Ancient Textssearch the texts themselves, not just their titles

← All works

Cyranides

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,156 sections

  1. 1.23.12.1

    Ἐὰν δὲ ἁλιεὺς αὐτὸ φορῇ ἀγρυπνῶν ἐν ἡμέρᾳ ἐπὶ ποταμὸν ἢ λίμνην, μεγάλως ἐπιτύχει τῆς ἁλείας.

  2. 1.24.1.1

    Ὤκιμος, βοτάνη.

  3. 1.24.1.2

    Ὠκύπτερος, πτηνόν.

  4. 1.24.1.3

    Ὤμις θαλασσία.

  5. 1.24.1.4

    Ὠκυτόκιος, λίθος.

  6. 1.24.2.1

    Ὤκιμον, φυτὸν ἐδώδιμον, λαχανῶδες, πᾶσι γνωστόν, εὔοσμον.

  7. 1.24.3.1

    Ὠκύπτερος, πτηνόν, σεβάσμιον ζῶον, ἡ κοινὴ χελιδών.

  8. 1.24.4.1

    Ὤμις θαλασσία, ὅ ἐστι βεμβράς, ἄλλως δὲ λύημβρος, λεπτὸν ζῶον ἐσθιώμενον ὃ καλοῦσι μαινίδα

  9. 1.24.5.1

    Ὠκυτόκιος λίθος ἐστὶν ὁ μικρότερος 〈ἢ〉 ἀετίτης καὶ κρουόμενος. ἔστι δὲ λεῖος τῇ θέλξει.

  10. 1.24.6.1

    Ἰστορήσαμεν δὲ περὶ τοῦ φυτοῦ τοῦ ὠκίμου καὶ ἔχει πράξεις μεγίστας. Ἐάν τις [αὐτὴν] μαστησάμενος τοῦτο τὸ φυτὸν νῆστις, ἀπλύτου αὐτοῦ ὄντος, καὶ θῇ ἐν ὑπαίθρῳ νύκτας ἑπτά, τοῦ ἡλίου μὴ ἐπιθεωρήσαντος, ἡμέρας μὲν συστελλομένου, νυκτὸς δὲ αἰθριαζομένου, εὑρήσει σκορπίον ἐπτασφόνδυλον, χλωρόν. Οὗτος ἐὰν τύψῃ τινά, τριταῖος φυσηθεὶς τεθνήξεται.

  11. 1.24.7.1

    Ἐὰν δὲ αὐτὸν ἀποθεώσας ὕδατι ἢ οἴνῳ δῷς τινι πιεῖν, ὁ πιὼν ἐξανθήματα ἕξει περὶ ὅλον τὸ σῶμα, ἐκ δὲ τούτων ἕλκη ἀνίατα.

  12. 1.24.8.1

    Ἐὰν δὲ τρίψῃς τὸν αὐτὸν σκορπίον μετὰ σπέρματος σκορπιούρου βοτάνης καὶ ποιήσῃς καταπότια, ξηράνας δὲ ἀποθῇς ἐν ὑελίνῳ ἀγγείῳ καὶ δῴης τινὶ ἐπιληψίᾳ πειραζομένῳ, οὐκέτι βλαβήσεται· δίδου δὲ ἐπὶ ἡμέρας ζ′ ἀνὰ τρία καταπότια νήστῃ εἰς εὔκρας· ἐὰν δὲ ὑγιαίνοντι δῴης, σεληνιασθεὶς οὐκέτι σωθήσεται.

  13. 1.24.9.1

    Ἐὰν δὲ χυλοῦ τῆς ὠκίμου βοτάνης μετὰ κόπρου χελιδῶνος συγχρίσῃς, τετραΐζοντας ἀπαλλάξεις.

  14. 1.24.10.1

    Ἐὰν δὲ πτερὸν χελιδῶνος καὶ ῥιζίον ὠκίμου δῴης κρατεῖν δυστοκούσῃ γυναικί, παραυτὰ τέξεται ἀκινδύνως.

  15. 1.24.11.1

    Πτερὸν δὲ τοῦ ζώου εἴπερ βάλλεις εἰς οἷον δήποτε μύρον, μεγίστην μοιρικὴν καὶ μεσιτείαν ἕξει ἀπὸ πάντων καὶ πασῶν.

  16. 1.24.12.1

    Περὶ δὲ κοινοῦ σκορπίου οὐκ ἀποκρύψω διὰ τὴν πλάνην τῶν ἀσόφων. Πλάνη γάρ ἐστιν ἐν ἀέρι φυτουμένη. Ἐὰν γὰρ βάλλῃς τὸν κοινὸν σκορπίον εἰς ἔλαιον κοτύλην μίαν ἐν ἀποκρούσει σελήνης καὶ ἔχῃς ἀποκείμενον, συγχρίσῃς δέ τινος ῥάχιν, καὶ ἄκρον ποδῶν καὶ χειρῶν, τὴν δὲ ῥάχιν χρίῃς ἐπάνωθεν ἐκ τοῦ σπονδύλου [ἄχρι] ἕως κάτω καὶ τὸ μέτωπον καὶ τὴν κεφαλὴν πρὸ τῆς ὥρας τῆς ἐπισημασίας, τριταῖον, τεταρταῖον καὶ ἀμφημερινὸν τύπον ἰάσεις · κουφίσεις δὲ καὶ σεληνιαζομένους καὶ δαιμονιζομένους.

