Ancient Textssearch the texts themselves, not just their titles

← All works

Cyranides

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,156 sections

  1. 2.12.1.1

    Μῦς πᾶσι γνωστός. Τούτου τὴν κεφαλὴν καύσας σὺν στέατι χοιρείῳ ἢ ἀρκτείῳ καὶ τὴν τέφραν λειώσας ἀλωπεκίας ἰάσῃ.

  2. 2.12.2.1

    Ὅλον δὲ τὸν μῦν καύσας σὺν οἴνῳ καὶ νάρδῳ ἢ ῥοδίνῳ ὠταλγίας χρονίας παραδόξως χρίσας ἰάσῃ.

  3. 2.12.3.1

    Ζῶντος δὲ τοῦ μυὸς κόψας τὰ ἄκρα αὐτοῦ πάντα καὶ ἐνδήσας περίαπτε τῷ τραχήλῳ καὶ παύσεις πᾶν ῥῖγος.

  4. 2.12.4.1

    Ἡ δὲ κόπρος αὐτοῦ ξηρὰ λεία σὺν ὄξει ἐπιχριομένη μασθοῦ σκληρίας καὶ ὀδύνας διαλύει τὰς μετὰ φλεγμονῆς.

  5. 2.12.5.1

    Ξηρὰ δὲ ἐπιπαττομένη ἐξοχάδας αἴρει.

  6. 2.12x.1.1

    Μύρμηξ.) Formicarum species sunt VII. Una est omnibus nota: aliae vero sunt longi capitis et magnae, colore nigrae: aliae vero sunt tenues. et graciles et rubrae, quae dicuntur zinyphes : aliae magnae et latae; aliae campestres et mediocres : aliae quoque εὐοδίαι, i. bonae viae, et sunt parvae; aliae autem μυρμηκολέοντες. i. formicae leoninae, magnae ac variae et alatae, et carnes comedunt, sed cito moriuntur.

  7. 2.12x.2.1

    Omnes autem forcipe decapilatae et attritae, ac in palpebris positae, hordeolos sanant. Sic et campestres, quae frurmentum comedunt, aequaliter faciunt.

  8. 2.12x.3.1

    Si quis autem xr. formicas cum succo asphodeli decoxerit, et in potu alicui dederit, ἀνεκτός, i. remissus erit omnibus diebus vitae suae.

  9. 2.12x.4.1

    Elixatura earum infusa μυρμηκίας, i. formicarias cadere facit.

  10. 2.13.1.1

    Νυκτερὶς ζῶόν ἐστιν τετράπουν πᾶσι γνωστόν. Ἴπταται ὡς χελιδὼν, καὶ τίκτει ὡς τετράποδον καὶ θηλάζει.

  11. 2.13.2.1

    Τὸ γοῦν αἷμα αὐτοῦ ἐὰν χρίσῃς πρὸς ὀφθαλμῶν ἐκτετιλμένας τρίχας, οὐκέτι φύουσιν.

  12. 2.13.3.1

    Ἀλλὰ καὶ ἡ καρδία αὐτοῦ φορουμένη μεγίστην ἀγρυπνίαν ποῖει.

  13. 2.14.1.1

    Xilonatis quaedam avis. Cichonatis (f. I. xichonatis) species est parvae crocodili.

  14. 2.14.2.1

    〈Si〉 de hujus frixura quis inunctus 〈fuerit〉, sine dolore facit eum ad verbera. Est autem et magnum amatorium.

  15. 2.14.3.1

    Comesti autem cocodrilli velut pisces impudentes et inverecundos faciunt comedentes.

  16. 2.14.4.1

    Stercus autem illorum hebetudinem oculorum et albuginem sanat. Similiter et sanguis.

  17. 2.14.5.1

    Dextra autem mola gestata erectionem facit ; sinistra vero mulieribus desiccationem aequalem.

