ἢ ὑπὸ δύσιν φέρηται μάλιστα νυκτὸς πρὸς τά φαῦλα ἐπιόντων τῶν χρόνων, καὶ πρὸς τάς ἐπιβολὰς οὐκ εὐκατόρθωτον ἀποτελεῖ μετὰ φόβων καὶ μόχθων. — Σελήνη Ἀφροδίτη εὐεπήβολον καὶ ἀνυστικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ συστάσεις ἀπό τε ἀρρενικῶν καὶ θηλυκῶν συμπαθείας τε καὶ γάμους. ἐὰν δέ πως ἀνοικείως τύχωσιν ἥ ὑπὸ κακοποιῶν θεωρούμενοι, ἀηδίας καὶ φθόνους καὶ εἰς θηλυκὰ πρόσωπα δαπάνας καὶ ἀθετήσεις. καθολικῶς μὲν οὖν πάντοτε ἡ παράδοσις αὕτη ζηλοτυπίας καὶ στάσεις καὶ ἀκαταστασίας ἐπάγει ἔχθρας τε πρὸς συγγενικὰ ἢ οἰκεῖα καὶ φιλικά πρόσωπα. — Σελήνη Μρμῇ πρακτικὸν καὶ εὐκατόρθωτον πρός τε θηλυκὰ πρόσωπα καὶ τὰς συστάσεις, καὶ ἐὰν μάλιστα μετά ἀγαθῶν συσχηματίζηται· ἐὰν δὲ μετά κακοποιῶν, δίκας καὶ ταραχἀς ὑπομενοῦσι χάριν ἀργυρίων ᾗ γραπτῶν ἥ ψηφικῶν πραγμάτων καὶ ἀγῶνα μέγαν ὑπομενοῦσι· καὶ ἐὰν μὲν ἐπιτόπως ὁ Ἑρμῆς εὑρεθῇ κείμενος, περιγίνονται· ἐὰν δὲ ἀτόπως, καταδικασθήσονται καὶ ἐξοδιασμούς πλείστους ποιήσονται.
- 4.19.1.1
Ὡροσκόπος ἐὰν κακοποιῷ παραδιδοῖ, κάκιστον τὸν χρόνον ἀποτελεῖ, μάλιστα Κρόνῳ νυκτός, ἡμέρας δὲ Ἄρει· κινδύνους γὰρ σωματικούς καὶ βιωτικὰς ἀνωμαλίας ἐπάγει φόβους τε καὶ αἰτίας ἐπιταράχους πτώσεις τε ἢ σίνη. — Ὡροσκόπος Διὶ λαμπρῶν καὶ περικτητικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ τάξεις ἐπισἡμους· οἱ δὲ ἀπὸ μειζόνων φελοῦνται καὶ προάγονται, τινὲς δᾶ καὶ κινδύνων ἡ αἰτιῶν ἀπαλλαγέντες εὐπαρηγόρητοι καθίστανται, οἰ δὲ καὶ ἐλευθερίας πειρῶνται. — Ὡροσκόπος Ἀφροδίτη ἀγαθὸν ναὶ ἐπαφρόδιτον τὸν χρόνον δηλοῖ συστάσεις τε καὶ θηλυκῶν ἐπιπλοκὰς ἀγοραθμούς τε καὶ εὐφροσύνην καὶ κακῶν ἀπαλλαγήν.— Ὡροσκόπος Ἡλίῳ πρὸς τὰ μείζονα καὶ ὑπερέχοντα συμπαθέστερον καὶ περιποιητικὸν τό ἔτος δηλοῖ· τοῖς δὲ δόξῃ μείζονας τὰς τάξεις καὶ προκοπάς. — Ὡροσκόπος Σελήνη ἀμετάβολον καὶ πρακτικὸν ἀπό τε θηλυκῶν ὠρελείας καὶ συστάσεις καινισμούς πράξεις τε καὶ ξενιτείας εὐκατορθώτους, καὶ μάλιστα ἐὰν ἀγαθοποιοὶ μαρτυρήσωσιν, ἐπὶ ξένης εὐημερίας· ἐὰν κακοποιοί, τὰ ἐναντία, πρὸς ἐπὶ τούτοις δὲ καὶ ταραχάς. — Ὡροσκόπος Ἑρμῇ πρακτικὸν καὶ ἐπικερδῆ καὶ εὐκατόρθωτον· ἐὰν δʼ ὑπὸ κακοποιῶν βλάπτεται, ἐπίδικον καὶ ἐπιζήμιον.