  17. 1.24.13.1

    Ἐὰν δὲ πτερὸν βάλῃς τοῦ πτηνοῦ εἰς ἔλαιον ἄλλο, καὶ συγχρίσῃς τὸν ἀπαλλαγέντα, ἐπανελεύσεται αὐτῷ τὸ πάθος, καὶ οὐ σωθήσεται.

  18. 1.24.14.1

    Ὀπτὸς δὲ ὁ κοινὸς σκορπίος ἐσθιόμενος ὑπὸ λιθιώντων ποιεῖ αὐτοὺς ἐξουρεῖν τὸν λίθον ἀβασανίστως.

  19. 1.24.15.1

    Κέντρον δὲ τοῦ σκορπίου καὶ τῆς ὠκίμου βοτάνης τὸ ἄκρον ἐν ᾧ ἐστιν τὸ σπέρμα καὶ χελιδῶνος καρδίαν περίαπτε ἐν ἐλαφίῳ δέρματι· σεληνιαζομένους τῆς μανίας ἀπαλλάξεις. Τοῦτο δὲ τὸ φυλακτήριον ἐξελαύνει καὶ τοὺς ἀπειθοῦντας ἐξελθεῖν δαίμονας.

  20. 1.24.16.1

    Τὸν δὲ λίθον τὸν προδηλωθέντα λείωσον μετὰ χυλοῦ τῆς βοτάνης καὶ αἵματος τοῦ πτηνοῦ· καὶ κεφαλὴν μίαν τῆς ὤμιδος καὶ ὀλίγον ὕδατος, καὶ ἔχε ἀποκείμενον ἐν ὑελίνῳ ἀγγείῳ, καὶ ὅτε θέλεις ἐπίδειξιν ποιῆσαι, μόλυνον τοὺς δακτύλους τῆς εὐωνύμου χειρὸς ἢ τῆς δεξιᾶς, καὶ ἅψεις οἵου θελέσεις ἰσχυρο τάτου λίθου ἢ ξύλου, ἢ ὀστέου, καὶ θραυσθήσεται παραυτίκα ὥστε δοκεῖν τοὺς παρατυχόντας μάγον σε εἶναι.

  21. 1.24.17.1

    Θειοτάτην δέ, ἔφη ὁ Ἁρποκρατίων, καὶ δεικτικὴν εἴδομεν πρᾶξιν ἐν μητροπόλει γεναμένην τῆς Βαβυλωνίας χώρας.

  22. 1.24.18.1

    Ἐὰν γάρ τις ἐπιούσης τῆς ὤμιδος ἐπ’ ἀνθράκων ἀκάπνων τὴν κεφαλὴν ἐπιθήσει ἐπὶ δωμάτων καθαροῦ ὄντος τοῦ ἀέρος, νυκτός, ἰδίας ποιήσει συνδρομὰς πάντων τῶν φαινομένων ἀστέρων.

  23. 1.24.19.1

    Ἐὰν δὲ ἐν πανσελήνῳ βάλῃ τις τὴν κεφαλὴν τοῦ ζώου ἐντὸς ἰσχάδος, καὶ ἐπιθήσει τῷ πυρὶ ὀψίας τοῦ ἀέρος ἡσυχάζοντος, ὄψει οὖν τὸν δίσκον τῆς σελήνης ὡς ἐπὶ τὸ ἥμισυ τοῦ οὐρανοῦ.

  24. 1.24.20.1

    Ἐὰν δὲ μίξῃς μετ’ αὐτῶν βραχύ τι ἀπὸ ἀστέρος θαλασσίου, ἴδοις ἂν παμμεγεθὲς γινόμενον τὸ στοιχεῖον καὶ ἑστὼς παρὰ τοὺς πόδας σου.

  25. 1.24.21.1

    Ἐὰν δὲ πυρίτην λελειωμένον συνεπιθήσεις, βρονταὶ καὶ ἀστραπαὶ γενήσονται.

  26. 1.24.22.1

    Ἐὰν δὲ γῆν ἀπὸ οἰκίας ἀνθρώπων συνεπιθήσεις, σεισμὸς γενήσεται τῷ τόπῳ.

  27. 1.24.23.1

    Ὤμιδα δὲ ἐκάλεσαν τὴν μαινίδα διὰ τὸ ἔχειν αὐτὴν ἐν τοῖς ὤμοις μεγίστην δύναμιν. Ἔχεις γὰρ σκευὴν καταπλάσματος τοιαύτην· τῶν ὄντων ὀστέων ἐν τοῖς ὤμοις τῶν μαινίδων γο α′, μανδραγορίου μῆλα γο α′, ὑοσκυάμου σπέρματος γο α′, ὀπίου γο α′, ῥόδων ξηρῶν γο α′, ἁλικακάβου τῶν φλοιῶν τῆς ῥίζης γο γ′, κολοφωνίαν μνᾶν α′, θείου γο α′. νίτρου γο α′· σκεύαζε ὡς ἐπίθεμα καὶ κατάπλασσε ὃν θέλεις, καὶ ταχέως ἀπαλλάξεις τῆς νόσου.

