Ancient Texts

← Library

Anthologiarum libri ix

First Thousand Years of Greek · First Thousand Years of Greek · 670 sections

  1. 1.1.1.1

    Ὁ μὲν οὖν παντεπόπτης Ἥλιος, πυρώδης ὑπάρχμν καὶ φῶς νοερόν, ψυχικῆς αἰσθήσεως ὄργανον, σημαίνει μὲν ἐπὶ γενέσεως βασιλείαν, ἡγεμονίαν, νοῦν, φρόνησιν, μορφήν, κίνησιν, ὕψος τύχης, θεῶν χρηματισμόν, κρίσιν, δημοσίωσιν, πρᾶξιν, προστασίαν ὀχλικήν, πατέρα, δεσπότην, φιλίαν, ἔνδοξα πρόσωπα, τιμὰς εἰκόνων ἀνδριάντων στεμμάτων, ἀρχιερατείας πατρίδος, τόπων τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει κεφαλῆς αἰσθητηρίων, ὀφθαλμοῦ δεξιοῦ, πλευρῶν καρδίας, πνευματικῆς ἤτοι αἰσθητικῆς κινήσεως, νεύρων· οὐσίας δὲ χρυσοῦ, καρπῶν δὲ σίτου καὶ κριθῶν· ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ κάτοινος, τῇ δὲ γεύσει δριμύς.

  2. 1.1.2.1

    Ἡ δὲ Σελήνη γενομένη μὲν ἐκ τῆς ἀντανακλάσεως τοῦ ἡλιακοῦ φωτὸς καὶ νόθον φῶς κεκτημένη σημαίνει μὲν κατὰ γένεσιν ἀνθρώποις ζωήν, σῶμα, μητέρα, σύλληψιν, μορφήν πρόσωπον, θέαν, συμβίωσιν ἤτοι γάμον νομικόν, τροφόν, ἀδελφὸν μείζονα, οἰκουρίαν, βασίλισσαν, δέσποιναν, χρήματα, τύχην, πόλιν, ὄχλων συστροφήν, λήμματα, ἀναλώματα, οἰκίαν, πλοῖα, ξενιτείας, πλάνας· οὐ γὰρ εὐθείας παρέχει διὰ τὸν Καρκίνον. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει ὀφθαλμοῦ ἀριστεροῦ, στομάχου, μαζῶν, φύσης, σπληνῶν, μηνίγγων, μυελοῦ, ἔνθεν καὶ ὑδρωπικοὺς ἀποτελεῖ· οὐσίας δὲ ἀσήμου καὶ ὑέλου. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ πράσινος, τῇ δὲ γεύσει ἁλμυρά.

  3. 1.1.3.1

    Ὁ δὲ τοῦ Κρόνου ποιεῖ μὲν τούς ὐπʼ αὐτὸν γεννωμένους μικρολόγους, βασκάνους, πολυμερίμνους, ἑαυτοὺς καταρρίπτοντας, μονοτρόπους, τυφώδεις, ἀποκρύπτοντας τὴν δολιότητα, αὐστηρούς, κατανενευκότας, ὑποκρινομένην τὴν ὁρασιν ἔχοντας, αὐχμηρούς, μελανοείμονας, προσαιτητικούς, καταστύγνους, κακοπαθεῖς, πλαστικούς, πάρυγρα πράσσοντας. ποιεῖ δὲ καὶ ταπεινότητας, νωχελίας, ἀπραξίας, ἐγκοπάς τῶν πρασσομένων, πολυχρονίους δίκας, ἀνασκευὰς πραγμάτων, κρυβάς, συνοχάς, δεσμά, πένθη, καταιτιασμούς, δάκρυα, ὀρφανίας, αἰχμαλωσίας, ἐκθέσεις· γεηπόνους δὲ καὶ γεωργοὺς ποιεῖ διὰ τῆς γῆς αὐτὸν κυριεύειν, μισθωτάς τε κτημάτων καὶ τελώνας καὶ βιαίους πράξεις ἀποτελεῖ, δόξας περιποιεῖ μεγάλας καὶ τάξεις ἐπισήμους καὶ ἐπιτροπείας καὶ ἀλλοτρίων διοικητάς καὶ ἀλλοτρίων τέκνων πατέρας. οὐσίας δὲ κυριεύει μολύβδου, ξύλων καὶ λίθων· τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει σκελῶν, γονάτων νεύρων, ἰχώρων, φλέγματος, κύστεως, νεφρῶν καὶ τῶν ἐντὸς ἀποκρύφων. σινῶν δὲ δηλωτικὸς ὅσα συνίσταται ἐκ ψύξεως καὶ ὑγρότητος, οἷον ὑδρωπικῶν, νεύρων ἀλγηδόνων, ποδάγρας, βηχός, δυσεντερίας, κηλῶν, σπασμῶν, παθῶν δὲ δαιμονισμοῦ, κιναιδίας, ἀκαθαρσίας. ποιεῖ δὲ καὶ ἀγάμους καὶ χηρείας, ὀρφανίας, ἀτεκνίας. τοὺς δὲ θανάτους ἀποτελεῖ βιαίους ὕδατι ἢ διʼ ἀγχόνης ἢ δεσμῶν ἢ δυσεντερίας. ποιεῖ δὲ καὶ πτώσεις ἐπὶ στόμα. ἐστὶ δὲ Νεμέσεως ἀστὴρ καὶ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ καστορίζων, τῇ δὲ γεύσει στυφός.

  4. 1.1.4.1

    Ὁ δὲ τοῦ Διὸς σημαίνει τέκνωσιν, γονήν, ἐπιθυμίαν, ἔρωτας, συστάσεις, γνώσεις, φιλίας μεγάλων ἀνδρῶν, εὐπορίας, ὀψώνια, δωρεὰς μεγάλας, καρπῶν εὐφορίας, δικαιοσύνην, ἀρχάς, πολιτείας, δόξας, προστασίας ἱερῶν, μεσιτείας κρίσεων, πίστεις, κληρονομίας, ἀδελφότητα, κοινωνίαν, εἰσποίησιν, ἀγαθῶν βεβαίωσιν, κακῶν ἀπαλλαγήν, δεσμῶν λύσιν, ἐλευθερίαν, παρακαταθήκην, χρήματα, οἰκονομίας. τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει τῶν μὲν ἐκτὸς μηρῶν, ποδῶν, ὅθεν καὶ δρόμον ἐν ταῖς ἀθλήσεσι παρέχεται, τῶν δὲ ἐντὸς σπορᾶς, μήτρας, ἥπατος, δεξιῶν μερῶν. οὐσίας δὲ κυριεύει κασσιτέρου. ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ φαιὸς καὶ μᾶλλον λευκός, τῇ δὲ γεύσει γλυκύς.

  5. 1.1.5.1

    Ὁ δὲ τοῦ Ἄρεος σημαίνει βίας, πολέμους, ἁρπαγάς, κραυγάς, ὕβρεις, μοιχείας, ἀφαιρέσεις ὑπαρχόντων, ἐκπτώσεις, φυγαδείας, γονέων ἀπαλλοτριώσεις, αἰχμαλωσίας, φθοράς γυναικῶν, ἐμβρυοτομίας, συνηθείας, γάμους, ἀγαθῶν ἀφαιρέσεις, ψεύσματα, κενὰς ἐλπίδας, βιαίους κλοπάς, λῃστείας, συλήσεις, διακοπὰς φίλων, ὀργήν, μάχην, λοιδορίαν, ἔχθρας, δίκας· ἐπάγει δὲ καὶ φδνους βιαίους καὶ τομὰς καὶ αἱμαγμούς, πυρετῶν ἐπιφοράς, ἑλκώσεις, ἐξανθήματα, ἐμπρησμούς, δεσμά, βασάνους, ἀρρενότητα, ἐπιορκίαν, πλάνην, πρεσβείας ἐπὶ κακοῖς, καὶ διὰ πυρὸς ἢ διὰ σιδήρου πράσσοντας, χειροτέχνας, σκληρουργούς. ποιεῖ δὲ καὶ ἀρχὰς στρατείας καὶ πολεμάρχας, ὁπλιστάς, ἡγεμονείας, κυνηγεσίας, θήρας, πτώσεις ἀπὸ ὕψους ἢ τετραπόδων, ἐπισκιασμούς, ἀποπληξίας. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει κεφαλῆς, ἕδρας, μορίου, τῶν δὲ ἐντὸς αἵματος, σπερματικῶν πόρων, χολῆς, σκυβάλων ἐκκρίσεως, ὀπισθίων μερῶν, ἀναποδισμοῦ, ὑπτιασμοῦ. ἔχει δὲ καὶ σκληρὸν καὶ ἀπότομον. οὐσίας δὲ κυριεύει σιδήρου καὶ κόσμου ἱματίων διὰ τὸν Κριὸν καὶ οἴνου καὶ ὀσπρίων. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ ἐρυθρός, τῇ δὲ γεύσει πικρός.

  6. 1.1.6.1

    Ἡ δὲ Ἀφροδίτη ἐστὶ μὲν ἐπιθυμία καὶ ἔρως, σημαίνει δὲ μητέρα καὶ τροφόν· ποιεῖ δὲ ἱερωσύνας, γυμνασιαρχίας, χρυσοφορίας, στεμματοφορίας, εὐφροσύνας, φιλίας, ὁμιλίας, ἐπικτήσεις ὑπαρχόντων, ἀγορασμούς κόσμου, συναλλαγάς ἐπὶ ἀγαθόν, γάμους, τέχνας καθαρίους, εὐφωνίας, μουσουργίας, ἡδυμελείας, εὐμορφίας, ζωγραφίας, χρωμάτων κράσεις καὶ ποικιλτικήν, πορφυροβαφίαν καὶ μυρεψικήν, τούς τε τούτων προπάτορας ἢ καὶ κυρίους, τέχνας ἢ ἐμπορικὰς ἐργασίας σμαράγδου τε καὶ λιθείας, ἐλεφαντουργίας· οὓς δὲ χρυσονήτας, χρυσοκοσμήτας, κουρεῖς, φιλοκαθαρίους καὶ φιλοπαιγνίους αὐτοὺς ἀποτελεῖ περὶ τὰ τῶν ζῳδίων αὐτῆς ὄρια καὶ τὰς μοίρας. δίδωσι δὲ καὶ ἀγορανομίας, μέτρα, σταθμούς, ἐμπορίας, ἐργαστήρια, δόσεις, λήψεις, γέλωτα, ἱλαρίαν, κόσμον, θήρας ὑγρῶν. δίδωσι δὲ καὶ ἐκ βασιλικῶν γυναικῶν ἢ οἰκείων ὠφελίας καὶ δόξας περιποιεῖ περιττάς, συνεργήσασα ἀπὸ τοιούτων πραγμάτων. τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει τραχήλου, προσώπου, χειλέων, ὀσφρήσεως καὶ τῶν ἐμπροσθίων μερῶν ἀπὸ ποδὸς ἕως κεφαλῆς συνουσίας μορίων, τῶν δὲ ἐντὸς πνεύμονος. ἐστὶ δὲ καὶ ἑτέρας τροφῆς δεκτικὴ καὶ ἡδονῆς. οὐσίας δὲ κυριεύει λίθων πολυτίμων καὶ ποικίλου καὶ κόσμου, καρπῶν δὲ ἐλαίας. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ λευνή τῇ δὲ γεύσει ἐλλιπωτάτη.

  7. 1.1.7.1

    Ὁ δὲ τοῦ Ἑρμοῦ σημαίνει παιδείαν, γράμματα, ἔλεγχον. λόγον, ἀδελφότητα, ἑρμηνείαν, κηρυκείαν, ἀριθμόν, ψῆφον γεωμετρίαν, ἐμπορίαν, νεότητα, παίγνια, κλοπήν, κοινότητα, ἀγγελίαν, ὑπηρεσίαν, κέρδος, εὑρέματα, ἀκολουθίαν ἄθλησιν, πάλην, φωνασκίαν, σφραγίζεσθαι, ἐπιστέλλειν, ἱστάναι, κρέμασθαι, δοκιμάζειν, ἀκούειν, ποικιλεύεσθαι. ἐστὶ δὲ δοτὴρ καὶ διανοίας καὶ φρονήσεως, κύριος ἀδελφῶν καὶ τέκνων νεωτέρων καὶ πάσης ἀγοραίου καὶ τραπεζιτικῆς τέχνης ποιητής· κυρίως δὲ ποιεῖ ἱεροτεύκτας, πλάστας, ἀγαλματογλύφους, ἰατρούς, γραμματικούς, νομικούς, ῥήτορας, φιλοσόφους, ἀρχιτέκτονας, μουσικούς, μάντεις. θύτας, ὀρνεοσκόπους, ὀνειροκρίτας, πλοκεῖς, ὐφάντας, μεθοδικοὺς καὶ τοὺς ἐπὶ πολεμικῶν στρατηγικῶν ἔργων προεστῶτας καὶ ἐπιχειροῦντας τὰ παράδοξα καὶ μεθοδικὰ διὰ ψήρῶν ἢ παραλογισμῶν, ἰσχυροπαίκτας ἢ μιμῳδούς, ἀπὸ ἐπιδείξεως τὸν βίον ποριζομένους, ἔτι δὲ πλάνης καὶ ἀλητείας καὶ ἀκαταστασίας. οὓς δὲ τῶν οὐρανίων ἴδριας ἢ καὶ ἐρευνητὰς γινομένους, διὰ τέρψεως καὶ εὐθυμίας θαυμαστὸν ἔργον ἐνδοξοκοποῦντας τῆς ὠφελείας χάριν. οὗτος γὰρ ὁ ἀστὴρ πολλῆς μεθόδου δύναμιν ἔχων κατὰ τὰς τῶν ζῳδίων ἐναλλαγάς ἢ καὶ τὰς τῶν ἀστέρων συμπλοκὰς ἑτεροσχήμονας παρέχει πράξεις, οἷς μὲν εἴδησιν, οἷς δὲ προπωλήν, τισὶ δὲ ὑπηρεσίαν, τοῖς δʼ αὖ ἐμπορίαν ἢ διδασκαλίαν περιποιῶν, τισὶ δὲ καὶ γεωργίας ἢ νεωκορίας ἢ δημοσίας ἀρχάς, οἷς δʼ αὖ αὐθέντησιν ἢ προμίσθωσιν ἢ ἐργολαβίαν ἢ ἐπίδειξιν ἢ ῥυθμικὴν ἢ προεστάναι λειτουργίας ἢ καὶ δορυφορίας ἢ λινοστολίας θεῶν ἢ δυναστῶν τῦφον περιτιθείς. πάντας ἀνωμάλους ταῖς τύχαις καὶ πολυπερισπάστους πρὸς τὰ τέλη ποιήσει, πλέον δὲ τοὺς ἐπὶ κακοποιῶν ζῳδίων ἢ μοίρας αὐτῶν ἔχοντας τὸν ἀστέρα τοῦτον περιτρέπεσθαι πρὸς χεῖρον ἔτι ποιήσει. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει χειρῶν, ὤμων, δακτύλων, ἄρθρων, κοιλίας, ἀκοῆς, ἀρτηρίας, ἐντέρων, γλώσσης. οὐσίας δὲ κυριεύει χαλκοῦ καὶ νομίσματος παντός, δόσεως λήψεως· κοινὸς γὰρ ὁ θεός.

  8. 1.1.8.1

    Οἱ μὲν οὖν ἀγαθοποιοὶ ἐπιτόπως καὶ καλῶς κείμενοι τὰ ἴδια ἀποτελοῦσι κατά τε τὴν ἰδίαν καὶ τὴν τοῦ ζῳδίου φύσιν, συνεπικιρναμένης τῆς ἑκάστου ἀστέρος μαρτυρίας ἢ συμπαρουσίας. παραπεπτωκότες δὲ ἐναντιωμάτων εἰσὶ δηλωτικοί· ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ χρηματίζοντες ἐπιτόπως καὶ τῆς αἱρέσεως ἀγαθῶν δοτῆρες καὶ μειζόνων τάξεων καὶ προκοπῶν δηλωτικοί, ἀχρημάτιστοι δὲ ἐκπτώσεις καὶ καταιτιασμοὺς ἀποτελοῦσι.

  9. 1.1.9.1

    Τούτων δὲ οὕτως διατεταγμένων λεκτέον καὶ περὶ τῆς τῶν ιβ΄ ζῳδίων φύσεως.

  10. 1.1.10.1

    Ἕκαστος δὲ ἀστὴρ ἰδίας ἐστὶ κύριος πρὸς τὸν κόσμον οὐσίας πρός τε συμπάθειαν καὶ ἀντιπάθειαν καὶ ἀλληλοπάθειαν ταῖς τε συγκρατικαῖς ἀλλήλων κατὰ συναφὴν καὶ ἀπόρροιαν καὶ καθυπερτέρησιν ἢ καὶ ἐμπερίσχεσιν καὶ δορυφορίαν καὶ ἀκτινοβολίαν καὶ προσφορίαν τῶν δεσποτῶν Σελήνη μὲν προνοίας, Ἥλιος δὲ αὐγῆς, ἀγνοίας δὲ καὶ ἀνάγκης Κρόνος, δόξης δὲ καὶ στεμμάτων καὶ προθυμίας Ζεὺς κύριος καθέστηκε, πράξεως δὲ καὶ μόχθου ὁ τοῦ Ἄρεως, ἔρωτος δὲ καὶ ἐπιθυμίας καὶ κάλλους ὁ τῆς Ἀφροδίτης, νόμου δὲ καὶ συνηθείας καὶ πίστεως ὁ τοῦ Ἑρμοῦ. οἵτινες ἀστέρες τῶν ἰδίων εἰσὶν ἀποτελεσμάτων.

  11. 1.2.1.1

    Κριός ἐστιν οἶκος Ἄρεως, ζῴδιον ἀρρενικόν, τροπικόν, χερσαῖον, ἡγεμονικόν, πυρῶδες, ἐλεύθερον, ἀνωφερές, ἡμίφωνον, ἀγαθόν, εὐμετάβολον, διοικικόν , δημόσιον , πολιτικόν, ὀλιγόγονον, λατρῶδες, κόσμου μεσουράνημα καὶ δόξης αἴτιον, δίχρωμον, ἐπεὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη ποιοῦσιν ἀλφοὺς λειχῆνας· ἐστὶ δὲ καὶ ἀσύνδετον, ἐκλειπικόν. ἔσονται οὖν οἱ γεννώμενοι τούτῳ κατὰ τὸν οἰκοδεσποτικὸν λόγον λαμπροί, ἐπίσημοι, ἐπιτακτικοί, δίκαιοι, μισοπόνηροι, ἐλεύθεροι, ἡγεμονικοί, θρασεῖς τῇ γνώμῃ, ἀλαζόνες, μεγαλόψυχοι, ἄστατοι, ἀνώμαλοι, ὑψαύχενες, μετέωροι, ἀπειλητικοί, ταχέως μεταβαλλόμενοι, εὔποροι· τῶν δὲ οἰκοδεσποτῶν καλῶς πεπτωκότων καὶ ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένων γίνονται βασιλικοί, ἐξουσιαστικοί, ζωῆς καὶ θανάτου παρρησίαν ἔχοντες.

  12. 1.2.2.1

    Κριός ἐστι τῇ φύσει ὑδατώδης, βροντώδης, χαλαζώδης· κατὰ μέρος δὲ τὰ πρῶτα μέχρι τοῦ ἰσημερινοῦ ὀμβρώδη, χαλαζώδη, ἀνεμώδη, φθαρτικά· τὰ δὲ μέσα μέχρι ιε΄ μοίρας εὔκρατα καὶ πολύσπορα, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικὰ μάλιστα τετραπόδων· ἔχει δὲ λαμπρούς ἀστέρας ζῴδιον ιθ΄, καὶ κατὰ τῆς ζώνης λαμπροὺς ιγ΄ λαμπροὺς δὲ κδ΄, σκιεροὺς δὲ κζ, καὶ ὑπολάμπρους κη΄, ἀμαυροὺς δὲ μη΄ συναναφέρεται δὲ αὐτῷ ἀπὸ τῶν ἀρκτῴων τὰ πρῶτα Περσέως, τὰ λειπόμενα καὶ τὰ ἀριστερὰ τοῦ Ἡνιόχου. νοτόθεν δὲ τοῦ Κήτους ἡ λοφιὰ καὶ ἡ οὐρά, βορρόθεν δὲ δύνουσιν Ἀρκτοφύλακος πόδες, νοτόθεν δὲ τοῦ Θηρίου λειπόμενον. Ἐστι δὲ Κριῷ ὑποτεταγμένα κλίματα τάδε· ἐμπρόσθια, Βαβυλωνία· κεφαλή, Ἐλυμαΐς· δεξιά, Περσίς· ἀριστερά, Συρία κοίλη καὶ οἱ συνεχεῖς τόποι· κατὰ τὴν ἐπιστροφὴν τοῦ προσώπου, Βαβυλωνία· κατὰ στῆθος Ἀρμενία· ὑπὸ τοὺς ὤμους Θρᾴκη· κατὰ τὴν κοιλίαν Καππαδοκία καὶ Σουσία καὶ Ἐρυθρὰ θάλασσα καὶ ἡ Ρυπαρά· ὀπίσθια, Αἴγυπτος καὶ ὁ Περσικὸς ὠκεανός.