- 4.19.2.1
Ὁμοίως δὲ καὶ οἱ ἀστέρες τῳ ὡροσκόπῳ παραδιδόντες τὰ αὐτὰ ἀποτελοῦσι· κατὰ δὲ τὴν ἑκάστου οἰκείαν τοποθεσίαν ἢ ὡς ἐναλλὰξ καὶ ἀποτέλεσμα κριθήσεται εἴτε ἀγαθοποιὸν ἢ φσῦλον.
- 4.20.1.1
Κρόνος ἐαυτῳ ἐπιμερίσας σκυλμούς καὶ ἀπραξίας σημαίνει καὶ ἀπὸ μειζόνων ἢ πρεσβυτέρων ἔχθρας καὶ ἀτιμίας πρός τε τὰς ἐπιβολὰς ἐγκοπτικὸς γενήσεται ἢ καὶ ἐάν τι πράξῃ ἀβέβαιον ἔσται. ἐὰν δὲ καὶ ὑπὸ Ἑρμοῦ καὶ Ἄρεως θεωρηθῇ, ἕνεκα γραπτῶν συκοφαντίος ἕξει καὶ κρίσεις καὶ παλαιῶν πραγμάτων ἢ θανατικῶν ἀνασκευὰς ἢ κακουργίας δόλους τε καὶ ὡς ἀπὸ θεοῦ μῆνιν ἔχων διατελέσει ἠπιώτερος γενήσεται καὶ μετά βραδυτῆτος καί τινων ἀνυστικός. — Κρόνος Ἡλίῳ πατρὸς κίνδυνον ἢ θάνατον, ἐὰν παρῇ ἤδη ἀσθένεια αὐτῷ, καὶ μετέωρον τὸν ἐνιαυτὸν ἀποτελεῖ ἔχθρας τε καὶ ζημίας ἥ κρίσεις αἰσθητηρίων τε πόνους καὶ παθῶν ὑπομνήσεις καὶ πρὸς φίλους καὶ οἰκείους μικροψυχίας· ἐὰν δʼ ἡμέρας σχηματιζόμενος καλῶς τύχῃ, μετὰ ἐγκοπῶν καὶ ἐξοδιασμῶν ποιήσονται ἢ ἀπὸ θανάτου ὠφεληθήσονται. — Κρόνος Σελήνη μητρὸς κίνδυνον τοῖς ἔχουσιν· εἰ δὲ μή, θηλυκῶν προσώvπων· ἔχθρας τε καὶ χμωρισμοὺς βλάβας τε καὶ κακουργίας καὶ πραγμάτων ταραχάς καὶ κινήσεις ἐπισφαλεῖς καὶ σωματικὰς ἀσθενείας καὶ χρονικὰ πάθη τῶν τε ἐντὸς ὀχλήσεις καὶ νεύρων αἰσθήσεις ἐκλύσεις τε καὶ σκοτισμούς καὶ πάθη ἀπροσδόκητα. — Κρόνος Ἄρει κάκιστον καὶ ἐπικίνδυνον ἔτος δηλοῖ· ἀσθενείας γὰρ καὶ ἐπιβουλὰς καὶ ὀχλήσεις ἀποτελεῖ καὶ κινδύνους ἰδίων τε θανάτους καὶ ὑπὲρ ἰδίων ταραχάς ἢ κρίσεις ὑπομένοντας φίλων ἀχαριστίας οἰκείων ἀκαταστασίας ἀπολογίας τε καὶ πρὸς μείζονας φόβους καὶ ἔχθρας πατρός τε θάνατον τοῖς ἔχουσιν ἢ πρεσβυτέρων προσώπων ξενιτείας τε ἐπισφαλεῖς ἢ ἀπράκτους. ἐὰν δέ πως κακῶς πέσωσι, καὶ ναυάγια καὶ καθαιρέσεις πάθη τε καὶ σίνη ἀποτελοῦσιν· ἐὰν δὲ χρηματιστικοῖς ζῳδίοις καλῶς σχηματισθῶσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθῶσιν, αἱ πλείους αἰτίαι διασκεδασθήσονται. — Κρόνος Διὶ καλὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ· κληρονομίας γὰρ ἢ καταλείψεις λαμβάνουσι καὶ ἀπὸ πρεσβυτέρων ἢ νεκρικῶν ὠφελοῦνται καὶ θεμελίων ἢ κτημάτων κυριεύρουσιν. οἱ δὲ καὶ ὑγρῶν περικτῶνται ἢ ναυκληροῦσιν ἢ ἀγοραθμοὺς πλοίων ποιοῦνται ἀνοικοδομοῦσί τε ἢ καταφέρουσι παλαιῶν τε πραγμάτων κατορθώσεις ποιούμενοι συγκοσμοῦνται τῳ βίῳ. ἐὰν δέ πως τοῦ Ἄρεως ἢ ὁ τοῦ Ἑρμοῦ συνεπιμαρτιρήσῃ, κρίσεις ἢ ἀντιδικίας ὑπομένοντες ἀκαίρους ἐξοδιασμούς ποιήσονται. — Κρόνος Ἀφροδίτῃ χυρισμοὺς γυναικῶν ἢ ἀπὸ θηλυκῶν ἀδικουμένους· τινὲς δὲ καὶ θανάτους θεωροῦσι ἀστατοῦσί τε περὶ τὰς συμβιώσεις καὶ τὰς ἐπιπλοκάς. οἱ δὲ καὶ ἐπιβουλεύονται ἢ φαρμάκων πεῖραν λαμβάνουσιν καὶ τῶν ἐντὸς ὀχλήσεις ὑπομένουσιν ἀσθενείαις τε καὶ ψυγμοῖς καὶ ῥευμάτων ἐπιφοραῖς περιπίπτουσι καὶ ἐναντιώμασι καὶ κρίσεις καὶ καινοποιίας πράξεων. ἐὰν δὲ γυναικὸς ἡ γένεσις εὑρεθῇ, ἐπωδύνως διάξει, καὶ μάλιστα ἐὰν κατά γαστρὸς ἔχη· καὶ τοῖς κατʼ ἄνδρα φίλοις ἀκαταστατήσει. — Κρόνος Ἑρμῇ παλαιῶν πραγμάτων ἢ μυστικῶν ἀμρισβητήσεις ἀργυρικῶν τε ἢ ψηρικῶν δόσεών τε καὶ λήψεων ἔν τε τοῖς διαπρασσομένοις ἐγκοπὰς καὶ ζημίας προδοσίας τε καὶ ἔχθρας· θεωροῦσι δὲ καὶ ιδίων θανάτους καὶ πολυίστορες καὶ περίεργοι γίνονται τούτοις τοῖς χρόνοις ἐγγύαις τε καὶ δάνεσι περιπίπτουσι καὶ διὰ γραπτὰ ἐπιταράσσονται κατὰ τὴν τοῦ θέματος σχηματογραίαν αὐτῶν οἰκείαν ἢ ἀλλοτρίαν· τετράγωνοι γὰρ ἢ ὁιάμετροι κάκιστοι τυγχάνουσι καὶ καθαιρετικοί· ἐπάγουσι γὰρ καὶ διὰ νεκρικάς ἀφορμὰς φόθους καὶ ταραχάς.