  28. 1.24.24.1

    Ἐὰν δὲ ποιήσῃς τὸ κατάπλασμα ἡμέραν α′ ἐπικείμενον καὶ θελήσῃς ἄλλως βοηθῆσαι, οὐδὲν ὠφελήσει, οὐ γὰρ ὑπερβήσεται ἡμέρας ζ′· τοῦτό ἐστιν ἴαμα τῶν ὑποτεταμένων.

  29. 1.24.25.1

    Ἐκλήθη δὲ μαινὶς διὰ τὸ ἔχειν σκευὴν μανίας τοιαύτην. Λαβὼν οὖν τῆς μαινίδος τοὺς ὀφθαλμοὺς βάλε εἰς οἴνου κοτύλην α′. (ἐν ἄλλῳ· ἐς σούσινον). Καὶ ἔα βρέχεσθαι ἐπὶ ἡμέρας ζ′. Εἶτα ἐπίβαλλε τῷ οἴνῳ κόκκους σπέρματος μανδραγούρου 〈 ο ιδ′, κυνοσβάτου κόκκους ‹ο δ′, σκορπιούρου βοτάνης σπέρμα 〈ο δ′· ἕψε ἕως εἰς ἡμίσειαν ἔλθῃ, καὶ ἀποθέμενος χρῶ οὕτως.

  30. 1.24.26.1

    Ἐὰν ἴδῃς τινὰ ἐντὸς μανίας ὄντα, δίδου αὐτῷ ἐκ τοῦ οἴνου ὅσον ‹ ο α′ μεθ’ ὕδατος θερμοῦ, καὶ σωθήσεται. Ἐν ἄλλῳ κοτύλην 〈α′〉 εἶχεν ἵνα διδῶται.

  31. 1.24.27.1

    Ἐὰν δὲ πεπτωκότι καὶ μαινομένῳ δῴης μετ’ οἴνου πιεῖν, μανήσεται.

  32. 1.24.28.1

    Ἐὰν δὲ μετὰ κολλουρίου οἵου δήποτε ἀνέσας δῷς ἐγχρίσασθαι, ὑποχυθεὶς τοὺς ὀφθαλμοὺς ἐντὸς ἡμερῶν ἑπτὰ μανήσεται.

  33. 1.24.29.1

    Ὠταλγοῦντα δὲ ἐὰν ἐξ αὐτοῦ θεραπεύσῃς, κωφὸς γενήσεται.

  34. 1.24.30.1

    Οἱ δὲ ἐν τῇ κεφαλῇ τῆς μαινίδος λίθοι λειωθέντες καὶ μετὰ χολῆς ἀλάβητος μέλαινος καὶ ἐγχρισθέντες ποιοῦσιν τὰ ἐν τῇ σκοτίᾳ φαίνεσθαι καὶ βλέπειν.

  35. 1.24.31.1

    Ἐὰν δὲ προσμίξῃς βραχὺ μάγνητος ζῶντος, καὶ ὀλίγον ὕδωρ ὄμβριον, ἐγχρισθεὶς τὰ ἐν οὐρανῷ καὶ ἐν ἀέρι θεωρήσει ἐπὶ ἡμέρας ἑπτά.

  36. 1.24.32.1

    Γλύψον δὲ ἐν τῷ λίθῳ χελιδόνα, καὶ παρὰ τοὺς πόδας τὸν σκορπίον ἐπὶ τὴν μαινίδα ἐστῶτα, καὶ ὑπὸ τὸν λίθον ὑποκατάκλεισον τοὺς ὀφθαλμοὺς τοῦ σκορπίου καὶ τῆς μαινίδος, καὶ σκορπιούρου ῥιζίον, καὶ κατακλείσας φόρει· ἀποστρέφει γὰρ παντοίων ἰοβόλων ζῶον τετράπουν ἑρπετῶν καὶ πάντων ἑρπετῶν ἰοβόλων· καὶ πάντας ἐχθροὺς καὶ ἐπιβούλους ταπεινοῖ.

  37. 1.24.33.1

    Ἐὰν δέ τις πληγῇ ἀπὸ σκορπίου, καὶ ἐν τῇ σφραγίδι σφραγίσῃ, τὴν πληγὴν παραυτὰ παύσεται.

  38. 1.24.34.1

    Ἐὰν δὲ ἀπὸ μαινομένου κυνὸς δηχθῇ τις καὶ γενόμενος ὑδροφόβος τὸ ποτὸν μὴ λαμβάνῃ, λαβὼν δὲ τὸν δακτύλιον βάλε εἰς ὕδωρ, καὶ δὸς πιεῖν, 〈καὶ〉 ὁ πιὼν σωθήσεται.

  39. 1.24.35.1

    Ἐὰν δὲ πρὸ τοῦ μανῆναι δῴης προπιεῖν, οὐ μανήσεται.