  18. 2.15.1.1

    Ὄνος πᾶσι γνωστός· ἔχει δὲ δυνάμεις τοιαύτας. Ἐκ τοῦ ὄνυχος αὐτοῦ ἐκ προσθίου δεξιοῦ ποδὸς εἰ ποιήσεις δακτύλιον ἢ κρικίον καὶ δώσεις φορεῖν δαιμονιζομένῳ, σωθήσεται.

  19. 2.15.2.1

    Ἡ δὲ κόπρος αὐτοῦ ἁπάσας αἱμορραγίας ἵστησιν.

  20. 2.15.3.1

    Ἐάν τις πτύῃ αἷμα καὶ ἐπάρῃ τὸ αἷμα τοῦ ζώου καὶ βάλλῃ τὸν χαλινὸν τοῦ ὄνου πλύνας εἰς αὐτὸ τὸ αἷμα, καὶ ἐξ αὐτοῦ δὲ δώσεις τῷ πάσχοντι ἐν βρώματι ἢ πόσει, ἀπαλλάξει αὐτόν.

  21. 2.15.4.1

    Ἀλλὰ καὶ σκορπιοπλήκτους θεραπεύει πινόμενον.

  22. 2.15.5.1

    Αἷμα δὲ ζῶντος ὄνου μετὰ κροκοδειλίας βοτάνης καὶ ἐλαίου συγχριόμενον τεταρταΐζοντας ἰᾶται.

  23. 2.15.6.1

    Τὸ δὲ κρικίον τοῦ χαλινοῦ αὐτοῦ τὸ μικρὸν ὁ ποιήσας δακτύλιον καὶ φορῶν φεύξεται δαίμονας καὶ ἀποστρέφει πυρετούς.

  24. 2.15.7.1

    Ἐάν τις καθεύδῃ ἐπὶ δορᾶς ὄνου, δαίμονας οὐ φοβεῖται οὐδὲ Γελοῦν καὶ νυκτε ρινὰ ἀντήματα.

  25. 2.15.8.1

    Δάκρυα δὲ ὄνου σὺν ἐλαίῳ σμίξας καὶ πλύνας λυχνίον καὶ ἅψας ὀψὲ ὄψει πάντας τοὺς ἐν συμποσίῳ ὀνοκεφάλους, καὶ αὐτοὶ τοὺς ἀλλήλους.

  26. 2.15.9.1

    Τρίχα δὲ ἀπὸ τῆς πληγῆς τοῦ ὄνου εἰ λαβών, καύσας καὶ λειώσας δώσει τινι ἐν ποτῷ γυναικί, οὐ παύσεται πέρδειν, ἐάν ἐστιν ἡ θρὶξ ὄνου θελείας.

  27. 2.15.10.1

    Εἰ δέ τις ἀπὸ σκορπίου πληγῇ καὶ εἴπῃ εἰς τὸ οὖς τοῦ ὄνου ὅτι « Σκορπίος με ἔπληξεν », ὁ μὲν πληγεὶς ἰαθήσεται, εἰς δὲ τὸν ὄνον ἡ ὀδύνη μεταπεσεῖται. . . . . . . . .

  28. 2.16.1.1

    Πρόβατον πᾶσι γνωστόν. Τούτου τὸ στέαρ καὶ ὁ μυελὸς γίνεται σαπώνι. Προχωρεῖ δὲ εἰς πολλὰς χρείας.

  29. 2.16.2.1

    Ὁ δὲ κριὸς ἔχει πράξεις τοιάσδε· ἐὰν γὰρ τὸ δεξιὸν αὐτοῦ κέρας πρίῃς, καὶ ποιήσῃς κτένιον, κτενίσῃς δὲ μετ’ αὐτοῦ, ἡμίκρανον θεραπεύει, τὸ μέντοι ἀπὸ τοῦ δεξιοῦ κέρατος δεξιὸν ἡμίκρανον, τὸ δὲ ἀριστερὸν εὐώνυμον.