- 4.21.1.1
Ζεὺς έαυτῷ ἐπιμερίσας ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον ἀποτελεῖ καὶ ὠφελείας ἀπὸ φίλων καὶ δωρεὰς καὶ πραγμάτων κατορθώσεις πίστεις τε καὶ οἰκονομίας καὶ συστάσεις μειζόνων καὶ τέκνων σποράς· ἐὰν δέ πως ὑπὸ Ἄρεως θεωρηθῇ, ἀνμωμαλίας καὶ ἀκαίρους ἐξοδιασμούς προδηλοῖ, — Ζεὐς Ἡλίῳ ἐπιμερίσας λαμπρὸν καὶ περιποιητικὸν τὸν χρόνον δηλοῖ πρὸς τὰ ὑπερέχοντα πρόσωπα καὶ ὀχλικὰς εὐημερίας ἐπάγει ἀρχάς τε καὶ προκοπάς, καὶ τιμῶν καὶ στεμμάτων καταξιοῖ ἡγεμονίας τε καὶ στραταρχίας καὶ ἐξουσιαστιικῆς τύχης πρόδηλος κατὰ τὴν τοῦ θέματος τάξιν καὶ τοποθεσίαν. τοῖς δὲ μετρίοις πράξεις καὶ κακῶν ἀπαλλαγὴν καὶ ἐλευθερίαν συστάσεις ἐπωφελεῖς μεταβολὰς καὶ ιλίας συμπαθεῖς τεκνοποιίας ἐπικτήσεις σωμάτων, καὶ μάλιστα ἡμερινὸς καλῶς σχηματιζόμενος. —Ζεὺς Κρόνῳ μετεώρους κινήσεις καὶ ἐξοδιασμούς ποιεῖ καὶ οἰκείων ἀπειθείας, τινῶν δὲ καὶ θανάτους καὶ τόπων καὶ πραγμάτων μεταβολάς καὶ κοινωνίας ἀβεβαίους καὶ φίλων ἔχθρας καὶ τοῖς διαπρασσομένοις δυσεπιτεύκτως μετὰ ύπερθέσεως κατορθοῦντας καὶ ἐντεύξεις ποιουμένους καὶ αἰτήσεις καὶ ὀχλήσει γινομένους. — Ζεὐς Ἄρει, βλαβερὸς καὶ ἐπιτάραχος ὁ ἐνιαυτὸς καὶ πρὸς ὑπερέχοντας ἔχθρας καὶ διαβολάς καταγνώσεις τε καὶ προδοσίας ἐπέχων ἐπικινδύνους τε ξενιτείας καὶ νόσους ἐπισραλεῖς ἰδίων τε κλιμακτῆρας ἢ θανάτους ἀνωμαλίας τε βίου καὶ ἐξοδιασμούς. ἐὰν δὲ δημοσία ἢ στρατιωτικὴ ἡ γένεσις εὑρεθῇ καὶ σχῆμα καλῶς τύχῃ, συστάσεις καὶ προκοπὰς μετὰ ἐξοδιασμῶν ἀποτελεῖ δωρεάς τε καὶ ὑποσχέσεις, ἐπιφόβως δὲ ἢ ὑπόπτως διάγοντας. — Ζεὺς Ἀφροδίτη ὠφέλιμος καὶ περικτητικὸς ἐπαροδισίας ἐπάγων συστάσεις τε καὶ δωρεάς καὶ ἀπὸ γυναικῶν ἢ διὰ γυναικῶν ὠφελουμένους συνηθείαις τε καὶ ἐπιπλοκαῖς καὶ φιλίαις περιτρεπομένους ἀγάμοις τε γάμον