  13. 1.2.3.1

    Ταῦρός ἐστι θηλυκόν, στερεόν, κείμενον τῇ ἐαρινῇ τροπῇ. ὀστῶδες, μελεοκοπούμενον, ἀνατέλλον ἐκ τῶν ὀπισθίων, δῦνον δὲ ὀρθόν· οὗτος πλεῖστον μέρος τῳ ἀφανεῖ κόσμῳ κεῖται. ἴστι δὲ εὐδιεινόν. τὰ δὲ κατὰ μέρος ἀπὸ μοίρας α΄ ἕως ε΄ τὸν περὶ τὰς Πλειάδας τόπον ἐπέχει εὐτελῆ καὶ φθαρτικόν, λοιμικόν, βροντοποιόν, σεισμώδη, κεραυνοποιόν, ἀστραπάς γεννῶντα· δὲ ἑξῆς β΄ μοῖραι πυρώδεις, ὁμιχλώδεις. τὰ δὲ δεξιὰ πρὸς τῷ Ἡνιόχῳ εὔκρατα, ψυχικά. τὰ δὲ ἀριστερὰ εὐτελῆ, κινητικά, ποτὲ δὲ καὶ ψυχοποιά, ποτὲ δὲ καυματώδη. ἡ δὲ κεφαλὴ μέχρι μοίρας κγ΄ ἐν ἀέρι εὐκράτῳ, λοιμοποιὸς δὲ καὶ φθαρτικὴ ζῴων· τὰ δὲ ἐχόμενα φθαρτικά, εὐτελῆ, λοιμώδη. ἀστέρας δὲ ἔχει κζ΄ βορρόθεν συνανατέλλοντα τὰ λειπόμενα τοῦ Ἡνιόχου, τὰ λοιπὰ νοτόθεν τοῦ Κήτους καὶ τὰ πρῶτα τοῦ Ποταμοῦ. Ἀφροδίτης, Σελήνης, Δήμητρος, ἔτι Ἄρεως, Ἑρμοῦ. βορρόθεν δύνει Ἀρκτοφύλαξ ἄχρι τῆς ζώνης καὶ αἱ κνῆμαι τοῦ Ὀφιούχου ἄχρι τῶν γονάτων, νοτόθεν δὲ συνανατέλλει ὁ Ὠρίων ξίφος ἔχων τῇ δεξιᾷ χειρὶ ἀνατετακώς, τῇ εὐωνύμῳ κατέχει λεγόμενον Κηρύκειον, ἐζωσμένος κατὰ μέσον τοῦ σώματος. ἐστὶ δὲ ζῳδιον κόσμου περιποιητικόν, γεῶδες, χωρικόν, γεωργικόν, δουλελεύθερον, κατωφερές, ὀλιγόγονον, ἡμίφωνον καὶ ἄφωνον, ἀγαθόν , ἀμετάβολον, ἐργαστικόν, ἀτελές, σημαῖνον περὶ θεμελίων, κτημάτων. κεῖται δὲ ὁ ἐκλειπτικὸς τόπος τῷ βορρᾷ κατὰ ὕψος ἀνατέλλων. οἱ δὲ γεννώμενοι ἔσονται ἀγαθοί, ἐργαστηριακοί, πονικοί, συντηρητικοί, φιλήδονοι, φιλόμουσοι, εὐμετάδοτοι, τινὲς δὲ γεηπόνοι, καταφυτεύοντες, κτίζοντες· ἐὰν δέ πως καὶ ἀγαθοποιοὶ προσνεύσωσι τῷ τόπῳ ἢ καὶ ὁ οἰκοδεσπότης καλῶς πέση, γίνονται ἀρχιερεῖς, γυμνασίαρχοι, στεμμάτων καὶ πορφύρας καταξιούμενοι εἰκόνων τε καὶ ἀνδριάντων, ἱερῶν προεστῶτες, ἐπίσημοι, λαμπροί.

  14. 1.2.4.1

    Ἐστὶ δὲ τὰ ὑποτεταγμένα κλίματα· κατὰ τὴν κεφαλὴν Μηδία καὶ οἱ συνεχεῖς τόποι· τῷ δὲ στήθει Βαβυλωνία· τὰ πρὸς τῳ Ἡνιόχῳ δεξιά, Σκυθία· ἡ Πλειάς, ἡ Κύπρος· τὰ ἀριστερά, Ἀραβία καὶ οἱ πέριξ τόποι· κατὰ τοὺς ὤμους Περσὶς καὶ τὰ Καυκάσια ὄρη, ὑπὸ κύρτωμα · ὑπὸ τὴν ὀσφὺν Αἰθιοπία· ὑπὸ μέτωπον Ἐλυμαΐς· ὑπὸ τὰ κέρατα Καρχηδονία· μέσοις μέρεσιν Ἀρμενία, Ἰνδική, Γερμανία.

  15. 1.2.5.1

    Δίδυμοί εἰσιν ἀρσενικοί, δίσωμοι, εὔφωνοι, οἶκος Ἑρμοῦ, ἀνωφερεῖς, ἀερώδεις, θηλυνόμενοι, δουλελεύθεροι, στειρώδεις, δημόσιοι· οἱ οὖν γεννώμενοι γίνονται φιλόλογοι, γράμματα καὶ παιδείαν ἀσκοῦντες, ποιητικοί, φιλόμουσοι, φώνασκοι, οἰκονομικοί, πίστεις ἀναδεχόμενοι· γίνονται δὲ καὶ ἑρμηνεῖς, ἐμπορικοί, κριτικοὶ κακῶν καὶ ἀγαθῶν, φρόνιμοι, περίεργοι, ἀποκρύφων μύσται. καὶ ὅσα ποτὲ ὁ οἰκοδεσπότης εἴωθεν ἀποτελεῖν κατὰ τὴν ἰδίαν φύσιν ἤτοι ἀγαθὰ ἢ φαῦλα ἢ ἥττονα ἢ μείζονα, ταῦτα καὶ ἓν ἕκαστον τῶν ζῳδίων ἀποτελέσει κατὰ τὴν τοῦ οἰκοδεσπότου σχηματογραφίαν χρηματιστικὴν ἢ ἀχρημάτιστον, ἵνα μὴ δοκῶμεν τὰ αὐτὰ γράφειν. εἰσὶ δὲ καὶ εὐδιεινοί· κατὰ μέρος δὲ γ΄ μοῖραι εὐτελεῖς, φθαρτικαί· ἀπὸ γ΄ ἕως ζ΄, εὔυγρα εὐκρασία δέ ἐστιν ἀπὸ μοίρας ζ΄ ἕως ιε΄· τὰ νότια εὔυγρα· τὰ δὲ ἔσχατα μεμιγμένα· ἀστέρας δὲ ἔχει κα΄. κεῖται δὲ ἀνέμῳ λιβί. πρόσκειται δὲ αὐτῷ κατὰ τὰ Σφαιρικά κατά τι μέρος τῶν νοτίων ψαύουσα οὐρὰ Κήτους, ἐκ δὲ τῶν κατὰ τὸν νότιον τυγχανόντων μερῶν ἔσω τῆς νοτίου γραμμῆς ἐστι Σάτυρος ψαύων τῷ ῥοπάλῳ, ἐκ δὲ τῶν βορείων αὐτοῦ μερῶν ὀπισθοφανὴς ὑπάρχει, οὖ ἡ δορά. εἰς νότιον μέρος ἡ Λύρα κεῖται. ἐπιβέβηκε δὲ αὐτὸς τῇ νοτίῳ γρσμμῇ, μέσος ὢν βορρᾶ τε καὶ νότου. ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ ἐπὶ τῆς νοτίου γραμμῆς κατὰ τὸν ἡμῖν ἐμφανῆ κόσμον ἐστὶν ὁ λεγόμενος Κύων πρὸ τοῦ δεξιοῦ ποδός, τέμνεται δὲ ἀπὸ νοτίου πόλου ἀπὸ τῶν ὀπισθίων ἄχρι τῆς κεφαλῆς, συναναβαίνων τῳ πόλῳ ὀρθῶς. παρανατέλλει δὲ νοτόθεν καὶ τοῦ Ποταμοῦ λοι πὸν καὶ Ὠρίων. σύνεισι δὲ αὐτοῖς θεοὶ Ἀπόλλων, Ἡρακλῆς, Ἡφαιστος, Ἥρα, Κρόνος· βορρόθεν δὲ δύνει Ἀρκτοφύλαξ, Ὀφιοῦχος πλὴν τῆς κεφαλῆς καὶ τοῦ Στεφάνου ἥμισυ.

  16. 1.2.6.1

    Ἔστι δὲ Διδύμοις ὑποτεταγμένα κλίματα τάδε· ἐμπρόσθια, Ἰνδικὴ καὶ οἱ συνεχεῖς τόποι καὶ Κελτική· στῆθος, Κιλικία Γαλατία, Θρᾴκη καὶ ἡ βοιωτία. μέσα, Ἀἴγυπτος, Λιβύη, Ῥωμαῖοι, Ἀραβία. Συρία.

  17. 1.2.7.1

    Καρκίνος εὐδιεινός· κατὰ μέρος δὲ ἐπὶ τοὺς δύο ἀστέρας τοὺς πρώτους νοταπηλιωτικοὺς εὐτελής, φθαρτικός, πνιγώδης, σεισμοποιός· ἀπὸ δὲ τούτων μέχρι μοίρας ι΄ ποιεῖ τὸν ἀέρα κάθυγρον, καυματώδη, ἔχοντα καταφορὰν ὑδάτων καὶ συνεχεῖς ὄμβρους· τὰ δεξιὰ εὐτελῆ καὶ φθαρτικά. νοτόθεν συνανατέλλει Λαγωὸς καὶ τοῦ Κυνὸς τὰ ἐμπρόσθια καὶ ὁ Προκύων. ἀστέρας δὲ ἔχει δ΄ Ἄρεως, Ἑρμοῦ, Διός, Πανός, Ἀφροδίτης. βορρόθεν δύνει Ἀρκτοφύλακος κεφαλὴ καὶ ὁ Ἐνγόνασι καὶ Ἀετὸς καὶ Στεφάνου ἥμισυ. ἐστὶ δὲ οἶκος Σελήνης, θηλυκόν, τροπικόν, ὡροσκόπος κόσμου, δοῦλον, κατωφερές, ἄφωνον, ὑδατῶδες, ἀγαθόν, εὐμετάβολον, δημόσιον, ὀχλικόν, πολιτικόν, πολύγονον, ἀμφίβιον. οἱ οὖν γεννώμενοι ἔσονται φιλόδοξοι, ὀχλικοί, πολυμετάβολοι, θεατρικοί, εὐφραντικοί, , φιλήδονοι, φιλοσυνέστιοι, δημόσιοι. τῇ δὲ γνώμη ἄστατοι, ἄλλα λέγοντες ἄλλα φρονοῦντες, ἐπὶ μιᾶς πράξεως ἢ πολὺ δύο μὴ μένοντες, πλάναις καὶ ξενιτείαις γινόμενοι.

  18. 1.2.8.1

    Ἐστὶ τῷ Καρκίνῳ ὑποτεταγμένα τάδε· ἐμπρόσθια, Βακτριανή· ἀριστερά, Ζάκυνθος, Ἀκαρνανία· ὀπίσθια, Αἰθιοπία, Σχίνη. κατὰ τὴν κεφαλὴν Μαιῶτις λίμνη καὶ τὰ περιοικοῦντα ἔθνη καὶ τῇ Ἐρυθρᾷ καὶ Ὑρκανίᾳ θαλάσσῃ καὶ Ἑλλήσποντος καὶ Λιβυκὸν πέλαγος καὶ Βρετανικὴ καὶ ἡ Θούλη νῆσος· κατὰ τοὺς πόδας Ἀρμενία, Καππαδοκία, Ῥόδος, Κῶς· κατὰ δὲ τὰ ἔσχατά ἐστι τοῦ Καρκίνου ἐπὶ τοῦ στόματος Τρωγλοδυτία, Ἰωνία, Ἑλλήσποντος.

  19. 1.2.9.1

    Λέων ἐστὶν ἀρρενικόν, οἶκος Ἡλίου, ἐλεύθερον, πυρῶδες, εὔκρατον, νοερόν, βασιλικόν, ἑδραῖον, ἀγαθόν ἀνωφερές, εὐμετάβολον, στερεόν, ἡγεμονικόν, πολιτικόν, ἀρκτικόν, ὀργίλον. οἱ οὖν γεννώμενοι ἐπίσημοι, ἀγαθοί, ἀμετάβλητοι, δίκαιοι, μισοπόνηροι, ἀνυπότακτοι, κολακείας μισοῦντες, εὐεργετικοί, παρεπηρμένοι ταῖς διανοίαις. ἐὰν δὲ καὶ ὁ οἰκοδεσπότης ἐπίκεντρος τύχη ἢ καὶ σὺν ἀγαθοποιοῖς, γίνονται λαμπροί, ἔνδοξοι, τυραννικοί, βασιλικοί. ἐστὶ δὲ καυματώδης, ὁ δὲ τῷ στήθει λαμπρὸς πυρώδης καὶ πνιγώδης, ἔχει δὲ τὰ κατὰ μέρος μέχρι μοίρας κ΄ πνιγώδη, λοιμικὰ τετραπόδων τοῖς ὑποκειμένοις κλίμασι καὶ τόποις, τὰ δεξιὰ κινητικά, πυρώδη, τὰ δὲ νότια εὔυγρα πυρώδη, τὰ δὲ κατωτέρω ὀλέθρια πρὸς πάντα, τὰ δὲ μέσα καὶ ἀριστερὰ εὔκρατα. ἀστέρας δὲ ἔχει ὁ Λέων . κατὰ δὲ τὰ Σφαιρικὰ βορρόθεν συνανατέλλει ὁ ἀριστερὸς βραχίων τοῦ Ἀρκτοφύλακος , νοτόθεν πρύμνα Ἀργοῦς καὶ τοῦ Κυνὸς λοιπὸν καὶ τῆς Ὕδρας, ἧς ἡ μὲν οὐρὰ παράκειται ἄχρι τῆς χηλῆς τοῦ Σκορπίου, ἡ δὲ κεφαλὴ ἄχρι τῆς χηλῆς τοῦ Καρκίνου. ἐπάνω δὲ αὐτοῦ ἐφέστηκεν Ἄρκτος ἡ μικρά, κατὰ δὲ τὴν γραμμὴν παρατείνει κεφαλὴ τοῦ Μράκοντος, ἡν βαστάζει Ὀφιοῦχος μέχρι τοῦ Κρατῆροςβορρόθεν δέ ἐστι Δελφίν, Λύρα, Ζεῦγμα, Ὄρνις πλὴν τοῦ λαμπροῦ ἀστέρος κατὰ ὀρθοπύγιον αὐτοῦ καὶ τοῦ Ἵππου ἡ κεφαλή. Ἔστι δὲ τῳ Λέοντι ὑποτεταγμένα κλίματα· τῇ κεφαλῇ μὲν Κελτικὴ καὶ οἱ συνεχεῖς τόποι· ἐμπρόσθια, Βιθυνία· δεξιά, Μακεδονία καὶ οἱ συνεχεῖς τόποι· ἀριστερά, Προποντίς· πόδες, Γαλατία· κατὰ τὴν κοιλίαν Κελτική· ὤμοις Θρᾴκη· λαγόσι Φοινίκη. Ἀδρίας, Λιβύη· τοῖς μέσοις Φρυγία, Συρία· οὐρᾷ Πισινοῦς.

  20. 1.2.10.1

    Π αρθένος οἶκος Ἑρμοῦ, θηλυκόν, πτερωτόν, ἀνθρωποειδές, τρυφῆρες· σχήματι Δίκης ἑστώς, δίσωμον, στειρῶδες, δουλελεύθερον, ἄγονον, κατωφερές, γεῶδες, κοινόν, ἡμίφωνον καὶ ἄφωνον, σωματικόν, ἀτελές, εὐμετάβολον, ἐργαστηριακόν, διφυές· οἱ δὲ γεννώμενοι ἀγαθοί, αἰδήμονες, μυστικοί, πολυμέριμνοι, ποικίλως τὸν βίον διάγοντες, ἀλλοτρίων χειρισταί, πιστικοί, ἀγαθοὶ οἰκονόμοι, γραμματεῖς ἀπὸ λόγων ἢ ψήφων ἀναγόμενοι, ὑποκριτικοι περίεργοι, ἀποκρύφων μύσται, τὰ πρῶτα ἀναλίσκοντες, δὲ τοῖς μέσοις εὐποροῦντες.

  21. 1.2.11.1

    Ζ υγὸς οἶκὸς Ἀρροδίτης, ἀρρενικόν, τροπικόν, ἀνθρωποειδὲς, ἀνωφερές, ἀερῶδες, θηλυνόμενον, φμωνῆεν, ἀγαθόν, εὐμετάβολον. ὑπαρχόντων μειωτικόν, ὑπόγειον κόσμου, δημόσιον, ἐκλειπτικόν. προεστὸς καρπῶν, οἰνικῶν, ἐλαικῶν, μυρεψικῶν, σταθμῶν, μέτρων, ἐργαστηριακῶν. οἱ γεννώμενοι ἀγαθοὶ μὲν καὶ δίκαιοι ἀλλὰ βάσκανοι, ἀλλοτρίων ἀγαθῶν ἐπιθυμηταί, μέτριοι, τὰ πρῶτα κτηθέντα ἀπολλύντες καὶ ὑψοταπεινώματι γινόμενοι, ἀνωμάλως βιοῦντες. προῖστάμενοι δὲ ἐπὶ μέτρων ἢ σταθμῶν ἢ εὐθηνίας.

  22. 1.2.12.1

    Σ κορπίος οἶκος Ἄρεως, θηλυκόν, στερεόν, ὑδατῶδες, πολύσπερμον, φθοροποιόν, κατωφερές, ἄφωνον, δουλικόν, ἀμετάβλητον, δυσωδίας αἴτιον, ὑπαρχόντων ἀφαιρετικόν, ἐκλειπτικόν, πολύχουν οἱ δὲ γεννώμενοι δόλιοι, πονηροί, ἅρπαγες, φονικοί, προδόται, ἀμετάβλητοι, ὑπαρχόντων ἀφαιρετικοί, λαθρεπίβουλοι, κλῶπες. ἐπίορκοι, ἀλλοτρίων ἐπιθυμηταί, συνίστορες φόνων ἢ φαρμακειῶν ἢ κακούργων πραγμάτων, μισοΐδιοι.

  23. 1.2.13.1

    Τοξότης οἶκος Διός, ἀρρενικόν, πυρῶδες, ἀνωφερές, φωνῆεν, κάθυγρον διὰ τὴν Ἀργώ, ἀγαθόν, πτερωτόν, εὐμετάβολον δίσωμον, διφυές, αἰνιγματῶδες, ὀλιγόγονον, ἡμιτελές, ἡγεμονικόν, βασιλικόν· οἱ δὲ γεννώμενοι ἀγαθοί, δίκαιοι, μεγαλόψυχοι, κριτικοί, εὐμετάδοτοι, φιλάδελφοι, φιλόφιλοι· τὰ δὲ πρῶτα κτηθέντα μειοῦντες, πάλιν κτώμενοι, ἐχθρῶν καθυπερτεροῦντες, φιλόδοξοι, εὐεργετικοί, ἐπίσημοι, αἰνιγματωδῶς διαπλέκοντες τὰ πράγματα.

