Cyranides
- 2.3.3.1
Ἰάσει δὲ καὶ χοιράδας μεγάλας καὶ μασθοὺς καὶ ὄρχεις καὶ πᾶν ἀπόστημα εἰς χειρουργίας μελετώμενον καὶ βούβωνας.
- 2.3.4.1
Οἱ δὲ ὄρχεις αὐτῆς εἰσι καὶ συλληπτικοὶ καὶ ἀσύλληπτοι.
- 2.3.5.1
Ἐάν τις τὸν δεξιὸν ὄρχιν λειώσας μετὰ μύρου, σὺν ἐρίῳ ἐν πεσσῷ προσθῇ, ὡς εἴρηται, καὶ συνουσιάσῃ, παραχρῆμα συλλήψεται.
- 2.3.6.1
Ὁ δὲ εὐώνυμος ὄρχις ἐν ἡμιονείῳ δέρματι δεθεὶς καὶ περιαφθεὶς ἀσύλληπτόν ἐστι. Δεῖ δὲ γράφειν ἐν τῷ δέρματι τοῦ ἡμιόνου τὰ ὀνόματα ταῦτα· ΙΩΑ′, ΩΙΑ′, ΡΑΥΙΩ′. ΟΥ῎, ΟΙ῎ΚΟΟΧΡ. Εἰ δὲ ἀπιστεῖς, δοκίμασον ὄρνιθι τικτούσῃ ὠά, καὶ οὐ τέξεται.
- 2.3.7.1
Τοὺς δὲ ὄρχεις αὐτῆς ἀπότεμνε ἐν ἀποκρούσει, αὐτὴν δὲ ζῶσαν ἄφες, τοὺς δὲ ὄρχεις δὸς φορεῖν εἰς ἡμιονίου δέρμα· ἀσύλληπτον γάρ ἐστι καὶ ἀνίκητον, καὶ φίλτρον γλυκύ.
- 2.3.8.1
Τὸ δὲ αἷμα αὐτῆς φύλαττε σὺν ὄξει καὶ δίδου λάθρα 〈αίμοπτοϊκῷ καὶ〉 ἐπιληπτικῷ, καὶ ἕως δαπανηθῇ, ἰάσει ἄκρως.
- 2.4.1.1
Δορκάς ἐστι ζῶον τετράπουν ἔχον δύναμιν εὐσύλληπτον. Ἐὰν οὖν βούλῃς εὐσύλληπτον ποιῆσαι μέγιστον καὶ ἀπαράβατον, ποίει οὕτως· σατυρίου σπέρματος 〈 ο δ′, χολῆς δορκάδος τὸ ὑγρὸν ὅλον, μέλιτος γο γ′· λειώσας ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ, ὅταν δὲ χρεία δίδου ἐν κροκύσι ἐξ αὐτῆς 〈ἐν〉 πεσσῷ, καὶ συγγενέσθω.
- 2.4.2.1
Καὶ ἐὰν μὲν ἄρρεν θέλῃς γεννηθῆναι, ἄρρενος χολὴν βάλε· εἰ δε θήλειαν, θηλείας· ἔστι γὰρ ἡδονικὸν πάνυ. Ἐὰν δὲ ξηρόν ἐστι, ἐπιβαλε μέλιτος τὸ ἀρκοῦν.
- 2.5.1.1
Ἔχιδνά ἐστιν ζῶον συρτόν, πᾶσι γνωστόν. Ταύτην τινὲς πιέζουσι, ζῶσαν καὶ ἐμβάλλουσιν εἰς χύτραν καινήν, μεγάλην σὺν ἁλσί, καὶ βάλλουσιν εἰς κάμινον νυχθήμερον ἕως φρυχθῶσιν, καὶ μίξαντες βάλλουσιν ἀρώματα. Ποιοῦσι πρὸς πᾶσαν νόσον ἀνθιστάμενοι ἐλεφαντιῶσιν, λεπροῖς, ποδαγροῖς, ἐπιληπτικοῖς, παραλύτοις, καὶ ὅσα ἀπεγνωμένα πάθη ἀποθεραπεύει τὸ ἅλας.