γεγαμηκόσι τε σπορὰν ἦ τέκνωσιν. ἐπὶ δὲ τῶν ἐνδόξων γενέσεων στεμματοφορίας καὶ τάξεως ἐπισήμους ἀρχάς τε πολιτικὰς καὶ δωρεάς εἰς ὄχλους καὶ προκοπάς μείζονας καὶ προστασίας ἀποτελεῖ καὶ σωμάτων καὶ κόσμου ἐπικτήσεις. — Ζεὺς Ἑρμῇ πρακτικὸς ἐπικερδὴς ἐκπλοκὰς πραγμάτων καὶ τοῖς διὰ λόγων ἢ ψήφμων ἥ γραπτῶν ἐπωφελὴς καθέστηκε κοινωνίας τε καὶ φιλίας μειζόνων ἐπάγει καὶ δωρεὰς ῇ καταγραφάς καὶ ἐκ παραθηκῶν ἢ εὑρεμάτων ὠφελουμένους· ὅθεν καὶ σωμάτων ἀγοραθμοὺς ποιοῦνται καὶ φιλόκαλοι καθίστανται. τινὲς δὲ καὶ προβιβάζονται, καὶ μάλιστα ἐὰν καλῶς τύχωσι κείμενοι· καθολικῶς δὲ ἐν ὄχλοις διαβάλλονται καὶ ἐπιταράσσονται ἢ περιβοησίας ὑπομένουσι, μάλιστα κακῶς σχηματισθέντες ἢ ὑπὸ κακοποιῶa διαμετρούμενοι ἢ συνόντες ἢ τετραγμενιζόμενοι ἀγῶνα οὐ τὸν τυχόντα ὑπομένουσι καὶ ἐπιφόβως διάγουσιν. — Ζεύς Σελήνη εὐκατόρθωτον καὶ περιυμτητικὸν τὸν χρόνον δηλοῖ ἀπό τε θηλυκῶν καὶ μειζόνων προσώπων συστάσεις καὶ ὦφελείας δόξας τε καὶ ἀρχἀς καὶ προστασίας καὶ ἀπαλλαγὴν κινδύνων καὶ περίκτησιν κόσμου σωμάτων, σποράς τε ἥ τεκνώσεις καὶ ἐπιπλοκὰς θηλυκῶν δωρεάς τε καὶ καταγραφάς καὶ μητρὸς εὐεργεσίαν τοῖς ἔχουσιν. ἐὰν δὲ καλῶς σχῆμα τύχῃ, καὶ παραθηκῶν κυριεύσουσιν ῇ θησαυρῶν εὑρετὰς ἀποτελεῖ εύχρημάτους καὶ θεῷ εὐχαριστοῦντας κακώσεως τε ἢ σαδουλείας ἀπαλλακτικούς.
- 4.22.1.1
Ἄρης ἐαυτῳ ἐπιμερίζμων ἡμερινὸς ἀηδὴς καὶ ἐπιτάραχος γενήσεται· ἐπάγει γὰρ ἔχθρας καὶ βλάβας καὶ δημοσίων πραγμάτων ἐπηρείας ἥ εἰς δημόσια ἀναλίσκονταςʼ τινὲς μὲν οὖν καὶ ἀπὸ στρατηγιακῶν ῇ ἐξουσιαστικῶν προσώπων ἐπηρεάζονται ῇ συνέχονται. νυκτὸς δὲ οὐ κακός, ἀλλὰ κατορθωτικὸς καὶ ἐπωφελὴς καὶ μάλιστα εὶ τοῖς χρηματίζουσι ζῳδίοις καθίσταται, καὶ μάλιστα τοῖς τὰς Ἀρεῖκὰς πράξεις μετερχομένοις ἢ δημοσίας καὶ στρατιωτικάς.