  30. 2.16.3.1

    Τοῦ δὲ ἡλίου ὄντος ἐν κριῷ, ἐὰν τὴν κόπρον ξηράνας τις ἐπιθῇ μετ’ ὄξους ἐπὶ τῶν κεφαλαλγούντων, ἀπαλλάξει.

  31. 2.16.4.1

    Οἱ δὲ ἐντὸς τῶν κεράτων σκώληκες φιλτροπόσιμόν εἰσι ἀπαράβατον.

  32. 2.16.5.1

    Τὸ δὲ κέρας καπνιζόμενον τὰς ὑστερικὰς πνιγμονὰς ἀνακαλεῖται.

  33. 2.16.6.1

    Πνεύμων δὲ προβάτου ἐσθιόμενος νήστει ἀμέθυστον τὸν ἐσθίοντα φυλάξει καὶ ὅσα πίνει.

  34. 2.16.7.1

    Τὸ δὲ ἧπαρ αὐτοῦ ἐν ταῖς παρειαῖς τῶν γυναικῶν ἐπιτιθὲν ζεστὸν εὔχρουν καὶ εὔμορφον ποιεῖ τὸ πρόσωπον.

  35. 2.16.8.1

    Τὸ δὲ στέαρ αὐτοῦ εἰς πεσσοὺς χρήσιμον.

  36. 2.16.9.1

    Πνεύμων δὲ ἀρνίου ξηρὸς λεῖος δοθεὶς ἐν πότῳ τοῖς ὑπὸ δηλητηρίων φαρμάκων βλαβεῖσιν ἀρήγει.

  37. 2.16.10.1

    Χολὴ δὲ καὶ αἶμα τοῦ ἀρνίου ἐπιληπτικοὺς θεραπεύει.

  38. 2.17.1.1

    Ῥινόκερώς ἐστι ζῶον τετράπουν παραπλήσιον ἐλάφου, ἐν κέρας ἔχον κατὰ τῆς ῥινὸς μέγιστον. Ἄλλως δέ οὐκ ἀγρεύεται εἰ μὴ μύρῳ καὶ εὐμορφίᾳ γυναικῶν εὐστόλων· ἔστι γὰρ ἐρωτικόν.

  39. 2.17.2.1

    Τούτου ὁ εὑρισκόμενος ἔνδον τῆς ῥινὸς ἡ τοῦ κέρατος λίθος 〈καὶ〉 φορού μένος δαίμονας ἀποδιώκει.

  40. 2.17.3.1

    Οἱ δὲ ὄρχεις αὐτοῦ ποτιζόμενοι ἢ τὸ αἰδοῖον ἀνδράσι καὶ γυναιξὶ συνουσίαν παρορμᾷ ἀκρότατα.

  41. 2.18.1.1

    Σύαγρός ἐστι χοῖρος ἄγριος. Τούτου οἱ ὄρχεις πινόμενοι ἀφροδισίαν παρορμῶσιν.

  42. 2.18.2.1

    Ἡ δὲ κόπρος αὐτοῦ λειωθεῖσα σὺν ὄξει ἐρυσιπέλατα ἰᾶται, καὶ ἡ χολὴ ὁμοίως.

  43. 2.18.3.1

    Ἡ δὲ πυτία πινομένη ποιεῖ πρὸς πάντα τὰ θανάσιμα· ἔστι γὰρ ἀλεξιφάρμακον.

  44. 2.18.4.1

    Σκίγγος ἐστὶ ζῶον χερσαῖον ὅμοιον κροκοδείλῳ ἐν τῇ Μελανιτίδι γῇ εὑρισκόμενον.

  45. 2.18.5.1

    Τούτου τὸ ἄκρον τῆς οὐρᾶς καὶ οἱ δίδυμοι καὶ οἱ νεφροὶ πρὸς συνουσίαν διεγείρουσι τὸ μόριον, ἐν πότῳ δοθέν.

  46. 2.18.6.1

    Σαλαμάνδρα ζῶόν ἐστι τετράπουν μεῖζον σαύρας χλωρᾶς, ἐν θάμνοις δὲ καὶ ὕλαις διαιτώμενον.