  24. 1.2.14.1

    Ἀἰγόκεερμως οἶκος Κρόνου θηλυκόν, τροπικόν, γεῶδες, φθοροποιόν, ἄγονον, κατωφεερές, κατεψυγμένον, ἄφωνον, δουλικόν, κακῶν σἴτιον, ἀσελγές, λατρευτικόν, αἰνιγματῶδες, διφυές, κάθυγρον, ἡμιτελές, κυρτοειδές, χωλόν, δύσις κόσμου, μόχθων καὶ πόνων δηλωτικόν, λαοξοϊκόν, γεμωργικόν. οἱ γεννώμενοι κακοί, ἑτερότροποι, ὑποκρίσει ἀγαθοὶ καὶ ἁπλοῖ, πονικοί, πολυμέριμνοι, ἐπάγρυπνοι, φιλογέλωτες, μεγάλων ἔργων ἐπίβουλοι, δυσαμάρτητοι, εὐμετανόητοι, κακοῦργοι, ψεῦσται, ἐπίψογοι, ἔπαισχροι. ἐστὶ δὲ καὶ εὔκρατος ἐπʼ ἀμφότερον· κατὰ μέρος ἔχει δὲ τὰ πρῶνα χθαρτικά, τὰ δὲ δεύτερα κάθυγρα, ὀμβρικά, κινητικά, τὰ δὲ μέσα τυρώδη, τὰ δὲ ἔσχατα φθαρτικά. ἀστέρας δὲ ἔχει κατὰ τὰ Σφαιρικά βορρόθεν ἀνατέλλει Κασσιέπεια καὶ τὰ δεξιὰ μέρη τοῦ Ἵππου· νοτόθεν δύνει τὰ ὀπίσθια τοῦ Κενταύρου καὶ τὰ σκέλη τῆς Ὕδρας ἄχρι τοῦ Κρατῆρος. εἰσὶ δὲ θεοί· Ἀφροδίτη, Σελήνη, Δημήτηρ, Ἑρμῆς. βορρόθεν οὐδέν ἐστιν.

  25. 1.2.15.1

    Ἔστι δὲ τῷ Αἰγόκερῳ ὑποτεταγμένα κλίματα τάδε, πρὸς ἑσπέραν καὶ μεσημβρίαν πάντα. κατὰ τὰς πλευρὰς Αἰγαῖον πέλαγος καὶ οἱ περιοικοῦντες καὶ Κόρινθος· κατὰ τὴν ζώνην Σικυών κατὰ τὸν νῶτον θάλασσα Μεγάλη· κατὰ τὴν οὐρὰν βηρία· κατὰ τὴν κεφαλὴν Γυρρηνικὸν πέλαγος, κατὰ δὲ τὴν κοιλίαν τὰ ἐνοι κοῦντα ἔθνη. μέση Αἴγυπτος, Συρία, Καρία.

  26. 1.2.16.1

    Ὑ δροχόος ἐστὶν οὐρανῷ ζῴδιον ἀρρενικόν, στερεόν, ἀνθρωπόμορφον, πάρυγρον, μονογενές· ἐστὶ δὲ ἄφωνον, κατάψυχρον, ἐλεύθερον, ἀνωφερές, θηλυνόμενον, ἀμετάβλητον, κακόν, ὀλιγόγονον, αἴτιον μόχθων τῶν διʼ ἀθλήσεως ἢ βασταγμάτων καὶ σκληρουργίας, ἐργαστικόν, δημόσιον· οἱ δὲ γεννώμενοι βάσκανοι καὶ μισοΐδιοι, ἀμετάβλητοι, μονογνώμονες, τυφώδεις, δόλιοι, ἀποκρυπτόμενοι πάντα, μισάνθρωποι, ἄθεοι, κατήγοροι, προδόται δόξης καὶ ἀληθείας, ἐπίφθονοι, μικρολόγοι, ὅτε δὲ εὐμετάδοτοι διὰ τὴν ἔκρυσιν τοῦ ὕδατος, ἀκόλαστοι· ἐστὶ δὲ ὁλοσχερῶς κάθυγρος, καὶ τὰ μὲν μέρη τὰ πρῶτα κάθυγρα, τὰ δὲ ἀνωτέρω πυρώδη, τὰ δὲ κατωτέρω εὐτελῆ καὶ ἀχρεῖα. ἀστέρας ἔχει. κατὰ δὲ τὰ Σφαιρικὰ βορρόθεν ἀνατέλλει Ἀνδρομέδας μέρη τινὰ τῶν δεξιῶν καὶ τοῦ Ἵππου τὰ λοιπά. νοτόθεν ὁ νότιος τῶν Ἰχθύων πλὴν τῆς κεφαλῆς. Ἥρας, Ἡρακλέους, Ἡφαίστου, Κρόνου. βορρόθεν δύνει οὐδέν. νοτόθεν δὲ τοῦ Κενταύρου τὰ λοιπὰ καὶ τῆς Ὕδρας ἄχρι τοῦ Κόρακος. εἰσὶ δὲ τῷ Ὑδροχόῳ ὑποτεταγμένα κλίματα τάδε. κεῖται δὲ ζῴδιον ἀνέμῳ λιβί, πρόσκειται δὲ τῷ κλίματι τῳ τῆς Αἰγύπου καὶ ταῖς πέριξ πόλεσιν, ἐκ μὲν τῶν νοτίων αὐτοῦ μερῶν ἄχρι Ψελχέως καὶ Δωδεκασχοίνου καὶ Συκαμίνου, ἐκ δὲ τῶν πρὸς λίβα μερῶν ἄχρι τῆς Ἀμμωνιακῆς χώρας καὶ τῶν πέριξ πόλεων, ἐκ δὲ τῶν πρὸς ἀπηλιώτην μερῶν ἄχρι τῆς Ἐρυθρᾶς θαλάσσης κατὰ θίξιν ἐκ δὲ τῶν βορείων αὐτοῦ ἄχρι Σεβεννύτου τόπων καὶ στόματος Ἡρακλεωτικοῦ. πρόσκειται δὲ αὐτῷ κατὰ τὰ Σφαιρικὰ κατὰ τὸν νότιον πόλον ποταμὸς ὁ καλούμενος Ἠριδανὸς καὶ Ἰχθὺς ὁ μέγας, ψαύων τῆς οὐρᾶς τοῦ Ἰχθύος. δὲ τοῖς βορεινοῖς τόποις ἔσω τοῦ βορείου πόλου ἐστὶν ὁ λεγόμενος Ὄρνις, ὑπὲρ ὃν Ὀϊστὸς παρατείνει, ὅπου ἡ Ἄρκτος ἡ λεγομένη Κυνόσουρα ἀποβλέπουσα εἰς βορρᾶν.

  27. 1.2.17.1

    Πρόσκειται δὲ αὐτῷ κλίματα τάδε· ἐμπρόσθια, Συρία· μέσα, Εὐφράτης καὶ Τίγρις, Αἴγυπτος καὶ Λιβύη καὶ οἱ συνεχεῖς Αίγυπτίων ποταμοὶ καὶ Ἰνδὸς ποταμός· κατὰ δὲ μέσον τῆς Κάλπης Γάναϊς καὶ οἱ λοιποὶ ποταμοὶ ἐκ τοῦ τοὺς πόδας ῥέοντες πρὸς νότον καὶ ζέφυρον.

  28. 1.2.18.1

    Ἰχθύες εἰσὶν οὐρανῷ θῆλυ, κάθυγρον, πάρυγρον, δίσωμον, πολύγονον, λιχηνῶδες, λεπιδωτόν, νευρῶδες, κυρτωτόν, ἀλφῶδες, δίμορφον, ἄφωνον, πολυκίνητον, λεπρῶδες, ἀντικείμενον ἑαυτῷ διὰ τὸν μὲν νότιον εἶναι, τὸν δὲ βόρειον· ἐστὶ δὲ καὶ κάθυγρον, κατωφερές, δουλικόν, εὐμετάβολον, πολύγονον, δίσωμον, συνουσιαστικόν, μελοκοπούμενον, πλάνης αἴτιον, ποικίλον· οἱ οὖν γεννώμενοι ἀστατοι, ἀμφίβολοι, ἐκ κακῶν εἰς ἀγαθὰ μεταβάλλοντες, ἐρωτικοί, λατρευτικοί, ἀσελγεῖς, πολύγονοι, ὀχλικοί. εἰσὶ δὲ ὁλοσχερῶς ψυχεινοί, πνευματώδεις· κατὰ μέρος δʼ ἔχουσι τὰ πρῶτα εὔκρατα, μέσα κάθυγρα, ἔσχατα φθαρτικὰ καὶ εὐτελῆ. ἀστέρας δὲ ἔχει. βορρόθεν συνανατέλλει τὰ λειπόμενα τῆς Ἀνδρομέδας καὶ τὰ λοιπὰ τοῦ Περσέως, δὲ δεξιῷ καὶ ὑπὸ τὸν Κριὸν Τρίγωνον, νοτόθεν τοῦ νοτίου Ἰχθύος ἡ κεφαλή. Ποσειδῶνος, Ἄρεως, Ἑρμοῦ, Ἀφροδίτης, Διός. νοτόθεν δύνει Θυμιατήριον καὶ τὰ λειπόμενα τῆς Ὕδρας, βορρόθεν οὐδέν. πρόσκειται δὲ ἀνέμῳ βορρᾷ. πρόσκειται δὲ κλίματι τῆς Ἐρυθρᾶς θαλάσσης, ἔχον νήσους οὐκ ὀλίγας παῤ ἑαυτό, ἃς ὑπέρκειται ἡ Ἰνδία καὶ ὁ λεγόμενος Ἰνδικὸς ὠκεανός· δὲ τοῖς ἀπηλιωτικοῖς αὐτοῦ μέρεσι τὴν Παρθίαν ἔχει καὶ τὴν Ἰνδικὴν χώραν κατὰ θίξιν καὶ τὸν Ἀπηλιωτικὸν ὠκεανόν, ἐκ τῶν βορείων αὐτοῦ μερῶν τὴν Σκυθιμὴν χώραν· ἐκ δὲ τῶν πρὸς λίβα αὐτοῦ μερῶν ψαύει προσκλύζον Μυοσόρμου, Ὄρθοῦ ὅρμου καὶ τῶν πέριξ πόλεων. πρόσκειται δὲ αὐτοῖς κατὰ τὰ Σφαιρικὰ πρὸς μὲν τὰ βόρεια μέρη τεμνόμενος ὑπὸ τοῦ βορείου πόλου Ἀετὸς καὶ κατά τι μέρος Ὀϊστός, ἔσω δὲ τοῦ βορείου πόλου, οὐ πολὺ διεστώς, ἐστι ὁ καλούμενος Πήγασος ἔσω τοῦ ἀρκτικοῦ πόλου.

  29. 1.2.19.1

    Ἀφέστηκε δὲ τῶν ὅλων τμημάτων ὁ ἀρκτικὸς πόλος μέσῳ τῶν πάντων κείμενος, ἔχων ἑαυτῷ τὴν Ἄρκτον τὴν λεγομένην Κυνόσουραν, φερομένην ἀπὸ τῶν βορείων ἐπὶ τὰ ἀπηλιωτικά, ποτὲ δὲ καὶ ἀπὸ τῶν νοτίων, τὴν δὲ ἑτέραν, τὴν καλουμένην μικράν Ἄρκτον, ἥτις μεσαζούσης τῆς νυκτὸς ἀνατέλλει, ἃς κατέχει ὁ καλούμενος Ἀρκτοφύλαξ περίτασιν φέρων κατὰ τοῖν δυεῖν ἄρκτοιν· ὅς ἐστιν ἀφανὴς κατὰ τὴν ἀνάδοσιν τῶν δύο Ἄρκτων· ἡ μὲν γὰρ εἰς τὰ βόρεια ἀποβλέπει, ὁ δὲ εἰς τὰ νότια. Εἰσὶ δὲ καὶ κατὰ μέρος ὑποτεταγμένα κλίματα τάδε. ἐμπρόσθια, Εὐφράτης καὶ Τίγρις. μέσα, Συρία, Ἐρυθρὰ θάλασσα· τὰ ἐμπρόσθια Ἰνδικὴ μέση, Περσὶς καὶ οἱ συνεχεῖς τόποι, Ἀραβικὴ θάλασσα καὶ Ἐρυθρὰ καὶ Βορυσθένης ποταμός. , ὁ δὲ σύνδεσμος πρὸς ἀνατολὴν καὶ ἀπηλιώτου βορείου ἀστέρος· ὁ νότιος, Θρᾴκη, μέσον πέλαγος Βορυσθένης καὶ Ἀσία καὶ Σαρδώ.

  30. 1.3.1.1

    εντήκοντα Κριὸς καὶ μοῖραι πρῶται Διός εἰσιν, εὔκρατοι, εὔρωστοι, πολύσπερμοι, ἀγαθοποιοί· δὲ Ϛ΄ Ἀρροδίτης, ἱλαραί, εὔτεχνοι, διαυγεῖς, ἄρτιοι, καθαροί, εὔχροοι. αἱ δὲ ἐχόμεναι Ἑρμοῦ ἐπαμφοτερίζουσαι, μεταβολικαὶ καὶ εὐφυεῖς, ἀκίνητοι, ἀνεμώδεις χαλαζώδεις βροντώδεις κεραυνοβόλοι. αἱ δὲ ε΄ Ἄρεος φθοροποιοὶ διάπυροι ἄστατοι ἀνθρώπων κακούργων προπετῶν καὶ σἱ δὲ ἐξῆς ε΄ Κρόνου κατάψυχροι στειρώδεις βάσκανοι ἐπισινεῖς.

  31. 1.3.2.1

    Ταύρου δὲ αἱ μὲν πρῶται η΄ Ἀφροδίτης πολύσπερμοι πολύγονοι ὑγραὶ καταφερεῖς μεσωνικώτεραι. αἱ δὲ ἑξῆς Ϛ΄ Ἑρμοῦ συνεταὶ φρόνιμοι κακοῦργοι ὀλιγόσποροι κακόψιδες θανατοποιαί. αἱ δὲ ἑξῆς η΄ Διὸς μεγαλόφρονες ἔπανδροι εὐερμεῖς ἀρχοντικαὶ καὶ εὐεργετικαὶ μεγαλόψυχοι εὔκρατοι φιλαιδεῖς. αἱ δὲ τέταρται ε΄ Κρόνου κατάστειροι ἄγονοι εὐνουχικαὶ ἀγυρτικαὶ ἐπίψογοι θεατρώδεις ἀνεύφραντοι ἐπίμοχθοι. αἱ δὲ ἐπὶ πᾶσι γ΄ Ἄρεως ἀρρενικαὶ τυραννικαὶ πυρώδεις χαλεπαὶ φονικαὶ ἱερόσυλοι παμπόνηροι, οὐκ ἄσημοι δέ, πλὴν φθοροποιοὶ καὶ οὐ πολυχρόνιοι.

  32. 1.3.3.1

    Τῶν δὲ Διδύμων αἱ μὲν πρῶται Ϛ΄ Ἑρμοῦ εὔκρατοι εὔδιοι συνετοὶ πολύτεχνοι ἐπιστημονικαὶ πρακτικαὶ ἀοίδιμοι πολύσπερμοι. αἱ δʼ ἑξῆς Ϛ΄ Διὸς ἀγωνιστικοὶ εὔκρατοι εὔδιοι πολύσπερμοι εὐτραφεῖς εὐεργετικαί αἱ δὲ τρίται ε΄ Ἀφροδίτης ἀνθηραὶ μουσικαὶ ἀκροαματικαὶ ποιητικαὶ στεφανηφόροι ὀχλικαὶ εὐφρόσυναι πολύσπερμοι. αἱ δὲ τέταρται ζ΄ Ἄρεως πολύμοχθοι ἀνάδελφοι σπανότεκνοι ἐπιδημητικαὶ εὔποροι φθαρτικαὶ ὠμαὶ πολυπράγμονες. αἱ δὲ ἑξῆς Ϛ΄ ἐπὶ πᾶσι Κρόνου εὔκρατοι διοικητικαὶ κτητικαὶ νοητικαὶ πολύγνωστοι ἐπίσημοι, συνέσει διάφοροι, μεγάλων κατορθωτικαί, εὐδοξότατοι.

  33. 1.3.4.1

    Τοῦ δὲ Καρκίνου πρῶται ζ΄ Ἄρεως κεραυνοβόλοι κεκινημένοι ἀνώμαλοι ἐναντιόβουλοι μανιώδεις πολύσπερμοι σπανιστικαὶ φθαρτικαὶ ἐπὶ τέλους φαῦλαι. αἱ δὲ ἑξῆς Ϛ΄ Ἀρροδίτης πολύσπερμοι ἐπίψογοι κάθυγροι μεταβολικαὶ τεχνικαὶ ὀχλικαὶ καὶ πάμμικτοι. αἱ δὲ ἑπόμεναι Ϛ΄ Ἑρμοῦ ἀκριβεῖς ἁρπακτικαὶ δημοσίων ἡγητικαὶ τελωνικαὶ δημώδεις εὔποροι περιουσιαστικαί. / αἱ δὲ τέταρται ζ΄ Διὸς βασιλικαὶ αὐτοκρατορικαὶ ἔνδοξοι πολύδικοι μεγαλόφρονες εὔκρατοι ἀρχικαὶ καὶ τῷ ὅλῳ καλαί. αἱ δʼ ἐπὶ πᾶσι δ΄ Κρόνου, καθ ὃ πᾶν ἐστιν ὕδωρ, κάθυγροι καὶ σπανιστικαὶ τῶν ἰδίων καὶ περὶ τέλος ἐνδεητικαί.

  34. 1.3.5.1

    Τοῦ δὲ Λέοντος αἱ πρῶται Ϛ΄ εἰσὶ Διός, ἔμπειροι ἀρρενικαὶ αὐτοκρατορικαὶ πάντως τε ἡγεμονικαὶ πρακτικαὶ ἔξοχοι οὐδὲν ταπεινὸν ἔχουσαι. αἱ δὲ ἑξῆς ε΄ Ἀφροδίτης εὐκρατότεραι ἀνειμέναι πολύσοφοι ἀπολαυστικαί. αἱ δὲ τρίται ζ΄ Κρόνου πολύπειροι φοβητικαὶ φυσικαὶ εὐφυεῖς στεναὶ μυστικαὶ πολύτεκνοι ζητητικαὶ τῶν ἀποκεκρυμμένων, στειρώδεις δὲ καὶ ἄσποροι. αἱ δὲ ἑξῆς Ϛ΄ Ἑρμοῦ ἀκροαματικαὶ ὀχλικαὶ σχολαργικαὶ ἀφηγητικαὶ νομικαὶ συνεταί, καὶ αὗται ἄσποροι, πολυχρονίων δὲ ἀνθρώπων. αἱ δὲ ἐπὶ πᾶσιν Ϛ΄ Ἄρεως φαυλόταται τερατώδεις φθαρτικαὶ ἐπισινεῖς νωθραὶ ἐπίψογοι καὶ ἀτυχεῖς.