- 4.22.2.1
Ἄρης ἁλίῳ παραδιδούς πατρὸς κίνδυνον τοῖς ἔχουσιν· εἰ δὲ μή γε, ὁμοίου πατρός, ἔχθρας τε μειζόνων καὶ φίλων χαωριθμούς ἀποτελεῖ νόσους τε ἐπισραλεῖς καὶ αἰσθητηρίων πόνους καὶ ἀπὸ πυρὸς ἢ ὕψους ἥ τετραπόδων κίνδυνον αἰμαγμούς τε καὶ τομάς καὶ καταπτώσεις φθόνους τε καὶ ἀμρισβητήσεις ἐπάγει καὶ ξενιτείας ἐπιφόβους. ἐὰν δέ πως ἐπὶ χρηματιζόντων ζῳδίων τύχωσιν ἢ ὑπὸ ἀγαθεποιῶν μαρτυρηθῶσι, πράξεις καὶ ὠφελείας καὶ δόξας ἐπάγει καὶ ὑπερεχόντων συστάσεις μετὰ φόβων τε καὶ ταραχῶν καὶ ἐπιβουλῶν καὶ περὶ τὰς πράξεις ἐπιρθόνους καὶ ἐγκοπτικούς.
- 4.22.3.1
Ἄρης Σελήνη σφαλερὸς καὶ ἐπικίνδυνος ἀκαταστασίας καὶ συνοχὰς καὶ δίκας καὶ φόβους ἐπέχων καὶ ξενιτείας ἐπισφαλεῖς ἢ ἀπὸ ξένων ἐπιθέσεις καὶ ἐπηρείας μητρός τε κίνδυνον ἢ θηλυκῶν προσώπων μάχας τε καὶ χωρισμοὺς καὶ πρὸς ὄχλον ἢ πόλιν ἐπιτάραχος, ἐπάγει δὲ καὶ ἀσθενείας καὶ αἱμαγμοὺς ἢ πτώσεις παθῶν τε ὑπομνήσεις ἢ ἀπὸ πυρὸς κίνδυνον καὶ ναυάγια. μάλιστα δὲ ἐὰν ἡμερινὴ ἦ ἡ γένεσις καὶ αὐξιφωτοῦσα ἡ Σελήνη τύχη καὶ κακῶς πέσωσιν, ἔτι χεῖρον τὰ πρσγεγραμμένα ἀποβήσεται, ἔτι ὁὲ καὶ ἐπισκιασμούς τραύματα συνθραύσεις μελῶν ὀφΦαλμῶν πόνους καὶ σίνη. ἐὰν δὲ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι τύχωσιν χημαιστικοῖς τόποις, ἐπιφόβους πράξεις καὶ προκοπάς ἀποτελοῦσιν ἐπὶ δὴ θηλυκῶν κινδύνους σωματικοὺς αἱμαγμούς τε καὶ φθοράς ἦ ἐμβρυοτομίας φυσικῶν τε τόπων πόνους ἐπάγει.
- 4.22.4.1
Ἄρης Κρόνῳ κάκιστον καὶ ταραχῶδες τὸ ἔτος δηλοῖ· γίνονται γὰρ ἐν δίκαις καὶ ἐπηρείαις ζημίαις τε καὶ ἀθετήσεσι καὶ ἰδίων κινδύνους ἢ θανάτους καὶ φθορὰς ὁρῶσι βιαίοις τε πράγμασι καὶ ἐπιταράχοις περιπίπτουσι ξενιτείαις τε ἐπιβλαβέσι καὶ ἐπιλύποις ἥ λῃστηρίων ἐπιδρομαῖς ἀσθενείαις τε καὶ αἰφνιδίοις κινδύνοις, ἐχθρῶν ἐπαναστάσεις καὶ ἀπὸ δουλικῶν ἀδικίας ἢ λύπας, ἐγγύς τε συνοχῆς καὶ φόβων ἢ ἀπολογιῶν γενόμενοι ἀνιαρῶς διατεθήσονται, ἐκτὸς εἰ μή πως οἰκείοις ζῳδίοις τυχόντες ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθέντες ἀκροθιγεῖς τὰς αἰτίας ἀναδέξονται.