  40. 1.24.36.1

    Ἐὰν δὲ τῆς μαινίδος τὴν γλῶσσαν νεαρᾶς οὔσης δῴης τινὶ λειανθεῖσαν μεθ’ ὕδατος, βαλὼν [δὲ] δακτύλιον κάτω δῴης τινι μαινομένῳ, σωθήσεται· εἰ δὲ νήφοντι, μανήσεται. Τούτου λύσις· μαινίδα ὀπτὴν δὸς φαγεῖν· μανήσεται ἄνθρωπος ἀγνοῶν τὰ λεχθέντα ἅπαντα. Ὣς φράζει κυρανὶς θεία βροτοῖς.

  41. 1.24.37.1

    Οὕτως ὁ Ἁρποκρατίων ἐνταῦθα τὴν βίβλον ἐπλήρωσεν· καὶ ἕτερον αὐτοῦ βιβλίον ἐκ τούτων τῶν λεγομένων κυρανίδων ἡμεῖς οὐχ εὕρομεν· ἀλλ’ ἐν τούτῳ μὲν ὅσον διεφώνει ὁ Ἁρποκρατίων πρὸς τὸν Κυρανόν, ἢ ἕτερος ἑτέρου, ἅπαντα κατὰ λόγον ἀναλεξάμενος ἐκ τῶν ἀμφοτέρων ὡς ὑποτέτακται, συνέταξα τὸ βιβλίον μηδενὸς καταφρονήσας λόγου. Νῦν δὲ μετελεύσομαι ἐπὶ τὰς τοῦ Κυρανοῦ ἑτέρας βίβλους ὅπως καὶ παρ’ αὐτῶν ὠφεληθῶμεν. Ἔλαβεν τέλος ἡ βίβλος τοῦ πανσέπτου καὶ παντάρχου: — Τέλος.

  42. 2.1.1.1

    Ἄρκτος ἐστὶ ζῶον θηρίον, δασύ, νωθρόν, κατὰ πάντα ἐοικὸς τῷ ἀνθρώπῳ καὶ συνετόν, καὶ ὀρθὰ βαδίζειν θέλων.

  43. 2.1.2.1

    Τούτου ἕκαστον μέλος πεποίηται πρὸς ἕκαστον μέλος τοῦ ἀνθρώπου· ὠφελεῖ οὖν εἰς θεραπείαν· τῆς γὰρ κεφαλῆς τὰ ὀστὰ περιαπτόμενα 〈ποιεῖ〉 πρὸς πᾶσαν κεφαλαλγίαν· ὁ δὲ ἐγκέφαλος αὐτοῦ βρωθεὶς ἐπιληψίαν ἰᾶται· οἱ δὲ ὀφθαλμοὶ φορούμενοι παντοῖον πάθος ὀφθαλμῶν ἀποστρέψουσιν· τῶν δὲ ὠτῶν αὐτοῦ ὁ ῥύπος σὺν ῥοδίνῳ πᾶσαν ὠταλγίαν ἰᾶται, οἱ δὲ ὄδοντες ὀδονταλγίαν, καὶ περιαφθέντες τοῖς παιδίοις ἀνωδύνως ὄδοντας φύουσιν· οἱ δὲ ὀφθαλμοὶ φορούμενοι χαριτήσιόν εἰσι· καὶ οἱ ὄνυχες τῆς δεξιᾶς χειρὸς φορούμενοι παντοῖον πυρετὸν διώκουσιν· αἱ δὲ τρίχες πνεύματα πονηρὰ καὶ παντοῖον πυρετὸν διώκουσιν, καὶ θυμιώμεναι καὶ φορούμεναι· τὸ δὲ ἧπαρ ξηρόν, λεῖον, ἐπιπασθὲν ἡπατικοὺς ἰᾶται· νεῦρα δὲ ποδῶν καὶ χειρῶν φορούμενα ποδαγροὺς καὶ χειραγροὺς βοηθεῖ· ἡ δὲ κόπρος αὐτοῦ σὺν ὄξει καταχριομένη ὀξυωπίαν παρέχει· ἡ δὲ καρδία φορουμένη ἐπιχαρῆ καὶ ἐπιτευκτικὸν καὶ φοβερὸν ποιεῖ τὸν φοροῦντα.

  44. 2.1.3.1

    Τὸ δὲ στέαρ αὐτοῦ μετὰ λαδάνου καὶ ἀδιάντου ἀλειφὲν ἀλωπεκίας δασύνει, ὁμοίως καὶ ὀφρύας καὶ γενείων λιποτριχίας σὺν κηκιδίοις καὶ χαλκάνθῳ καὶ κεδρίᾳ καὶ λύχνου θρυαλλίσι· καθ’ ἐαυτὸ δὲ τὸ στέαρ παρωτίδας καὶ ῥαγάδας καὶ χείμετλα ἰᾶται.

  45. 2.1.4.1

    Αἰδοῖον δὲ ἄρκτου ὑποτιθέμενον τῇ ὑστέρᾳ ὥστε παράψασθαι τοῦ στομίου ὑστερικὰς πνῖγας ἰᾶται· ἔχε δὲ αὐτὸ ἕτοιμον ξηρόν. Ἡ δὲ χολὴ σὺν μέλιτι πινόμενον ὅσον κογχλιάριον α′ ἡπατικοὺς ἄκρως ἰᾶται· τὸ δὲ δέρμα αὐτοῦ ἐπιτεθὲν ὅπου ἄν εἰσι ψύλλοι φεύξονται καὶ οὐδ’ ὅλως παραμένουσιν.