- 2.5.2.1
Τῆς ἐχίδνης τὸ στέαρ ὀξυδέρκειαν παρέχει· ἰᾶται δὲ πᾶσαν ἀμβλυωπίαν.
- 2.5.3.1
Οἱ δὲ ὀφθαλμοὶ περιαπτόμενοι πᾶσαν ὀφθαλμίαν ἰῶνται· οἱ δὲ ὄδοντες, ὀδονταλγίαν, καὶ παίδων ἀνωδίνως φύονται οἱ ὄδοντες.
- 2.5.4.1
Διώκει δὲ αὐτὴν λίθος γαγάτης θυμιώμενος, καὶ πινόμενος δὲ ταύτης δήγματα ἰᾶται σὺν ἐλαφείῳ μυελῷ.
- 2.5.5.1
Ἐχῖνος χερσαῖος ὁ καὶ ἀκανθόχοιρος, ζῶον πονηρὸν πάνυ. Τοῦτον ἀγρεύσας καὶ ταριχεύσας ἔχε ὡς μέγα ἴαμα.
- 2.5.6.1
Τὴν μέντοι χολὴν αὐτοῦ ῥίψον, κακὴ γάρ ἐστι.
- 2.5.7.1
Ἡ δὲ κεφαλὴ αὐτοῦ καεῖσα καὶ σὺν μέλιτι ἐπιχρισθεῖσα ἀλωπεκίαν δασύνει.
- 2.5.8.1
Τοῦ δὲ ταριχευθέντος σώματος 〈μέρος〉 δεδομένον ἐν πότῳ ξηρὸν ἐπιληψίαν, τρόμους, σκοτώματα, κεφαλαλγίας καὶ ὅσα ἄλλα τοιαῦτα ἰᾶται, καὶ νεφροὺς καὶ ἰσχιάδας. Δίδου δὲ 〈 ο ᾱ.
- 2.5.9.1
Τὸ μέντοι δέρμα ἰδίως καὲν καὶ λειωθὲν ἀλωπεκίαν ἰᾶται.
- 2.5.10.1
Τὸ δὲ ἄλλο σῶμα ὅλον μετὰ τῶν σπλάγχνων ταριχεύσας καὶ ξηράνας χωρὶς τῆς χολῆς καὶ ἐντέρων, ἔπειτα λειώσας καλῶς ἀπόθου· δίδου δὲ πίνειν σὺν ὀξυμέλιτι 〈 ο α′ ἐλεφαντιῶσιν, ὑδρωπικοῖς τοῖς ἀνασάρκοις.
- 2.5.11.1
Ὁμοίως δὲ τὸ ἧπαρ καὶ οἱ νεφροὶ καὶ ἡ καρδία καὶ ὁ πνεύμων συνταριχευόμενα τὰ αὐτὰ ἰῶνται.
- 2.5.12.1
Αἴλουρος ἤτοι κάττα πᾶσι γνωστή. Ἐὰν οὖν σπασθῇ ἐπιληπτικὸς καὶ πέσῃ χαμαὶ ἢ σκοτωματικός, ἢ ἀποπληξία λάβῃ τινά, καὶ κεῖται ὕπτιος ὁ ἄνθρωπος σπαραττόμενος, αἰφνίδιον δὲ ἐπιθήσῃ ἐπ’ αὐτὸν κάτταν ζῶσαν, εὐθέως παύεται τοῦ σπασμοῦ ἢ τοῦ σκοτώματος ἢ τῆς ἐπιληψίας. Λέγε δὲ τὸ ὄνομα τοῦτο συνεχῶς· ΚΟΒΕΛΘΩ′.
- 2.5.13.1
Ἡ δὲ κόπρος αὐτοῦ μετὰ ἰρίνου μύρου συγχριομένη λεπτοπυρέτια παύει.
- 2.5.14.1
Ἡ δὲ 〈σὺν〉 σινάπει καὶ ὄξει ξηρὰ λειωθεῖσα ἀλωπεκίας δασύνει καλῶς.