  47. 2.18.7.1

    Ταύτης ἡ καρδία φορουμένη ἄφοβον ποιεῖ πρὸς τὸ πῦρ τὸν φοροῦντα, καὶ ἄτρομον εἰς πυρκαίαν καὶ ἄκαυστον.

  48. 2.18.8.1

    Τὸ οὖν ζῶον τοῦτο ἢ ἐν πυρὶ ἢ ἐν καμίνῳ ἐμβληθὲν πᾶσαν φλόγα σβεννύει.

  49. 2.18.9.1

    Καὶ εἶ τις τὴν καρδίαν τούτου περιάψει πυρέσσουσιν, παραυτίκα ἀπέδρα ὁ πυρετός.

  50. 2.18.10.1

    Εἰ δὲ περὶ τοῖς γόνασιν γυνὴ αὐτὴν φορεῖ, οὕτε ὅλως συλλήψεται, οὕτε ἔμμηνα ὁρᾷ.

  51. 2.18.11.1

    Εἰ δὲ δέρματι μελανῷ αὐτὴν ἐνθήσεις καὶ περιάψεις ἀγκῶνι, τριταῖον, τεταρτοῖον καὶ πάντα πυρετὸν ἰάσεις.

  52. 2.18.12.1

    Καυθεῖσα δὲ καὶ πασθεῖσα ἀνασπᾷ μυρμηκίας καὶ τοὺς ἐν χερσὶν καὶ ποσίν 〈ἥλους〉.

  53. 2.19.1.1

    Ταῦρος πᾶσι γνωστὸς καὶ αὐθάδης.

  54. 2.19.2.1

    Ταύρου χολὴ μετὰ ὠῶν λεκίθων συλλειωθεῖσα καὶ χρισθεῖσα οὐλὰς ὁμόχρους ποιεῖ.

  55. 2.19.3.1

    Σὺν ὄξει δὲ σμηχομένη ἀλφοὺς μελανοὺς ἰᾶται, καὶ πίτυρα κεφαλῆς καθαίρει, καὶ φακοὺς καὶ ἐφήλεις γυναικῶν καθαίρει διὰ τῶν ἔξωθεν παιδίων· οὐκ αὐτὸ γὰρ τὸ ζῶόν ἐστιν ἰσχυρόν, ἀλλ’ ἡ περικειμένη ἐν αὐτῷ δύναμις ἔσωθεν παιδίων· καὶ γὰρ ἄνθρωπος ἐὰν αὐτὸ φορῇ, πάντα γνώσεται.

  56. 2.19.4.1

    Ὁμοίως δὲ καὶ αλξ κέρας μὴ ἔχουσα, ἐὰν αὐτὸ φορῇ, χρηματίσει.

  57. 2.19.5.1

    Ὁμοίως δὲ καὶ ἀνδριάντι περιθέμενος χρηματίζει, καὶ οἱ ἐπιορκοῦντες ἐξαγορεύσουσιν καὶ ὁμολογήσουσι, καὶ ἀναθέματα μέγιστα τεθήσονται ἐν τῷ τόπῳ ἐκείνῳ.

  58. 2.19.6.1

    Λαβὼν οὖν τὸν ἱέρακα τὸν πελάγιον ἀπόπνιξον ὕδατι ὀμβρίῳ· ὁμοίως καὶ ἔποπα πνίξον ἐν τῷ ὕδατι καὶ βαστάζων αὐτῶν τοὺς ὀφθαλμοὺς θεράπευσον σμύρνῃ καὶ κρόκῳ καὶ ξήρανον αὐτοὺς ἐν σκιᾷ, ἄνευ ἡλίου.

  59. 2.19.7.1

    Τηρῶν [αὐτῶν] τὰ σώματα δὲ αὐτῶν θάψον ἐν τῇ γῇ ἐν τόπῳ ὅπου ἐστὶν ὁ φορῶν, εἶτε ἄνθρωπος, εἴτε ἄλλο τι.