- 4.22.5.1
Ἄρης Διὶ καλὸν καὶ πρακτικὸν τὸ ἔτος δηλοῖ, ἐπάγων κατορθώσεις ἢ μειζόνων ὠφελείας καὶ συστάσεις καὶ ἐλπίδας ἀγαθὰς καὶ τῶν προσδοκωμένων συντέλειαν καὶ ἂν λόγον ἔχῃ στρατείας, στρατευθήσεται ὁ τοιοῦτος ἢ προκόψει. οἱ δὲ μείζονι τύχῃ ὄντες ἐν ἡγεμονίαις καὶ δόξαις ἐπίσημοι γενήσονται καὶ τόπων μεταβολὰς ἐπʼ ἀγαθῷ ποιήσονται καὶ συγκοσμηθήσονται τῇ περὶ αὐτούς ὑποστάσει, πρότερον ἀνωμαλίαις καὶ ἐξοδιασμοῖς γενόμενοι. ἐὰν δὲ διάμετρος τύχῃ, ἐναντιωμάτων καὶ ζημίας δηλωτικός.
- 4.22.6.1
Ἄρης Ἀφροδίτη ἔχθρας καὶ χωρισμοὺς θηλυκῶν προσώπων καὶ ἀκαταστασίας οἰκείων καὶ μητρὸς θάνατον τοῖς ἔχουσιν εἴτ’ οὖν θηλυκῶν, συνηθείας τε καὶ μοιχείας ἀπαραμόνους τε φιλίας δειγματισμούς τε. ἐὰν δὲ καὶ συμπάθειάν τινα ἔχμωσι, ψύξεις ὑπομενοῦσι καὶ περὶ τὰς πράξεις ἀστάτως ἐνεχθήσονται, αἱ δὲ γυναίκες ἐν αἱμαγμοῖς ἢ ἐκτρώσεσι γινόμενοι ἐπικινδύνως διάγουσιν.
- 4.22.7.1
Ἄρης Ἑρμῇ παραδιδούς ἐπιτάραχον τὸ ἔτος δηλοῖ· κινδύνους γὰρ καὶ ζημίας ἐπέχων χάριν γραπτῶν καὶ ἀργυρικῶν ἢ ψηφικῶν ἀμφισβητήσεις μυστικῶν τε κακουργίας ἐγγύας τε καὶ χρεμστίας ἐπιθέσεις τε καὶ ἀπολογίας· καὶ ἐὰν εἰς δίσωμα ζῴδια τύχωσι, καὶ αὐτοὶ τὰ ὅμοια ἑτέροις ἐνδείξονται ἢ ῥᾳδιουργήσουσι. καὶ ἐάν μὲν τρεῖς ἀφέσεις σώζωνται, τῶν προειρημένων περιγενήσονται· ἐὰν δὲ κἀκεῖναι κακῶς τύχωσιν, ἐν τοῖς διαπρασσομένοις ἀστατήσουσι, καὶ ἐὰν δίκην σχῶσιν, ἡττηθήσονται ἢ καὶ μείωσιν πλείστην ὑπομείναντες αἰτίαις οὐ ταῖς τυχούθαις περιτραπήσονται.
- 4.23.1.1
Ἀφροδίτη ἑαυτῇ ἐπιμερίζουσα καλῶς κειμένη ἐπάγει φιλίας καὶ συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν συμπαθείας καὶ δωρεάς καὶ συνηθείας ἐπιτερπεῖς καὶ γάμους καὶ οἰκείων εὐνοίας καὶ ἡδονὰς καὶ ὠφελείας. ἐὰν δὲ μετὰ Κρόνου εὑρεθῇ ἢ ὑπὸ τούτων θεωρηθῇ ἢ καὶ ἀχρηματίστοις ζῳδίοις τύχῃ, ψόγους καὶ δειγματισμοὺς καὶ μοιχείας ἐπάγει ζημίας τε καὶ ἀθετήσεις καὶ δόλους γυναικῶν κρίσεις τε καὶ ἀκαταστασίας· ὁμοίως δὲ καὶ ταῖς γυναιξὶν ἀνδρῶν.