- 2.5.15.1
Ἐλάφων εἰσὶν εἴδη τρία· γνώριμον δὲ τὸ ζῶον. Ὁ μὲν καλεῖται πλάτωνις, διὰ τὸ ἔχειν κέρατα πλατέα, ὑψηλά· ὁ δὲ δεύτερος στρογγύλα κέρατα ἔχων · καὶ τρίτον ἢ θήλεια κεράτων ἄνευ. Ταύτῃ οὐ δύναται ὁ ἄρσην μιγῆναι εἰ μὴ παρὰ πηγήν. Ὅταν γὰρ διψᾷ, ζητεῖ πηγήν, καὶ ὡς πίνει τῇ δίψῃ φλεγομένη, τότε ὁ ἄρσην ἐπιβαίνει αὐτήν· ἀναγκαζομένη γὰρ ἐκ τῆς δίψης καὶ τοῦ ποτοῦ ὀρεγομένη οὐ δύναται φυγεῖν. Ἐν ἄλλῳ δὲ καιρῷ οὐ καταδέχεται βιβασθῆναι· εὐθέως οὖν συλλαμβάνει.
- 2.5.16.1
Τοῦτο 〈δὲ〉 τὸ ζῶον ζῇ ἔτη φ′, ἐὰν οὖν μὴ ἀγρευθῇ, καὶ οὕτως ἰδίῳ θανάτῳ τελευτᾷ.
- 2.5.17.1
Τοῦ οὖν ἀληθινοῦ ἐλάφου τοῦ ἔχοντος τὰ κέρατα στρογγύλα ῥινίσματα ἐκ τῶν κεράτων κοχλιάριον α′ δίδου 〈σὺν〉 ὑδρομέλιτι ἐπὶ ἡμέρας γ′ κωλικῷ καὶ τελείως τοῦ πάθους ἀπαλλαγήσεται.
- 2.5.18.1
Ἡ δὲ χολὴ σὺν μέλιτι πινομένη σύλληψιν ποιεῖ.
- 2.6.1.1
Ζαυρῶν γένη τρία· ἡ μὲν ἡλιακὴ λέγεται, ἡ δὲ χαλκῆ, ἡ δὲ χλωρά.
- 2.6.2.1
Ἡ δὲ ἡλιακὴ γνωστὴ πᾶσιν· ταύτης τὴν δεξιὰν χεῖρα ἐὰν φορῇ τις περὶ τὸν ἀριστερὸν βραχίονα ἐν χρυσῷ σωληναρίῳ ἔχοντι γεγραμμένον τὸ ὄνομα τοῦτο· ΕΒΛΟΥ′ΣΑΥΡΕ, ἐκφεύξεται πᾶσαν χαλεπὴν νόσον, καὶ οὐ μήποτε πειρασθῇ ἀρρωστίας ὅσον ζῇ χρόνον καὶ φέρει.
- 2.6.3.1
Οἱ δὲ ὀφθαλμοὶ αὐτῆς ἀφαιρεθέντες ζώσης εἰς ὄνομα τοῦ πάσχοντος πᾶσαν ὀφθαλμίαν ἰῶνται· ἀπολύεται δὲ ἡ ζαύρα ζῶσα.
- 2.6.4.1
Ἐὰν δὲ μιγνυμένας δύο ἀρσενόθηλυ ἀγρεύσας, καὶ κόψῃς τὸ μόριον, καὶ ξηράνα, καὶ ποτίσας γυναικὶ, γίνεται φιλία ἄλυτος.
- 2.6.5.1
Καὶ ὅταν βιβάζωσιν, ἐὰν ῥίψῃς ἐπάνω ὀράριον ἢ ῥάκος, ἔστιν χαριτήσιον μέγα εἰ δὲ φορουμένη, ἔντασιν ποιεῖ.
- 2.6.6.1
Τὸ δὲ ἥπαρ αὐτῆς ἥλους ἰᾶται καταπλασσόμενον.
- 2.6.7.1
Ἡ δὲ χολὴ αὐτῆς ἐν οἴνῳ σαπεῖσα ἐπὶ ἡμέρας μα′ τοῖς ὑπὸ κύνα καύμασι καὶ τρίχας θραύει τὰς ἐν βλεφάροις· ἡ ἡλιακὴ σαύρα τὰ ἶσα δύναται τῇ χλωρᾷ.
- 2.6.8.1
Ἐὰν οὖν ποιήσας περόνας β′, καὶ μετ’ αὐτῶν τυφλώσῃς τὴν ζαύραν, καὶ βάλῃς εἰς χύτραν ἔχουσαν καὶ γῆν παρθένον, εἶτα ἐάσῃς ἐπὶ ἡμέρας θ’· καὶ μετὰ ταῦτα ἀνοίξας τὴν χύτραν εὑρήσεις βλέπουσαν τὴν ζαύραν.
- 2.6.9.1
Ταύτην μὲν ἀπόλυε ζῶσαν, τὰς δὲ περόνας ποίει δακτυλίους καὶ φόρει, ἐν μὲν τῇ δεξιᾷ τὴν τὸν δεξιόν ὀφθαλμὸν ἐκβάλλουσαν, ἐν δὲ τῇ εὐωνύμῳ τὸν εὐώνυμον, κατακλείσας καὶ ἐν αὐτοῖς λίθον ἴασπιν ἔχοντα γλυφὴν σαύραν ἐπὶ κοιλίαν ἡπλωμένην καὶ γραφόμενον ΠΕΙΡΑΝ, ὑποκάτωθεν τὸ ὄνομα τοῦτο · ΧΟΥΘΕΣΟΥ’ΛΕ καὶ φόρει· ἀβλαβὴς γὰρ ἔσῃ ὀφθαλμοῖς πάντα τὰ ἔτη σου, καὶ ὀφθαλμιῶντας δὲ ἰάσῃ τῷ δακτυλίῳ περιάπτων.
- 2.7.1.1
Τῆς οὐν μούλας ὁ ῥύπος ὁ ἐν τῷ ὠτίῳ ἀσύλληπτον ἄκρως ἐστίν, ἐν δέρματι αὐτῆς περιαφθείς. Ἐὰν δὲ τὸν ῥύπον δῷς λάθρα ἐν πότῳ γυναικί, οὐ συλλήψεταί ποτε.
- 2.7.2.1
Οὕτως δὲ καὶ ἐὰν ἐκ τῆς μήτρας αὐτῆς συνεψήσας μεθ’ ἑτέρων κρεῶν δῴης λάθρα φαγεῖν, οὐδέποτε συλλήψεται.
- 2.7.3.1
Εἰ δέ τις ἔχων ψυγμοκατάρρουν, καὶ φιλήσει βούρδονος τὰς ῥίνας, ἰαθήσεται· εἰ καὶ κόρυζαν ἕξει.
- 2.7.4.1
Ἐὰν δέ τις λάθρα λάβῃ τὸ οὖρον τοῦ βούρδονος, καὶ συνεψήσῃ κηρῷ καὶ ἐλαίῳ καὶ λιθαργύρῳ, καὶ καταπλάσσῃ ποδαγρῷ, ὁ μὲν ἄνθρωπος ὑγιαίνει, ὁ δὲ βούρδων ποδαγριᾷ· ἐπὶ δὲ γυναικός, μούλας.
- 2.8.1.1
Θήραφος ἢ φαλάγγιον ἢ ἀράχνιον, ζωύφιον μικρὸν ἑξάπουν ἀράχνας εἰς τοῖχον ὑφαῖνον, γνώριμον πᾶσιν, ὅς λέγεται θήραφος. Οὗτος ληφθεὶς εἰς ὄνομα τοῦ πάσχοντος, καὶ ἐν κηρῷ ἀποσυμμαλαχθείς, καὶ ἐπιπλασθεὶς μετώπῳ, τριταῖον ῥιγοπύρετον ἀπελαύνει.
- 2.8.2.1
Ἐὰν δὲ αὐτὸν ζῶντα βάλῃς ἐν σύριγγι ἢ καλάμῳ καὶ περιάψῃς τραχήλῳ, ἀμφημερινὸν ἰᾶται.
- 2.8.3.1
Ἐν ὀλίγῳ δὲ ῥοδίνῳ ἡ ναρδίνῳ συνεψηθεὶς ὠταλγίαν ἰᾶται καὶ ῥαγάδας τὰς ἐν ποσίν.