  35. 1.3.6.1

    Τῆς δὲ Παρθένου πρῶται μοῖραι ζ΄ Ἑρμοῦ ὑψηλόταται διοικητικαὶ πολύσοφοι ἐπιεικεῖς, ἐπὶ πραγμάτων τάσσουσαι μεγάλων, συνετώταται καὶ πάντα γενναῖαι καὶ ἔξοχοι· μόνον πρὸς τὰ ἀφροδίσια οὐκ εὐτυχεῖς, καθόλου μὲν ὅλης τῆς Παρθένου, μάλιστα δὲ αὖται αἱ μοῖραι καὶ αἱ Ἀφροδίτης· αὖται μὲν γὰρ εὐκατηγορήτων εἰσίν, αἱ δὲ Ἀφροδίτης ἁμαρτανόντων· παντὶ δὲ ἔξοχον μάλιστα προδώσουσιν τῷ παιδευτικῷ. αἱ δὲ ἑξῆς ι΄ Ἀφρροδίτης ἐπίψογοι, ἁμαρτωλοὶ περὶ γάμους, περιπίπτουσαι διὰ ταῦτα, περὶ δὲ τὰ θεατρικὰ εὐτυχεῖς· περὶ δὲ πάθη αἴσχιστοι, μάλιστα δὲ Κρόνου συμμαρτυροῦντος· Ἑρμοῦ δὲ μοιχείας, Διὸς δὲ πλήθη ἁμαρτιῶν ὡς συγχυρουμένων, ἔτι δὲ κατακρίσεις· Ἡλίοι δὲ λαθρίδιοι πράξεις, Σελήνης ἐναντιώματα ἀντιπολιτεῖαι· ἐὰν δὲ ὑπὸ τῶν κακοποιῶν ὁραθῇ, προΐστασθαι ποιεῖ, αἱ δὲ τρίται ὁ Διὸς φιλογεωργὼν ἐπιεικῶν ἀνακεχωρηκότων οὐκ ἀπαιδεύτων εἰσὶ δὲ καὶ ἐπιτροπικαὶ καὶ πολύσπερμοι καὶ εὐκατόρθωτοι. αἱ δὲ τέταρται ζ΄ Ἄρεως εἰσὶν ἄρρενες χαλεπαὶ δημοτικῶν ὀχλαγωγῶν καὶ νυκτιρέμβων πλαστογράφων ἐπιθετῶν· αὗται αἱ μοῖραι ὑβρίζουσι τοὺς ἀνθρώπους, εἰς δεσμοὺς καὶ μελοκοπίας καὶ βασάνους καὶ φυλακὰς ἄγουσιν. αἱ δὲ λοιπαὶ β΄ Κρόνου τερατώδεις κατάψυχροι φθαρτικαὶ ὀλιγοχρόνιοι ἐμπαιζομένων ἀνθρώπων.

  36. 1.3.7.1

    Τοῦ δὲ Ζυγοῦ πρῶται Ϛ΄ Κρόνου βασιλικαὶ ὑψηλαὶ πρακτικαὶ μάλιστα ἡμέρας, νυκτὸς δὲ · εἰσὶ δὲ στειρμώδεις κάθυγροι φθαρτικαί. αἱ δὲ ἑξῆς ε΄ Ἑρμοῦ ἀγοραῖοι ἐργαστηρικαὶ ἐμπορικαὶ γραμμάτων συναλλακτικῶν καὶ ἀριθμῶν συνακτικαί. καθόλου δίκαιοι συνεταί. αἱ δὲ τρίται η΄ Διὸς πλουτοποιοί, ἀλλὰ ἐφ᾿ ὧν γε δυσπραγῶν, ἀνεύφραντοι ἀποθησαυριζομένων ἀνεπιφάντων ῥυπαροβίων ἀφιλοκάλων μωμητικῶν· οὐδὲ μὴν εὔπαιδες αἱ δὲ τέταρται Ἀφροδίτης ζ΄ φιλοκάλων φιλοτέχνων ἢ καὶ τεχνιτῶν, οἶον ἐπιπλαστῶν ζωγράφων τορευτῶν, καθόλου δὲ ῥυθμικῷν θεοσεβῶν πραέων βραδέως εὐτυχούντων προβιβαζομένων αὐτομάτως, περὶ δὲ γάμους εὐτυχοῦντας μεγάλως, ἐπὶ πᾶσιν εὐδαιμόνων αἱ δὲ λοιπαὶ δ΄ Ἄρεως ἡγεμονικῶν ταξιάρχων εὐτυχῶν περὶ πᾶσαν Ἄρεως τέχνην καὶ διαθυμῶν τε καὶ ἀσφαλῶν καὶ ἐγκρατῶν καὶ μεγαλοφρόνων, οὐκ εὐαδέλφων δὲ οὐδὲ πολυαδέλφων.

  37. 1.3.8.1

    Τοῦ δὲ Σκορπίου αἱ πρῶται ζ΄ μοῖραι εἰσὶν Ἄρεως τεθορυβημέναι εὐκίνητοι ἄστατοι ὀργίλοι ἐλευθερόγλωσσοι μεγαλόφρονε σπανότεκνοι πολυάδελφοι, ἀνώμαλοι ταῖς τύχαις, διάπυροι, εὔθετοι ταῖς εἰς στρατιὰν καὶ ἐκδημίαν γενέσεσιν. αἱ δὲ ἑξῆς δ΄ Ἀφροδίτης εὐτυχῶν ἐπὶ γάμοις, θεοσεβῶν, φιλουμένων ὑπὸ πάντων, φιλοτέκνων, εὐπόρων, περὶ πάντας ἐκλελεγμένων, δυβίων. αἱ δὲ τρίται η΄ Ἑρμοῦ ὁπλικαὶ ἀγωνιστικαὶ στεφανηφόρων καὶ περὶ λόγων πικρῶν ἀγωνιστικῶν ἀκαταφρονήτων· εἰσὶ δὲ καὶ αὖται πολύσποροι· καθόλου δὲ κακεντρεχῶν τῇ διανοίᾳ, μάλιστα κατὰ τῶν πειραζόντων ἢ τῶν πονηρὰ δρώντων. αἱ δὲ τέταρται Ϛ΄ Διὸς πολυτέχνων εὐτυχῶν ἀρχιερέων δοξαζομένων χρυσῷ πορφύραις ἀρχαῖς κατὰ τὰ ἴδια μεγέθη τῶν γενέσεων, εὐεργετικῶν, καθόλου χιλανθρώπων φιλοθέων. αἱ δʼ ἐπὶ πάσαις Ϛ΄ Κρόνου κολαστικῶν σπανοτέκνων σπαναδέλφων μισοϊδίων φαρμακευτῶν μελαγχολικῶν μιδογυναίων κρυπτὰ σίνη ἐχόντων καθόλου κολαστικωτάτων μεμψιμοιροτάτων· μισοῦνται δὲ καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώω οὗτοι δὲ πρὸς τοὺς ὑπερέχοντας ἀντερείδονται, ὑπὸ δὲ τῶν ταπεινῶν καταφρονοῦνται.

  38. 1.3.9.1

    Τοῦ δὲ Τοξότου αἱ πρῶται ιβ΄ Διὸς εἰσὶν ἀνθρώπων πρακτικῶν· εἰσὶ δὲ ὑγραὶ σὺν τῷ εὐκράτῳ, ὅλως δὲ παμποίκιλοι περὶ πᾶσαν τέχνην καὶ πρᾶξιν, πολύσπερμοι μὲν καὶ πολύτεκνοι πολυάδελφοι, σπανιστικοὶ δ. αἱ δὲ ἑξῆς ε΄ εἰσὶν Ἀφροδίτης, εὔκρατοι ἔνδοξοι νικητικαὶ στεφανηφόροι θεοσεβεῖς, τιμωμένων ἀνὁρῶν ὄχλοις καὶ παῤ ἡγεμόσιν, εὔτεκνοί τε καὶ εὐάδελφοι περί τε γυναῖκας πλείονας γενέσθαι. αἱ δὲ τρίται μοῖραι δʼ Ἑρμοῦ φιλολόγων περισσαφρόνων πραγματικῶν αἱώνια γεννώντων φιλοσόφμων, καθόλου ἐξοχὰς ἐχόντων περὶ ἐπιστήμην καὶ φρόνησιν, φιλιστόρων, ἐπὰν Ἑρμῆς προσνεύσῃ ἐπὰν δὲ ὁ Ἄρης, φιλόπλων τακτικῶν. αἱ δὲ ε΄ ἑξῆς Κρόνῳ ἐπιβάλλουσι, στειρωτικαὶ καὶ σινωτικαὶ κατάψυχροι βλαπτικαὶ φαύλων ἀνθρώπων καὶ περὶ πάντα δυστυχούντων. αἱ δὲ ἑξῆς δʼ Ἄρεώς εἰσιν, ἔνθερμοι ῥιψοκίνδυνοι ὑβριστικαὶ ἀναιδεῖς φθαρτικαί, πλὴν πολυκίνητον ἔχουσαι παντί. πᾶσαι δὲ τῷ Γοξότῃ ποικίλαι περὶ πάντα τὰ πράγματα.

  39. 1.3.10.1

    Τοῦ δὲ Αἰγόκερω αἱ πρῶται ζ΄ Ἑρμοῦ εἰσι, θεατρικαὶ σατυρικαὶ μιμητικαὶ ψευστικαὶ πορνικαὶ προαγωγοί, τῶν ἀλλοτρίων ἐπιθυμηταὶ καὶ ἄδοξοι, ἀφυεῖς δὲ περὶ πάντα καὶ εὐχάριστοι καὶ εὔποροι, οὐχ ὑψηλαὶ δέ. δὲ ἑξῆς ζ΄ Διὸς ὑψηλοταπεινώματι ποιοῦσαι δόξης τε καὶ ἀδοξίας, πλούτου καὶ πενίας, ἐπιδόσεων καὶ θεατρισμῶν, στειρώδεις θηλυγόνοι ἡ τερατογόνοι μικροπρεπεῖς διωτικαί. αἱ δὲ ἑξῆς η΄ Ἀσροδίτης ἀσώτων λάγνων καὶ κατωφερῶν ἀκρίτων ἐπιψόγων, εὐμεταβόλων περὶ τὰ τέλη, οὐκ εὐθανατούντων οὐδὲ περὶ τοὺς γάμους εὐσταθῶν. αἱ δὲ τέταρται δʼ Κρόνου αὐστηραὶ ἀνεύφραντοι ἀλλοιώδεις δύστεκνοι δυσάδελφοι ὠμαὶ φθαρτικαὶ κατάψυχροι ἀσύγκλωστοι βάσκανοι μελλητικαὶ ναὶ δόλιοι. αἱ δʼ ἐπὶ πᾶσιν δʼ Ἄρεως ὑψηλαὶ ἐξουσιαστικαὶ τυραννικαί, ἐπὶ παντὶ ἡγεμονικὸν περιτιθεῖσαι, σπανιστικαὶ τῶν ἰδίων συγγενῶν καὶ ἀναιρετικαὶ ἀνθρώπων ἀποδημητικαὶ φίλεροι ἕως τέλους ἐρισταί.

  40. 1.3.11.1

    Ὑδροχόου πρῶται ζ΄ μοῖραι Ἑρμοῦ πλουσίων φιλοθησαύρων, ἡδέως ἀποθησαυριζόντων πρὸς τὰ μέτρα τῶν γενέσεων, συνετῶν νομικῶν συνακριβούντων πάντα, ἐπιτακτικῶν μικροψύχων πολυμερίμνων, φιλούντων παιδείαν καὶ πᾶσαν πολυτεχνίαν , διοικητικῶν οἰκονομικῶν φιλανθρώπων. αἱ δὲ ἑξῆς ἓξ Ἀφροδίτης καλῶς φιλουμένων θεοσεβῶν χωρὶς πόνου εὐπορούντων αἰφνιδιοτυχῶν εὐπόρων πλευστικῶν εἰσὶ δὲ αὗται πολύσποροι μοῖραι, συμβαίνει δὲ τὸν κατʼ αὐτὰς γενόμενον γραυσὶ συνέρχεσθαι ἢ ἐπισινέσιν ἢ εὐνούχοις συνέρχεσθαι, προβιβάζεσθαι δὲ ὑπὸ ἀσπέρμων ἢ προβεβηκότων. αἱ δὲ ἑξῆς ζ΄ Διὸς εὐτυχεῖς μικρολόγοι ἐνδόμυχοι ἀφιλόδοξοι ἀνεπίφαντοι εὔπαιδες ἀφιλάδελφοι. αἱ δὲ ἑξῆς ε΄ Ἄρεως ἐπισινεῖς μάλιστα περὶ τὰ ἐντός, δικασχολούμενοι, πονηρῶν ἀνθρώπων ἀδρανῶν καὶ ἐκλελυμένων, πλὴν ταχέως ἐπιχειρούντων τοῖς κακοῖς. αἱ δὲ λοιπαὶ ε΄ Κρόνου στειρώδεις κάθυγροι δύσγονοι σινωτικαί, καὶ μάλιστα περὶ μήνιγγας καὶ τὰ ἐντὸς εἴδη καὶ ὕδρωπας καὶ σπασμούς, σπανιστικαὶ σπανάδελφοι σπανότεκνοι φθονεραί, ἐπὶ τῷ τέλει οὐκ εὐτυχεῖς.

  41. 1.3.12.1

    Τῶν δὲ Ἰχθύων αἱ πρῶται ιβ΄ Ἀρροδίτης, ἱλαραὶ πολύσπερμοι καταφερεῖς ἀπολαυστικαὶ καὶ ἡδύβιοι χαιρητικοὶ ἐπιχάριτοι ἐπέραστοι, αὐτομάτως προβιβάζουσαι, προσφιλεῖς θεοῖς. αἱ δὲ ἑξῆς δ΄ Διὸς φιλολόγων ἐπιστημονικῶν, ὄχλοις διαπρεπόντων καὶ λόγοις πάντων περιγινομένων, πολυάδελφοι πολύγονοι πολύτεκνοι περισσομελεῖς περισσάδελφοι. αἱ δὲ ἑξῆς γ΄ Ἑρμοῦ πολύσπερμοι ἀρχικαὶ ἐντίμων πολύφιλοι χαριστικαὶ φιλότροφοι ἐλεήμονες φιλόθεοι εὔκρατοι. αἱ δὲ θ΄ Ἄρεως εἰσὶ πρακτικαὶ θαλασσομάχοι ἀφηγηταὶ καὶ εὐψυχεῖς, περὶ τὰ ἄρρητα ποιητικαί, ἀρπακτιναὶ καὶ πάλιν μεταδοτικαί, ποικίλαι οὐκ ἰδιοθάνατοι. αἱ δ᾿ ἐπὶ πᾶσι β΄ Κρόνου σινωτικαὶ κάθυγροι σπασματώδεις, περὶ πάντα ἀτυχεῖς.

  42. 1.3.13.1

    Ἐκθέμενοι οὖν διδασκαλικῶς περὶ ἑκάστης μόνης μοίρας τί ἀποτελεῖ, τοῦ οἰκοδεσπότου αὐτοῖς ἐπικειμένου ἀποτελέσει ἴδιον ἤτοι φαῦλον ἢ ἀγαθόν. νυνὶ δὲ περὶ ὡροσκόπου ἐκθήσομαι.

  43. 1.4.1.1

    Μαθὼν ἀκριβῶς πόσων μοιρῶν ἐστιν ὁ Ἥλιος ἐπὶ γενέσεως ἴδε, ποῦ δωδεκατημόριον ἐκπίπτει, καὶ οὖ ἂν ἐκπέσῃ τούτου εὐώνυμον τρίγωνον ὡροσκοπήσει ἢ τὰ ὁμοιόπτωτα ζῴδια οἷον ἀρρενικὰ ἢ θηλυκά, νοοῦντός σου τὴν διαφορὰν νυκτὸς ἢ ἡμέρας. οἷον ἔστω Ἥλιος Ὑδροχόου μοίρᾳ κβ΄ τούτου δωδεκατημόριον κατέληξε Σκορπίῳ· τούτου εὐώνυμον τρίγωνόν εἰσιν ἔχθύες. εἰ οὖν ἡμερινὴ ἦν ἡ γένεσις, ἔδει τοὺς Ἰχθύας ὡροσκοπεῖν ἢ Ταῦρον ἢ Καρκίνον· εἰ δὲ νυκτερινή, τὰ τούτων διάμετρα· Αἰγόκερως ὡροσκοπήσει κατὰ τὴν πρώτην ὥραν.

  44. 1.4.2.1

    Ὅσων ἂν ἦ μοιρῶν ὁ Ἥλιος, ἐπιγνούς ἀκριβῶς ἡμέρας ταύταις πρόσθες τὴν ἀναφορὰν τοῦ ζῳδίου, ᾧ ὁ Ἥλιος τυγχάνει. καὶ ἀπόλυε ἀπὸ τῆς κατὰ γένεσιν Σελήνης, ἑκάστῳ ζῳδίῳ ἀνὰ μίαν μοῖραν διδούς· ὅπου ἐὰν καταλήξῃ, ἐκεῖ ὁ ὡροσκόπος, ἢ καθὼς πρόκειται εἰς τὰ ὁμοιόπτωτα. νυκτὸς δὲ ἐπιθεὶς τὴν ἀνα φορὰν τοῦ σεληνιακοῦ ζῳδίου ἀπόλυε ἀπὸ τοῦ κατὰ γένεσιν Ἡλίου. οἷον ἐπὶ τοῦ προκειμένου παραδείγματος Ἥλιος Ὑδροχόῳ, Σελήνη Σκορπίῳ· ταύταις προσέθηκα τὴν ἀναφοράν τοῦ ζῳδίου λζ΄ γίνονται νθ΄. ταύτας ἀπέλυσα ἀπὸ Ἡλίου, κατέληξεν Αἰγόκερῳ· ἐκεῖ ὁ ὡροσκόπος.

  45. 1.4.3.1

    Ἀπὸ Θὼθ ἕως τῆς γενεσιακῆς ἡμέρας πλῆθος ἀναλαβών καὶ τὰς ὥρας πολυπλασιάσας ἐπὶ τὸν πεντεκαίδεκα καὶ προσθεὶς τῷ πρώτῳ ἀριθμῷ ἀπόλυε ἡμέρας μὲν ἀπὸ Αἰγόκερω ἀνὰ λ΄, νυκτὸς δὲ ἀπὸ Ἰχθύων. ἢ πάλιν τὰς ὥρας πολυπλασιάσας ἐπὶ τὸν ιε΄ καὶ προσθεὶς τὰς τῦ Ἡλἱου μοίρας ἀπόλυε ἡμέρας μὲν ἀπὸ αὐτοῦ τοῦ Ἡλίου πρὸς ἀναφορὰν κατὰ γεννητικὸν κλίμα, νυκτὸς δὲ ἀπὸ τοῦ ὡροσκόπου πρὸς ἀναφοράν. Μυστικὸς δὲ καὶ ἀναγκαστικὸς ὡροσκόπος οὕτως εὑρίσκεται· ἐπὶ μὲν ἡμερινῆς γενέσεως ὡροσκοπήσει στόριμον τρίγωνον τοῦ Ἡλίου ἢ τὰ τούτου ἑξάγωνα, ἐπὶ δὲ νυκτερινῆς τὰ τούτων διάμετρα. ὥστε καὶ ἄτερ ὥρας ἐὰν ἐπιγνῷς, πότερον νύξ ἢ ἡμέρα, εὑρήσεις ὡροσκοποῦν ζῴδιον.

  46. 1.4.4.1

    Πρὸς δὲ λεπτομερῆ καὶ μοιρικὴν εὕρεσιν ὡροσκόπου οὕτως. τὰς γεννητικὰς ὥρας ἐπὶ τῆς Σελήνης δρόμημα πολυπλασιάσας ἀπόλυε ἡμέρας μὲν ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας, νυκτὸς δὲ ἀπὸ τοῦ διαμέτρου, καὶ ὅπου δἂν καταλήξῃ, τοσούτων μοιρῶν ὁ ὡροσκόπος κριθήσεται. ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἀδριανοῦ δ΄ Μεχὶρ ιγ΄ ὥρα νυκτός α΄· Ἥλιος Ὑδροχόου μοίρᾳ κβ΄. Σελήνη Σκορπίου μοίρᾳ ζ΄, δρόμημα τῆς Σελήνης τῇ ιδ΄ ἡμέρᾳ ἀπὸ ἐποχῆς ιγ΄ νβ΄· εἰσῆλθον εἰς προκείμενον ὄργανον εἰς τὰς ιδ΄ μοίρας τὰς τῷ πρώτῳ στίχῳ καὶ εὗρον ὑποκάτω κατὰ τὴν πρώτην ὥρας ιϚ΄. ταῦτας ἀπέλυσα καὶ ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας Λέοντος κβ΄· κατέληξεν τῷ Αἰγόκερῳ περὶ μοῖραν η΄ ἐὰν δέ πως ἐκ τοῦ ἀναφορικοῦ πλειόνων ἢ ἡττόνων μοιρῶν εὑρεθῇ, ἐκ τῆς προκειμένης ἐφόδου γνωσθήσεται, πότερον πρόσθεσιν ἢ ἀφαίρεσιν ἡ ὥρα ἔχει.