  46. 2.1.5.1

    Ἀλώπηξ πᾶσι γνωστή, δεινότατον καὶ πανουργότατον καὶ σοφὸν ζῶον, ὀρνιθοβόρον καὶ δύσοσμον.

  47. 2.1.6.1

    Ἐάν τις αὐτὴν ζῶσαν πιάσῃ καὶ ἐμβάλῃ εἰς παλαιότατον ἔλαιον καὶ ἑψήσῃ ἕως τὰ ὀστὰ μείνωσιν καὶ διηθήσας τὸ ἔλαιον ὡς ἔτι θερμόν ἐστι, καὶ ἀλείψῃ, ἐξ αὐτοῦ ἀρθριτικούς, ποδαλγικούς, ἰσχιαδικούς, παρέτους, ἔχοντας ἔτη πολλὰ τὸ πάθος, θεραπεύσει παραδόξως.

  48. 2.1.7.1

    Ὅταν μὲν οὖν [δὲ] ἀγρεύσῃς αὐτήν, ὀφείλεις εἰπεῖν αὐτῇ καὶ τὴν αἰτίαν τὸ τίνος ἕνεκα ἠγρεύσας ταύτην.

  49. 2.1.8.1

    Ὁ δὲ ὄρχις αὐτοῦ ὁ δεξιός ξηρός, λεῖος, ἐπιπασθεὶς ἐν πότῳ φιλτροπόσιμός ἐστιν ἐπὶ γυναικῶν, ὁ δὲ εὐώνυμος ἐπὶ ἀνδρῶν.

  50. 2.1.9.1

    Τὸ δὲ ἄκρον αὐτοῦ περιαφθὲν μεγίστην τάσιν ποιεῖ, ὁμοίως καὶ λεῖον, ἐπιπασθὲν ἐν πότῳ λάθρα.

  51. 2.1.10.1

    Καὶ οἱ ὄρχεις πινόμενοι ξηροὶ τὸ αὐτὸ δρῶσιν.

  52. 2.1.11.1

    Δίδου δὲ ὅσον κοχλιαρίου πλῆθος· τοσοῦτον δέ ἐστιν ἀνυτικὸν ὥστε ἀβλαβῆ τὴν ἔντασιν καὶ ἀδιάψευστον τηροῦσι.

  53. 2.1.12.1

    Τοὺς δὲ δύο ὄρχεις ἐκτεμών, ζῶντα μὲν αὐτὸν ἀπόλυσον, θεραπεύσας δὲ περίαψον. Ἐὰν γὰρ αὐτοῦ τῶν διδύμων θίγῃς, παραυτὰ ἔντιν... Τινὲς δὲ αὐτοὺς βάλλουσιν εἰς τὰ ἰσχία τοῦ τράγου.

  54. 2.1.13.1

    . Ἐὰν δὲ τοῦ αἰδοίου αὐτοῦ τὸ ἄκρον ἐν κύστει ἢ ἐν δέρματι ἐνδήσῃς ἐν ᾧ ἐπιγράψεις τὸ ὄνομα τοῦτο διὰ σμυρνομέλανος ΤΙ′Ν ΒΙ′Β Η′ΛΙΘΙ, καὶ περιάψῃς, ἀβλαβῶς συνουσιάσεις.

  55. 2.1.14.1

    Τὸ δὲ αἷμα αὐτοῦ νεφρὸν ἀλγοῦντα ἰᾶται, θερμὸν ἐπιχυθέν.

  56. 2.1.15.1

    Οἱ δὲ νεφροὶ αὐτοῦ ἐσθιόμενοι ἢ πινόμενοι ἀφροδισίας παρορμῶσιν.

  57. 2.1.16.1

    Τὸ δὲ ἧπαρ αὐτοῦ ξηρόν, λεῖον ἐπιπασθὲν 〈σὺν〉 ὀξυμέλιτι καὶ ποθὲν σπληνικοὺς ἄκρως ἰᾶται, καὶ ὁ σπλὴν αὐτοῦ φορούμενος.

  58. 2.1.17.1

    Τὸ δὲ ἧπαρ αὐτοῦ σὺν οἴνῳ ποθὲν ἀσθματικοὺς ἰᾶται.

  59. 2.1.18.1

    Ὀ δὲ πνεύμων δύσπνοιαν ὀπτὸς βρωθείς.

  60. 2.1.19.1

    Τὸ δὲ στέαρ αὐτοῦ ἀλωπεκίας ἄκρως θεραπεύει.

  61. 2.1.20.1

    Ἡ δὲ κόπρος αὐτοῦ σὺν ῥοδίνῳ ἐν πεσσῷ σύλληψιν ποιεῖ.

  62. 2.1.21.1

    Ἡ δὲ καρδία φορουμένη ἀβασκάντους ποιεῖ.

  63. 2.1.22.1

    Ὄδους δὲ ἀλώπεκος περιαφθεὶς ἐσχάρας ὠφελεῖ καὶ παῖδας ἀνωδύνως ὀδοντοφυεῖν 〈ποιεῖ? 〉.