- 2.8.4.1
Ἡ δὲ ἀράχνη αὐτοῦ αἱμορραγίαν φλεβὸς ἵστησι.
- 2.8.5.1
Θήραφος δὲ ὁ ἐν τοῖς δένδροις ἀραχνοποιῶν μέλας καὶ μείζων τοῦ λευκοῦ λαμβανόμενος εἰς τὸ ὄνομα τοῦ πάσχοντος καὶ περιαπτόμενος χοιράδας ἀρχομένας ἰᾶται.
- 2.8.6.1
Ὁ δὲ λευκὸς ἀράχνιος σὺν τῷ ζώῳ καλάμῳ βληθεὶς ὀφθαλμίας παύει καὶ ῥεύματα στέλλει, καὶ οἷα περὶ τὸν λαιμὸν συμβαίνει.
- 2.8.7.1
Ἐὰν δέ τις ἐν ὕδατι ἑψήσει τὸν θήραφον, ἔπειτα δὲ τὸ ὕδωρ χρίσῃ κεφαλὴν ἀγρυπνοῦντος, ὑπνώσει.
- 2.8.8.1
Εἰς δὲ τὸ ὕφος τοῦ λευκοῦ εἰ βάλλεις χόνδρον ἅλατος ἐνθεὶς τῷ τρημένῳ ὄδοντι, ἰάσῃ.
- 2.9.1.1
Ἵππος, ζῶον βασιλικόν, ὀξύ, γνώριμον πᾶσι. Τούτου γεννηθέντος εὐθὺς λαβὼν τὸ ἐν τῷ μετώπῳ νεφέλιον [λιον] ὅπερ οἱ ἰππονόμοι ἱππομανὲς λέγουσιν, ἕξεις φορῶν φιλητήσιον μέγιστον· εἰ γὰρ μόνον περιάψεις τινὶ μετ’ αὐτοῦ, σφόδρα σε ἀγαπήσει· καὶ 〈ἐὰν〉 ἐν ποτῷ ἐμβάψῃς αὐτὸ καὶ δῴης τινὶ πιεῖν, τὸ αὐτὸ δράσεις. Κἂν ἐν βρωτῷ, φιληθήσῃ γὰρ πάντως.
- 2.9.2.1
Ἡ δὲ χολὴ τοῦ ἵππου καταγλυκαινομένη ἐν μολιβῷ ἀγγείῳ ἰσχυρὰς πράξεις ἀποτελεῖ διδομένη ἐν οἴνῳ ἀνθρώπῳ, καὶ ἀνάπαυσιν ἀποτελεῖ.
- 2.9.3.1
Τῆς δὲ φοράδος γάλα ἐγχριόμενον μετὰ μέλιτος λευκώματα λεπτύνει.
- 2.9.4.1
Ὄνυξ δὲ αὐτῆς θυμιώμενος νεκρὰ ἔμβρυα ἐκβάλλει, καὶ ὑποκαπνιζόμενος ὠκυτόκιός ἐστιν.
- 2.9.5.1
Ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη ὀξυωπίαν παρέχει.
- 2.10.1.1
Κάμηλος, ζῶον γνώριμον πᾶσι.
- 2.10.2.1
Τῆς οὖν θηλείας τὸ γάλα οὐ πήγνυται.
- 2.10.3.1
Χολὴ δὲ καμήλου παγεῖσα ἐν μολιβῷ ἀγγείῳ ἕως οὖ γλυκανθῇ αὐθήμερον κοσμεῖ ἐν βρώματι καὶ χαριτοῖ.
- 2.10.4.1
Ἄφοδος δὲ αὐτοῦ καεῖσα καὶ σὺν ἐλαίῳ τριβεῖσα ἀλωπεκίας καὶ τριχορροίας τὰς ἀπὸ νόσου ἄκρως ἰᾶται.
- 2.10.5.1
Καταπλασσομένη ὡς εἴρηται ὑδρωπικοὺς κενοῖ δι’ οὔρων.