  47. 1.4.5.1

    Ἐπὶ μὲν τῶν ἡμέρας τὰς λοιπὰς τοῦ Ἡλίου μοίρας καὶ ὅσας ἐπέχει ἡ Σελήνη ἐπισυνθεὶς ἔκκρουε τριακοντάδας, καὶ αἱ λοιπαὶ ὡροσκοπήσουσιν· ἐπὶ δὲ τῶν νυκτὸς τὰς λοιπὰς τῆς Σελήνης καὶ ὅσας ἐπέχει ὁ Ἥλιος. ἐὰν μέντοι ὑπὲρ τὴν λογιζομένην ὥραν πλεονάσῃ ὁ ἀριθμός, ὅσαι ἂν ὑστερῶσιν εἰς τὰς λ΄ ἢ εἰς μέγεθος τῆς ὥρας, τοσαῦται ὡροσκοπήσουσιν. ἀπὸ τῆς κε΄ τοῦ Ἐπιφὶ ἕως τῆς γεννητικῆς ἡμέρας ψήφισον τὰς ἡμέρας σὺν ταῖς ἐπαγομέναις καὶ πρόσβαλλε τῷ ἀριθμῷ μόνα κβ΄ καὶ ἀπόλυε τὸν ἀριθμὸν ἀνὰ λ΄, ἡμέρας μὲν ἀπὸ Καρκίνου, νυκτὸς δὲ ἀπὸ Αἰγονέρωτος· ὅπου δʼ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται ὁ ὡροσκότος, καὶ ὧν μοιρῶν, τοσαῦται ὡροσκοπήσουσιν.

  48. 1.5.1.1

    Λαβὼν τὰς τοῦ Ἡλίου μοίρας ἐπὶ ὡροσκόπου χρηματιζούσας ἐπὶ ἡμέρας, ἐπὶ δὲ νυκτὸς τῆς διαμέτρου, δεκαπλασίασον αὐτὰς καὶ γενόμενον ποσὸν πάλιν πολλαπλασίασον ἐπὶ τὰς ἀναδοθείσας ὥρας ἤτοι ἡμερινὰς ἢ νυκτερινὰ ἤτοι ὅλας ἢ καὶ μετὰ μοιρῶν, καὶ ἐκκρούσας ὅλους κύκλους τὰ λοιπὰ ἡγοῦ ὡροσκοπικὸν γνώμονα. κλίμα ὥρα ἡμέρας β΄ Ἥλιος Καρκίνου ζ΄, Σελήνη Κριοῦ κβ΄ ἡμερινοὶ ὡροσκόποι τῆς τοῦ Ἡλίου μοίρας μβ δεκάκις, γίνονται σκδ΄ ταῦτα δίς, γίνονται μετὰ κύκλων πη΄· οὗτος ὁ ὡροσκοπικὸς γνώμων.

  49. 1.5.2.1

    Οἷον ἔστω Ἥλιος Αἰγόκερω μοίρᾳ ιθ΄· ἐγενήθη δέ τις ὥρᾳ νυκτιρινῇ τρίτη. δὲ δρόμημα τῆς Σελήνης ἐστὶ μοιρῶν β΄U+2220΄ ιε΄ εἰσέρχομαι εἰς σελίδιον τῆς τρίτης ὥρας, ἔνθα παράκειται ἐπὶ μὲν τῶν ιβ΄ μοιρῶν τοῦ δρομήματος μοῖραι μα΄ U+2220΄. ἐπὶ δὲ τῶν ιε΄ U+2220΄. τοῦ δρομήματος μοῖραι μδ΄ U+2220΄. ἡ ὑπεροχὴ τῶν μδ΄ U+2220. πρὸς τὰς μα΄ U+2220΄ γίνεται μοῖραι γ΄ τούτων U+2220΄ ιε΄ γίνεται α΄ U+2220΄ ε΄. ταύτας προστίθημι ταῖς μα΄ U+2220΄ διὰ εἶναι τῆς Σελήνης δρόμημα μοιρῶν ιβ΄ U+2220΄ ιε΄. γίνονται οὖν ὁμοῦ μοῖραι μγ΄ ε΄ ταύταις πρόσθες τάς τοῦ Ἡλίου μοίρας ιθ΄· ὁμοῦ γίνονται μοῖραι ξβ΄ ε΄· ἃς ἀπέλυσα ἀπὸ τοῦ Καρκίνου διὰ νυκτὸς εἶναι τὴν γένεσιν, καὶ κατέληξεν ὁ ὡροσκόπος μοίρᾳ β΄ Παρθένου λεπτοῖς ιβ΄ ἦν δὲ ἀπὸ τοῦ κανόνος ὁ ὡροσκόπος Αἰγόκερω μοίρᾳ γ΄.

  50. 1.5.3.1

    Σκοπεῖν δεήσει ἐπὶ μὲν τῶν συνοδικῶν ὅριον τῆς συνόδου καὶ τὸν κύριον τοῦ ζῳδίου, καὶ ὃς ἂν τούτων συνεγγιζούσας μοίρας τῇ ὥρᾳ ἔχῃ, ἐκεῖναι ὡροσκοπήσουσιν. ἐπὶ δὲ τῶν πανσεληνιακῶν ὅριον τῆς πανσελήνου καὶ τὸν κύριον τοῦ ζῳδίου συγκρίνειν.

  51. 1.5.4.1

    Ἡμέρας τὰς τοῦ Ἡλίου δεῖ λαμβάνειν καὶ τὰς λοιπὰς τὰς τῆς Σελήνης καὶ ἐκκρούειν τριακοντάδας, τὰς δὲ περιλειπομένας εἰσενέγκαντας εἰς τὸν ἀναφορικὸν λόγον παρακείμενον μέγεθος τῷ ἡλιακῷ ζῳδίῳ ποιεῖν ἐπὶ τὰς μοίρας τοῦ ζῳδίου, καὶ ἐποπροσθέντας τὰς ἡλιακὰς μοίρας ἀπολύειν τριακοντάδας· ὅσαι δʼ ἂν λείψωσιν, ἔσονται ἡλιακὸς γνώμων , ὃν καὶ σημειωσάμενοι ποιήσομεν καὶ τὸν τῆς Σελήνης γνώμονα οὕτως. διπλώσαντες ἃς ἔχει μοίρας ἡ Σελήνη ἀφαιροῦμεν τριακοντάδας, τὰς δὲ περιλειπομένας δωδεκαπλασιάσαντες καὶ ἐπιπροσθέντες τὰς τῆς Σελήνης ἢ μοίρας ἀφαιροῦμεν τριακοντάδας, καὶ αἱ λοιπαὶ ἔσονται τῆς Σελήνης γνώμων. νυκτὸς δὲ τὰς λοιπὰς τῆς Σελήνης μοίρας καὶ ἃς ἔχει ὁ Ἥλιος ἐπισυνθέντες καὶ ἐκκρούσαντες εἰς τὸν ἀναφορικὸν τριακοντάδας τὰς λοιπὰς εἰσφέρομεν ἐπὶ ἡλιακὸν ζῴδιον καὶ ἐπιγνόντες ὡριαῖον μέγεθος πολλαπλασιάζομεν τὰς τοῦ Ἡλίου μοίρας καὶ ἐπιπροσθέντες, ὅσας ἔχει μοίρας ὁ Ἥλιος, ἀφαιροῦμεν τριακοντάδας· καὶ αἱ περιλειπόμεναι ἔσονται ἡλιακὸς γνώμων. ἐὰν οὖν ὑπερέχῃ ὁ τοῦ Ἡλίου γνώμων τὸν τῆς Σελήνης, ἡ ὥρα ἀφαίρεσιν ἔχει· ἐὰν δὲ ὁ τῆς Σελήνης, πρόσθεσιν, ὅση ἡ ὑπεροχή· ἐὰν δὲ ἴση, οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἔχει. ὁμοίως καὶ ἐὰν ὑπὲρ τὰς ιε΄ ἢ ἐντὸς αἱ περιλειπόμεναι πρόσθεσιν ἢ ἀφαίρεσιν ἔχωσι.

  52. 1.5.5.1

    Ζῳδιακῶς ἐπιγνόντες ὡροσκοποῦν ζῴδιον τὴν μοῖραν οὕτως εὑρήσομεν. μαθόντες ἔτος τῆς τετραετηρίδος ὡς ὑπόκειται τὰς παρακειμένας ὥρας τῇ γεννητικῇ ὥρᾳ ἐπιπροσθέντες καὶ Ψηφί ίσαντες τὴν Σελήνην, πόση ἐστί, τοσοῦτον ἡγησόμεθα τὸν ὡροσκόπον. ἔχει δὲ πρῶτον ἔτος ὥρας ια΄, δεύτερον ὥρας Ϛ΄, τρίτον ὥρας ιβ΄, τέταρτον ὥρας προσῳκείωται δὲ καὶ ἔτος τῆς τετραετηρίδος πρὸς τὴν τοῦ Κυνὸς ἄστρου ἐπιτολήν. Ἔτος πρῶτον τῆς τετραετηρίδος· ἀνατέλλει Καρκίνῳ ὥρᾳ πρώτῃ νυκτερινῇ. δεύτερον ἔτος, ἀνατέλλει Ζυγῷ ὥρᾳ ἡμερινῇ Ϛ΄. τρίτον ἔτος, ἀνατέλλει Αἰγόκερῳ ὥρᾳ ἡμερινῇ ιβ΄. τέταρτον ἀνατέλλει ὥρᾳ Ϛ΄ καὶ νυκτὸς Κριῷ. οὕτως καὶ ἐπὶ τῶν ἀντιγενέσεων χρηθιμεύει ὁ ὡροσκόπος, προστιθεμένων τῶν τῆς τετραετηρίδος ὡρῶν κατὰ ζητούμενον ἔτος καὶ ἀπολυομένων ἀπὸ τῆς γενεσιακῆς ὥρας· εἰς ποῖον ἂν ἐκπέσῃ ἡμικύκλιον ἤτοι νυκτερινὸν ἢ ἡμερινόν ἐκεῖ ἡγεῖσθαι τὸν ὡροσκόπον καὶ τοὺς κατʼ ἐκεῖνο καιροῦ ἀστέρας ἐπικέντρους συγκρίνειν πρὸς τὴν γένεσιν.

  53. 1.6.1.1

    Μεσουράνημα δὲ ἀπὸ χειρὸς εὑρεῖν οὕτως. ἀπὸ τῆς δυνούσης μοίρας λαβὼν κατὰ τὰς ἀναφορὰς τοῦ κλίματος ἕως τοῦ διαμέτρου τούτων τὴν ἡμίσειαν ἀπόλυε ἀπὸ τῆς δυτικῆς μοίρας· ὅπου δʼ ἂν ἐκπέσῃ, τοσοῦτον ἔσται μεσουράνημα. οἷον ἔστω ὡροσκόπος Αἰγόκερῳ μοίρᾳ ιε΄ κατὰ δεύτερον κλίμα, ἔλαβον ἀπὸ τῆς δυνούσης μοίρας Καρκίνου ιε΄ ἕως τῆς τοῦ Αἰγόκερω ιε΄ συνάγονται ἀναφοραὶ σιδ΄ τούτων ἥμισυ ρζ΄. ταύταις προσθεὶς τὰς ιε΄ τοῦ Καρκίνου ἀπέλυσα ἀπὸ τοῦ αὐτοῦ· κατέληξεν Σκορπίῳ μοίρᾳ β΄, ἔνθα μεσουράνημα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἐὰν δὲ καὶ μέγεθος τῶν ὡρῶν τῆς ἡμέρας ἐπιγνῶναι θέλῃς, πάντοτε ἀπὸ τῆς ἡλιακῆς μοίρας ἕως τῆς διαμετρούσης τὰς ἀναφοράς ἐπισυνθεὶς καὶ τούτων ιε΄ λαβὼν ἐπιγνώσῃ μέγεθος. οἷον τὴν προκειμένην δύνουσαν Καρκίνου μοῖραν ιε΄ ὑπόθου εἶναι ἡλιακήν· ἕως οὖν τοῦ διαμέτρου γίνονται ἀναφοραὶ σιδ΄ τούτων ιε΄ ιδ΄ δ΄ λοιπά εἰσιν ε΄ ιε΄ μέρος ὥρας. ἔστω οὖν ἡ ἡμέρα Ἡλίου ὄντος Καρκίνῳ περὶ μοίρας ιε΄ κατὰ κλίμα τῆς Συρίας ὡρῶν ιδ΄ ε΄ ιε΄ εἰ δὲ καὶ τῆς νυκτὸς μέγεθος ἐπιγνῶναι θέλεις, ἀπὸ τῆς διαμετρούσης μοίρας τὸν Ἥλιον ἐπισυνθεὶς τὰς ἀναφοράς ἕως ἧς ἐπέχει πραγματεύου· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων.

  54. 1.7.1.1

    Πόσων δὲ ὡρῶν ἕκαστον ζῴδιον ἀναφέρεται, ἐκ τῆς ἑκάστου ἀναφορᾶς γνωστέον. οἷον ἐπεὶ ὁ Κριὸς ἀναφέρεται ἐν κ΄, ἡ δὲ ὥρα ἔχει χρόνους ἰσημερινούς ιε΄, ἐὰν ἀφέλῃς ἐκ τῶν κ΄ τὰς ιε΄, λοιπὰ ε΄, ἅ ἐστι τρίτον μέρος τῶν ιε΄, ἀνενεχθήσεται οὖν ὁ Κριὸς ὥρᾳ α΄ καὶ τρίτῳ. πόσον δὲ χρόνον ἑκάστη μοῖρα ἰσχύει, γνώσῃ οὕτως. δίπλωσον τὴν ἀναφοράν ἑκάστου ζῳδίου καὶ ταῦτα ἑξάκις· γίνονται σμ΄ ἡ μοῖρα μῆνες η΄ ἕκαστον δὲ ζῴδιον πόσην πρόσθεσιν ἢ ἀφαίρεσιν ἀναφορᾶς ἔχει, οὕτως γνωστέον. ἐπεὶ ὁ Κριὸς ἀναφέρεται κ΄, ὁ Ζυγὸς μ΄ εἰς συμπλήρωσιν τῶν ξ΄ ὅσων γὰρ ἕκαστον ἀναφέρεται ζῴδιον, εἰς συμπλήρωσιν τῶν ξ΄ κατὰ διάμετρον ζῴδιον ἐφέξει· καὶ ὅσων ὡρῶν ἕκαστον, εἰς συμπλήρωσιν τῶν δ΄ ὡρῶν κατὰ διάμετρον· καὶ ὅσων ἡμερῶν καὶ μηνῶν δυοῖν ἐτῶν κατὰ διάμετρον ἐφέξει. ᾧ γὰρ πλεονάζει ἕκαστον, τὸ κατὰ διάμετρον λείπεται· ᾧ δὲ λείπεται, τούτῳ πλεονάζει κατʼ εὐθύ. ἀφεῖλον οὖν ἀπὸ τοῦ προκειμένου μεγίστου ἐλάχιστον, τοῦτʼ ἔστιν ἀπὸ τῶν μ΄ τὰ κ΄· λοιπὰ κ΄. τούτων πέμπτον γίνεται δ΄· ἡ προσθαφαίρεσις ἑκάστου ζῳδίου τέτταρα. ταῖς οὖν κ΄ τοῦ Κριοῦ ἐὰν προσθῶμεν δ΄, γίνονται κδ΄ τούτοις ὁ Γαῦρος ἀνενεχθήσεται· οἱ δὲ Δίδυμοι κη΄, ὁ Καρκίνος λβ΄, ὁ Λέων λς΄, ἡ Παρθένος μ΄, ὁ Ζυγὸς μ΄. εἶτα ἀπὸ Σκορπίου ὁμοίως ἀφαιρήσεις δ΄ ἕως Ἰχθύων. οὕτως καὶ καθʼ ἕκαστον κλίμα ζητῶν ἐπιγνώσῃ.

  55. 1.7.2.1

    Ἄλλως. ἔστω τὸν Λέοντα ἀναφέρεσθαι λϚ΄, ὁμοίως δὲ καὶ Σκορπίον, τὸν δὲ Ταῦρον καὶ τὸν Ὑδροχόον κδ΄ λοιπὰ ιβ΄ ὧν τρίτον δ΄ αὕτη προσθαραίρεσις. οὕτως καὶ καθʼ ἕκαστον κλίμα ζητῶν ἐπιγνώσεις. ἡ δὲ διαφορὰ τῶν κλιμάτων καὶ παρὰαύξησις οὕτω γιγνώσκεται. ἐπεὶ τῷ πρώτῳ κλίματι ἀπὸ Καρκίνου ἕως Τοξότου συνάγονται ἀναφοραὶ σι΄ ἕκτον γίνεται λε΄· τούτοις ὁ Λέων ἀνενεχθήσεται. καὶ ὁμοίως κατὰ τὴν προκειμένην ἔφοδον, ἐὰν ἀφέλῃς τὰς κε΄ τοῦ Ὑδροχόου καὶ τῶν λοιπῶν τρίτον λάβης, ἐπιγνώσεις τῶν ζῳδίων τὰς ἀναφοράς. ἐπεὶ οὖν ἑπτὰ κλίματα τυγχάνει, δὲ τῷ ἑβδόμῳ ἀπὸ Καρκίνου συνάγονται ἀναφοραὶ σλδ΄ ἀφ᾿ ὧν ἐὰν τὰ σι΄ τοῦ πρώτου κλίματος ἀφέλωμεν, περιλειφ θήσονται κδ΄ ὑπεροχαί· ὧν Ϛ΄ ἐπεὶ μεταξὺ κλίματα τυγχάνει, γίνονται δ΄ αὕτη αὔξησις ἑκάστου κλίματος πρὸς τὴν πῆξιν τοῦ ἀναφορικοῦ· ὡς εἶναι μὲν τῷ πρώτῳ κλίματι ἀπὸ Καρκίνου ἕως Τοξότου ἀναφορὰς σι΄, δὲ τῷ β΄ κλίματι σιδ΄ δὲ τῷ γ΄ σιη΄, δὲ τῷ τετάρτῳ σκβ΄ δὲ τῷ πέμπτῳ σκϚ΄, δὲ τῷ Ϛ΄ σλ΄ δὲ τῷ ζ΄ σλδ΄.

  56. 1.8.1.1

    Ὁμοίως καὶ περὶ ἀκουόντων καὶ βλεπόντων ἑξαγώνων ζῳδίων ἐκ τῶν ἀναφορῶν γνωστέον, οἷον οὕτως. οἱ Ἰχθύες βλέπουσι τὸν Ταῦρον· ἀπὸ Ἰχθύων ἓξ ζῳδίων ἀνασοραὶ κατὰ δεύτερον κλίμα γίνονται ρξ΄ καὶ ἀπὸ Ταύρου ἕως Ζυγοῦ σ΄· γεγόνασιν οἱ Ἰχθύες (ττονες τοῦ Ταύρου καὶ ἀκούουσιν αὐτοῦ· καὶ τῶν β΄ αἱ ἀναφοραὶ πληροῦσι τὰς τξ΄. ὁμοίως ἀπὸ Διδύμων ὥως Σκορπίου σιβ΄ καὶ ἀπὸ Λέοντος ὥως Αίγόκερω σιβ΄· Δίδυμοι οὖν καὶ Λέων ἰσανάφοροι καὶ ἀκούουσιν ἀλλήλων. πάλιν ἀπὸ Παρθένου ἕως Ὑδροχόου σ΄ καὶ ἀπὸ Σκορπίου ἕως Κριοῦ ρξ΄ βλέπουσιν. ἀπὸ Ζυγοῦ ἕως ἔχθύων ρπ΄, ἀπὸ Τοξότου ἕως Ταύρον ρμη΄, ἀπὸ Ὑδροχόου ἕως Καρκίνου ρμη΄ ἀκούουσι καὶ ἰσανάφ ὅροι. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν. Τινὲς δὲ τὴν συμπάθειαν τῶν ἑξαγώνων οὕτως ἡγοῦνται· τῶν ὁύο ζῳδίων τὰς ἀναφορὰς ἐπισυνθέντες καὶ τούτων τὴν ἡμίσειαν ἀναλαβόντες σκοποῦσιν εἰ μεταξὺ ζῴδιον οὕτως ἀναφέρεται. οἷον Κριὸς κ΄ οἱ Δίδυμοι κη΄, γίνονται μη΄ , ὧν ἥμισυ κδ΄ τούτοις ὁ Ταῦρος ἀναφέρεται. διὰ τοῦτο ὁ Κριὸς πρὸς τοὺς σιδύμους ἕξει συμπάθειαν· ὁμοίως ὁ Ταῦρος πρὸς τὸν Καρκίνον, ἐπεὶ τῶν δύο αἱ ἀναφοραὶ γίνονται νϚ΄, ὧν ἥμισυ κη΄ τούτοις οἱ Δίδυμοι ἀναφέρονται, καὶ ὁμοίως οἱ Δίδυμοι πρὸς τὸν Λέοντα καὶ ὁ Καρκίνος πρὸς τὴν Παρθένον. ὁ δὲ Λέων πρὸς τὸν Ζυγὸν οὐκ ἔχει διὰ συνάγεσθαι οη΄ ὧν ἥμισυ λθ΄, ἡ δὲ Παρθένος μ΄ ἀναφέρεται. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν.