  64. 2.1.23.1

    Μετὰ δὲ ἀσφάλτου καὶ ἐλαίου ὀμφακίνου προλειωθέντων ὀνύχων ἐν ῥοδίνῳ καὶ μιγέντων ἀμφοτέρων, προστεθὲν δὲ ἐν πεσσῷ ὑστερικὰς πνῖγας ἄκρως ἰᾶται.

  65. 2.1.24.1

    Ὁ δὲ ὄρχις λεῖος σὺν κηρωτῇ παρωτίδας ὠφελεῖ.

  66. 2.1.25.1

    Ἐὰν δέ τις τὸ μόριον αὐτοῦ ἐνειλήσας ῥάκει περιάψῃ τῇ κεφαλῇ, πάντα πόνον κεφαλῆς καὶ ἡμικράνιον καὶ σκοτώματα ἰᾶται.

  67. 2.1.26.1

    Ἡ δὲ κόπρος αὐτοῦ μετ’ ὄξους λειωμένη λειχῆνας θεραπεύει.

  68. 2.1.27.1

    Σὺν δὲ στέατι ἡ κόπρος αὐτοῦ λεία ἐπιπασθεῖσα ἀλωπεκίας δασύνει.

  69. 2.1.28.1

    Ἀσφάλαξ ἐστὶν ζῶον τυφλὸν ὑποκάτω τῆς γῆς φωλεῦον καὶ βαδίζον. Ἐὰν δὲ ἴδῃ τὸν ἥλιον, οὐκέτι δέχεται αὐτὸν ἡ γῇ, ἀλλὰ τελευτᾷ.

  70. 2.1.29.1

    Τούτου οὖν ἡ καρδία ἐν ἐλαφείῳ δέρματι περιαπτομένη σεληνιαζομένους ἰᾶται. Ἐν δέρματι δὲ ἔποπος τοῦ ὀρνέου σὺν τοῖς δυσὶν τοῦ ὀρνέου ὀφθαλμοῖς ἐὰν περιάψῃς, εἰς πάντα προγνώσεται ἐφ’ ὅσον χρόνον φορεῖ αὐτὸ ἁγνός.

  71. 2.1.30.1

    Ἐὰν δὲ τὴν καρδίαν φορῇ, ἔνθεν μείζονα καὶ κρείττονα ποιεῖ φοροῦντα· ἡ γὰρ δύναμις τοῦ ζώου τούτου θεία καὶ ἐνεργὴς, περὶ ἧς εἰπὼν οὐ σιωπήσομαι.

  72. 2.1.31.1

    Τοῦτό ἐστιν ἀπόγευσις. Ἐὰν γάρ τις ἀπογεύσηται τοῦ ἡλίου ἀνατέλλοντος δάκτυλον α′, γνώσει τὰ γινόμενα ἕως οὗ δύσει ὁ ἥλιος.

  73. 2.1.32.1

    Ἔστι δὲ ἡ σκευὴ τῆς ἀπογεύσεως αὕτη· Λαβὼν τὸν ἀσφάλακα ἀπόπνιξον ἐν ὕδατι ὀμβρίῳ κοτύλας γ′· ἕψε αὐτὰ ἕως κηρωθῇ· εἶτα διυλίσας τὸ ὕδωρ ἕψεις ἐν χαλκῷ ἀγγείῳ ἐπιβαλών· εἶτα σκεύαζε οὕτως· θεογόνου ῥίζης (ἐν ἄλλῳ γράφε θεόπνου) ‹ ο δ′, ἀρτεμισίας μονοκλώνου ‹ο δ′, στύρακος καλαμίτου, σμύρνης τρωγλοδυτικῆς, βδελλίου ἀνὰ οὔγγ. δ′· σφαιρίου 〈οὔγγ. 〉 δ′· λιβάνου ἄρρενος. ‹ο η′. Ταῦτα κόψας, σείσας, λειώσας ἐπίβαλλε μέλιτος πρωτείου κοτύλην μίαν, καὶ ἔψει ἕως οὗ γένηται μέλιτος πάχος· καὶ ἀνελόμενος ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ, καὶ χρῶ ὡς εἴρηται.

  74. 2.1.33.1

    Τὰ δὲ ὀστεὰ τοῦ ἀσφάλακος θάψον ἐν τῷ οἴκῳ σου ἔνδον· Ὁ γὰρ ἀσφάλαξ καὶ ζῶν καὶ θανὼν χρηματίζει, ὥσπερ καὶ αἱ θήλειαι αἴγες.

  75. 2.1.34.1

    Ἐὰν οὖν τις ἔχων χοιράδας ἢ παρωτίδας ἢ παντοῖον ἀπόστημα, καὶ λάβε ζῶντα τὸν ἀσφάλακα καὶ μάλασσε αὐτὸν ὅλον τοῖς ἰδίαις χερσίν, 〈καὶ〉 ὁ κάμνων ἕως οὗ ἀποθάνῃ μαλασσόμενος θεραπευθήσεται πάντως τοῦ τοιούτου πάθους, καὶ οὐκέτι πειρασθήσεται ἢ σταφυλὴν πονήσει ἢ ἀντιάδας ἢ βουβῶνας ἢ χοιράδας ἕξει ποτὲ ἢ παντοῖον ἀπόστημα.