- 2.10.6.1
Ξηρὰ δὲ 〈καὶ〉 λεία ἐπιπασθεῖσα ἐν ὕδατι καὶ ποθεῖσα δυσεντερικοὺς ἰᾶται.
- 2.10.7.1
Θυμιωμένη δὲ τὰ ἐναντία διώκει.
- 2.10.8.1
Ὁ δὲ μυελὸς αὐτοῦ σὺν ῥοδίνῳ ἀλειφόμενος τὴν κεφαλὴν ἔμπροσθεν καὶ ὅλον τὸ σῶμα ἐπιληψίαν ἰᾶται παραδόξως καὶ ὑπὲρ λόγον.
- 2.10.9.1
Κύων ἐστὶν ὁ παρ’ ἡμῶν· μικρὸς δὲ καὶ νεογέννητος ὢν ἔτι ζαλάθων, ἐὰν συνευνᾶται ἀρρώστῳ διηνεκῶς πολὺν χρόνον ἔχοντι ἐν τῇ ἀρρωστιᾷ καὶ συνκοιτάζῃ αὐτῷ ἐπὶ τὸ στῆθος ἢ γυναικὸς ἢ ἀνδρὸς ἢ παιδίου, καὶ διόλου συνανάκειται αὐτῷ ἐν τῇ κλίνῃ, ὁ μὲν κύων ἀποθνήσκει· ὁ δὲ ἄρρωστος τῆς χρονίας νόσου ἀπαλλαγήσεται.
- 2.10.10.1
Σπλῆνα δὲ κυνὸς θερμὸν ἐπιθεὶς σπληνικῷ ἐν τῷ σπληνί, ἰαθήσεται.
- 2.10.11.1
Ἡ δὲ κόπρος ξηρὰ λεία ἐν ποτῷ δοθεῖσα ἰκτερικοὺς καὶ δυσεντερικοὺς θεραπεύει.
- 2.10.12.1
Μετὰ μέλιτος δὲ ἐγχριομένη τῷ λαιμῷ καὶ τῷ στόματι συναγχικοὺς ἄκρως ἰᾶται· λαθραίως δὲ ποίει πάντα μὴ ὁμολογῶν τῷ πάσχοντι.
- 2.10.13.1
Πινομένη δὲ ὑδρωπικοὺς ἄκρως ἰᾶται.
- 2.10.14.1
Λεία δὲ κόπρος συγχριομένη σὺν ὄξει ὑδροκοίλους καὶ φλεγμονὰς μορίων ἰᾶται.
- 2.10.15.1
Καεῖσα δὲ εἰς ὄστρακον καὶ λειωθεῖσα σὺν ῥοδίνῳ ῥαγάδας τὰς ἐν ἕδρᾳ ἰᾶται, καὶ θύμους καὶ ἐξοχάδας ἐκριζοῖ.
- 2.10.16.1
Σὺν τερεβινθίνῃ δὲ ἐπιτεθεῖσα κονδυλώματα καὶ ἐξοχάδας ἰᾶται.
- 2.10.17.1
Μετὰ δὲ ῥοδίνου [εἰς] ἕλκη ῥυπαρὰ καὶ δυσεπούλωτα, μάλιστα σὺν κηρωτῇ ῥοδίνῃ· σὺν ἐλαίῳ δὲ πρὸς μελισσῶν καὶ σφηκῶν κρούσματα.
- 2.10.18.1
Ἐὰν δὲ τὴν καρδίαν κυνός τις κρατῇ ἐν εὐωνύμῳ χειρὶ, ἢ τὴν γλῶτταν εἱλιγμένην ἐν ῥακίῳ, πάντες κύνες φιμωθήσονται καὶ φεύξονται.
- 2.10.19.1
Γλαυκοῦ δὲ κυνὸς ἀμφοτέρους τοὺς ὀφθαλμοὺς μετὰ μάγνητος λίθου καὶ ὁψιανοῦ λίθου ποίησον τὴν στιμίαν ὡς ξηροκολλούριον, καὶ ὀψὲ στιβισάμενος, ὄψει τὰ ἐν τῷ σκότει γινόμενα.