  60. 2.19.8.1

    Λαβὼν τοὺς ὀφθαλμοὺς φόρει.

  61. 2.19.9.1

    Σὺν μέλιτι δὲ 〈ὴ χολή〉 χριομένη στομαχικοὺς ἄκρως ἰἄται.

  62. 2.19.10.1

    Σὺν δὲ ἰρίνῳ μύρῳ διπλῆ μιγεῖσα καὶ ἐν πεσσῷ προσαχθεῖσα ἄγει ἔμμηνα πολλὰ αὐθήμερον.

  63. 2.19.11.1

    Σὺν δὲ ἀμαρακίνῳ μύρῳ καὶ ἀφρονίτρῳ προσαχθεῖσα ἔμβρυα νεκρὰ καθέλκει.

  64. 2.19.12.1

    Καθ ἑαυτὴν δὲ περιχρισθεῖσα τῷ δακτυλίῳ ἢ τῷ ὀμφαλῷ ἡ χολὴ πλεῖον κλυστῆρος κενοῖ τὴν γαστέρα.

  65. 2.19.13.1

    Καταπλασθεῖσα δὲ 〈τῷ〉 ὀμφαλῷ ἕλμινθας ἐκτινάσσει.

  66. 2.19.14.1

    Ἡ δὲ κόπρος τοῦ ταύρου καὶ τὰς ἀπὸ μυκτήρων αἱμορραγίας στέλλει καὶ ἀλωπεκίας δασύνει καὶ τὰς ῥεούσας τρίχας ἐκ νόσου ἵστησι.

  67. 2.19.15.1

    Τὸ δὲ αἶμα αὐτοῦ ξηρὸν [βρωθὲν καὶ λειωθὲν σὺν ἐλαίῳ ὀμφακίνῳ καὶ ἀλειφὲν πολιὰς τρίχας μελαίνει· ἔστω δὲ μελανοῦ ταύρου.

  68. 2.19.16.1

    Ὅταν δὲ ἀποθάνῃ ταῦρος, εἰς ἡμέρας ζ′ ποιεῖ σκώληκας οἵτινες εἰς κα′ ἡμέραν γίνονται μέλισσαι ποιοῦσαι μέλι, ἄς δεῖ συνάγειν ἐν τοῖς σίμβλοις καὶ ἔχειν.

  69. 2.19.17.1

    Τράγου τὸ αἶμα ξηρὸν μετὰ κηκίδων καὶ βαλαυστίου ἐν βρώματι δοθὲν δυσεντερικοὺς θεραπεύει.

  70. 2.19.18.1

    Ὁμοίως κατάκλεισον εἰς σφραγίδα χρυσῆν δισκοειδῆ μετὰ γλώσσης βατράχου καὶ κιναμώμου ἢ μόσχου, καὶ συρράψας εἰς δέρμα ἐλάφου περίαπτε, ἢ ἐντίθει τοῦτο ἐν ζῳδίῳ, καὶ ἔσονται ἐν τῷ τόπῳ ἐκείνῳ θυσίαι ὀνομασταί. Ποιεῖ 〈δὲ〉 καὶ ὁ κοινὸς ἱέραξ. Τοῦτο δὲ πάνυ κρύβε.

  71. 2.19.19.1

    Τὸ δὲ λίπος αὐτοῦ τὸ ἐκ τῶν νεφρῶν ἑψηθὲν μετὰ χόνδρου ἡ ὀρύζης χυλοῦ ἐνίεται πρὸς τὰ ὥτα.

  72. 2.19.20.1

    Τὸ δὲ λάδανον αὐτοῦ τοῦ ἐκ τοῦ πώγωνος συναγόμενον ποιεῖ πρὸς ἀλωπεκίας καὶ τριχορροίας, σὺν οἴνῳ καὶ ἐλαίῳ ὀμφακίνῳ· σὺν ὄξει δὲ χριόμενον κεφαλαλγίαν παύει.