- 4.23.2.1
Ἀφροδίτη Ἡλίῳ δοξαστικὸν καὶ περιποιητικὸν ἀποτελεῖ τὸν χρόνον πρός τε ἀρρενικὰ καὶ θηλυκὰ πρόσωπα συστατικὸν καὶ ὠφέλιμον συνηθείας τε καὶ γάμους καὶ τεκνώσεις ἀγορασμούς τε καὶ δωρεάς κόσμου καὶ σώματος, καὶ πατρὸς τοῖς ἔχουσι δόξαν ἢ καὶ συμπάθειαν ἀπὸ τοιούτων καὶ ὠφελείας, μάλιστα δʼ ἂν καὶ καλῶς σχηματιζόμενοι τύχωσι. τοῖς δὲ ἐν ὑπεροχῇ στεμματηφορίας καὶ ἀρχιερμωσύνας καὶ προκοπάς καὶ ἀρχάς ἐπάγει καὶ εἰς ὄχλους δωρεὰς χρῃματισμοὺς καὶ μυστικῶν πρσγμάτων ἢ θείων συνίστορας καὶ ἐπαφροδισίας καὶ εὐφροσύνας ἀποτελεῖ.
- 4.23.3.1
Ἀφροδίτη Σελήνη καλῶς κειμένη καὶ ἐπὶ ἐπικαίρων τόπων σχηματιζομένη περικτητικὸν καὶ ὠφέλιμον τὸν χρόνον δηλοῖ καὶ τῇ περὶ τὸν βίον συγκοσμεῖ φαντασίᾳ καὶ δόξας ἐπισήμους παρέχει, πλὴν μετὰ ζηλοτυπίας καὶ φιλονεικίας καὶ στάσεως καί τινων λαθραίων φθόνων· τὰς δὲ περικτήσεις καὶ τὰς ὠφελείας ἀτελέστους ἡ ἀπὸ μέρους εἴωθεν ἐπάγειν. κακῶς δὲ σχηματισθεῖσα ἀδικίας καὶ ἔχθρας ἀπό τε ἀρρενικῶν καὶ θηλυκῶν προσώπων ποιεῖ μετεωρισμούς τε καὶ ἀκαταστασίας πρὸς τὰ συγγενικὰ καὶ ιλικὰ πρόσωπα· ἀντίζηλος γὰρ καὶ φιλόνεικος ἡ παράδοσις αὐτῶν ὑπάρχει καθόλου.
- 4.23.4.1
Ἀφροδῖτη Κρόνῳ μετέωρον καὶ βλαβερὸν τὸν χρόνον δηλοῖ θηλυκῶν τε χωρισμοὺς μάχας ὕβρεις δειγματισμοὺς ἀδικίας ἐπάγει καὶ μητρὸς ἢ θηλυκῶν ἔχθρας τε συγγενικῶν ἢ ἀτιμίας καὶ πρὸς πρεσβύτερα πρόσωπα ἢ κοινωνικὰ ἀμφιλογίας ψόγοις τε ἢ πάθεσιν ἐπαίσχροις περιβάλλει καὶ φιλίαις καὶ συνηθείαις ἀβεβαίοις. δικάζονται δὲ πρὸς γυναῖκας καὶ ἀντικαταστάσεις ὑπομένουσι τόπων τε ἢ πραγμάτων ψύξεις ποιοῦνται ἀσθενείαις τε περιπίπτουσι καὶ κρυπτῶν ἢ αἰσθητηρίμων πόνοις ἐπιβουλαῖς τε καὶ φαρμάκοις ἐπηρεάζονται καὶ χρονικοῖς πάθεσι, μάλιστα Ἄρεως Ἑρμοῦ συνεπιμαρτυρούντων.
← Previous · Next → — showing 301–400 of 670
First Thousand Years of Greek. CTS URN tlg1764.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.