  57. 1.9.1.1

    Σύνοδον καὶ πανσέληνον ἀπὸ χειρὸς εὑρεῖν. λαβὺν ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν καὶ ἐπιγνοὺς πόσα ἐστὶ δωδεκατημόρια ἀνάδραμε ἀπὸ τῆς ἡλιακῆς μοίρας κἀκεῖ εὑρήσεις τὴν σύνοδον. καὶ ἡ Σελήνη δὲ τοσαύτας ἀπὸ συνόδου ἐφέξει μοίρας, ὅσα ἐὰν εὑρεθῇ δωδεκατημόρια. ἐπὶ δὲ τῶν πανσελήνων γενέσεων ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας λάμβανε ὡς ἐπὶ τὴν Σελήνην καὶ ἐπιγνούς, πόσα ἐστὶ δωδεκατημόρια, ἀφαίρει ἀαὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας· κἀκεῖ ἔσται ἡ πανσέληνος. ἐὰν δὲ τῇ πανσεληνιακῇ μοίρᾳ προσθῇς ιε΄ εὑρήσεις τὴν μέλλουσαν σύνοδον. ὁμοίως δὲ καὶ τῇ συνοδικῇ μοίρᾳ ἐὰν προσθῇς ιε΄, εὑρήσεις τὴν μέλλουσαν πανσέληνον.

  58. 1.9.2.1

    Οἷον Μεσωρὶ β΄ Ἥλιος Λέοντι μοίρᾳ ε΄, Σελήνη Ζυγῷ μοίρᾳ κϚ΄· διάστημα ἀπὸ τοῦ Ἡλίου ἐπὶ τὴν Σελήνην γίνεται πα΄, ἅ ἐστι δωδεκατημόρια ζ΄ ἔγγιστα. ἔσται οὖν ἑβδόμη ἡ Σελήνη ἀπὸ συνόδου, πάλιν τὰ ἑπτὰ ἀνεπόδισα ἀπὸ ἡλιακῆς μοίρας· κατέληξεν εἰς τὴν τοῦ Καρκίνου μοῖραν κη΄ ἐκεῖ ἡ σύνοδος ἐγένετο. καὶ ἀπὸ τῆς δευτέρας τοῦ Μεσωρὶ ἀνεπόδισα τὰς ζ΄ γίνεται Ἐπιφὶ κε΄· ταῖς οὖν κη΄ τοῦ Καρκίνου ἐὰν προσθῶμεν ιε΄, γίγνεται Λέοντι ιγ΄. ἔσται οὖν ἡ πανσέληνος Λέοντι μοίρᾳ ιγ΄.

  59. 1.9.3.1

    Τὴν δὲ πανσέληνον οὕτως· ἔστω Mεχὶρ ιγ΄ Ἥλιος Ὑδροχόῳ μοίρᾳ κβ΄ Σελήνη Σκορπίῳ μοίρᾳ ζ΄. ἔλαβον ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας Λέοντος κβ΄ ἕως τῆς σεληνιακῆς· γίνονταιοε΄ εἰσὶν οὖν δωδεκατημόρια Ϛ΄, ἅτινα ἀφαιρῶ ἀπὸ τῆς τοῦ Λέοντος μοίρας κβ΄ λοιπαὶ ιϚ΄, αἷς γέγονεν ἡ πανσέληνος. πάλιν τὰς Ϛ΄ ἀφεῖλον ἀπὸ τῆς ιγ΄ τοῦ Μεχίρ· γέγονε τοῦ Μεχὶρ ζ΄. ὁμοίως ἐπεὶ ἀπὸ συνόδου ἕως πανσελήνου εἰσὶν ἡμέραι ιε΄, ταύταις προσέθηκα τὰς η΄ γίνονται κα΄. τοσαύτας ἡμέρας ἡ Σελήνη ἀπὸ τῆς συνόδου ἀφέξει.

  60. 1.10.1.1

    Περὶ δὲ τῆς ἑβδομάδος καὶ σαββατικῆς ἡμέρας οὕτως. τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη καὶ τὰς ἐμβολίμους ἀναλαβὼν πρόσθες καὶ τὰς ἀπὸ Θὼθ ἕως τῆς γενεθλιακῆς ἡμέρας καὶ ἐκ τούτων ἀφαίρει ὁσάκις δύνῃ ἑπτά, τὰς δὲ λοιπὰς ἀπὸ Ἥλίου· εἰς οἷον δʼ ἂν καταλήξῃς ἀστέρα, ἐκείνου ἔσται ἡ ἡμέρα. ἡ δὲ τάξις τῶν ἀστέρων πρὸς τὰς ἡμέρας οὕτως ἔχει· Ἥλιος Σελήνη Ἄρης Ἑρμῆς Ζεὺς Ἀροδίτη Κρόνος. ἡ δὲ τῶν ζωνῶν διάθεσις οὕτως· Κρόνος Ζεὺς Ἄρης Ἡλιος Ἀφροδίτη Ἑρμῆς Σελήνη· ἐκ ταύτης δὲ τῆς διαθέσεως αἱ ὧραι σημαίνονται, ἐκ δὲ τῶν ὡρῶν ἡ ἡμέρα τοῦ ἑξῆς ἀστέρος. οἷον ἔτος δ΄ Ἀδριανοῦ Μεχὶρ κατὰ Ἀλεξανδρεῖς ιγ΄ νυκτὸς ὥρα α΄· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ρμη΄ καὶ ἐμβόλιμοι λϚ΄ καὶ ἀπὸ Θὼθ ἕωςιγ΄ Μεχὶρ ἡμέραι ρξγ΄ γίγνεται τμζ΄ ἀφαιρῶ ἑβδομάδας μθ΄ λοιπαὶ δ΄ ἀπὸ Ἡλίου καταλήγει εἰς Ἑρμοῦ ἡμέραν, καὶ ἡ α΄ ὥρα νυκτὸς Ἑρμοῦ, ἡ δευτέρα Σελήνης, ἡ τρίτη Κρόνου, ἡ τετάρτη Διός, ἡ πέμπτη Ἄρεως, ἡ ἕκτη Ἡλίου, ἡ ἑβδόμη Ἀφροδίτης, ὀγδόη Ἑρμοῦ, ἡ ἐνάτη Σελήνης, ἡ δεκάτη Κρόνου, ἡ ἑνδεκάτη Διός, ἡ δωδεκάτη Ἄρεως· ἡ ἡμέρα α΄ Ἡλίου, β΄ Ἀφροδίτης, τρίτη Ἑρμοῦ, τετάρτη Σελήνης, πέμπτη Κρόνου, ἕκτη Διός, ἑβδόμη Ἄρεως, ὀγδόη Ἡλίου, ἐνάτη Ἀφροδίτης, δεκάτη Ἑρμοῦ, ἑνδεκάτη Σελήνης, δωδεκάτη Κρόνου. εἶτα ἑξῆς γίγνεται ἡ ἐπιοῦσα ἡμέρα τουτέστι Μεχὶρ ιδ΄ ἔσται Διὸς καὶ ἡ α΄ ὥρα.

  61. 1.11.1.1

    Εἰ δὲ καὶ τὸν οἰκοδεσπότην τοῦ ἔτους θέλεις ἐπιγνῶναι τῷ αὐτῷ τρόπῳ, οἷον ἐπὶ τοῦ αὐτοῦ ὑποδείγματος τὰ πλήρη Αὐγούστου ἔτη ρμη΄ καὶ ἐμβόλιμοι λϚ΄ καὶ τοῦ Θὼθ α΄· γίγνονται ρπε΄ ἐκ τούτων ἀφαιρῶ ἑβδομάδας κϚ΄ λοιπαὶ γ΄. ταύτας ἀπὸ Ἡλίου· καταλήγει ἔτος Ἄρει. ἐπὰν οὖν ἐπιγνῷς τὸν κύριον τοῦ ἔτους, εὑρήσεις καὶ τὸν κύριον τοῦ μηνὸς οὕτως, τῇ τῶν ζωνῶν διαθέσει ἀνωφερῶς χρώμενος. οἷον ὁ Θὼθ ἔσται Ἄρεως ἐπεὶ οὖν ἡ κθ΄ τοῦ Θὼθ πάλιν εἰς τὸν Ἄρεα καταλήγει, ἡ λ΄ Ἑρμοῦ, ἡ πρώτη τοῦ Φαωφὶ ἔσται Διός, ἡ λ΄ Ἀφροδίτης· ἡ α΄ τοῦ Ἀθὺρ Κρόνου, ἡ τοῦ Κοιὰκ α΄ Σελήνης, ἡ τοῦ Τυβὶ Ἑρμοῦ, ἡ τοῦ Mεχὶρ Ἀφροδίτης. ἐπεὶ οὖν τοῦ μὲν ἔτους κύριος Ἄρης, τοῦ δὲ πηνὸς Ἀφροδίτη, τῆς δὲ ἡμέρας Ἑρμῆς, τῆς δὲ ὥρας Ἥλιος, τούτους σκοπεῖν δεήσει ἐπὶ τῆς γενέσεως πῶς εἰσι κείμενοι. ἐπιτόπως μὲν γὰρ καὶ τῆς αἱρέσεως πράξεως δηλωτικοί, καὶ μάλιστα ὅταν ὁ κύριος τοῦ ἔτους διαπορευόμενος τύχῃ τὸν καταγόμενον ἐνιαυτόν, ὁ δὲ τοῦ μηνὸς τὸν μῆνα καὶ ὁ τῆς ἡμέρας τὴν ἡμέραν. δέ πως παραπέσωσιν ἢ ὑπὸ κακοποιῶν μαρτυρηθῶσιν, ἐναντιωμάτων καὶ ταραχῶν εἰσιν δηλωτικοί.

  62. 1.11.2.1

    Ἐμοὶ δὲ μᾶλλον φυσικώτερον ἔδοξε τὰ πλήρη τὰ ἀπὸ Αὐγούστου ἔτη καὶ τὰς ἐμβολίμους λαβόντα, καθώς πρόκειται, καὶ τὰς ἀπὸ Θὼθ ἕως τῆς γενεσιακῆς ἡμέρας καὶ ἐκκρούσαντα ἑβδομάδας καὶ τὰς λοιπὰς ἀπολύσαντα ἀπὸ Ἡλίου ἐκεῖνον κρίνειν τοῦ ἔτους κύριον, εἰς ὃν κατέληξεν ὁ ἀριθμός· ἑκάστης γὰρ γενέσεως ἡ νουμηνία τὴν γεννητικὴν ἡμέραν ἐφέξει. δὲ τῷ αὐτῷ ἔτει τοὺς γεννωμένους ὑπὸ μίαν οἰκοδεσποτίαν τετευχέναι οὐ δοκεῖ λόγον ἔχειν. καθολικῶς οὖν τοῦ ἔτους τὸν κύριον καὶ κοσμικῶν κινήσεων οἱ παλαιοὶ ἐκ τῆς νουμηνίας τοῦ Θὼθ κατελάβοντο (ἕνθεν γὰρ τὴν ἀρχὴν τοῦ ἔτους ἐποιήσαντο), φυσικώτερον δὲ ἐκ κυνὸς ἐπιτολῆς.

  63. 1.12.1.1

    Περὶ δὲ ἀρρενικῶν καὶ θηλυκῶν μοιρῶν οὕτως. τῶν μὲν ἀρρενικῶν ζῳδίων αἱ πρῶται β΄ ἥμισυ μοῖραι ἔσονται ἀρρενικαί, αἱ δὲ ἑξῆς β΄ ἥμισυ θηλυκαί· τῶν δὲ θηλυκῶν ζῳδίων αἱ πρῶται β΄ ἥμισυ θηλυκαί, αἱ ἑξῆς ἀρρενικαί, αἱ δὲ ἑξῆς θηλυκαί. τοῖς οὖν συνοδικοῖς ἡ μοῖρα τῆς συνόδου δηλώσει, τοῖς δὲ πανσεληνιακοῖς ἡ μοῖρα τῆς πανσελήνου· οἱ δέ, ᾗ μοίρᾳ ὁ ὡροσκόπος ἤ ἡ Σελήνη.

  64. 1.13.1.1

    Εἰσὶ δὲ καὶ οἱ φωτισμοὶ τῆς Σελήνης οὕτως. πρμωταία μὲν γὰρ οὖσα αίνει ὥρας U+2220΄ δ΄ κ΄· δευτεραία α΄ U+2220΄ ι΄· καὶ ἀεὶ ὅσων ἂν· ᾖ ἡμερῶν, τετράκις ποιήσας πέμπτον λαβὼν ἀποφσίνου τὴν ὥραν. οἷον ιε΄ ἐστὶ τῆς Σελήνης· τετράκις ταῦτα γίνεται ξ΄, ὧν ε΄ ιβ΄ φαίνει ἄρα λείπουσα ὥρας ιβ΄. πρωταία μὲν γὰρ οὖσα αίνει ὥρας U+2220΄ δ΄ κ΄ δευτεραία ὥραν α΄ U+2220΄ ι΄, τριταία ὥρας β΄ γ΄ ιε΄ τεταρταία ὥρας γ΄ ε΄, πεμπταία ὥρας δ΄, ἑκταία ὥρας δ΄ U+2220΄ δ΄ κ΄, ἑβδομαία ὥρας ε᾿ ι΄, ὀγδοαία Ϛ΄ Ϛ΄ ιε΄, ἐναταία ὥρας ζ΄ ε΄, δεκαταία ὥρας η΄ ἑνδεκαταία ὥρας η΄ U+2220΄ δ΄ κ΄, δωδεκαταία ὥρας θ΄ ε΄ ι΄, τρισκαιδεκαταία ὥρας ιγ΄ ιε΄, τεσσαρακαιδεκαταία ὥρας ια΄ ε΄, πεντεκαιδεκαταία ὥρας ιβ΄. ὁμοίως ιϚ΄ πρὸς ἀφαίρεσιν ὡς ἀπὸ α΄ ἕως ιε΄ ἐστίν. ἔστι δὲ αὐτῆς ὁ μὴν ἡμερῶν κθ΄, ὁ δὲ ἐνιαυτὸς ἡμερῶν τνδ΄.

  65. 1.14.1.1

    Ἀφανὴς δὲ γίνεται ἡ Σελήνη ἐπὶ σύνοδον φερομένη καθʼ ἔκαστον ζῴδιον μοιρικῶς οὕτως. ὅπου ἂν εὑρεθῇ ὁ Ἥλιος, τοῦ ζῳδίου λάμβανε τὴν ἡμίσειαν ἀναφοράν, κἀκεῖ ἔσται λείπουσα. οἷον Ἥλιος Κριῷ ἐπὶ τοῦ δευτέρου κλίματος· ἡ ἀναφοορὰ τοῦ ζῳδίου κ΄, ὧν ἥμισυ ι΄ ἀφαιρουμένων τῶν ι΄ ἐκ τῶν λ΄ Σελήνη ἀφανὴς Ἰχθύσιν περὶ μοίρας κ΄. Ἥλιος Ταύρῳ· ἦμισυ τῆς ἀναφοορᾶς ιβ΄ ἔσται ἡ Σελήνη ἀφανὴς Κριῷ περὶ μοίρας ιη΄. Ἡλιος Δσιδύμοις· ἥμισυ τῆς ἀναφορᾶς τοῦ ζῳδίου ιδ΄ ἔσται οὖν ἡ Σελήνη περὶ τὰς ιϚ΄ μοίρας τοῦ Ταύρου ἀφανής. Ἥλιος Καρκίνῳ ἥμισυ τῆς ἀναφορᾶς ιϚ΄· ἔσται ἀφανὴς ἡ Σελήνη Διδύμοις περὶ μοίρας ιδ΄. Ἥλιος Λέοντι· ἥμισυ τῆς ἀναφορᾱς ιη΄· ἔσται ἀφανὴς ἡ Σελήνη Καρκίνῳ περὶ μοίρας ιβ΄. Ἥλιος Παρθένῳ· ἥμισυ τῆς ἀναφορᾶς κ΄· ἔσται ἀφανὴς ἡ Σελήνη Λέοντι περὶ μοίρας ί. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων.

  66. 1.15.1.1

    Περὶ δὲ τριταίας καὶ ἑβδομαίας καὶ τεσσαρακοσταίας οὕτως. ἕστω Σελήνη Σκορπίρ μοίραις ζ΄· ἡ τριταία ἔσται Γοξότῃ μοίραις ζ΄. οὕτω γὰρ δέον ζητεῖν τὰς ἡμέρας, ἄλλως τε ἡ τοῦ Τοξότου ζ΄ μοῖρα καθέστηκε τριταία ἡμέρα. ἡ δὲ ἑβδομαία εὑρεθήσεται πρὸς ἀποτελεσματογραφίαν τῇ τετραγώνῳ πλευρᾷ περὶ Ὑδροχόου μοίρας ζ΄· ἡ δὲ τεσσαρακοσταία περὶ Γαύρου μοίρας ζ΄. τινὲς δὲ ταῖς κατὰ γένεσιν Σελήνης μοίραις προστιθέασιν ρξ΄ καὶ ἀπολύουσιν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου. οἱ δὲ τὴν σεληνιακὴν γενεσιακὴν μοῖραν παρὰ τὰς τριταίας καὶ ἑβδομαίας καὶ τεσσαρακοσταίας ἐπιπροσθέντες καὶ ψηφίσαντες τὴν Σελήνην ἐκεῖ λογίζονται. καθολικῶς οὖν σημειοῦνται τάς τε εὐτυχεῖς καὶ ἀτυχεῖς καὶ μέσας γενέσεις ἐκ τῆς τριταίας καὶ ἑβδομαίας καὶ τεσσαρακοσταίας· τούτων μὲν γὰρ τῶν τόπων θεωρουμένων ὑπὸ ἀγαθοποιῶν χρηματιστικοῖς τόποις καὶ μὴ ὑπὸ κακοποιῶν ὑπερευτυχεῖς καὶ μεγάλας ἀποφαίνου, τῶν δὲ δύο ἐπιθεωρουμένων ὑπὸ ἀγαθοποιῶν τοῦ δὲ ἑτέρου ὑπὸ κακοποιῶν μέσας, τῶν δὲ τριῶν ὑπὸ κακοποιῶν μόνων τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων ἀτυχεῖς· ἐὰν δὲ ἀναμεμιγμένοι ὦσιν, μέσας λέγε.

  67. 1.16.1.1

    Ἀναβιβάζοντα δὲ ἀπὸ χειρὸς εὑρεῖν, τὰ πλήρη ἔτη ἀπὸ Αὐγούστου λαβὼν πολυπλασίασον ἐπὶ τὸν ιθ΄ γ΄ καὶ ἑκάστου μηνὸς Αἰγυπτίου ἀνὰ μοῖραν α΄ ε΄ λε΄, ἑκάστης δὲ ἡμέρας ε΄γ΄ συνθεὶς ἀφαίρει τοῖς πρώτοις ἀνὰ τξ΄. τὸν δὲ καταλειπόμενον ἀριθμὸν ἀνωφερῶς ἀπὸ Καρκίνου δίδου ἑκάστῳ ζῳδίῳ ἀνὰ λ΄ καὶ ὅπου δἂν καταλήξῃ, ἐκεῖ ἔσται ὁ ἀναβιβάζων. οἶον Ἀδριανοῦ δ΄ Φαμενὼθ τθ΄· τὰ ἀπὸ Αὐγούστου πλήρη ἔτη ρμη΄ ταύτας ἐπὶ τὸν ιθ΄ τρίτον γίνονται βωξβ΄· καὶ ἀπὸ Θὼθ ἕως τοῦ Φαμενὼθ συνάγονται μοῖραι ι΄ γίγνονται ὁμοῦ βωοβ΄. αἱρῶ κύκλους ἐκ τούτων ζ΄ ἀνὰ τξ΄ λοιπαὶ καταλείπονται τνβ΄. ταύτας ἀνωφερῶς ἀπὸ Καρκίνου· καταλήγει εἰς τὴν τοῦ Λέοντος μοῖραν η΄ ἔσται οὖν ὁ ἐκλειπτικὸς τόπος ἐνταῦθα, ὁ δὲ καταβιβάζων τῷ διαμέτρῳ.