  73. 2.19.21.1

    Τὸ δὲ στέαρ μετὰ ἰξοῦ καὶ σανδαράχης λεῖον περιπλασθὲν ὄνυξι ψωριῶσιν ἐκριζοῖ αὐτούς.

  74. 2.19.22.1

    Ἐὰν δέ τις χρίσῃ τράγου μυκτῆρας μύρῳ καὶ τρίψῃ τὴν χεῖρα αὐτοῦ ἐξ αὐτοῦ, ποιεῖ ἀπὸ ἡδονῆς ἀποσπερματῶσαι· τοῦτο τὸ σπέρμα 〈λαβῶν〉, ἐὰν χρίσῃς ἀνθρώπου μόριον, ἔντασιν ἔξει μεγίστην καὶ ἀκαταμάχητον εἰς γυναῖκας καὶ φοβεράν.

  75. 2.20.1.1

    Ὕαινα, ζῶον τετράπουν, ἀνήμερον, διφυές· τὸ γὰρ ζῶον τοῦτο γεννᾶται θήλεια καὶ μετὰ ἐνιαυτὸν γίνεται ἄρρεν· εἶτα πάλιν μετὰ ἄλλον ἐνιαυτὸν γίνεται θῆλυ. Ὅτε μὲν βιβάζει, ὅτε 〈δὲ〉 βιβάζεται καὶ κύει καὶ μασθοδοτεῖ. Ἔχει δὲ δυνάμεις τοιαύτας.

  76. 2.20.2.1

    Ἡ χολὴ τοῦ ζώου τούτου γλυκεῖα ὑπάρχουσα ἐνεργεῖ. Σκευάζεται δὲ δι’ αὐτῆς ἐπίδειξις μεγίστη· τὸ δέ 〈γε〉 σύνθεμά ἐστι τοιοῦτον· γλαύκου ἰχθύος 〈οί〉 ὀφθαλμοὶ καὶ χολὴ ὑαίνης ὅλον τὸ ὑγρόν· λείου ὁμοῦ πάντα καὶ ἀπόθου ἐν ψελίνῳ ἀγγείῳ, εὖ μάλα περισκέψας.

  77. 2.20.3.1

    Εἰ οὖν βούλει ἔνδειξιν μεγίστην ποιῆσαι, ποίησον οὕτως. Λύχνου τεθέντος, ἐὰν στέαρ οἵου βούλει ἑρπετοῦ ἢ τετραπόδου μίξῃς μετὰ βραχέος τοῦ συνθέματος, καὶ χρίσῃς βυβλάριον ἡ χυνάριον, καὶ δείξῃς τοῖς παροῦσιν ὀψίας λύχνου τεθέντος, δόξουσιν ἐκεῖνοι εἶναι τὸ θηρίον οὖ ἐστιν τὸ στέαρ, εἶτε λέοντος, εἶτε ταύρου ἡ ὄφεως ἢ ἑτέρου τινός.

  78. 2.20.4.1

    Ἐὰν οὖν θέλῃς ἐνδείξασθαι, στέαρ οἵου θέλεις θηρίου, μετὰ ὀλίγου τοῦ συνθέματος ἐπίθες ἐπὶ ἀνθράκων ἐν μέσῳ τοῦ οἴκου, καὶ φανήσεται τὸ ζῶον οὖ τὸ στέαρ προσέμιξας. Τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐπὶ πετηνῶν.

  79. 2.20.5.1

    Ἐὰν δὲ ἀπὸ κύματος θαλάσσης ὕδωρ βραχὺ μίξῃς τῷ συνθέμκτι καὶ ῥάνῃς ἐν συμποσίῳ, πάντες φεύξονται νομίζοντες θάλασσαν ἐν μέσῳ αὐτῶν εἶναι.