  76. 2.1.35.1

    Τὸ δὲ στέαρ αὐτοῦ τακὲν ὠταλγίας ἄκρως ἰᾶται.

  77. 2.1.36.1

    Τὸν οὖν ἀσφάλακα θάπτε ἐν τῇ γῇ.

  78. 2.1.37.1

    Εἴ τις δὲ τὴν καρδίαν αὐτοῦ ἔτι σπαίρουσαν καταπίνει, πρόγνωσιν λάβοι τῶν μελλόντων καὶ τῶν ἐπ’ αἰῶνος. (Ἐν ἄλλῳ γράφει τὴν ἐπ’ αἰώνων.)

  79. 2.1.38.1

    Αἶγες θήλειαι πᾶσι γνωσταὶ αἵ τινες καὶ χρηματίζουσιν, ὥστε εἴ τις τὴν δορὰν τῆς αἰγὸς περιθήσει ἐπιληπτικῷ καὶ ὑπαγάγῃ πρὸς ποταμὸν ἢ θάλασσαν, παραχρῆμα ἐλεγχθήσεται πεσὼν ἐν τρόμῳ καὶ νήφων.

  80. 2.1.39.1

    Αἷμα δὲ αἰγὸς θερμανθὲν ἐν πυρὶ καὶ βρωθὲν δυσεντερικοὺς θεραπεύει καὶ τοὺς τὰ τοξικὰ φάρμακα πίνοντας σώζει ἐνεργῶς, καὶ ὑδρωπικοὺς ἄκρως ἰᾶται.

  81. 2.1.40.1

    Ἡ δὲ χολὴ σὺν ἀκάπνῳ μέλιτι ἐγχριομένη θεραπεύει ἀχλύν, ἄργεμα, πτερύγια.

  82. 2.1.41.1

    Ὁ δὲ σπλὴν τῆς αἰγὸς βρωθεὶς ὀπτὸς δυσεντερίαν ἰᾶται.

  83. 2.1.42.1

    Ἡ δὲ κόπρος 〈αὐτῆς〉 λεία σὺν ἀλφίτοις ἐπιπλασθεῖσα τοῖς ἕλκεσι, φαλαγγιοδήκτοις καὶ τοῖς ἀπὸ βουπρήστεως πληγέντας ἰᾶται. Ξηρὰ δὲ ἡ κόπρος προποθεῖσα σὺν οἰνομέλιτι δυσουρίαν ὀνίνησι· σὺν οἴνῳ δὲ παλαιῷ ἑψουμένη καὶ ἐπιτιθεμένη οἰδήματα ἄρθρων καὶ φλεγμονὰς διδύμων καὶ μασθῶν καὶ ἰσχίων ἄκρως ἰᾶται· σὺν μέλιτι δὲ λεία καταπλασθεῖσα τοὺς ὑπὸ ὄφεων καὶ ἰοβόλων ἰᾶται δηχθέντας· πάντα 〈γὰρ〉 τὸν ἰὸν ἀναμᾶται.

  84. 2.1.43.1

    Ὁ δὲ σπλὴν τῆς αἰγὸς ληφθεὶς θερμὸς πρόσφατος εἰς ὄνομα τοῦ πάσχοντος καὶ ἐπιτεθεὶς τῷ σπληνικῷ ἐπάνω τῆς σπληνὸς καὶ φασκιωθεὶς ἡμέραν μίαν, εἶτα 〈τῇ〉 ἑξῆς ἐπάρας ὁ κάμνων κρεμάσας αὐτὸν ὑπὲρ καπνὸν ἢ εἰς ἄνεμον πρὸς οὗ ὁ σπλὴν τῆς αἰγὸς ξεραίνηται, καὶ ὁ τοῦ πάσχοντος μειοῦται.

  85. 2.1.44.1

    Τοῦ δὲ ἐρίφου τὸ δέρμα ποθὲν τοὺς ἀπὸ διψάδων τρωθέντας ἰᾶται.

  86. 2.1.45.1

    Ἡ δὲ τάμισος αὐτοῦ ὀπτὴ ἐσθιομένη δυσεντερικοὺς θεραπεύει· ἑφθὴ μετὰ κηκίδων καὶ ἐλαίου ἐψουμένη καὶ ἐσθιομένη γαστρορροίαν ἵστησιν.

  87. 2.1.46.1

    Ὁ δὲ σπλὴν αὐτοῦ ἐσθιόμενος ὀπτὸς συνεχῶς σπληνικοὺς ἰᾶται.

  88. 2.1.47.1

    Ἡ δὲ δορὰ αὐτοῦ καπνιζομένη ληθαργικοὺς διεγείρει, καὶ τοὺς πίπτοντας ἐπιληπτικοὺς καὶ τὰς ὑστερικὰς πνιγμονάς· καὶ αἱ τρίχες καπνιζόμεναι τὰ αὐτὰ ποιοῦσι κατ’ ἐνέργειαν.