  68. 1.16.2.1

    Σκοπεῖν οὖν δεήσει, τούτοις εἰ ἀγαθοποιοί εἰσι καὶ μάλιστα τῳ ἀναβιβάζοντι· ἔσται γὰρ ἡ γένεσις εὔπορος καὶ πρακτική· κἂν μετρία εὑρεθῇ ἢ καθαιρέσει γινομένη, ἀναβιβασθήσεται καὶ δόξῃ γενήσεται. οἱ δὲ κακοποιοὶ ἐκπτώσεις καὶ καταιτιασμούς ἀποτελοῦσιν. ἀπὸ δὲ τῶν σεληνιακῶν ἐποχῶν καὶ ἡμερησίων ὁ ἀναβιβάζων καὶ ζῴδιον τοῦ πλάτους οὕτως εὑρίσκεται. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως δ΄ ἔτει Ἀδριανοῦ Φαμενὼθ ιθ΄ ἀπὸ ἐποχῆς ἕως γενεσιακῆς ἡμέρας γίνονται σδ΄· καὶ ἐποχῇ μὲν παράκεινται πλάτους μοῖραι ιβ΄ ῖη΄ καὶ εἰς τὰς σδ΄ τοῦ πλάτους ια΄ λζ΄, γίνονται κγ΄ νε΄ ταύτας ἐπὶ τὸν ιε΄ γίνονται τνη΄ με΄ ἀπολύω ἀπὸ Λέοντος κατὰ τὰ ἐξῆς· καταλήγει Καρκίνῳ κη με΄.

  69. 1.17.1.1

    Τὰς κγ΄ νε΄ ἀπολύω ἀπὸ Λέοντος διδοὺς ἑκάστῳ ἀνὰ β΄· ἕως οὖν Διδύμων γίνονται κβ΄, καὶ λοιπὰ α΄ νε΄· ταύτας πολυπλασιάζω ἐπὶ τὸν ιε΄· γίνονται κη΄ με΄ Καρκίνου. εἶτα λαμβάνω ἀπὸ Ταύρου πάντοτε ἀνὰ μοῖραν σ΄ ἕως ἐκπεπτωκυίας μοίρας· γίνονται πθ΄ ἔγγιστα. ταύτας ἀναποδίζω ἀπὸ τῆς σεληνιακῆς μοίρας, ἥτις ἐστὶ Σκορπίου ζ΄· καταλήγει εἰς τὴν τοῦ Λέοντος μοῖραν η΄ ὁ ἀναβιβάζων. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων σκοπεῖν δεήσει. ἐὰν δὲ καὶ ζῴδιον τοῦ πλάτους θέλω ἐπιγνῶναι, οὕτως ποιήσω. αὐτὰς μόνον τὰς τῇ ἐποχῇ παρακειμένας τοῦ πλάτους ιβ΄ τη΄ πολυπλασιάζω ἐπὶ τὸν ιε΄ γίνονται ρπδ΄ λ΄ ἀπολύω ἀπὸ Λέοντος· καταλήγει εἰς Υδροχόου δ΄ λ΄. εἶτα τὰς τῆς ἡμερησίας ταῖς σδ΄ παρακειμένας μοίρας πλάτους μοίρας ια΄ λζ΄ πολυπλασιάζω ἐπὶ τὸν ιε΄. γίνονται ροδ΄ ιε΄. ταύταις προσθεὶς τὰς τοῦ Ὑδροχόου δ΄ λ΄ ἀπέλυσα ἀπ᾿ αὐτοῦ· κατέληξε Καρκίνῳ κη με΄. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν ἐποχῶν εὑρήσομεν ζῴδιον τοῦ πλάτους.

  70. 1.18.1.1

    Τὸν δὲ βαθμὸν καὶ τὸν ἄνεμον οὕτως εὑρήσομεν. ἀπὸ Λέοντος ἕως Ζυγοῦ ἡ Σελήνη καταβαίνει βόρεια, ἀπὸ δὲ Σκορπίου ἕως Αἰγόκερω καταβαίνει νότια, ἀπὸ δὲ Ὑδροχόου ἕως Κριοῦ ἀναβαίνει τὰ νότια, ἀπὸ δὲ Ταύρου ἕως Καρκίνου ἀναβαίνει τὰ βόρεια. οἱ δὲ βαθμοὶ εὑρίσκονται οὕτως. ἐπεὶ ἕκαστος βαθμός ἐστι μοιρῶν ιε΄, δὲ ζῴδιον ἐπέχει μοίρας λ΄, ἐχέξει ἓν ἕκαστον ζῴδιον βαθμοὺς β΄. ἀπὸ Λέοντος οὖν τὴν ἄχεσιν ποιούμενοι τοῦ πλάτους εὑρήσομεν τὸν βαθμόν. ἐπεὶ οὖν τῇ προκειμένῃ γενέσει πλάτος εὑρέθη κγ΄ νε΄, καὶ ἀπολύσαντες ἀπὸ Λέοντος ἀνὰ μοίρας β΄ εὑρήσομεν Καρκίνου μοῖραν α΄ νε΄. ἔγνωμεν ὅτι ἡ Σελήνη ἀναβαίνει τὰ βόρεια περὶ βαθμὸν τοῦ ἀνέμου ἕκτον.

  71. 1.19.1.1

    Εὖρον δὲ καὶ ποίῳ ζῳδίῳ ἡ Σελήνη ἀπὸ χειρὸς οὕτως. ἑκάστου βασιλέως τὴν πρόσθεσιν τῳ ζητουμένῳ ἔτει προσβάλλων μερίσεις εἰς τὸν γ΄ μή λοιπογραφῶν τὸν ἀριθμὸν ἀλλὰ κατέχων· ἐὰν μὲν γὰρ περισσεύῃ α΄, πρόσθες τ΄ τῷ ἀριθμῷ· ἐὰν δὲ β΄, κ΄· ἐὰν δὲ γ΄ μηδέν· ἄρτιος γὰρ ἀριθμός. εἶτα ἥμισυ τῶν ἀπὸ Θὼθ μηνῶν ἕως τοῦ γεννητικοῦ λαβὸν καὶ τάς ἡμέρας ἐπιπροσθεὶς τῳ πρώτῳ ἀριθμῷ καὶ ἀᾳ ελών, ἐὸν ἐνῇ, τριακοντάδας τὰς λοιπὰς ἀπόλυε ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου· ἐὰν μὲν ἀρχῇ ἦ, ἀνὰ β΄ U+2220΄, ἐὰν δὲ ὑστέραις, ἐπιβάλλον. ὅπου δ᾿ ἄν καταλήξῃ, ἐκεῖ ἡ Σελήνη.

  72. 1.19.2.1

    Ὁμοίως δὲ τῷ αὐτῷ τρόπῳ τεθείσης γενέσεως τὴν ἡμέραν εὑρεῖν· τῷ ζητουμένῳ ἔτει τὴν πρόσθεσιν ἐπισυνθεὶς καὶ μερίσας ὡς πρόκειται εἰς τὸν γ΄ καὶ ἥμισυ τῶν μηνῶν ἐπιπροσθεὶς σημειοῦ τὸν ἀριθμόν· εἶτα εἰκάσας ἀπὸ Ἡλίου διάστημα ἕως τῆς Σελήνης ὡς ἑκάστου ζῳδίου ἀνὰ β΄ γ΄ σύγκρινε, τίς πλείων ἀριθμός. ἐὰν γὰρ ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα πλεονάζῃ, ἐκ τούτων ἀφελεῖς τὸν πρῶτον συναχθέντα ἀριθμόν, καὶ καταλειπόμεναι τὴν ἡμέραν δηλώσουσιν. ἐὰν δὲ ἥττους ὦσιν αἱ τοῦ διαστήματος, ἐπιπροσθεὶς αὐταῖς λ΄ οὕτως ἀφαίρει τὸν προσυναχθέντα ἀριθμόν. ἐὰν δὲ οἱ δύο ἀριθμοὶ ἀνὰ λ΄ εὑρεθῶσιν, συνοδεύει ἡ Σελήνη τῷ Ἡλίῳ.

  73. 1.19.3.1

    Οἷον ἕτος γ΄ Ἀδριανοῦ Ἀθύρ κη΄. τῷ γ΄ ἔτει προσέθηκα τὰς ἔθους τῷ βασιλεῖ προστιθεμένας β΄· γίνονται ε΄· ἐμέρισα εἰ. γ΄· λοιπαὶ β΄, ἀνθ ὧν προσβάλλω κ΄· γίνονται κε΄. καὶ ἥμισυ τῶν μηνῶν α΄ U+2220΄ καὶ τὴν κη΄ γίνονται νδ΄ U+2220΄. ἀφαιρῶ τριακοντάδα μίαν· λοιπαὶ κδ΄ U+2220΄· ἔσται ἡ Σελήνη ἀπὸ συνόδου τοσαύτας ἔχουσα ἡμέρας. ταύτας ἀπολύω ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου Τοξότου ἀνὰ βU+2220΄· καταλήγει ἡ Σελήνη Παρθένῳ τῇ προκειμένῃ ὴμέρᾳ.

  74. 1.19.4.1

    Τὴν δὲ ἡμέραν οὕτως· πάλιν τῷ γ΄ ἔτει προσέθηκα τὰς β΄ καὶ ἐμέρισα παρὰ τὸν γ΄ λοιπαὶ β΄. ἀνθ᾿ ὧν προσέθηκα κ΄ καὶ ἥμισυ τῶν μηνῶν αU+2220΄, γίνεταί κϚ΄ U+2220΄· εἶτα εἴκασα ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα τουτέστιν ἀπὸ Τοξότου ἕως Παρθένου. ἡμερῶν κδ΄ ἥμισυ. ἐπεὶ οὖν ἐκ τούτων οὐ δυνατὸν ἀρελεῖν τὰς κϚ΄ ἥμισυ τάς προσυναχθείσας, προσέθηκα αὐταῖς λ΄ γίνεται νδ΄ ἥμισυ· ἐκ τούτων ἀφεῖλον κϚ΄ ἥμισυ· λοιπαὶ κη΄, αἵτινες τὴν γεννητικὴν ἡμέραν ἐδήλουν.

  75. 1.19.5.1

    Ἑκάστῳ βασιλεῖ ὁ ἔθους προστιθέμενος ἀριθμὸς ὁ ὑποτεταγμένος ἐκ καταγωγῆς τοιαύτης.

  76. 1.19.6.1

    Αὐγούστῳ α΄ καὶ ἐβασίλευσεν ἔτη μγ΄, γίνεται μδ΄· ἀφαιρῶ λ΄ λοιπαὶ ιδ΄ ταύτας Τιβερίῳ προστιθῶ καὶ τὰ τῆς βασιλείας Τιβερίου κβ΄, γίνεται λϚ΄ ἀφαιρῶ λ΄, λοιπαὶ ἓξ. ταῦτα Γαίῳ προστιθῶ, καὶ ἐκράτησε δ΄, γίνεται ι΄. Κλαυδίῳ προσέθηκα καὶ ἐβασίλευσε ιδ΄ γίνεται κδ΄. ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα, λοιπὰ ε. ταῦτα Νέρωνι· καὶ ἐβασίλευσε ιδ΄, γίνεται ιθ΄ πλήρης οὖν ἡ ἐννεακαιδεκαετηρίς. καὶ αὕτη μὲν χρηματίζει θῆ μὲν οὖν εἰς συμπλήρωσιν τῶν λ΄ Οὐεσπασιανοῦ ια΄ καὶ ἐβασίλευσε ι΄, γίνεται κα΄· ἀφεῖλον ἐννεακαιδεκαετηρίδα. λοιπὰ β·. ταῦτα Τίτῳ· καὶ τὰ τῆς κρατήσεως γ΄, γίνεται ε΄. ταῦτα Δομετιαν ῷ· καὶ τὰ τῆς κρατήσεως ιε΄, γίνεται κ΄. ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα, λοιπὸν α΄· ἔστιν ἡ τοῦ Νέρουα πρόσθεσις, καὶ ἐκράτησεν ἔτος α΄, γίνεται β΄. ταῦτα Τραϊανῷ, καὶ ἃ ἐκράτησε ιθ΄, γίνεται κα΄ ὑφαιρουμένης τῆς ἐννεακαιδεκαετηρίδος λοιπαὶ περιλείπονται β΄, αἵτινές εἰσιν Ἀδριανοῦ, καὶ ἃ ἐκράτησεν εἴκοσι ἓν τῆς βασιλείας, γίνεται κγ΄ ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα· λοιπαὶ δ΄ Ἀντωνίνου. ὁμοίως προστιθῶ ἃ ἐκράτησεν ἔτη κγ΄, γίνεται κζ΄. ἀφ᾿ ὧν ἀφαιρῶ ιθ΄, λοιπὰ η΄ αὗται προστεθήσονται Ἀντωνίνῳ καὶ Λουκίῳ Κομμόδῳ καὶ ἃ ἐβασίλευσε λβ΄, γίνεται μ΄· ἀφ᾿ ὧν ἀφαιρῶ λ΄, λοιπὰ ι΄ Σεβήρου καὶ Ἀντωνίνου. καὶ ἐβασίλευσαν κε΄, γίνεται λε΄ ὧν ἀφαιρῶ λ΄, λοιπὰ ε΄ Ἄντωνίνῳ· καὶ ἐβασίλευσε δ΄, γίνεται θ΄ Ἀλεξάνδρῳ· καὶ ἃ ἐβασίλευσε ιγ΄, γίνεται κβ΄· ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα· λοιπὰ δ΄ τῆς Μαξιμιανοῦ προσθέσεως καὶ ἃ ἐκράτησε γ΄, γίνεται ζ΄. καὶ ΓορδιανοῦϚ΄ καὶ Φτλίππου Ϛ΄, γίνεται ὁμοῦ ιθ΄· πλήρης ἡ ἐννεακαιδεκαετηρίς.

  77. 1.20.1.1

    Τὸν δὲ Ἥλιον μοιρικῶς οὕτως ἐπιγνώσῃ· πάντοτε τῇ γενεθλιακῇ ἡμέρᾳ προστίθει ἀπὸ μὲν Θὼθ ἕως Φαμενὼθ μοίρας η΄, καὶ τοσούτων εὑρήσεις τὸν Ἥλιον· τῷ Φαρμουθὶ ζ΄, τῷ Παχών Ϛ΄, τῷ Παϋνὶ ε΄, τῷ Ἐπιφὶ δ΄, τῷ Μεσωρὶ γ΄ οἰον Φαωφὶ Ϛ΄, προσέθηκα η΄ γίνονται ιδ΄ τοσούτων μοιρῶν ὁ Ἥλιος Ζυγῷ. Παχὼν Ϛ΄ καὶ Ϛ΄· γίνεται ιβ΄· τοσούτων μοιρῶν ὁ Ἥλιος Ταύρῳ.

  78. 1.20.2.1

    Ἐπεὶ δέ τινες τῶν φιλομαθῶν περὶ τὴν τῶν ἀριθμῶν ἀγωγὴν προθυμότεροι καθίστανται, τούτοις ἀναγκαῖον ὑποτάξαι καὶ τοὺς λοιποὺς ἀστέρας ἀπὸ χειρός, ὅπως διὰ τῆς τοιαύτης τριβῆς ἡδεῖαν τὴν μοιρικὴν καὶ ἀκριβῆ διδασκαλίαν ἀναλαβόντες οὕτως καὶ τὴν τῶν μειζόνων αἱρέσεων διάκρισιν ποιήσωνται μετὰ πάσης προθυμίας.

  79. 1.20.3.1

    Τὸν μὲν οὖν Κρόνον οὕτως ψηφιστέον· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ἀναλαβὼν ἔκκρουε ὁσάκις δύνῃ ἀνὰ λ΄, τὰ δὲ περιλειπόμενα πολυπλασίασον ἐπὶ τὸν ιβ΄· καὶ ὁσάκις εἶ ἐκκεκρουκώς τριακοντάδας, ἑκάστου κύκλου ἀναλάμβανε ε΄ καὶ ἀπὸ Θὼθ ἑκάστου μηνὸς ἀνὰ α΄, ἑκάστης δὲ ἡμέρας ἀνὰ λβ΄, καὶ συγκεφαλαιώσας ἀπόλυε ἀπὸ Καρκίνου κατὰ ἑξῆς ἀνὰ λ΄ καὶ ὅπου δἂν καταλήξῃ, ἐκεῖ ἔσται ὁ ἀστήρ.

  80. 1.20.4.1

    Τὸν δὲ Δία οὕτως. Τὰ ἀπὸ Καίσαρος πλήρη μέριζε παρά τὸν ιβ΄, τὰς δὲ καταλειπομένας πολυπλασίασον ἐπὶ τὸν ιβ΄ καὶ συναναλάμβανε τούτοις, ὁσάκις ἄν ᾖς ἐκκεκρουκὼς δωδεκάδας, ἑκάστου κύκλου ἀνὰ α΄. καὶ ἑκάστου μηνὸς ἀνὰ α΄ καὶ ἑκάστης ἡμέρας ε΄ θ΄· καὶ συγκεφαλαιώσας ἀπόλυε ἀπὸ Ταύρου ἀνὰ ιβ΄ ἐκάστῳ ζῳδίῳ.

  81. 1.20.5.1

    Τὸν δὲ Ἄρεα οὕτως. Τὰ ἀπὸ Αὐγούστου μέχρις οὗ ζητεῖς ἔτους ἀναλαβὼν ἔκκρουε ὁσάκις δύνῃ ἀνὰ λ΄, τὸν δὲ καταλειπόμενον ἀριθμὸν διάκρινε, πότερον ἄρτιός ἐστιν ἢ ἄνισος, ἵνα ἐὰν μὲν εὕρῃς ἄρτιον, ἀπὸ Κριοῦ τὴν ἄφεσιν ποιήσης, ἐὰν δὲ ἄνισον, ἀπὸ Ζυγοῦ. μετὰ οὖν ἐπιγνῶναι τὸν ἀριθμὸν δίπλωσον, καὶ ἑκάστου μηνὸς ἀνὰ β΄ ἥμισυ· ἐὰν ὑπὲρ τὰς ξ΄ γένηται, τὰ λοιπὰ ἀπόλυε ἀπὸ Ζυγοῦ ἣ Κριοῦ, ἑκάστῳ ζῳδίῳ διδούς ἀνὰ μοίρας ε΄. ὅπου δ᾿ ἂν καταλήξῃ, σημειωσάμενος ζῴδιον σκόπει τὸν Ἥλιον, ποίῳ ζῳδίῳ ἐστίν· ἐὰν μὲν γὰρ ἀνώτερος εὑρεθῇ, ἀναποδίσει ὁ ἀστὴρ ἀπὸ τοῦ εὑρεθέντος ζῴδίου, ἐὰν δὲ κατώτερος, προποδίσει· τουτέστι πάντοτε ἐγγύτερον τοῦ Ἡλίου αὐτὸν ποίει ἀπὸ τοῦ εὑρισκομένου ζῳδίου· καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὴν αὐτὴν δύναμιν ἔχουσι περὶ τὴν μέσην τοῦ Ἡλίου κίνησιν φερόμενοι, μάλιστα δὲ ἡ Ἀφροδίτη.