  80. 2.20.6.1

    Ἐὰν δὲ θύσῃς τὴν ὕαιναν σελήνης οὕσης ἐν διδύμοις ἢ ἐν παρθένῳ. δῴης δὲ ἐκ τοῦ πνεύμονος αὐτῆς ἐκζεσμένου λάθρα, σεληνιαζομένους θεραπεύεις. Ἱστόρησα τοῦτο, καὶ ἐθαύμασα ἐπὶ ἐπιληπτικοῦ πῶς πυκνῶς λαμβανόμενος ὁ ἄνθρωπος οὐκέτι κατέπεσε. Δίδου δὲ γο β′ ἢ τρεῖς. Ἱστόρησα δὲ καὶ περὶ τοῦ συνθέματος καὶ συνέπραξα ἐν αὐτῷ.

  81. 2.20.7.1

    Ἔχει δὲ 〈καὶ〉 ἑτέραν σκευασίαν· ἡ χολὴ γὰρ πρὸς ἀμβλυωπίας, δικοριάσεις ἰκτεριῶν, ἀρχὴν ὑποχύσεως, ἀχλὺν νεφελίων, πτίλους, μίλφας ὠφελεῖ.

  82. 2.20.8.1

    〈 Ἔχει δὲ οὕτως 〉. Τῆς οὖν χολῆς 〈. ο ϛ′, λυκίου ἰνδικοῦ 〈ο β′, ὀποβαλ σάμου 〈ὸ α′, σμύρνης 〈ο γ′, χυλὸν ἰερακίτιος βοτάνης (ἔστιν δὲ ἀγριοθρίδαξ), 〈ο η′, πεπέρεως 〈ο α′, μέλιτος γο ϛ′. 〈Ταῦτα〉 λειώσας εὖ μάλα καὶ ποιήσας ὑγροκολλούριον, ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ καὶ χρῶ.

  83. 2.20.9.1

    Ἐὰν δὲ ὑδροφόβῳ ἡ λυσσοδήκτῳ ὅψης στέαρ ὑαίνης, σωθήσεται· δίδου δὲ ἀγνοοῦντι.

  84. 2.20.10.1

    Εἰ δὲ τοὺς δύο ὀφθαλμοὺς ζώσης τῆς ὑαίνης ἐξέλῃς καὶ περιάψῃς τοῖς δυσὶ βραχίοσιν ἐν πορφυρῶ ῥάκει, ἀποδιώξεις πάντα φόβον νυκτερινὸν καὶ τὴν Γελλοῦν τὴν πνίγουσαν τὰ βρέφη καὶ τὰς λοχὰς ἐνοχλοῦσαν, καὶ πᾶν δαιμόνιον φεύξεται.

  85. 2.20.11.1

    Ἡ δὲ γαστὴρ αὐτῆς ξηρὰ κοπεῖσα καὶ μιγεῖσα ἰρίνῳ μύρῳ καὶ ἀλειφομένη θεραπεύει τοὺς χολερικοὺς καὶ τοὺς ἐκ πολλῆς κενώσεως σπωμένους καὶ ἄρθρων ὀδύνας.

  86. 2.20.12.1

    Ὁ δὲ δεξιὸς αὐτῆς ποὺς ἐὰν περιαφθῇ ἐν φιάλῃ καὶ δοθεῖσα πιεῖν ἐν αὐτῇ λυσσοδήκτῳ ἢ ὑδροφόβῳ, σωθήσεται παραχρῆμα.

  87. 2.20.13.1

    Τὸ δὲ ἧπαρ αὐτῆς ἐσθιώμενον τετραίζοντας ἰᾶται καὶ τρομικοὺς καὶ καρδια κούς. Ἐπὶ πάντων δὲ δίδου λαθραίως.

  88. 2.20.14.1

    Ἐὰν δέ τις τὴν γλῶσσαν αὐτῆς φορῇ ἐν ἀριστερῷ ὑποδήματι καὶ πορεύσηται, φιμωθήσονται πάντες κύνες καὶ ἄνθρωποι· ἔστι γὰρ φιμοκάτοχος.