- 2.10.20.1
Ἐὰν δὲ ἀρρωστῇ τις, μετὰ ζύμης μικρᾶς ἐκμάσσε τὸ πρόσωπον καὶ τὰς μάλας, καὶ βουβῶνας καὶ πόδας καὶ χεῖρας, καὶ δώσεις κυνὶ φαγεῖν. Ἐὰν φάγῃ ὁ κύων, ζήσεται 〈ὁ νοσῶν〉· εἰ δὲ μὴ φάγῃ, θανεῖται· ἡ δὲ ζυμὴ ἔστω θερμή.
- 2.10.21.1
Κυνοπόταμος ὁ καὶ κάστωρ 〈γνωστός〉. Τούτου οἱ δίδυμοί εἰσιν ὠφέλιμοι· τούτου οὖν λεῖον ἐν πεσσῷ προστεθὲν ἔμμηνα ἄγει· πινόμενον δὲ σὺν ῥύπῳ μούλας ἀπὸ τοῦ ὠτίου ἀτόκιόν ἐστιν· ἀλειφὲν δὲ νεῦρα χαλᾷ καὶ ψῦξιν ὠφελεῖ· σὺν οἴνῳ δὲ χριόμενον τὰς ὑστερικὰς πνῖγας ὀνίνησι· σὺν δὲ πηγανίνῳ ἐλαίῳ ἐνιέμενον κωλικοὺς ἰᾶται· πινόμενον δὲ στομαχικοὺς ἄκρως ἰᾶται.
- 2.10.22.1
Τὸ δὲ δέρμα αὐτοῦ φορούμενον εἰς ὑπόδημα ποδαγροὺς ἰᾶται.
- 2.10.23.1
Κροκόδειλος χερσαῖος πᾶσι γνωστόν ἐστι ζῶον τετράπουν, πλατυκέφαλον, μακρόουρον.
- 2.10.24.1
Τούτου τὴν δορὰν ἐάν τις καύσῃ καὶ λειώσας ποτίσῃ ξήριον, ἐπιπάσσῃ δὲ τῷ μέλλοντι καίεσθαι τόπῳ ἢ τέμνεσθαι, ἀνώδυνον αὐτὸν ποιήσει.
- 2.10.25.1
Τὸ δὲ ἀποτηγάνισμα τοῦ κροκοδείλου ἐάν ἀλείψηταί τις, ὅσας πληγὰς ἄν λάβῃ οὐ μὴ αἰσθήσεται.
- 2.10.26.1
Οἱ δὲ δεξιοὶ αὐτοῦ ὄδοντες ἀφαιρεθέντες, ζῶντος αὐτοῦ ἀφιεμένου. καὶ περιαφθέντες ἔντασιν μεγίστην τοῖς ἀνδράσι ποιοῦσιν, οἱ δὲ εὐώνυμοι ταῖς γυναιξίν.
- 2.10.27.1
Εἰ περιαφθῶσιν 〈ἢ〉 συναφθῶσιν ἀμφότεροι, ποιήσουσι τὰ ἀνήκοντα.
- 2.10.28.1
Ἡ δὲ κόπρος σὺν ἐλαίῳ χριομένη πρόσωπον στίλβον ποιεῖ· μέλιτι δὲ μιγεῖσα καὶ χριομένη λευκώματα ἀφαιρεῖ.
- 2.10.29.1
Τὸ δὲ αἷμα αὐτοῦ καταχριόμενον ἀμβλυωπίαν θεραπεύει καὶ ἐξιᾶται.
- 2.11.1.1
Λύκος ἐστὶ ζῶον ἄγριον, πονηρόν.
- 2.11.2.1
Τὸ οὖν αἵμα αὐτοῦ ὁ πίνων μανήσεται καὶ οὐκέτι σωθήσεται.