  82. 1.20.6.1

    Τὴν δὲ Ἀφροδίτην οὕτως. τὰ ἀπὸ Καίσαρος ἕως οὗ ζητεῖς ἔτους ἀναλαβών μέριζε παρὰ τὸν η΄, τὸν δὲ καταλειφθέντα ἐντὸς τῶν η΄ ἀριθμὸν σκόπει εἰ ἔχει ἐποχὴν στηριγμοῦ, κἀκείνῃ χρησάμενος ἀναλάμβανε πλῆθος τῶν ἡμερῶν ἕως τῆς ἐπιζητουμένης ἡμέρας, ἐάνπερ ἐπιδέχηται. εἰ δ᾿ οὖν, τῇ ὑπεράνω χρῶ, καθάπερ ἐπὶ τῆς Σελήνης· ἐὰν γὰρ πρὸ γενέσεως εὑρεθῇ ἡ ἐπνχή αὕτη, χρηστέον· ἐὰν δὲ μετὰ τὴν γένεσιν, τῇ ὑπεράνω. συναθροίσας δὲ κεφάλαιον καὶ ἀχελὼν τοῦ ζῳδίου τὴν ἐποχὴν ἀπόλυε ἑκάστου ζῳδίου μοίρας ρκ΄, τουτέστι τοῦ στηριγμοῦ τὰς λοιπάς ἀπὸ τοῦ ἐχομένου ζῳδίου ἀπὸ τῆς ἐποχῆς ἀπόλυε, ἑκάστῳ ζῳδίῳ διδοὺς ἀνὰ κε΄. ὅπου δ᾿ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται ἡ Ἀφροδίτη. αἱ δὲ ἐποχαὶ τῶν στηριγμῶν πρόδηλοι ἔσονται ἐκ τῶν περιλειπομένων ἐτῶν· ἐὰν περισσεύῃ οἷον α΄ γ΄ δ΄ Ϛ΄ ζ΄, στηρίζει· ἐὰν δὲ β΄ ε΄, ὁδεύει. ἡ οὖν πρώτη ἐποχὴ ἐφέξει Φαμενὼθ ι΄ Ταύρῳ, αἱ γ΄ Φαωθὶ ι΄ Τοξότῃ, αἱ δ΄ Παϋνὶ κβ΄ Λέοντι, αἱ Ϛ΄ Τυβὶ η΄ Ἰχθύσιν, αἱ ζ΄ Μεσωρὶ ιδ΄ Ζυγῷ· εἰς η΄ ἔτος τὸν στηριγμὸν ἐπέχουσα.

  83. 1.20.7.1

    Τὸν δὲ τοῦ Ἑρμοῦ οὕτως ψηφιζόμενον ἢ ψηφιστέον. ἕως τῆς γεννητικῆς ἡμέρας ἀναλαβών καὶ ταύταις ἐπιπροσθεὶς πάντοτε ἔξωθεν ρξβ΄ καὶ συγκεφαλαιώσας, ἐὲν ἦ ὑπὲρ τὰς τξ΄, ἀφελὼν κύκλον τὰς λοιπὰς ἀπόλυε ἀπὸ Κριοῦ ἑκάστῳ ζῳδίῳ διδούς ἀνὰ λ΄, καὶ ὅπου δἂν καταλήξῃ, ἐκεῖ ὁ ἀστήρ. πάντοτε μὲν οὖν ἔγγιστα τοῦ Ἡλίου αὐτὸν ποίει. οἰον ἀρχῇ ἦν τοῦ ζῳδίου ὁ Ἥλιος, τῷ ὄπισθεν αὐτὸν δονατὸν εὑρεθῆναι· ἐὰν δὲ ἐπὶ τέλει, τῷ ἑξῆς ζῳδίῳ.

  84. 1.20.8.1

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος ιγ΄ Τραῖανοῦ Φαμενὼθ ιη΄· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ρλη΄. ἐκ τούτων ἀφεῖλον δ΄ τριακοντάδας, ἀνθ᾿ ὧν ἀναλαμβάνω ἑκάστου κύκλου ἀνὰ ε΄, γίνονται κ΄· τάς δὲ περιλειφθείσας ιη΄ πολυπλασιάζω ἐπὶ τὸν ιβ΄, γίνονται σιϚ΄· καὶ ἀπὸ Θὼθ ἕως Φαμενὼθ ἑκάστου μηνὸς ἀνὰ α΄, γίνονται Ϛ· ὁμοῦ πᾶσαι σμγ΄. ἔπειτα ταύτας ἀπολύω ἀπὸ Καρκίνου ἀνὰ λ΄, καταλήγει Ἰχθύσιν· ἐκεῖ Κρόνος. — Πάλιν ρλη΄ ἐμέρισα εἰς τὰς ιβ΄, ια΄ καὶ λοιπὰ Ϛ΄· ταῦτα δωδεκάκις γίνονται οβ΄, καὶ ἑκάστου ἐκκρουσθέντος κύκλου ἀνὰ α΄, γίνονται ια΄, καὶ τῶν μηνῶν ζ΄, γίνονται 𝒢΄· ταύτας ἀπὸ Ταύρου ἀνὰ ιβ΄. καταλήγει Τοξότῃ· ἐκεῖ Ζεύς. — Εἶτα τὸν Ἄρεα οὕτως· ἀπὸ Καίσαρος ἕως τοῦ ζητουμένου ἔτους γίνονται ρλθ΄, ἐκ τούτων λ΄ ἀχεῖλον τετράκις, λοιπαὶ ια΄. ἐπεὶ οὖν ὁ περιλειφθεὶς ἀριθμὸς ἄνισος εὑρέθη, ἔγνων ὅτι τὴν ἄφεσιν ἀπὸ Ζυγοῦ δεῖ με ποιῆσαι. ταύτας οὖν ἐδίπλωσα, γίνονται κβ΄, καὶ ἑκάστου μηνὸς ἕως Φαμενώθ, γίνονται ιζ΄, ὁμοῦ πᾶσαι λθ΄· ἐμέρισα ταύτας. ἀπολύω ἀπὸ Ζυγοῦ διδοὺς ἑκάστῳ ζῳδίῳ ἀνὰ ε΄, καταλήγει Ταύρῳ· ἐκεῖ Ἄρης. — Τὴν δὲ Ἀφροδίτην οὕτως. ρλθ΄ ἐμέρισα παρά τὸν η΄, λοιπαὶ γ΄, αἳ σημαίνουσι στηριγμόν, ἐποχὴν δὲ Φαωθὶ ι΄ Τοξότῃ. παραλαμβάνω τὰς λοιπὰς τοῦ Φαωθὶ κ΄, ἀπὸ δὲ Ἀθύρ ἕως Μεχὶρ ρκ΄ καὶ τοῦ Φαμενὼθ τὰς ιη΄, γίνονται ὁμοῦ ρνη΄. ἐκ τούτων ἀφαιρῶ τοῦ στηριγμοῦ καὶ τοῦ Τοξότου ρκ΄, λοιπὰ λη΄, ἃ ἀπολύω ἀπὸ Αίγοκέρωτος ἀνὰ κε΄· καταλήγει Ὑδροχόῳ· ἐκεῖ Ἀφροδίτη.

  85. 1.20.9.1

    Ἐπειδὴ δὲ δοκεῖ πολλὴ περὶ τὴν γένεσιν ὑπάρχειν, καὶ ἐπὶ ἑτέρας γενέσεως ἐκθήσομαι. Ἀδριανοῦ δ΄ Ἀθὺρ λ΄, τὰ ἀπὸ Αὐγούστου γίνονται ρμη΄ ἃ ἐμέρισα παρὰ τὸν η΄, λοιπὰ δ΄, αἳ σημαίνουσιν ἐποχὴν Παϋνὶ κβ΄ Λέοντι. ἐπεὶ οὖν οὐ χρῃ??ατίζει αὕτη ἡ ἐποχὴ διὰ ὑπὲρ τὴν γένεσιν ε??ναι, ἀνατρέχω εἰς τὴν ἀνωτέραν, ἥτις ἐστὶ τρίτη Φαωθὶ ι΄ ?? μβάνω τὰς λοιπάς κ΄ τοῦ Φαωφὶ καὶ ἀπὸ Ἀθὺρ ἓως Μεσωρὶ τ΄ καὶ ἐπαγομένων ε΄ γίνονται τκε΄ τοῦ προεληλυθότος ἔτους κα??αὐτοῦ τοῦ καταγομένου ἔτους ἀπὸ Θὼθ ἕως λ΄ Ἀθὺρ 𝒢΄, γίνονται αἱ πᾶσαι υιε΄. ἐκ τούτων ἀφαιρῶ τοῦ στηριγμοῦ ?? ῳδίου Τοξ??του ρκ΄, λοιπαὶ σ𝒢΄ ε΄. ταύτας ἀπὸ Αίγοκέρωτος?? κε΄, καταλήγει Τοξότῃ κ΄· ἐκεῖ ὁ ἀστήρ.

  86. 1.20.10.1

    Ἄλλως. Ἀδριανοῦ δ΄ Μεχὶρ ιγ΄, ἀπὸ Αὐγούστου ρμθ΄. παρὰ τὸν η΄, λοιπαὶ ε΄, αἳ οὔτε ἐποχὴν οὔτε στηριγμὸν σημαίνουσιν· ἀνατρέχμ εἰς τὴν ἐπάνω ἐποχήν, ἥτις ἐστὶ Παϋνὶ κβ΄ Λέοντι· ἀναλαμβάνω τὰς λοιπὰς η΄ τοῦ Παϋνὶ καὶ Ἐπιφὶ καὶ Μεσωρὶ καὶ ἐπαγομένας ε΄, γίνονται ογ΄· καὶ τοῦ καταγομένου ἔτους ἀπὸ Θὼθ ἕως Μεχὶρ ιγ΄, γίνονται ρξγ΄ γίνονται σλϚ΄. ἐκ τούτων ἀφαιρῶ στηριγμοῦ καὶ ζῳδίου Λέοντος ρκ΄, λοιπαὶ ριϚ΄ ταύτας ἀπὸ Παρθένου ἀνὰ κε΄, καταλήγουσιν Αίγοκέρωτι μοίραις ιϚ΄. ἐκεῖ ἡ Ἀφροδίτη.

  87. 1.20.11.1

    Ὁμοίως ἐπὶ τῆς αὐτῆς γενέσεως καὶ τὸν Ἑρμῆν οὕτως ἐψήφισα· ἔλαβον τὰς ἀπὸ Θὼθ ἕως τῆς ιγ΄ τοῦ Μεχὶρ ρξγ΄ καὶ ἔξωθεν προσέθηκα ρξβ΄, ὁμοῦ τκε΄ ταύτας ἀπέλυσα ἀπὸ Κριοῦ ἀνὰ λ΄, κατέληξεν κε΄ Υδροχόου· ἔνθα ὁ ἀστήρ.

  88. 1.21.1.1

    Ἡλἰου μὲν δεύτερον καὶ Ϛ΄ καὶ ιβ΄ καλόν, δὲ ζ΄ καὶ δ΄ σαπρόν. Σελήνης γ΄ καὶ η΄ καὶ θ΄ σαπρόν, δὲ ε΄ καὶ ια΄ καὶ ιβ΄ καλόν. Κρόνου δ΄ καὶ ι΄ σαπρόν, δὲ Ϛ΄ καὶ η΄ καὶ ιβ΄ καλόν. Διὸς γ΄ θ΄ ι΄ καὶ ια΄ καλόν, δὲ δ΄ καὶ ζ΄ σαπρόν. Ἄρεως γ΄ δ΄ καὶ θ΄ καλόν, δὲ ζ΄ καὶ ι΄ σαπρόν. Ἀφροδίτης γ΄ καὶ ζ΄ καὶ η΄ καλόν, ε΄ σαπρόν. Ἑρμοῦ β΄ ε΄ ια΄ σαπρόν, δὲ ζ΄ καὶ η΄ καὶ θ΄ καλόν. Τὰ δὲ λοιπὰ ἑκάστου ἀστέρος ἀνώμαλα.

  89. 1.21.2.1

    Γινόμενοι τούτοις τοῖς προειρημένοις τόποις οἱ ἀστέρες κατὰ τὰς ἐμβάσεις καὶ μάλιστα τῶν χρόνων δεσπόζοντες χρηματιστικοῖς τόποις καὶ ὑπὸ ἀγαθοποιῶν ἢ κακοποιῶν μαρτυρούμενοι ἔσονται ἀγαθῶν ἢ κακῶν δοτῆρες, καθὼς ἐὰν πλεονάσωσιν· ἐὰν δὲ ὁμοῦ ἀναμεμιγμένα, τά τε φαῦλα καὶ τὰ ἀγαθὰ γενήσεται κατὰ τὴν ἑκάστου γένεσιν. ὅθεν παρατηρεῖν ἀεὶ κατὰ τὰς παρόδους ἀναγκαῖον τοὺς τόπους πρὸς τὰς ἐπιδιακρίσεις τῶν χρόνων.

  90. 1.22.1.1

    Ὑποτάξωμεν δὲ καὶ τὰς συμπαρουσίας καὶ συγκράσεις ἑκάστου ἀστέρος.

  91. 1.22.2.1

    Κρόνος μὲν οὖν καὶ Ζεὺς ὁμόσε ὑπάρχοντες συμπαθεῖς εἰσι πρὸς ἀλλήλους, ἀποτελοῦντες ὠφελείας ἐκ νεκρικῶν, εἰσποιήσεις, ἐγγαίων κτημάτων κυρίους, ἐπιτρόπους, ἀλλοτρίων διοικητάς, οἰκονομικούς, φιλολόγους.

  92. 1.22.3.1

    Κρόνος μὲν οὖν καὶ Ἄρης ἐχθροί, ἐναντιωμάτων καὶ καθαιρέσεων ποιητικοί. στάσεις γὰρ οἰκείων καὶ ἀνευνοησίας καὶ ἔχθρας ἐπάγουσι, δόλους καὶ ἐπιβουλάς καὶ κακοποιίας καὶ κρίσεις, ἐκτὸς εἰ μὴ οἰκείοις ἤ χρηματιστικοῖς ζῳδίοις πεσόντες καὶ ὑπὸ ποιῶνγαθο μαρτυρηθέντες ἐπισήμους καὶ λαμπράς γενέσεις κατασκευάσωσιν ἀβεβαίους δὲ περὶ τὴν εὐδαιμονίαν καὶ ἀδοκήτους κινδύνους ἢ προδοσίας.

  93. 1.22.4.1

    Κρόνος μὲν οὖν καὶ Ἑρμῆς σύμφωνοι καὶ πρακτικοί· πλὴν διαβολάς ἐπάγουσιν ἕνεκεν μυστικῶν, κρίσεις καὶ χρεωστίας, γραπτῶν τε καὶ ἀργυρικῶν χάριν ταραχάς, οὐκ ἀπόρους δὲ οὐδὲ ἀσυνέτους, πολυπείρους καὶ πολυίστορας ἢ προγνωστικοὺς φιλομαθεῖς περιέργους, ἀποκρύφων μύστας, εὐσεβοῦντας εἰς θεῖον, δυσσυνειδήτους.

  94. 1.22.5.1

    Κρόνος μὲν οὖν καὶ Ἀφροδίτη σύμφωνοι περὶ τὰς πράξεις, εὐεπίβολοι περὶ τὰς πλοκὰς καὶ τὰς συναρμογάς , συμπαθεῖς καὶ ὠφέλιμοι οὐ μέχρι τέλους, ἀλλ᾿ ἐπί τινας χρόνους· εἶθ᾿ οὕτως ψόγους χωρισμοὺς καὶ ἀστασίας ἢ θανάτους ἀποτελοῦσι, πολλάκις δὲ καὶ ἀγεννέσιν ἢ καὶ δημοσίαις τὰς ἐπιπλοκάς ποιουμένους καὶ βλάβαις ἢ κρίσεσι περιπίπτοντας.

  95. 1.22.6.1

    Κρόνος μὲν οὖν καὶ Σελήνη ὠφέλιμοι, περιποιητικοὶ κτημάτων θεμελίων ναυκληρίας καὶ ἐκ θανατικῶν εὐεργετικοί, μάλιστα ἐπὰν ἡ Σελήνη τὸν ἀνατολῆς δρόμον ποιουμένη τύχῃ καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρῆται· μειζόνων γὰρ συστάσεις καὶ δωρεὰς καὶ ἐχθρῶν καθαιρέσεις ἀποτελεῖ, πλὴν ἀβεβαίους τῇ κτήσει, εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἀστάτους καὶ ἐπιλύπους διά τινας χωρισμοὺς καὶ μίση καὶ πένθη, ἐπάγουσι δὲ καὶ σωματικὰ πάθη καὶ καταπτώσεις αἰφνιδίους καὶ ἡγεμονικῶν τόπων ἤ νεύρων ἀλγήσεις καὶ ἀναγκαίων προσώπων θανάτους.

  96. 1.22.7.1

    Κρόνος μὲν οὖν καὶ Ἥλιος ἀσύμφωνοι, μετὰ φθόνων τὰς κτήσεις καὶ τὰς φιλίας παρεχόμενοι καὶ ἀφαιρούμενοι· ὅθεν οἱ ὑπὸ τὴν τοιαύτην στάσιν γεννηθέντες ἔχθρας λαθραίας πρὸς μείζονα πρόσωπα καὶ ἀπειλὰς ὑπομένοντες καὶ ὑπό τινων ἐπιβουλεύονται καὶ ἐπιφθόνως μέχρι τέλους τὸν βίον διάξουσιν. ὑποκριτικῶς δὲ φερόμενοι τῶν πλείστων περιγίνονται, πλὴν οὐκ ἄποροι καθίστανται, ἐπιτάραχοι δὲ καὶ ἀνεξίκακοι, ἐγκρατεῖς περὶ τὰς τῶν αἰτίων ἐπιφοράς.

  97. 1.22.8.1

    Ζεὺς καὶ Ἥλιος ὁμόσε ἰόντες λαμπροὺς ἐπιδόξους ἀποτελοῦσιν, ἀρχικοὺς ἡγεμονικοὺς τυραννικοὺς πρακτικοὺς ὑπὸ ὄχλων τιμωμένους καὶ εὐφημουμένους, εὐπόρους δὲ καὶ πλουσίους καὶ μετὰ πλείστης φαντασίας διεξάγοντας· πλὴν κατά τινας χρόνους ἀνωμαλίαις καὶ φθόνοις, καὶ μάλιστα, ἐὰν καὶ ὁ ἀστὴρ ὑπὸ δύσιν εὑρεθῇ, φαντασίαις μείζοσι περιτρέψας οἴησιν ἀληθείας ἀπεργάζεται.

  98. 1.22.9.1

    Ζεὺς καὶ Σελήνη ἀγαθοὶ περικτητικοί, κόσμου καὶ σωμάτων δεσπότας ἀποτελοῦντες καὶ ἀρχὰς ἐπισήμους παρεχόμενοι, ἔκ τε γυναικῶν καὶ ἐπισήμων προσώπων ὠφελουμένους, ἀπὸ οἰκείων ἦ τέκνων εὐεργετουμένους καὶ δωρεῶν ἢ καὶ τιμῶν καταξιουμένους, χρθματοφύλακας ἢ πολλὰ δανειστικούς ἢ πιστευομένους καὶ θησαυρῶν νὑρετάς, εὐχρηματίστους.

  99. 1.22.10.1

    Ζεὺς ταὶ Ἄρης ἐπιδόξους φαντασιώδεις, μειζόνων ἢ βασιλέων φίλους, θτρατιωτικοὺς ἐπισήμους καὶ ὀψωνίων μετόχους, δημοσίοις ἢ στρατιωτικοῖς τὰς ἀναστροφὰς ποιουμένους καὶ τιμῆς καὶ δόξης καταξιουμένους, ἀνωμάλους δὲ τῷ βίῳ καὶ τῷ ἤθει καὶ τῶν κτηθέντων ἀποβολάς ποιουμένους.

  100. 1.22.11.1

    Ζεὺς καὶ Ἀφροδίτη ἀγαθοὶ σύμφωνοι, περιποιητικοὶ δόξης καὶ ὠφελείας, ἐπάγοντες ἐπικτήσεις δωρεὰς κόσμους σωμάτων δεσποτείας τέκνων γονὰς ἀρχιερωσύνας προστασίας ὄχλων στεμματηφυρίας χρυθοφορίας, ἀνδριάντων καὶ εἰκόνων καταξιουμένους, ἀνωμάλους δὲ περὶ γάμους καὶ τέκνα ἀποτελοῦσι.

Next → — showing 1100 of 670

First Thousand Years of Greek. CTS URN tlg1764.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.