  89. 2.20.15.1

    Ὁ δὲ ἐπίπλους αὐτῆς σὺν ἐλαίῳ τηχθεὶς πᾶσαν φλεγμονὴν θεραπεύει.

  90. 2.20.16.1

    Ὁ δὲ ἐκ τῆς ῥάχεως αὐτῆς μυελὸς ἀλειφόμενος πάντα πόνον ψυῶν καὶ ῥάχεως ἰᾶται.

  91. 2.20.17.1

    Στέαρ δὲ ἐκ τῶν ὀστῶν τῆς ὀσφύος αὐτῆς ὑποκαπνιζόμενον ταῖς δυστοκούσαις ὠκυτόκιόν ἐστιν μέγιστον.

  92. 2.20.18.1

    Ἡ δὲ ὑαίνειος κύστις ξηρά, λεία, σὺν οἴνῳ ποθεῖσα τοὺς ἐνουροῦντας παῖδας αὐτομάτως τοῖς στρώμασι καταπαύει.

  93. 2.20.19.1

    Ἐκ δὲ τοῦ δέρματος αὐτῆς ὀλίγον περιαφθὲν ἢ ὑποδήματα ἐξ αὐτοῦ γινόμενα καὶ φορούμενα θεραπεύει ποδαγρούς, γοναγρούς, χειραγρούς, ἀρθριτικοὺς καὶ πάντα ῥευματισμόν, καὶ ἀλγήματα νεύρων παραχρῆμα παύει.

  94. 2.20.20.1

    Ἡ δὲ χολὴ 〈αὐτῆς〉 μετώπῳ χριομένη καὶ τοῖς βλεφάροις πάντα ῥευματισμὸν ὀφθαλμῶν ἵστησι, καὶ ὀφθαλμίαν πᾶσαν, μετὰ μέλιτος ἐγχριομένη, καὶ ὀξυωπίαν παρέχει.

  95. 2.20.21.1

    Δορὰ δὲ ὑαίνης κύνας διώκει· πρὸ θυρῶν κρεμαμένη καὶ πᾶσαν ἐπιβούλην ἀποστρέφει.

  96. 2.21.1.1

    Φώκη ζῶόν ἐστι τετράπουν, ἔνυδρον, ἀμφίβιον . Γεννᾷ ὥσπερ τὰ τετράποδα· ἔχει δὲ δυνάμεις πολλάς. Ὁ γὰρ ἐγκέφαλος αὐτῆς πινόμενος δαίμονας ἀποδιώκει.

  97. 2.21.2.1

    Ἡ δὲ κεφαλὴ κκεῖσα καὶ μετὰ κεδρίας συνλειωθεῖσα ἀλωπεκίας καὶ πᾶν πάθος θεραπεύει.

  98. 2.21.3.1

    Ὁ δὲ δεξιὸς αὐτῆς ὀφθαλμὸς φορούμενος ἐν ἐλαφείῳ δέρματι ἀξιέραστον καὶ ἐπιτευκτικὸν ποιεῖ τὸν φοροῦντα.

  99. 2.21.4.1

    Ἡ δὲ καρδία φορουμένη ὁμοίως καὶ ἡ πυτία πᾶν μὲν χαλεπὸν ἀποστρέφουσιν, πᾶν δὲ ἀγαθὸν ἐπιφέρουσι τῷ φοροῦντι.

  100. 2.21.5.1

    Ἐὰν δὲ τὰς ἐν τῇ ῥινὶ αὐτῆς τρίχας ἐν ἐλαφείῳ δέρματι δήσας φορῇς, τὰς μεγάλας καὶ τραχείας λέγω, καὶ εἰσελεύσεται ἀνὰ μέσον πολεμίων, πάντες αὐτὸν ὡς φίλον ἀσπάσονται.

← Previous · Next → — showing 601700 of 1,156

First Thousand Years of Greek. CTS URN tlg1482.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.