- 2.11.3.1
Ὁ δὲ ὀφθαλμὸς λάθρα αὐτοῦ ὁ δεξιὸς φορούμενος ἔνδοθεν λάθρα μεγίστας πράξεις ποιεῖ· [φεύξεται ἀνὰ μέσον ἀντιπάλων, καὶ οὐδεὶς αὐτὸν ὄψεται. Ποιεῖ δὲ ἐπὶ πάσης δίκης νικητικὸν καὶ] φάντασμα παντοῖον φεύξεται τὸν φοροῦντα, 〈καὶ〉 πᾶν τετράποδον ἄγριόν τε καὶ ἥμερον καὶ διελεύσεται ἀνὰ μέσον ἀντιπάλων, καὶ οὐδεὶς αὐτὸν ὄψεται. Ποιεῖ δὲ ἐπὶ πάσης δίκης νικητικὸν [καὶ φάντασμα παντοῖον φεύξεται τὸν φοροῦντα], ἀπελαύνει γὰρ πάντα τύπον ῥιγοπύρετον.
- 2.11.4.1
Δέρμα 〈δὲ〉 λύκου πρόβατον οὐχ ὑπερβήσεται.
- 2.11.5.1
Τὸ δὲ ἧπαρ αὐτοῦ ἐπιπασθὲν λεῖον, ξηρὸν ἡπατικοὺς ἰᾶται.
- 2.11.6.1
Ὁ δεξιὸς 〈δὲ〉 ὀφθαλμὸς καὶ ὁ τῆς οὐρᾶς πρῶτος σπόν δυλος ὁμοῦ οἱ δύο φορούμενοι ἐν χρυσῷ πετάλῳ καὶ ἔντιμον καὶ νικητὴν καὶ πρὸς γυναῖκα φιλητὸν καὶ ἐρωτικὸν ποιοῦσι. . . . . . . .
- 2.11.7.1
Fel autem ejus calefactum et modicum coagulatum oculos inunctos purgat super omne collyrium. Si autem os de collo lupi ligaveris ad collum ὀπισθοτονικοῦ, i. qui habet posteriorem spasmum, sanabitur.
- 2.11.8.1
Λαγωός, lepus est animal quadrupes, velox et in fuga vertigines faciens.
- 2.11.9.1
Hujus sanguis calidus inunctus podagricos pedes sanat perfecte. Confectus autem in pulle et comestus dysentericos reparat, et corroborat.
- 2.11.10.1
Pulmo autem ejus minutatim incisus et palpebris impositus tumores oculorum et chimeda (I. χήμωσιν) sanat. [F. I. chimetla.]
- 2.11.11.1
Cor autem ejus in byssino (al. in albissimo) panno involve et ad collum suspende: quartanarios perfecte sanat.
- 2.11.12.1
Renunculi quoque ejus in condito vel melicrato bibiti nephriticos curant.
- 2.11.13.1
Fel autem ejus cum adipe vulpis e nardo liquefactum surditatem sanat. Si autem in pessario cum succo althaeae vel malvae mittatur et oleo, conceptionem adjuvat. Cum succo vero prassii .i. porri et irino unguento immissum mortuos foetus ejicit.
- 2.11.14.1
Coagulum quoque ejus cum propoli solutum et repositum puncturas 5 et morsus venenosos curat.
- 2.11.15.1
Stereus autem ejus eum vino solutum calido sciaticos (I. ἰσχιαδικούς) omnino desperatos sanat et colicos. Similiter cum pipere tritum et bibitum nephriticos curat.
- 2.11.16.1
Pili autem ejus combusti et triti et super combusta loca sparsi, ulcera mundant, et cicatrices sanant, ut et pilos educunt. Et cum albugine ovi superpositi omnem fluxum sanguinis sistunt.
- 2.11.17.1
Pedes quoque viventis leporis circumsuspende in nomine patientis ; sanabit arthriticos, anticos, (l. ἀντιάδας) [ἀντιάδας v. I.], podagricos et chiragricos perfecte ; dextrum vero ad pedem dextrum et sinistrum ad sinistrum.
- 2.11.18.1
Cerebrum autem leporis inunctum in parvorum gengivis absque dolore educit dentes.
- 2.11.19.1
Tota autem pellis leporina cum auribus et ungulis combusta, et pulvis ex ea cum condito calamo datus lethargicos perfecte sanat.
← Previous · Next → — showing 501–600 of 1,156
First Thousand Years of Greek. CTS URN tlg1482.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.