  89. 2.2.1.1

    >Βοὺς θήλεια γνωστὴ πᾶσι. Ταύτης τὴν κόπρον λαβὼν ξηρὰν λείωσον καὶ σείσας στῆσον λ. α′, κηροῦ γο ς′, κραμβῆς χυλοῦ γο ς′ (ἢ γ′ ὡς ἐν ἄλλῳ), ὠὰ ὠμὰ γ′, ἐλαίου καλοῦ λ. α′, θείου οὔγγ. α′· λείωσον τὰ ξηρὰ καὶ τῆξον τὰ τηκτά. Εἶτα καθελὼν καὶ χλιάνας, βαλὼν τὰ ὠά, καὶ συλλείου καλῶς. Ἐκ τοῦτου κατάπλασσε· σπληνικούς, ἡπατικούς, ὑδρωπικούς, ὁμοίως ὑδροκοίλους καὶ ποδαλγοὺς παραυτὰ ὠφελήσεις. Τοῦτο κρύβε ὡς μέγα δῶρον.

  90. 2.2.2.1

    Ἐὰν δὲ τὴν κόπρον λειώσας σὺν ὄξει χρίσῃς τινὰ τόπον ἢ ἀγγεῖον μελιτηρόν, μύρμηκες ἐν αὐτῷ οὐχ ὑπερβήσονται.

  91. 2.2.3.1

    Ὄνυχες δὲ βοὸς ἐκζεσμένοι μετὰ σινάπεως ἐσθιόμενοι ἀντιτάσσονται πᾶσαν φαρμακείαν ὡς οὐδὲν ἄλλο.

  92. 2.2.4.1

    Ἡ δὲ χολὴ ἡ βοεία ἰόνθους ῥήγνυσιν καὶ στίλβει πρόσωπον.

  93. 2.2.5.1

    Ἡ δὲ κόπρος καπνιζομένη ὑπὸ τὸν δίφρον τῆς κυούσης ὠκυτόκιός ἐστιν καὶ τὰ ὑστέρια κατάγει καὶ ἐκβάλλει.

  94. 2.2.6.1

    Βάτραχός ἐστι ζῶον πᾶσι γνωστόν. Τούτου τὴν γλῶσσαν ἐάν τις κόψῃ, αὐτὸν δὲ ἀπολύσῃ ζῶντα, καὶ ἐπιγράψῃ ἐν τῇ γλώσσῃ οὕτως· ΧΟΥΟ′Χ, , καὶ λαθραίως καθευδούσης γυναικὸς ἐπιθήσει τῷ στήθει, εἴπῃ σοι πάντα ὅσα ἔπραξεν ἐν βίῳ.

  95. 2.2.7.1

    Ἡ δὲ τέφρα αὐτοῦ σὺν πίσσῃ ἐπιχριομένη ἀλωπεκίαν δασύνει· μετ’ ὄξους δὲ προστιθεμένη πᾶσαν αἱμορραγίαν ῥινῶν καὶ ἑλκῶν καὶ ἕδρας ἵστησι καὶ φλέβας καὶ ἀρτηρίας καὶ τὰ πυρκαιὰς ἰᾶται.

  96. 2.2.8.1

    Ἐὰν δέ τις λάβῃ ζῶντα βάτραχον εἰς ὄνομά τινος μήτε ἡλίου μήτε σελήνης φερομένων ὑπὲρ γῆν, καὶ ἀποτέμῃ ψαλίδι τοὺς δύο ὄπισθεν αὐτοῦ πόδας καὶ δήσας ἐλαφείῳ δέρματι, καὶ περιάψῃ ποσί, δεξιὸν δεξιῷ καὶ ἀριστερὸν ἀριστερῷ, ποδαγροὺς θεραπεύει εἰς τὸ παντελές.

  97. 2.2.9.1

    Ἐὰν δέ τις θέλῃ ἀπορρυῆναι τὰς τρίχας ὅλου τοῦ σώματος, τοῦ· βατράχου τὸ δέρμα καύσας βάλε εἰς ὃ λούεται ὕδωρ καὶ ἀπορρυήσονται.

  98. 2.2.10.1

    Βατράχους δὲ μικροὺς καύσας ἐπίχρισον ἀλωπεκίας, καὶ ἰαθήσονται.

  99. 2.3.1.1

    Γαλῆ, ζῶον μικρὸν γνώριμον πᾶσι. Ταύτης ἡ γλῶσσα ξηρὰ ὑπὸ τοῖς ὑποδήμασι φορουμένη φιμοκάτοχός ἐστιν.

  100. 2.3.2.1

    Εἰ δὲ εὕροις ποτὲ γαλῆν ἐρριμμένην νεκράν, ἀνελόμενος ἕψε σὺν ἐλαίῳ ἄχρις ἄν τακῇ καὶ διυλίσας τὸ ἔλαιον ἔμβαλε κηροῦ τὸ ἀρκοῦν, καὶ ποιήσας κηρωτήν, ἔχε 〈ὡς〉 μέγιστον ἴαμα πρὸς ἀρθριτικοὺς καὶ πᾶσαν νευρικὴν συμπάθειαν, καὶ φλεγμονὰς ποδῶν καὶ ἄρθρων, καὶ πάντα ῥευματισμόν.

← Previous · Next → — showing 401500 of 1,156

First Thousand Years of Greek. CTS URN tlg1482.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.